# De anima 17.1

Alexander of Aphrodisias, De anima, ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima/17.1

Τῆς μὲν οὖν ὄψεως ἴδιά ἐστιν αἰσθητὰ τά τε χρώματα καὶ ὅσα φωτὸς οὐχ ὁρώμενα σκότους ὁρᾶται, ἃ οὐκ ἂν εἴη χρώματα, ὅτι μὴ ὑποπίπτει τῷ τοῦ χρώματος ὁρισμῷ, εἴ γε χρῶμά ἐστι τὸ κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς. ἔστι δὲ διαφανῆ μὲν ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ καὶ ὅσα τῶν στερεῶν οἰκείῳ οὐ κέχρηται χρώματι, κινούμενα δέ πως ὑπὸ τῶν χρωμάτων διακονεῖσθαι τῇ ὄψει δύναται πρὸς τὴν ἀντίληψιν αὐτῶν. ταῦτα δὲ κατ’ ἐνέργειαν γίνεται διαφανῆ, ὅταν ᾖ πεφωτισμένα. οὕτως γὰρ ἐχόντων αὐτῶν κινητικὰ τὰ χρώματα. ὅτι γὰρ τὸ φῶς καὶ τὰ πεφωτισμένα τῶν διαφανῶν ὑπὸ τῶν χρωμάτων κινεῖταί πως, δῆλον ἐκ τοῦ πολλοῖς τῶν χρωμάτων τῶν διὰ τοῦ φωτὸς ὁρωμένων ὁμόχροον ὁρᾶν γινόμενον αὐτὸ καὶ συναναφέρον αὐτῷ τὸ χρῶμα. ἀπὸ γὰρ χρυσοῦ χρυσοειδὲς καὶ αὐτὸ φαίνεται καὶ ἀπὸ ἁλουργοῦς πορφυροειδές, καὶ ἀπὸ τῶν χλωρῶν ποῶδες. πολλάκις δὲ ἔστιν ἰδεῖν καὶ τοὺς καταντικρὺ τοίχους τοῦ τοιούτου χρώματος καὶ τὸ ἔδαφος ὥσπερ χρωννύμενα τῷ ἐκείνων χρώματι, καὶ εἴ τινες δὲ παρεστῶτες τύχοιεν, ὡς τοῦ πεφωτισμένου τῷ πάσχειν ἀπ’ αὐτῶν διαδιδόντος καὶ ἐπὶ ταῦτα τὸ τοιόνδε χρῶμα. γίνεται δὲ τὸ χρῶμα ἐν τῷ πεφωτισμένῳ τε καὶ φωτὶ οὕτως ὡς καὶ τὸ φῶς ἐν τῷ διαφανεῖ, οὔτε κατὰ ἀπόρροιάν τινα, οὔτε ὡς ὕλης ἢ τοῦ διαφανοῦς δεχομένου τὸ φῶς ἢ τοῦ φωτὸς τὸ χρῶμα (ἀπελθόντων γοῦν τῶν ταῦτα ἐμποιούντων εὐθὺς συναπέρχεται τὸ μὲν χρῶμα ἐκ τοῦ φωτός, εἰ τὰ χρωννύντα αὐτὸ ἀπέλθοι, τὸ δὲ φῶς ἐκ τοῦ διαφανοῦς, εἰ τὸ φωτίζον αὐτὸ μὴ παρείη), ἀλλ’ ἔστι τις ἡ ἀπ’ ἀμφοτέρων κίνησις ἐν τοῖς δεχομένοις αὐτὰ γινομένη κατὰ παρουσίαν τε καὶ ποιὰν σχέσιν, ὡς γίνεται καὶ ἐν τοῖς κατόπτροις τὰ ἐν αὐτοῖς ὁρώμενα. ἔστιν οὖν κατ’ ἐνέργειαν, ὥσπερ εἶπον, διαφανῆ τὰ πεφωτισμένα. ὅτε γὰρ δύναται διαφαίνεσθαί τι κατ’ ἐνέργειαν δι’ αὐτῶν, τότε ἐστὶ κυρίως τε καὶ κατ’ ἐνέργειαν διαφανῆ τὴν τελειότητα καὶ τὸ οἰκεῖον εἶδος καθό ἐστι