# De anima 30.1

Alexander of Aphrodisias, De anima, ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima/30.1

Καὶ ὁ μὲν περὶ ψυχῆς λόγος, ὅ τε κοινὸς καὶ ὁ περὶ ἑκάστης τῶν κυριωτάτων δυνάμεων αὐτῆς, καὶ τίς ἡ τέλειος ψυχή, καὶ πῶς ἔχει πρὸς τὴν ἀτελῆ, ὡς ἐπὶ κεφαλαίων ἐκθέσθαι συντόμως ὑπὲρ τῆς καθόλου περιλήψεως τοιοῦτος· γνώριμος δὲ ἐκ τῶν εἰρημένων καὶ ἡ τάξις τῶν τῆς ψυχῆς δυνάμεων. τὴν μὲν γὰρ θρεπτικὴν ψυχὴν ἀναγκαῖον ἐν πᾶσιν τοῖς ἐμψύχοις εἶναι, εἴ γε ψυχῆς μὲν παρουσίᾳ πᾶν τὸ ζῶν ζῇ, ἀδύνατον δέ τι ζῆν χωρὶς τῆσδε τῆς δυνάμεως, εἴ γε τὸ ζῆν ὥρισται τῇ δι᾿ αὑτοῦ τροφῇ τε καὶ αὐξήσει, καθὰ τὰ φυτὰ τῶν ἄλλων σωμάτων διαφέροντα ζῆν καλεῖται. ταύτης δὲ τελειότης τῆς δυνάμεως τὸ γεννᾶν δύνασθαι· τὸ γὰρ σπέρμα τροφῆς περίττωμα. οὐ μὴν πᾶν τὸ ζῶν ἤδη καὶ αἴσθησιν ἔχειν ἀνάγκη. ὅσα γὰρ μὴ δεκτικὰ τῶν εἰδῶν χωρὶς ὕλης, οὐδὲ αἰσθητικά. τῶν δὲ φυτῶν οὐδὲν τοιοῦτον. τὰ μέντοι ζῷα ἀναγκαῖον αἴσθησιν ἔχειν. ὅσα γὰρ ζῶντα μὴ τῷ προσπεφυκέναι τινὶ ἀφ᾿ οὗ τρέφεται ζῇ, μηδὲ ἁπλῇ τινι τροφῇ, ὁποία ἡ τῶν φυτῶν, ταῦτα ἀναγκαῖον ἔχειν τὴν γευστικὴν αἴσθησιν, ὡς δύνασθαι διακρίνειν τά τε τρόφιμα τῶν προσφερομένων αὐτῷ καὶ τὰ μή. τῷ γὰρ ἔξωθεν εἶναι καὶ κεχωρισμένον τὸ τρέφον, καὶ μὴ πᾶν τρέφειν δεῖ τὰ μέλλοντα τῷ τοιούτῳ τρέφεσθαι αἴσθησιν ἔχειν τῶν τρεφόντων τε καὶ μή, ὅπως τὰ μὲν λαμβάνῃ, τὰ δὲ ἀποστρέφηται. τὰ δὲ γεῦσιν ἔχοντα καὶ ἁφὴν ἔχει. ἁφὴ γάρ τις καὶ ἡ γεῦσις. ἀλλὰ καὶ πρὸς σωτηρίαν τοῖς πορευτικοῖς τῶν ζῴων ἡ ἁφὴ συνεργεῖ. ἐν γὰρ τῇ μεταστάσει περιπίπτοντα ἄλλοις σώμασιν, ὧν τὰ μὲν φθαρτικά ἐστιν αὐτῶν, τὰ δὲ σωστικά, εἰ μὴ διακρίνειν οἷά τε ἦν ταῦτα, ὡς ἀποστρέφεσθαι μὲν τὰ φθαρτικά, προσίεσθαι δὲ τὰ σωστικά, ῥᾳδίως ἂν διεφθείρετο καὶ ἦν ἂν