# De anima 12.1

Alexander of Aphrodisias, De anima, ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima/12.1

Διττὴ δὴ ἡ τροφὴ δοκεῖ εἶναι. ἥν τε γὰρ προσφερόμεθα ἔξωθεν τὴν ἄπεπτον ἔτι, τροφὴ καλεῖται καὶ ἡ κατειργασμένη τε ἤδη καὶ προσκρινομένη. καὶ διὰ τὸ διττὸν τοῦτο τῆς τροφῆς ποτὲ μὲν λέγεται τὸ ἐναντίον τῷ ἐναντίῳ τρέφεσθαι, ποτὲ δὲ τὸ ὅμοιον τῷ ὁμοίῳ. ἡ μὲν γὰρ ἄπεπτος ἔτι καὶ ἀκατέργαστος τροφή. αὕτη δ’ ἐστὶν ἡ πρώτη ἐναντία τῷ τρεφομένῳ τῷ δεῖν μὲν αὐτῇ μεταβολῆς, ὅπως ἐξομοιωθῇ τῷ τρεφομένῳ, τοιοῦτον γὰρ ἡ πέψις. ἡ δὲ μεταβολὴ πᾶσιν εἰς τὸ ἐναντίον. οὔτε γὰρ τῷ λευκῷ εἰς ἄλλο τι καθὸ λευκόν ἐστιν ἡ μεταβολή, ἢ εἰς τὸ μέλαν ἤ τι τῶν μεταξὺ χρωμάτων, ὃ καὶ αὐτὸ κατὰ τὴν εἰς τοὐναντίον μεταβολὴν γίνεται, οὔτε τῷ θερμῷ εἰς ἄλλο τι ἢ τὸ ψυχρόν, καὶ τῷ ψυχρῷ πάλιν εἰς ἐκεῖνο· ἀλλ’ οὐδὲ τὸ γλυκὺ εἰς λευκὸν ἢ μέλαν ἢ εἰς ψυχρὸν ἢ θερμὸν μεταβάλλει καθὸ γλυκύ, ἀλλ’ εἰς τὸν ἐναντίον χυμόν. καὶ ἡ ἄπεπτος δὴ τροφή, εἰ διὰ τῆς πέψεως μεταβάλλουσα ὁμοία γίνεται τῷ τρεφομένῳ, πρὸ τῆς πέψεώς τε καὶ μεταβολῆς εἴη ἂν ἐναντία αὐτῷ. διὸ δεῖ πᾶσαν τὴν τοιαύτην τροφὴν πέττεσθαι δύνασθαι καὶ μεταβάλλειν εἰς τὸ τρεφόμενον ὑπ’ αὐτῆς. οὕτως μὲν οὖν τὸ ἐναντίον τῷ ἐναντίῳ τροφή. οὐ μὴν πᾶν· οὐ γὰρ πᾶν τὸ μεταβάλλον εἰς τὸ ἐναντίον ἤδη τρέφειν αὐτὸ δύνατο. τὸ γοῦν ὀξὺ εἰς τὸ βαρὺ μεταβάλλει καὶ τοῦτο εἰς ἐκεῖνο καὶ τὸ ἀσχημάτιστον εἰς τὸ ἐσχηματισμένον καὶ τὸ λευκὸν εἰς τὸ μέλαν, ἀλλ᾿ οὐ διὰ τοῦτο ἤδη τρέφεται καὶ αὔξεται ὧν ἡ μεταβολὴ γέγονεν εἰς τἀναντία. ἀλλ᾿ ἔστι ταῦτα τῶν ἐναντίων τροφή, ἃ μεταβάλλοντα εἰς τὰ ἐναντία αὔξειν δύναται τὰ εἰς ἃ ἡ μεταβολὴ γέγονεν αὐτοῖς. αὐξητικὰ δὲ τὰ σώματα· δεῖ ἄρα τὴν τροφὴν ἐναντίον τε εἶναι καὶ σῶμα ἄλλο τοῦ τρεφομένου. οὐκ εἰ τὴν τροφὴν δὲ δεῖ τοιαύτην εἶναι ὡς δύνασθαι συναύξειν, ἤδη καὶ πᾶν τὸ συναῦξόν τι ὡς τροφὴ συναύξει. τὰ γοῦν ἁπλᾶ τῶν σωμάτων, ἃ στοιχεῖα καλοῦμεν, συναύξεται μὲν ὑπὸ τῶν εἰς αὐτὰ μεταβαλλόντων, οὐ μὴν ὡς ὑπὸ τροφῆς. κοινότερον γὰρ λέγεται τὸ ὕδωρ εἶναι τροφὴ τῷ πυρί· μόνα γὰρ κυρίως τρέφεται τὰ τὴν θρεπτικὴν ψυχὴν ἔχοντα· τὸ γὰρ τρέφειν ταύτης. διὸ τῶν ἀψύχων οὐδὲν τρέφεται, εἰ καὶ αὔξεται. καὶ οὕτως μὲν ἡ τροφὴ τὸ ἐναντίον. ἡ γὰρ πρώτη τοιαύτη. καθὸ δὲ καὶ τὸ προσκρινόμενον ἤδη τροφή, προσκρίνεται δὲ τὸ ὅμοιον τῷ ὁμοίῳ, κατὰ τοῦτο πάλιν τὸ ὅμοιον τρέφει. τροφῆς γάρ, ὥς φασιν, τὸ τρέφον τροφή, τρέφον δὲ τὸ προσκρινόμενον, τοιοῦτον δὲ τὸ ὁμοιούμενον ἤδη τῷ τρεφομένῳ. ὅτι δὲ τὸ ἔχον τὴν θρεπτικὴν ψυχὴν τρέφεται καὶ οὐκ ἄλλο τι, δῆλον καὶ ἐκ τοῦ ἐν τῇ τῶν ὁμοίων συνθέσει τοῦ τρέφοντος καὶ τοῦ τρεφομένου μεῖζον μὲν ἑκάτερον αὐτῶν δύνασθαι λέγεσθαι γεγονέναι (ὁμοίων γὰρ ὄντων ἑκατέρων οὐδὲν μᾶλλον τόδε μεῖζον ἂν ἐν τῇ συνθέσει γεγονὸς εἴη), τεθράφθαι δὲ καὶ διὰ τροφῆς ηὐξῆσθαι τὸ μὲν ἐκ τῆς τροφῆς μεταβεβληκὸς μὴ δύνασθαι λέγεσθαι, ἐκεῖνο δὲ τοῦτο προστίθεται διὰ τὸ καὶ τὴν τρέφουσαν ψυχὴν ἐκεῖνο ἔχειν, κἀκεῖνο μὲν ἀμετάβλητον μένειν, τὴν δὲ τροφὴν μεταβαλλομένην ὑπ᾿ αὐτῆς τῆς δυνάμεως προσκρίνεσθαι τῷ ἐμψύχῳ τε καὶ μένοντι.

---

Alexander of Aphrodisias, De anima, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg010.local001/.
