# De fato 2

Alexander of Aphrodisias, De fato, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-fato/2

Τὸ μὲν οὖν εἶναί τι τὴν εἱμαρμένην καὶ αἰτίαν εἶναι τοῦ γίνεσθαί τινα κατ’ αὐτὴν ἱκανῶς ἡ τῶν ἀνθρώπων συνίστησιν πρόληψις (οὐ γὰρ κενὸν οὐδ’ ἄστοχον τἀληθοῦς ἡ κοινὴ τῶν ἀνθρώπων φύσις, καθ’ ἣν περί τινων ὁμοδοξοῦσιν ἀλλήλοις, ὅσοι γε αὐτῶν μὴ διά τινας προκαταβεβλημένας δόξας ὑφ’ αὑτῶν διὰ τὸ σώζειν βούλεσθαι τὴν πρὸς αὐτὰς ἀκολουθίαν ἄλλως ἀναγκάζονται λέγειν· δι’ ἣν αἰτίαν οὐδὲ Ἀναξαγόρας ὁ Kλαζομένιος, καίτοι τἄλλα ὢν ἐν τοῖς τὴν φυσικὴν φιλοσοφίαν φιλοσοφήσασιν οὐκ ἀπερριμμένος, οὐκ ἀξιόπιστος ἀντιμαρτυρῶν τῇ κοινῇ τῶν ἀνθρώπων πίστει περὶ εἱμαρμένης· λέγει γὰρ οὗτός γε μηδὲν τῶν γινομένων γίνεσθαι καθ’ εἱμαρμένην, ἀλλ’ εἶναι κενὸν τοῦτο τοὔνομα), τί δέ ποτ’ ἐστὶν ἡ εἱμαρμένη καὶ ἐν τίσιν, οὐκέθ’ ἡ τῶν ἀνθρώπων κοινὴ πρόληψις ἱκανὴ τοῦτο μηνῦσαι. οὔτε γὰρ ἀλλήλοις ἅπαντες, ἀλλ’ οὐδὲ αὐτὸς αὑτῷ τις περὶ αὐτῆς αἰεὶ τὰ αὐτὰ δοξάζει. πρὸς γὰρ τοὺς καιρούς τε καὶ τὰς περιεστώσας τύχας καὶ τὴν περὶ τῆς εἱμαρμένης δόξαν μεταφέρουσιν. ὅσοι μὲν γὰρ αὐτῶν πάντα καθ’ εἱμαρμένην γίνεσθαι λέγουσιν, τὴν εἱμαρμένην ὑπολαμβάνουσιν ἀπαράβατόν τινα αἰτίαν εἶναι καὶ ἀναπόδραστον, εἰσὶ δ’ οἷς οὐ πάντα τὰ γινόμενα γίνεσθαι δοκεῖ καθ’ εἱμαρμένην, ἀλλ’ εἶναί τινας ὑπολαμβάνουσιν τῶν γινομένων καὶ ἄλλας αἰτίας· ἀλλ’ οὐδὲ τὴν εἱμαρμένην αὐτὴν τὸ πάγιόν τε καὶ ἀπαράβατον ἔχειν τίθενται, ἀλλὰ γίνεσθαί τινα καὶ τῶν καθ’ εἱμαρμένην γίνεσθαι πεφυκότων οὐ κατ’ αὐτήν, ἀλλὰ παρὰ μοῖραν, ὡς οἱ ποιηταί φασιν, καὶ παρὰ τὴν εἱμαρμένην. ἔστι δ’ οἷς ποτὲ πάντα γίνεσθαι τὰ γινόμενα δοκεῖ καθ’ εἱμαρμένην καὶ μάλιστ’ ἂν αὐτοῖς τὰ τῆς τύχης ἀντι- πίπτῃ, κατορθοῦντες δὲ ἐν τοῖς προκειμένοις αὑτοὺς αἰτίους εἶναι τῶν κατορθωμάτων ὑπολαμβάνουσιν, ὡς οὐκ ἂν ἀπαντησάντων τῶν ἀπηντηκότων, εἰ μὴ αὐτοὶ τάδε μᾶλλον ἔπραξαν ἀντὶ τῶνδε, ὡς ἔχοντες καὶ τοῦ μὴ πράττειν αὐτὰ τὴν ἐξουσίαν. δι’ ἣν διαφωνίαν ἀναγκαία τοῖς φιλοσοφοῦσιν ἡ ζήτησις ἡ περὶ τῆς εἱμαρμένης, οὐκ εἰ ἔστιν, ἀλλὰ τί ποτ’ ἐστὶν καὶ ἐν τίσιν τῶν γινομένων τε καὶ ὄντων ἐστὶν ἡ τοιαύτη φύσις.

---

Alexander of Aphrodisias, De fato, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg014.local001/.
