# In Aristotelis analyticorum priorum librum I commentarium 4-2

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 32b4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/4-2

Διωρισμένων δὴ τούτων πάλιν λέγωμεν, ὅτι τὸ ἐνδέχεσθαι κατὰ δύο λέγεται τρόπους. εἰπών, τί τέ ἐστι τὸ ἐνδεχόμενον, καὶ ὅτι αἱ κατὰ τοῦτο καταφάσεις τε καὶ ἀποφάσεις ἀντιστρέφουσιν ἀλλήλαις, φησὶ διχῶς λέγεσθαι τὸ ἐνδεχόμενον ὁμωνύμως λέγων· οὐ γὰρ ὡρίσατο, <ποτέρου> ἐνδεχομένου ποιεῖται τὴν διαίρεσιν ταύτην· ἀμφοτέροις γὰρ ὁ εἰρημένος ἐφαρμόζει τοῦ ἐνδεχομένου λόγος. ποιεῖται οὖν τὴν διαίρεσιν ἢ ὡς γένους τοῦ ἐνδεχομένου εἰς εἴδη, ἃ ἐκτίθεται, ἢ ὡς ὅλου εἰς μέρη. φησὶ δὴ τοῦ ἐνδεχομένου ἓν μὲν εἶναι σημαινόμενον τὸ ἐπὶ τῶν ὡς ἐπὶ τὸ πολὺ λεγομένων, ἃ τῷ μὴ ἀεὶ οὕτω γίνεσθαι ἀλλὰ καὶ διακόπτεσθαι τὸ αἰεὶ καὶ τὸ ἐξ ἀνάγκης ὑπὸ τινῶν μὴ οὕτως ἀπαντώντων ποτὲ τῶν ἐνδεχομένων ἐστὶ καὶ αὐτά. τοιαῦτά ἐστι τὰ φύσει γινόμενα, ἃ οὐκ ἐξ ἀνάγκης μὲν γίνεται τῷ ἐπὶ τινῶν συμπίπτειν ποτὲ καὶ μὴ οὕτως, οὐ μὴν ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ γίνεται· καὶ γὰρ πολιοῦνται γηρῶντες οἱ ἄνθρωποι κατὰ φύσιν, καὶ ὡς ἐπὶ τὸ πολὺ οὕτως ἀπαντᾷ ἤδη γάρ τινες καὶ οὐκ ἐπολιώθησαν), καὶ αὔξονται μέχρι τοσοῦδε χρόνου καὶ φύσει καὶ ὡς ἐπὶ τὸ πλεῖστον.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
