Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 31.1
Not analysed yet
Ποῦ δέ ἐστιν τὸ ἡγεμονικὸν τῆς ψυχῆς καὶ ἐν τίνι μορίῳ τοῦ σώματος καὶ πότερον ἐν ἑνὶ ὑποκειμένῳ κατ᾿ ἀριθμὸν πᾶσα ἡ ψυχὴ κατὰ τὰς δυνάμεις μόνον καὶ κατὰ τὸν λόγον ἔχουσα τὰς διαφοράς, ἢ καὶ κατὰ τόπον εἰσὶν ἀλλήλων αἱ τῆς ψυχῆς δυνάμεις κεχωρισμέναι, ἄξιον ἐπὶ τούτοις ἰδεῖν. εἰ δὴ ἐν πᾶσιν, ἐν οἷς τὸ μέν τί ἐστι τελειότερον, τὸ δὲ ἀτελέστερον, προσθήκῃ τινὶ τὸ ἀτελὲς γίνεται τέλειον, ἡ δὲ προσθήκη τῷ προϋπάρχοντι προστιθεμένου τινὸς γίνεται, ἔστι δὲ καὶ ἐν τῇ ψυχῇ ἡ προειρημένη διαφορά, δεῖ καὶ ἐπὶ τῆς ψυχῆς, ἐν ᾧ ἡ ἀτελής, ἐν τούτῳ εἶναι καὶ τὴν τέλειον, εἴ γε κατὰ ἐπίδοσίν τινα καὶ προσθήκην τὸ ἀτελὲς γίνεται τέλειον. ἔστι δὲ τῶν τῆς ψυχῆς δυνάμεων ἡ θρεπτικὴ δύναμις ἀτελεστέρα. ἐν ᾧ ἄρα ἡ θρεπτικὴ δύναμις, ἐν τούτῳ καὶ αἱ τελειότεραι. ἀλλὰ μὴν περὶ τὴν καρδίαν ἡ θρεπτικὴ ψυχή, εἴ γε τοῦ μὲν ζῆν ἥδε αἰτία, τῷ δὲ ζῆν ὕλη ὑγρότης τε καὶ θερμότης, τοιοῦτος δὲ ὁ περὶ τὴν καρδίαν τόπος μάλιστα, ὡς προείρηται. ἔτι ὡς ἐπὶ τῶν φυτῶν, εὔλογον καὶ ἐπὶ τῶν ἄλλων ἐμψύχων ἔχειν. ἐν δὲ τοῖς φυτοῖς ὅθεν ἡ ἀρχὴ τῆς αὐξήσεως, ἐν τούτῳ καὶ ἡ θρεπτικὴ ψυχή· διὸ μεταξὺ δοκεῖ εἶναι ῥίζης τε καὶ καυλοῦ ἥδε ἡ δύναμις ἐν αὐτοῖς. ὥστε εἴη ἂν καὶ ἐπὶ τῶν ζῴων ἐν τούτῳ ἡ θρεπτικὴ ψυχή, ὅθεν αὐτοῖς ἡ ἀρχὴ τῆς αὐξήσεως. ἀπὸ καρδίας δὲ ἐν αὐτοῖς ἡ τῆς αὐξήσεώς τε καὶ τροφῆς εἰς πᾶν τὸ σῶμα χορηγία. καὶ ἡ θρεπτικὴ ἄρα δύναμις ἐν ταύτῃ ἢ ἐν τῷ ἀνάλογον ταύτῃ. τοῦ δὲ τὴν χορηγίαν τοῖς ζῴοις τῆς τροφῆς ἀπὸ ταύτης εἶναι σημεῖον αἱ φλέβες αἱ τῆς τροφῆς τουτέστι τοῦ αἵματος διάκονοι (ἐσχάτη γὰρ τροφὴ τὸ αἷμα)· αὗται γὰρ διὰ μὲν τῶν ἄλλων μερῶν τοῦ σώματος