# De fato 8.1

Alexander of Aphrodisias, De fato, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-fato/8.1

Λέγεται δὴ πρὸς ἁπάντων ἀνθρώπων κοιναῖς τε καὶ φυσικαῖς ἐννοίαις ἐμμενόντων ταῦτα ἀπὸ τύχης τε καὶ τοῦ αὐτομάτου γίνεσθαι, ἃ αἰτίαις ἄλλων τινῶν ποιητικαῖς προηγουμέναις ἐπιγίνεται. ὅταν γὰρ ἄλλου τινὸς χάριν γινομένῳ τινὶ μὴ τοῦτο ἀπαντήσῃ οὗ χάριν ἐγένετο, ἄλλο δέ, ὃ τὴν ἀρχὴν μηδὲ ἠλπίζετο, τοῦτ’ ἀπὸ τύχης λέγεται γεγονέναι καθ’ αὑτὸ μὲν γεγονὸς ἀναιτίως, κατὰ συμβεβηκὸς δ’ ἐσχηκὸς αἴτιον τὸ γενόμενον ἐπ’ ἄλλου γενέσει τινός. καὶ ὅτι τοιοῦτόν τι λέγουσιν πάντες τὸ γινόμενον ἀπὸ τύχης δῆλον ἐξ ὧν ὑποβάλλουσιν σημαινομένων οἷς ἀπὸ τύχης φασὶν γίνεσθαι. θησαυρόν τε γάρ φασιν ἀπὸ τύχης εὑρηκέναι τινά, κἂν ἄλλου χάριν ὀρύσσων τίς τινος, ἀλλ’ οὐ τοῦ θησαυρὸν εὑρεῖν θησαυρῷ περιπέσῃ (ὁ μὲν γὰρ τούτου χάριν ὀρύσσων οὐκ ἀπὸ τύχης· οὗ γὰρ χάριν ὤρυσσεν, τοῦτο ἀπήντησεν αὐτῷ, δὲ μηδὲν τῆς εὑρέσεως τοῦ θησαυροῦ ἔμελε, ποιοῦντι δὲ ἄλλου τινὸς χάριν ἡ εὕρεσις ἀπήντησεν ὡς τέλος ἐκείνου, τοῦτον ἀπὸ τύχης τὸν θησαυρὸν εὑρηκέναι πάντες λέγουσιν), ἀλλὰ καὶ τὸ ἀργύριον ριον ἀπὸ τύχης κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν προελθών ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν τῷ χρεώστῃ τὸ ὀφειλόμενον αὑτῷ λάβῃ. τῷ γὰρ ⟨τοῦ⟩ προελθεῖν εἰς τὴν ἀγορὰν ἄλλο τι προηγούμενον τέλος ἔχοντι τὸ τὸ προοφειλόμενον λαβεῖν ἀπήντησεν ὡς τέλος κατὰ συμβεβηκὸς αὐτῷ γενόμενον· οὐ γὰρ ἀπὸ τύχης ἔτι λέγεταί τις τὸ ὀφειλόμενον εἰληφέναι, εἰ τούτου χάριν εἰς τὴν ἀγορὰν προῆλθεν, ὅτι τὸ προκείμενον αὐτῷ τέλος ἡ πρόοδος ἔσχεν. καὶ ὁ ἵππος δὲ αὐτομάτως τισὶν λέγεται σεσῶσθαι, ὅταν τροφῆς μὲν ἐλπίδι ἢ ἄλλου τινὸς χάριν ἀποφύγῃ τοὺς κατέχοντας αὐτόν, ἀπαντήσῃ δὲ αὐτοῦ τῇ φυγῇ καὶ τῷ δρόμῳ τὸ τοῖς δεσπόταις περιπεσεῖν. καὶ τί δεῖ ὑμῖν πλείω παραδείγματα κατατίθεσθαι ἢ ἀκριβολογεῖσθαι περὶ τῶν προειρημένων; ἱκανὸν γὰρ ὡς πρὸς τὰ προκείμενα τὸ δεῖξαι ἐφ’ ὧν σημαινομένων τὰ ὀνόματα κατηγορεῖται τὰ εἰρημένα. ὄντων δὴ τῶν ἀπὸ τύχης τε καὶ αὐτομάτως γινομένων τοιούτων, ὡς μὴ γίνεσθαι κατὰ προηγουμένην αἰτίαν (τῶν γὰρ σπανίως ἐπὶ τοῖς πρὸ αὐτῶν γεγονόσιν ἀπαντώντων τό τε αὐτό. ματον καὶ ἡ τύχη), πῶς ἂν σώζοιτό τι τῶν προειρημένων καθ’ οὓς πάντα προηγησαμένοις τισὶν αἰτίοις καὶ προηγουμένοις ἐξ ἀνάγκης ἔστι τε τὰ ὄντα καὶ τὰ γινόμενα γίνεται ἑκάστου τῶν γινομένων αἴτιόν τι προκαταβεβλημένον ἔχοντος, οὖ ὄντος ἢ γεγονότος ἀνάγκη καὶ αὐτὸ ἢ εἶναι ἢ γενέσθαι, μηδὲν μὲν σώζοντας τῶν προειρημένων, κατ’ ἄλλου δέ τινος τὸ τῆς τύχης νομοθετήσαντας ὄνομα; τὸ γὰρ τῷ μὴ ἀναιρεῖσθαι ἐκεῖνο ὑπὸ τοῦ πάντα