# In Aristotelis metaphysica commentaria ΕΙΣ ΤΟ Β ΤΩΝ META TA ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΥΠΟΜΝΗΜΑ.1

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, ΕΙΣ ΤΟ Β ΤΩΝ META TA ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΥΠΟΜΝΗΜΑ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-metaphysica-commentaria/%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%92%20%CE%A4%CE%A9%CE%9D%20META%20TA%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%91%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3%20%CE%A5%CE%A0%CE%9F%CE%9C%CE%9D%CE%97%CE%9C%CE%91.1

Ἀνάγκη πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον. Ἡ μὲν ἐπιζητουμένη ἐπιστήμη καὶ προκειμένη νῦν αὐτή ἐστιν ἡ σοφία τε καὶ ἡ θεολογική, ἣν καὶ Μετὰ τὰ φυσικὰ ἐπιγράφει τῷ τῇ τάξει μετ’ ἐκείνην εἶναι πρὸς ἡμᾶς. λέγει δὲ αὐτὴν καὶ πρώιην σοφίαν, ὅτι τῶν πρώτων καὶ τιμιωτάτων ἐστὶ θεωρητική. διὰ τὸ αὐτὸ δὲ τοῦτο καὶ θεολογική· περὶ γὰρ τοῦ αἰτίου καὶ εἴδους, ὃ πάντῃ ἄυλός ἐστιν οὐσία κατ’ αὐτόν, ἣν καὶ πρῶτον θεὸν καὶ νοῦν καλεῖ, ὁ λόγος ἐν τούτοις προηγουμένως αὐτῷ γίνεται. φησὶ δὲ ἀναγκαῖον εἶναι πρὸς τὴν εὕρεσιν τῆς τε ἐπιστήμης αὐτῆς καὶ τῶν κατὰ τὴν ἐπιστήμην ταύτην ζητουμένων πρῶτον ἐπελθεῖν καὶ ἐξαριθμήσασθαι περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον, εἶτα ἀπορῆσαι περὶ αὐτῶν· καὶ οὕτως ποιεῖ. δύναταί τις ἀκοῦσαι καὶ καθολι- κώτερον τοῦ εἰρημένου περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· διὰ γὰρ τούτων ἡ τῶν ἐπιστημῶν εὕρεσις· εἰ δὲ πρὸς πᾶσαν, καὶ τὴν προκειμένην. τίνα δὲ δεῖ ἀπορεῖν καθ’ ἑκάστην ἐπιστήμην προσέθηκε διὰ τοῦ ταῦτα δέ ἐστιν ὅσα τε περὶ αὐτῶν ἄλλως ὑπειλήφασί τινες. τοῦτο δ’ ἄν σημαίνοι ἢ τὸ μὴ προσηκόντως ἡ δεόντως ἀλλὰ διημαρτημένως, ἢ ὅτι ἄλλοι ἄλλως· ταῦτα γὰρ μάλιστα ἀπορίας παρέχει, περὶ ὧν προκαταβέβληνται διάφοροι δόξαι ὑπὸ τῶν πραγματευσαμένων περὶ αὐτά· ἢ ὅσα παρεώραται ὑπὸ τῶν πρόσθεν, καίπερ ἀναγκαῖα ὄνια γιγνώσκεσθαι. ὡς δὲ καὶ περὶ τούτων διαπορήσων λέγει. εἰπὼν δὲ ἀπορῆσαι δεῖν, ἑξῆς καθόλου κατασκευάζει τε καὶ δείκνυσιν ὅτι χρήσιμον πᾶσι τοῖς πραγματευσομένοις περί τινος πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν τὸ πρῶτον περὶ αὐτῶν διαπορεῖν· ἡ γὰρ εὐπορία καὶ ἡ εὕρεσις αὐτῶν καὶ κατασκευὴ ἐκ τῆς εὑρέσεως τῶν ἠπορημένων ἤρτηται. εἴη δὲ ἂν καταλληλότερον, εἰ ἀντὶ τοὐ ἔστι δέ εἴη γεγραμμένον ἔστι γάρ· ἡ γὰρ ὕστερον εὐπορία λύσις τῶν προειρημένων ἀπόρων ἐστίν. ἴσον δέ ἐστι τοῦτο τῷ ἡ γὰρ λύσις τῶν προηπορημένων αἰτία τῆς ὕστερον γιγνομένης εὐπορίας. ἢ οὕτως· ἡ γὰρ ὕστερον εὐπορία γιγνομένη ἐκ τῆς λύσεως τῶν πρώτων ἠπορημένων γίγνεται. ἔστι δὲ αὐτῷ τῆς προκειμένης πραγματείας ἐντεῦθεν ἡ ἀρχή· περὶ γὰρ τῶν ἀναγκαίως συντεινόντων εἰς τὰ προκείμενα ἐνταῦθα λέγειν ἄρχεται· ὅσα δὲ ἐν τοῖς Α εἴρηται, προλεγόμενα ἂν εἴη αὐτῆς καὶ εἰς τὴν προκατάστασιν συντελοῦντα. διό τισιν ἔδοξε τῆς Μετὰ τὰ φυσικὰ πραγματείας τοῦτο εἶναι τὸ πρῶτον. | Λύειν γάρ οὐκ ἔστιν ἀγνοοῦντας τὸν δεσμόν. Εἰ ἡ εὕρεσις καὶ κατασκευὴ τῶν ζητουμένων ἤρτηται τῆς τῶν ἀπορουμένων λύσεως, λύειν δὲ οὐχ οἷόν τε δεσμόν τινα μὴ πρότερον εἰδότας αὐτόν, τουτέστι καθὸ δέδεται (πῶς γὰρ ἂν λύσαι τις κατ’ ἐπιστήμην ἀγνοούμενον δεσμόν;) δεσμὸς δὲ ἐν τοῖς ζητουμένοις ἡ τῆς διανοίας ἀπορία (αὕτη γὰρ τὸν δεσμὸν δεικνύει τοῦ πράγματος), ἀναγκαῖον πρῶτον τὸ περὶ τῶν ζητουμένων καὶ μελλόντων δείκνυσθαι ἀπορεῖν, εἴ γε τὸ μὲν εὑρεῖν ἐκ τοῦ λύειν τὰ ἀπορούμενα, λύειν δὲ τὰ ἀπορούμενα οὐχ οἷόν τε μὴ εἰδότας πῶς ἠπόρηται. ἀλλ’ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τοῦτο περὶ τοῦ πράγματος. ἴσον ἐστὶ τὸ εἰρημένον τῷ ἀλλ’ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τὸν δεσμὸν τὸν ἐν τῷ πράγματι. εἰπὼν δὲ δεσμὸν τὴν ἀποκαίπερ ρίαν, κατὰ τί ὅμοιόν ἐστι δεσμῷ ἐπήνεγκε· κωλυτικὸς γὰρ ὁ δεσμὸς τῆς εἰς τὸ πρόσθεν καὶ εἰς τὸ προκείμενον προόδου τε καὶ προχωρήσεως, τοῦτο δὲ καὶ ἡ ἀπορία ποιεῖ· ἡ γ·ὰρ διάνοια εἰς τὸ πρόσθεν προϊέναι κωλύεται δία τὴν περὶ του πράγματος ἀπορίαν. Ἀδύνατον γὰρ ἀμφοτέρως προελθεῖν εἰς τὸ πρόσθεν·. οὔτε γὰρ ὁ δεδεμένος οὔτε ὁ ἀπορῶν δύνανται εἰς τὸ πρόσθεν καὶ τὸ προκείμενον αὐτοῖς προιέναι. καὶ διὰ τὸ δεῖν οὖν γνωρίζειν τὸν δεσμόν, εἰ μέλλει τις λύσειν αὐτόν, ἀναγκαῖόν φησιν εἶναι προαπορεῖν, καὶ διὰ τὸ τοὺς χωρὶς τοῦ διαπορεῖν ζητοῦντας περί τινος ἐοικέναι τυφλοῦ πορείαις· οὐ γὰρ ἔχουσι σκοπὸν οἱ χωρὶς τοῦ ἐπεσκέφθαι τὰ ἀπορούμενα περὶ τῶν ζητουμένων λέγοντες περὶ αὐτῶν, πρὸς ὃν χρὴ τὰ λεγόμενα συνείρειν τε καὶ συντείνειν. ὁδηγεῖ γὰρ τὰ προηπορημένα τοὺς ἀπορήσαντας πρὸς τὸ τὰς ζητήσεις ποιεῖσθαι κατὰ λόγον· οἱ γὰρ χωρὶς τοῦ ἀπορῆσαι ζητοῦντες περί τινων, οὐκ εἰδότες περὶ ὧν δεῖ ζητεῖν ζητοῦσι. προστίθησι δὲ τούτοις τὸ τοὺς ζητοῦντας περί τινος χωρὶς τοῦ ἀπορῆσαι μηδέποτε εἰ εὐπόρηταί τε καὶ τέλος ἔχει τὸ ζητούμενον γνωρίζειν δύνασθαι· οὗ αἰτίαν ἀποδέδωκε τὸ τοῖς μὲν οὕτω ζητοῦσι περί τινος μὴ εἶναι γνώριμον τὸ τέλος τοῦ ζητουμένου· διὰ τοῦτο γὰρ ἐοικέναι εἶπεν αὐτοὺς καὶ ὁμοίους εἶναι τοῖς ποῖ δεῖ βαδίζειν ἀγνοοῦσιν, οἷς ἀγνοεῖται τὸ τέλος· τούτοις δὲ οὐδ’ εἴ ποτε εὕρηται γνώριμον τὸ τέλος καὶ ὁ σκοπός· ἡ γὰρ τῶν ἀπορεῖσθαι δυναμένων. περί τινα λύσις τὸ τέλος τε καὶ εὕρεσις αὐτοῦ. προστίθησι δὲ τοῖς προειρημένοις καὶ ἄλλην αἰτίαν τοῦ τὸ προαπορεῖν ἀναγκαῖον εἶναι· ἔστι δὲ αὕτη ὅτι ὥσπερ ἐν ταῖς κρίσεσιν ἄμεινον κρινοῦσιν οἱ ἀμφοτέρων τῶν ἀντιδικούντων ἀλλήλοις ἀκούσαντες καὶ μὴ μόν·ου θατέρου, οὕτως καὶ ἐπὶ τῶν ζητουμένων ὑγιεστέρα ἡ κρίσις ἡ περὶ αὐτῶν γίγνεται, εἰ πάντα τις τὰ ἀπορεῖσθαι δυνάμενα καὶ λέγεσθαι πρὸς τὴν κατασκευὴν αὐτῶν καὶ θέσιν προεπέλθοι τε καὶ λύσαι. διὰ δὲ τῶν προειρημένων περὶ τοῦ δεῖν διαπορεῖν πρῶτον εἴη ἂν αὐτῷ δεικνύμενον ἅμα καὶ τὸ χρήσιμον τῆς δια- λεκτικῆς πρὸς φιλοσοφίαν καὶ τὴν τῆς ἀληθείας εὕρεσιν· τῆς γὰρ διαλεκτικῆς τὸ διαπορεῖν καὶ ἐπιχειρεῖν εἰς ἑκάτερα. ἀληθὲς ἄρα τὸ ἐν τοῖς τοπικοῖς εἰρημένον τὸ χρήσιμον εἶναι τὴν διαλεκτικὴν πρὸς τὰς κατὰ φιλοσοφίαν ζητήσεις. Ἔστι δ’ ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροιμιασμενοις διηπορησαμεν. Οὐ τὴν ἀπορίαν, ἣν τίθησι, φησὶν ἠπορῆσθαι ἐν τοῖς πεφροιμιαμένοις· ἔστι γὰρ ἡ ἀπορία ἡ πρώτη, ὡς λέγει, ὀφείλουσα ἀπορηθῆναι περὶ τοῦ πότερον μιᾶς ἐπιστήμης θεωρῆσαι τὰς πάντων αἰτίας ἢ πλειόνων, ὡς ἄλλην ἐπιστήμην ἄλλων ἀρχῶν καὶ αἰτίων εἶναι θεωρητικήν· ταύτην δὲ τὴν ἀπορίαν οὐ δοκεῖ κεκινηκέναι ἐν τοῖς πρὸ τούτου βιβλίοις· ἐν γὰρ τῷ πρώτῳ Περὶ ψυχῆς δοκεῖ αὐτῆς μεμνημονευκέναι. διὸ εἴη ἄν τὸ εἰρημένον, περὶ ὧν ἠπορήσαμεν ἐν τοῖς πεφροιμιασμένοις ἡμῖν, πρώτη ἔστιν ἀπορία, ἣν καὶ πρώτην τίθησιν· ἠπόρησε γὰρ ἐν ἐκείνοις περὶ αἰτίων· περὶ δὲ τῶν αἰτίων δὴ πρώτην φησὶν ἀπορίαν εἶναι ἧς μνημονεύει. διηπόρησε δὲ περὶ αἰτίων ἐν μὲν τῷ μείζονι Α ζητῶν πόσα τὰ εἴδη τῶν αἰτίων, καὶ τὰς τῶν ἄλλων δόξας ἐκθέμενος περὶ αἰτίων καὶ πρὸς αὐτὰς εἰπών, ἐπιστώσατο εἶναι τέσσαρα αἰτίων εἴδη· ἐν δὲ τῷ ἐλάττονι ζητήσας εἰ ἐπ’ ἄπειρόν ἐστι τὸ αἴτιον ἢ κατ’ εὐθυωρίαν ἢ κατ’ εἶδος, ἢ ἵσταται καὶ ἔστι πεπερασμένον. πρώτη δὲ ἀπορία ἡ περὶ τούτων εἴη ἄν ἡ νῦν λεγομένη. ἢ γοῦν τοῦτ’ ἔστιν