Ancient Greek
Page 32a6
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 6.1
Not analysed yet
Φανερὸν οὖν, ὅτι τοῦ μὲν ὑπάρχειν οὐκ ἔστι συλλογισμός, ἄν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις ἐν τῷ ὑπάρχειν, τοῦ δ᾿ ἀναγκαίου ἔστι καὶ τῆς ἑτέρας μόνον ἀναγκαίας οὔσης. Τοῦτο ἁπλῶς μὲν καὶ καθόλου λεγόμενον ψεῦδος ἂν εἴη καὶ τοῖς προειρημένοις μαχόμενον. δέδειχε γὰρ ὑπάρχον γινόμενον τὸ συμπέρασμα καὶ τῆς ἑτέρας οὔσης ἀναγκαίας, ὡς τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι· ἀλλὰ καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ σχήματι δέδεικται ὑπάρχον γινόμενον τὸ συμπέρασμα τῆς ἑτέρας τῶν προτάσεων ἀναγκαίας οὔση· ς. εἰ δέ τις ἀκούοι τοῦ εἰρημένου ὡς ἐπὶ τοῦ τρίτου σχήματος εἰρημένου ἐλλιπέστερον ἀληθὲς ἄν εἴη· τοῦ γὰρ ὑπάρχειν ἐν τρίτῳ σχήματι ἀμφοτέρων οὐσῶν καθόλου καταφατικῶν τῶν προτάσεων οὐ γίνεται συμπέρασμα ὑπάρχον], ἄν μὴ ἀμφότεραι ὦσιν ἐν τῷ ὑπάρχειν, τῷ ὁποτέρα ἄν αὐτῶν ἀναγκαία ληφθῇ, ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα. ὃ οὐκ ἐπὶ τοῦ πρώτου σχήματος εἶχεν οὕτως οὐσῶν ἀμφοτέρων τῶν προτάσεων καθόλου καταφατικῶν· καὶ γὰρ τῆς ἑτέρας τῆς ἐλάττονος ἀναγκαίας οὔσης ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα. ἐν δὲ τῷ δευτέρῳ σχήματι οὐδὲ τὴν ἀρχὴν συνήγετό τι ἐκ δύο καταφατικῶν. εἴη ἄν οὖν τὸ ἴδιον τῶν ἐν τῷ τρίτῳ σχήματι συμπλοκῶν τῶν ἐκ δύο καθόλου καταφατικῶν δεδηλωκὼς διὰ τούτων· καὶ γὰρ ἦν περὶ τούτου τοῦ σχήματος λέγων· ἐν γὰρ τούτῳ τῶν δύο καθόλου καταφατικῶν οὐσῶν ὑπάρχον μὲν οὐ συναχθήσεται, εἰ μὴ εἶεν ἀμφότεραι ὑπάρχουσαι, ἀναγκαῖον δὲ καὶ τῆς ἑτέρας μόνης καὶ ὁποτερασοῦν. ἐπεὶ <δὲ> ἐδείχθησαν ἤδη τινὲς συμπλοκαί, ἐν αἷς πάλιν μὴ οὐσῶν ἀμφοτέρων ἀναγκαίων οὐδὲ τὸ συμπέρασμα ἀναγκαῖον, ὡς ἐπὶ τῆς ἕκτης, ἔνεστι καὶ τοῦ ὑπάρχειν ἀκοῦσαι ἀντὶ τοῦ καταφατικοῦ, ἵν’ ᾖ λέγων καταφατικὸν μὲν μὴ γίνεσθαι τὸ συμπέρασμα, ἄν μὴ ὦσιν ἀμφότεραι καταφατικαί, ἀναγκαῖον 9 δὲ γίνεσθαι καὶ τῆς