Ancient Greek · ~12 min
Section 3
Alexander of Aphrodisias, De mixtione 3.1
Not analysed yet
Μετέλθωμεν δὲ ἐπὶ τοὺς κοινῶς ἡνῶσθαι τὴν ὕλην λέγοντας καὶ μίαν πᾶσι τοῖς γινομένοις καὶ τὴν αὐτὴν ὑποθέντας, ὧν καὶ αὐτῶν παραιτησάμενοι τὰς ἐπιπολαιότερόν τε καὶ προχειρότερον εἰρημένας τὰς μάλιστα δοκούσας ἔχεσθαί τινος λόγου αὐτὰς ἐξετάσωμεν προχειρισάμενοι. τῶν δὴ ἡνῶσθαι τὴν ὕλην λεγόντων δοκοῦσι μάλιστά τε καὶ περὶ κράσεως οἱ ἀπὸ τῆς ὅτοᾶς περὶ κράσεως διαλαμβάνειν. οὔσης δὲ καὶ ἐν τούτοις πολυφωνίας (ἄλλοι γὰρ ἄλλως αὐτῶν τὰς κράσεις γίνεσθαι λέγουσιν), ἡ μάλιστα δοκοῦσα δόξα εὐδοκιμεῖν παρ’ αὐτοῖς περὶ κράσεως ἐστιν ἡ ὑπὸ Χρυσίππου λεγομένη. τῶν γὰρ μετ’ αὐτὸν οἱ μὲν Χρυσίππῳ συμφέρονται, οἱ δέ τινες αὐτῶν τῆς Ἀριστοτέλους δόξης ὕστερον ἀκοῦσαι δυνηθέντες πολλὰ τῶν εἰρημένων ὑπ’ ἐκείνου περὶ κράσεως καὶ αὐτοὶ λέγουσιν· ὧν εἷς ἐστι καὶ Σωσιγένης, ἑταῖρος Ἀντιπάτρου. οἷς οὐ δυνάμενοι πάντῃ συμφέρεσθαι διὰ τὴν ἐν τοῖς ἄλλοις διαφωνίαν ἐν πολλοῖς αὐτοῖς λέγοντες εὑρίσκονται μαχόμενα. ἔστι δὲ ἡ Χρυσίππου δόξα περὶ κράσεως ἥδε· ἡνῶσθαι μὲν ὑποτίθεται τὴν σύμπασαν οὐσίαν, πνεύματός τινος διὰ πάσης αὐτῆς διήκοντος, ὑφ’ οὗ συνέχεταί τε καὶ συμμένει καὶ σύμπαθές ἐστιν αὐτῷ τὸ πᾶν, τῶν δὲ μιγνυμένων ἐν αὐτῇ σωμάτων τὰς μὲν παραθέσει μίξεις γίνεσθαι λέγει, δύο τινῶν ἢ καὶ πλειόνων οὐσιῶν εἰς ταὐτὸν συντεθειμένων καὶ παρατιθεμένων ἀλλήλαις, ὥς φησιν, καθ’ ἁρμήν, σωζού| σης ἑκάστης αὐτῶν ἐν τῇ τοιαύτῃ παραθέσει κατὰ τὴν περιγραφὴν τὴν οἰκείαν οὐσίαν τε καὶ ποιότητα, ὡς ἐπὶ κυάμων φέρε εἰπεῖν καὶ πυρῶν ἐν τῇ παρ’ ἀλλήλους θέσει γίνεται, τὰς δέ τινας συγχύσει δι’ ὅλων τῶν τε οὐσιῶν αὐτῶν καὶ τῶν ἐν αὐταῖς ποιοτήτων συμφθειρομένων ἀλλήλαις, ὡς γίνεσθαί φησιν ἐπὶ τῶν ἰατρικῶν φαρμάκων κατὰ σύμφθαρσιν τῶν μιγνυμένων, ἄλλου τινὸς ἐξ αὐτῶν γεννωμένου σώματος· τὰς δέ τινας γίνεσθαι μίξεις λέγει δι’ ὅλων τινῶν οὐσιῶν τε καὶ τῶν τούτων ποιοτήτων ἀντιπαρεκτεινομένων ἀλλήλαις μετὰ τοῦ τὰς ἐξ ἀρχῆς οὐσίας τε καὶ ποιότητας σώζειν ἐν τῇ μίξει τῇ τοιᾷδε, ἥντινα τῶν μίξεων κρᾶσιν ἰδίως εἶναι λέγει. τὴν γὰρ δύο ἢ καὶ πλειόνων τινῶν σωμάτων ὅλων δι’ ὅλων ἀντιπαρέκτασιν ἀλλήλοις οὕτως, ὡς σώζειν ἕκαστον αὐτῶν ἐν τῇ μίξει τῇ τοιαύτῃ τήν τε οἰκείαν οὐσίαν καὶ τὰς ἐν αὐτῇ ποιότητας, λέγει κρᾶσιν εἶναι μόνην τῶν μίξεων. εἶναι γὰρ ἴδιον τῶν κεκραμένων τὸ δύνασθαι χωρίζεσθαι πάλιν ἀπ’ ἀλλήὑποθέντας λων, ὃ μόνως γίνεται τῷ σώζειν ἐν τῇ μίξει τὰ κεκραμένα τὰς αὑτῶν φύσεις. τὸ δὲ ταύτας τὰς διαφορὰς εἶναι τῆς μίξεως πειρᾶται πιστοῦσθαι διὰ τῶν κοινῶν ἐννοιῶν, μάλιστα δὲ κριτήρια τῆς ἀληθείας φησὶν ἡμᾶς παρὰ τῆς φύσεως λαβόντας. ἄλλην γοῦν φαντασίαν ἔχειν ἡμᾶς τῶν καθ’ ἁρμὴν συγκειμένων, καὶ ἄλλην τῶν συγκεχυμένων τε καὶ συνεφθαρμένων, καὶ ἄλλην τῶν κεκραμένων τε καὶ ἀλλήλοις δι’ ὅλων ἀντιπαρεκτεινομένων οὕτως, ὡς σώζειν ἕκαστον αὐτῶν τὴν οἰκείαν φύσιν. ἣν διαφορὰν φαντασιῶν οὐκ ἂν εἴχομεν, εἰ πάντα τὰ ὁπωσοῦν μιγνύμενα παρέκειτο ἀλλήλοις καθ’ ἁρμήν. τὴν δὲ τοιαύτην ἀντιπαρέκτασιν τῶν κιρναμένων ὑπολαμβάνει γίνεσθαι χωρούντων δι’ ἀλλήλων τῶν κιρναμένων σωμάτων, ὡς μηδὲν μόριον ἐν αὐτοῖς εἶναι μὴ μετέχον πάντων τῶν ἐν τῷ τοιούτῳ κεκραμένῳ μίγματι. οὐκέτι γὰρ ἄν, εἰ μὴ τοῦτο εἴη, κρᾶσιν, ἀλλὰ παράθεσιν τὸ γινόμενον