# In Aristotelis analyticorum priorum librum I commentarium 6-6

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, Page 49a6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-analyticorum-priorum-librum-i-commentarium/6-6

Τὸ δ’ ὑπάρχειν τόδε τῷδε καὶ τὸ ἀληθεύεσθαι τόδε κατὰ τοῦδε τοσαυταχῶς ληπτέον, ὁσαχῶς αἱ κατηγορίαι διῄ- ρηνται. Εἰπὼν ἐν τοῖς προειρημένοις “ὁσαχῶς τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν τοῦτο, τοσαυταχῶς οἴεσθαι χρὴ καὶ τὸ ὑπάρχειν” οὐ γὰρ τοῖς ὀνόμασιν ἢ τῇ τῶν ὀνομάτων πτώσει προσέχοντας χρὴ τὰς κατηγορίας ἐν ταῖς προτάσεσι ποιεῖσθαι, ὡς εἰ μὲν κατ’ εὐθεῖαν λέγοιτο, καὶ δὴ γίγνεσθαι κατηγορίαν, ἄν δὲ κατὰ πτῶσιν, μηκέτι, ἀλλὰ πρὸς τὰ πράγματα ἀποβλέποντας χρὴ καὶ τὰς ὑπάρξεις αὐτῶν, ὡς ἐνδέχεται ταύτας σημαίνεσθαι καὶ δι’ ἧς ἄν πτώσεως, οὕτως καὶ τὰς προτάσεις σχηματίζειν), νῦν λέγει, ποσαχῶς ἀληθές ἐστιν εἰπεῖν ἄλλο ἄλλῳ ὑπάρχειν· ὁσαχῶς γὰρ αἱ κατηγορίαι καὶ τὰ τῶν ὄντων γένη διῄρηται. ἢ γὰρ ὡς οὐσίαν τὸ κατηγορούμενον τοῦ ὑποκειμένου καὶ ἐν τῷ τί ἐστιν ὂν αὐτοῦ ληπτέον ἐν ταῖς προτάσεσιν, ὡς ἐν τῇ ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν᾿, ἢ ὡς ποσότητα αὐτοῦ δηλοῦν, ὡς ἐν τῇ ‘ὁ ἄνθρωπος τρίπηχύ ἐστιν᾿, ἡ ὡς ποιότητα, ἄν λευκὸς εἶναι ῥηθῇ, ἢ ὡς σχέσιν, ἐὰν δεξιὸς ἢ πατήρ, ἢ ὡς ἐνέργειαν, ἂν διαλέγηται ἢ γράφῃ, ἢ ὡς πάθος, ἂν τύπτηται ἢ ἀλγῇ, ἢ ὡς τόπον, ἄν ἐν Λυκείῳ εἶναι ῥηθῇ, ἢ ὡς χρόνον, ἄν λέγηται, ὅτι χθὲς ἦν ἢ πέρυσιν, ἢ ὡς κεῖσθαι, ὅταν κατῆσθαι λέγηται, ἢ ὡς ἔχοντός τι, ἄν ὑποδεδέσθαι ἢ ὡπλίσθαι λέγηται. τοσαῦται γὰρ αἱ κατηγορίαι, καὶ τοσαυταχῶς οἷόν τε ἄλλο ἄλλῳ ὑπάρχειν τε καὶ ἀληθεύεσθαι κατ’ αὐτοῦ. καὶ τούτων τῶν κατηγορουμένων καὶ ἀληθευομένων κατά τινος ἢ ἁπλῶς καὶ καθόλου ληπτέον τὰ κατηγορούμενα κατηγορεῖσθαι πῇ· τὰ μὲν γὰρ γένη καὶ αἱ διαφοραὶ καὶ τὰ ἴδια καὶ τὸ δὲ συμβεβηκὸς ποτὲ μὲν ἁπλῶς, ὡς ἐπὶ τῆς χιόνος τὸ λευκόν,. ποτὲ δὲ πῇ, ὡς τοῦ ὀφθαλμοῦ τὸ λευκόν. ἔτι δὲ ἢ ἀπλῶς τε καὶ ἄνευ συνθέσεως κατηγορητέον, τοῦτ’ ἔστιν ἕν τι καὶ μιᾶς πατηγορίας, ἢ συμπεπλεγμένα τε καὶ συγκείμενα· ἡ μὲν γὰρ ᾿Σωκράτης ἄνθρωπός ἐστιν᾿ ἁπλοῦν ἔχει τὸ κατηγορούμενον, ἡ δὲ λέγουσα ᾿Σωκράτης ἄνθρωπος λευκός ἐστιν᾿ ἢ ᾿Σωκράτης καθήμενος διαλέγεται᾿ σύνθετόν τε καὶ συγκείενον. ἐπισκεπτέον δέ, φησί. ταῦτα καὶ διοριστέον βέλτιον, ἐπεὶ τῶν συγκειμένων ἐν ταῖς κατηγορίαις τὰ μὲν μίαν πρότασιν ποιεῖ, τὰ δ’ οὐ μίαν. ἔστι δὲ τῶν ἰδίᾳ κατηγορουμένων ἀληθῶς τὰ μὲν καὶ συνθέντας ἀληθῶς κατηγορῆσαι, τὰ δὲ συνθέντας οὐκ ἔστιν ἀληθῶς κατηγορῆσαι. περὶ τούτων ἀξιοῖ ἄμεινον δεῖν ἐπεσκέφθαι· ἀλλὰ καὶ περὶ τῶν ἄλλων, ὧν τὰ κεφάλαια ἐκτίθεται. καὶ αὐτὸς μὲν ἐν τῷ Περὶ ἑρμηνείας, ἐπὶ πλέον δὲ Θεόφραστος ἐν τῷ Περὶ καταφάσεως περὶ τούτων λέγει.

---

Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg005.local001/.
