Ancient Greek · ~56 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 26.1
Not analysed yet
Καὶ αὗται μὲν καὶ τοιαῦται αἱ τῆς ἀλόγου ψυχῆς δυνάμεις, καὶ αἱ κατὰ ταύτας τε καὶ ἀπὸ τούτων ἐνέργειαι, αἰ πάντως μὲν καὶ ἐν τῇ λογικῇ περιέχονται τῷ τελειοτέραν μὲν εἶναι ταύτην, εἶναι δὲ τὴν τελειοτέραν κατὰ προσθήκην δυνάμεως ἢ δυνάμεων (ὴ γὰρ πρώτη δύναμις κατὰ προσθήκην τινὰ δυνάμεως τελειοτέρα γίνεται), ἔστιν δὲ παρὰ ταύτας τε καὶ ἐπὶ ταύταις δύναμίς τις ψυχῆς καὶ ἡ λογική, ὡς προείρηται, κριτική τις οὖσα καὶ αὕτη, ἣν ἄνθρωπος ἐξαίρετον ἔχων παρὰ τἄλλα ζῷα τιμιώτερόν τέ ἐστι ζῷον καὶ τελειότερον, καθ’ ἣν δύνασθαι ναμιν καὶ λογικὸς καλεῖται. ἥτις ἐστὶ δύναμις ψυχῆς διττὴ καὶ αὐτὴ τῷ διαφέροντα εἶναι καὶ τὰ περὶ ἃ ἡ δύναμίς τε καὶ ἐνέργειά ἐστιν αὐτῆς. πρὸς γὰρ τὰ κατὰ τὴν φύσιν διαφέροντα καὶ τῶν τῆς ψυχῆς μορίων ἕτερον τῇ φύσει τὸ πρὸς ἑκάτερον πεφυκός, εἴπερ καθ’ ὁμοιότητά τινα καὶ οἰκειότητα ἡ γνῶσις αὐτοῖς γίνεται, ὥσπερ καὶ ἐπὶ τῶν αἰσθήσεων ἔχον ἐδείχθη. διαφέρει δὲ ἀλλήλων τὰ ὑποκείμενα τῇ λογικῇ δυνάμει τῷ τὰ μὲν πρακτικά τε εἶναι καὶ ἐν γενέσει καὶ ἐνδεχόμενα καὶ οὕτως καὶ μὴ οὕτως γίνεσθαι, τὰ δὲ ἀίδιά τε καὶ ἀναγκαῖα, καὶ τὰ μὲν αὐτῶν εἶναι δοξαστά, τὰ δὲ ἐπιστητά. διὸ καὶ τῶν τῆς λογικῆς ψυχῆς δυνάμεων ἡ μέν τίς ἐστι δοξαστική, ἡ δὲ ἐπιστημονική. καλεῖται δὲ ἑκατέρα νοῦς, ἀλλ’ ὁ μὲν πρακτικός τε καὶ δοξαστικὸς καὶ βουλευτικός, ὃς ἀρχὴ γίνεται πράξεως, ὅταν ἡ βούλησίς τε καὶ ὄρεξις συνοδεύσῃ τοῖς ὑπ’ αὐτοῦ κριθεῖσιν, ὁ δὲ ἐπιστημονικός τε καὶ θεωρητικός. τὰ μὲν γὰρ ζητοῦμεν πράξεως χάριν, τὰ δὲ γνώσεως. γίνεται δὲ ὁ ἄνθρωπος οὐκ εὐθὺς ἔχων τήνδε τὴν ἕξιν, ἀλλ’ ἔχων μὲν δύναμιν καὶ ἐπιτηδειότητα τοῦ δέξασθαι αὐτήν, ὕστερον μέντοι λαμβάνων αὐτήν. ὃ καὶ σημεῖον ἐναργέστατον τοῦ μὴ πρὸς τὸ εἶναι τήνδε τὴν δύναμιν συντελεῖν τοῖς ἔχουσιν αὐτήν, ἀλλὰ πρὸς τὸ εὖ εἶναι. ὅσα μὲν γὰρ πρὸς τὸ εἶναι συντελεῖ, ταῦτα ἀχώριστα τοῦ ἔχοντος, ὡς ἡ θρεπτικὴ δύναμις καὶ τῆς αἰσθητικῆς ἡ πτική, ὅσα δὲ πρὸς τὸ εὖ εἶναι, ταῦτα τελειουμένοις προσγίνεται, ὅτε τοῦ κυρίως εὖ εἶναί ἐστιν ἐπιδεκτικά. ἐν γὰρ τῷ τελείῳ τὸ εὖ. ἐγγίνεται δὲ πρῶτος μὲν ὁ πρακτικός τε καὶ δοξαστικὸς νοῦς, ἐπειδὴ καὶ αἱ ἐνέργειαι περὶ ἃ οὗτός ἐστι χρησιμώτεραί τε ἡμῖν καὶ συνηθέστεραι, ὕστερον δὲ ὁ ἐπιστημονικός τε καὶ θεωρητικός. ὁ δὲ δυνάμει νοῦς, ὃν ἔχοντες γινόμεθα, διττὸς ὡν καὶ αὐτός, ἑκάτερος ἑκατέρου δεκτικός, ὑλικὸς νοῦς καλεῖταί τε καὶ ἔστι (πᾶν γὰρ τὸ δεκτικόν τινος ὕλη ἐκείνου), ὁ δὲ διὰ διδασκαλίας τε καὶ ἐθῶν ἐγγινόμενος εἶδος ἐκείνου τε καὶ ἐντελέχεια. καὶ ὁ μὲν φυσικός τε καὶ ὑλικὸς ἐν πᾶσιν τοῖς μὴ πεπηρωμένοις, τὴν διαφορὰν ἔχων, καθόσον οἱ μέν εἰσιν εὐφυέστεροι τῶν ἀνθρώπρν, οἱ δὲ ἀφυέστεροι (καθ’ ὃν καὶ λέγομεν πάντας ἀνθρώπους νοῦν ἔχειν), ὁ δὲ ἐπίκτητός τε καὶ ὕστερον ἐγγινόμενος, καὶ εἶδος καὶ ἕξις ὢν καὶ τελειότης τοῦ φυσικοῦ, οὐκέτ᾿ ἐν πᾶσιν, ἀλλ᾿ ἐν τοῖς ἀσκήσασίν τε καὶ μαθοῦσιν, ὃν τρόπον καὶ ἐπὶ τῶν ἐπιστημῶν ἔχει. καὶ γὰρ ἐκείνων πάντες μέν ἐσμεν φύσει δεκτικοί, οὐκέτι δὲ καὶ δεδέγμεθα πάντες αὐτάς, ὅτι μηκέτι τὸ δέξασθαι αὐτὰς φύσει. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ περιπατεῖν, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν ἐπιστημῶν τε καὶ τοῦ κατ᾿ ἐνέργειαν νοῦ. ἐπὶ μὲν γὰρ τοῦ περιπατεῖν, ὥσπερ ἡ δύναμις ἡμῖν τοῦ περιπατεῖν ἐνυπάρχει φύσει, καὶ ἔχομεν αὐτὴν εὐθὺς γενόμενοι, οὕτως