# De anima 25.1

Alexander of Aphrodisias, De anima, ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima/25.1

Αἱ μὲν οὖν κριτικαὶ δυνάμεις τῆς ἀλόγου ψυχῆς τίνες εἰσὶν εἴρηται (τοιαῦται γὰρ ἥ τε αἰσθητικὴ καὶ ἡ φανταστική· ἡ γὰρ λογική τε καὶ διανοητικὴ δύναμις, οὖσα καὶ αὐτὴ κριτική, ἴδιός ἐστιν ἀνθρώπου· διὸ περὶ μὲν ταύτης ὕστερον ἐροῦμεν), ἀκόλουθον δέ ἐστι τοῖς προειρημένοις περὶ τῆς ὁρμητικῆς εἰπεῖν. αὕτη γὰρ τοῖς ζῴοις ἀρχὴ καὶ αἰτία πράξεως τε καὶ τῆς κατὰ τόπον κινήσεως, ὅσα γε αὐτῶν τοῦτον κινεῖται τὸν τρόπον, καὶ ἔχει τὴν τάξιν μετὰ τὴν φανταστικήν. δοκεῖ γὰρ ἕπεσθαι μετὰ τὴν ἐπὶ ταῖς φαντασίαις συγκατάθεσιν ὁρμὴ ὥσπερ οὖσα τέλος αὐτῆς, οὐκέτ’ οὖσα κριτική, ἀλλὰ τοῦ ἑτέρου μέρους τῆς ψυχῆς, τοῦ πρακτικοῦ. κριτικῷ γὰρ καὶ πρακτικῷ ἡ τῶν ζῴων ψυχὴ διῄρηται, τοῦ οὕτως κριτικοῦ τε καὶ γνωστικοῦ τὴν ἀναφορὰν ὡς ἐπὶ τέλος τὴν πρᾶξιν ἔχοντος, καὶ ἔστιν ἑκάτερον αὐτῶν ἀρχὴ τοῦ ἑτέρου, ἀλλὰ τὸ μὲν αἰσθητικὸν τοῦ πρακτικοῦ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸ δὲ πρακτικὸν τοῦ αἰσθητικοῦ ὡς οὖ ἕνεκα καὶ τέλος. τὸ δ’ ὁρμητικὸν συνέζευκται τῷ ὀρεκτικῷ· αὕτη γὰρ ἡ δύναμις τῆς κατὰ τόπον ἐξ αὐτῶν κινήσεως τοῖς ζῴοις ἀρχή τε καὶ αἰτία. ἢ γὰρ ὀρεγόμενά τινος ἐπὶ τὸ λαβεῖν αὐτὸ ὁρμᾷ τε καὶ κινεῖται, ἢ ἀποστρεφόμενα ἐπὶ τὸ ἐκκλῖναί τε καὶ φυγεῖν. ὁρμὴ γάρ τις καὶ ἡ ὄρεξις. ἔστι δὲ τῆς ὀρέξεως τὸ μὲν ἐπιθυμία, τὸ δὲ θυμός, τὸ δὲ βούλησις. ἡ μὲν γὰρ τῶν ἡδέων ὄρεξις ἐπιθυμία, ἥτις ἐν πᾶσίν ἐστι τοῖς μετέχουσιν αἰσθήσεως, ἡ δὲ τοῦ τιμωρήσασθαί τινα ὡς ὀλιγωροῦντα ὄρεξις θυμὸς καλεῖται, οὐκέθ’ ἡ ὄρεξις ἡ τοιαύτη ἐν πᾶσιν τοῖς ἔχουσιν αἴσθησιν. οὐ γὰρ καὶ ἐν σκώληξίν τε καὶ ὀστρέοις, ἀλλ’ ἐν τελειοτέροις ἤδη. ἡ δέ γε τῶν ἀγαθῶν ὄρεξις γινομένη