# In Aristotelis analyticorum priorum librum I commentarium 11

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 24a11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/11

Εἶτα διορίσαι, τί ἐστι πρότασις. Ἐπεὶ ἀναγκαῖος μὲν εἰς τὸν περὶ ἀποδείξεως λόγον ὁ περὶ συλλογισμοῦ, ὡς φθάνομεν εἰρηκότες, ὁ δὲ συλλογισμὸς ἐκ προτάσεων σύγκειται, αἱ δὲ προτάσεις ἐξ ὅρων, εἰκότως περὶ τούτων λέγει πρὸ τοῦ περὶ συλλογισμοῦ λέγειν, ἐξ ὧν τῷ συλλογισμῷ τὸ εἶναι· οὐδὲ γὰρ περὶ ὀνομάτων οἷόν τε εἰδέναι τῷ μὴ εἰδότι περὶ συλλαβῶν καὶ στοιχείων. μεθ’ ἃ περὶ συλλογισμοῦ προτίθεται εἰπεῖν ἐνδεικνύμενος ἡμῖν, ὅτι διὰ τοῦτον καὶ τὸν περὶ ἐκείνων πεποίηται λόγον, ὥσπερ καὶ τὸν περὶ συλλογισμοῦ διὰ τὸν περὶ ἀποδείξεως. τίνες δέ εἰσι τέλειοι συλλογισμοὶ καὶ τίνες ἀτελεῖς, αὐτὸς πρϊὼν ποιήσεται γνώριμον. καὶ τὸ ἐν ὅλῳ δὲ εἶναι καὶ τὸ ἐν μηδενί τοῦτο γάρ ἐστι σημαινόμενον ὑπὸ τοῦ ἢ μὴ εἶναι), ὅτι ταὐτά ἐστι τὸ μὲν τῷ κατὰ παντός, τὸ δὲ τῷ κατὰ μηδενός. τὸ δὲ κατὰ παντὸς καὶ κατὰ μηδενὸς σημαίνει τὴν καθόλου κατάφασιν καὶ τὴν καθόλου ἀπόφασιν, ὡς προιὼν γνώριμον ποιήσει. ἐπεὶ δὲ χρήσεται ἐν τῇ τῶν συλλογισμῶν ἀποδόσει καὶ τῶν συζυγιῶν ὅλως τῶν ἐν τοῖς σχήμασι τῷ ἐν ὅλῳ εἶναι ἄλλο τι ἄλλῳ τινὶ καὶ τῷ ἐν μηδενί, διὰ τοῦτο προλέγει περὶ αὐτῶν.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