καὶ ἡ ἐνέργεια προϊοῦσίν τε καὶ τελειουμένοις προσγίνεται φύσει, ἐπὶ δὲ τῆς ἐπιστήμης τε καὶ τοῦ νοῦ αἱ μὲν δυνάμεις φύσει, οὐκέτι δὲ αἱ ἕξεις τε καὶ ἐνέργειαι φύσει. διὸ τοῦτον τὸν νοῦν λέγομεν οὐ πάντας ἔχειν ἔτι, ἀλλὰ μόνου τοῦ σπουδαίου τὸ νοῦν ἔχειν κατηγοροῦμεν· ἢ καὶ τούτου μέχρι τινὸς πάντες οἱ μὴ πεπηρωμένοι μεταλαμβάνουσιν, ἐπὶ τὴν τοῦ καθόλου τε περίληψιν καὶ κατὰ σύνθεσιν γνῶσίν τινων ὑπ᾿ αὐτῆς τῆς φύσεως ὁδηγούμενοι· οὗτός ἐστι κυριώτερον ὁ κοινὸς νοῦς καλούμένος, ἡ δὲ ἐπὶ πλέον ἐξεργασία κατ᾿ αὐτὸν γίνεται τὸν εἰρημένον τρόπον. ὁ μὲν οὖν πρακτικὸς νοῦς βουλευτικός ἐστι (τῷ γὰρ τὰ πρακτὰ ἐνδέχεσθαι καὶ οὕτως καὶ μὴ οὕτως πραχθῆναι βουλῆς δεῖ πρὸς τὴν αἵρεσιν τοῦ βελτίονος), ὁ δὲ θεωρητικὸς τῶν ἀιδίων καὶ ὁμοίως ἐχόντων ἀεὶ γνωστικὸς ὢν ἐπιστημονικός ἐστιν, ἀλλ᾿ οὐ βουλευτικός. τὸν μὲν οὖν δυνάμει τε καὶ ὑλικὸν νοῦν καλούμενον ἑκάτερον ὡς εἶπον εὐθὺς ἔχομεν γινόμενοι, τοὺς δὲ κατ᾿ ἐνέργειάν τε ὄντας καὶ ἕξεις τούτων ὕστερον κτώμεθα διὰ τῆς καθ᾿ ἡμέραν διδασκαλίας, ἧς γίνεται δεκτικὸς ἐκ τῆς ἐνεργείας, τὸν δὲ θεωρητικὸν ἐκ τῆς τῶν θεωρητῶν. γεννᾶται γὰρ ὁ ἄνθρωπος αἰσθήσεις ἔχων, καθ’ ἂς ἐνεργῶν φαντασίας λαμβάνει. ὁρῶν οὖν ἑκάστοτε καὶ ἀκούων καὶ κατὰ τὰς ἄλλας αἰσθήσεις αἰσθανόμενος καὶ τυπούμενος ὑπ᾿ αὐτῶν πρῶτονμὲν ἐν τῇ τῶν τύπων τούτων τηρήσει μνημονεύειν ἐθίζεται, ἔπειτα δὲ ἔκ τε μνήμης καὶ τῆς συνεχοῦς κατὰ τὰς αἰσθήσεις ἐνεργείας περὶ τὰ αἰσθητὰ γίνεταί τις αὐτῷ ἀπὸ τοῦ τόδε τε καὶ καθέκαστον᾿ ἐπὶ τὸ τοιόνδε καὶ καθόλου μετάβρσις δι᾿ ἐμπειρίας. τοῦδε γὰρ τοῦ λευκοῦ καὶ τοῦδε τῆς αἰσθήσεως ἀντιλαμβανομένης ἐκ τῶν τοιούτων ἀντιλήψεων ἔλαβεν τὸ εἶναι τὸ τοιόνδε χρῶμα