ὃ λέγει, ἢ ὅτι ἡ πρώτη ἀπορία ἐστὶ περὶ τούτων περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν, ὡς οὐ πασῶν περὶ τούτων οὐσῶν περὶ ὧν ἐν ἐκείνοις ἠπορήσαμεν, ζητοῦντες εἰ ἔστι καὶ πόσα ἐστίν· περὶ τούτων ἣν νῦν ἀπορήσομεν πρώτη ἀπορία ἔσται· περὶ γὰρ αἰτίων καὶ αὐτή. τινὲς μέντοι διὰ τὸ νῦν εἰρημένον ὑπ’ αὐτοῦ ἐπὶ τέλει τοῦ τῶν Α ἐλάττονος ταύτην τὴν ἀπορίαν προσγράφουσι, κατ’ οὐδένα λόγον ἐκεῖ κειμένην. τὸ δὲ πότερον μιᾶς ἢ πολλῶν ἐπιστημῶν θεωρῆσαι, σημαίνοι ἂν ἴσον τῷ, εἰ ὧν ἐθέμεθα αἰτίων τεσσάρων μία ἐστὶ θεωρητικὴ πάντων ἐπιστήμη, ἢ ἄλλου αἰτίου ἄλλη ἐπιστήμη, ὡς ὕστερον ἀπορῶν ἐπιχειρήσει. καὶ εἴη ἄν εὐλόγως λέγων τὸ περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν· ἐν γὰρ τῷ Α τῷ μείζονι εἰ τέσσαρα τὰ τῶν αἰτίων εἴδη ἐζήτησε, περὶ ὧν τεσσάρων ζητήσει νῦν, εἰ μιᾶς ἐπιστήμης ἐστὶν ἡ γνῶσις αὐτῶν. | Καὶ πότερον τὰς τῆς οὐσίας ἀρχὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης ἰδεῖν μόνον. Ἡ δευτέρα ἀπορία ἐστὶ περὶ ἧς φησι δεῖν ἀπορῆσαι, εἰ τοῦ σοφοῦ καὶ τοῦ πρώτου φιλοσόφου καὶ τῆς πρώτης ἐπιστήμης ἐστὶ μόνον τὸ τὰς τῆς οὐσίας ἀρχὰς ἰδεῖν τὰς πρώτας, ἢ οἰκεῖόν ἐστιν αὐτῇ καὶ τὰς ἀποδεικτικὰς ἀρχὰς ἰδεῖν, ἐξ ὧν αἱ ἀποδείξεις κοινῶν ἀρχῶν οὐσῶν γίγνονται, ἃ ἀξιώματα καλεῖται· ἀρχαὶ γὰρ ταῦτα πάσης ἐπιστήμης. ὅτι δὲ τοῦτο λέγει, ἐδήλωσε διὰ τοῦ προσθεῖναι τὸ μόνον. λείπειν δὲ τῇ λέξει δόξει τὸ † ἀκόλουθον γὰρ τῷ προειρημένῳ τῷ καὶ περὶ τῶν ἀρχῶν. ἀξίωμα δὲ τὸ μὴ ἐνδέχεσθαι ἅμα τὴν ἀντίφασιν ἀληθῆ καὶ ψευδῆ εἶναι, ὥσπερ καὶ τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα, καὶ τὸ ἂν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ καταλειπόμενα ἴσα εἶναι, καὶ τὸ πᾶσαν ἔφεσιν ἢ ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ εἶναι, καὶ τὰ τούτοις ὅμοια. καὶ κοινότατόν γε τὸ τῆς ἀντιφάσεως ἁπάντων τῶν ἀξιωμάτων· ἀληθὲς γὰρ ἐπὶ πάντων. ἴτε ἔστι περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονες. Τὸ τρίτον τῶν προτιθεμένων ἐστίν, εἰ ἔστι τῆς προκειμένης ἐπιστήμης περὶ τῆς οὐσίας καὶ τῶν αἰτίων τῆς οὐσίας θεωρεῖν, πλείους δὲ οὐσίαι, αἱ μὲν γὰρ νοηταὶ αἱ δὲ αἰσθηταί, ὥστε καὶ αἱ ἀρχαὶ διάφοροι, πότερον οὖν περὶ πασῶν τῶν ἀρχῶν, αἳ οὐσιῶν εἰσιν ἀρχαί, τῆς προκειμένης ἐπιστήμης τὸ θεωρεῖν, ὡς μίαν εἶναι τὴν πασῶν τῶν ἀρχῶν γνωστικήν, αἳ τῶν οὐσιῶν εἰσιν· ἢ πλείους εἰσὶ καὶ διαφέρουσαι τῶν ἀρχῶν, αἳ τῶν διαφερουσῶν εἰσιν οὐσιῶν ἀρχαί. ἀλλὰ καὶ εἰ πλείους, ἄξιόν φησιν εἶναι ἐπὶ τούτῳ ἀπορηθῆναι, πότερον αὗται αἱ πλείους ἐπιστῆμαι συγγενεῖς εἰσιν ἀλλήλαις, ὡς πάσας αὐτὰς εὔλογον εἶναι σοφίας καλεῖν, ἢ οὔκ εἰσι σοφίαι πᾶσαι, ἀλλ’ αἱ μέν τινες σοφίαι, αἱ δὲ ἄλλο τι γένος ἕξουσιν. εἰπὼν δὲ ταῦτά φησι καὶ αὐτὸ δὴ τοῦτο δεῖν ζητῆσαι, πότερον αὗται μόνον αἱ αἰσθηταί εἴσιν οὐσίαι ἢ καὶ παρὰ ταύτας εἰσὶν ἄλλαι τινές· οὐδὲ γὰρ αὐτὸ γνώριμον οὐδὲ ἀναμφίλεκτον. διαφέροι δ’ ἂν αὕτη ἡ ἀπορία τῆς πρώτης καὶ τῷ ἐν ἐκείνῃ μὲν ἀπλῶς περὶ τῶν αἰτίων εἰρηκέναι, οὐ τῶν τῆς οὐσίας, ἐν ταύτῃ δέ, εἰ τῶν τῆς οὐσίας αἰτίων μία ἐπιστήμη ἡ πλείους, καὶ εἰ πλείους εἶεν, πότερον πᾶσαι συγγενεῖς καὶ σοφίαι, ἢ αἱ μὲν σοφίαι αἱ δὲ ἄλλο τι ἐπιστημῶν εἶδος. ἑξῆς τοῖς προειρημένοις προστίθησιν ὡς ἄξιον ἀπορεῖσθαι καὶ περὶ τοῦ πότερον μοναχῶς, τουτέστι καθ’ ἕνα λόγον, οὐσίαι πᾶσαι ἡ πλείω τῶν οὐσιῶν εἴδη καὶ πλείους λόγοι, ὃ πῶς εἴρηκε δηλοῖ δι’ ὧν ἐπιφέρει εἰπὼν οἷον οἱ ποιοῦντες τά τε εἴδη καὶ τὰ μαθηματικὰ μεταξὺ τούτων τε καὶ | τῶν αἰσθητῶν. οἱ γὰρ τὰς ἰδέας θέμενοι οὐσίας ἔλεγον τὰ μαθηματικά, οὐσίας δὲ καὶ αὐτὰ ὄντα οὔτε ταῖς ἰδέαις οὔτε ταῖς αἰσθηταῖς οὐσίαις ὁμοειδεῖς εἶναι, ἀλλὰ ταύτην οὐσιῶν φύσιν ἔλεγον εἶναι μεταξὺ ἐκείνων, ὡς εἶναι τρία κατ’ οὐσίαν, ὡς περὶ Πλάτωνος εἴρηκεν ἐν τῷ μείζονι Α. καὶ εἴη ἂν πλέον τι ἔχουσα τῆς πρὸ αὐτῆς ἡ ζήτησις αὕτη. οὐ γὰρ ζητεῖ ἐν αὐτῇ εἰ πλείω οὐσιῶν εἴδη (τοῦτο γὰρ ἔκειτο), ἀλλ’ εἰ τὰ αὐτὰ καὶ ταῦτα ἅ τινες εἰρήκασι. καὶ εἴη ἄν τὸ πότερον μοναχῶς ὡς ἀκόλουθον εἰρηκὼς τῷ προειρημένῳ. προειπὼν γὰρ πότερον τὰς αἰσθητὰς εἶναι μόνον φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας, ἐπήνεγκε τὸ καὶ πότερον μοναχῶς παρὰ τὰς αἰσθητὰς οὐσίας· οἱ γὰρ ποιοῦντες μεταξὺ τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν δῆλον ὡς πλείω εἴδη ἐποίουν οὐσιῶν παρὰ τὰς αἰσθητάς. Καὶ πότερον περὶ τὰς οὐσίας μόνον ἡ θεωρία ἐστὶν ἡ καὶ περὶ τὰ συμβεβηκότα καθ᾿ αὑτὰ ταῖς οὐσίαις. Τὰ συμβεβηκότα λέγει τὰ καθ’ αὑτὸ ὑπάρχοντα, ἵνα ᾖ τὸ λεγόμενον, πότερον περὶ τῶν οὐσιῶν ὁ σοφὸς μόνον διαλήψεται ἢ καὶ περὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων. ἔστι δὲ καθ’ αὑτὰ ὑπάρχοντα κυρίως τὰ ἐν τοῖς ὁρισμοῖς παραλαμβανόμενα. περὶ μὲν τούτων ἀναγκαῖος ὁ λόγος αὐτῷ οὐδὲ γὰρ ἄλλως οἷόν τε περί τινων ἐπιστήμην λαβεῖν χωρὶς τοῦ γιγνώσκειν τὰ οὕτως ὑπάρχοντα. λέγει δὲ τὰ καθ’ αὑτὰ συμβεβηκότα ἀχώριστα καὶ ἴδια καὶ ἐγγὺς οὐσιώδη, δι’ ὧν εἰώθασι καὶ οἱ δι’ ὑπογραφῆς γινόμενοί τινων λόγοι ἀποδίδοσθαι, οἷον τῷ τριγώνῳ εἴη ἂν καθ’ αὑτὸ συμβεβηκὸς τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ τὸ τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζους εἶναι πάντῃ μεταλαμβανομένας (οὐ γὰρ δὴ ἐκ τούτων ὁ αὐτῷ), καὶ τῷ ἀριθμῷ τὸ περιττῷ εἶναι ἢ ἀρτίῳ, καὶ ἑκάστῳ τῶν ὄντων τὸ εἶναι ἓν καθὸ τόδε τι ἔστι, καὶ ὅσα οὕτως ὑπάρχει τῶν συμβεβηκότων. Πρὸς δὲ τούτοις περὶ ταὐτοῦ· καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ ἐναντίου καὶ ἐναντιότητος καὶ περὶ προτέρου καὶ ὑστέρου. Ζητεῖ εἰ καὶ περὶ τούτων οἷς ἡ διαλεκτικὴ κέχρηται, οὖσα ἐξ ἐνδόξων ἐπιχειρητική τε καὶ δεικτικὴ τῶν προκειμένων, τοῦ σοφοῦ ἐστι τὸ πρὸς τὸ ἐνδόξως περὶ αὐτῶν διαλαμβάνειν, τίνος τὸ ἀληθῶς; προτίθεται δὲ ζη τεῖν καὶ περὶ τούτων, ἐπειδὴ αὐτὸς χρῆται αὐτοῖς ἐν τοῖς ἀποδεικνυμένοις πρὸς αὐτοῦ κατὰ τήνδε τὴν πραγματείαν· καὶ γὰρ τῷ ταὐτῷ ὅπερ ἐπ’ οὐσιῶν λέγεται χρῆται. ζητεῖ γοῦν εἰ αἱ αὐταί εἰσι πᾶσαι αἱ οὐσίαι ἀλλήλαις ἢ οὒ ἀλλ’ ἕτεραι. ἀλλὰ καὶ τοῖς ἄλλοις οἷς κατέλεξε πᾶσιν ἐν ταῖς ἀποδείξεσιν ἀναγκαῖον αὐτῷ προσχρῆσθαι· κοινὰ γὰρ ταῦτα ὄργανα τοῖς ἀποδεικνύουσι. προελθὼν δὲ αὐτὸς δείξει κατὰ τί καὶ ἡ περὶ τούτων ζήτησίς τε καὶ θεωρία οἰκεία τῷ πρώτῳ φιλοσόφῳ. οὐ γὰρ λογικὴ ἡ πραγματεία, ὥς τισιν | ἔδοξε διὰ τὸ πολλὰ τοιαῦτα ζητεῖσθαι ἐν αὐτῇ οὐ γὰρ δι’ αὐτὰ περὶ τούτων διαλαμβάνει, οὐδὲ τοῦτον ποιεῖται σκοπόν, ἀλλ’ ὅτι τῆς πρώτης φιλοσοφίας καὶ τῆς περὶ τοῦ ὄντος ᾗ ὂν θεωρητικῆς τὸ καὶ περὶ τῶν κοινῶς τῷ ὄντι ὑπαρχόντων τὴν θεωρίαν ποιεῖσθαι. τοιαῦτα δὲ καὶ ταῦτα ὡς δείξει. Ἔτι δὲ τούτοις αὐτοῖς ὅσα καθ᾿ αὑτὰ συμβέβηκε· καὶ μὴ μόνον τί ἐστι τούτων ἕκαστον. ἐξηγήσατο τίνα λέγει τὰ καθ’ αὑτὰ συμβεβηκότα διὰ τοῦ εἰπεῖν καὶ μὴ μόνον τί ἐστιν· ἐν γὰρ τῷ τί ἐστι τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἐμπεριέχεται. φησὶν εἶναι τὰ καθ’ αὑτὰ συμβεβηκότα, οἷον πάσῃ ἐναντιότητι καθ’ αὑτὸ συμβεβηκὸς τὸ ἔμμεσον, τὸ ἄμεσον, ἢ οἷόν ἐστι τὸ ὑπ’ αὐτοῦ προστιθέμενον περὶ τοῦ εἰ ἓν ἑνὶ ἐναντίον ἐστίν, ἢ μὴ ἕν, ὃ καὶ αὐτὸ δοκεῖ θεώρημα εἶναι διαλεκτικόν· δεῖ γάρ, φησίν, ἐπισκέψασθαι εἰ καὶ τὸ περὶ τούτου τινὸς τὴν ἀλήθειαν ἐξετάσαι τοῦ σοφοῦ ἐστιν. Καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον. Περὶ οὗ νῦν φησι [δεῖν] ζητητέον εἶναι, ἔστιν, εἰ τὰ γένη ἀρχαὶ ὧν ἐστι γένη (δοκεῖ γὰρ τὰ γένη πρῶτα εἶναι τῇ φύσει, τὰ δὲ πρῶτα ἀρχαί), ἢ * * * ὡς οὐσία δοκεῖ εἰς ὕλην τε καὶ εἶδος, ἢ τὰ τέσσαρα στοιχεῖα, ἢ ἃ ἄν τις ὑποθῆται τοιαῦτα. εἰς μὲν γὰρ ταῦτα διαιρεῖται, ἐξ ὧν σύγκειται ἕκαστον πρώτων. ταῦτα δὲ ἑκάστου ἀρχαὶ δοκοῦσιν εἶναι, ἐξ ὧν πρώτων σύγκειται, ὡς τῆς φωνῆς τὰ στοιχεῖα. ἀλλ’ εἰ καὶ τὰ γένη ἀρχαί, πάλιν φησὶν ἄξιον εἶναι ζητεῖν πότερον τὰ ἀνωτάτω γένη ἢ τὰ προσ- εχῆ τοῖς ἀτόμοις, ἃ εἴδη ὄντα ἄτομα κοινότερον ὠνόμακε καὶ αὐτά, τῷ τοῦ γένους ὀνόματι ἀντὶ τοῦ κοινοῦ χρώμενος. Μάλιστα δὲ ζητητέον καὶ πραγματευτέον, πότερον ἔστι τι παρὰ τὴν ὕλην αἴτιον καθ᾿ αὑτό. Ὅ λέγει τοιοῦτόν ἐστιν. τῶν ἀρχαίων φυσικῶν τινες ἰήν ὕλην αἰτίαν ὑποθέμενοι μόνον καθ’ αὑτήν, ταύτης πάθη κατὰ συμβεβηκὸς αἰτίας ἔλεγον, οὐ καθ’ αὑτά. καθ’ αὑτὸ μὲν γὰρ αἴτιον ἦν αὐτοῖς ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἡ τὸ μεταξὺ ἤ τί ἄλλο, ὃ ἀρχὴν καὶ στοιχεῖον ὑπετίθεντο, ἐπεὶ καὶ μόνα καθ’ αὑτά ὄντα τούτων ἕκαστα κατ’ αὐτούς, κατὰ συμβεβηκὸς δὲ ἡ μανότης καὶ πυκνότης, ἡ σύγκρισις καὶ διάκρισις. οὗτοι μὲν οὖν τὴν ὕλην καθ’ αὑτὸ αἴτιον λέγοντες καὶ τὸ ὑποκείμενον, ἐτίθεντό τι αἴτιον καὶ ἄλλο, ἀλλὰ κατὰ συμβεβηκός· συμβεβηκότα γὰρ ταῦτα τῇ ὕλῃ. αὐτὸς δὲ νὺν οὐκ εἰ παρὰ τὴν ὕλην ἔστι τι κατὰ συμβεβηκὸς αἴτιον ζητεῖν φησι δεῖν, ἀλλ’ εἰ καθ’ ἑαυτό, ὡς ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει· οὐδὲ γὰρ ἔλαττον ἀλλὰ καὶ μᾶλλον ἂν φανεῖεν αἴτια τὰ ἄλλα τῆς ὕλης. ἀλλ’ εἰ καὶ ἔστι τι καθ’ αὑτὸ αἴτιον παρὰ τὴν ὕλην, καὶ ἄλλο τί φησι δεῖν ἐπισκέψασθαι, πότερον τοῦτό ἐστι κεχωρισμένον ὕλης καὶ αὐτὸ καθ’ αὑτὸ ὑφεστώς, ἢ ἐν τῇ ὕλῃ, ὁποῖόν ἐστι τὸ ἔνυλον εἶδος, καὶ ὡς τοῖς ἀπὸ τῆς Στοᾶς | ἔδοξεν ὁ θεὸς καὶ τὸ ποιητικὸν αἴτιον ἐν τῇ ὕλῃ εἶναι. καὶ εἰ ἔστι τι αἴτιον χωριστὸν καὶ ἄυλον, πότερον ἓν τοῦτο κατ’ ἀριθμόν ἐστιν ἢ πλείω, περὶ ὧν αὐτὸς ἐν τῷ Λ τῆσδε τῆς πραγματείας λέγει. Καὶ πότερον ἔστι τι παρὰ τὸ σύνολον· λέγω δὲ τὸ σύνολον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης. Σύνολον ἤτοι τὸ κοινὸν λέγει, τὸ κατὰ τῶν καθ’ ἕκαστα καὶ τῶν ἐν ὅλῃ εἰρηκώς· καὶ εἰ τοῦτο λέγει τὸ σύνολον, λέγοι ἄν εἰ ἔστι τι παρὰ τὸ κοινὸν καὶ τὸ σύνολον, ὃ τοῦ ἐνύλου κατηγορεῖται, ἄλλο τι εἶδος κεχωρισμένον, ἢ οὐδέν ἐστι παρὰ τὸ κοινὸν εἶδός τι καὶ ἰδέα, ἢ τῶν μὲν τῶν δὲ οὔ, ὡς δοκοῦσι λέγειν οἱ λέγοντες μήτε τῶν παρὰ φύσιν μήτε τῶν τεχνητῶν ἰδέας εἶναι· ἢ σύνολον λέγει τὸ συναμφότερον. εἰπὼν δὲ σύνολον, πῶς σύνολόν τί ἐστιν ἐδήλωσε, προσθεὶς ὅταν κατηγορηθῇ τι τῆς ὕλης, τουτέστιν ὅταν ἡ ὕλη μετά τινος εἴδους ληφθῇ. ἢ σύνολον τὸ ἔνυλον· καὶ εἴη ἂν ζητῶν πότερον ἔστι τι εἶδος κεχωρισμένον παρὰ τὸ ἔνυλον (τοῦτο γὰρ τῆς ὕλης κατηγορεῖται, καὶ ἔστι τὸ σύνολον ἡ ὕλη τῷ ἐν αὐτῇ εἴδει) ἢ οὐδέν ἐστι τοιοῦτον, ἢ τὰ μέν τινα εἴδη ἐστὶ κεχωρισμένα ὕλης, τὰ δὲ οὔ· τοῦτο γὰρ λέγοι ἄν διὰ τοὐ ἢ τῶν μὲν τῶν. δὲ οὔ. καὶ εἰ ἔστιν ὅλως ἄυλά τινα εἴδη, ὁπόσα ταῦτά ἐστι, περὶ ὧν, ὡς προεῖπον, ποιήσεται λόγον ἐν τῇ περὶ τῶν ἀνελιττουσῶν θεωρίᾳ. εἴη δ’ ἄν διὰ μὲν τῆς πρὸ ταύτης ἀπορίας ζητῶν εἰ ἔστι τι παρὰ τὴν ὕλην καὶ ἄλλο αἴτιον καθ’ αὑτό, καὶ εἰ ἔστι, πότερον κεχωρισμένον ὕλης ἡ σὺν ὕλῃ καὶ αὐτό, διὰ δὲ τῆς δευτέρας ἀπλῶς εἰ ἔστι τι εἶδος ἄυλον. Ἔτι αἱ ἀρχαὶ πότερον ἀριθμῷ ἢ εἴδει ὡρισμέναι. Ζητῆσαι, φησί, δεῖ καὶ περὶ τῶν ἀρχῶν καὶ αἰτίων, εἰ εἰσὶ πεπερασμέναι, πότερον κατὰ τὸ εἶδος μόνον εἰσὶ πεπερασμέναι * * * ὡς εἶναι ἓν κατὰ ἀριθμὸν τὸ ποιητικὸν καὶ μίαν ἀριθμῷ ὕλην, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἢ εἰ καὶ μὴ ἓν ἀριθμῷ τὸ αἴτιον καθ’ ἕκαστον εἶδος αἰτίου, ἀλλὰ πεπερασμένον γε. τὸ γὰρ κατ’ εἶδος ἀπείρους ὑποτίθεσθαι τἀς ἀρχὰς ὡς ἄτοπόν τε παρῃτήσατο καὶ ὡς δεδειγμένον ἐν τῷ πρὸ τούτου. δέδεικται δὲ ἐν τῷ πρὸ τούτου καὶ ὅτι καθ’ ἕκαστον εἶδος αἰτίου πεπερασμένα τὰ αἴτια. ζητῆσαι δέ φησιν ὁμοίως δεῖν τοῦτο περί τε τῶν εἰδικῶν αἰτίων (ταῦτα γάρ ἐστι τὰ ἐν τῷ λόγῳ· ταῦτα γὰρ καθ’ ἃ ὁ λόγος ἑκάστου ὁ ὁρισμός) καὶ περὶ τῶν ὑλικῶν· ταῦτα γὰρ τὰ ὑποκείμενα. εἰ δὲ καὶ τὸ ποιητικὸν καὶ τὸ τελικὸν αἴτιον εἴδη καὶ αὐτά, ὡς εἶπεν ἐν Φυσικῇ ἀκροάσει, ἄσα, περὶ πάντων ἂν εἴη τῶν αἰτίων εἰρηκώς. δύναται καὶ τὰ μὲν ἐν τοῖς λόγοις αἴτια εἰρηκέναι περὶ τῶν ἐν ταῖς ἀπο | δείξεσιν ἀρχῶν (αὗται δέ εἰσι τὰ ἀξιώματα· καὶ γὰρ ἤδη τούτων ἐμνημόνευσε), τὰ δὲ ἐν τῷ ὑποκειμένῳ τὰς τῶν οὐσιῶν ἀρχάς· ὑποκείμεναι γὰρ αἱ οὐσίαι. ποστίθησι δὲ ταύτῃ τῇ ἀπορία ὡς ἄξιον προσαπορεῖσθαι, πότερον αἱ αὐταὶ ἀρχαί εἰσι τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων ἢ ἕτεραι· καὶ εἰ ἄλλαι, πότερόν εἰσι πάσαι ἄφθαρτοι ἢ τῶν μὲν φθαρτῶν φθαρταί, ἄφθαρτοι δὲ τῶν ἀφθάρτων. Ἔτι δὲ τὸ πάντων χαλεπώτατον καὶ πλείστην ἀπορίαν ἔχον, <πότερον>τὸ ἓν καὶ τὸ ὄν, καθάπερ οἱ Πυθαγόρειοι καὶ Πλατῶν <ἔλεγεν>, οὐχ ἕτερόν τί ἐστιν. Ἡ ἀπορία, ἣν πλείστην παρέχειν φησὶν ἀπορίαν, ἔστιν αὕτη, πότερον τὸ ἓν καὶ τὸ ὂν αὐτὰ οὐσίαι εἰσὶ καὶ τῶν ὄντων ἀρχαί (τοῦτο γὰρ διὰ τοῦ ἀλλ’ οὐσίαι ἰῶν. ὄντων), ὡς δοκεῖ τοῖς Πυθαγορικοῖς καὶ Πλάτωνι λέγοντι αὐτό τι ὂν καὶ αὐτό τι ἕν (ἐμνημόνευσε δὲ τῆς δόξης ταύτης καὶ ἐν τῷ περὶ τοῦ ἀπείρου λόγῳ ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως καὶ ἐν τῷ Α τῆσδε τῆς πραγματείας τῷ μείζονι), ἢ ἄλλαι τινὲς φύσεις ὑπό- κεῖνται, ταῦτα δὲ τό τε ἓν καὶ τὸ ὂν ἐκείναις συμβέβηκεν, ὡς ἔλεγον οἱ φυσικοί, ἢ ὕδωρ ἢ ἀέρα ἡ φιλίαν ἢ νοῦν ἤ τι τοιοῦτον ὑποτιθέμενοι τῶν ὄντων ἀρχήν· ἐκείνοις γὰρ ἔλεγον ταῦτα συμβεβηκέναι τό τε ἓν καὶ τὸ ὄν. ἔτι πότερον αἱ ἀρχαὶ ἐν οἰκείᾳ ὑποστάσει εἰσὶ καὶ καθ’ αὑτὰς ὡς. τὰ καθ’ ἕκαστα τῶν ὄντων, ἢ οὔ, ἀλλ’ ὡς τὰ γένη καὶ τὰ καθόλου καὶ κοινά, οἷς ὲν τῷ κατηγορεῖσθαι τῶν καθ’ ἕκαστα τὸ εἶναι. εἴη δ’ ἂν αὕτη ἡ ἀπορία διαφέρουσα τῆς ἀπορηθείσης πρὸ ὀλίγου τῆς “καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον” τῷ ἐπ’ ἐκείνης μὲν ζητεῖσθαι εἰ τὰ ἐνυπάρχοντα τοῖς καθ’ ἕκαστα εἰς ἃ διαιρεῖται ἀρχαὶ αὐτῶν, μὴ τὰ κοινὰ τά κατηγορούμενα αὐτῶν, ἐνταῦθα δὲ καὶ κοινῶς καὶ καθόλου ζητεῖσθαι περὶ τῶν ἀρχῶν, πότερον οὕτως εἰσὶν ὡς τὰ κοινά, ἃ οὐκ ἔχει κατ’ ἰδίαν ὑπόστασιν, ἢ οὕτως ὡς τὰ καθ’ ἕκαστα. καὶ εἰ οὕτως, ἔτι πότερον δυνάμει εἰσὶν αἱ ἀρχαί, ὡς ἡ ὕλη δοκεῖ, ἢ κατ’ ἐνέργειαν ὑφεστήκασιν, ὡς καθ’ οὓς πῦρ ἤ τι τῶν σωμάτων στοιχειον ἐστιν· Ἔτι πότερον ἄλλως ἢ κατὰ κίνησιν· καὶ γὰρ ταῦτα ἀπορίαν <ἂν>παράσχοι πολλήν. Ὅ ζητεῖ ἔστιν, ὅτι πότερον αἱ ἀρχαὶ ἀρχαί εἰσι τῷ κινεῖν καὶ ποιεῖν τὰ ὧν εἰσιν ἀρχαὶ ἢ ἄλλως· δοκεῖ γὰρ ἡ μέν τις εἶναι κινητικὴ ἀρχή, ὡς ἡ ποιητική, ἡ δὲ οὐκέτι, ὡς ἡ ὑλική. δύναται λέγεσθαι καὶ τοιοῦτόν τι, πότερον κινούμεναι αὗται αἱ ἀρχαὶ αἰτίαι ἰοῖς ἐξ αὐτῶν ἢ αὐταὶ ἀκίνητοι οὖσαι, ὥσπερ τἀς ἰδέας ἔλεγον οἱ λέγοντες.