Ancient Greek
Section 16
Alexander of Aphrodisias, De fato 16.1
Not analysed yet
Ἀλλ’ ὅτι μὲν οὔτε σώζουσι τὸ ἐφ’ ἡμῖν οἱ λέγοντες πάντα καθ’ εἱμαρμένην γίνεσθαι (οὐ γὰρ περὶ οὖ ζητοῦμεν, εἰ σώζεται κατ’ αὐτούς, τοῦτο σώζεται, οἵ γε καὶ αἰτίαν ἀποδιδόναι πειρῶνται τοῦ μηδὲ τὴν ἀρχὴν δυνατὸν εἶναι τὸ πρᾶγμα), οὐδὲ ἣν ἀποδιδόασιν αἰτίαν ἐπ’ ἀναιρέσει τῆς τοιαύτης ἐξουσίας, ἀληθής, μὴ ἔχουσά τι εὔλογον, ἐκ τῶν εἰρημένων γνώριμον. ἀλλὰ μὴν τοῖς ἀναιροῦσιν τὸ εἶναί τι οὕτως ἐφ’ ἡμῖν ἕπεται τὸ συγχεῖν τε καὶ ἀνατρέπειν, ὅσον ἐπ’ αὐτοῖς, τὸν τῶν ἀνθρώπων βίον. εἰ γάρ, ἐχόντων μὲν οὕτως τῶν πραγμάτων ὡς ἔχει (οὐδὲ γὰρ αὐτῶν τινα πεῖσαι δυνατὸν μὴ πράττειν, ἃ πράττουσιν ὡς ἔχοντες τοῦ καὶ πράττειν αὐτὰ καὶ μὴ πράττειν τὴν ἐξουσίαν, μή τι γε τῶν ἄλλων τινά· τοσαύτην ἰσχὺν ἔχει τἀληθὲς καὶ τὴν παρὰ τῶν γινομένων μαρτυρίαν ἐναργῆ), εἰ δὴ τούτων οὕτως ἐχόντων ἰσχὺν αὐτῶν ἡ δόξα τοσαύτην λάβοι, ὡς πάντας ἀνθρώπους πιστεῦσαι, ὅτι ἡμεῖς μὲν οὐδενὸς κύριοι, ἑπόμεθα δὲ τοῖς περιεστῶσιν ἀεί, τούτοις ἐνδιδόντες τε καὶ συγκατατιθέμενοι, καὶ πράττομέν τε ἃ πράττομεν τῷ πάντως ὀφείλειν ταῦτα πράττειν (μὴ γὰρ εἶναι δυνατὸν ἡμῖν ὄντων τῶν περιεστώτων τοιούτων ἄλλο τι ποιεῖν), οὐ πράττομέν τε πάλιν ὁμοίως διὰ τὸ μὴ δύνασθαι ἀντιβαίνειν τοῖς περιεστῶσιν οὖσιν τοιούτοις, τί ἄλλο ἢ συμβήσεται, πάντας ἀνθρώπους διὰ τὴν τοιάνδε πίστιν τὰ μὲν ὅσα μετὰ πόνου τινὸς καὶ φροντίδος γίνεται, τούτοις μὲν χαίρειν λέγειν, αἱρεῖσθαι δὲ τὰς μετὰ ῥαστώνης ἡδονάς; ὡς, πάντως ἐσομένων τῶν ὀφειλόντων γενέσθαι, μηδὲν αὐτοὶ περὶ αὐτῶν ὦσιν καλόν. οὕτως δ’ αὐτῶν διακειμένων καὶ τῶν πραττομένων ἀκολουθούντων ταῖς αἱρέσεσιν αὐτῶν (οὐ γὰρ δὴ διὰ τὴν περὶ αὐτῶν ἐψευσμένην πίστιν ἄλλως πως ἕξει τὰ πράγματα, ἢ ὡς ἔχει) ἄλλο τι ἢ τῶν μὲν καλῶν παρὰ πάντων ὀλιγωρία