Ancient Greek
Page 33b33
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 33-4
Not analysed yet
Ἐνδεχέσθω γὰρ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ κείσθω ὑπάρχον. |Τῷ κατὰ παντὸς προσχρώμενος καὶ τῷ τούτου ὁρισμῷ δείκνυσιν ἐνδεχόμενόν τε γινόμενον τὸ συμπέρασμα καὶ τέλειον τὸν συλλογισμόν. ἐπεὶ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται, οὐδὲν ἔσται λαβεῖν τοῦ Β, ᾧ τὸ Α οὐκ ἐνδέξεται· τὶ δὲ τοῦ Β τὸ Γ ἐστίν, εἴ γε τὸ Β παντὶ τῷ Γ ὑπάρχει· καὶ τῷ Γ ἄρα παντὶ ἐνδέξεται τὸ Α. κἄν ἡ μείζων δὲ στερητικὴ ἐνδεχομένη τεθῇ ἡ δὲ ἐλάττων ὑπάρχουσα καθόλου καταφατική, ὁμοία ἡ δεῖξις τοῦ ἐνδεχόμενον ἀποφατικὸν καθόλου τὸ συμπέρασμα ἔσεσθαι· διὰ γὰρ τοῦ ὁρισμοῦ τοῦ ἐνδέχεσθαι μηδενί.