· τοιοῦτον δὲ καὶ τὸ πρῶτον αἴτιον. ἢ δύ|ναται ἐκ τοῦ προειρημένου ἀκούεσθαι, πότερον αἱ ἀρχαὶ κινοῦνται καὶ μεταβάλλουσιν εἰς ἀλλήλας ἢ εἰσὶν ἀμετάβλητοι. πρὸς δὲ τούτοις ἄξιόν φησιν ἀπορῆσαι καὶ περὶ τῶν μαθηματικῶν· μαθηματικὰ γὰρ οἵ τε ἀριθμοὶ καὶ τὰ μήκη καὶ τὰ σχήματα (λέγοι δ’ ἂν τὰ ἐπίπεδα, τετράγωνον, κύκλον, τὰ τοιαῦτα), ἔτι αἱ στιγμαί· περὶ δὲ τούτων πότερον οὐσίαι καὶ ταῦτα, ὡς δοκεῖ τισιν, ἢ οὔ, καὶ εἰ οὐσίαι, πότερον κεχωρισμέναι τῶν αἰσθητῶν καὶ αὐταὶ καθ’ αὑτὰς ἡ ἐν τούτοις τὸ εἶναι τοῖς μαθηματικοῖς. προειπὼν δὲ περὶ ὧν φησι δεῖν προαπορῆσαι, φησὶν ὅτι περὶ τούτων οὐ μόνον χαλεπὸν εὑρεῖν τὴν ἀλήθειαν πῶς ἔχει (ἔστι γὰρ ἡ εὕρεσις τῆς ἐν τοῖς προειρημένοις ἀληθείας τὸ κεφάλαιον τῆς προκειμένης κειμένης ἐπιστήμης), ἀλλὰ καὶ τὸ διαπορῆσαι περὶ αὐτῶν χαλεπόν. Καὶ ἐπάνεισί γε ἐπὶ τὸ περὶ οὗ πρῶιον ἀπορήσειν προέθετο, ἦν δὲ τοῦτο, πότερον μιᾶς ἐπιστήμης περὶ πασῶν τῶν ἀρχῶν καὶ πάντων τῶν αἰτίων εἰπεῖν ἢ πλειόνων, καθ’ ἕκαστον εἶδος αἰτίου ἄλλης. καὶ πρῶτον εἰς τὸ μὴ εἶναι τῆς αὐτῆς ἐπιστήμης τὸ περὶ πάντων εἰπεῖν τῶν αἰτίων ἐπιχειρεῖ. πρὸς ὃ πρῶτον μὲν τοιούτῳ τινὶ δυνάμει λόγῳ χρῆται. ὧν διαφερόντων κατ’ κατ᾿ ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις, τὰ δὲ αἴτια οὐκ ἔστιν ἐναντία ἀλλήλοις, οὐκ ἄρα ἡ αὐτὴ ἐπιστήμη τῶν διαφερόντων κατ’ εἶδος αἰτίων. ἔστι μὲν οὖν ὁ λόγος ἐν δευτέρῳ σχήματι, ὅσον ἐπὶ τῷ τρόπῳ ὑγιής τε καὶ συλλογιστικός, ἔχει δὲ τὴν πρώτην εἰλημμένην πρότασιν οὐκ ἀληθῆ· οὐ γὰρ ἀληθὲς τὸ ὧν διαφερόντων κατ’ εἶδος ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις, ἀλλ’ ἔστιν ὑγιὲς τὸ τῶν ἐναντίων τὴν αὐτὴν. ἐπιστήμην· διὸ καὶ τὸ τούτῳ ἀντιστρέφον τὸ ὧν μή ἐστιν ἡ αὐτὴ ἐπιστήμη, ταῦτα μὴ εἶναι ἐναντία, οὐκ ἔστι τῷ προειρημένῳ τῷ ὧν ἡ αὐτὴ ἐπιστήμη ταῦτα ἀλλήλοις ἐναντία ταὐτόν. ἐκείνως μὲν γὰρ ἀξιοῦται μόνων τῶν διαφερόντων κατ’ εἶδος, εἰ ἐναντία εἶεν, ἰὴν αὐτὴν ἐπιστήμην εἶναι τοῦτο γὰρ λέγει ὁ λέγων μιᾶς μὲν γὰρ ἐπιστήμης ἄν εἴη μὴ ἐναντίας οὔσας τὰς ἀρχὰς γνωρίζειν), ἐνταῦθα δὲ εἴληπται μὲν τὸ τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην, οὐ μὴν καὶ μόνων· οὐ γὰρ κεκώλυται εἶναι τινῶν ἡ αὐτὴ ἐπιστήμη καὶ μὴ ἐναντίων· οὐ γάρ ἐστι τὰ κατὰ γεωμετρίαν ἐναντία ἀλλήλοις. ἀλλὰ καὶ ἡ φυσικὴ καὶ ἡ πρακτικὴ φιλοσοφία διαφέρουσαι κατ’ εἶδος, οὐ μὴν μυσαι ἐναντίαι, ὑπὸ μίαν ἐπιστήμην εἰσίν. ἔτι ἐρεῖ τις δύνασθαι καὶ τὰς ἀρχὰς ἀνάγεσθαι εἰς ἀντικείμενα τό τε ποιητικὸν καὶ τὸ παθητικόν, εἴ γε ἡ μὲν ὕλη παθητική, τὰ δὲ παρὰ τὴν ὕλην τρία αἴτια εἰς τὸ εἰδικὸν ἀνάγεται, τοῦτο δὲ ποιητικόν· πᾶν γὰρ τὸ ποιοῦν κατά τὸ εἶδος καὶ τὴν τελειότητα ἣν ἔχει ποιει. Ἔτι δὲ πολλοῖς τῶν ὄντων οὐχ ὑπάρχουσι πᾶσαι. Καὶ αὕτη ἡ ἐπιχείρησις πρὸς τὸ μὴ εἶναι πάντων τῶν αἰτίων μίαν ἐπιστήμην γνωστικήν. ἀπὸ δὲ τῶν ἐπιστητῶν ποιεῖται τὴν ἐπιχείρησιν· εἰ γὰρ μὴ φαίνοιτο πάντα τὰ ἐπιστητὰ πάσας ἔχοντα τὰς αἰτίας, αἱ δὲ ἐπιστῆμαι τῶν οἰκείων ἐπιστητῶν εἰσι γνωστικαί, δηλονότι καὶ τὰ αἴτια ταῦτα· ὒ εἰδείη #x003E;, ὅ ἐστιν ἐν τοῖς οἰκείοις ἐπιστητοῖς αὐτῆς. οὕτω τε ἄν ἄλλη ἄλλων εἴη γνωστικὴ ἐπιστήμη αἰτίων· τῶν γὰρ ἐν τοῖς οἰκείοις ἐπιστητοῖς. ὅτι δὲ μὴ πάντα τὰ αἴτια ἐν πάσι τοῖς ἐπιστητοῖς δείκνυσιν ἐπὶ τῶν ἀκινήτων· τὰ γὰρ ἀκίνητα ἄν εἴη λέγων τὰ ἀγένητά τε καὶ ἄφθαρτα, κινήσεως δὲ ἀρχὴν λέγει τὸ ποιητικὸν αἴτιον. ἐν δὲ τοῖς ἀκινήτοις τίθησι κα) τὰ μαθηματικά· ἐν γὰρ τούτοις οὔτε τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἔστιν αἴτιον, τοῦτο δέ ἐστι τὸ ποιητικόν· πῶς γὰρ ἄν εἴη ἐν τοῖς ἀγενήτοις καὶ ἀκινήτοις αἴτιον ποιητικὸν καὶ κινητικόν; ἀλλ’ οὐδὲ ἡ τοῦ ἀγαθοῦ φύσις (αὕτη δέ ἐστ.ι τὸ τέλος καὶ τὸ οὗ ἕνεκα) ἐν τούτοις ἐστίν· τὸ γὰρ ὡς ἀγαθὸν αἴτιόν ἐστι τὸ οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ οὐδενός, τὸ δὲ τοι- οῦτον τέλος. ἀλλὰ μὴν τὸ τέλος καὶ τὸ τινὸς χάριν τὰ πρὸ τοῦ τέλους ποιεῖν ἐν πράξεσίν ἐστι καὶ ἐν ταῖς ποιητικαῖς καὶ πρακτικαῖς τῶν ἐπιστημῶν· μῶν· ἐν οἷς δὲ ποίησις καὶ πρᾶξις, καὶ κίνησις ἐν τούτοις, ὥστε ἐν τοῖς ἀκινήτοις οὐκ ἂν εἴη οὐδὲ αὐτὴ ἡ αἰτία ἡ τελική, ἥτις ἐστὶ τὸ ἀγαθὸν τὸ τῇ αὑτοῦ φύσει καὶ ἀπλῶς· τοῦτο γὰρ λέγοι ἂν διὰ τοῦ καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, ὃ καὶ αὐτοαγαθὸν εἶπε. βουλόμενος δὲ δεῖξαι ὅτι οὐδὲ ἡ κατὰ τὸ τέλος αἰτία ἐν πᾶσίν ἐστιν, ὥσπερ οὖν οὐδὲ ἡ ποιητική (ἐν γὰρ τοῖς ἀκινήτοις οὐδετέρα), οὐκ αὐτόθεν εἶπε τὴν κατὰ τὸ τέλος αἰτίαν μὴ εἶναι ἐν αὐτοῖς, ἀλλὰ τὴν τοῦ ἀγαθοῦ φύσιν ᾗ συμβέβηκε τέλει εἶναι· διὸ καὶ προβιβάζει ἀπὸ τοῦ ἀγαθοῦ ἀρξάμενος, ὅτι μηδὲ ἡ ὡς τέλος αἰτία ἐστὶν ἐν τοῖς ἀκινήτοις, δεικνὺς τὸ ἀγαθὸν τέλος ἐν πᾶσιν ὄν. ἐπεὶ δέ ἐστί τινα ἀγαθὰ καὶ ποιητικά, ποῖα ἀγαθὰ τελικά ἐστιν ἐδήλωσεν εἰπὼν εἴπερ ἅπαν, ὃ ἂν ᾖ ἀγαθὸν καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, τέλος ἐστίν. λαβὼν δὲ τὸ ἀγαθὸν τὸ καθ’ αὑτὸ ὡς τέλος αἴτιον εἶναι, δείξας ὅτι τὸ ὡς τέλος αἴτιον πράξεως τινός ἐστι τέλος, αἱ δὲ πράξεις πάσαι μετὰ κινήσεως αἵ τε γὰρ κατὰ τὰς ἀρετὰς ἐνέργειαι σκοπὸν ἔχουσαι τὸ καλὸν μετὰ κινήσεως γίγνονται, ἀλλὰ καὶ τῶν τεχνῶν ἑκά- στη ἀγαθοῦ τινος ἐφιεμένη δι’ ἐνεργεία τε καὶ κινήσεως αὐτοῦ τυγχάνει), διὰ τούτων ἔδειξεν ὅτι ἐν τοῖς ἀκινήτοις οὐκ ἔστιν ἡ κατὰ τὸ ἀγαθόν τε καὶ τὸ τέλος αἰτία. τὸ δὲ οὐδὲ εἶναί τι αὐτοαγαθὸν ὡς ἴσον εἶπε τῷ οὐδενί ἐστι ὡς τέλος ἀγαθόν· τὸ δὲ αὐτοαγαθὸν καθ’ αὑτὸ ἀγαθὸν καὶ τῇ αὐτοῦ φύσει, τὸ δὲ οὕτως ἀγαθὸν εἶπεν εἶναι τέλος. ὅτι δὲ τοῦτο οὕτως ἔχει, παρέθετο τὰ μαθηματικά· ἐν γὰρ τούτοις οὐκ ἔστιν οὔτε ποιητικὴ οὔτε ἡ ὡς τέλος αἰτία, οὐδὲ ἔστιν ἀπόδειξίς τις ἐν γεωμετρίᾳ τινὸς προσχρωμένη τῷ βέλτιον γὰρ οὕτως, οἷον τοῦ τὰς τριγώνου γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, διότι τοῦτο ἄμεινον, ὥσπερ ἐπὶ τῶν φύσει γιγνομένων καὶ τῶν κατά τέχνην κινουμένων τὸ οὗ ἕνεκα· οὐδὲ τὴν ἀρχὴν μέμνηταί τις γεωμετρῶν τοῦ ὡς τέλους αἰτίου. τούτου δ’ οὕτως ἔχοντος ἄλλαι ἄλλων ἂν εἶεν ἐπιστῆμαι αἰτίων γνωστικαί· τοῦ γὰρ τοῦτο λαβεῖν χάριν ἐκείνων ἐμνημόνευσεν. εἰπὼν δὲ περὶ τῶν μαθηματικῶν ὅτι μή ἐστιν ἐν αὐτοῖς τὸ τελικὸν αἴτιον, ὅπερ ἐστὶ τὸ ἀγαθόν εἰς βεβαίωσιν τούτου παρατίθεται τὴν κατὰ τοὺς σοφιστὰς ἱστορίαν, καὶ Ἀριστίππου μνημονεύει, ὃς καὶ αὐτὸς ὁμοίως ἄλλοις τισὶ τῶν σοφιστῶν ἔλεγε τὰς μαθηματικὰς ἐπιστήμας, ὡς καὶ τῶν εὐτελεστάτων τεχνῶν καταδεεστέρας· ἐκείνων μὲν γὰρ ἑκάστης εἶναί τι τέλος καὶ ἀγαθὸν προσκείμενον καὶ μεμνῆσθαι αὐτὰς ἐν τοῖς γιγνομένοις ὑπ’ αὐτῶν τοῦ ὅτι βέλτιον γὰρ οὕτως, τὰς δὲ μαθηματικὰς μηδὲν ἔχειν αἴτιον τοιοῦτον μηδὲ ποιεῖσθαί τινα λόγον περὶ ἀγαθῶν καὶ κακῶν. δοκεῖ δὲ ἐν τῷ λόγῳ τούτῳ παραγωγή τις πάλιν εἶναι· οὐ γὰρ εἰ ἔν τισι τῶν ἐπιστητῶν μὴ πάντα ἐστὶ τὰ αἴτια, διὰ τοῦτο οὐκ ἔσται μιᾶς τὸ περὶ πάντων εἰδέναι. τῷ γὰρ αὐτῷ λόγῳ προσχρωμένους ἔνεστι δεῖξαι ὅτι ἐπεὶ ἔν τισιν ἐπιστητοῖς πάντα ἐστὶ τὰ αἴτια, μιᾶς ἐπιστήμης εἴη τὸ εἰδέναι αὐτά· οὐ γὰρ εἰ μὴ πάσαι πάντα, ἀλλ’ εἰσί τινες ἐν αἷς τινα ἐξ αὐτῶν ἤδη διὰ τοῦτο οὐδεμία ἔσται ἡ πάντα εἰσομένη, ὡς μετ’ ὀλίγον καὶ αὐτὸς ἐνδείξεται ζητῶν, ἐν αἷς πάντα τὰ αἴτια τῷ ἔχειν τὸ ὑποκείμενον αὐταῖς τὰ τέσσαρα αἴτια, κατὰ ποίου αἰτίου γνῶσιν μάλιστα ἡ τοῦ προκειμένου ἐπιστήμη γίγνεται. ἔτι δὲ καὶ οὐ πᾶν ἀγαθὸν τῇ αὐτοῦ φύσει πρακτέον ἐστίν, ἀλλ’ ἐστὶ τὸ μὲν πρακτέον ἀγαθόν, τὸ δὲ θεωρητικὸν καὶ οὐ πρακτέον, ὅ ἐστι καὶ ἐν τοῖς μαθηματικοῖς· ἡ γὰρ ἀλήθεια ἡ περὶ ἐκεῖνα ἀγαθὸν οὖσα ἐκείνοις τέλος. τοιοῦτον γὰρ καὶ τὸ τῆς σοφίας τέλος· ἡ γὰρ τοῦ κυριωτάτου τε καὶ ἀρίστου τῶν ὄντων καὶ μάλιστα ὄντος γνῶσις μέγιστον οὖσα ἀγαθὸν ἐκείνῃ τέλος. | Ἀλλὰ μὴν πλείους εἴ γε ἐπιστῆμαι. εἰς τὸ ἐναντίον μέτεισιν· ἀπορεῖ γάρ, εἰ πλείους εἰσὶν αἱ τῶν αἰτίων κ‘αὶ τῶν ἀρχῶν γνωστικαὶ ἐπιστῆμαι καὶ μὴ μία τις, ὥσπερ δοκεῖ διὰ τῶν προηπορημένων δεδεῖχθαι τῷ μηδὲ χρῆσθαι ἕκαστον τῶν ἐπιστητῶν πᾶσι τοῖς αἰτίοις, τίνος τῶν αἰτίων γνωστικὴν εἶναι δεῖ τὴν ζητουμένην ἐπιστήμην αὕτη δέ ἐστιν ἡ σοφία, ὡς ἐπιφέρει), ἢ τίνα μάλιστα τοῦ πράγματος τοῦ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων πανία τὰ αἴτια λέγεσθαι χρή· ἐνδέχεται γὰρ τῷ αὐτῷ πάντας τρόπους τῶν αἰτίων ὑπάρχειν. κατὰ ποίου οὗν αἰτίου γνῶσιν καὶ ὁ ποῖον εἰδὼς τῶν αἰτίων τούτων ἔσται τοῦ πράγματος τοῦ ὑποκειμένου ἐπιστήμων; εἰ γὰρ ἄλλης αἰτίας ἄλλη ἐπιστήμη γνωστική, ἐν οἷς πράγμασι ἰὰ δ ἐστὶν αἴτια, τούτων τῶν πραγμάτων ὁ ποῖον τῶν τεσσάρων αἰτίων εἰδὼς ἐπιστήμων ἔσται; διὰ δὲ τούτων ὄντων ἅμα † καὶ τὸ μὴ εἶναι δεικνύουσαν ἀπορίαν ἄλλην ἄλλων αἰτίων ἐπιστήμην εἶναι γνωστικὴν καὶ μὴ πάντων μίαν, διότι μὴ ἐν πάσαις πάντα τὰ αἴτια, ἐλέγχει, παρατιθέμενος ὅτι εἰ ἔν τισι πάντα ἐστὶ τὰ αἴτια, ὧν αἱ ἐπιστῆμαι, δῆλον ὡς πάντων ἔσονται, ὡς ἔχει ἐφ’ ἧς παρέθετο, αὕτη δέ ἐστιν ἡ οἰκοδομική, ἐφ’ ἧς εἶπε τὸ εἶδος εἶναι τὸν λόγον, ὅτι κατὰ τὸ εἶδος ὁ ἑκάστου ὁρισμός. οὗ δὲ ἕνεκα, τὸ ἔργον εἶπεν ἤτοι λέγων τὸ οὗ ἕνεκα εἶναι ἐν αὐτῇ. οὗ χάριν τὸ ἔργον γίγνεται γίγνεται δὲ σκέπης), ἢ τὸ ἔργον τὸ γιγνόμενον λέγων ἐν αὐτὴ τὸ οὗ ἕνεκα εἶναι, ὅπερ ἐστὶ τὸ εἶδος· ὡς τὴν αὐτὴν εἶναι τήν τε κατὰ τὸ τέλος καὶ τὴν κατὰ τὸ εἶδος αἰτίαν, ὡς καὶ ἐπί τινων φύσει γιγνομένων ἔστιν εὑρεῖν. ἢ τὸ ἔργον οὐ τὸ εἶδός ἐστιν ἀλλὰ τὸ συναμφότερον, ὃ οὐκ ἂν εἴη ταὐτὸν τῇ κατὰ τὸν λόγον αἰτίᾳ. δύναται καὶ τοιοῦτόν τι λέγεσθαι· ἐν οἷς τὰ τέσσαρα αἴτια, κατὰ ποίου αἰτίου γνῶσιν τὸ ἐπίστασθαι μάλιστα γίγνεται ἰῷ πάντα τὰ αἴτια αὐτοῦ εἰδότι; εἴη γὰρ ἂν τῆς σοφίας ἡ τοῦ τοιούτου αἰτίου γνῶσις οἰκεία. δείξας δὲ ἄτοπον ὂν τὸ τὰ αἴτια τοῦ αὐτοῦ τινος ὑπὸ πλειόνων γνωρίζεσθαι ἐπιστημῶν, ἄλλης ἄλλο γνωριζούσης, διὰ τοῦ εἰπεῖν ἢ τίνα μάλιστα τοῦ πράγματος τοὐ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων αὐτὰς τοῦτο μὲν καταλείπει, ἀπαντᾷ δὲ πρὸς τὸ τίνα τούτων φατέον εἶναι τὴν ζητουμένην. ’Ex μὲν οὖν τῶν πάλαι διωρισμένων, τίνα χρὴ καλεῖν τῶν ἐπιστημῶν σοφίαν, οὐδαμῶς ἔχει λόγον. Εἰπὼν τίνα τούτων φατέον τὴν ζητουμένην, ὅτι πάσας ἐνδέχεται λέγειν δείκνυσι, χρώμενος τοῖς ἐν τῷ Α περὶ ἰῆς σοφίας εἰρημένοις. εἶπε γὰρ ἐν τῷ πρὸ τούτου τῷ μείζονι τίνες κοιναὶ περὶ τοῦ σοφοῦ προλήψεις, ἐν | οἷς ἦν τὸ δεῖν ἀρχικωτάτην καὶ ἀρχιτεκτονικωτάτην αὐτὴν εἶναι, ἀλλὰ καὶ ἀκριβεστάτην καὶ μάλιστα εἰδυῖαν, ἀλλὰ καὶ τῶν χαλεπῶν γνωστικήν, ἀλλὰ καὶ πάντα εἰδυῖαν ὡς ἐνδέχεται, ἀλλὰ καὶ διδασκαλικήν. τούτοις οὖν φησι προσχρώμενος ὡς ἔνεστιν ἴσως καθ’ ἕκαστον αἴτιον ἐπιοῦσι δεικνύναι τὴν γνωστικὴν αὐτοῦ σοφίαν οὖσαν. καθ’ ὅσον μὲν γὰρ ἡ σοφία ἡγεμονικωτάτη τέ ἐστι καὶ ἀρχιτεκτονικωτάτη επιστήμη, καὶ καθάπερ δέσποινα τῶν ἄλλων ἐπιστημῶν, ἡ τοῦ τέλους ἂν γνῶσις εἴη· τοῦτο γὰρ τὸ ἀγαθὸν καὶ τούτου χάριν τἆλλα· πρὸς γὰρ τὸ τέλος ὁρῶντες ἐπιτάσσουσιν ἃ δεῖ ποιεῖν. ἀρχικωτάτη οὖν καὶ τελειοτάτη καὶ ἀρίστη ἡ τοῦ ἀρίστου τῶν αἰτίων γνῶσις, τοιοῦτον δὲ οὗ χάριν τὰ ἄλλα. κατὰ μὲν οὖν τοῦτο δόξει ἡ σοφία εἶναι τοὺ τέλους γνωστική. Ἧι δὲ τῶν πρώτων αἰτίων καὶ τοῦ μάλιστα ἐπιστητοῦ διώρισται εἶναι, ἡ τῆς οὐσίας ἂν εἴη τοιαύτη. Καθ’ ὅσον, φησί, πάλιν ἡ σοφία ἐρρήθη τῶν πρώτων αἰτίων εἷναι γνωστικὴ καὶ τῶν μάλιστα ἐπιστητῶν, κατὰ τοῦτο πάλιν δόξει ἡ τοῦ εἴδους καὶ τῆς τοιαύτης αἰτίας γνῶσις σοφία εἶναι. εἰπών τε πρῶτον περὶ τοῦ ὡς τέλους αἰτίου τοῦ ἐν πρακτοῖς, δεύτερον εἷπε περὶ τοῦ ὡς τέλους αἰτίου τοῦ ἐν τοῖς θεωρητοῖς. ὅτι δὲ τὸ εἶδος μάλιστα γνωστόν, δείκνυσι διὰ τοῦ ἐπὶ πάντων τότε λέγεσθαι ἐπίστημά ὅταν τὸ εἶδος εἰδῇ τίς τινος καὶ τὴν τοιαύτην αἰτίαν. πολλαχῶς γὰρ ἐπισταμένων τὸ αὐτὸ μᾶλλον μὲν εἰδέναι φαμὲν τὸν τῷ εἶναι γνωρίζοντα τί τὸ πρᾶγμα ἢ τῷ μὴ εἶναι. δεικνὺς ὅτι ὁ τὴν κατὰ τὸ εἶδος αἰτίαν τοῦ ἐπιστητοῦ γνωρίζων μάλιστα οἶδεν αὐτό, λαμβάνει· πρῶιον μὲν ὅτι μᾶλλον ἴσμεν τὸ προκείμενον, ὅταν ἐκ τῶν ὑπαρχόντων αὐτῷ εἰδῶμεν ἢ ὅταν ἐκ τῶν μὴ ὑπαρχόντων· τοῦτο γάρ ἐστι τὸ τῷ μὴ εἶναι· γίγνονται γάρ τινες καὶ διδασκαλίαι καὶ λόγοι τινῶν ἐξ ἀποφάσεων, ἥτις γνῶσις ἐκ τοῦ μὴ εἶναι εἴη ἄν. ὁ οἷόν τε ὑπάρχειν τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν, οὗτος τῷ εἶναι γνωρίζει τὸ συμβεβηκός· ἐκ γὰρ τοῦ ὑπάρχοντος αὐτῷ. τῶν δὲ τῷ εἶναι γνωριζόντων μάλιστα εἰδέναι λέγομεν τὸν τί ἐστι τὸ πρᾶγμα εἰδότα ἢ τὸν ὅτι αὐτῷ συμβέβηκεν· τὸν γὰρ ἀπὸ τῆς οὐσίας γνωρίζοντα αὐτό, οὐ τὸν ἀπό τινος συμβεβηκότος. ἕκαστον δέ ἐστι τοῦτο ὅ ἐστι κατὰ τὸ εἶδος, ὥστε ὁ τὸ εἶδος εἰδὼς μάλιστα οἶδεν αὐτό. εἰ δὴ ἡ μὲν τοῦ εἴδους καὶ ταύτης τῆς αἰτίας· γνῶσις μάλιστά ἐστιν ἐπιστήμη τοῦ πράγματος, ἡ δὲ μάλιστα ἐπιστήμη σοφία, εἴη ἂν κατὰ τοῦτον πάλιν τὸν λόγον σοφία ἡ ἦς κατὰ τὸ εἶδος αἰτίας ἐπιστήμη. | Ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον. Τὸ κατάλληλόν ἐστι τῆς λέξεως· ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον τότε οἰόμεθα ὑπάρχειν ὧν ἀποδείξεις εἰσίν, ὅταν εἰδῶμεν τὸ τί ἐστιν. τὸ δὲ καὶ ἐν τοῖς ἄλλοις εἶπεν ὡς ἴσον τῶ ἐν πᾶσιν ὧν εἰσιν ἀποδείξεις. ὅτι δὲ ἡ τοῦ εἴδους γνῶσις μάλιστα γνῶσίς ἐστι τοῦ πράγματος, δείκνυσι διὰ τοῦ καὶ ἐν ταῖς ἀποδείξεσι τότε ἡμᾶς οἴεσθαι ἀπόδειξιν ἔχειν τοῦ προκειμένου, ὅταν εἰδῶμεν τὸν λόγον καὶ τὸν ὁρισμὸν τοῦ προχειμένου· ὅταν γὰρ τὸν ὁρισμὸν εἰδῶμεν τοῦ προκειμένου, καὶ διὰ τοῦ ὁρισμοῦ τὸ δεικνύμενόν τινι ὑπάρχειν δείξωμεν ὑπάρχον αὐτῷ, τότε ἡγούμεθα τὴν κυριωτάτην ἀπόδειξιν ἔχειν αὐτοῦ. οἷον τί ἐστι σελήνης ἔκλειψις τότε ἴσμεν, ὅταν μάθωμεν ὅτι ἀντίφραξις γῆς, ὅ ἐστιν ὁρισμὸς τῆς ἐκλείψεως. ὁμοίως καὶ τί ἐστι τετραγωνισμὸς εὐθυγράμμου τότε ἴσμεν, ὅταν μάθωμεν ὅτι μέσης εὕρεσις· ἀπὸ γὰρ τῆς μέσης τὸ ἀναγραφόμενον τετράγωνον ἴσον τῷ εὐθυγράμμῳ· μέση δέ, διότι μείζων μὲν τῆς ἐλάττονός ἐστι τῶν τοῦ εὐθυγράμμου πλευρῶν, ἐλάττων δὲ τῆς μείζονος, ἀφ’ ἧς τὸ ἀναγραφόμενον τετράγωνον ἴσον ἐστὶ τῷ δοθέντι εὐθυγράμμῳ. ὁ γὰρ μετὰ τῆς αἰτίας ὁρισμὸς ἀπόδειξις θέσει διαφέρουσα, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἔδειξε. Περὶ δὲ τὰς γενέσεις καὶ τὰς πράξεις. Δείξας ὅτι δύναται σοφία εἶναι κατὰ τὴν τοῦ εἰδικοῦ αἰτίου γνῶσιν, ὅτι καὶ κατὰ τὴν τοῦ ποιητικοῦ αἰτίου γνῶσιν δύναται ἡ σοφία εἶναι δείκνυσιν· ἐν γὰρ πᾶσι τοῖς γιγνομένοις καὶ πραττομένοις καὶ ὅλως μεταβάλλουσιν αἴτιον τῆς γνώσεως αὐτῶν ἡ τοῦ ποιητικοῦ γ.