μετὰ κρίσεως τε καὶ βουλῆς βούλησις καλεῖται, ἥτις ἐν ἀνθρώποις γίνεται μόνοις. ἡ γὰρ βούλησις ὄρεξις λογική. λογικὴ δὲ οὐχ ὡς τῆς λογικῆς οὔσα ψυχῆς ἐνέργεια, ἀλλ’ ὡς ἐπὶ ταῖς ἐκείνης ἐνεργείαις γινομένη. τὸ γὰρ ὀρεκτικὸν τῷ ὑποτάσσεσθαι τῷ λόγῳ δύνασθαι καὶ πείθεσθαι, ὅταν ὀρέγηται τῶν ὑπὸ τοῦ λόγου κριθέντων, ἡ τοιάδε ὄρεξις αὐτοῦ βούλησις καλεῖται. ἡ γὰρ βούλησις μετὰ βουλῆς, ἡ δὲ βουλὴ καὶ τὸ βουλεύεσθαι τοῦ λόγον ἔχοντος. ὅτι δὲ ἑτέρα δύναμις ψυχῆς ἡ ὁρμητική, ἀλλὰ καὶ ὅτι αἱ προειρημέναι οὐ μόνον τῆς ὀρεκτικῆς, ἀλλὰ καὶ ἀλλήλων διαφέρουσιν, ἐκ τῶνδε ἄν τις γνωρίσαι. τοῦ μὲν γὰρ φυτικοῦ τὸ αἰσθητικὸν χωρίζεται τῷ τε τὸ μὲν ὑπάρχειν ἐν τοῖς φυτοῖς αὐτῶν, τὸ δὲ μή. εἰ γὰρ ἦν τὰ αὐτά, ἐν ᾧ τὸ ἕτερόν ἐστιν αὐτῶν, ἐν τούτῳ ἂν ἦν καὶ θάτερον. ἀλλὰ καὶ ἐπὶ τῶν ζῴων τὸ μὲν θρεπτικὸν ἀπὸ τῆς πρώτης συστάσεως αὐτοῖς ἐνυπάρχει (τρέφεται γὰρ εὐθὺς γινόμενον ἔτι τὸ ζῷον, καὶ κατὰ γαστρὸς ὂν ζῇ κατὰ μόνην τήνδε τὴν δύναμιν ἐνεργοῦν), ἡ δὲ αἰσθητικὴ ψυχὴ ἐγγίνεται αὐτοῖς ὕστερον ἀποτεχθεῖσιν. αἱ γὰρ συστολαί τε καὶ αἱ ἐκτάσεις μερῶν τινων, ἃς ποιεῖται κατὰ γαστρὸς ὄν, οὐ γίνονται κατ’ οἰκείαν αἴσθησιν αὐτῷ, ἀλλ’ ὡς ἐμψύχου μέρος κατὰ ταῦτα κινεῖται. ἔτι τῇ μὲν θρεπτικῇ δυνάμει ἀεὶ ἐνεργοῦμεν (διὰ παντὸς γὰρ τρεφόμεθα καὶ μάλιστα δοκεῖ κοιμωμένων ἡ κατὰ τὴν δύναμιν ταύτην ἐνέργεια γίνεσθαι), οὐκ ἀεὶ δὲ τῇ αἰσθητικῇ. ὁ γοῦν ὕπνος ἐν τῇ τῶν αἰσθήσεων ἐστιν ἀργίᾳ τε καὶ ἡσυχίᾳ· διὸ καὶ ἡ μὲν τῶν αἰσθήσεων ἀνενεργησία ὕπνος, ἡ δὲ τῆς θρεπτικῆς δυνάμεως θάνατος. καὶ τὸ μὲν θρεπτικὸν ποιητικόν ἐστι, τὸ δὲ αἰσθητικὸν κριτικόν τε καὶ γνωστικόν. ἔτι τοῦ μὲν θρεπτικοῦ πάντα τὰ μόρια τῶν ζῴων μετέχει, εἴ γε πάντα τρέφεται, οὐ πάντα δὲ τοῦ αἰσθητικοῦ, εἴ γε ἀναίσθητοι τρίχες