λευκόν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν ἑκάστου. ἥτις περίληψίς τε καὶ διὰ τῆς τῶν καθ᾿ ἕκαστα αἰσθητῶν ὁμοιότητος τοῦ καθόλου λῆψις νόησίς ἐστιν. ἡ γὰρ τῶν ὁμοίων σύνθεσις ἔργον ἤδη νοῦ. ὥσπερ δὲ ἡ αἴσθησις ἡ κατ᾿ ἐνέργειαν διὰ τῆς τῶν εἰδῶν τῶν αἰσθητῶν λήψεως ἄνευ τῆς ὕλης γίνεται, οὕτως δὲ καὶ ἡ νόησις λῆψις τῶν εἰδῶν ἐστι χωρὶς ὕλης, ταύτῃ τῆς αἰσθητικῆς ἀντιλήψεως διαφέρουσα, ᾗ ἡ μὲν αἴσθησις, εἰ καὶ μὴ ὡς ὕλη τὰ αἰσθητὰ εἴδη λαμβάνει, ἀλλ᾿ οὕτως γε αὐτῶν ποιεῖται τὴν ἀντίληψιν ὡς ὄντων ἐν ὕλῃ (τὰ γὰρ κοινὰ αἰσθητὰ συμπεπλεγμένα τῇ τῶν ἰδίων αἰσθητῶν ἀντιλήψει μαρτύρια τοῦ ὡς ἐνύλων αὐτῶν ὄντων τὴν αἴσθησιν ἀντιλαμβάνεσθαι· ἅμα γὰρ χρωμάτων ὄψις αἰσθανομένη σὺν αὐτῷ καὶ μεγέθους καὶ σχήματος καὶ κινήσεως ἢ ἠρεμίας αἴσθησιν λαμβάνει, ἃ μαρτύρια τοῦ περί τι ὑποκείμενον εἶναι τὸ χρῶμα), ὁ δὲ νοῦς οὔτε ὡς ὕλη τὰ εἴδη λαμβάνει, οὔτε ὡς ἐν ὕλῃ ὄντα καὶ μεθ᾿ ὕλης. ἔστι δὲ τὸ μὲν ὡς ὕλην εἶδός τι λαμβάνειν τὸ αὐτὸ τῷ ὕλην γίνεσθαι τῷ λαμβανομένῳ, ὃ ἐπὶ τῶν παθῶν τῶν οὐ κατὰ ψυχὴν γινομένων ἰδεῖν ἔστι. τὰ γὰρ ἁπλῶς πάσχοντα ὗλαι γίνονται τῶν παθῶν. τὸ γὰρ θερμαινόμενον θερμὸν γινόμενον αὐτὸ ὕλη τῷ πάθει γίνεται, ὃ οὔτε ἡ αἴσθησις οὔτε ὁ νοῦς ἔχουσιν. καὶ γὰρ εἰ διά τινων παθῶν σωματικῶν τὸ αἰσθάνεσθαι γίνεται, ἀλλ᾿ αὐτό γε τὸ αἰσθάνεσθαι οὐ πάσχειν ἐστίν, ἀλλὰ κρίνειν. οὔτε οὖν ὡς ὕλη γινόμενος ὁ νοῦς τῶν εἰδῶν οὕτως αὐτὰ λαμβάνει οὔτε ὡς μετὰ ὕλης ὄντα ὡς τὰ αἰσθανόμενα, ἀλλ᾿ αὐτὰ καθ᾿ αὑτὰ χωρίζων αὐτὰ ἀπὸ πάσης ὑλικῆς περιστάσεως μόνα λαμβάνων θεωρεῖ. οὐ γὰρ λευκὸν νοῶν ὡς μετὰ σχήματος ἢ μεγέθους ὄντος αὐτοῦ τὴν νόησιν ποιεῖται. αἴτιον δὲ τούτου τὸ μηδὲ τὴν ἀρχὴν ὀργάνῳ τινὶ σωματικῷ προσχρῆσθαι πρὸς