Ancient Greek
Page 44b25
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 25-4
Not analysed yet
Φανερὸν δέ, ὅτι καὶ αἱ ἄλλαι σκέψεις τῶν κατὰ τὰς ἐκλογὰς ἀχρεῖοι πρὸς τὸ ποιεῖν συλλογισμόν. Δείξας, ὅτι, εἰ τὰ ἀμφοτέροις ἑπόμενα ταὐτὰ ληφθείη εἶναι, οὐδεὶς ἔσται συλλογισμός, φησίν, ὅτι οὐδ’ ἄν ἄλλα τινὰ τῶν ἐκλελεγμένων ἡμῖν ταὐτὰ ἀλλήλοις λάβωμεν, παρ’ ἃ προειρήκαμεν ,οὐδ’ οὕτως ἔσται συλλογισμός. πρῶτον μὲν οὖν εἶπεν, ὅτι μὴ δεῖ ἐκλέγειν τὰ πᾶσιν ἑπόμενα. νῦν δέ φησιν, ὅτι ἀλλ’ οὐδὲ τῶν ἐκλελεγμένων, ἃ ἐδόκει ἀλλήλων διαφέρειν, ληπτέον τινὰ τῶν ἀμφοτέροις ἑπομένων ὡς ἕνα ποιήσοντας ὅρον ἐξ αὐτῶν· καὶ γὰρ οὕτως γίνεται τὸ δεύτερον σχῆμα ἔχον τὰς δύο καταφατικάς. ἀλλ’ οὐδὲ τῶν Γ τι λαβόντας τούτοις γὰρ ἕπεται τὸ A) συγκριτέον τῶν Θ τινί, ἃ οὐχ ὑπῆρχε τῷ · ἔσται γὰρ οὕτως τὸ πρῶτον σχῆμα τὴν ἐλάττονα πρότασιν ἀποφατικὴν ἔχον · ἔσται γὰρ τὸ μὲν Α παντὶ τῷ Γ, ὃ ἦν τὸ Θ, τὸ δὲ Θ, ὃ ἦν τὸ Γ, οὐδενὶ τῷ E. ἄν γὰρ ἀντιστρέψαντες ἀμφοτέρας λάβωμεν, τὸ E τῷ Θ οὐδενί, τοῦτ’ ἔστι τῷ Γ, τὸ δὲ Γ τινὶ τῷ Α, συναχθήσεται μὲν |τὸ E τινὶ τῷ Α μὴ ὑπάρχειν, ἀλλ’ οὐ τὸ προκείμενον ἔτι τῷ μὴ ἀντιστρέφειν τὸ ἐπὶ μέρους ἀποφατικόν. κἄν ἐν τρίτῳ δὲ σχήματι τὴν συμπλοκὴν ποιήσῃ, καὶ οὕτως ἀσυλλόγιστος ἡ συμπλοκή · γίνεται γὰρ ἐν αὐτῇ ἡ ἐλάττων ἀποφατική · τὸ μὲν γὰρ Α κατὰ παντὸς τοῦ Θ, εἴ γε καὶ κατὰ παντὸς τοῦ Γ, ᾧ ταὐτόν ἐστι τὸ Θ, τὸ δὲ· E κατ’ οὐδενὸς τοῦ Θ. ἀλλ’ οὐδὲ τῶν ἑκατέροις μὴ ὑπαρχόντων τινὰ ταὐτὰ ἀλλήλοις ληπτέον, οἷον τῶν Δ τι καὶ τῶν Θ· ἀμφότεραι γὰρ ἔσονται αἱ προτάσεις ἀποφατικαί, ἢ ἐν τῷ πρώτῳ σχήματι, εἰ ἀντιστρέψαιμεν τὴν Δ Α. ἥ ἐστιν ἴση τῇ Θ Α, ἵνα ληφθῇ τὸ Α μηδενὶ τῷ Θ, τὸ δὲ Θ μηδενὶ τῷ E ,ἢ ἐν τῷ μέσῳ σχήματι, εἰ εἴη τὸ Δ, ὅ ἐστι ταὐτὸν τῷ Θ, μήτε τῷ Α μήτε τῷ E ὑπάρχον.