τε καὶ ὀστᾶ καὶ ὄνυχες. αὗται μὲν οὖν αἱ δυνάμεις οὐ μόνον κατὰ τὸν λόγον διαφέρουσιν ἀλλήλων, ἀλλ’ ἤδη χωρίζεσθαι δύνανται καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὴν ἐνέργειαν. κατὰ μὲν γὰρ τὸν λόγον ἡ ἑτερότης αὐτῶν, ὅτι μὴ ταὐτὸν τὸ θρεπτικῷ εἶναι καὶ τὸ αἰσθητικῷ (ἄλλος γὰρ ὁ ἑκατέρου λόγος καθό ἐστι τοιαῦτα), κατὰ δὲ τὴν ἐνέργειαν, ὅτι μή, ὅτε τὸ θρεπτικὸν ἐνεργεῖ, τότε πάντως καὶ τὸ αἰσθητικόν (τὸ μὲν γὰρ ἀεί, τὸ δὲ αἰσθητικὸν ἀνενέργητον κοιμωμένων), κατὰ δὲ τὸ ὑποκείμενον, ὅτι τὸ μὲν θρεπτικὸν ἐν ἅπαντι μορίῳ, τὸ δὲ αἰσθητικὸν οὔ. καὶ ἐν τοῖς φυτοῖς τὸ μὲν θρεπτικόν ἐστι, τὸ δὲ αἰσθητικὸν οὐκέτι. τὸ δὲ ὁρμητικόν τε καὶ ὀρεκτικὸν τοῦ μὲν θρεπτικοῦ διοίσει σχεδὸν τοῖς αὐτοῖς, οἷς καὶ τὸ αἰσθητικόν. μόνῳ γὰρ παραλλάξει τῷ τὸ μὲν αἰσθητικὸν διαφέρειν τοῦ θρεπτικοῦ τῷ αὐτὸ μὲν κριτικὸν εἶναι, ἐκεῖνο δὲ ποιητικόν. οὐκ ἔστι γὰρ καὶ τὸ ὀρεκτικὸν ὁμοίως τῷ αἰσθητικῷ κριτικόν· ποιητικὸν γὰρ καὶ αὐτὸ καὶ πρακτικόν, εἴ γε αὐτὸ τῆς τοῦ ζῴου κινήσεως αἴτιον. τοῦ δὲ αἰσθητικοῦ τὸ ὀρεκτικὸν ἕτερον τῇ τε τάξει καὶ τῷ χρόνῳ τῶν ἐνεργειῶν. πρῶτα γὰρ αἱ κατὰ τὴν αἴσθησίν τε καὶ τὴν ἑπομένην αὐτῇ φαντασίαν ἐνέργειαι τῶν κατὰ τὴν ὄρεξιν. ἐπ’ ἐκείναις γὰρ καὶ μετ’ ἐκείνας αἵδε. τέλος γὰρ ἡ ὄρεξίς τινων αἰσθητικῶν ἐνεργειῶν. καὶ πάντως μὲν πρὸ τῆς ὀρέξεως αἴσθησις, οὐ πάντως δὲ μετὰ τὴν αἴσθησιν ὄρεξις. εἰ δὲ τοῦτο, οὐχ ὅτε ἡ ἑτέρα αὐτῶν ἐστιν, πάντως ἐστὶ καὶ ἡ ἑτέρα. ἔτι, ὡς ἤδη προείρηται, ἡ μὲν αἴσθησις γνώσεως καὶ κρίσεως αἰτία τοῖς ζῴοις, ἡ δὲ ὁρμή τε καὶ ὄρεξις πράξεως. καὶ ἡ μὲν αἴσθησις ἐν τῷ πάσχειν, ἡ δὲ ὁρμή τε καὶ ὄρεξις δραστικὰ μᾶλλον καὶ ποιητικά. ἔχουσιν δὲ οὕτως αἱ τῆς ψυχῆς δυνάμεις πρὸς ἀλλήλας, ἐν οἷς εἰσιν πᾶσαι, ὡς τὰς πρώτας τῶν