# In Aristotelis analyticorum priorum librum I commentarium 22-5

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 49b22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/22-5

Εἰ δὲ καθ’ οὗ ἄν τὸ Β λέγηται ἀληθῶς, τούτῳ παντὶ ὑπάρχει. Προσυπακουστέον, ὅτι τὸ Α. ἔστι δὲ τὸ καθ’ ὅτου ἄν, ὡς ἔφαμεν, ἴσον τῷ ‘πατὰ παντός, καθ’ οὗ τὸ ᾿. πρόσκειται δὲ τὸ ἀληθῶς, ἐπεὶ δύναται κατὰ παντὸς μὲν κατηγορεῖσθαι, ψευδῶς δέ. ἔστιν οὖν ἡ τάξις· εἰ δὲ καθ’ οὗ παντὸς τὸ Β λέγεται, κατ’ ἐκείνου παντὸς τὸ Α λέγοιτο, συμβήσεται τὸ Α, καθ’ οὗ παντὸς τὸ Β λέγεται, κατὰ τούτου παντὸς λέγεσθαι. ἐδήλωσε δέ, ὅτι τὸ καθ᾿ ὅτου ἄν τὸ B ἴσον ἐστὶ τῷ ‘καθ᾿ οὗ τὸ Β παντός᾿, μεταλαβὼν αὐτὸ εἰς τοῦτο αὐτό· γίνεται γὰρ οὕτως ληφθείσης τῆς προτάσεως τὸ Α κατὰ παντὸς τοῦ Β. ἔστω γὰρ ἐπὶ μὲν τοῦ Α ζῷον, ἐπὶ δὲ τοῦ Β γελαστικὸν ἢ λογικόν, ἐπὶ δὲ τοῦ Γ ἄνθρωπος. καθ’ ὅτου δὴ ἢ τὸ γελαστικὸν ἢ τὸ λογικόν, κατὰ τούτου παντὸς τὸ ζῷον· τὸ δὲ γελαστικόν, ἀλλὰ καὶ τὸ λογικὸν ὁμοίως, εἰ τοῦτο ληφθείη, οὕτως κατὰ ἀνθρώπου· κατὰ παντὸς γὰρ αὐτοῦ· καὶ τὸ ζῷον ἄρα· ἴσον γάρ ἐστι τοῦτο τῷ ‘τὸ ζῷον κατὰ παντὸς γελαστικοῦ, τὸ γελαστικὸν κατὰ παντὸς ἀνθρώπου, τὸ ζῷον ἄρα κατὰ παντὸς ἀνθρώπου᾿. κἄν κατὰ τινὸς δὲ ληφθῇ ἢ τὸ γελαστικὸν ἢ τὸ λογικόν, οὐδὲν ἧττον κἀκείνῳ τῷ τινὶ τὸ ζῷον συλλογιστικῶς ὑπάρξει.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
