Ancient Greek
Page 26a39
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 39.1
Not analysed yet
Οὐδ᾿ ὅταν τὸ μὲν πρὸς τῷ μείζονι ἄκρῳ καθόλου γένηται ἤ κατηγορικὸν ἤ στερητικόν, τὸ δὲ πρὸς τῷ ἐλάττονι στερητικὸν καὶ κατὰ μέρος, οὐκ ἔσται συλλογισμὸς ἀδιορίστου τε καὶ ἐν μέρει ληφθέντος, οἷον εἰ τὸ μὲν Α παντὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ μή, ἢ εἰ μὴ παντὶ ὑπάρχει· Τὸ μὲν τινὶ μὴ ὑπάρχειν ἢ μὴ παντὶ ὑπάρχειν πάλιν ταὐτόν ἐστιν. δείξας δὲ διὰ τῶν πρώτων ἀσυλλογίστους συζυγίας, ἐφ ὧν ἡ μείζων ἦν ἐπὶ μέρους, νῦν δείκνυσιν ἀσυλλογίστους καὶ ἐν αἷς μενούσης τῆς μείζονος καθόλου ἢ καταφατικῆς ἢ ἀποφατικῆς ἡ ἐλάττων ἐπὶ μέρους ἐστὶν ἀποφατική· δι’ οὗ δείκνυσι, πῶς εἶπεν ἐν τοῖς ἐπάνω “ὅταν δὲ πρὸς τὸ ἕλαττον, ἢ καὶ ἄλλως πως ἔχωσιν οἱ ὅροι’’. γίνεται δὲ ἐν ταῖς τοιαύταις συμπλοκαῖς τὸ ἀσυλλόγιστον πάλιν παρὰ τὴν ἐλάττονα οὖσαν ἀποφατικήν. ἡ δὲ δεῖξις αὐτῷ τοῦ ταύτας ἀσυλλογίστους εἶναι τὰς συζυγίας γέγονεν ἐπὶ τοῦ μέρους τοῦ Γ, ᾧ κεῖται αὐτῷ μὴ ὑπάρχειν τὸ Β· τοῦτο γὰρ λαβὼν δείκνυσι διὰ τῆς παραθέσεως τῶν ὅρων πάλιν καὶ παντὶ καὶ μηδενὶ αὐτῷ τὸ Α ὑπάρχον. οὕτως γὰρ οἰκείως δείκνυσθαι ἔμελλε τὸ τῆς ἐκκειμένης συζυγίας ἀσυλλόγιστον· εἰ γὰρ ἐπὶ παντὸς τοῦ Γ, οὐ προσεχὴς ἔτι ὁμοίως ἡ δεῖξις. ὡς γὰρ ὅτε τὸ Β μηδενὶ τῷ Γ ὑπῆρχεν, ἀσυλλόγιστος ἐδείκνυτο ἡ συζυγία τῷ, ᾧ μη|δενὶ ὑπῆρχε τὸ Β, τούτῳ τὸ Α καὶ παντὶ δύνασθαι καὶ μηδενὶ ὑπάρχειν, οὕτως καὶ ὅτε τὸ Β κεῖται τινὶ τῷ Γ μὴ ὑπάρχειν, ἀσυλλόγιστος ἄν δεικνύοιτό, εἰ δειχθείη τούτῳ τοῦ Γ τὸ Α καὶ παντὶ καὶ μηδενὶ ὑπάρχειν δυνάμενον, ᾧ αὐτοῦ μέρει τὸ Β οὐχ ὑπῆρχεν. ἔτι δὲ ἐπεὶ οὔσης τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικῆς δύναται κατὰ τὸ αὐτὸ ἡ αὐτὴ καὶ ἐπὶ μέρους εἶναι καταφατική τὸ γὰρ τινὶ μὴ ὑπάρχον οὐδὲν κεκώλυται καὶ τινὶ ἐκείνῳ ὑπάρχειν), ὅταν δὲ ὑπάρχουσα ἐπὶ μέρους ᾖ καταφατικὴ ἡ ἐλάττων, συλλογισμὸς γίνεται τῆς μείζονος καθόλου οὔσης καὶ καταφατικῆς καὶ ἀποφατικῆς ἢ ἐπὶ μέρους καταφατικὸς ἢ ἐπὶ μέρους ἀποφατικός, ὡς δέδεικται ἑκατέρα γὰρ τῶν προτάσεων γίνεται τὸ ἴδιον ἔχουσα, καὶ ἡ ἐλάττων τὸ καταφατικὸν καὶ ἡ μείζων τὸ καθόλου), οὔσης δὲ συλλογιστικῆς τῆς συζυγίας ταύτης οὐκ ἐνῆν ὅρους λαβεῖν τοῦ παντὶ καὶ τοῦ μηδενὶ τὸ Α τῷ Γ ὑπάρχειν, κειμένου τοῦ Β τινὶ τῷ Γ μὴ ὑπάρχειν, εἰ καὶ τινὶ ὑπάρχοι, οὐκ ἄν εἴη λαβεῖν τοῦ παντὶ καὶ μηδενὶ τὸ Α τῷ Γ ὑπάρχειν. οὕτως γὰρ ἄν διεβάλλοντο καὶ ἀνῃροῦντο καὶ αἱ συλλογιστικαὶ συζυγίαι, ἥ τε ἔχουσα τὸ Β τινὶ τῷ Γ ὑπάρχον τὸ δὲ Α παντὶ τῷ Β ἢ τὸ μὲν Β τινὶ τῷ Γ τὸ δὲ Α μηδενὶ τῷ Β· ἐπὶ μὲν γὰρ τῆς τὸ καταφατικὸν συναγούσης συζυγίας ἀδύνατον ληφθῆναι τοῦ μηδενὶ ὑπάρχειν τὸ Α τῷ Γ, ἐπεὶ συλλογιστικῶς αὐτῷ τινὶ ὑπάρχει, ἐπὶ δὲ τῆς τὸ ἐπὶ μέρους ἀποφατικὸν συλλογιζομένης πάλιν ἀδύνατον τοῦ παντὶ ληφθῆναι συλλογιστικῶς δεικνυμένου τοῦ τινὶ μὴ ὑπάρχειν τὸ Α τῷ Γ· ἀναιροῖτο γὰρ ἄν τούτων ἑκάτερον, εἰ ὅροι εὑρίσκοιντο τοῦ τε παντὶ τὸ Α τῷ Γ καὶ τοῦ μηδενὶ ἐπὶ τῆς τοιαύτης συζυγίας. διὰ τοῦτο οὖν ἐπεὶ μὴ οἷόν τέ ἐστιν, ἐπὶ μὲν τοῦ Γ ἀπλῶς τὴν δεῖξιν οὐ ποιεῖται, λαμβάνει δὲ ἀπ’ αὐτοῦ ταῦτα τὰ μέρη, οἷς τὸ Β οὐχ ὑπάρχει κεῖται γὰρ τινὶ τῷ Γ ἐκεῖνο μὴ ὑπάρχειν), καὶ παραθέμενος ὕλην τινὰ δείκνυσι τούτων, οἷς μέρεσιν οὖσι τοῦ Γ τὸ B οὐχ ὑπῆρχε. τῷ μὲν παντὶ ὑπάρχον τὸ Α τῷ δὲ οὐδενί. ἔνεστι δὲ καὶ κατὰ τῶν τοῦ Γ μερῶν τὸ Β καθόλου ἀποφατικῶς κατηγορήσαντας ὡς καθόλου ἀποφατικῇ τῇ ἐλάττονι χρωμένους δεικνύναι τὴν εἰρημένην συμπλοκὴν ἀσυλλόγιστον. εἰ γὰρ τὸ μὲν Α κατὰ παντὸς τοῦ Β, τὸ δὲ Β κατ’ οὐδενὸς τούτων, ἃ μέρη ὄντα τοῦ Γ εἴληπται, δύναται