ἐξ ἀνάγκης γίνεσθαι τιθεμένου μηδὲ τὴν τύχην ἀναιρεῖσθαι λέγειν, σοφιζομένων ἐστὶν ὁμοίως αὐτούς τε καὶ τοὺς ἀκούοντας αὐτῶν· οὕτως μὲν γὰρ οὐδὲν κωλύσει λέγειν ταὐτὸν εἱμαρμένην τε εἶναι καὶ τύχην καὶ τοσοῦτον ἀποδεῖν τοῦ τὴν τύχην ἀναιρεῖν, ὡς καὶ πάντα τὰ γινόμενα γίνεσθαι λέγειν ἀπὸ τύχης. ἀλλ’ οὐκ ἐπὶ τῷ τοὖνομα σώζειν τὸ τῆς τύχης εἶχον τὴν αἰτίαν, ἀλλ’ ἐπὶ τῷ ἀναιρεῖν τὸ οὕτως γίνεσθαί τινα, ὧν τὸ ἀπὸ τύχης τε καὶ τὸ αὐτόματον γίνεσθαι κατηγορεῖται. τί γὰρ ἄλλο ποιοῦσιν οἱ τὴν τύχην καὶ τὸ αὐτόματον ὁριζόμενοι αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ, ἢ τύχης τι σημαινόμενον ἴδιον εἰσάγουσίν τε καὶ νομοθετοῦσιν; τὸ γὰρ εἰς τὴν τούτου σύστασιν χρήσασθαι τῷ λέγειν τινὰς αὐτομάτως νοσεῖν, ὅταν ἄδηλος ᾖ αὐτοῖς ἡ αἰτία τῆς νόσου, ψεῦδος. οὐ γὰρ ὡς οὔσης μέν τινος αἰτίας, ἀδήλου δὲ αὐτοῖς οὕτω λέγουσιν, ἀλλ’ ἐφ’ ὧν ἀναιτίως γεγονέναι πείθουσιν αὑτούς, ἐπὶ τούτων τὸ αὐτόματον κατηγοροῦσιν· οὐδεὶς γοῦν, ἐφ’ οὗ ζητοῦσιν τὴν αἰτίαν ὡς οὔσης, αὐτομάτως αὐτὸ γεγονέναι λέγει, ἀλλ’ οὐδ’ ὃ πέπεισταί τις αὐτομάτως γεγονέναι τούτου ζητεῖ τὴν αἰτίαν. διὸ οὐκέθ’ οἱ ἰατροὶ περὶ τούτων οὕτω λέγουσιν, κἂν τυγχάνωσιν αὐτῶν ἔτι τὰς αἰτίας ἀγνοοῦντες. οὐ γὰρ ἐφ’ ὧν προειρήκαμεν ὡς ἐπὶ πάντων ἀπὸ τύχης γίνεσθαι λεγομένων, ἀλλ’ ἐπ’ ἄλλων τινῶν κυριώτερος ὁ τοιοῦτος λόγος τῆς τύχης ἂν κατηγοροῖτο, περὶ ὧν οὐδεὶς ὡς ἀπὸ τύχης γινομένων εἶπέν ποτε. τῆς μὲν γὰρ εὑρέσεως τοῦ θησαυροῦ καὶ τοῦ τὸ ὀφειλόμενον λαβεῖν οὐκ ἄδηλα ἀνθρωπίνῳ λογισμῷ τὰ αἴτια, ἀλλὰ φανερὰ καὶ πρόδηλα. τῆς μὲν γὰρ εὑρέσεως τὸ ὀρύξαι, τοῦ δὲ τὸ ὀφειλόμενον λαβεῖν τὸ εἰς τὴν ἀγορὰν προελθεῖν. οὔτε γὰρ ἂν ἐκεῖνος μὴ ὀρύσσων εὗρεν οὔτε οὗτος μὴ προελθὼν τὸ ὀφειλόμενον ἔλαβεν, ἀλλ’ ὅτι μὴ προηγούμενα τούτων αἴτια τὰ προειρημένα, ἀλλὰ ἄλλου τινὸς χάριν ἐγίνετο, διὰ τοῦτο ἀπὸ τύχης γίνεσθαι προείληπται. ἄδηλα δὲ τὰ αἴτια ἀνθρωπίνῳ λογισμῷ ἐκείνων μᾶλλον ἃ κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται ἀγνοουμένης τῆς αἰτίας δι’ ἣν γίνεται, ὁποῖα περίαπτά τέ τινα προσείληπται οὐδεμίαν εὔλογον καὶ πιθανὴν αἰτίαν τοῦ ταῦτα ποιεῖν ἔχοντα, ἔτι δὲ ἐπαοιδαὶ καί τινες τοιαῦται μαγγανεῖαι. τούτων γὰρ ὁμολογεῖται μὲν ὑπὸ πάντων ἄδηλος εἶναι ἡ αἰτία, διὸ καὶ ἀναιτιολόγητα λέγουσιν αὐτά. οὐδεὶς δὲ ἀπὸ τύχης τούτων ⟨τι⟩ ποιεῖν λέγει, ὅτι πεπίστευται κατά τινα ὡρισμένην αἰτίαν ἃ ποιεῖ ποιεῖν, ὡς τῶν ἀπὸ τύχης οὐ διὰ τὸ τῆς αἰτίας ἄδηλον οὕτως γίνεσθαι λεγομένων, ἀλλὰ διὰ τὸ ἀναίτιον τῆς προηγουμένης τε καὶ κυρίως αἰτίας.

---

Alexander of Aphrodisias, De fato, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg014.local001/.