διαφανῆ παρὰ τοῦ φωτὸς λαμβάνοντα. ἔστι γὰρ φῶς ἐνέργεια καὶ τελειότης τοῦ διαφανοῦς καθὸ τοιοῦτον. γίνεται δὲ τόδε τὸ φῶς ἐν τῷ διαφανεῖ παρουσίᾳ πυρὸς ἢ τοῦ θείου σώματος. κατὰ σχέσιν γὰρ τοῦ φωτίζειν δυναμένου πρὸς τὰ φωτίζεσθαι πεφυκότα τὸ φῶς. οὐ γὰρ σῶμα τὸ φῶς. διὸ καὶ ἀχρόνως γίνεται. εἰ δὲ τὸ χρῶμα ἐν φωτὶ ὁρατόν, καὶ τούτου κινητικόν. τῷ γὰρ τὸ κατ’ ἐνέρκότα διαφανές, τοῦτο δ’ ἐστὶ τὸ πεφωτισμένον, πρῶτον πάσχειν ὑπὸ τοῦ χρώματος (τούτου γὰρ τὸ χρῶμα κινητικόν), τὴν δὲ ὄψιν ὑπὸ τούτου, οὖσαν καὶ αὐτὴν διαφανῆ, τούτῳ ἡ τῶν χρωμάτων αἴσθησίς τε καὶ κρίσις γίνεται, ὡς δέδεικται ἐν τοῖς περὶ τοῦ πῶς ὁρῶμεν ἐζητημένοις (ὥστε οὐκ ἂν εἴη χρώματα ὅσα ὁρᾶται σκότους· πῶς δὲ ταῦτα ὁρᾶται καὶ τίνος γινομένου, ἐν τοῖς περὶ τοῦ πῶς ὁρῶμεν καὶ αὐτὸ εἴρηται). ἀφ’ ἑκάστου γὰρ τῶν ὁρατῶν ἀνακεχρωσμένον τὸ φῶς κατ’ εὐθυωρίαν τεταγμένον ταῖς κατὰ τοῦτο οὔσαις ὄψεσιν διαδίδωσιν τὸ ἴδιον πάθος, ὡς ἀπ’ ἐκείνων ἔπαθεν αὐτό, λείαις τε οὔσαις καὶ διαφανέσιν καὶ αὐταῖς καὶ προσέτι δυναμέναις δέχεσθαι τὴν ἔμφασιν. ἐπεὶ δὲ τῷ δέξασθαι τὸ χρῶμα τὸ αἰσθητήριον καὶ ὁμοιωθῆναι αὐτῷ πως τὸ ὁρᾶν γίνεται, δεκτικὸν δὲ χρώματος τὸ ἢ μὴ ἔχον οἰκεῖον χρῶμα ἢ τοιοῦτον ὡς ὁρᾶσθαι μόγις (τοιοῦτον δὲ μάλιστα τὸ ὑγρόν τε καὶ ἀόριστον διαφανές, τοιαῦτα δὲ ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ), τὸ αἰσθητήριον, δι’ οὗ ἡ τῶν χρωμάτων ἀντίληψις, ἐκ τοιούτων. ἐξ ὕδατος γὰρ ἡ κόρη, ἐπεὶ τοῦτο τῶν ἀορίστων διαφανῶν ἤδη καὶ στέγειν οἷόν τε τὸ πάθος τὸ ὑπὸ τοῦ χρώματος γινόμενον ἐν αὐτῷ διὰ παχύτητά τε καὶ σύστασιν· ὁ γὰρ ἀὴρ οὐ τοιοῦτος. τὸ μὲν οὖν ὁρᾶν γίνεται διὰ τῆς περὶ τὰ ὁρατὰ ἐνεργείας διὰ τῶν ὀμμάτων τῆς ὁρατικῆς δυνάμεως κατὰ ὁμοίωσιν τὴν πρὸς αὐτά. ἡ δὲ ὁρατικὴ δύναμίς ἐστι, καθ’ ἣν τὸ ἔχον αὐτὴν σἷόν τέ ἐστιν ἀλλοιούμενον ὑπὸ τῶν ὁρατῶν διὰ τῆς περὶ αὐτὰ ἐνεργείας ἀντιλαμβάνεσθαί τε αὐτῶν καὶ κρίνειν αὐτά. τὸ μὲν οὖν φῶς, ὃ μάλιστά τέ ἐστιν ὁρατὸν καὶ τοῖς ἄλλοις τοῖς ὁρατοῖς αἴτιον τοῦ ὁρᾶσθαι γίνεται, τί ποτέ ἐστιν εἴρηται, ὅτι