ὑστέρων εἶναι χάριν καὶ πρὸς ταύτας συντελεῖν τι, ἀνάλογον ἔχουσαι τοῖς μέρεσιν τοῦ ἐμψύχου σώματος. ὡς γὰρ ἐν ἐκείνῳ ἄλλο ἄλλου χάριν γέγονέ τε καὶ ἔστι (ἀλλὰ καὶ τὰ πλεῖστα μέρη τοῦ σώματος τῶν κατὰ ψυχὴν ἐνεργειῶν, εἴ γε ὀργανικὸν τὸ ἔμψυχον σῶμα, πᾶν δὲ ὄργανον ἐκείνου χάριν ὑπηρετεῖται), οὕτως καὶ ἐπὶ τῆς ψυχῆς τὰ πρῶτα τῶν δευτέρων χάριν ἐστιν. ἡ μὲν γὰρ φυτικὴ ψυχή ἐστιν ἐν τοῖς ζῴοις σωτηρίας τε καὶ τοῦ εἶναι χάριν, ὧν χωρὶς οὐδ’ ἂν τὸ αἰσθητικὸν ἦν. τὸ δὲ αἰσθητικὸν καὶ οὕτως κριτικὸν τοῦ πρακτικοῦ τε καὶ ὁρμητικοῦ χάριν, ὡς προείρηται. ἀλλὰ καὶ τὸ πρακτικόν τε καὶ ὁρμητικὸν πάλιν τοῦ κριτικοῦ χάριν. οὐ μὴν τοῦ αἰσθητικοῦ κριτικοῦ, ἀλλὰ τοῦ νοῦ τε καὶ τῆς κατὰ τοῦτον ἐνεργείας, ἐν οἷς τῶν ζῴων καὶ ἥδε ἡ δύναμίς ἐστιν, ὡς ἐν τοῖς περὶ τούτων λεγομένοις δείκνυται. καὶ αἱ τοῦ ὁρμητικοῦ δὲ καὶ ὀρεκτικοῦ δυνάμεις, ὅτι πλείους τέ εἰσιν καὶ διαφέρουσιν ἀλλήλων καὶ τῷ χρόνῳ καὶ τῷ περὶ ἅ τε καὶ ὧν ἐστιν, εἴρηται. προείρηται δέ, ὅτι καὶ τῶν γνωστικῶν τε καὶ κριτικῶν δυνάμεών ἐστι διαφορά. ἡ μὲν γάρ τίς ἐστι δύναμις ὑπηρετικὴ κριτικὴ (τοιαύτη γὰρ ἥ τε αἴσθησις καὶ φαντασία), τὸ δέ τι τῆς ψυχῆς ἡγεμονικόν ἐστι κριτικόν (τοιοῦτον γὰρ τὸ λογιστικόν), ὃ διανοητικόν τέ ἐστι καὶ νοητικόν. τὸ γὰρ αἰσθητικὸν ἐπὶ τὸ διανοητικὸν ἔχει τὴν ἀναφοράν, ἐν οἷς ἐστιν ἄμφω, ὅπως γὰρ εἰσαγγέλλῃ καὶ μηνύῃ τὰς τῶν αἰσθητῶν αὐτῷ διαφοράς. ὡς δὲ ἐν τῷ κριτικῷ τὸ μέν ἐστιν ἡγεμονικόν, τὸ δὲ ὑπηρετικόν, οὕτως ἐστὶ καὶ ἐν τῷ πρακτικῷ τὸ μὲν ἡγεμονικόν, ὃ ὁρμητικόν τε καὶ ὀρεκτικὸν καλοῦμεν, τὸ δέ τί ἐστιν ἐν τοῖς νεύροις. δύναμις γάρ ἐστι καὶ ἐν τούτοις, καθ’ ἣν ὑπηρετεῖται τὸ σῶμα ταῖς καθ’ ὁρμὴν ἐνεργείαις. ἐπεὶ γὰρ τὰ κατ’ ὄρεξιν πραττόμενα πάθους τινὸς ἐγγενομένου πράττεται, ὧν