# De fato 36.1

Alexander of Aphrodisias, De fato, Section 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-fato/36.1

ἀλλὰ ταῦτά γε εἰ μὲν ὑπό τινων αἰτίων περιεστώτων αὐτοῖς οὕτως ἀναγκάζονται λέγειν, συγγινώσκειν αὐτοῖς ἄξιον, καὶ οὐδὲν δεῖ οὔθ’ ἡμᾶς περὶ τῶν ὑπ’ ἐκείνων κατ’ ἀνάγκην λεγομένων πολυπραγμονεῖν οὔτε ἐκείνους περὶ τῶν οὐχ ὁμοίως αὐτοῖς λεγόντων (ἑκάστοις γὰρ τῶν λεγομένων τε καὶ δοξαζομένων αἰτία ἡ τῶν περιεστώτων δύναμις), καὶ οὐδὲν δεῖ τοὺς λέγοντας αἰτιᾶσθαι οὐδὲν εἰς τὸ οὕτως λέγειν συντελοῦντας, εἴ γε μήτε τῶν περιεστώτων μήτε τῆς ἕξεως, καθ’ ἣν ὑπὸ τῶν περιεστώτων οὕτως αὐτοῖς κινεῖσθαι συμβέβηκεν, τὴν αἰτίαν ἔχουσιν ἐν αὐτοῖς. εἰ δὲ ἐξουσίαν ἔχομεν καὶ χεῖρόν τι καὶ βέλτιον εἰπεῖν, τίς οὐκ ἂν αὐτῶν θαυμάσαι τὴν σύνθεσιν τοῦ λόγου ὡς ἀπέριττον καὶ ἐξ ὁμολογουμένων καὶ ἐναργῶν συνάγουσαν τὸ μὴ δεῖν ὧν ἦν τὸ ἄρα τῆς περὶ τοὺς συλλογισμοὺς ἀσχολίας μακρᾶς. θέμενοι γὰρ τὸ τὴν εἱμαρμένην χρῆσθαι πᾶσιν τοῖς γεγονόσι τε καὶ γινομένοις καθ’ εἱμαρμένην πρὸς τὴν ἀκώλυτον τῶν ὑπ’ αὐτῆς γινομένων ἐνέργειαν οὕτως, ὡς γέγονεν ἕκαστον αὐτῶν καὶ φύσεως ἔχει, λίθῳ μὲν ὡς λίθῳ, φυτῷ δὲ ὡς φυτῷ, ζῴῳ δὲ ὡς ζύῳ, εἰ δὲ ὡς ζῴῳ, καὶ ὡς ὁρμητικῷ, ἐν τῷ τιθέναι τὸ χρῆσθαι αὐτὴν τῷ ζῴ ῳ ὡς ζῴῳ τε καὶ ὁρμητικῷ καὶ γίνεσθαι τὰ ὑφ’ αὐτῶν διὰ τῶν ζῴων γινόμενα κατὰ τὴν τῶν ζῴων ὁρμὴν ἑπομένων καὶ τούτων τῶν ἐξ ἀνάγκης περιεστώτων αὐτὰ τότε αἰτίοις ἅτινα ἂν ἡγούμενοι διὰ τοῦ τὸ καθ’ ὁρμὴν ἐνεργεῖν τὰ ζῷα τηρεῖν ἐν τῷ ἅπαντα γίνεσθαι καθ’ εἱμαρμένην καὶ τὸ ἐφ’ ἡμῖν εἶναί τι τηρεῖν, τούς τε ἄλλους ἐρωτῶσιν λόγους καὶ δὴ καὶ τὸν προειρημένον ἐμοὶ δοκεῖ ὡς οὐκ ἀληθεῖ πιστεύοντες τοσοῦτον αὐτῷ ὅσον διὰ μῆκός τε καὶ πλῆθος ὀνομάτων καὶ ἀσαφῆ σύνθεσιν παράξειν ἡγούμενοι τοὺς ἀκούοντας. ἴδωμεν δὲ τὸ λεγόμενον ἡμεῖς δι’ αὐτοῦ τὰ πολλὰ τῶν κειμένων ὀνομάτων παραιτησάμενοι τὸ νῦν, τὴν δὲ πεπρωμένην καὶ τὴν αἶσαν καὶ τὴν νέμεσιν ὑφελόντες, οἷς ὀνόμασιν ἐφ’ ὧν αὐτοῖς δοκεῖ σημαινομένων χρῶνται, ἐπὶ τῶν ἄλλων