τὸ Α ἐπὶ πλέον ὂν τοῦ Β ἐνδέχεται γὰρ τοιοῦτον αὐτὸ εἶναι ὡς ὑπερέχειν τοῦ Β) καὶ περιέχειν ταῦτα τὰ τινὰ τοῦ Γ, οἷς οὐχ ὑπῆρχε τὸ Β, καὶ μὴ περιέχειν. ἀδόκιμος δὲ ἡ οὕτως ἔχουσα συζυγία. ὅροι, οὓς παρατίθεται, κατὰ μὲν τοῦ Α ζῷον, κατὰ δὲ τοῦ Β ἄνθρωπος, κατὰ δὲ τοῦ Γ ὅλου ἔστω λευκόν ,ᾧ τινὶ ὁ ἄνθρωπος ὑπάρχει καὶ οὐχ ὑπάρχει. εἶτ’ ἐπεὶ ἐπὶ μέρους τέ ἐστιν ἡ Β Γ ἀποφατικὴ καὶ μὴ δύναται καθόλου ἐπὶ τοῦ Γ ἀποφατικὸν δειχθῆναί τε καὶ συναχθῆναι οὕτω ληφθέντων, ἀλλ’ οὐδὲ καθόλου καταφατικόν, ἄν ᾖ πάλιν ἡ Α Β καθόλου ἀποφατικὴ εἰλημμένη, εἰλήφθω τινὰ τοῦ λευκοῦ, καθ’ ὧν οὐδενὸς ἄνθρωπος λέγεται, καὶ ἔστω ταῦτα κύκνος καὶ χιών· οὔτε γὰρ κατὰ κύκνου ὁ ἄνθρωπος λευκοῦ ὄντος οὔτε κατὰ χιόνος. τὸ δὴ ζῷον κατὰ μὲν κύκνου παντὸς κατὰ χιόνος δὲ οὐδαμῶς. καὶ οὕτως ἐπὶ μέρους τοῦ Γ, ᾧ οὐχ ὑπῆρχε τὸ Β, ἐδείχθη ἡ τοιαύτη συζυγία ἀδόκιμός τε καὶ ἀσυλλόγιστος. ἐπὶ δὲ τῶν συμπλοκῶν τῶν ἐκ δύο ἐπὶ μέρους ἡ παράθεσις ἡ τῶν ὅρων αὐτῷ, δι’ ὧν ἀσυλλογίστους ἐλέγχει τὰς τοιαύτας συμπλοκάς, οὐκέτι γίνεται ἐπὶ μέρους τοῦ Γ, ᾧ τινὶ κεῖται <μὴ> ὑπάρχειν τὸ Β, ἀλλ’ ἐφ’ τοῦ Γ, ὅτι ἀσυλλόγιστος ἡ ἐκ δύο ἐπὶ μέρους συμπλοκὴ ὁμοίως, ἄν τε τὸ Β τῷ Γ τινὶ μὴ ὑπάρχῃ ὡς καὶ ὑπάρχειν τινί, ἄν τε καὶ μηδενὶ αὐτῷ ὑπάρχῃ. τῷ οὖν μὴ παρακεῖσθαί τινα συζυγίαν συλλογιστικὴν τῇ τοιαύτῃ τῶν προτάσεων συμπλοκῇ οἷόν τε ἦν ἐφ’ ὅλου τοῦ Γ ὅρων εὐπορῆσαι τοῦ παντὶ καὶ τοῦ μηδενί. εἰ δὲ ὅλῳ τῷ Γ καὶ μηδενί], δῆλον, |ὡς καὶ τῶν ν μερῶν αὐτοῦ ἑκάστῳ· ὥστε καὶ ᾧ τὸ Β οὐχ ὑπῆρχεν. ὅμοιος ὁ ἔλεγχος, καὶ εἰ ἡ Α Β καθόλου ληφθείη ἀποφατική. ἔστωσαν γὰρ ὅροι ἐπὶ μὲν τοὐ Α ἄψυχον, ἐπὶ δὲ τοῦ Β ἄνθρωπος, τὸ δὲ Γ λευκόν, καὶ εἰλήφθω πάλιν, ὧν μὴ κατηγορεῖται λευκῶν ὁ ἄνθρωπος, κύκνος καὶ χιών· τὸ γὰρ ἄψυχον ἀνάπαλιν χιόνι μὲν πάσῃ, κύκνῳ δὲ οὐδενί. διὰ τῶν αὐτῶν ὅρων, τοὐ τε κύκνου καὶ τῆς χιόνος, ἐδείχθη, καὶ ὅτε ἦν ἡ μείζων καθόλου καταφατική, ἀσυλλόγιστος ἡ συζυγία. οὔτε δὲ προσχρῆται τῷ καθόλου ἀποφατικῷ ἐν τῇ τῶν ὅρων ἐκθέσει μεταλαμβάνων τὸ ἐπὶ μέρους ἀποφατικὸν τῆς ἐλάττονος προτάσεως εἰς τὸ καθόλου ἀποφατικόν, ὡς οἴονταί τινες, οὔτ’, εἴ τις προσχρῆται, διὰ τοῦτο ὑποληπτέον αὐτὸν μὴ δεικνύναι τὴν προκειμένην συζυγίαν ἀσυλλόγιστον· μᾶλλον γὰρ τῷ καθόλου προσχρῆται ὁ ἐπὶ παντὸς τοὐ Γ δεικνὺς τὸ παντὶ καὶ μηδενὶ ἢ ὁ ἐπὶ μέρους αὐτοῦ. ἔτι δὲ εἰ μὲν μὴ οἷόν τε ἦν λαβεῖν μέρη τινὰ τοῦ ἐσχάτου ὅρου, οἷς οὐχ ὑπάρξει καθόλου ὁ μέσος, καλῶς ἂν ἐνίσταντο τῇ τοιαύτῃ μεταλήψει οἱ ἐνιστάμενοι. τοῦτο δ’ ἄν ἦν, εἰ ἦν ἄτομος καὶ μὴ εἶχε μέρη. ἀλλὰ μὴν οὐχ οἷόν τε ἀτόμου ὄντος αὐτοῦ ἀληθὲς εἶναι τὸ τινὶ αὐτῷ μὴ ὑπάρχειν τὸ μέσον· εἰ γὰρ οἱ διορισμοί. τὸ παντὶ καὶ μηδενὶ καὶ τὸ τινὶ καὶ τὸ τινὶ μή, τῷ καθόλου προστίθενται, ὡς ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται, δῆλον, ὡς καθόλου ἐστὶν ὁ ἔσχατος ὅρος ἀλλ’ οὐχὶ ἄτομος, καὶ ἕξει ποτὲ οὐ μόνον τὶ ἀλλὰ καὶ τινά, ὧν κατηγορεῖται, εἰ τινὶ αὐτῷ εἴληπται μὴ ὑπάρχειν ὁ μέσος, ὥσπερ ἐφ’ οὗ αὐτὸς παρέθετο. τοιούτου δ’ ὄντος ἥ τε ἔκθεσις ἀληθὴς καὶ ἡ μετάληψις ἡ εἰς τὸ καθόλου, καὶ ἡ διὰ τούτου δεῖξις τοῦ ἀσυλλόγιστον εἶναι τὴν κειμένην συζυγίαν ὑγιής. ἢ τῇ ἐπὶ τοῦ ἀδιορίστου δείξει ἰδίᾳ ἐπ’ ἀμφοτέρων χρῆται τῶν συμπλοκῶν, τῆς τε, ἐν ᾗ ἡ μὲν μείζων καθόλου καταφατικὴ ἡ δ’ ἐλάττων ἐπὶ μέρους ἀποφατική, καὶ τῆς ἐχούσης τὴν μὲν μείζονα πάλιν καθόλου ἀποφατικὴν τὴν δ’ ἐλάττονα ἐπὶ μέρους ἀποφατικήν. ποιησάμενος οὖν τὸν λόγον πρῶτον ἐπὶ τῆς ἐχούσης τὴν μείζονα καθόλου καταφατικήν, ὁμοίως, φησί, δειχθήσεται, καὶ εἰ ἡ μείζων καθόλου οὖσα εἰς τὸ ἀποφατικὸν μεταληφθείη.