# In Aristotelis analyticorum priorum librum I commentarium 20-7

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 49b20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/20-7

Εἰ μὲν οὖν τὸ Α τῷ Β ὑπάρχει, μὴ παντὶ δέ, καθ’ οὗ τὸ Β, οὔτ’ εἰ παντὶ τῷ Γ τὸ Β, οὔτ’ εἰ τινὶ μόνον ὑπάρχει, ἀνάγκη τὸ Α οὐχ ὅτι οὐ παντί, ἀλλ’ οὐδὲ ὑπάρχειν τῷ Γ. Τὸ λεγόμενον ὑπ’ αὐτοῦ ἐστιν, ὅτι, εἰ τὸ Α τινὶ τῷ Β ὑπάρχει καὶ μὴ παντί ἦν δ’ ἄν παντί, εἰ καθ’ οὗ τὸ Β παντός, κατὰ τούτου παντὸς τὸ Α κατηγορεῖτο· τὸ γὰρ μὴ παντὶ δέ, καθ’ οὗ τὸ Β ἴσον ἐστὶ τῷ ‘μὴ κατὰ παντὸς δὲ τοῦ Β λέγεται᾿ καὶ ‘καθ᾿ οὗ παντὸς τὸ Β’), οὐ μόνον, φησίν, οὐ παντὶ ὑπάρξει τὸ Α τούτῳ, ᾧ τὸ B, ἀλλὰ ἐνδέξεται τὸ αὐτὸ μηδὲ ὅλως αὐτῷ ὑπάρειν, ἄν τε τὸ Β κατὰ παντός τινος ληφθῇ κατηγορούμενον οἷον τοῦ Γ, ὡς τὸ λευκὸν κατὰ τινὸς μὲν ἀψύχου κατὰ πάσης δὲ χιόνος, ἄν τε κατὰ τινός, ὡς τὸ πτηνὸν κατὰ τινὸς μὲν μέλανος κατὰ παντὸς δὲ κόρακος, καὶ οὐδετέρῳ αὐτῶν τὸ λευκὸν καίτοι τινὶ πτηνῷ ὑπάρχον. οὐ γὰρ περὶ τοῦ μὴ. παντὶ τὸ Α τῷ Γ ὑπάρχειν ἢ παντὶ ὁ λόγος ἔσται ἐν τῇ τοιαύτῃ συζυγίᾳ· δύναται γὰρ καὶ μηδ’ ὅλως αὐτῷ ὑπάρχειν· ἡ γὰρ μείζων πρότασις ἐν πρώτῳ σχήματι ἐπὶ μέρους οὖσα ἀσυλλόγιστον τὴν συμπλοκὴν ποιεῖ, ὅπως ἄν ἡ ἐλάττων ἔχουσα ληφθῇ. τὸ δὲ οὔτ’ εἰ παντὶ τῷ Γ τὸ Β, οὔτ’ εἰ τινὶ μόνον ὑπάρχει ἐν μέσῳ εἴρηται ταὐτὸν ὂν τῷ ‘οὔτ᾿ εἰ ἐπὶ μέρους εἴη ἡ ἐλάττων λαμβανομένη πρότασις, οὔτ’ εἰ καθόλου. τὸ δὲ καθ’ οὗ τὸ Β, ὃ ἔλαβεν, οὐκ ἔστιν ἴσον τῷ ‘καθ᾿ ὅτου᾿· τὸ μὲν γὰρ ‘καθ᾿ ὅτου᾿ διωρισμένον ἐστὶν δηλωτικὸν ὂν τοῦ ` καθόλου, ὃ ἴσον ἐστὶ τῷ ‘κατὰ παντός᾿. τὸ δὲ ‘καθ’ οὗ᾿ ἀδιόριστον· τὸ δὲ ἀδιόριστον ἐφαρμόζει τῷ ἐπὶ μέρους.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