ἐξετάσωμεν. ἄξιον γὰρ μαθεῖν τὴν ἀνάγκην τῆς ἀκολουθίας τῆς οὐ γὰρ ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ νόμος’. εἰ γὰρ τὰ μὲν γινόμενα καθ’ εἱμαρμένην ἕπεται τοῖς ἐξ ἀνάγκης αὐτὰ περιεστῶσιν αἰτίοις καὶ οὐχ οἷόν τε τὸν καθ’ ὁρμὴν ἐνεργοῦντα μὴ ἀκολουθεῖν τούτοις τοῖς αἰτίοις τὴν αἰτίαν τὴν ἐξ αὐτοῦ πάντως ἐκείνοις συνάπτοντα, ὡς οὐδὲ τὸν ἀπὸ ὕψους ἀφεθέντα λίθον μὴ κάτω φέρεσθαι ἢ τὴν σφαῖραν κατὰ τοῦ πρανοῦς μὴ κυλίεσθαι ἀφεθεῖσαν κατ’ αὐτοῦ, τίς ἔτι χρεία νόμων; ὡς γὰρ ὁ λίθος οὐκ ἂν ὑπὸ τοῦ λέγοντος μὴ δεῖν κάτω φέρεσθαι κωλυθείη ποτ’ ἂν τῷ αὐτός τε τὴν φύσιν εἶναι τοιοῦτος τά τε ἔξωθεν ἔχειν αἴτια συνεργὰ πρὸς τοῦτο, οὕτως οὐδὲ ἡμῶν τις πεισθείη ποτ’ ἄν λόγῳ ἢ νόμῳ ἄλλως ἀξιοῦντι πράττειν παρὰ τὴν τῶν περιεστώτων ἀνάγκην. οὐ γὰρ πλέον τι ἡμῖν ἐκ τοῦ συνιέναι τῶν προστασσομένων ὑπὸ τῶν νόμων ἔχουσιν προκαταβεβλημένας αἰτίας, αἷς περιεστώσαις ἀκολουθεῖν τὴν ὁρμὴν ἀνάγκη. οὕτως δὲ ἀναιροῖτ’ ἂν τὸ ἐκ τῶν νόμων χρήσιμον, εἴ γε οἱ μὲν νόμοι προστακτικοὶ μέν εἰσι τῶν ποιητέων, ἀπαγορευτικοὶ δὲ τῶν οὐ ποιητέων, οὐχ ἕπεται δὲ τῇ τῶν νόμων προστάξει τὸ καθ’ ὁρμὴν ἡμᾶς ἐνεργεῖν, ὅταν τὰ περιεστῶτα αἴτια ἐξ ἀνάγκης ἡμᾶς ἐπ’ ἄλλα τινὰ κινῇ τε καὶ φέρῃ. ἀναιρουμένου δὲ διὰ τὴν τοιαύτην εἱμαρμένην τοῦ ἀπὸ τῶν νόμων χρησίμου, ἀναιροῖντ’ ἂν καὶ οἱ νόμοι. τί γὰρ ὄφελος νόμων, οἷς πείθεσθαι τὴν ἐξουσίαν ὑπὸ τῆς εἱμαρμένης ἀφῃρήμεθα; οὐκ ἄρα τῷ τοιαύτην εἶναι τὴν εἱμαρμένην ἕπεται τὸ νόμον εἶναι. ἐναντία γὰρ εἱμαρμένη τε καὶ νόμος, εἴ γε ὁ μὲν νόμος προστακτικός ἐστι τῶν πρακτέων τε καὶ μή, ὡς τῶν πραττομένων δυναμένων αὐτῷ πείθεσθαι κελεύοντι (διὸ καὶ τοὺς μὴ πειθομένους ὡς ἁμαρτάνοντας ἕημιοῖ, τιμῶν τοὺς πειθομένους ὡς κατορθοῦντας), ἡ δὲ εἱμαρμένη πάντα τὰ γινόμενα ἀναγκαίως τε καὶ δι’ ὁμοίας αἰτίας φησὶ γίνεσθαι, τῶν δὲ δι’ ὁμοίας γινομένων αἰτίας οὐχ οἷόν τε τὰ μὲν ἁμαρτήματα λέγειν, τὰ δὲ κατορθώματα. εἰ γὰρ λέγοι τις καὶ τὸν νόμον ἐν τοῖς ἀναγκαίοις τε καὶ προκαταβεβλημένοις ὑπὸ τῆς εἱμαρμένης αἰτίοις εἶναι, δῆλον ὡς καὶ τοῖς πράσσουσιν καθ’ ὁρμὴν τὰ κατ’ αὐτὸν ἐν τοῖς περιεστῶσιν αἰτίοις καὶ αὐτὸς ἔσται κατηναγκασμένως, οὐ περιστήσεται δὲ τοῖς πράττουσιν τὰ μὴ κατ’ αὐτόν. οἱ δὲ ταύτην τοῦ μὴ πράσσειν τὰ κατὰ τοὺς νόμους ἔχοντες τὴν αἰτίαν πρόδηλον ὡς οὐκ ἂν ψέγοιντο. πῶς γὰρ ἄξιοι; τὸ γοῦν ἐν τοῖς περιεστῶσιν κατ’ ἀνάγκην αἰτίοις, οἷς μὴ ἕπεσθαι τὴν ὁρμὴν οὐχ οἶόν τε, οὐκ ἦν ἐκ τῶν νόμων αἰτία, κατ’ ἀνάγκην τινὰ καὶ εἱμαρμένην παρεῖναι κεκωλυμένη. ἀλλὰ οὕτως γε οὐδ’ ἂν νόμος ἔτι εἴη ἔχων καὶ πειθομένους αὑτῷ, εἴγε χρὴ τούτῳ πείθεσθαι λέγειν ἐξ ἀνάγκης ἑπομένους, καὶ τοὺς μὴ πειθομένους ὑπὸ ἀνάγκης τινὸς πείθεσθαι κεκωλυμένους. ὥστε πολὺ ἂν ἀληθέστερον εἴη συνειλημμένον τὸ εἰ ἔστι τοιαύτη εἱμαρμένη, οὐκ ἔστι νόμος’. ἀναιρουμένου δὲ νόμου καὶ σὺν αὐτῷ μαρτήματός τε καὶ κατορθώματος, ἀναιροῖτ’ ἄν, ὡς καὶ αὐτοὶ διὰ τῆς ἀκολουθίας ἐλάμβανον τῆς κατὰ τὸν λόγον, ἀρετή τε καὶ κακία καὶ τὸ εἶναί τι ἐν ἀνθρώποις αἰσχρόν τε καὶ καλὸν καὶ ἐπαινετόν τε καὶ ψεκτὸν καὶ τιμῆς τε καὶ κολάσεως ἄξιον. οὐδὲν ἄρα μένει τοῦ ὑπὸ τοῦ μετὰ τοσαύτης τέχνης ἠρωτημένου λόγου κατεσκευασμένου, ἀκολουθήσει τε αὐτοῖς ἀρξαμένων κάτωθεν ἀκολουθία, ἣν ἕπεσθαι λέγουσιν τοῖς ἀναιρεῖν πειρωμένοις τὸ ἐφ’ ἡμῖν εἶναι ὡς αὐτοὶ τηροῦντες ὁμολογουμένως αὐτὸ διὰ τοῦ προλαβόντας ἄλλοις ἐπιφέρειν αὐτὰ τὸ μὴ δοκεῖν ἔχεσθαι τὸ καὶ τοῖς διαφεύγειν ἡγουμένοις. εἰ γὰρ μή εἰσι τιμαὶ μηδὲ κολάσεις, οὐδὲ ἔπαινοι οὐδὲ ψόγοι, εἰ δὲ μὴ ταῦτα, οὐδὲ κατορθώματά τε καὶ ἁμαρτήματα, εἰ δὲ μὴ ταῦτα, οὐδὲ ἀρετὴ καὶ κακία, εἰ δὲ μὴ ταῦτα, φασίν, ὅτι μηδὲ θεοί. ἀλλὰ μὴν τὸ πρῶτον τὸ μὴ εἶναι μήτε τιμὰς μήτε κολάσεις ἕπεται τῷ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ὡς δέδεικται. καὶ τὸ τελευταῖον ἄρα, ὃ ἄτοπον καὶ ἀδύνατον. ἀναιρετέον ἄρα τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ᾧ τοῦτ’ εἴπετο.

---

Alexander of Aphrodisias, De fato, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg014.local001/.
