# In Aristotelis analyticorum priorum librum I commentarium 29-4

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 48a29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/29-4

Οὐ δεῖ δὲ τοὺς ὅρους ἀεὶ ζητεῖν ὀνόματι ἐκτίθεσθαι· πολλάκις γὰρ ἔσονται λόγοι, οἷς οὐκ ἔσται ὀνομασία. Πολλῶν φησι συλλογισμῶν τοὺς ὅρους ἢ τινὰς ἢ πάντας λόγῳ δηλοῦσθαι καὶ λόγους εἶναι, οὐκ ὀνόματα, ἐφ’ ὧν οὐ δεῖ, φησί, τοὺς ἀναλύειν βουλομένους ζητεῖν πάντως τοὺς ὅρους δι’ ὀνομάτων ἐκτίθεσθαι, ἀλλὰ τοὺς λόγους αὐτοὺς τοὺς κειμένους ἐκθετέον ἐν τῇ τῶν ὅρων λήψει. παρὰ γὰρ τοῦτο πολλάκις χαλεπὴ καὶ δύσκολος ἡ ἀναγωγὴ γίνεται τῷ μὴ εὑρίσκεσθαι τῶν ὅρων ὀνόματα· οἷον εἴ τις συλλογίσαιτο τὸν ἀνδρεῖον τιμῆς ἄξιον εἶναι διὰ μέσου τοῦ καταφρονεῖν τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος λέγων ‘ὁ ἀνδρεῖος καταφρονεῖ τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος, πᾶς ὁ καταφρονῶν τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος τιμῆς ἄξιος, ὁ ἄρα ἀνδρεῖος τιμῆς ἅξιος’. τὸν γὰρ βουλόμενον ἐκλαμβάνειν τοὺς ὅρους τούτου τοὐ συλλογισμοῦ οὐ δεῖ τὸν μέσον ὅρον ὄνομα ζητεῖν· λόγος γάρ ἐστιν, οὗ φυλαχθέντος ἥ τε διαίρεσις ἡ εἰς τοὺς ὅρους φανερὰ καὶ ἡ τοῦ συλλογισμοῦ ἡ εἰς τὸ πρῶτον σχῆμα ἀνάλυσις. πάλιν εἴ τις λάβοι, ὅτι ἡ τοὐ ὄντος ἐπιστήμη ᾗ ὂν ἐπιστήμη ἐστὶ τοῦ πρώτου αἰτίου κινοῦντος, ἡ δέ γε ἐπιστήμη ἡ τοῦ πρώτου αἰτίου κινοῦντος ἡ πρώτη ἐστὶ φιλοσοφία, καὶ συνάγοι, ἐκ τούτων, ὅτι ἡ τοῦ ὄντος ᾗ ὂν ἐπιστήμη ἡ μάτα ἀλλὰ λόγους εἴληφε πάντας, οὓς εἰ μὴ ὁ βουλόμενος ἀναλύειν τὸν λόγον λάβοι, ὀνόματα δὲ ζητοίη ἀντ’ αὐτῶν, οὐκ ἄν εὕροι τὴν ἀνάλυσιν τοῦ συλλογισμοῦ εἰς τὸ οἰκεῖον σχῆμα ὂν τὸ πρῶτον.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