γὰρ ἐνέργεια τοῦ ἀορίστου διαφανοῦς διαφανές. λέγεται δὲ καὶ χρῶμα τοῦ διαφανοῦς διαφανές· ὡς γὰρ ἐν τοῖς χρῶμα ἔχουσιν τὸ χρῶμα, οὕτως ἐν τοῖς διαφανέσιν τὸ φῶς γινόμενον ἐν αὐτοῖς καὶ αἴτιον ὃν προειρήκαμεν τρόπον. τὸ δὲ χρῶμα, ὃ κινητικόν ἐστι τοῦ οὕτως διαφανοῦς, ἔστι μὲν καὶ. αὐτὸ ἐν διαφανεῖ, ἀλλὰ ἐν ὡρισμένῳ. πᾶν γὰρ σῶμα, ἐπεὶ χρώματός ἐστι δεκτικόν, ἢ μᾶλλον ἢ ἧττον κεκοινώνηκεν τῆς φύσεως ταύτης, ἣν διαφάνειαν καλοῦμεν. αὕτη γὰρ προσεχής ὕλη τῶν χρωμάτων· δεῖ γὰρ ὄντος χρώματος εἶναι καὶ τὴν φύσιν τὴν τούτου δεκτικήν. τὸ μὲν οὖν ἀόριστον διαφανές, ὃ καὶ μάλιστά ἐστί τε καὶ καλεῖται διαφανές, τῷ τε τὸ φάος, τουτέστι τὸ φῶς δέχεσθαι καὶ τῷ τοῖς ἄλλοις αἴτιον τοῦ φαίνεσθαι εἶναι ὑπό τινος ἐκτὸς ὄντος χρωματίζεται. τὸ γὰρ φῶς χρῶμά πως γίνεται τοῦ οὕτως διαφανοῦς, ὡς προείρηται, ὃ ἐν αὐτῷ γίνεται παρουσίᾳ τοῦ φωτίζειν αὐτὸ πεφυκότος, τοιοῦτον δὲ τό τε πῦρ καὶ τὸ θεῖον σῶμα. κατὰ γὰρ τὴν τούτων ποιὰν σχέσιν πρὸς αὐτὰ τὸ φῶς γίνεται. διὸ καὶ παρόντων μὲν αὐτῶν πεφώτισται, ἀπελθόντων δὲ συναπέρχεται καὶ τὸ φῶς. ἡ δὲ ἐν τοῖς στερεοῖς διαφάνεια ἐντὸς καὶ μεμιγμένον καὶ συνὸν ἔχει τὸ χρῶμα. διὸ οὐ ποτὲ μὲν πάρεστιν αὐτῇ, ποτὲ δ’ οὔ, ὡς τοῖς ἀορίστοις διαφανέσιν τὸ φῶς. ἔστι δὲ τῶν οὕτως διαφανῶν τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον διαφανῆ, ὃ γίνεται ποσῇ μίξει τοῦ ἥκιστα διαφανοῦς σώματος. τοιοῦτον δὲ ἡ γῆ· αὕτη γὰρ ἐν οἷς ἂν μιχθῇ ἐμποδίζει τὴν διαφάνειαν αὐτῶν. παρ’ ἣν αἰτίαν καὶ ἡ τῶν χρωμάτων γίνεται διαφορά. τὸ μὲν γὰρ χρῶμα ἐν παντὶ διαφανεῖ γίνεται λευκοῦ τινος παρουσίᾳ, τοιοῦτον γὰρ καὶ τὸ πῦρ, ἀλλὰ ἢ ἐκτὸς ὄντος, ἢ μεμιγμένου αὐτῷ. ἡ δὲ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον τοῦ διαφανοῦς διαφορὰ καὶ τοῦ φωτίζειν αὐτὸ πεφυκότος πλείονος ἢ ἐλάττονος μῖξις ποιεῖ τὰς τῶν χρωμάτων διαφοράς. λευκὸν μὲν γὰρ καὶ φωτοειδές, ἐν οἷς καθαρώτερόν τε τὸ διαφανὲς καὶ πλεῖον τὸ χρωννύον, ἔλαττον δὲ καὶ ὑφειμένον, ἤδη δὲ καὶ εἰς τὸ μέλαν ἀποκλῖνον, ἐν οἷς ἐπὶ τοσοῦτον καὶ τὸ διαφανές. ἐν οἷς μέντοι διαφανέσιν τὸ ἐνεργείᾳ αὐτὰ ποιοῦν τοιοῦτον μέμικται, ταῦτα συνὸν ἔχει καὶ οἰκεῖον τὸ χρῶμα, ὃ καὶ κυρίως καλεῖται χρῶμα. τὸ γὰρ φῶς οὐ τοιοῦτον. καὶ ἔστι τὸ πέρας τῶν ὡρισμένων διαφανῶν καθό ἐστι διαφανῆ τὸ χρῶμα. καθὸ μὲν γὰρ σῶμα, πέρας αὐτῶν ἐπιφάνεια, καθὸ δὲ διαφανῆ, τὸ χρῶμα. διὸ καὶ σύνεστιν τῇ ἐπιφανείᾳ τὸ χρῶμα. ἐν ταύτῃ γὰρ ἡ φαντασία τῶν χρωμάτων. μόνον τε γὰρ τῶν σωμάτων τὸ πέρας φανερόν, καὶ τὸ χρῶμα φανερόν τε καὶ φαινόμενον· καθὸ μὲν γὰρ ὁρατὰ τὰ σώματα, κατὰ τοῦτο καὶ κέχρωσται· κατὰ δὲ τὸ πέρας ὁρατά. διὸ εὐλόγως τὸ χρῶμα λέγεται εἶναι πέρας τοῦ ἐν ὡρισμένῳ διαφανοῦς ᾗ διαφανές. ἥτις δὲ ἐν τῷ πυρὶ καὶ ἐν τοῖς ἄλλοις τοῖς φωτὸς ποιητικοῖς ἐνοῦσα δύναμις αὐτά τε μάλιστα ὁρατὰ ποιεῖ, καὶ τοῖς ἄλλοις χρώμασιν αἴτια τοῦ ὁρᾶσθαι, τῷ φωτὸς αὐτὰ εἶναι ποιητικά, δι’ οὖ ὁρᾶται τὰ ὁρώμενα, ταύτην ἡγητέον τὴν φύσιν καὶ ἐν τοῖς ὡρισμένοις διαφανέσιν μεμιγμένην ἢ μᾶλλον ἢ ἔλαττον τῆς τε τῶν χρωμάτων γενέσεως καὶ τῆς διαφορᾶς αὐτοῖς αἰτίαν εἶναι. τοῦ δὲ εἶναι τὸ χρῶμα πέρας τοῦ διαφανοῦς, διαφανές, σημεῖον τὸ καὶ τῶν διαφανῶν ὅσα μὲν οἰκεῖον πέρας οὐκ ἔχει, τοιαῦτα δὲ τὰ ἀόριστα, ταῦτα δὲ μηδὲ χρῶμα ἔχειν οἰκεῖον. τῷ γὰρ πέρατι τοῦ σώματος σύνεστι καὶ τὸ ὡς διαφανοῦς αὐτοῦ πέρας. ὡς γὰρ ὑπό τινος ἔξωθεν περατοῦταί τε καὶ σχηματίζεται, οὕτω δὲ καὶ χρώννυται. ὧν γὰρ ὡς σωμάτων τὸ πέρας ἀόριστον, τούτων καὶ ὡς διαφανῶν. ὧν δὲ ὥρισται τὸ πέρας διαφανῶν, ταῦτα καὶ χρῶμα οἰκεῖον ἔχει ὡς συνημμένου τοῦ τε πέρατος καὶ τοῦ χρώματος. συνῆπται μὲν οὖν, οὐ μὴν ταὐτόν ἐστιν. τοῦ μὲν γὰρ ἑνὸς κατ’ ἀριθμὸν σώματος μία κατ’ ἀριθμὸν καὶ ἐπιφάνεια, οὐ μήν, εἰ μία κατ’ ἀριθμὸν ἐπιφάνεια, καὶ ἓν χρῶμα κατ’ ἀριθμόν. ἐνδέχεται γὰρ τὴν αὐτὴν ἐπιφάνειαν καὶ τὰ ἐναντία ἔχειν ἐν αὐτῇ χρώματα. καὶ τὰ ὁριστὰ διαφανῆ πέρας μὲν ἔχει, ἄν τε πεφωτισμένα ἄν τε μή, χρῶμα δὲ ἔχει τότε μόνον, ὅτε καὶ πεφώτισται.

---

Alexander of Aphrodisias, De anima, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg010.local001/.
