# In Aristotelis analyticorum priorum librum I commentarium 39

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 34b39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/39

Τὸ μὲν οὖν Α οὐδενὶ τῷ Β ὑπάρξει, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδέχεται[, καὶ οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον]· οὐ γὰρ ἀνάγκη μηδένα κινεῖσθαι ἄνθρωπον, ἀλλ’ οὐκ ἀνάγκη τινά. Βουληθεὶς δεῖξαι ἐπὶ τῶν ὅρων. ὅτι ἐπὶ τῆς ἐκκειμένης συζυγίας συμπέρασμα γίνεται οὐ τὸ ἐξ ἀνάγκης οὐδενὶ ἀλλὰ τὸ οὐδενὶ ἐξ ἀνάγκης, ἐπεὶ ἐπὶ τῶν πρώτων, ὧν παρέθετο, ὅρων ἦν συναγόμενον τὸ ἐξ ἀνάγκης οὐδενί καὶ γὰρ ἡ μείζων πρότασις ἀντὶ ὑπαρχούσης ἦν ἀναγκαία ἀποφατικὴ ἀλλ’ οὐχ ὑπάρχουσα), ἄλλους πάλιν ὅρους παραθέμενος δεικνύναι πειρᾶται, ὃ 65r προέθετο. οἱ δὲ ὅροι κινούμενον, ἐπιστήμη, ἄνθρωπος· τὸ κινεῖσθαι οὐδεμιᾷ ἐπιστήμῃ, ἡ ἐπιστήμη ἐνδέχεται παντὶ ἀνθρώπῳ· συμπέρασμα τὸ κινεῖσθαι οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. ὃ ὅτι ἄλλο ἐστὶ τοῦ ἐξ ἀνάγκης μηδενὶ ἀνθρώπῳ τὸ κινεῖσθαι, καὶ πῶς ἄλλο, ἐξηγούμενός φησιν οὐ γὰρ ἀνάγκη μηδέν κινεῖσθαι ἄνθρωπον, ἀλλ’ οὐκ ἀνάγκη τινά, ὃ δηλοῦται, ἵνα διὰ μὲν τῆς οὐ γὰρ ἀνάγκη μηδένα κινεῖσθαι ἀνέλῃ τὸ ἀναγκαῖον ἀποφατικὸν γίνεσθαι τὸ συμπέρασμα, τοῦτ’ ἔστιν δείξη μὴ ὂν μὲν τοῦ ἐξ ἀνάγκης μηδενί, δείξῃ δέ, ὅτι τοῦ ‘οὐκ ἀνάγκη᾿ γίνεται τὸ συμπέρασμα. τοῦτο γάρ ἐστι τὸ ἀλλ’ οὐκ ἀνάγκη τινά, ὡς εἰ ἔλεγεν ‘οὐ τόδε, ἀλλὰ τόδε γε τὸ συμπέρασμα᾿, τοῦτ’ ἔστιν οὐ τοῦ ‘ἀνάγκη μηδένα᾿ ἀλλὰ τοῦ ‘οὐκ ἀνάγκη μηδένα᾿. ἀντὶ δὲ τοῦ ‘οὐκ ἀνάγκη μηδέν’ εἶπεν ἀλλ’ οὐκ ἀνάγκη τινά, ὡς ἴσον ἐκείνῳ δυνάμενον τῷ οὐδενὶ ἐξ ἀνάγκης, ὃ δηλοῦται ὑπὸ τῆς ‘τὸ κινεῖσθαι οὐδενὶ ἐξ ἀνάγκης ἀνθρώπῳ᾿ ὂν τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἀνθρώπῳ τὸ κινεῖσθαι. εἰπὼν δὲ μετὰ τοῦτο τὸ δὲ Β παντὶ τῷ Γ ἐνδέχεται· οὐ γὰρ ἀνάγκη μηδένα κινεῖσθαι ἄνθρωπον ἀσαφεστέραν τὴν δεῖξιν ἐποίησε· δοκεῖ γάρ, ὅσον ἐπὶ 15 τῇ λέξει, οὐ περὶ τοὺ συμπεράσματος ταῦτα λέγειν ἀλλὰ περὶ τῆς Β Γ προτάσεως, ἦς ἐμνημονεύκει.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
