# In Aristotelis analyticorum priorum librum I commentarium 36-4

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 27b36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/36-4

Ἀλλ’ οὐδ’ εἰ τινὶ ἑκατέρῳ ὑπάρχει ἢ μὴ ὑπάρχει. Εἰπὼν περὶ πασῶν τῶν συζυγιῶν τῶν ἐχουσῶν τὴν ἑτέραν καθόλου τὴν δ’ ἑτέραν ἐπὶ μέρους καὶ δείξας δύο μόνας συλλογιστικὰς ἐν αὐταῖς (αἱ γὰρ τὴν μείζονα καθόλου ἔχουσαι καὶ ἀντικειμένην τὴν ἐπὶ μέρους κατὰ τὸ ποιὸν ἐδείχθησαν συλλογιστικαί, αἱ δ’ ἄλλαι πᾶσαι ἀσυλλόγιστοι, οὖσαι ἐξ) νῦν μέτεισιν ἐπὶ τὰς ἐξ ἀμφοτέρων ἐπὶ μέρους, καὶ περὶ πασῶν αὐτῶν ἅμα ποιεῖται τὸν λόγον, καὶ διὰ τῶν αὐτῶν παραδειγμάτων πασῶν ἐλέγχει τὸ ἀσυλλόγιστον, ὡς ἐποίησεν καὶ ἐπὶ τοῦ πρώτου σχήματος. συγκαταριθμεῖ δὲ καὶ τὰς ἀδιορίστους ταῖς ἐπὶ μέρους ὡς ὁμοίως ἐκείναις ἀσυλλογίστους καὶ ἴσον αὐταῖς δυναμένας καὶ διὰ τῶν αὐτῶν ἐλεγχομένας. εἰπὼν δὲ ἀλλ’ οὐδ’ εἰ τινὶ ἑκατέρῳ ὑπάρχει ἢ μὴ ὑπάρχει, δῆλον ὅτι τῷ ‘ἑκατέρῳ τινί’, προσέθηκε τὸ ἢ μηδετέρῳ παντί τῇ λέξει διαφέρον τοῦ ἑκατέρῳ τινὶ μὴ ὑπάρχειν· ἀμφότερα γὰρ δηλωτικά ἐστι τῶν ἐπὶ μέρους ἀποφατικῶν. οἱ δὲ ὅροι τοῦ μὲν παντὶ ὑπάρχειν λευκόν, ζῷον, ἄνθρωπος, τοῦ δὲ μηδενὶ λευκόν, ζῷον, ἄψυχον· λευκὸν γὰρ καὶ τινὶ ζῴῳ καὶ τινὶ ἀνθρώπῳ ὑπάρχει καὶ οὐχ ὑπάρχει, καὶ τῷ μὲν ἑτέρῳ αὐτῶν τινὶ ὑπάρχει, τῷ δ’ ἑτέρῳ αὐτῶν τινὶ οὐχ ὑπάρχει, καὶ ἀδιορίστως ἑκατέρῳ αὐτῶν καὶ ὑπάρχει καὶ οὐχ ὑπάρχει, καὶ παραλλάξ, καὶ ἐπὶ μὲν τοῦ ἑτέρου ἀδιορίστως ἐπὶ δὲ τοῦ ἑτέρου διωρισμένως ἐπὶ μέρους, καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ. ὁμοίως πάλιν τὸ μὲν λευκὸν τῷ τε ζῴῳ καὶ τῷ ἀψύχῳ κατὰ πάσας τάς τε ἐν μέρει καὶ τὰς ἀδιο|ρίστους μεταθέσεις, τὸ <δὲ> ζῷον οὐδενὶ ἀψύχῳ. Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι, ἐάν τε οὕτως ἔχωσιν οἱ ὅροι πρὸς ἀλλήλους, ὡς ἐλέχθη, γίνεται συλλο- γισμὸς ἐξ ἀνάγκης, ἄν τε ᾖ συλλογισμός, ἀνάγκη τοὺς ὅρους οὕτως ἔχειν. Δεῖ προσυπακούειν πάλιν τὸ ‘ἐν δευτέρῳ σχήματι’· οὐ γὰρ ἁπλῶς, ἄν ᾖ καθόλου ἀποφατικὸς συλλογισμὸς ἢ ἐπὶ μέρους ἀποφατικός, δεῖ τὰς προτάσεις οὕτως ἔχειν· καὶ γὰρ ἐν πρώτῳ σχήματι συλλογισμοὶ· τούτων, οὐκ ἐν δευτέρῳ μόνον.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
