# De fato 29

Alexander of Aphrodisias, De fato, Section 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-fato/29

ἐδείξαμεν δὲ ὅτι οὕτως ἐπ’ αὐτῷ τῷ φρονίμῳ τὸ εἶναι τοιούτῳ, ὅτι τῆς τοιαύτης ἕξεως καὶ τῆς κτήσεως αὐτῆς αὐτὸς αἴτιος τῷ καὶ τοῦ μὴ γενέσθαι τοιοῦτος ἔχειν πρότερον τὴν ἐξουσίαν. τὴν μὲν οὖν ἕξιν μηκέτ’ ἔχει ὡς ἐπ’ αὐτῷ (ὥσπερ οὐδὲ τῷ αὐτὸν ἀπὸ ὕψους ἀφέντι τὸ στῆναι καίτοι τοῦ ῥῖψαί τε καὶ μὴ τὴν ἐξουσίαν ἔχοντι), ἐπ’ αὐτῷ δὲ τῶν ἐνεργειῶν ὧν τὴν ἕξιν ἔχων ἐνεργεῖ καὶ μὴ ποιῆσαί τινα. καὶ γὰρ εἰ ὅτι μάλιστα εὔλογον τὸ τὸν φρόνιμον τὰς κατὰ τὸν λόγον καὶ τὴν φρόνησιν ἐνεργείας ἐνεργεῖν, πρῶτον μὲν οὐχ ὡρισμένως αἵδε τινὲς τοιαῦται ἢ μέχρι τοῦδε ἐνεργούμεναι. ἀλλ’ ἔστιν ἐν πλάτει τινὶ πάντα τὰ γινόμενα τοῦτον τὸν τρόπον, καὶ τὸ παρὰ μικρὸν ἐν τούτοις οὐκ ἀναιρεῖ τὸ προκείμενον· ἔπειτα δὲ οὐ κατηναγκασμένως ὁ φρόνιμος ὧν αἱρεῖταί τι πράττει, ἀλλ’ ὡς καὶ τοῦ μὴ πρᾶξαί τι τούτων αὐτὸς ὢν κύριος. εὔλογον γὰρ ἂν δόξαι ποτὲ τῷ φρονίμῳ καὶ ὑπὲρ τοῦ δεῖξαι τὸ τῶν ἐνεργειῶν ἐλεύ |θερον καὶ μὴ ποιῆσαί ποτε τὸ γινόμενον ἂν εὐλόγως ὑπ’ αὐτοῦ, εἰ προείποι τις αὐτῷ μάντις ἐξ ἀνάγκης αὐτὸν τοῦτο πράξειν. τοῦτό τοι καὶ αἳ μάντεις εἶναι λέγουσίν γε ὑφορώμενοι φεύγοντες τοὺς παρὰ πόδας ἐλέγχους οὐδὲν τοιοῦτο προλέγουσιν τοῖς ἐλέγξαι δυναμένοις, ἀλλ’ ὥσπερ τὸ τοὺς χρόνους ὁρίζειν τῶν προλεγομένων ὑπ’ αὐτῶν ὡς ἐσομένων ὡς εὐέλεγκτον φυλάσσονται, οὕτω φεύγουσιν καὶ τὸ λέγειν τι καὶ μαντεύεσθαι τοῖς δυναμένοις παραχρῆμα τὸ ἀντικείμενον ποιῆσαι τοῦ μαντεύματος.

---

Alexander of Aphrodisias, De fato, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg014.local001/.
