# In Aristotelis analyticorum priorum librum I commentarium 40-3

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 47a40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/40-3

ἐὰν μὲν οὖν καὶ κατηγορῇ καὶ κατηγορῆται τὸ μέσον. Μετὰ τὸ λαβεῖν τὰς κυρίας τοῦ συμπεράσματος προτάσεις καὶ τοὺς ὅρους ἐκλαβεῖν ἀπ’ αὐτῶν ῥᾳδία λοιπὸν ἡ ἀναγωγὴ ἡ εἰς τὸ οἰκεῖον σχῆμα τοὐ ἀναγομένου συλλογισμοῦ. ἡ γὰρ τοῦ μέσου πρὸς τοὺς ἄκρους σχέσις τοῦτο φανερὸν ποιεῖ. ἄν μὲν γὰρ ὁ μέσος ἐν ἀμφοτέραις ὢν ταῖς προτάσεσιν οὕτως ἡ ὡς τοῦ μὲν κατηγορεῖσθαι αὐτῶν τῷ δὲ ὑποκεῖσθαι, πρῶτον ἔσται σχῆμα. τοῦτο γὰρ δηλοῖ τὸ κατηγορῇ καὶ κατηγορῆται· τὸ γὰρ κατηγορῆται σημαίνει τὸ ὑποκείμενον, ὅταν ᾖ τι κατηγορούμενον αὐτοῦ καταφατικῶς. ὁμοίως κἄν αὐτὸ μέν τινος κατηγορῆται, ἄλλο δὲ αὐτοῦ ἀποφάσκηται. ἐὰν δὲ ἀμφοτέρων κατηγορῆται τῶν ἄκρων, ἀλλὰ τοῦ μὲν καταφατικῶς τοῦ δὲ ἀποφατικῶς, ἐν δευτέρῳ σχήματι ὁ συλλογισμός· ἄλλως γὰρ ἔχοντος τοῦ μέσου πρὸς τοὺς ἄκρους, ὧν κατηγορεῖται, ἔσται μὲν ἐν δευτέρῳ σχήματι ἡ συζυγία, ἀλλ’ οὐ συλλογιστική. ἐὰν δὲ τὰ ἄκρα ταῦτα γὰρ εἶπε τὰ ἄλλα) τοῦ μέσου ἀμφότερα κατηγορῆται, ἢ καταφατικῶς ἢ θάτερον μὲν καταφατικῶς θάτερον δὲ ἀποφατικῶς, ὁ συλλογισμὸς ἐν τρίτῳ σχήματι. ὁμοίως δὲ ἀναχθήσονται οἱ συλλογισμοί, κἂν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις καθόλου, ἀλλ’ ἡ ἑτέρα μόνον· καὶ γὰρ καθόλου οὐσῶν τῶν προτάσεων ἀμφοτέρων καὶ τῆς ἑτέρας μόνης τριττὴ τοῦ μέσου πρὸς τοὺς ἄκρους ἡ σχέσις, κατὰ δὲ τὰς τῶν σχέσεων διαφορὰς ἡ τῶν σχημάτων διαφορά. δῆλον δέ φησιν ἐκ τῶν εἰρημένων εἶναι καὶ τοῦτο, ὅτι, ἐν ᾧ λόγῳ ὁ αὐτὸς ὅρος πλεονάκις οὐκ εἴληπται, οὗτος οὐκ ἔστι συλλογισμός· ἀδύνατον γὰρ συλλογισμὸν γενέσθαι χωρὶς μέσου, ὡς δέδεικται· μέσος δέ ἐστιν ἐν πᾶσι τοῖς σχήμασιν ὁ δὶς λαμβανόμενος.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