τὴν λῆψιν τῶν νοουμένων, ἀλλ᾿ ἀρκεῖσθαι αὐτὸν αὐτῷ πρὸς τὸ γνῶναι τὸ νοούμενον· διὸ ἡ μὲν αἴσθησις, εἰ καὶ μὴ ἀλλοίωσις, ἀλλὰ δι᾿ ἀλλοιώσεώς γέ τινος γίνεσθαι δοκεῖ, ὁ δὲ νοῦς οὐ τοῦτον τὸν τρόπον. ἐπεὶ δὲ δεῖ τὸ ληψόμενον εἴδη τινὰ μηδὲν τούτων ἔχειν ἐν τῇ οἰκείᾳ φύσει (παρεμφαινόμενον γὰρ τὸ οἰκεῖον εἶδος κωλύει τὴν τοῦ ἀλλοτρίου λῆψιν· οὕτως γοῦν ἔχοντα ἐδείχθη καὶ τὰ αἰσθητήρια), δεῖ καὶ τὸν ὑλικόν τε καὶ ὑποκείμενον νοῦν μηδὲν εἶναι τῶν νοεῖσθαι δυναμένων ὑπ᾿ αὐτοῦ. ἀλλὰ μὴν πάντα τὰ ὄντα ὑπὸ τοῦ νοῦ νοεῖται, εἴ γε τῶν ὄντων τὰ μέν ἐστι νοητά, τὰ δὲ αἰσθητά. ποιεῖ γὰρ ὁ νοῦς καὶ τὰ αἰσθητὰ αὑτῷ νοητὰ χωρίζων αὐτὰ τῆς ὕλης καὶ τί ποτέ ἐστιν αὐτοῖς τὸ εἶναι θεωρῶν. οὐδὲν ἄρα τῶν ὄντων ἐνεργείᾳ ἐστὶν ὁ ὑλικὸς νοῦς, ἀλλὰ πάντα δυνάμει. πρὸ γὰρ τοῦ νοεῖν οὐδὲν ὢν ἐνεργείᾳ, ὅταν νοῇ τι, τὸ νοούμενον γίνεται, εἴ γε τὸ νοεῖν αὐτῷ ἐν τῷ τὸ εἶδος ἔχειν τὸ νοούμενον. ἐπιτηδειότης τις ἄρα μόνον ἐστὶν ὁ ὑλικὸς νοῦς πρὸς τὴν τῶν εἰδῶν ὑποδοχὴν ἐοικὼς πινακίδι ἀγράφῳ, μᾶλλον δὲ τῷ τῆς πινακίδος ἀγράφῳ, ἀλλ᾿ οὐ τῇ πινακίδι αὐτῇ. αὐτὸ γὰρ τὸ γραμματεῖον ἤδη τι τῶν ὄντων ἐστίν. διὸ ἡ μὲν ψυχὴ καὶ τὸ ταύτην ἔχον εἴη μᾶλλον ἂν κατὰ τὸ γραμματεῖον, τὸ δὲ ἄγραφον ἐν αὐτῇ ὁ νοῦς ὁ ὑλικὸς λεγόμενος, ἢ ἐπιτηδειότης ἡ πρὸς τὸ ἐγγραφῆναι. ὡς οὖν ἐπὶ τοῦ γραμματείου τὸ μὲν γραμματεῖον πάσχοι ἂν ἀντιγραφόμενον, ἐν ᾧ ἡ πρὸς τὸ γραφῆναι ἐπιτηδειότης, ἡ μέντοι ἐπιτηδειότης αὐτὴ οὐδὲν πάσχει εἰς ἐνέργειαν ἀγομένη (οὐδὲ γάρ ἐστί τι ὑποκείμενον), οὕτως οὐδ᾿ ἂν ὁ νοῦς πάσχοι τι, μηδέν γε ὢν τῶν ἐνεργείᾳ. διὸ καὶ οὐκ ἀλόγως τινὲς ἀπὸ τῆς τοῦ νοῦ δυνάμεως κινούμενοι τόπον εἰδῶν τὴν ψυχὴν εἶπον εἶναι, ὃ τῷ κυριωτάτῳ ριωτάτῳ τῆς ψυχῆς