# De anima 27

Alexander of Aphrodisias, De anima, ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima/27

Τὰ μὲν οὖν τῶν συνθέτων τὸ τί ἦν εἶναί τε καὶ τὰ τούτων εἴδη ὁ νοῦς αὑτῷ νοητὰ ποιεῖ χωρίζων αὐτὰ τῶν σὺν οἷς αὐτοῖς τὸ εἶναι. εἰ δέ τινά ἐστιν εἴδη, ὡς τὰ καθ᾿ αὑτά, χωρὶς ὕλης τε καὶ ὑποκειμένου τινός, ταῦτα κυρίως ἐστὶ νοητά, ἐν τῇ οἰκείᾳ φύσει τὸ εἶναι τοιαῦτα ἔχοντα, ἀλλ᾿ οὐ παρὰ τῆς τοῦ νοοῦντος αὐτὰ βοηθείας λαμβάνοντα. τὰ δὲ τῇ οὑτῶν φύσει νοητὰ κατ᾿ ἐνέργειαν νοητά, δυνάμει γὰρ νοητὰ τὰ ἔνυλα. ἀλλὰ μὴν τὸ κατ᾿ ἐνέργειαν νοητὸν ταὐτὸν τῷ κατ᾿ ἐνέργειαν νῷ, εἴ γε ταὐτὸν τὸ νοούμενον τῷ νοοῦντι. τὸ ἄρα ἄυλον εἶδος νοῦς ὁ κυρίως τε καὶ κατ᾿ ἐνέργειαν. καὶ ὁ νοῶν ἄρα τοῦτο νοῦν νοεῖ οὐ γινόμενον νοῦν ὅτε νοεῖται, ὡς ἐπὶ τῶν ἐνύλων εἰδῶν ἔχει, ἀλλὰ ὄντα νοῦν καὶ χωρὶς τοῦ ὑπὸ τοῦ νοῦ νοεῖσθαι. εἰ δὴ ὁ νοῶν νοῦς ἐν τῷ νοεῖν ὃ νοεῖ γίνεται, καὶ ὁ ἐν ἡμῖν νοῦς, οὗτος δέ ἐστιν ὁ καθ᾿ ἕξιν, ὅταν ταῦτα τὰ εἴδη νοῇ, ὁ αὐτὸς ἐκείνοις τότε γίνεται· ὁποῖα γάρ ἐστι κατὰ τὴν οἰκείαν ὑπόστασιν καὶ χωρὶς τοῦ νοεῖσθαι (ἁπλᾶ γὰρ τοιαῦτα), καὶ ἐν τῷ νοοῦντι αὐτὰ γίνεται. ὥσθ᾿ ὁ ταῦτα νοῶν νοῦς ὁ αὐτὸς αὐτοῖς, ὅτε νοεῖ, γίνεται. νοῦς δὴ ἐπὶ τούτων τό τε νοούμενον καὶ τὸ νοοῦν, καὶ ἄμφω τότε ταὐτό. ὅταν δέ γε τῶν ἐνύλων τι εἰδῶν νοῇ καὶ τὸ τί ἦν εἶναι ἐνύλου τινὸς λαμβάνῃ, οὐκέθ᾿ ὁ αὐτὸς πάντῃ γίνεται τῷ νοουμένῳ πράγματι, ὅτι τὸ μὲν νοούμενον ὑπ᾿ αὐτοῦ ἐπὶ ὕλῃ τινὶ τὸ εἶναι ἔχει, ὁ δ᾿ αὐτὸ ὡς κεχωρισμένον ὕλης λαμβάνει. διὸ τὸ τοιοῦτον εἶδος νοούμενον μὲν νοῦς ἐστι καὶ αὐτό, ἔξω δὲ τοῦ νοεῖσθαι γενόμενον οὐκέτι. ἔτι ὁ μὲν νοῦς χωρὶς ὕλης εἶδός τι, τὸ δὲ ἐν ὕλῃ τὸ εἶναι ἔχει. |

---

Alexander of Aphrodisias, De anima, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg010.local001/.