παθῶν τὰ μὲν ἀνίησίν τε τὸ σῶμα καὶ αὔξησιν αὐτοῖς ἐμποιεῖ διὰ θερμότητα εὔκρατον, τὰ δὲ καταψύχει τε καὶ συστέλλει (αἱ γὰρ φαντασίαι καὶ αἰσθήσεις καὶ ἔννοιαι τῶν πραγμάτων κατὰ ὁμοίωσίν τινα αὐτῶν γινόμεναι ὡς ἐπὶ παροῦσιν ἐκείνοις ἢ ἀνιᾶσιν τὸ σῶμα ἢ συστέλλεσθαί τε καὶ φρίττειν ποιοῦσιν), ὧν γινομένων συστολῶν τε καὶ ἐκτάσεων περὶ τὸ σύμφυτον πνεῦμα καὶ ἀπὸ τούτου διαδιδομένων ἐπὶ τὰ νεῦρα, κινεῖσθαι ταῦτα δύναται τὰς καθ’ ὁρμὴν ἐνεργείας τὴν ἀρχὴν τῆς κινήσεως παρὰ τῆς ὀρέξεως λαμβάνοντα. μικρὰ γὰρ μεταβολὴ περὶ τήν ἀρχὴν γενομένη μεγάλων καὶ πολλῶν διαφορῶν αἰτία γίγνεται. τοῦ γοῦν οἴακος ἀκαριαῖον μεθισταμένου πολλὴ ἡ τῆς πρῴρας γίνεται μετάστασις, καὶ περὶ τὴν καρδίαν ἤδη καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῇ, ὅταν ἀλλοίωσίς τις γένηται διὰ αἰσθήσεις τινῶν ἢ νοήσεις, αἷς ἕπεται κίνησίς τις καὶ πάθος, εἰ καὶ ἐν ἀναισθήτῳ μορίῳ γένοιτο ἐν αὐτῇ ἡ τοιαύτη τροπή, τῷ ἀρχὴν τοῦ ζύου τὴν καρδίαν εἶναι πολλὴν ποιεῖ τοῦ σώματος παντὸς διαφορὰν ἐρυθήμασιν, ώχρότησιν, θερμότησιν, ψύξεσιν, φρίκαις τε καὶ τρόμοις. ἀρχὴ μὲν οὖν τῆς κινήσεως τὸ ἐν τῷ πρακτῷ διωκτόν τε καὶ φευκτόν. ἔστι γὰρ ὁρμὴ κίνησις ἐμψύχου γινομένη κατὰ φαντασίαν διωκτοῦ τινος ἢ φευκτοῦ. ἐξ ἀνάγκης δὲ ἀκολουθεῖ τῇ νοήσει καὶ τῇ φαντασίᾳ αὐτῶν θερμότης καὶ ψῦξις. ἔστι γὰρ τὰ λυπηρὰ καὶ ἡδέα πάντα σχεδὸν μετὰ ψύξεως τινος καὶ θερμότητος. ὧν γινομένων περὶ ἡμᾶς ὁρῶμεν ποτὲ μὲν μόριά τινα κινούμενα ἐν ἡμῖν, ὡς ἐν τοῖς ὀνειρωγμοῖς, ὁτὲ δὲ καὶ ὅλον τὸ σῶμα. ἃ πάθη γινόμενα καὶ περὶ τὰς ἀρχὰς τῶν ὀργανικῶν μορίων πρὸς τὰς ἐνεργείας αὐτὰ καὶ τὰς ὑπηρεσίας ἄγει τῇ ὁρμητικῇ δυνάμει, ἀφ’ ἦς καὶ τὴν ἀρχὴν ἐγγίνεται. πᾶσαι γὰρ αἱ τοιαῦται πράξεις ἐνεργοῦνται διὰ τῆς τῶν σωματικῶν μορίων ἐνεργείας. καὶ τίνα μὲν τὰ μόρια τῆς κοινῆς τῶν ζῴων ψυχῆς, καὶ τίνες αὐτῶν αἱ πρὸς ἀλλήλας διαφοραί, γνώριμον ἐκ τῶν εἰρημένων. εἰσὶ δὲ καὶ αἱ οἰκεῖαι ἑκάστου τούτων ἐνέργειαι αἵθε. τὸ μὲν ζῆν ἐνέργεια τοῦ θρεπτικοῦ, κοινὸν ὄν ζῴου καὶ φυτοῦ. ζωὴ δέ ἐστιν, ὡς ἐρρήθη, ἡ δι’ αὐτοῦ τροφή τε καὶ αὔξησις. τὸ δὲ αἰσθάνεσθαι, ὅπερ ἴδιόν ἐστι τοῦ ζῴου μετὰ τὸ ζῆν ὄν, τῆς αἰσθητικῆς ἐστι ψυχῆς ἐνέργεια, γινομένη διὰ τῆς τῶν εἰδῶν τῶν αἰσθητῶν διὰ τῶν αἰσθητηρίων λήψεως χωρὶς ὕλης, ἦς τὸ μὲν ὁρᾶν τῆς ὁράσεως, τὸ δὲ ἀκούειν τῆς ἀκοῆς καὶ τὰ ἄλλα ὁμοίως, αὐτὸ δὲ τὸ αἰσθάνεσθαι τῆς κοινῆς αἰσθήσεως. ὡς δὲ ἐπὶ τῆς αἰσθήσεως τὰ μὲν καθέκαστα αἰσθητὰ διὰ τῶν καθέκαστα αἰσθητηρίων κρίνομεν, καθόλου δὲ τὰ αἰσθητὰ τῇ κοινῇ αἰσθήσει, ὡς ὑπὸ τοῦ αὐτοῦ μὲν γινομένης πάσης αἰσθήσεως, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, οὕτως πάλιν, ἐπεὶ κρίσις μέν τις καὶ ἡ αἴσθησις, εἰσὶν δὲ καὶ ἄλλαι κρίσεις, ὡς τὸ φαντασιοῦσθαι, συγκατατίθεσθαι, ἀντιλαμβάνεσθαι, ὑπολαμβάνειν, δοξάζειν, ἐπίστασθαι, λογίζεσθαι, διανοεῖσθαι, νοεῖν, ὑποληπτέον πάσας μὲν τὰς κρίσεις ὑπὸ τοῦ αὐτοῦ τινος καὶ κοινοῦ γίνεσθαι (τοῦ γὰρ κριτικοῦ), ἑκάστην δὲ κρίσιν κατ’ ἄλλην καὶ ἄλλην ὑπ’ αὐτοῦ γίνεσθαι δύναμιν, ὡς εἶχεν καὶ ἐπὶ τῆς αἰσθήσεως. τοῦ γὰρ κριτικοῦ τό τε φαντασιοῦσθαι καὶ τὸ συγκατατίθεσθαι καὶ τὸ ἀντιλαμβάνεσθαι καὶ τὸ ὑπολαμβάνειν καὶ τὸ δοξάζειν καὶ τὸ καταλαμβάνειν, ὧν τὰς διαφορὰς κρίνομεν τῷ κοινῷ κριτικῷ. ὡς δέ ἐστί τι κοινὸν κριτικόν, οὕτως πάλιν ἐστὶ καὶ κοινὸν ὁρμητικόν τε καὶ ὀρεκτικόν. ἡ γὰρ ὄρεξις ὁρμὴ ἐπί τι, ς τὸ μὲν ἐπιθυμία, τὸ δὲ θυμός, τὸ δὲ βούλησις. κινεῖ δὲ ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ ψυχὴ τὸ ζῷον οὐκ αὐτὴ κινουμένη. ὡς προείρηται. ἀκίνητος γὰο καθ’ αὐτὴν πᾶσα ἐντελέχεια. καὶ ἡ ψυχὴ δὲ ἐδείχθη οὖσα ἐντελέχεια. ιὸ οὐδὲ κυρίως λέγεται κινεῖσθαι τὸ σῶμα ὑπὸ τῆς ψυχῆς. τοῦτο γὰρ λέ.