ἑτέρας ἀναγκαίας οὔσης μόνης. ἴσως δὲ δόξει βίαιον τὸ οὕτως ἀκοῦσαι τοῦ εἰρημένου· δόξει γὰρ μὴ ἀντὶ τοῦ καταφατικοῦ νῦν εἰλῆφθαι τὸ ὑπάρχον ἀλλ’ ὡς τῷ ἀναγκαίῳ ἀντιδιαστελλόμενον, ὡς δῆλον ἐκ τοῦ ἐπιφερομένου. λέγει γὰρ τοῦ δ’ ἀναγκαίου ἔστι καὶ τῆς ἑτέρας μόνον ἀναγκαίας οὔσης. εἴη δ’ ἂν τὸ λεγόμενον, εἰ μὴ ἐπὶ τοῦ τρίτου σχήματος ἰδίως λέγοιτο ἀλλὰ καθόλου τε καὶ κοινῶς, ὅτι τοῦ ὑπάρχειν ἁπλῶς συμπέρασμα οὐ γίνεται· τὸ γὰρ ‘συλλογισμὸς οὐ γίνεται᾿ τὸ μὴ γίνεσθαι συμπέρασμα σημαίνει, ἐὰν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις ὑπάρχουσαι. καὶ γὰρ ἐν αἷς συζυγίαις ἀναγκαίας οὔσης τῆς ἑτέρας ὑπάρχον γίνεται τὸ συμπέρασμα, καὶ τότε ἐξ ὑπαρχουσῶν τῶν δύο γίνεται τῷ τὸ ἀναγκαῖον καὶ ὑπάρχον εἶναι· τὸ γὰρ ἀναγκ. αῖον καὶ ὑπάρχον, οὐκέτι δὲ τὸ ὑπάρχον ἀναγκαῖον. διὸ ὅταν μὲν <ᾖ> ἡ ἑτέρα ἀναγκαία, ἔστιν ὑπαρχούσας εἰπεῖν, εἰ δὲ ὑπάρχουσα εἴη ἡ ἑτέρα, οὐκέτ’ ἀμφοτέρας οἷόν τε εἰπεῖν ἀναγκαίας. διὰ τοῦτο τὸ μὲν ὑπάρχον ἐξ ἀμφοτέρων ὑπαρχουσῶν, τὸ δ᾿ ἀναγκαῖον καὶ τῆς ἑτέρας μόνης ἀναγκαίας οὔσης. μήποτε δὲ ἄμεινον ἀκούειν τοῦ φανερὸν οὖν ὅτι τοῦ μὲν ὑπάρχειν οὐκ ἔστι συλλογισμός, ἐὰν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις ἐν τῷ ὑπάρχειν, ὡς λέγοντος αὐτοῦ φανερὸν γεγονέναι ἐκ τῶν εἰρημένων, ὅτι ἔστι ποτὲ ἐν συμπλοκῇ τινι συλλογιστικῇ, ἐν ᾗ ἀδύνατον τὸ συμπέρασμα τοῦ ὑπάρχειν γίνεσθαι, εἰ μὴ εἶεν ἀμφότεραι αἱ προτάσεις ὑπάρχουσαι· οὐ γὰρ ὡς καθόλου λεγομένου αὐτοῦ ἀκουστέον, ὅτι μηδὲ ἀληθές ἐστιν οὕτω λεγόμενον, |ἀληθὲς δὲ ἐπὶ τῆς ἐν τρίτῳ σχήματι ἐκ δύο καθόλου καταφατικῶν, ὃ δεδεῖχθαι δοκεῖ. τοῦ μέντοι ἀναγκαίου ἔστιν ἐν πάσαις ταῖς συλλογιστικαῖς συζυγίαις συμπέρασμα γενέσθαι, καὶ εἰ <ἡ> ἑτέρα μόνη εἴη τῶν ἀναγκαία, ὡς καὶ αὐτὸς λέγει. <ἢ> κἀπὶ τοῦ ἀναγκαίου ταὐτὸν ἔνεστι εἰσὶ γάρ τινες συμπλοκαί, ἐν αἷς, ἄν μὴ ἀμφότεραι ὦσιν ἀναγκαῖαι, οὐ συνάγεται ἀναγκαῖον, ὡς ἡ τοῦ τετάρτου ἐν δευτέρῳ σχήματι δέδεικται ἔχουσα καὶ ἡ τοῦ ἕκτου ἐν τῷ τρίτῳ.