Ancient Greek
Page 34b19
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 19
Not analysed yet
Πάλιν ἔστω στερητικὴ πρότασις καθόλου ἡ A B. Δείκνυσι καὶ τὴν ἐξ ὑπαρχούσης καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐνδεχομένης καθόλου καταφατικῆς τῆς ἐλάττονος συζυγίαν ἐν πρώτῳ σχήματι συλλογιστικὴν διὰ τῆς εἰς ἀδύνατον πάλιν ἀπαγωγῆς. εἰ γὰρ τὸ Α τῷ Β μηδενὶ ὑπάρχει, τὸ δὲ Β τῷ Γ παντὶ ἐνδέχεται, τὸ Α τῷ Γ ἐνδέχεται μηδενί. εἰ γὰρ μή, τὸ ἀντικείμενον οὐκ ἐνδέξεται μηδενὶ τὸ Α τῷ Γ, ὃ μεταλαμβάνει εἰς τὸ ἐξ ἀνάγκης τινί· τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ μὴ γὰρ ἐνδεχέσθω. ἀλλὰ καὶ τὸ Β παντὶ τῷ Γ ὑπαρχέτω· μετειλήφθω γὰρ πάλιν τὸ ἐνδεχόμενον εἰς τὸ ὑπάρχον· ἐν τρίτῳ σχήματι πάλιν γίνενεται καὶ τὸ Α ὑπάρχον τινὶ τῷ Β. ἐν γὰρ τρίτῳ σχήματι ἐξ ἀναγκαίας ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους καταφατικὸν ὑπάρχον ἐδείχθη συνάγεσθαι. ἀλλὰ μὴν ἀδύνατον τὸ τὸ Α τῷ Β τινὶ ὑπάρχειν· ἔκειτο γὰρ μηδενὶ ὑπάρχειν. τὸ δὴ ἀδύνατον τοῦτο πάλιν οὐ παρὰ τὸ μεταλαμβάνειν ἡμᾶς τὴν καθόλου ἐνδεχομένην καταφατικὴν εἰς τὴν καθόλου καταφατικὴν ὑπάρχουσαν συνήχθη· τοῦτο γάρ, εἰ καὶ ψεῦδος, ἀλλ’ οὐκ ἀδύνατον, τὸ δ’ ἀδύνατον ἀδυνάτῳ ἐδείχθη ἑπόμενον· παρὰ ὑπόθεσιν ἄρα. τὸ ἄρα ἀντικείμενον ταύτῃ τῇ ‘οὐκ ἐνδέχεται μηδενί’ συναχθήσεται· τοῦτο δέ ἐστι τὸ ἐνδέχεσθαι μηδενὶ.