Ancient Greek
Page 32b38
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 38-2
Not analysed yet
Ὅταν οὖν τὸ Α παντὶ τῷ Β ἐνδέχηται καὶ τὸ Β παντὶ τῷ Γ. Δῆλον ὅτι ‘ἐνδέχηται᾿· τοῦτο γὰρ προείρηκε. φησὶ δὲ οὕτως ληφθεισῶν τῶν προτάσεων καθόλου καταφατικῶν ἐνδεχομένων ἐν πρώτῳ σχήματι (περὶ γὰρ τούτου τοῦ σχήματος καὶ τῶν ἐν τούτῳ συζυγιῶν πρῶτον ἀνάγκη λέγειν, ὅτι καὶ οἱ ἐν τοῖς ἄλλοις διὰ τούτων δείκνυνται), φησὶ δὴ καθόλου καταφατικὸν ἔσεσθαι ἐνδεχόμενον τὸ συμπέρασμα. τὸ δὲ τοῦτο δὲ φανερὸν ἐκ τοῦ ὁρισμοῦ δηλωτικόν ἐστιν, ὅτι τὸ συνάγεσθαι ἐν τῇ προκειμένῃ συζυγίᾳ καθόλου ἐνδεχόμενον καταφατικὸν συμπέρασμα δῆλόν ἐστιν ἐκ τοῦ ὁρισμοῦ τοῦ κατὰ παντός· ἦν γὰρ κτὰ παντός, “ἐν ᾧ μηδὲν ἦν λαβεῖν, καθ’ οὗ θάτερον οὐ ῥηθήσεται”. ὅταν δὴ τὸ Α κατὰ παντὸς τοῦ Β ληφθῇ ἐνδεχομένως, οὐδὲν ἔσται τοῦ Β, καθ’ οὗ τὸ Α οὐκ ἐνδέξεται· τὸ δὲ Γ ὑπὸ τὸ Β ἐστίν, ὥστε καὶ κατὰ τούτου τὸ Α παντὸς ἐνδέχεται. ἡ αὐτὴ δεῖξις, κἄν τὸ μὲν Α ἐνδέχηται μηδενὶ τῷ Β, τὸ δὲ Β παντὶ ἐνδέχηται τῷ Γ· συνάγεται γὰρ πάλιν τὸ Α ἐνδεχομένως μηδενὶ τῷ Γ. καὶ τοῦτο δῆλον πάλιν διὰ τοῦ ὁρισμοῦ τοῦ κατὰ μηδενός· οὐδὲν γὰρ ἔστι τοῦ Β λαβεῖν, ᾧ τὸ Α οὐκ ἐνδέχεται μὴ ὑπάρχειν. αἱ γὰρ ἐν τῷ πρώτῳ σχήματι συναγωγαὶ διὰ τούτων γίνονται. εἰπὼν δὲ ἐπὶ τῆς ἐκ δύο καθόλου καταφατικῶν ἐνδεχομένων συζυγίας ἐν τῷ πρώτῳ σχήματι φανερὸν τὸ συναγόμενον εἷναι ἐκ τοῦ ὁρισμοῦ (τὸ γὰρ ἐνδέχεσθαι παντὶ ὑπάρχειν οὕτως πρῶτον ἔθηκε τὴν ἐφεξῆς συζυγίαν τὴν ἔχουσαν τὴν μείζονα καθόλου ἀποφατικὴν ἐνδεχομένην τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ἐνδεχομένην, εἶθ’ οὕτως τὸν ὁρισμὸν ἀποδέδωκε τοῦ κατὰ παντός, δι’ οὗ ἔφη δῆλον εἶναι τὸ συναγόμενον ἐν τῇ πρὸ ταύτης συζυγίᾳ. διὸ καὶ ἀσαφέστερον ἡ λέξις ἔχειν δοκεῖ. ἢ προσεξακούειν δεῖ, ὅτι καὶ τὸ κατὰ μηδενὸς ὁμοίως· εἰ γὰρ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, οὐδὲν ἔσται λαβεῖν τοῦ Β, ᾧ τὸ Α οὐκ ἐνδέχεται μὴ ὑπάρχειν. δύναται καὶ ἀμφοτέρων ἐμνημονευκέναι, τοῦ τε καταφατικοῦ καὶ τοῦ ἀποφατικοῦ, διὰ τοῦ τὸ γὰρ καθ’ οὗ τὸ Β ἐνδέχεται, τὸ Α ἐνδέχεσθαι ὑπάρχειν, καὶ δεῖ προσυπακούειν ‘ἢ ἐνδέχεσθαι μὴ ὑπάρχειν᾿.