ὑπάρχει, τοῦτ᾿ ἐπὶ πᾶσαν αὐτὴν μεταφέροντες. τόπος δ᾿ ἂν εἴη τῶν εἰδῶν οὐ κατ᾿ ἐνέργειαν (οὐδὲν γὰρ κατὰ τὴν αὑτοῦ φύσιν τῶν εἰδῶν ἔχων ἐδείχθη), ἀλλ᾿ ὡς δυνάμενος αὐτὰ λαμβάνειν τόπος αὐτῶν ἂν εἴη δυνάμει κατὰ τοῦτο. καὶ τοιοῦτος μὲν ὁ ὑλικὸς νοῦς, ὁ δὲ ὡς ἕξις λεγόμενος εἶδός ἐστι καὶ τελειότης τούτου, ἥτις ἕξις ἐν αὐτῷ γίνεται ἔκ τε τῆς τοῦ καθόλου περιλήψεως καὶ ἐκ τοῦ τὰ εἴδη χωρίζειν ἀπὸ τῆς ὕλης ,ἃ τρόπον τινὰ ταὐτά ἐστιν ἀλλήλοις. ὅ τε γὰρ τὸ εἶδός τινος χωρὶς τῆς ὕλης λαβών ἔχει τὸ κοινόν τε καὶ καθόλου (ὁ γὰρ τὸ εἶδος τοῦ ἀνθρώπου λαβὼν χωρὶς τῶν ὑλικῶν περιστάσεων ἔχει τὸν κοινὸν ἄνθρωπον· ἡ γὰρ τῶν καθ᾿ ἕκαστα ἀνθρώπων πρὸς ἀλλήλους διαφορὰ παρὰ τῆς ὕλης γίνεται, ἐπεὶ τά γε εἴδη αὐτῶν, καθ᾿ ἅ εἰσιν ἄνθρωποι, οὐδεμίαν ἔχει διαφοράν), ὅ τε τὸ κοινὸν τὸ ἐπὶ τοῖς καθ᾿ ἕκαστα συνιδὼν τὸ εἶδος πάλιν χωρὶς τῆς ὕλης λαμβάνει. τοῦτο γὰρ ἐν αὐτοῖς τὸ κοινόν τε καὶ ταὐτόν. ἐγγίνεται δὲ ἡ τοιάδε ἕξις τῷ νῷ τὴν ἀρχὴν κατὰ μετάβασιν ἀπὸ τῆς περὶ τὰ αἰσθητὰ συνεχοῦς ἐνεργείας ὥσπερ ὄψιν τινὰ ἀπ᾿ αὐτῶν λαμβάνοντος τοῦ καθόλου θεωρητικήν, ὃ κατ᾿ ἀρχὰς μὲν νόημα καὶ ἔννοια καλεῖται, πλεονάσαν δὲ καὶ ποικίλον καὶ πολύτροπον γινόμενον, ὡς δύνασθαι καὶ χωρὶς τῆς αἰσθητικῆς ὑποβάθρας ποιεῖν τοῦτο, νοῦς ἤδη. ὅταν γὰρ ἐν ἕξει γένηται διὰ τὰς συνεχεῖς ἐνεργείας τοιαύτῃ, ὡς δι᾿ αὐτοῦ λοιπὸν ἐνεργεῖν δύνασθαι, τότε ὁ ὡς ἕξις καλούμενος νοῦς γίνεται, ἀνάλογον ὢν τῷ ἐπιστήμονι, ὃς τοῦ τε κατὰ δύναμιν ἐπιστήμονος λεγομένου καὶ τοῦ κατ᾿ ἐπιστήμην ἐνεργοῦντός ἐστι μεταξύ, ὅσον ἀπολείπεσθαι δοκεῖ τοῦ κατὰ τὴν ἐπιστήμην ἐνεργοῦντος, τοσοῦτον πλεονεκτῶν τὸν κατὰ δύναμιν ἐπιστήμονα. ἐνεργοῦσα δὲ ἥδε ἡ ἕξις ὁ κατ᾿ ἐνέργειαν