Ancient Greek
Page 44a30
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 30-5
Not analysed yet
Εἰ δὲ τὸ Η τῷ Β ταὐτόν, ἀντεστραμμένος ἔστι ὁ συλλογισμός. Δείξας ἐπὶ μέρους ἀποφατικὸν γινόμενον τὸ συμπέρασμα, εἰ τῶν Δ τι ταὐτὸν τῷ Η ληφθείη, φησὶν ἀντεστραμμένον ἔσεσθαι συλλογισμόν, εἰ ληφθείη τι τῶν H, |οἷς ἕπεται τὸ E, ταὐτόν τινι τῶν Β, ἃ εἵπετο τῷ Α. ἀντεστραμμένον δὲ εἶπεν ἤτοι τῷ προειρημένῳ, ὅτι ἐκεῖνος μὲν ἦν ἐπὶ μέρους ἀποφατικὸν ἔχων τὸ συμπέρασμα, οὗτος δέ γε, ὃν νῦν δείκνυσιν, ἐπὶ μέρους καταφατικὸν συνάγων δείκνυται, ἢ ἀντεστραμμένον εἶπεν, ὅτι ἡ δεῖξις ἀνάπαλιν ἔχει· οὐ γὰρ δείκνυται διὰ τῶν οὕτως λαμβανομένων τὸ Α κατηγορούμενον τοῦ E, ὃ ἔκειτο εἶναι κατηγορούμενον, ἀλλὰ ἀνάπαλιν· τὸ γὰρ E κατὰ τοῦ Α παντός, ἐπειδὴ κατὰ τοῦ Η παντός, τὸ δὲ H κατὰ παντὸς τοῦ Α ταὐτόν γε ὂν τῶν Β τινί, ἃ εἵπετο τῷ Α. ἡ μὲν οὖν δεῖξις καὶ ὁ συλλογισμὸς τοῦ ἀνάπαλιν καὶ ἀνεστραμμένου· τῷ δὲ ἀντιστρέφειν τὴν καθόλου καταφατικὴν τῇ ἐπὶ μέρους δι’ ἀντιστροφῆς γίνεται καὶ τὸ Α τινὶ τῷ E ὑπάρχον ἐπὶ ταῖς τοιαύταις προτάσεσιν. ἐπεὶ δὲ ἐγίνετό πως συλλογισμὸς τοὐ προκειμένου καὶ τοῦ Η τῷ Β ληφθέντος τοῦ αὐτοῦ (διὰ γὰρ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς), διὰ τοῦτο οὐδὲ ταύτην παρέλιπε τὴν δεῖξιν. ὅτι μὲν οὖν πάντα τὰ προβλήματα δείκνυται διὰ τῆς εἰρημένης μεθόδου, δῆλον.