διαπεφύκασιν, ἐκ δὲ τῆς καρδίας ἐκπεφύκασιν ὡς ἐκ ταύτης τὴν ἀρχὴν ἔχουσαι τῆς βλαστήσεως. ὧν αἱ μέν τινες αὐτῇ διακονοῦνται πρὸς τὸ τὸ ἀκατέργαστον ἔτι καὶ ἄπεπτον αἷμα ἀπὸ τῶν περὶ τὸ ἧπαρ τόπων δεχομένῃ πέσσειν ἐν αὐτῇ, αἱ δὲ πρὸς τὴν τοὔμπαλιν μετὰ τὴν κατεργασίαν τε καὶ πέψιν ἐπὶ πᾶν τὸ σῶμα παραπομπήν. διὸ καὶ εὐρύτεραι μὲν περὶ τὴν καρδίαν, ἅτε ἔτι οὖσαι ἄσχιστοι, προϊοῦσαι δὲ εἰς τὸ πρόσθεν σχίζονταί τε εἰς πλείω καὶ εἰς στενότητα συνάγονται κατὰ τὸ τῆς διαιρέσεως πλῆθος. ἀλλὰ καὶ τὸ πρώτην φαίνεσθαι τὴν καρδίαν διηρθρωμένην τῶν ἄλλων μερῶν σημεῖον τοῦ μάλιστα καὶ πρώτην ταύτην τρέφεσθαί τε καὶ τὴν θρεπτικὴν δύναμιν ἔχειν ἐν αὑτῇ. τοῦ δὲ περὶ τὴν καρδίαν εἶναι τὴν ζωτικὴν καὶ θρεπτικὴν ψυχὴν σημεῖον καὶ τὸ ἐν τοῖς θανάτοις ταύτην τελευταίαν ἀποψύχεσθαι, ὥσπερ ἀναλυομένης τῆς φύσεως καὶ παλινδρομούσης ἐπὶ τὴν ἀρχὴν ἀπὸ τῶν ἐσχάτων τε καὶ ῥᾷον ἀπὸ τοῦ ζῆν μεθίστασθαι δυναμένων. ἐν τῇ καρδίᾳ δ᾿ ἂν ἡ ἀρχὴ τοῦ ζῆν εἶναι πιστεύοιτο καὶ καθόσον ἔδει μὲν ἐν τῷ ἀσφαλεστάτῳ τε καὶ δυσπαθεστάτῳ εἶναι αὐτὴν ὡς οἷόν τε. ἐν πᾶσι γὰρ ἡ φύσις τῆς τοῦ κατ᾿ αὐτὴν γινομένου σωτηρίας στοχάζεται. ἀσφαλέστατον δὲ τὸ μέσον. τοῦτο δέ ἐστιν ὁ θώραξ τε καὶ ὁ περὶ τὴν καρδίαν τόπος. ἀλλὰ καὶ καθόσον οὗτος ἐν μέσῳ ἐστὶ τῶν ὀργάνων τῶν τε δι᾿ ὧν τὴν τροφὴν λαμβάνομεν, καὶ τῶν, δι᾿ ὧν ἀποσκευαζόμεθα τὰ ἀπ᾿ αὐτῆς περιττώματα ἀμφοτέρων ἐχόντων τινὰ δυσχέρειαν, καὶ κατὰ τοῦτο εἴη ἂν ἐν τῷδε. ἔτι καὶ καθόσον ἐν μέσῳ ὢν πρὸς ἄμφω ἂν τὰ μέρη ὁμοίως ἔχοι καὶ ὁμοίως ἂν αὐτοῖς ἀμφοτέροις χορηγοῖ τῆς τροφῆς, καὶ οὐ τοῖς μὲν πλήσιον τοῖς δὲ πόρρω, καὶ κατὰ τοῦτο ἂν εἴη περὶ καρδίαν. καὶ γάρ ἐστιν ὁ μὲν θώραξ τὸ σῶμα τοῦ ζῴου, τὰ δ᾿ ἄλλα ὡς ὄργανα τούτου καὶ τῆς ἐν τούτῳ δυνάμεως τούτῳ προσπέφυκεν. διὸ εὐλόγως ἂν ἐν τούτῳ εἴη ἡ ἀρχὴ ἡ τοῖς ὀργάνοις χρωμένη. ἔτι δὲ καὶ καθόσον τὴν μὲν κοινὴν δύναμιν τοῖς ζῴοις πᾶσιν εὔλογον ἐν τῷ κοινῷ πᾶσιν αὐτοῖς εἶναι σώματι, κοινὴ δὲ δύναμις ἐν αὐτοῖς ἡ θρεπτική, σῶμα δὲ ὁ θώραξ (τὰ ἄλλα γὰρ τούτῳ προσπέφυκεν), καὶ κατὰ τοῦτο ἂν ἡ τοῦ ζῆν ἀρχὴ περὶ τὸν θώρακα πᾶσιν εἴη. οὐκέτι γὰρ οὕτως κοινὰ τὰ ἄλλα. οὔτε γὰρ κεφαλὴ πᾶσιν κοινόν (ἔστι γὰρ ζῷά τινα χωρὶς τούτου τοῦ μέρους), ἀλλ᾿ οὐδὲ χεῖρες, ἢ πτέρυγες, ἢ πόδες. ἀλλ᾿ εἰ καὶ ἡ κατεργασία τῆς τροφῆς διὰ τοῦ θερμοῦ μάλιστα, εὔλογον ἐν τὸ πλεῖστον θερμόν, ἐν τούτῳ καὶ τὴν δύναμιν εἶναι τὴν θρεπτικὴν πρὸς τῷ οἰκείῳ ὀργάνῳ, ὡς ὁ μὲν κυβερνήτης πρὸς τοῖς οἴαξιν, ὁ δὲ χαλκεὺς πρὸς τοῖς χαλκευτικοῖς ὀργάνοις. καὶ ὅτι μὲν ἐν τῷ θώρακι καὶ περὶ καρδίαν ἥ τε θρεπτικὴ καὶ αὐξητική τε καὶ γεννητικὴ ψυχή, ἥν καὶ φυτικὴν καλοῦμεν, ἐκ τούτων καὶ τῶν τοιούτων ἂν δεικνύοιτο. ἀκόλουθον δέ, ἐν ᾧ τοῦτο, ἐν τούτῳ εἶναι καὶ τὴν αἰσθητικήν, ἐν οἷς εἰσιν αἱ δυνάμεις ἀμφότεραι. εἰ γὰρ εἶεν κεχωρισμέναι, οὐκέτ᾿ ἂν τὰ ἔχοντα ἀμφοτέρας τὰς δυνάμεις μίαν ἔχοι ψυχήν, ἀλλὰ πλείους. αὐτὴ γὰρ καθ᾿ αὑτὴν οὖσα ἡ θρεπτικὴ δύναμις ἐν τοῖς φυτοῖς ἔμψυχα αὐτὰ παρεῖχεν. ὥστε ἔσται καὶ ἐν τῷ ζῴῳ ἔμψυχον τὸ μόριον τὸ ταύτην τὴν δύναμιν ἔχον καθ᾿ αὑτό. εἰ δὲ τοῦτό, δῆλον ὅτι καὶ τὸ τὴν αἰσθητικὴν ἔχον πάλιν ἂν ἔμψυχον εἴη καθ᾿ αὑτό. οὕτως δὲ δύναιντ᾿ ἂν αἴδε αἱ δυνάμεις χωρίζεσθαι ἀπ᾿ ἀλλήλων, ὡς εἶναι ἐν τῷ ζῴῳ τὸ μέν τι τρεφόμενον μόνον καὶ διὰ τοῦτο ζῶν, τὸ δὲ αἰσθανόμενον μόνον, οὐκέτι δὲ καὶ τρεφόμενον. ἀλλὰ μὴν ἀδύνατον εἶναι τὴν αἰσθητικὴν χωρὶς τῆς θρεπτικῆς. οὐ γὰρ οἷόν τέ τι αἰσθάνεσθαι μέν, μὴ τρέφεσθαι δέ, ἢ τὴν θρεπτικὴν χωρὶς τῆς αἰσθητικῆς ἐν οἷς εἰσιν ἄμφω. οὗ σημεῖον τὸ φθειρομένης τῆς ἁφῆς μηδὲ ζῆν ἔτι δύνασθαι τὸ ζῷον. καίτοι, εἰ ἦν ἡ θρεπτικὴ κεχωρισμένη, φθαρείσης τῆς αἰσθητικῆς οἷόν τε ἂν ἦν ζῆν ἔτι τὸ ζῷον, ἔχον γε τὴν θρεπτικὴν δύναμιν, ἥτις ἦν τοῦ ζῶν χορηγός. ἔτι δέ, εἰ ἀναγκαῖον τὸ αἰσθητικὸν μὴ διεσπάσθαι, ἀλλ᾿ εἶναι τήνδε τὴν δύναμιν περὶ ταὐτό τι, προδήλως δὲ διὰ τῶν ἀνατομῶν εὑρίσκεται ἀρχὴ οὖσα ἡ καρδία τῆς τε ἁφῆς καὶ τῆς γεύσεως, εἶεν ἂν καὶ αἱ λοιπαὶ περὶ τὴν καρδίαν. καὶ γὰρ αἱ τρεῖς εἰ καὶ μὴ ἐξ εὐθείας πρὸς τὴν καρδίαν συντέτρηνται, ἀλλ᾿ ἔστιν ἡ ὁδὸς αὐταῖς διὰ τῆς κεφαλῆς. διὰ γὰρ τῆσδε |καὶ ταύταις ἡ ἄνοδος ὡς ἐπὶ ἀρχὴν τὴν καρδίαν. τοῦτό τοι καὶ ἐν τοῖς φόβοις καὶ ταῖς ὀργαῖς καὶ ὅλως ἐν τοῖς πάθεσιν τὴν ἀρχὴν ἀπὸ τῆς αἰσθήσεως ἔχει τοῦτο μάλιστα τὸ μόριον. προκινεῖταί τε γὰρ καὶ προπάσχει ὥσπερ ζῷόν τι ὂν ἐν ζῴῳ. ἀλλὰ καὶ εἰ μήτε τῶν ἀναίμων τι μορίων ἐστὶν αἰσθητικόν, ὡς ὀστᾶ, τρίχες, ὄνυχες, μήτε αὐτὸ τὸ αἷμά ἐστι τὸ ταύτην τὴν δύναμιν ἔχον, δῆλον ὡς τὸ πρῶτον ἔναιμον πρῶτον ἂν εἴη καὶ αἰσθητικόν· πρῶτον δὲ ἔναιμον ἡ καρδία. τὸ γὰρ ἐν τῷ ἥπατι ἀκατέργαστον ἔτι καὶ οὐδὲ κυρίως αἷμα. καὶ ὅτι μὲν καὶ ἡ αἰσθητικὴ ὥσπερ καὶ ἡ θρεπτικὴ περὶ τὴν καρδίαν ἐστὶν ἐν τοῖς καρδίαν ἔχουσιν, ἢ περὶ τὸ ἀνάλογον ὂν τούτῳ τῷ μορίῳ ἔν τισιν τῶν ζῴων, ἐκ τούτων γνώριμον ἂν εἴη. ἀλλὰ μὴν ὅπου αἱ αἰσθήσεις τελευτῶσιν, ἐκεῖ καὶ τὴν φανταστικὴν ψυχὴν ἀναγκαῖον εἶναι, εἴ γε ἡ ἐνέργεια αὐτῆς καὶ τὸ ἔργον περὶ τὰ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα, ἃ γίνεται ἐν τῷ μορίῳ, ἐν ᾧ ἡ κοινὴ αἴσθησις. τοῦτο δ᾿ ὂν ἡ καρδία δέδεικται· ἀλλὰ μὴν ἐν ᾧ ἡ φαντασία, ἐν τούτῳ καὶ αἱ συγκαταθέσεις, ἐν ᾧ δὲ αἱ συγκαταθέσεις, ἐν τούτῳ καὶ ὁρμαί τε καὶ ὀρέξεις, αἵτινές εἰσιν ἀρχαὶ τῆς κατὰ τόπον κινήσεως. ὥστε καὶ ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ δύναμις τῆς ψυχῆς εἴη ἂν περὶ καρδίαν. καὶ εὐλόγως· ἐφ᾿ ὃ γὰρ αἱ ἀπὸ τῶν ἔξωθεν κινήσεις τελευτῶσιν ὡς ἐπ᾿ ἀρχήν, ἀπὸ τούτου εὔλογον γίνεσθαι καὶ τὴν ἀρχὴν τῆς ἐπὶ τὰ ἔξω κινήσεως. οὕτως γὰρ ὁρῶμεν καὶ ἐν τοῖς στρατοπέδοις γινόμενον. ἐφ᾿ ὃν γὰρ αἱ τῶν ἔξωθεν προσαγγελίαι γίνονται, οὗτος δέ ἐστιν ὁ στρατηγός, ἀπὸ τούτου καὶ αἱ πρὸς τὰ ἔξω κινήσεις τὴν ἀρχὴν λαμβάνουσιν. διὸ καὶ τὰ πρὸς τὴν κίνησιν ὄργανα ἀπὸ τῆς καρδίας τὴν ἀρχὴν ἔχει. ἀλλὰ καὶ τῆς κινήσεως τῆς ἐξ αὐτῶν τοῖς μέρεσιν πᾶσιν ὁρᾶν ἔστι τὸν περὶ τὴν καρδίαν τόπον ἀρχὴν οὖσαν. ἐφ᾿ ὃ γὰρ μόριον παύεται τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ μέρη κινούμενα, ἐντεῦθεν αὐτοῖς ἡ τῆς κινήσεως ἀρχή, ὡς ἐν τοῖς περὶ ζῴων κινήσεως δέδεικται. ὁ δ᾿ αὐτὸς λόγος καὶ ἐπὶ τῶν κατὰ τὸ ἄνω τε καὶ κάτω μερῶν διῃρημένων. πᾶσιν γὰρ τούτοις ἀρχή τε καὶ πέρας ὁ μέσος τε καὶ περὶ τὴν καρδίαν τόπος ἢ τὸ ταύτῃ ἀνάλογον. ὥστε καὶ ἐκ τούτου δεικνύοιτο ἂν οὖσα ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ δύναμις περὶ καρδίαν. καὶ εἰκότως ἄρα ἡ καρδία ἔχουσα καὶ τὴν αἰσθητικὴν δύναμιν ἐν ἑαυτῇ καὶ τὴν κινητικὴν πῇ μὲν ὁμοιομερής ἐστι (τοιοῦτον γὰρ τὸ αἰσθητήριον), πῇ δὲ ἀνομοιομερής, τοιοῦτον γὰρ πᾶν πρακτικὸν μόριον, ὡς χείρ, πούς. ἔστι γὰρ ὁμοιομερὴς μὲν κατὰ τὸ σῶμα, ἀνομοιομερὴς δὲ κατὰ τὸ σχῆμα. ἡ μὲν γὰρ σὰρξ οὐ κατὰ σχῆμα σάρξ, ἡ δὲ καρδία κατὰ τὸ σχῆμα τοιαύτη, ὥσπερ καὶ ἡ χείρ. μάθοι δ᾿ ἄν τις, ὅτι τὸ τῆς ψυχῆς. ἡγεμονικὸν