Ancient Greek
Section 34
Alexander of Aphrodisias, De fato 34.1
Not analysed yet
πῶς δ’ οὐκ ἀγνοούντων τὰ ὑφ’ αὑτῶν γινόμενα τὸ τῇ ἀληθείᾳ τῶν γινομένων, ἣν ἀναιροῦσιν διὰ τοῦ δόγματος, αὐτῇ κεχρῆσθαι πρὸς κατασκευὴν τοῦ ἀναιροῦντος αὐτὴν δόγματος; λαβόντες γὰρ τὸ ἕκαστον τῶν συνεστώτων φύσει καθ’ εἱμαρμένην εἶναι τοιοῦτον, ὁποῖόν ἐστι, ὡς ταὐτοῦ ὄντος τοῦ τε φύσει καὶ τοῦ καθ’ εἱμαρμένην, προστιθέασιν τὸ οὐκοῦν κατὰ τὴν εἱμαρμένην καὶ αἰσθήσεται τὰ ζῷα καὶ ὁρμήσει, καὶ τὰ μὲν τῶν ζῴων ἐνεργήσει μόνον τὰ δὲ πράξει τὰ λογικά, καὶ τὰ μὲν ἁμαρτήσεται τὰ δὲ κατορθώσει. ταῦτα γὰρ τούτοις κατὰ φύσιν μέν, ὄντων δὲ καὶ ἁμαρτημάτων καὶ κατορθωμάτων καὶ τῶν τοιούτων φύσεων καὶ ποιοτήτων μὴ ἀγνοουμένων, καὶ ἔπαινοι καὶ ψόγοι καὶ κολάσεις καὶ τιμαί. ταῦτα γὰρ οὕτως ἔχει ἀκολουθίας τε καὶ τάξεως’. οὐ μὴν ἀκολουθεῖ ταῦτα ἔτι τοῦτον γίνεσθαι τὸν τρόπον τοῖς τὴν φύσιν τε καὶ τὰ γινόμενα κατὰ φύσιν εἰς τὴν εἱμαρμένην τε καὶ τὴν ἀνάγκην μεταφέρουσιν. κατὰ φύσιν μὲν γὰρ τοῖς πρακτικοῖς τε καὶ λογικοῖς ζῴοις τὸ καὶ ἁμαρτάνειν καὶ κατορθοῦν δύνασθαι τῷ μηδέτερον αὐτῶν ποιεῖν κατηναγκασμένως, καὶ τοῦτ’ ἀληθές ἐστι καὶ τοῦτον ἔχει τὸν τρόπον. οὐ μὴν τοῖς πάντα ἃ ποιοῦμεν ἐξ ἀνάγκης ἡμᾶς ποιεῖν λέγουσιν ἕπεται τοὺς μὲν κατορθοῦν τῶν λογικῶς ἐνεργούντων, τοὺς δ’ ἁμαρτάνειν. ἐξ ἀνάγκης δὲ πάντα ποιοῦμεν καθ’ σὓς ἀδύνατον μὲν τῶνδέ τινων περιεστώτων μὴ πράσσειν ἡμᾶς, τὰ δ’ ἐξ ἀνάγκης ἡμᾶς ἀεὶ περιστήσεται ταῦτα δι’ ἃ πράσσομεν. οὐ γὰρ τὸν ὁπωσοῦν χαρίεν ποιοῦντα καθορθοῦν τις λέγει, ἀλλ’ οὐδ’ ἁμαρτάνειν τὸν ὁπωσοῦν φαῦλόν τι πράττοντα, ἀλλ’ εἰ ὁπωσοῦν ἐν ἐξουσίᾳ τις ὢν τῶν χειρόνων αἱρεῖται καὶ πράσσει τὰ βελτίω τοῦτον λέγομεν κατορθοῦν. τὸν γοῦν τὰ αὐτὰ ταῦτα ἀπὸ τύχης ποιήσαντα οὐκέτι λέγομεν κατορθοῦν ὡς τοῦ κατορθοῦν τὴν κρίσιν οὐκ ἀπὸ τῶν πραττομένων ἔχοντος μόνον, ἀλλὰ πολὺ πρότερον ἀπὸ τῆς ἕξεώς τε καὶ δυνάμεως ἀφ’ ἧς πράσσεται. καὶ ὁ αὐτὸς λόγος ἐπὶ τῶν ἁμαρτημάτων. ὧν δὲ ἡ ἐξουσία τοῦ πράττειν ἄλλα τινὰ παρ’ ἃ πράττουσιν ὑπὸ τῶν περιεστώτων ἀφῄρηται, οὐδὲν αὐτοὶ συντελοῦσιν εἰς τὸ αὐτοῖς περιεστάναι δι’ ἃ πράττουσιν. πῶς ἂν ἔτι τούτους τις ἢ ἁμαρτάνειν ἢ κατορθοῦν λέγοι; οὔτε γὰρ τῆς τοιαύτης ἕξεως, ἀφ’ ἧς τῶνδέ τινων περιεστώτων περὶ τὸ τάδε τινὰ πράττειν ὁρμὴ γίνεται, αὐτός ἐστιν ἐν ἐξουσίᾳ οὔτε τοῦ τὰ περιεστῶτα τοιαῦτα εἶναι. διὰ τοῦτο γὰρ τῶν ἀλόγων ζῴων οὐδὲν τούτων κατηγορεῖται. ἀγόμενος δὴ ἐπὶ τὸ πράττειν ὑπό τε ἕξεως καὶ περιστάσεών τινων μηδενὸς κύριος αὐτὸς τοῦ μὴ τοῦτον ἔχειν τὸν τρόπον, οὐδ’ ἂν ἁμαρτάνειν ἔτι ἢ κατορθοῦν ἐπὶ τοῖς οὕτως πραττομένοις λέγοιτο. ἐπεὶ δὲ οἵ τε ἔπαινοι καὶ ψόγοι, κολάσεις τε καὶ τιμαὶ ἐπὶ τοῖς ἁμαρτήμασίν τε καὶ κατορθώμασιν, ὡς καὶ αὐτοὶ λέγουσιν, δῆλον ὡς ἀναιρουμένων τούτων ἀναιροῖτ’ ἂν κἀκείνων ἕκαστον. τὸ δὲ κατορθοῦν ἐπὶ τῶν θεῶν οὐ κυρίως ἂν λέγοιτο, ἀλλ’ ὡς ἴσον τῷ τὰ ἀγαθὰ ποιεῖν, εἴ γε ἐν οἷς μὲν τὸ κατορθοῦν, ἐν τούτοις καὶ τὸ ἁμαρτάνειν, ἀνεπίδεκτον δὲ ἁμαρτημάτων τὸ θεῖον. διὰ τοῦτο γὰρ οὐδὲ ἐπαινοῦμεν τοὺς θεούς, ὅτι κρείττους εἰσὶν ἢ κατ’ ἐπαίνους καὶ τὰ ἐφ’ οἷς οἱ ἔπαινοι κατορθώματα.