# In Aristotelis analyticorum priorum librum I commentarium 14-2

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 27a14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/14-2

Ἒστι δὲ δεικνύναι ταῦτα καὶ εἰς τὸ ἀδύνατον ἄγοντας. Λέγει, ὅτι καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρωμένους ἔστι δεῖξαι καὶ τὰς προειρημένας συζυγίας συλλογιστικάς τε οὔσας καὶ συναγούσας τὸ κα- θόλου ἀποφατικόν. τὸν μὲν οὖν πρῶιον συλλογισμὸν οὕτως δείξοῳν· κείσθωσαν αἱ προτάσεις τὸ Μ τῷ Ν οὐδενί, τὸ Μ τῷ Ξ παντί· λέγω, ὅτι τὸ Ν τῷ Ξ οὐδενί. εἰ γὰρ ἀδύνατον, τὸ Ν τῷ Ξ τινὶ ὑπαρχέτω, ἐστι τῷ μηδενί. δεῖ δὲ ἢ τοῦτο ἢ ἐκεῖνο συνάγεσθαι· ἐπὶ παντὸς γὰρ θάτερον μόριον τῆς ἀντιφάσεως. ἐπεὶ τοίνυν τὸ Ν τινὶ τῷ Ξ κεῖται ὑπάρχειν, ὑπάρξει δῆλον ὅτι καὶ τὸ Ξ τινὶ τῷ Ν διὰ τὸ τὴν ἐπὶ καταφατικὴν ἀντιστρέφειν αὑτῇ· κεῖται δὲ καὶ τὸ Μ παντὶ τῷ Ε ὑπάρχειν. γίνεται οὖν συζυγία τὸ Μ παντὶ τῷ Ξ, τὸ Ξ τινὶ τῷ Ν· τὸ ἄρα Μ τινὶ τῷ N, ὅπερ ἀδύνατον· ὑπόκειται γὰρ τὸ M μηδενὶ τῷ Ν ὑπάρχον. εἰ δὴ τὸ ἀδύνατον ἠκολούθησε τοῦτο παρὰ τὸ ὑποτεθῆναι τὸ N τινὶ τῷ Ξ ὑπάρχον, ἡ ὑπόθεσις ἄρα ἀδύνατός τε καὶ ψευδής. εἰ δὲ τοῦτο ψεῦδος, τὸ ἀντικείμενον αὐτῷ ἀληθές· ἀντίκειται δὲ τῷ τὸ N τινὶ τῷ Ξ ὑπάρχειν μηδενὶ ὑπάρχειν αὐτὸ τῷ Ξ· τὸ N ἄρα οὐδενὶ τῷ Ξ, ὃ ἢ οὕτως ἄμεινον δεικνύναι’ λέγω, ὅτι τὸ N τῷ Ξ οὐδενὶ ἐπὶ τῇ ἐκκειμένῃ συζυγίᾳ· εἰ γὰρ ψεῦδός φησί τις τοῦτο, ὑποκείσθω τὸ ἀντικείμενον τὸ Ν τινὶ τῷ Ξ ὑπάρχειν· κεῖται | δὲ καὶ τὸ Μ τῷ Ν οὐδενί· συνάγεται ἐν πρώτῳ σχήματι τὸ Μ τινὶ τῷ Ξ μὴ ὑπάρχειν. ἀλλ’ ἔκειτο τὸ M παντὶ τῷ Ξ ὑπάρχειν· ἀδύνατον ἄρα συνήχθη τὸ Μ τινὶ τῷ Ξ μὴ ὑποτεθέντος τοῦ N τινὶ τῷ Ξ ὑπάρχειν· ψευδὴς γὰρ ἡ ὑπόθεσις. τὸ ἄρα αὐτῇ ἀληθὲς τὸ τὸ N μηδενὶ τῷ Ξ. πάλιν κείσθω ἡ συζυγία τὸ Μ τῷ N παντί, τὸ Μ τῷ Ξ μηδενί· λέγω, ὅτι τὸ N οὐδενί. εἰ γὰρ τινί, κεῖται δὲ καὶ τὸ Μ τῷ N παντί, ἔσται τὸ Μ τινὶ τῷ Ξ ὑπάρχον, ὅπερ ἀδύνατον· οὐδενὶ γὰρ ὑπῆρχε τὸ Μ τῷ Ξ. ἄρα ἡ ὑπόθεσις, δι’ ἣν συνήχθη τοῦτο, ἡ θεῖσα τὸ Ν τινὶ τῷ Ξ ἀληθὲς ἄρα τὸ ἀντικείμενον αὐτῇ τὸ τὸ Ν μηδενὶ τῷ Ξ. κἄν δὲ τὴν ὑπόθεσιν καὶ ποιήσωμεν τὸ Ξ τινὶ τῷ Ν καὶ προσλάβωμεν ‘τὸ Μ τῷ Ξ οὐδενί’, συνάγεται πάλιν ἀδύνατον τὸ τὸ Μ τινὶ τῷ Ν μὴ ὑπάρχειν· ἔκειτο γὰρ αὐτῷ παντὶ ὑπάρχειν.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
