# In Aristotelis analyticorum priorum librum I commentarium 25-7

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 51b25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/25-7

Οὐδὲ τὸ εἶναι μὴ καὶ μὴ εἶναι ἴσον· τῷ μὲν γὰρ υποκειται τι. Δείξας καὶ διὰ τῆς ἀναλογίας τῆς πρὸς τὸ ‘δύναται βαδίζειν καὶ δύναται μὴ βαδίζειν’ καὶ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν μὴ ὂν τὸ αὐτὸ τὸ εἶναι μὴ ἀγαθὸν τῷ μὴ εἶναι ἀγαθὸν, τῇ ἀποφάσει, καὶ καθόλου τὸ εἶναι μὴ τόδε ἕτερον ὂν τοῦ μὴ εἶναι τόδε, νῦν καὶ ἄλλο τι προστίθησι, δι’ οὗ δείκνυσιν, ὅτι μὴ ταὐτά ἐστιν ἀλλήλοις τό τε εἶναι μὴ τόδε καὶ τὸ μὴ εἶναι τόδε. τῷ μὲν γὰρ ‘ἔστιν οὐ τόδε᾿ ὑπόκειταί τι· ὁ γὰρ λέγων ‘ἔστιν οὐκ ἴσον’ εἶναι μέν τι λέγει καὶ κατηγορεῖ τινος τὸ εἶναι, οὐ μὴν ἴσον αὐτό φησιν εἶναι. ὁ γὰρ λέγων ‘ἔστιν οὐκ ἴσον’ τιθείς τι εἶναι τὸ ἴσον αὐτοῦ χωρίζει· κατὰ ὡρισμένου γάρ τινος ἡ τοιαύτη κατηγορία καὶ ὑποκειμένου· οὐ γὰρ ἀληθὲς κατὰ τοῦ μηδ’ ὅλως ὄντος ὄντος κατηγορῆ σαι τὸ ‘ἔστιν οὐκ ἴσον᾿. τῷ δὲ ‘οὐκ ἔστιν ἴσον’ οὐδὲν ὑπόκειται ὡρισμένον ὅτι καὶ ἐπὶ ὄντος καὶ μὴ ὄντος λέγεσθαι δύναται· τὸ γὰρ ‘ούκ ἔστιν ἴσον᾿ οὐκ ἐπὶ ὄντων μόνον ἀληθεύεται ἢ ποσῶν, οἷον τῶν ἀνίσων, ἀλλὰ καὶ ἐπὶ μὴ ὄντων πάντων· ἐπὶ παντὸς γὰρ μὴ ὄντος ἀληθὲς τὸ μὴ εἶναι αὐτὸ ἴσον. διὸ τὸ μὲν ἴσον ἢ οὐκ ἴσον ἐπὶ παντὸς διαιρεῖ τὸ ἀληθές τε καὶ ψεῦδος ὄντος τε ὁμοίως καὶ μὴ ὄντος· ἀντίφασις γάρ ἐστιν. ἴσον δὲ καὶ ἄνισον, ᾧ ὅμοιον τὸ ‘ἔστιν οὐκ ἴσον’, οὐκ ἐπὶ παντὸς διαιρεῖ τό τε ἀληθές τε καὶ τὸ ψεῦδος, ἀλλ’ ἐπὶ ὄντων τε καὶ ποσῶν.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
