Ancient Greek
Page 30b9
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 9-4
Not analysed yet
Ἔστω γὰρ πρῶτον ἡ στερητικὴ ἀναγκαία. Σαφὴς ἡ δεῖξις· ἀντιστρέψας γὰρ τὴν καθόλου ἀποφατικὴν οὖσαν ἀναγκαίαν καὶ ποιήσας τὸ πρῶτον σχῆμα, ἐπεὶ ἐν ἐκείνῳ οὔσης τῆς μείζονος ἀναγκαίας τὸ συμπέρασμα ἀναγκαῖον ἦν, ὁμοίως φησὶν ἔσεσθαι καὶ ἐπὶ τούτου τοῦ σχήματος. ὅτι δὲ τὸ μηδενὶ ἐνδέχεσθαι ἐπὶ τῆς Α Β προτάσεως εἰρημένον ἀπόφασις ὂν ἐνδεχομένου τὸ ἀναγκαῖον δηλοῖ, γνώριμον· τὸ γὰρ μηδενὶ ἐνδεχόμενον ἐξ ἀνάγκης οὐδενὶ αὐτῶν ὑπάρχει· οὐ γὰρ ὡς ἐνδεχομένη ἀλλ’ ὡς ἐνδεχομένης ἀπόφασις εἴληπται καὶ ἴσον δυναμένη τῇ ‘ἐξ ἀνάγκης οὐδενί’. καὶ τὸ ὥστε οὐδενὶ τῷ Γ τὸ Β ἐνδέχεται ὅμοιον ἐκείνῳ· ἔστι γὰρ τὸ λεγόμενον ‘οὐκ ἐνδέχεται τινί’, ὃ ἴσον ἐστὶ τῷ ‘ἐξ ἀνάγκης οὐδενί᾿. πάλιν δὲ τῷ αὐτῷ προσεχρήσατο εἰπὼν τὸ γὰρ Γ ὑπὸ τὸ Α ἐστίν· ἐπεὶ γὰρ ἔκειτο τὸ Α παντὶ τῷ Γ ὑπάρχειν, οὐδενὶ δὲ τῷ Α τὸ Β ἐξ ἀνάγκης, οὐδὲ τῷ Γ |οὐδενὶ ὑπάρξει τὸ Β τινὶ 44v ὄντι τοῦ Α, ᾧ ἐξ ἀνάγκης οὐδενὶ ὑπῆρχε τὸ Β.