νῶσις αἰτίου, ὅπερ ἐστὶν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τότε γὰρ ἴσμεν τὴν αἰτίαν τοῦ Τρωϊκοῦ πολέμου, ὅταν εἰδῶμεν ὅτι διὰ τὴν τῆς Ἑλένης ἁρπαγήν, ὅπερ ἐστὶν ἀρχὴ καὶ αἰτία τοῦ πολέμου, καὶ τότε ἴσμεν τὴν αἰτίαν ἦς μάχης, ὅταν τὴν λοιδορίαν γνῶμεν ἥτις ἤρξατο τῆς μάχης. εἰπὼν δὲ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐπήνεγκε τοῦτο δὲ ἕτερον καὶ ἀντικείμενον τῷ τέλει, κατὰ τοῦτο λέγων ἀντικεῖσθαι ταῦτα τὰ αἴτια καὶ ἀντικείμενα εἶναι * * * ἐπήνεγκε τὸ ὥστε ἄλλης ἂν δόξειεν ἐπιστήμης εἷναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον, ὅπερ οὐδαμῶς κατάλληλον εἶναι δόξει τῷ προκειμένῳ. προέκειτο γὰρ αὐτῷ ζητῆσαι, εἰ μὴ τῆς αὐτῆς ἐπιστήμης ἐστὶν ἡ γνῶσις ἁπάντων τῶν αἰτίων, τὴν τίνος τῶν αἰτίων γνῶσιν χρὴ σοφίαν καλεῖν. εἶτα ἔδειξεν ὅτι ἔστι πως κατὰ τὰς περὶ τῆς σοφίας προλήψεις σοφίαν λέγειν τήν τε τοῦ κατὰ τὸ τέλος αἰτίου γνῶσιν καὶ τὴν τοῦ κατὰ τὸ εἶδος καὶ τὴν τοῦ κατὰ τὸ ποιητικόν. οἷς δειχθεῖσιν ἀκόλουθον ἦν ἐπενεγκεῖν τὸ πλείους τἀς | σοφίας ἔσεσθαι. δεῖ οὖν τοῦ εἰρημένου ἀκούειν ὡς ἴσον δυναμένου τῷ ὥστε ἄλλης ἂν σοφίας καὶ ἄλλης εἴη τὸ θεωρῆσαι τούτων τῶν αἰτίων ἕκαστον καὶ οὐ μία ἡ σοφία, εἴ γε μὴ μιᾶς μὲν ἐπιστήμης τὸ τὰς αἰτίας θεωρῆσαι, ἡ δὲ ἑκάστου τῶν τριῶν θεωρητικὴ σοφία. δύναται τὸ ὥστ’ ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον μὴ ὡς τοῖς νῦν εἰρημένοις ἀκόλουθον ἐπενηνοχέναι ἀλλ’ ὡς τοῖς πρώτοις προειρημένοις συνάπτων τὸ ἄλλην ἄλλου αἰτίου ἐπιστήμην γνωστικὴν εἶναι. ἢ προειπὼν περὶ τοῦ ποιητικοῦ αἰτίου ὅτι ἕτερον τοῦτο καὶ ἀντικείμενον τῷ τέλει, περὶ τούτων ἐπήνεγκεν νεγκεν ὅτι διότι ἐστὶν ἐναντία, διά τοῦτο οὐ τῆς αὐτῆς ἀλλὰ ἄλλης ἐπιστήμης ἔσται ἑκατέρου τούτων τῶν αἰτίων γνῶσις. ἢ ἄμεινον γεγράφθαι ὥστε οὐκ ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον. διὰ τοῦτο γὰρ οὐκ ἐδόθη αὑτὴ τῶν αἰτίων πάντων γνωστικὴ εἶναι, ὅτι μὴ ἐναντία· εὑρὼν δὲ ἐναντιότητα ἐν τοῖς αἰτίοις τῷ τελικῷ καὶ τῷ ποιητικῷ, ἔτι δὲ καὶ διὰ τὰ ἄλλα τὰ εἰργμένα πρὸς τὸ μὴ εὔλογον εἶναι πλείους ἐπιστήμας εἶναι περὶ τὴν γνῶσιν τῶν αἰτίων, ἐπιφέροι ἄν ὅτι κατὰ τὰ προειρημένα οὐκ ἄλλης καὶ ἄλλης ἐπιστήμης ἡ τῶν αἰτίων τούτων γνῶσις. εἴη δ’ ἂν ἅμα δεδειγμένον καὶ ὅτι τ.ῆς σοφίας οἰκεῖος περὶ τῶν αἰτίων ἁπάντων λόγος. σημειωτέον δὲ ὅτι δι’ ὧν νῦν εἴρηκε πάλιν ἐμνημόνευσε τοῦ Α τοῦ μείζονος· ἐν ἐκείνῳ γὰρ ἐξέθετο τὰς περὶ τοῦ σοφοῦ κοινὰς προλήψεις. μνημονεύσας δὲ τῶν τριῶν αἰτίων καὶ δείξας κατὰ τί δύναται ἡ ἑκάστου τούτων γνωστικὴ ἐπιστήμη σοφία εἶναι ἡ ζητουμένη νῦν, οὐκέτι τῆς κατὰ τὴν ὕλην αἰτίας ἐμνημόνευσεν ὡς τῆ.ς ἐκείνων τῶν αἰτίων γνώσεως κυριωτέρας καὶ μᾶλλον ἐπιστήμης οὔσης τῆς ὑλικῆς· κυριώτερα γὰρ ἐκεῖνα καὶ μᾶλλον αἴτια· ἡ γὰρ ὕλη ἐν τοῖς ἐξ αὐτῆς γινομένοις τὸν τοῦ οὗ οὐκ ἄνευ λόγον ἔχειν δοκεῖ. Ἀλλὰ μὴν καὶ τῶν ἀποδεικτικῶν ἀρχῶν, πότερον μιᾶς ἐστιν ἐπιστήμης ἢ πλειόνων, ἀμφισβητήσιμόν ἐστιν. Ἦν δεύτερον τοῦτο ἐν οἷς ἐξηριθμήσατο ὡς ἀπορηθησομένοις, τὸ περὶ τῶν ἀξιωμάτων, ἅ εἰσιν ἀποδείξεων ἀρχαί, ἃ καὶ κοινὰς δόξας λέγει τῷ πάντας ἀποδεικνύντας προσχρῆσθαι αὐτοῖς. εἶπε δὲ αὐτά, ὅτε ἐμέμνητο τῆς ἀπορίας, ἀρχὰς ἐξ ὧν περὶ τούτων] “ἐξ ὧν δεικνύουσι πάντες.” ζητεῖ δὴ πότερον· περὶ τούτων τῆς αὐτῆς ἐστιν εἰδέναι ἧς καὶ περὶ τῶν | τῆς οὐσίας καὶ τοῦ ὄντος ἀρχῶν, ἢ ἄλλης, ὡς εἶναι πλείους ἐπιστήμας περὶ τῶν ἀρχῶν, ἄλλην μὲν τούτων ἄλλην δὲ τῶν τῆς οὐσίας· καὶ εἰ διαφερουσῶν ἐπιστημῶν ἡ τῶν ἀρχῶν γνῶσις τῶν τε τῆς οὐσίας καὶ τῶν τῆς ἀποδείξεως, ποτέραν χρὴ καὶ τὴν περὶ ποῖα αἴτια καὶ ἀρχὰς ποίας καταγινομένην σοφίαν καλεῖν. ἀπορεῖ δὴ περὶ τούτου, καὶ πρός γε τὸ μὴ εἶναι τῆς αὐτῆς ἐπιστήμης περί τε τούτων καὶ περὶ ἐκείνων διαλαμβάνειν πρώτῃ ἐπιχειρήσει τοιαύτῃ χρῆται. εἰ πᾶσαι ὁμοίως αἱ ἀποδεικτικαὶ ἐπιστῆμαι χρῶνται τοῖς ἀξιώμασι κατὰ τὰ οἰκεῖα ἀποδεικτά, καὶ μὴ πᾶσαι περὶ αὐτῶν λέγουσιν, οὐδεμία τῶν ὁμοίως αὐτοῖς χρωμένων ἐρεῖ περὶ αὐτῶν. ἀλλὰ μὴν τὸ πρῶτον· πᾶσαί τε γὰρ αὐτοῖς χρῶνται, ὥσπερ καὶ ἡ περὶ τὰς τῆς οὐσίας ἀρχὰς οὖσα, καὶ οὐ λέγουσι πᾶσαι περὶ αὐτῶν· οὔτε γὰρ γεωμετρία περὶ αὐτῶν οὔτε μουσικὴ λέγει, καίτοι χρώμεναι αὐτοῖς. τὸ ἄρα δεύτερον. ἢ οὕτως. εἰ ὁμοίως πᾶσαι ἐπιστῆμαι περὶ τὰ ἀξιώματα ἔχουσιν ὡς καὶ ἡ περὶ τὴν οὐσίαν, ἢ πᾶσαι περὶ αὐτῶν ἐροῦσιν ἡ οὐδὲ αὐτή. ἀλλὰ μὴν ὁμοίως πᾶσαι ἔχουσι περὶ αὐτῶν ὡς αὐτή πᾶσαι γὰρ αὐτοῖς ὁμοίως πρὸς τὰς τῶν οἰκείων ἀποδείξεις χρῶνται ὥσπερ καὶ αὐτή) καὶ οὐ πᾶσαι περὶ αὐτῶν λέγουσιν· ὥστε οὐδ’ ἂν ἡ περὶ τῆς οὐσίας λέγοι. εἰ δὲ τοῦτο, οὐχ ἡ αὐτὴ περί τε τῆς οὐσίας καὶ τῶν ἀξιωμάτων· ὡς γὰρ τῶν ἄλλων τῶν χρωμένων αὐτοῖς ὁμοίως ταύτῃ οὐκ ἔστιν οἰκεῖον τὸ περὶ αὐτῶν λέγειν, οὕτως οὐδὲ ταύτης ἂν εἴη. Εἴπερ οὖν ὁμοίως μὲν ὁποιασοῦν ἐστιν, ἁπασῶν δὲ μὴ ἐνδέχεται. Διὰ τί μὴ ἐνδέχεται ἁπασῶν; ἢ ὅτι ἡ ἐπιστήμη τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ τῷ ὑποκειμένῳ ἐστὶν ἀποδεικτική, ὧν δὲ τὰ ὑποκείμενα ἕτερα, τούτων καὶ τὰ δεικνύμενα· οὐ γὰρ οἷόν τε τὰ αὐτὰ καθ’ αὑτὰ ὑπάρχειν τοῖς διαφέρουσι, διὸ οὐδὲ τὰ ἀξιώματα καθ’ αὑτὰ ὑπάρχειν τοῖς πάσαις ταῖς ἐπιστήμαις ὑποκειμένοις. εἰ δὲ μὴ τοῦτο, οὐδ’ ἂν οἷαί τε εἶεν πᾶσαι ἀποδεικνύναι αὐτά. ἐπιχειρήσας δὲ πρὸς τὸ μὴ εἶναι μιᾶς ἐπιστήμης περί τε τῶν τῆς οὐσίας ἀρχῶν εἰπεῖν καὶ περὶ τῶν ἀξιωμάτων, αἵ εἰσιν ἀπο- δείξεως ἀρχαί, ἑξῆς ὅτι μηδὲ ἔστι τῶν ἀξιωμάτων ἐπιστήμη τις ἐπιχειρεῖ, λέγων ἅμα δὲ καὶ τίνα τρόπον ἔσται αὐτῶν ἡ γνῶσις; μὲν γὰρ ἕκαστον τούτων τυγχάνει ὂν καὶ νῦν γνωρίζομεν. ἔστι δὲ ὃ λέγει τοιοῦτον. ἤιοι δι’ ὁρισμοῦ τι ἐπιστάμεθα ἢ δι’ ἀποδείξεως· καὶ τῶν ἀξιωμάτων δὴ εἰ ἔστιν ἐπιστήμη, ἀποδεικτικὴ περί τινος ἄν εἴη τῶν ὑπάρχόντων αὐτοῖς. ἀλλὰ τὸ μὲν τί ἐστιν ἕκαστον αὐτῶν γνώριμον πᾶσιν οὐτόθεν· χωρὶς γὰρ ἐπιστήμης γνώριμον τί σημαίνει τὸ ἐπὶ παντὸς ἢ ἡ | κατάφασις ἢ ἡ ἀπόφασις, καὶ τί σημαίνει τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα· ὡς γὰρ γνωρίμοις αὐτοῖς πᾶσαι αἱ ἐπιστῆυαι χρῶνται, οὐδὲν δεόμεναι τῆς διδαξούσης έπιστήμης. ὥστε τοῦ μὲν τί ἐστιν ἕκαστον τούτων οὐκ ἔσται τις ἐπιστήμη ἀφωρισμένη. εἰ δὲ ἔστιν ἀπόδειξις περὶ αὐτῶν καὶ ἐπιστήμη τις ἀποδεικτική, δεήσει τὰ ἀξιώματα * * * εἶναί τε αὐτῶν ἰὰ μὲν πάθη, τουτέστι τὰ ἀποδεικνύμενα αὐτοῖς ὑπάρχειν τὰ γὰρ καθ’ ἑαυτὰ ὑπάρχοντα, ἅπερ ἐστὶ τὰ ἀποδεικτά, πάθη εἶπε), τὰ δέ τινα ἀξιώματα, δι’ ὧν τὰ ὑπάρχοντα αὐτοῖς καθ’ ἑαυτὰ ἀποδείκνυται, ἀξιώματα λέγων τὰς ἀναποδείκτους καὶ ἀμέσους προτάσεις. τὸ δὲ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι εἶπεν ὡς ἀκόλουθον τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον, καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα αὐτῶν· τούτῳ γὰρ ἀκόλουθον τὸ περὶ πάντων γὰρ ἀδύνατον ἀπό- δεῖξιν εἶναι. περὶ γὰρ τῶν καθ’ ἑαυτὰ ὑπαρχόντων τῷ ὑποκειμένῳ τῇ ἐπιστήμῃ, ἃ πάθη εἶπεν, αἱ ἀποδείξεις, ἀλλ’ οὐ περὶ πάντων, οὐδὲ τῶν τυχόντων, ἀλλ’ οὐδὲ τῶν λαμβανομένων πρὸς τήν τινων δεῖξιν οἷόν τε πάντων ἀπόδειξιν εἶναι. τὸ δὲ ἑξῆς τὸ ἀνάγκη γὰρ ἔκ τινων εἶναι καὶ περί τι καὶ τινῶν τὴν ἀπόδειξιν συνάπτει τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον, καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα αὐτῶν· διὰ μέσου δὲ εἴρηται διὰ τὰ ἀξιώματα τὸ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι. καὶ ἔστι τὸ μὲν ἔκ τινων τῶν ἀξιωμάτων δι’ ὧν ἡ δεῖξις δηλωτικόν, τὸ δὲ περί τι τοῦ ὑποκειμένου γένους, ᾧ δείκνυταί τι ὑπάρχον ἢ μὴ ὑπάρχον, τὸ δὲ τινῶν τῶν ἀποδεικνυμένων ὑπάρχειν ἢ μὴ ὑπάρχειν τῷ ὑποκειμένῳ, ἃ εἶπε πάθη. τὸ δὲ ὥστε συμβαίνει πάντων εἶναι γένος ἕν τι τῶν δεικνυμένων ἴσον ἂν εἴη τῴ οὕτως τε συμβήσεται, εἰ ἔστιν ἀπόδειξις περὶ τῶν ἀξιωμάτων καὶ ἔστιν ἕν τι γένος καὶ μία τις φύσις ὑποκειμένη τὰ ἀξιώματα, πάντα τὰ ἀποδεικνύμενα διὰ τῶν ἀξιωμάτων μιᾶς φύσεως εἶναι, διότι πᾶσαι μὲν αἱ ἐπιστῆμαι καὶ ἀποδείξεις διὰ τῶν ἀξιωμάτων δεικνύουσι τὰ προκείμενα, τὰ δὲ ἀξιώματα μιᾶς καὶ τῆς αὐτῆς φύσεως, τὰ δὲ τῆς αὐτῆς φύσεως ἀλλήλοις ὄνια μιᾶς τινος φύσεως ἐστι δεικτικά, εἴ γε ἐκ τῶν καθ’ ἑαυτὰ ὑπαρχόντων αἰ ἀποδείξεις, μιᾷ δὲ φύσει καθ’ αὑτὰ ὑπάρχειν ἀνάγκη τὰ μιᾶς καὶ τῆς αὐτῆς φύσεως ὄνια ἀλλήλοις. ἓν δὲ γένος εἶπεν ἀντὶ τοῦ μίαν φύσιν. ἢ τὸ λεγόμενόν ἐστιν, εἰ ἔστιν ἐπιστήμη τις καὶ ἀπόδειξις τῶν ἀξιωμάτων, δεήσει τι εἶναι γένος ὑποκείμενον αὐτοῖς· πᾶσα γὰρ ἀπόδειξις καὶ πᾶσα ἐπιστήμη ἀποδεικτικὴ πε·ρί τι γένος ὡρισμένον, καὶ πᾶν τὸ ἀποδεικτὸν γένει τινὶ ὡρισμένῳ ὑπάρχει. καὶ τοῖς ἀξιώμασιν ἄρα, εἰ ἔστιν ἀποδεικτὰ καὶ ἔστιν ἐπιστήμη τις αὐτῶν ἀποδεικτική, ὡρισμένον τι γένος ὑπόκειται ᾧ δείκνυται ὑπάρχοντα· πᾶσα γὰρ ἀπόδειξις γένει τινὶ καὶ φύσει ὑποκειμένῃ μιᾷ δείκνυσιν ὑπάρχοντα ἃ ἀποδείκνυσιν, ἃ εἶπεν αὐτὸς πάθη, διά τινων ἀξιωμάτων, δι’ ὧν αἱ ἀποδείξεις, † τουτέστι ἀμέσους προτάσεις καὶ ἀναποδείκτους. εἰ γὰρ δεῖ μὲν δι’ ἀξιωμάτων δείκνυσθαι τὰ δεικνύμενα, δεικνύοιτο δὲ καὶ τὰ ἀξιώματα, ἐπ’ ἄπειρον ἂν προίοι, οὕτω δὲ οὐδὲν ἀποδεικτὸν ἄν εἴη· οὐ γὰρ πάντα ἐστὶν ἀποδεικτά. ᾧ ἐνῆν καὶ αὐτὸν χρησάμενον ἀποδεῖξαι ὅτι μή ἐστιν ἀπόδειξις τῶν ἀξιωμάτων. ὅτι δὲ ταῦτα δεῖ τὰ εἰρη- μένα ὑπάρχειν ἐν πάσῃ ἀποδείξει, ἐδήλωσε καὶ διὰ τοῦ ἐπενεγκεῖν ἀνάγκη γὰρ ἔκ τινων εἶναι, δι’ ὧν δείκνυται, καὶ περί τι εἶναι, οὗ ἡ ἀπόδειξις, καὶ τινῶν τὴν ἀπόδειξιν, αὐτῶν τῶν ἀποδεικνυμένων. ἀλλὰ εἰ τοῖς ἀξιώμασιν ἕν τι γένος ὑπόκειται, πᾶσι τοῖς ἀποδεικνυμένοις καὶ πάσαις ταῖς. ἐπιστήμαις· ἓν καὶ ταὐτὸ γένος ὑποκείμενον ἔσται. ὁ γὰρ χρώμενός τινι πρὸς ἀπόδειξιν, ὃ γένει τινὶ καὶ φύσει μιᾷ καθ’ αὑτὸ ὑπάρχει, οὐ περὶ ἄλλο αὐτῷ χρῆται ἢ περὶ ἐκεῖνο ᾧ ὑπάρχει καθ’ αὑτό. οὐ γὰρ διὰ τοῦ τυχόντος τὸ τυχὸν δείκνυται. οὔτε γὰρ ὁ τοῖς ἐν γεωμετρίᾳ δεικνυμένοις χρώμενός τισι πρὸς ἄλλο τι αὐτοῖς χρῆται ἢ πρὸς τὰ γεωμετρικὰ ὑποκείμενα, ὅτι τούτοις ὑπάρχει καθ’ αὑτά· οὔτε ὁ ἐν τοῖς μουσικοῖς τινι πρός τι ἄλλο ἢ πρὸς τὰ τοῖς μουσικοῖς ὑποκείμενα. διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αἱ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἀποδείξεις· καὶ οἱ τοῖς ἀξιώμασι δὴ χρώμενοι πρὸς τὸ γένος ἄν ἐκεῖνο χρῷντο αὐτοῖς, ᾧ ὑπάρχει τὰ ἀξιώματα καθ’ αὑτά· ὑπάρχει δὲ ἑνί τινι, εἴ γε ἔστιν αὐτῶν ἐπιστήμη τις ἀποδεικτική. πᾶσαι δὲ αἱ ἐπιστῆμαι πρὸς τὰ ἀποδεικνύμενα ὑπ’ αὐτῶν χρῶνται τοῖς ἀξιώμασι· πάσαις ἄρα ἔσται τὸ αὐτὸ γένος ὑποκείμενον ταῖς ἐπιστήμαις τῷ πάσας αὐτοῖς χρῆσθαι, ταῦτα δὲ ἑνὶ γένει τινὶ ὑπάρχειν, καὶ μὴ οἷόν τε εἶναι | πρὸς ἄλλο τι χρῆσθαι τοῖς τινὶ καθ’ αὑτὸ ὑπάρχουσιν ἀποδεικτικῶς ἢ πρὸς ἐκεῖνο μόνον, ᾧ καθ’ αὑτὸ ἐκεῖνα ὑπάρχει. εἰ δὲ πάσαις ταῖς ἐπιστήμαις τὸ αὐτὸ γένος ὑπόκειται, καὶ πᾶσαι διὰ τῶν αὐτῶν δεικνύουσι διὰ γὰρ τῶν ἀξιωμάτων), πᾶσαι ἄν αἱ αὐταὶ εἶεν. Ἀλλὰ μὴν εἰ ἑτέρα ἡ τῆς οὐσίας καὶ ἡ περὶ τούτων. Ἐπιχειρήσας πρὸς τὸ μὴ εἶναι τῆς αὐτῆς περί τε τῶν τῆς οὐσίας ἀρχῶν καὶ περὶ τῶν ἀποδεικτικῶν εἰπεῖν ἀλλ’ ἑτέρας, ἔξωθεν δὲ προσεπιχειρήσας ὅτι μηδὲ ἔστιν ἀποδεικτά, ἐφεξῆς ταύτῃ συνεχῆ ἀπορίαν ἀπορεῖ· ζητεῖ γάρ, ποτέρα αὐτῶν ἐστι σοφία καὶ ποτέρα κυριωτάτη καὶ προτέρα, πότερον ἡ περὶ τὰς τῆς οὐσίας ἀρχὰς ἢ ἡ περὶ τὰς τῆς ἀποδείξεως. καὶ ὅτι δὴ εὔλογον εἶναι λέγειν τοιαύτην τὴν περὶ τὰ ἀξιώματα, οὕτως ἐπιχειρεῖ· εἰ] ἡ περὶ τὰ πρῶτα πρώτη, τὰ δὲ ἀξιώματα πρῶτα, ὃ ἔδειξε διὰ τοῦ εἰπεῖν ὅτι καθόλου τὰ γὰρ καθόλου πρῶτα τῶν ὑφ’ αὑτὰ δέδεικται τῇ φύσει ὄντα, τοιαῦτα δὲ τὰ ἀξιώματα, κοινὰ πάντων καὶ καθόλου, ἐπεὶ πάντα τὰ δεικνύμενα διὰ τούτων δείκνυται) καὶ πάντων ἀρχαὶ ταῦτα· αἱ δὲ ἀρχαὶ πρῶται οὗ εἰσιν ἀρχαί, ὥστε καὶ ταύτῃ καθόλου. ἡ παραγωγὴ παρὰ τὸ ληφθῆναι ἀπλῶς πρῶτα εἶναι καὶ καθόλου τὰ ἀξιώματα· οὔτε γὰρ τὰ κοινά τινων ἤδη καὶ καθόλου ἐστὶν αὐτῶν, οὔτε τὰ καθόλου ἁπλῶς καὶ κυρίως πρῶτα· ὥστε οὐδ’ ἡ περὶ τὰ καθόλου ἀπλῶς πρώτη καὶ τιμιωτέρα. ἔτι δὲ οὐδὲ δείκνυνται αἱ ἀρχαὶ διὰ τῶν ἀξιωμάτων· οὐδὲ γὰρ ἀποδεικταί. Εἴτε ἔστι μὴ τοῦ φιλοσόφου. Οπερ ἠπόρησε πρὸς τὸ τίνος εἶναι ἠ γὰρ πασῶν τῶν χρωμένων αὐτοῖς ἢ οὐδεμιᾶς) νῦν δείκνυσιν ὅτι εὔλογον τὸν φιλόσοφον περὶ τῶν ἀξιωμάτων, αἵ εἰσιν ἀποδείξεως ἀρχαί, δι’ ὧν τὸ ἐν πᾶσι τοῖς ζητουμένοις ἀληθὲς πρῶτον δείκνυται, πραγματεύεσθαι, ὃ ἐνεδείξατο διὰ τοῦ δεῖξαι ὅτι ἄτοπον τὸ ἄλλον τινὰ λέγειν περὶ τἀληθοῦς καὶ ψευδοῦς πραγματεύεσθαι. τὸ δὲ περὶ αὐτῶν λέγοιτ’ ἂν περὶ τῶν προτάσεων, ἐν αἷς καὶ τὰ ἀξιώματα· τίνος γὰρ ἄλλου τὸ περὶ τοῦ ἐν προτάσεσιν ἀληθοῦς τε καὶ ψευδοῦς διαλαμβάνειν παρὰ τὸν φιλόσοφον; δείκνυται δὲ διὰ τούτων ὅτι εἰ καὶ μὴ τοῦ πρώτου φιλοσόφου ἐστὶ τὸ περὶ ἀποδείξεως καὶ τῶν ταύτης ἀρχῶν διαλαμβάνειν, ἀλλὰ τοῦ φιλοσόφου γε. εἴη δ’ ἄν πως διὰ τούτων καὶ τὸ μέρος φιλοσοφίας εἶναι τὴν ἀποδεικτικὴν πραγματείαν τιθέμενον. Ὅλως τε τῶν οὐσιῶν πότερον μία πασῶν ἐστιν ἢ πλείους ἐπιστῆμαι. Ἐπεὶ τῶν οὐσιῶν αἱ μέν εἰσι νοηταί τε καὶ ἀκίνητοι αἱ δὲ ἐν κινήσει τε καὶ αἰσθηταί, ζητεῖ πότερον περὶ πασῶν τῶν οὐσιῶν μιᾶς ἐστι τὸ θεωρεῖν ἐπιστήμης, ἢ πλειόνων καὶ διαφόρων, καὶ εἰ μὴ μιᾶς, ποίας οὐσίας | ἐπιστήμην ἡγητέον τὴν προκειμένην νῦν ἡμῖν· ἔστι δὲ αὕτη ἡ σοφία. τὸ γὰρ μίαν πασῶν ὑπολαμβάνειν τῶν οὐσιῶν ἐπιστήμην εἶναι οὔ φησιν εὔλογον εἶναι, καὶ δι’ ὃ ἐπιφέρει· εἰ γὰρ μίαν, μία ἂν εἴη καὶ ἡ ἀποδεικτικὴ πάντων τῶν ταῖς οὐσίαις καθ’ αὑτὰ συμβεβηκότων. πᾶσα γὰρ ἀποδεικτικὴ ἐπιστήμη τῶν τῷ γένει ἐκείνῳ, περὶ ὃ καταγίνεται, καθ’ αὑτὰ ὑπαρχόντων ἐστὶν ἀποδεικτική· ὥστε εἰ καὶ περὶ τῆς οὐσίας μία τις ἐπιστήμη, ἓν ἄν τι γένος εἴη καὶ ἡ οὐσία εἰ γὰρ ἑνὸς γένους μία ἐπιστήμη, καὶ οὗ ἐπιστήμη μία, ἓν γένος τοῦτο)· εἰ δὲ ἓν γένος καὶ ἡ οὐσία, ἑνὶ δὲ γένει ἁ καθ’ αὑτὰ συμβεβηκότα μιᾶς ἀποδεικνύναι, μία ἂν εἴη καὶ ἡ τὰ ταῖς οὐσίαις πάσαις καθ’ αὑτὰ ὑπάρχοντα ἀποδεικνῦσα· ἀποδεικτικῆς γὰρ ἴδιον τὸ περί τι ὑποκείμενον θεωρεῖν τὰ καθ’ αὑτά συμβεβηκότα διὰ τῶν ἀξιωμάτων τε καὶ κοινῶν δοξῶν. περὶ οὖν τὸ αὐτὸ γένος ἀντὶ τοῦ περὶ οὖν ἑὸ ἓν γένος, τὰ καθ’ αὐτὰ συμβεβηκότα διὰ τῶν κοινῶν δοξῶν, τουτέστι μιᾶς ἐστι τὸ θεωρῆσαι. δοκεῖ δὲ ἀπὸ τοῦ συμβεβηκότος τὸ ἄτοπον ἐπάγειν· λαβὼν γὰρ ὅτι τῆς ἐπιστήμης τὸ τὰ συμβεβηκότα τῶ γένει τὼ υποκει- μένω αὐτῇ ἀποδεικνύναι, ἐπεὶ τῇ οὐσίᾳ πάντα τὰ ἄλλα συμβέβηκε, κατὰ τοὺς λέγοντας μίαν εἶναι τὴν περὶ τὰς οὐσίας ἐπιστήμην, κατὰ τούτους γίγνεται μιᾶς περὶ πάντων τῶν ὄντων λέγειν· πάντα γὰρ τὰ παρὰ τὴν οὐσίαν ὄντα τῇ οὐσίᾳ συμβέβηκε. διὰ τοῦτο γὰρ καὶ οὕτως εἶπε, καὶ γὰρ ἂν ἀποδεικτικὴ μία περὶ πάντων εἴη τῶν συμβεβηκότων, οὐκέτι τὸ ἑξῆς προστιθεὶς αὐτῷ. περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης. τοῦτό μοι δοκεῖ τοιοῦτον εἶναι. εἰπὼν ὅτι εἰ ἓν γένος ἐστὶν ἡ οὐσία ὑποκείμενον, ἔσται μία καὶ ἡ ἀπάντων τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῇ οὐσίᾳ ἀποδεικτικὴ ἐπιστήμη, ἐπήνεγκε καθόλου περί 53 10 τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς καὶ τὰ συμβεβηκότα, εἴτε αὐταὶ θεωροῦσιν εἴτε ἐκ τούτων μία. καὶ εἴη ἂν τὸ ·λεγόμενον τοιοῦτον.. τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὸ ὑποκείμενον θεωρεῖν τί | ποτε ἔστι, καὶ τὰ τούτῳ καθ’ αὑτὰ ὑπάρχοντα· ἐκ γὰρ τούτων καὶ ἐν τούτοις ἐκείνῳ τὸ εἶναι. ἀλλὰ μὴν ἧς τὸ τὰ καθ’ αὑ.