# In Aristotelis analyticorum priorum librum I commentarium 30-6

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 49b30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/30-6

Καὶ εἰ μὲν κατὰ παντὸς τὸ Β, καὶ τὸ Α οὕτως. Λαβὼν ἐν τῷ “καθ᾿ οὗ τὸ Β παντὸς τὸ Α λέγεσθαι” τὴν μείζονα πρότασιν τὴν AB καθόλου ἴσον γὰρ τῷ “καθ᾿ οὗ τὸ Β παντὸς τὸ Α’’ τὸ ‘κατὰ παντὸς τοῦ Β τὸ ᾿), ἐπειδὴ τῆς ἐλάττονος προτάσεως καὶ ἐπὶ μέρους οὕσης καταφατικῆς καὶ καθόλου συλλογιστικὴ ἡ συζυγία, ἀλλὰ καθόλου μὲν οὔσης καὶ τὸ συμπέρασμα καθόλου, ἐπὶ μέρους δὲ τοιοῦτον καὶ τὸ συμπέρασμα, διὰ τοῦτο προσέθηκε τούτου ὂν δηλωτικὸν τὸ καὶ εἰ μὲν κατὰ παντὸς τὸ Β, καὶ τὸ Α οὕτως· εἰ δὲ μὴ κατὰ παντός, ὡς εἶναι τὴν τάξιν τοιαύτην ‘καθ᾿ ὅσων ἄν τὸ Β, κατὰ πάντων τὸ Α’, ἔπειτα ‘τὸ δὲ Β κατὰ τινὸς τοῦ Γ, καὶ τὸ Α ἄρα᾿ ἢ ‘τὸ δὲ Β κατὰ παντὸς τοὐ Γ, ὥστε καὶ τὸ Α’. τὸ δὲ οὐκ ἀνάγκη τὸ Α κατὰ παντὸς ἴσον ἐστὶ τῷ ‘οὐδὲ τὸ Α κατὰ παντὸς συλλογιστικῶς τοῦ ὑπὸ τὸ B κατγορηθήσεται, εἰ τὸ Β αὐτῷ τινὶ ὑπάρχοι᾿. ὁ μέντοι Θεόφραστος ἐν τῷ Περὶ καταφάσεως τὴν ‘καθ᾿ οὗ τὸ Β, τὸ Α’ ὡς ἴσον δυναμένην λαμβάνει τῇ ‘καθ᾿ οὗ παντὸς τὸ Β, κατ’ ἐκείνου παντὸς τὸ Α’.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
