# In Aristotelis analyticorum priorum librum I commentarium 14.1-5

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 49b14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/14.1-5

οὐκ ἔστι δὲ ταὐτὸν οὔτ᾿ εἶναι οὔτ᾿ εἰπεῖν, ὅτι ᾧ τὸ B ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει. Ἐπεὶ γίνεται καὶ παρὰ τὸν τρόπον τῆς κατηγορίας τὸ σημαινόμενον διάφορον, φησὶ δεῖν καὶ τοῦτο παραφυλάττειν ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν, πῶς ἡ κατηγορία γέγονε. καὶ ὅτι γε παρὰ τὸν τρόπον τῆς κατη- γορίας τὸ σημαινόμενον διάφορον γίνεται, δείκνυσιν. λέγει γάρ, ὅτι οὕτε ἐν τῇ ὑπάρξει τε καὶ τῷ σημαινομένῳ ταὐτόν ἐστιν οὔτε ἐν τῇ φωνῇ τῇ σημαινούσῃ τὸ ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ A ὑπάρχει χεῖ καὶ ᾧ παντὶ τὸ Β ὑπάρχει, τούτῳ καὶ τὸ Α ὑπάρχει παντί· τοῦτο γάρ ἐστιν, ὃ λέγει. καὶ ὅτι γε μὴ ταὐτὸν σημαίνει ταῦτα ἀλλήλοις, δείκνυσιν. ἂν μὲν γὰρ εἴπωμεν ᾧ τὸ Β ὑπάρχει, μὴ προσθέντες τὸ ‘παντί᾿, τούτῳ παντὶ τὸ Α ὑπάρχει, ἀδιορίστως εἰλήφαμεν τὸ Β κατηγορεῖσθαι, οὗ κατηγορεῖται, οἷον τοῦ Γ, εἰ τούτου κατηγοροῖτο· τὸ δὲ ἀδιόριστον ἐφαρ- μόζει καὶ τῷ ἐπὶ μέρους. δύναται οὖν τὸ Β τινὶ τῷ Γ κεῖσθαι ὑπάρχον· κἄν γὰρ τινὶ αὐτῷ ὑπάρχῃ, ἀληθὲς τὸ ὑπάρχειν αὐτῷ τὸ Α, καὶ γίνεται τὸ ἀδιορίστως λεγόμενον ἴσον τῷ ‘ᾧ τινὶ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α’· τούτου δὲ ὄντος καὶ κειμένου γίνεται τὸ Α τινὶ τῷ Β ὑπάρχον. ὅταν γὰρ ᾧ τινὶ τὸ Β ὑπάρχει, τούτῳ ληφθῇ τὸ Α ὑπάρχειν εἴτε ἁπλῶς εἴτε παντί, ἴσον λαμβάνεται τῷ τὸ Α τινὶ τῷ Β, ὥσπερ καὶ ὅταν ληφθῇ, ᾧ παντὶ τὸ Β ὑπάρχει, τούτῳ ὑπάρχειν τὸ Α παντί, κατὰ παντὸς τοῦ Β εἴληπται τὸ A, εἴ γε κατὰ παντός ἐστιν τὸ μηδὲν εἶναι λαβεῖν τοῦ ἑτέρου, “καθ᾿ οὗ θάτερον οὐ ῥηθήσεται”· ταὐτὸν γάρ ἐστι τὸ ‘καθ᾿ οὗ παντὸς τὸ B, κατ’ ἐκείνου τὸ A παντός᾿ τῷ κατὰ παντὸς τοῦ Β τὸ Α. ἔστι δὲ καὶ ἡ μείζων πρότασις αὕτη ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ οὔσῃ ἐν πρώτῳ σχήματι. γίνεται οὖν οὕτως οὕτως] λαμβανομένης τῆς προτάσεως ἐν πρώτῳ σχήματι ἡ μείζων πρότασις ἐπὶ μέρους. ἀσυλλόγιστος δὲ ἡ τοιαύτη συζυγία, ἄν τε τὸ Β τῷ Γ παντὶ ὑπάρχῃ ἄν τε τινί· ἔσται γὰρ ἡ ἐλάσσων αὕτη πρότασις. ἔσται δὲ ἐπὶ ὅρων σαφέστερον τὸ λεγόμενον. κείσθω ἐπὶ τοῦ Β πτηνόν, ἐπὶ τοῦ Α λευκόν. ἄν δὴ ῥηθῇ, ᾧ πτηνὸν ὑπάρχει, τούτῳ παντὶ λευκόν, κύκνου μὲν δὴ] ληφθέντος τοῦ πτηνοῦ ἀληθὲς τὸ εἰρημένον· καὶ γὰρ πτηνὸν ὁ κύκνος καὶ λευκόν. ἄν δέ τις φῇ ‘ἀλλὰ κόρακι τὸ μὲν πτηνὸν ὑπάρχει, τὸ δὲ λευκὸν οὐκέτι᾿, ῥητέον, ὅτι οὐκ ἐρρήθη ‘ᾧ παντὶ τὸ Β’, ἀλλ’ ἁπλῶς ‘ᾧ ὑπάρχει᾿, ὃ ἴσον ἐδύνατο εἶναι τῷ ‘τινὶ τῷ Β τὸ Α’. οὕτω δὲ λαμβανομένου ἀσυλλόγιστος ἡ συζυγία· καὶ γὰρ ὑπάρξει τὸ Α τῶν ὑπὸ τὸ Β τινὶ καὶ οὐχ ὑπάρξει· γίνεται γὰρ ἐπὶ τῇ ἐκκειμένῃ συμπλοκῇ τὸ λευκὸν τινὶ πτηνῷ καὶ τὸ πτηνὸν παντὶ κύκνῳ καὶ παντὶ κόρακι, ὧν τῷ μὲν κύκνῳ παντὶ τὸ λευκὸν τῷ δὲ κόρακι οὐδενί. ἔστω πάλιν ἐπὶ μὲν τοῦ Α λογικόν, ἐπὶ δὲ τοῦ Β ἔμψυχον, καὶ εἰλήφθω, ᾧ τὸ ἔμψυχον ὑπάρχει, ἐκείνῳ παντὶ τὸ λογικόν. ἀνθρώπου μὲν οὖν ληφθέντος ὑπὸ τὸ ἔμψυχον ἀληθές, ἵππου δὲ οὐκέτι· γίνεται γὰρ τὸ μὲν λογικὸν τινὶ ἐμψύχῳ τὸ δὲ ἔμψυχον καὶ ἀνθρώπῳ παντὶ καὶ ἵππῳ παντί. ὅτι δὲ ἀσυλλόγιστοι αὗται αἱ συζυγίαι, δῆλον, ὥστε οὐδὲ ἀναλύειν αὐτὰς ὡς συλλογιστικὰς χρή. τὸ δὲ ὡς ἀδιόριστον τῆς Β Γ προτάσεως δεικνὺς ἐν τῇ τοιαύτῃ λήψει παρέθετο ὅρους ἐπὶ μὲν τοῦ Β καλόν, ἐπὶ δὲ τοῦ Γ λευκόν. ἄν δὴ ὑπάρχῃ τινὶ λευκῷ τὸ καλόν, ἀληθὲς μὲν ἔσται εἰπεῖν ἀδιορίστως, ὅτι λευκῷ ὑπάρχει καλόν, καὶ ‘ᾧ ὑπάρχει τὸ Β’ ἀδιορίστως χωρὶς τοῦ ‘τινί᾿ ἢ ‘παντί᾿, οὐκέτι δὲ ἀληθὲς τὸ ‘παντὶ λευκῷ ὑπάρχει τὸ καλόν᾿. τὸ δὲ ἴσως προσέθηκε ἔθηκε λέγων ἀλλ’ οὐ παντὶ ἴσως οὐ διὰ τοὺς ἐκκειμένους ὅρους ἀλλὰ διὰ τὸ τὸ ἀδιόριστον ἀληθεύεσθαι καὶ ἐπὶ τοῦ καθόλου ὥσπερ γε καὶ ἐπὶ τοῦ ἐπὶ μέρους.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
