# In Aristotelis analyticorum priorum librum I commentarium 25-6

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 49b25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/25-6

Εἰ μέντοι τὸ Α λέγεται, καθ’ οὗ ἄν τὸ Β λέγηται, κατὰ παντός. Ἀδιόριστον πάλιν λαμβάνει τὴν ἐλάττονα· τοιοῦτον γάρ ἐστι τὸ καθ’ οὗ <ἂν> ἄλλο ὂν τοῦ ‘καθ’ ὅτου ἄν’, ὥσπερ καὶ τὸ ‘καθ’ οὗ᾿ τοῦ ‘καθ᾿ ὅτου᾿. καὶ ἔστιν αὕτη ἡ αὐτὴ τῇ ἐν ἀρχῇ εἰρημένῃ τῇ “ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει”. ἄν δὴ οὕτως ἡ πρότασις ληφθῇ ἀδιορίστως καὶ ᾖ ἀληθὴς τῷ τὴν ἐπὶ μέρους ἀληθῆ εἶναι τὴν ‘ᾧ τὸ Β τινί, τὸ Α παντί᾿, ὡς τὸ Β τινὶ τῷ Γ ὑπάρχειν, ἀλλὰ μὴ παντί· τοῦτο γὰρ δηλοῖ τὸ οὐδὲν κωλύει <, εἰ> τῷ Γ ὑπάρχει τὸ B μὴ παντὶ δέ, τὸ A ὅλως μὴ ὑπάρχειν· τότε γὰρ ἔσται ἀσυλλόγιστος, ὅταν τὸ ἀδιορίστως εἰλημμένον τῷ ἐπὶ μέρους ἐφαρμόζῃ. τὸ γὰρ ‘ᾧ τὸ Β, τὸ Α παντί᾿ ἀσυλλόγιστον, ὅταν ἴσον ᾖ τῷ ’to τὸ Β τινί, τὸ Α παντί᾿, ὃ ἴσον ἐστὶ τῷ ‘ᾧ τὸ Β, τὸ Α <παντί’>· τότε γὰρ γίνεται τὸ Α τινὶ τῷ Β. τοῦτο δὲ γίνεται, ὅταν ἴσον ᾖ τὸ ‘ᾧ τὸ Β τινι], τὸ Α παντί᾿ ἀδιορίστως εἰρημένον τῷ ‘ᾧ τὸ Β τινί, τὸ Α παντί᾿, ὡς προείρηται, ὃ ἐδήλωσε διὰ τοῦ εἰ τῷ Γ ὑπάρχει τὸ Β, μή παντὶ δέ· γίνεται γὰρ οὔσης ταύτης τοιαύτης ἡ μείζων ἡ Α Β ἐπὶ μέρους λαμβανομένη, ὡς προείρηται. καὶ ἐπέξεισι δὲ τὰ προειρημένα· οὕτως γὰρ ληφθείσης τῆς ΒΓ οὐκέτ’ ἀληθὲς τὸ τὸ Α τῷ Γ ὑπάρχειν· οὕτως γὰρ ληφθεισῶν γίνεται ἡ μείζων, ὡς ἔφαμεν, ἐπὶ μέρους.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