περὶ καρδίαν, καὶ ἀπὸ τῆς αὐτοῦ τοῦ σπλάγχνου κατασκευῆς, ἣν ἔχει παρὰ τῆς φύσεως τῆς μηδὲν ποιούσης μάτην. ἐν ἀσφαλεστάτῳ τε γὰρ κεῖται τοῦ σώματος (πλείστοις γὰρ καὶ ἰσχυροτάτοις ὀστοῖς καὶ σαρξὶν περιέχεται) ἰσχυροτάτῳ τε χιτῶνι περιείληπται τῷ καλουμένῳ περικαρδίῳ, ὃς οὐδ᾿ ὑπὸ σιδήρου διαιρεῖται ῥᾳδίως, αὐτῆς τε τὸ σῶμα μεταξύ πώς ἐστι νεύρου τε καὶ σαρκός, πρὸς τῇ διὰ τὴν ἐκ τοιούτων σωμάτων σύνθεσιν στερεότητι ἐπιτηδείως ἔχουσα πρός τε τὰς αἰσθητικὰς ἀντιλήψεις (τοιοῦτον γὰρ ἡ σὰρξ) καὶ πρὸς τὴν ἀρχὴν τῆς κινήσεως (τοιαῦτα γὰρ τὰ νεῦρα). ἔχει δὲ καὶ πρὸς μὲν τὸν τῆς θερμότητος ἀναγκαῖον πλεονασμὸν ἐπίκουρον τὸ ἀναπνεόμενον πνεῦμα, ὑφ᾿ οὗ διὰ τὴν συνέχειαν ὑπὸ τῆς ἀπ᾿ αὐτοῦ γινομένης ἐμψύξεως εἰς τὸ σύμμετρον ἄγεται, πρὸς δὲ τὰς πηδήσεις τὰς ἀπὸ τῶν φαντασιῶν ἐγγινομένας αὐτῇ ὁ πλεύμων περικείμενος, ἀραιός τε καὶ εἰκτικὸς ὤν, βοηθεῖ πρὸς τὸ μηδεμιᾷ περιπίπτειν βλάβῃ. εἰκότως δὲ ὑπὸ τοσούτων βοηθεῖται· τῷ γὰρ ἔχειν τὰς κυρίας ἀρχὰς ἐν αὑτῇ καὶ τὸ τυχὸν παθοῦσα ἀπωλείας αἰτία τῷ ἔχοντι αὐτὴν ζῴῳ γίνεται. ἡ γὰρ λεγομένη καρδιακὴ νόσος, ἣν νόσον σώζεταί τινα νοσήσαντα, οὐ καρδίας, ἀλλὰ στομάχου πάθος ἐστίν. ὅτι δὲ καὶ τὸ λογιστικὸν μόριον τῆς ψυχῆς, ὃ καὶ ἰδίως ἡγεμονικὸν καλεῖται, ἐν τῇ καρδίᾳ καὶ αὐτό, δεικνύοιτο ἂν τῷ εἶναι μὲν τοῦ λογιστικοῦ τὸ μὲν πρακτικόν, οὗ ἁμῃγέπῃ, καὶ τῶν ἀλόγων ζῴων κοινωνεῖ τινα, τὸ δὲ θεωρητικόν, ὃ ἴδιον ἀνθρώπου. ὧν τὸ μὲν πρακτικόν, ὃ καὶ βουλευτικόν τε καὶ λογιστικὸν καλοῦμεν, ἀκόλουθον εἶναι, ἔνθα τὸ ὀρεκτικόν τε καὶ κατὰ τόπον κινητικόν. ἔνθα γὰρ τὸ ὀρεκτικόν, ἐκεῖ καὶ τὸ βουλητικόν. ὄρεξις γάρ τις ἡ βούλησις. ὅπου δὲ τὸ βουλητικόν, ἐκεῖ καὶ τὸ βουλευτικόν