ται, ἐφ’ ὧν κεχώρισται τό τε κινοῦν καὶ τὸ κινούμενον, ὡς οἱ βοῦς οἱ κινοῦντες τὴν ἅμαξαν, ἀλλ’ ἐπεὶ κοινότερον λέγεται ὑπό τινος κινεῖσθαι καὶ τὸ κατ’ αὐτὸ κινούμενον (οὕτως γὰρ ὁ τεχκαὶ νίτης ὑπὸ τῆς τέχνης, ὅτι κατ’ αὐτήν, καὶ οὕτως ὑπὸ τῆς κουφότητος τὸ πῦρ), οὕτως λέγεται καὶ τὸ ζῷον ὑπὸ τῆς ψυχῆς κινεῖσθαι, ὅτι κατὰ ταύτην. κατὰ γὰρ τὸ ἔμψυχον εἶναι ἡ τοιάδε αὐτῷ κίνησις γίνεται, οὐ κατὰ τὸ βαρὺ ἢ κοῦφον ἢ λευκὸν ἢ μέλαν ἢ θερμὸν ἢ ψυχρόν. οὐ γὰρ πάντα τὰ κινεῖν λεγόμενα ὁμοίως κινεῖ. τὰ μὲν γὰρ οὕτως κινεῖ ὡς λέγομεν τὸ ὀρεκτόν τε καὶ ἐφετὸν κινεῖν· κινεῖ γὰρ πᾶν. τὸ ἐρώμενον τὸν ἐραστὴν τῇ ἐφέσει αὐτοῦ ἐκτός τε ὂν αὐτοῦ καὶ μὴ κινούμενον. διὸ οὐδὲν ὑπὸ τοῦ οὕτως κινητικοῦ τῶν ἀψύχων κινεῖται. ἡ δὲ ψυχὴ κινεῖ τὸ ζῷον τῷ κατὰ τὴν ὄρεξίν τε καὶ ὁρμὴν τὴν διὰ ταύτην οὔσαν ἐν αὐτῷ διά τι ὧν ἔσθετο ἢ ἐνόησεν κινεῖσθαι αὐτὸ ἢ λήψεως χάριν ἢ φυγῆς. τὰ δέ γε ἄψυχα κινεῖ ἐμπεσόντα τούτοις, ἃ κινεῖ, καὶ βίᾳ κεχωρισμένοις οὔσιν αὐτῶν. ἡ μὲν οὖν τοιαύτη κίνησις ὑπὸ κινουμένων καὶ αὐτῶν τῶν κινούντων γίνεται. αἱ δὲ πρὸ ταύτης εἰρημέναι οὐ τοῦτον τὸν τρόπον. οὔτε γὰρ τὸ τῷ νοεῖσθαι κινοῦν κινούμενον κινεῖ, οὐθ’ ὁ τῷ νοεῖν τι καὶ ὀρέγεσθαι αὐτοῦ καὶ ὁρμᾶν ἐπ’ αὐτὸ κινούμενος τῷ κινεῖσθαι τὸ νοοῦν οὕτως ὑπ’ αὐτοῦ κινεῖται. αἰσθάνεται μὲν γὰρ τὸ ζῷον καὶ νοεῖ καὶ βαδίζει κατὰ τὴν ψυχήν, οὐ μὴν τῆς ψυχῆς αὐτῆς καθ’ αὐτήν, ἴνα κινήσῃ, κινουμένης. οὐδὲ γὰρ ἐπεὶ ὁ ὀρχηστὴς κατὰ τὴν ὀρχηστικὴν κινεῖται, διὰ τοῦτο ἀνάγκη κινεῖσθαι καθ’ αὐτὴν καὶ τὴν ὀρχηστικήν. οὐ γάρ ἐστιν οὕτως ἐν ἡμῖν ἡ ψυχὴ ὡς ὁ ἐρέτης ἐν τῇ νηΐ, ἀλλ’ ὡς εἶδός