αὐτοῖς πρὸς κακοῦ ἡ κίνησις ἡ κατὰ τόπον γινομένη. οὐδὲν δὲ τοιοῦτον τῶν κατὰ φύσιν. εἰ δὲ ἀναγκαῖον πᾶν ζῷον ἁπτικὴν αἴσθησιν ἔχειν, οὐχ οἷόν τε δὲ τῶν ἁπτῶν τινος αἰσθέσθαι δι᾿ ἁπλοῦ τινος σώματος (οὐδενὸς γὰρ ἐκεῖνα τῶν οἰκείων αὐτοῖς αἰσθητῶν τῷ ἅπτεσθαι ἀντιληπτικά, ἀλλὰ τὰ μὲν τρία διά τινος μεταξὺ αἰσθάνεται, ὡς δέδεικται, ἡ δὲ γῆ παντάπασιν ἀναίσθητος καθ᾿ αὑτήν), ἀδύνατον τὸ τοῦ ζῴου σῶμα ἁπλοῦν εἶναι. ἡ γὰρ ἁφή, ἐν μεσότητι οὖσα ὧν αἰσθάνεται, τῷ πασῶν τῶν ἁπτῶν ἐναντιώσεων αἰσθάνεσθαι ἐν τῇ πάντων τῶν ἁπτῶν μεσότητί τε καὶ μίξει τὸ εἶναι ἔχει, τοιοῦτόν ἐστιν ἡ σὰρξ καὶ ἐν τοῖς οὐκ ἔχουσιν ταύτην τὸ ἀνάλογον αὐτῇ. αὗται μὲν οὖν ἀναγκαῖαι αἰσθήσεις τοῖς ζῴοις πρὸς τὸ εἶναι. διὸ καὶ χωρὶς τούτων ἀδύνατόν τι ζῷον εἶναι. αἱ δὲ λοιπαὶ τρεῖς οὐ πρὸς τὸ εἶναι οὕτως ἔτι, ἀλλὰ πρὸς τὸ εὖ εἶναι συνεργοῦσιν. διὸ οὐδὲ πάντα αὐτῶν μετέχει, ἀλλ᾿ ὅσα ἤδη τελειότερα. τοιαῦτα δὲ τὰ πορευτικά. ταῦτα γᾶρ δεῖται οὐ μόνης τῆς πρὸς τὰ προσπίπτοντα αὐτοῖς μένουσιν αἰσθήσεως, ἀλλὰ καὶ τοῦ ἄποθέν τινων αἰσθανόμενα τὰ φθαρτικὰ αὐτῶν φυλάσσεσθαι. διὸ διά τινος μεταξὺ ἡ τούτων αἴσθησις αὐτοῖς καὶ ἐξ ἀποστήματος γίνεται. τῆς δὲ αἰσθητικῆς ψυχῆς καὶ ἡ φανταστική, καὶ ἑπομένη ταύτῃ, ὡς προείρηται. τῆς αὐτῆς δὲ καὶ ὁρμητική τε καὶ ὀρεκτική, οὖσαι μετὰ τὴν φανταστικήν. πᾶσαι γὰρ αὗται μία οὖσαι κατὰ τὸ ὑποκείμενον, ταῖς διαφοραῖς τῶν δυνάμεων αὐταῖς διῄρηνται. ἔστι δὲ ἐπὶ ταύταις ἡ λογικὴ ψυχή τε καὶ δύναμις, ἐσχάτη τε καὶ ἐπὶ πάσαις ταῖς ἄλλαις δυνάμεσιν καὶ τοῖς τελείοις τῶν ζῴων μόνοις ὑπάρχουσα, καὶ οὐδὲ τούτοις ἐκ γενετῆς, ἀλλὰ προϊοῦσιν κατὰ τὸν χρόνον.

---

Alexander of Aphrodisias, De anima, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg010.local001/.