τε καὶ τὸ λογιστικόν. ἡ γὰρ βούλησις ὄρεξις βουλευτική τε καὶ λογιστική. ἀλλὰ καὶ ὅπου τὸ αἰσθητικόν, ἐκεῖ καὶ τὸ συγκαταθετικόν. ὅπου δὲ τοῦτο, ἐκεῖ καὶ ᾧ ὑπολαμβάνομεν καὶ ᾧ δοξάζομεν καὶ διανοούμεθά τε καὶ ἐπιστάμεθα. πάντα γὰρ ταῦτα μετὰ συγκαταθέσεως. ἀλλὰ μὴν ἐπιστάμεθα, ἐν τούτῳ καὶ ὁ θεωρητικὸς νοῦς. καθόλου δέ, εἰ μὲν ἐδύνατο ἡ λογικὴ δύναμις αὐτὴ καθ᾿ αὑτὴν εἶναι χωρὶς τῶν πρὸ ταύτης εἰρημένων θρεπτικοῦ αἰσθητικοῦ φανταστικοῦ ὁρμητικοῦ, ἐνεδέχετο μὲν ἂν καὶ ἐν ἡμῖν εἶναι κεχωρισμένην κατὰ τὸ ὑποκείμενον τήνδε τὴν δύναμιν τῶν πρὸ αὐτῆς. οὐ μὴν ἀλλ᾿ ἀναγκαῖον ἂν ἦν πλείους λέγειν ψυχὰς ἡμᾶς ἔχειν, καὶ εἶναι ἕκαστον τῶν ἀνθρώπων ζῷα πλείω. εἰ δ᾿ ἀδύνατον τοῦτο (ἀναγκαῖον γὰρ τὸν τὴν ἐσχάτην τῆς ψυχῆς δύναμιν ἔχοντα καὶ τὰς πρὸ ταύτης ἔχειν· τελειότης μὲν γὰρ τῆς ψυχῆς ἥδε ἡ δύναμις, ἡ δὲ τελειότης ἐπ᾿ ἐκείνῳ καὶ σὺν ἐκείνῳ ἐστίν, οὗ ἐστι τελειότης), ἀνάγκη καὶ τὴν λογιστικὴν ψυχὴν εἶναι περὶ καρδίαν. ἔτι εὔλογον μὲν μήτε τὸ πρακτικὸν τῆς ψυχῆς διεσπάσθαι, ὡς εἶναι ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ, ἀλλ᾿ ἐν τῷ αὐτῷ πᾶν αὐτὸ εἶναι, μήτε πάλιν τὸ κριτικόν, ἀλλ᾿ εἶναι καὶ τοῦτο πᾶν ἐν τῷ αὐτῷ, εἰς δύο δὲ ταῦτα ἀνάγονται αἱ δυνάμεις τῆς ψυχῆς, τό τε πρακτικὸν καὶ τὸ κριτικόν. ⟨ἔτι⟩ εἰ ἔστιν, ἐν ᾧ τὸ θρεπτικόν, ἐν τούτῳ καὶ τὸ αἰσθητικόν, ἀνάγκη ἐν τῷ αὐτῷ κατ᾿ ἀριθμὸν εἶναι πᾶσαν τὴν ψυχήν. τὸ μὲν γὰρ θρεπτικὸν ἀρχὴ τῆς πρακτικῆς ψυχῆς (ταύτης γὰρ τοῦτό τε καὶ τὸ ὁρμητικόν καὶ τὸ ὀρεκτικόν), τὸ δέ γε αἰσθητικὸν πάλιν ἀρχὴ τῆς κριτικῆς. τοῦ γὰρ κριτικοῦ καὶ τὸ φανταστικόν, ἔτι δὲ τὸ βουλευτικόν τε καὶ θεωρητικόν. ἀλλὰ μὴν περὶ τὴν καρδίαν ἄμφω ἐκεῖνα ὄντα ἐδείχθη. περὶ ταύτην ἄρα καὶ αἱ λοιπαὶ τῆς ψυχῆς δυνάμεις. περὶ καρδίαν ἄρα τὸ τῆς ψυχῆς τῆς ἐν τοῖς ζῴοις τὸ ἡγεμονικόν. ἔστι δὲ ἐν ἑκατέρᾳ δυνάμει, τῇ τε κριτικῇ καὶ τῇ πρακτικῇ, τὸ μὲν ὑπηρετικόν, τὸ δὲ ἡγεμονικόν. αἵ τε γὰρ κρίσεις ὑπηρεσίας ὀργανικῆς δέονται (τοιαῦτα γὰρ τὰ αἰσθητήρια), αἵ τε πράξεις καὶ αὐταὶ δι᾿ ὀργάνων ἐπιτελοῦνται. χεῖρες γὰρ καὶ πόδες πρὸς τὰς πράξεις ὄργανα φανερώτατα. τὰ δὲ λεγόμενα πρὸς δεῖξιν τοῦ τὸ ἡγεμονικὸν περὶ κεφαλήν τε καὶ ἐγκέφαλον εἶναι τὰ μέν ἐστι κενά, ὅσα δὲ ἔχεταί τινος πιθανότητος, τούτοις ἡ συμπάθεια τῶν ἐν τῷ τοῦ ζῴου σώματι μορίων αἰτία τῆς πλάνης. πάντα γὰρ τὰ μόρια ἀλλήλοις ἐστὶν ἐν τῷ σώματι συμπαθῆ, εἴπερ πᾶν ὄργανον καλῶς ἡρμοσμένον. διὰ γὰρ τὴν τοιαύτην συμπάθειαν ψηλαφωμένων τέ τινων περὶ τὸν ἐγκέφαλον γίνεταί τινα περὶ τὸν ἄνθρωπον πάθη καὶ νοσούντων μὲν τῶν περὶ τὴν κεφαλὴν παραφροσύναι γίνονται, θεραπευομένων δὲ ἀποκαταστάσεις, ὥσπερ καὶ ἄλλων μορίων θεραπευομένων ἄλλα ὑγιάζεται οὐδὲν ἐκείνοις ἐοικότα. ἀλλ᾿ οὐδὲ αἱ τῶν μορίων ἀφαιρέσεις, ἃς ἐπί τινων ζῴων ποιοῦνται, δεικτικαὶ τοῦ προκειμένου. κοιναὶ γάρ εἰσιν πρὸς ἀμφότερα. ὡς γὰρ καρδίας ἐξαιρεθείσης ἔνια ζῷα διαμένει ζῶντα πλείω χρόνον, ὡς χελώνη καὶ χαμαιλέων, οὕτως καὶ κεφαλῆς ἀφαιρεθείσης τινῶν ζῴων ἐπὶ πολὺ τὸ λοιπὸν σῶμα ζῇ. πολλάκις δὲ καὶ ἑκάτερον αὐτῶν μένει τὰς οἰκείας ἐνεργείας ἐνεργοῦν. τὸ μὲν οὖν ἡγεμονικὸν τῆς ψυχῆς, ὡς δέδεικται, περὶ τὴν καρδίαν καθίδρυται, τὸ δὲ ὑπηρετικὸν καὶ εἰς τὰ ἄλλα τοῦ σώματος μέρη διατείνει. τό τε γὰρ αἰσθητικὸν εἰς πᾶσαν τὴν σάρκα, ἀλλὰ καὶ τὸ τῆς κινήσεως διακονικὸν εἴς τε νεῦρα καὶ τοὺς μῦς, δι᾿ ὧν ὅλως τῶν μορίων ἡ κίνησίς τε καὶ μετάβασις τοῖς ζῴοις, γίνεται.