# In Aristotelis analyticorum priorum librum I commentarium 3

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 33b3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/3

Ἔτι δὲ καὶ ἑκτῶν ὅρων φανερόν· οὕτως γὰρ ἐχουσῶν τῶν προτάσεων τὸ πρῶτον τῷ ἐσχάτῳ καὶ οὐδενὶ ἐνδέχεται καὶ παντὶ ὑπάρχειν ἀναγκαῖον. Εἰπὼν ἀσυλλογίστους ἔσεσθαι πάσας τὰς ἐξ ἐνδεχομένων ἐν πρώτῳ σχήματι συζυγίας, ἐν αἷς ἡ μείζων ἐστὶν ἐπὶ μέρους, καὶ προσθεὶς καὶ τὴν αἰτίαν (ὅτι γὰρ ἐνδέχεται τὸν μέσον ὅρον ὑπερτείνειν τοῦ ἄκρου) οὐδὲν ἧττον δείκνυσιν ἀσυλλόγιστον τὴν συμπλοκὴν καὶ διὰ τῆς παραθέσεως τῶν ὅρων ἐναργεστέραν καὶ πληκτικωτέραν τὴν τοιαύτην δεῖξιν καὶ τὸν τοιοῦτον ἔλεγχον ποιούμενος. δείξας δὲ δι’ ὧν παρατίθεται ὅρων καὶ παντὶ ἐξ ἀνάγκης τὸ πρῶιον ἄκρον τῷ ἐσχάτῳ καὶ ἐξ ἀνάγκης μηδενὶ πάντα ἄν εἴη τὰ ἐνδεχόμενα ὡσπεροῦν καὶ τὰ ὑπάρχοντα καὶ τὰ ἀναγκαῖα ἀνῃρηκώς, καὶ τὸ παντὶ καὶ τὸ τινὶ καὶ τὸ μηδενὶ καὶ τὸ τινὶ μή· ἑκάτερον γὰρ τῶν καθόλου ἀναγκαίων, καὶ τὸ καταφατικὸν καὶ τὸ ἀποφατικόν, πάντα ἀναιρεῖ τὰ ἐνδεχόμενα συμπεράσματα. τοῦ μὲν οὖν παντὶ ἐξ ἀνάγκης ὑπάρχειν ὅρους λαμβάνει ζῷον, λευκόν, ἄνθρωπον· ζῷον γὰρ τινὶ λευκῷ ἐνδεχέσθω, λευκὸν παντὶ ἀνθρώπῳ ἐνδεχέσθω, καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. εἶεν δ’ ἄν ἀληθέστεροι ὅροι λευκόν, περιπατοῦν, κύκνος· τὸ γὰρ λευκὸν ἐνδέχεται τινὶ περιπατοῦντι καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, καὶ τὸ περιπατοῦν παντὶ κύκνῳ ἐνδέχεται καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ἀλλὰ καὶ τινί, καὶ τὸ λευκὸν ἐξ ἀνάγκης παντὶ κύκνῳ. τοὐ δὲ ἐξ ἀνάγκης μηδενὶ ὅρους παρέθετο ζῷον, λευκόν, ἱμάτιον· τὸ γὰρ ζῷον τινὶ λευκῷ ἐνδέχεται καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, καὶ τὸ λευκὸν ἐνδέχεται καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν παντὶ ἱματίῳ καὶ μηδενὶ καὶ τινὶ <καὶ τινὶ> μή, καὶ τὸ ζῷον ἐξ ἀνάγκης οὐδενὶ ἱματίῳ. εἶεν δ’ ἄν πάλιν ἀληθέστεροι ὅροι λευκόν, περιπατοῦν, κόραξ· λευκὸν γὰρ ἐξ ἀνάγκης οὐδενὶ κόρακι συμπέρασμα τῶν προτάσεων κατὰ τοὺς εἰρημένους τρόπους πάντας δυναμένων λαμβάνεσθαι.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