τις ἔσται (πάντων γὰρ ἡ κτῆσίς τε καὶ παρουσία τῶν τοιούτων μετὰ καμάτου περιγίνεται), τῶν δὲ κακῶν αἵρεσις ἅτε γινομένων μετὰ ῥαστώνης τε καὶ ἡδονῆς; πρὸς οὓς τίς ἂν ὁ παρὰ τούτων εἴη λόγος, ὧν πεισθέντες τοῖς δόγμασιν ἦλθον ἐπὶ ταῦτα; λέγοιεν ἂν γὰρ δικαίως πρὸς αὐτούς, εἰ αἰτιῷντο αὐτούς, ὅτι μὴ οἷόν τε ἦν αὐτοῖς τῶν περιεστώτων ὄντων τοιούτων ἀλλοῖόν τι πράττειν. οἷς πῶς ἐπιτιμήσουσιν εὐλόγως οἱ διὰ τῶν δογμάτων τούτων αὐτοῖς διδάσκαλοι γεγονότες; μᾶλλον δὲ οὔτε ἐπιτιμήσεις οὔτε κολάσεις οὔτε προτροπὴ οὔτε τιμὴ οὔτ’ ἄλλο τι τῶν τοιούτων τὴν οἰκείαν σώσει κατ’ αὐτοὺς φύσιν, ἀλλ’ ἔσται καὶ τούτων ἕκαστον γινόμενον κατηναγκασμένως, ὥσπερ κἀκεῖνα, ἐφ’ οἷς ταῦτα γίνεται. πῶς γὰρ ἂν ἔτι Ἀλέξανδρος ὁ Πριάμου ἐν αἰτίᾳ εἴη ὡς διαμαρτών περὶ τὴν τῆς Ἑλένης ἁρπαγήν; πῶς δ’ ἂν Ἀγαμέμνων εὐλόγως αὐτοῦ καταψηφίζοιτο λέγων οὐδ’ αὐτὸς ἀναίνομαι’’; εἰ μὲν γὰρ εἶχεν ἐξουσίαν ὑπεριδεῖν ἢ Ἀλέξανδρος τῶν τότε περιεστώτων αὐτὸν καὶ παρακαλούντων ἐπὶ τὴν ἁρπαγήν ἢ Ἀγαμέμνων, ἐφ’ οἷς ὡς ἂν ἁμαρτήσας αὑτοῦ κατατρέχει, εὐλόγως ἂν ἦσαν ἐν αἰτίᾳ. εἰ δ’ ἦν πάλαι καὶ πρόπαλαι καὶ πρὸ τοῦ τὴν ἀρχήν τινα αὐτῶν γενέσθαι ἀληθὲς περὶ ἑκάστου προλεγόμενον τούτων ἕκαστον, ἐφ’ οἷς ποιήσας εὐθύνεται, πῶς ἂν ἔτ’ αὐτῶν τῶν γενομένων τὴν αἰτίαν ἔχοιεν; πῶς δέ τις ἐξηγήσεται καὶ τὸ ἐφ’ ἡμῖν εἶναι τάς τε ἀρετὰς καὶ τὰς κακίας; εἰ γὰρ οὕτως ἔτι δι’ ἡμῶν, πῶς ἔτ’ ἂν εὐλόγως οἱ μὲν εἶεν ἐν ἐπαίνοις, οἱ δὲ ἐν ψόγοις; οὐδὲν γὰρ ἄλλ’ ἢ συνηγορίαν τοῖς κακοῖς τὸ δόγμα τοῦτο προξενεῖ. ὁρῶμεν γοῦν τῶν μὲν ἀγαθῶν τε καὶ καλῶν πράξεων οὐδένα τὴν εἱμαρμένην οὐδὲ τὴν ἀνάγκην αἰτιώμενον, τοὺς δὲ κακοὺς δι’ ἐκείνην τοιούτους εἶναι λέγοντας. ὃ πιστεύσαντες καὶ τοὺς φιλοσόφους λέγειν πῶς οὐ μετὰ παρρησίας αὐτοί γε ἐπὶ ταῦτα ἐλεύσονται τούς τε ἄλλους προτρέψουσιν;