# In Aristotelis analyticorum priorum librum I commentarium 27-5

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 41b27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/27-5

Δῆλον δὲ καὶ ὅτι ἐν ἅπαντι συλλογισμῷ Καὶ τοῦτο ὑπομιμνήσκει ἡμᾶς, ὅτι ἐν παντὶ συλλογισμῷ ἢ ἀμφοτέρας ὁμοίας ἀνάγκη τῷ συμπεράσματι εἶναι τὰς προτάσεις ἢ πάντως γε τὴν ἑτέραν, κατὰ μὲν τὸ καταφατικὸν ἀμφοτέρας οὐ γὰρ ἄν ἄλλως γίνοιτο καταφατικὸν τὸ συμπέρασμα, εἰ μὴ ἀμφότεραι αἱ προτάσεις εἶεν καταφατικαί), εἰ δὲ ἀποφατικόν, τὴν ἑτέραν· οὔτε γὰρ ἐκ δύο καταφατικῶν ἀποφατικὸν ἂν γένοιτο συμπέρασμα οὔτε ἐκ δύο ἀποφατικῶν· οὐδὲ γὰρ ὅλως συλλογισμὸς ἐκ δύο ἀποφατικῶν γένοιτ’ ἄν ποτε προτάσεων. οὐ τὸ καταφατικὸν δὲ καὶ ἀποφατικὸν μόνα δεῖν φησιν ἢ ἀμφοτέρας τὰς προτάσεις ὁμοίας εἶναι τῷ συμπεράσματι ἢ πάντως γε τὴν ἑτέραν, ἀλλὰ καὶ κατὰ τὸ ἀναγκαῖον καὶ τὸ ὑπάρχον καὶ ἐνδεχόμενον. οὔτε γὰρ ἀναγκαῖον γένοιτ’ ἂν συμπέρασμα μηδεμιᾶς οὔσης προτάσεως ἀναγκαίας, ὥς φησιν ἀλλὰ δεῖ ἢ ἀμφοτέρας ἀναγκαίας εἶναι ἢ πάντως γε τὴν ἑτέραν, τὴν γὰρ μείζονα), οὔτε ὑπάρχον οὔτε ἐνδεχόμενον· ὁμοίως γὰρ καὶ ἐπὶ τοῦ ὑπάρχοντος συμπεράσματος καὶ ἐπὶ τοῦ ἐνδεχομένου αἱ προτάσεις ἕξουσιν. πῶς οὖν εἶπεν ἐν ταῖς μίξεσιν ἐξ ἀναγκαίας ἀποφατικῆς καθόλου καὶ ἐνδεχομένης καταφατικῆς ὑπάρχον ἀποφατικὸν γίνεσθαι συμπέρασμα;

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