γίνεται νοῦς. ὁ γὰρ κατὰ ἕξιν νοῦς ἀποκείμενά πώς ἐστιν ἀθρόα καὶ ἠρεμοῦντα τὰ νοήματα. ὅτι δὲ οὐχ ὁμοίως ὁ νοῦς ὑπὸ τῶν νοητῶν πάσχει τῇ αἰσθήσει, ἀλλ᾿ ἡ μὲν ὑπὸ τῶν αἰσθητῶν διατίθεταί πως ἅτε διὰ σωματικῆς ὑπηρεσίας αὐτῶν ἀντιλαμβανομένη, ὁ δὲ ἀπαθὴς ὑπ᾿ αὐτῶν μένει, δῆλον καὶ ἐκ τοῦ τὴν μὲν αἴσθησιν ἀπὸ τῆς περὶ τὰ σφόδρα αἰσθητὰ ἐνεργείας μὴ δύνασθαι τῶν ἧττον αἰσθητῶν ἀντιλαμβάνεσθαι ὡς ἔχουσάν τι πάθος ἔτι παράμονον ἀπ᾿ ἐκείνων ἐγγενόμενον, τὸν δὲ νοῦν ἀπὸ τῶν σφόδρα νοητῶν μηδὲν ἧττον, ἢ καὶ μᾶλλον νοεῖν τὰ ἔλαττον νοητά, ὡς ἂν ἐν τῷ προγεγυμνάσθαι περὶ αὐτὰ ἑτοιμότερον πρὸς τὰς οἰκείας ἐνεργείας γεγονότα. καὶ ἐπεί ἐστιν ὁ κατ᾿ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ εἶδος τὸ νοούμενον, ὥσπερ καὶ ἐπὶ τῆς αἰσθήσεως ἐδείχθη, ὁ ἐν ἕξει νοῦς (οὗτος δέ ἐστιν ὁ νοεῖν ἐπ᾿ αὐτοῦ δυνάμενος καὶ τὰ τῶν νοητῶν εἴδη λαμβάνειν καθ᾿ αὑτά), οὗτος ἤδη δύναται καὶ αὑτὸν νοεῖν. ἐπεὶ γὰρ τὸ νοούμενον εἶδος αὐτός ἐστιν, εἴ γε νοῶν ὃ νοεῖ γίνεται, ὁ ἄρ᾿ ἕξιν ἔχων τοῦ τὰ εἴδη νοεῖν, οὗτος ἕξιν καὶ δύναμιν ἔχει τοῦ νοεῖν ἑαυτόν. ὃ γὰρ δύναται νοεῖν, τοῦτο αὐτὸ αὐτὸς νοῶν γίνεται, καὶ ἔστιν ὅταν νοῇ προηγουμένως μὲν καὶ καθ᾿ αὑτὸν νοῶν τὸ νοητὸν εἶδος, κατὰ συμβεβηκὸς δὲ ἑαυτὸν τῷ συμβεβηκέναι αὐτῷ, ὅταν νοῇ, γίνεσθαι ἐκεῖνο, ὃ νοεῖ. πρὸ μὲν οὖν τοῦ κατ᾿ ἐνέργειαν τὸν νοῦν νοεῖν πρὸς ἄλληλά ἐστι τὸ νοοῦν τε καὶ τὸ νοούμενον καὶ ἀντικείμενα ἀλλήλοις ὡς τὰ πρός τι, ὅταν δὲ ἐνεργῶσιν, ἓν γινόμενα παύεται τῆς ἀντιθέσεως. οὐδὲ γὰρ ἐφαρμόζειν αὐτοῖς οἷόν τέ ἐστι τὸν τοῦ πρός τι λόγον. διὸ ὁ κατ᾿ ἐνέργειαν νοῦς ὁ αὐτὸς γινόμενος τῷ νοητῷ εὐλόγως αὑτὸν λέγεται νοεῖν. ὁ μὲν οὖν νοῦς ὁ κατ᾿ ἑνέργειαν αὑτὸν νοεῖ. ὃ γὰρ νοεῖ, τοῦτο αὐτὸς γίνεται. τὰ γὰρ εἴδη χωρὶς ὕλης νοεῖ. οὐ γὰρ τόδε, ἀλλὰ τὸ τῷδε εἶναι νοεῖ, ὡς προείρηται. οὐκέτι δὲ ὁμοίως ἡ κατ᾿ ἐνέργειαν αἴσθησις αὑτῆς αἰσθάνεσθαι λέγεται, καίτοι καὶ αὐτὴ τὰ εἴδη τῶν αἰσθητῶν λαμβάνουσα, ὅτι αἰσθάνεται μὲν ὧν αἰσθάνεται ὡς ὄντων ἐν ὕλῃ (τοῦδε γὰρ ἡ αἴσθησις), οὐ γίνεται δὲ αὐτὴ τῷ αἰσθητῷ ἡ αὐτή, ὅτι μὴ ὡς ὕλη τὸ εἶδος λαμβάνει. καὶ γὰρ τὰ ἔνυλα εἴδη καὶ αἰσθητὰ ἄλλως μὲν ἡ αἴσθησις, ἄλλως δὲ ὁ νοῦς κρίνει. ἔστι μὲν γὰρ ἐπὶ τῶν τοιούτων καὶ ὅλως ἐπὶ τῶν συνθέτων ἐξ ὕλης τε καὶ εἴδους ἄλλο τὸ τόδε τι, καὶ ἄλλο τὸ τῷδε εἶναι. οὐ γὰρ ταὐτόν ἐστι χαλκὸς καὶ τὸ εἶναι χαλκῷ· χαλκὸς μὲν γὰρ τὸ συναμφότερον, τὸ δὲ χαλκῷ εἶναι οὐ κατὰ τὸ συναμφότερον ἔτι, ἀλλὰ κατὰ τὸ εἶδός τε καὶ τὸν λόγον, ὃς ἐν τῇ ὑποκειμένῃ ὕλῃ γενόμενος ἐποίησεν χαλκὸν αὐτήν. οὔσης δὴ ἐν τοῖς αἰσθητοῖς ταύτης τῆς διαφορᾶς, ἡ μὲν αἴσθησις τοῦ συναμφοτέρου ἐστὶ κριτική (τοῦ γὰρ εἴδους ὡς ἐν ὕλῃ ὄντος τὴν ἀντίληψιν ποιεῖται· διὸ καὶ πᾶν τὸ αἰσθητὸν τόδε τί ἐστι καὶ καθ᾿ ἕκαστον, τὸ γὰρ συναμφότερον τοιοῦτον), ὁ δὲ νοῦς τοῦ εἴδους καὶ τοῦ λόγου καθ᾿ ὅν ἐστι τόδε τι θεωρητικός ἐστι. διὸ οὐ τοῦδε, ἀλλὰ τοιοῦδε, καὶ οὐ τοῦ καθέκαστα, ἀλλὰ τοῦ καθόλου. κατὰ γὰρ τὸν λόγον πάντα τὰ ὁμοειδῆ ἀλλήλοις εἰσὶν ὁμοειδῆ τὸν αὐτὸν ὄντα, οὗ ἐστιν ὁ νοῦς θεωρητικός· ἐφ᾿ ὧν μὲν οὖν ἄλλο ἐστὶ τὸ τόδε καὶ τὸ τῷδε εἶναι, ἐπὶ τούτων ἄλλη μὲν ἡ γνωστικὴ δύναμις τοῦδε (ἡ γὰρ αἴσθησις), ἄλλη δὲ ἡ τοῦ τῷδε εἶναι (ὁ γὰρ νοῦς), ἐφ᾿ ὧν δὲ ταὐτὸν τὸ τόδε καὶ τὸ τῷδε εἶναι (τοῦτο δέ ἐστιν ἐπὶ τῶν εἰδῶν τῶν χωρὶς ὕλης), τούτων νοῦς μόνος ἐστὶ θεωρητικός. οὐδὲν γὰρ τῶν τοιούτων αἰσθητὸν ἔτι. πᾶν γὰρ τὸ αἰσθητὸν ἔνυλόν τε καὶ σύνθετον.