τι καὶ τελειότης, ὡς ἐδείχθη. ἀλλὰ περὶ μὲν τούτου καὶ ἐν τοῖς πρώτοις εἰρήκαμεν. οὐχ ὅτι δὲ προγίνεται τῆς κινήσεως ἡ νόησις ἢ φαντασία, διὰ τοῦτο ἡγεῖσθαι χρὴ ταῦτ’ εἶναι τὰ κινοῦντα, ἀλλ’ ὅτι χωρὶς ὁρμῆς τε καὶ ὀρέξεως οὐδέτερον ἐκείνων κινεῖ, τούτοις τὴν κίνησιν ἀνατιθέναι χρή. οὐ γὰρ ἐπεὶ ἡ ὄρεξις ἐκείνων τινὸς προηγησαμένου, ἤδη καὶ τὸ κινοῦν ἐκείνων τι, ἀλλ’ ὅτι μηδὲν ὄφελος πρὸς κίνησιν ἐκείνων, εἰ μὴ καὶ ὁρμή τις εἴη καὶ ὄρεξις ἐπιγίνοιτο, ταύτην ἡγεῖσθαι χρὴ τὴν κινοῦσαν εἶναι. δεῖ γάρ, εἰ κινηθήσεται τὸ ζῷον, οἶον καταὑπὸ φῆσαι ἢ ἀποφῆσαι πρῶτον αὐτό. ἡ γὰρ περὶ τὰ πρακτικὰ τοιαύτη τοῦ ἐμψύχου διάθεσις αἰτία τῆς κατὰ τόπον κινήσεως. καὶ γὰρ ἐπὶ τῶν λογικῶν πράξεων, λέγω δὲ λογικὰς τὰς ὑπὸ τῶν λογικῶν τε καὶ κατὰ λόγον τινὰ πραττομένας, αὗται δέ εἰσιν ὧν λόγος προηγεῖται, ἂς καὶ κυρίως ἄν τις πράξεις λέγοι, καὶ τούτων δὴ ἡ ὁρμὴ καὶ ἡ ὄρεξις αἰτία. οὐδὲν γὰρ ὄφελος τοῦ βουλεύσασθαι περὶ τοῦ πρακτέου, εἰ μὴ καὶ προαίρεσις ἐπακολουθήσαι, ἥτις ἐστὶν ὄρεξις βουλευτική. ὡς γὰρ ἐν τοῖς θεωρητοῖς τὸ συμπέρασμα τὸ ἐπὶ τοῖς λαμβανομένοις δεικνύμενον ἡ γνῶσίς ἐστι τοῦ προκειμένου, οὕτως ἐν τοῖς πρακτοῖς ἡ πρᾶξις τὸ τῆς βουλήσεως γίνεται συμπέρασμα. ἅμα τε γὰρ ἐδείχθη, ὅτι χρὴ μεταδιώκειν τι ἢ φεύγειν κἂν ἡ ὄρεξις τῷ δειχθέντι συνοδεύῃ τοῦτο γίνεται, ἂν μή τι τὸ κωλύον ἔξωθεν ἦ. ὁ γὰρ ἐννοήσας ὅτι παντὶ ἀνθρώπῳ περιπατητέον, ἐγώ δὲ ἄνθρωπος, συμπέρασμα ποιεῖται τῶν προειρημένων προτάσεων τὸ περιπατεῖν. ἀλλὰ καὶ ὁ ἐννοήσας ὅτι σκεπάσματός μοι δεῖ, τὸ δὲ ἱμάτιον σκέπασμα, τὸ συμπέρασμα τὸ ἱματίου μοι ἄρα δεῖ’ εἰς τὸ κατασκευάζειν μάτιον μεταφέρει.

---

Alexander of Aphrodisias, De anima, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg010.local001/.
