# In Aristotelis analyticorum priorum librum I commentarium 10

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 24a10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/10

Πρῶτον εἰπεῖν περὶ τί καὶ τίνος ἐστιν ἡ σκέψις, ὅτι περὶ ἀπόδειξιν καὶ ἐπιστήμην ἀποδεικτικήν. ETtts μὲν διὰ βραχέων, τίς ἡ πρόθεσις καὶ τίς ὁ σκοπὸς πάσης τῆς ἀναλυτικῆς ἐπιστήμης. προσθεὶς δὲ τό τε περὶ τί, ὅπερ ἐστὶν αἰτιατικῆς πτώσεως ἀπαιτητικόν, καὶ τὸ τίνος γενικῆς πτώσεως ὄν, τὴν ἀπόδοσιν ἐποιήσατο κατὰ αἰτιατικὴν πτῶσιν, μόνον εἰπὼν περὶ ἀπόδειξιν καὶ ἐπιστήμην, ἡμῖν καταλιπὼν τὸ μετασχηματίσαι καὶ εἰς γενικὴν πτῶσιν τὰ εἰρημένα. γράφεται <δὲ> ἔν τισιν οὐ διὰ τοῦ ν(??), ἀλλὰ διὰ σ(??) ἐπιστήμης ἀποδεικτικῆς· καὶ εἴη ἄν οὕτως ἐχούσης τῆς γραφῆς πρὸς ἑκάτερον τῶν προτεθέντων ἀπηντηκώς, πρὸς μὲν τὸ περὶ τί διὰ τοῦ περὶ ἀπόδειξιν, πρὸς δὲ τὸ τίνος διὰ τοῦ ἐπιστήμης ἀποδεικτικῆς. δύναται δ’, ἄν ᾖ διὰ τοῦ σ(??) γεγραμμένον ἐπιστήμης ἀποδεικτικῆς, τὰ προειρημένα, τὸ περὶ τί καὶ τίνος, μὴ εἰρῆσθαι περὶ τοῦ ὑποκειμένου ἀμφότερα, ἀλλὰ τὸ μὲν ἕτερον τὸ περὶ τί περὶ τοῦ ὑποκειμένου πᾶν γὰρ τί ὑποκείμενον) τὸ δὲ τίνος περὶ τῆς θεωρούσης τὸ ὑποκείμενον ἕξεως, ὡς εἶναι περὶ μὲν ὑποκείμενον τὴν ἀπόδειξιν, θεωρούσης δὲ ταύτην τῆς ἀποδεικτικῆς ἐπιστήμης. καὶ εἴη ἄν πρὸς ἑκάτερον τῶν προτεθέντων οἰκείως οὕτως ἀπηντηκώς. ἔστι δὲ ἡ μὲν ἀπόδειξις συλλογισμὸς ἀποδεικτικός, ἐπιστήμη δὲ ἀποδεικτικὴ ἕξις, ἀφ’ ἧς οἷόν τέ ἐστιν ἀποδεικτικῶς συλλογίζεσθαι· τὸ γὰρ περὶ ἀποδείξεως εἰπεῖν ἐπιστήμης ἐστὶν ἀποδεικτικῆς καὶ τοῦ ταύτην ἔχοντος.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