τά τινι ὑπάρχοντα εἰδέναι, ταύτης καὶ τὸ ἀποδεικνύναι τὰ καθ’ αὑτὰ συμβεβηκότα ἐκείνῳ. δύναται δὲ τὸ καὶ ἐξ ὧν μιᾶς εἰρηκέναι ἀντὶ τοῦ καὶ ἐξ ὧν αἱ περὶ ἐκείνου τοῦ ὑποκειμένου ἀποδείξεις γιγνόμεναι· διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αἱ ἀποδείξεις, ἃ δεῖ εἰδέναι τὸν περὶ ἐκεῖνο καταγινόμενον· ὥστε οὗ τὸ εἰδέναι τὴν ὑποκειμένην φύσιν, τούτου τὸ καὶ τὰ ταύτῃ ὑπάρχοντα εἰδέναι καθ’ αὑτά· διὰ γὰρ τούτων ἡ γνῶσις τῆς οὐσίας τοῦ προκειμένου, δι’ ὧν καὶ αἱ περὶ τῶν ὑπαρχόντων αὐτῇ ἀπο- δείξεις. ἧς δὲ τὸ ταῦτα εἰδέναι, ταύτης καὶ τὸ τὰ καθ’ αὑτὰ συμβεβηκότα τῷ γένει τούτῳ δεικνύναι, τουτέστι τὰ δι’ ἀποδείξεως ὑπάρχειν δεικνύμενα αὐτῷ. οὗ γὰρ τὸ εἰδέναι τό τε ὑποκείμενον γένος καὶ δι’ ὧν τὰ τούτῳ ὑπάρχοντα δείκνυται, τούτου καὶ τὸ ἀποδεικνύναι τὰ ὑπάρχοντα αὐτῶ· οὗ δὲ τὸ ἀποδεικνύναι τινά, τούτου καὶ τὸ εἰδέναι. εἴτ’ οὖν μία ἐστὶν ἡ περὶ τὸ ὑποκείμενον γένος καὶ τὴν οὐσίαν πραγματευομένη τῷ ἓν αὐτὸ εἶναι καὶ μίαν τινὰ φύσιν, μιᾶς ἔσται καὶ τὸ πάντα τούτῳ τὰ καθ’ αὑτὰ συμβεβηκότα ἀποδεικνύναι· εἴτε πλειόνων καὶ ἄλλης ἢ περὶ τὸ λαμβανόμενον γένος καὶ τὴν οὐσίαν πραγματεύεσθαι τῷ μὴ εἶναί τινα μίαν φύσιν αὐτοῦ (οὐ γὰρ εἴ τινα ὑφ’ ἓν τὸ ἀνωτέρω γένος ἐστίν, ἤδη περὶ τούτων μιᾶς τὸ θεωρεῖν ἐπιστήμης, ἀλλὰ δεῖ ὁμοειδὲς εἶναι καὶ μιᾶς φύσεως τὸ ἑκάστῃ ἐπιστήμῃ ὑποκείμενον, περὶ ὃ πραγματεύεται), πλειόνων δὴ καὶ τῶν αὐτῶν ἔσται τὸ καὶ τὰ ὑπάρχοντα αὐτῷ ἀποδεικνύναι· ὅσαι γὰρ περὶ τὸ ὑποκείμενον, τοσαῦται καὶ περὶ τὰ καθ’ αὑτὰ τούτῳ ὑπάρ- χοντα καὶ συμβεβηκότα. τὸ δὲ ὥστε καὶ τὰ συμβεβηκότα. εἴτε αὐταὶ θεωροῦσιν εἴτε ἐκ τούτων μία ἴσον ἂν σημαίνοι τῷ τῶν αὐτῶν ἔστα·ι, ὧν ἥ τε περὶ τοῦ ὑποκειμένου γένους θεωρία καὶ ἡ περὶ τὰ δι’ ὧν τὰ τούτῳ ὑπάρχοντα ἀποδείκνυται, καὶ ἡ τῶν καθ’ αὑτὰ συμβεβηκότων καὶ ἀποδεικνυμένων ὑπάρχειν αὐτῷ γνῶσις. εἴτε οὖν πλείους ἐκεῖναι ὡς κεχωρίσθαι ἀπ’ ἀλλήλων, πλείους καὶ αἱ ταῦτα ἀποδεικνῦσαι, εἴτε ἐκεῖναι μία ἐκ πλειόνων ἐπιστημῶν ὡς μερῶν οὖσα, οὕτως ἕξει καὶ ἡ τὰ καθ’ αὑτὰ ὑπάρχοντα δεικνῦσα τούτῳ τῷ γένει· μία μὲν γὰρ ἔσται, ἐκ πλειόνων μέντοι ἐπιστημῶν ὡς μερῶν ἠθροισμένη. τοῦτο δὲ προσέθηκεν, ἐπεὶ δοκεῖ ἡ περὶ τὴν οὐσίαν πραγματεία ἅπασα φιλοσοφία εἶναι, οὐ μὴν πᾶσα πάσης τῆς οὐσίας ἐστίν, ἀλλὰ κατὰ μὲν ἄλλο μέρος αὐτῆς τῆς αἰσθητῆς τε καὶ φυσικῆς, κατ’ ἄλλο | δὲ τῆς νοητῆς. ὡς δὲ ἐπ’ ἄτοπόν τι ἐπαγαγὼν τὸ μίαν ἔσεσθαι τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῆς οὐσίας ἀποδεικτικήν, ἐπαύσατο μηδὲν ἐπενεγκών· ἄλογον γὰρ δόξει τὴν αὐτὴν ἐπιστήμην εἶναι θεωρητικὴν περί τε τῶν τῇ αἰσθητῇ οὐσίᾳ συμβεβηκότων καὶ περὶ τῶν τῇ νοητῇ. πῶς δὲ οὖν οὐχ ἓν γένος ἡ οὐσία, ἐπιζητήσαι ἄν τις, εἰ περὶ ἓν γένος οὐ τὸ κοινόν, ὡς εἶπε, νῦν λέγει, ἀλλὰ καὶ περὶ ἓν εἶδος καὶ μίαν τινὰ ὁμοειδῆ φύσιν. οὕτω γὰρ ἡ ἐπιστήμη περὶ ἓν γένος, οὐχ ὅτι μία περὶ πάντα τὰ ἐκ τοῦ αὐτοῦ τοῦ ἀνωτάτου καὶ κοινοτάτου γένους, ἀλλ’ ὅτι περὶ τὰ τοῦ αὐτοῦ εἴδους καὶ λόγου κεκοινωνηκότα. δύναται καὶ οὕτως τις ἀκοῦσαι τοῦ περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς· οὗ γένους μία ἡ τὸ τί ἐστιν ἕκαστον τῶν ὑπ’ αὐτὸ καὶ τὸν ὁρισμὸν ζητοῦσα, τούτῳ μία καὶ ἡ τῶν ὑπαρχόντων αὐτῷ καὶ ἐξ ὧν ἐστιν αὐτῷ τὸ εἶναι γνωστική τε καὶ δεικτική· διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἑκάστῳ καὶ τῶν συμβεβηκότων αὐτῷ καθ’ αὑτὸ αἱ ἀποδείξεις. μιᾶς δὲ ἐπιστήμης τὸ τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἑνί τινι γένει εἰδέναι· οὗ γὰρ ἡ ὁριστικὴ μία, καὶ ἡ ἀποδεικτική. τὸ μὲν γὰρ ὅ τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι σημαίνει, τὸ δὲ εἴτε τῆς αὐτῆς * * τό τε ὁρίσασθαι τὸ αὐτὸ καὶ ἀποδεῖξαι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ αὐτῷ τούτῳ, τουτέστιν εἴτε ἡ αὐτὴ ἐπιστήμη ἐστὶν ὁριστική τε καὶ ἀποδεικτική, εἴτε ἑτέρα ἐστὶ καὶ μὴ μιᾶς ἄμφω μόρια, ἀκολουθήσει οὖν τὰ καθ’ αὑτὰ συμβεβηκότα τῷ αὐτῷ γένει μίαν ἀποδεικνύναι· λείπει γὰρ τοῦτο τῇ λέξει τῇ ὥστε καὶ τὰ συμβεβηκότα· ἐνδεῖ γὰρ αὐτῷ τὸ μιᾶς ἔσται θεωρεῖν τε καὶ δεικνύναι. ἧς γὰρ τὸ εἰδέναι τὰ ἐξ ὧν, ταύτης καὶ τὸ τὰ συμβεβηκότα τῷ ὑποκειμένῳ δεικνύναι, εἴτε ἑκατέρα τούτων ἑτέρα οὖσα τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὑποκειμένῳ θεωρεῖ, ἡ μὲν λαμβάνουσα ὁριστική, ἡ δὲ ἀποδεικνύουσα ἀποδεικτική, εἴτε καὶ μία τίς ἐστιν ἐπιστήμη ἐξ ἀμφοτέρων τοῦ τε ὁρίζεσθαι καὶ τοῦ ἀποδεικνύναι συγκειμένη· ὡς γὰρ μία ἡ ὁριστική τε καὶ δεικτικὴ τοῦ τί ἦν εἶναι τοῦ ἑνός, οὕτω μία καὶ ἡ ἀποδεικτική. γράφεται ἔν τισιν ἀντὶ τοῦ αὗται “εἴθ᾿ αἱ αὐταί”· καὶ εἴη ἂν διὰ τούτου τὸ λεγόμενον, εἴτε αἱ αὐταὶ ἀλλήλαις εἰσὶν ἥ τε ὁριστικὴ περὶ τοῦ αὐτοῦ γένους καὶ ἡ ἀποδεικτική, εἴτε οὔκ εἰσι μὲν αἱ αὐταί, μόρια δέ ἐστι μιᾶς, ὥστε ἐξ ἀμφοτέρων συγκεῖσθαι τὴν τοῦ ὑποκειμένου γένους ἐπιστήμην. Ἔτι δὲ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ τὰ συμβεβηκότα ταύταις. Καὶ αὕτη ἡ ἀπορία προείρηται ὑπ’ αὐτοῦ ἐν τῇ τῶν ἀποριῶν ἐκθέσει. ὃ δὲ ἀπορεῖ διὰ τούτων δόξει τῷ προειρημένῳ ἀκόλουθον εἶναι | τῷ περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης. εἰπὼν γὰρ δι’ ἐκείνων τὸ μιᾶς εἶναι ὥσπερ τὸ ὁρίσασθαι τὸ ὑποκείμενον γένος, οὕτω καὶ τὸ ἀποδεῖξαι τὰ καθ’ αὑτὰ συμβεβηκότα αὐτῷ, εἶτα ἀπόρησα τὸ εἴτε τῆς αὐτῆς ἄμφω ἐστίν, εἴτε ἄλλης μὲν τὸ ὁρίσασθαι ἄλλης δὲ τὸ ἀποδεῖξαι, νῦν περὶ τούτου καθ’ αὑτὸ ἀπορεῖ καὶ ζητεῖ πότερον ἡ ἐπιστήμη ἡ προκειμένη ἡμῖν αὕτη δέ ἐστιν ἡ σοφία) τῶν οὐσιῶν μόνων ἐστὶ θεωρητική, τί ἐστι τὸ εἶναι τῇ οὐσίᾳ ἐξετάζουσα καὶ τίς ἡ φύσις αὐτῆς ὁριζομένη, ἢ καὶ τὰ συμβεβηκότα καθ’ αὑτὰ τῇ οὐσίᾳ ἡ αὐτὴ θεωρεῖ, ὡς εἶναι ἅμα καὶ ἀποδεικτική. εἰ μὲν γὰρ τῆς αὐτῆς τὴν οὐσίαν θεωρεῖν καὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα, αὕτη ἄν εἴη ἀποδεικτική· ἀποδεικτικῆς γὰρ τὸ ἀποδεικνύναι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῇ οὐσίᾳ. ᾧ ἐπήνεγκεν ὡς ἄτοπον τὸ ἀποδεικτικὴ ἄν εἴη καὶ ἡ τῆς οὐσίας, ὡς ἑπόμενον τῇ ἀποδεικτικῇ λαμβάνων τὸ περὶ ὧν τὸν λόγον καὶ τὴν θεωρίαν ποιεῖται ταῦτα ἀποδεικνύναι. οὐ δοκεῖ δὲ τοῦτο], φησί, τοῦ τί ἐστιν ἀπόδειξις εἶναι, τὸ μὲν τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἐστι μὴ εἶναι ἀπόδειξιν ὑγιῶς λαμβάνων ἔδειξε γὰρ τοῦτο ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς)· οὐ μὴν πάντως ἕπεται, εἰ ἡ αὐτὴ εἴη τῆς τε οὐσίας καὶ τοῦ τί ἐστιν ἡ οὐσία θεωρητικὴ καὶ τῶν καθ’ αὑτὰ τῇ οὐσίᾳ ὑπαρχόντων, ἤδη τοῦ τί ἐστιν ἀποδεικτικὴν αὐτὴν εἶναι· οὐ γὰρ εἰ ἡ τῆς οὐσίας θεωρητικὴ καὶ ἀποδεικτική, ἤδη καὶ τῆς οὐσίας ἀποδεικτική· τὸ μὲν γὰρ τί ἐστιν ὁριστικῶς λήψεται, ἀποδείξει δὲ τὰ καθ’ αὑτὰ ὑπάρχοντα· ταῦτα γάρ ἐστιν ἀποδεικτά. οὐ γὰρ εἰ ἡ αὐτὴ περὶ ἀμφοῖν, ἤδη καὶ ὁμοίως περὶ ἀμφοῖν· οὐ γὰρ γίνεται ταὐτὸν θάτερον θατέρῳ τὸ ὁρίσασθαι τῷ ἀποδεῖξαι, εἰ ἄμφω ἑνὸς εἴη. ὁ δὲ λαβὼν τὸ ἀποδεικτικὴν ἔσεσθαι τὴν τῆς οὐσίας ἐπιστήμην, μετήνεγκε τὸ καὶ τὴν οὐσίαν τῆς ἀποδείξεως ἔσεσθαι, ὡς τῆς ἀποδεικτικτικῆς τὸ δι’ ἀποδείξεως τὸ προκείμενον αὐτῇ θεωρεῖν οἰκεῖον. βουλόμενος δὲ ἡμῖν ἐνδείξασθαι πῶς εἶπε τὸ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ περὶ τὰ συμβεβηκότα ταύταις, παρέθετο τὰ τῇ γεωμετρίᾳ ὑποκείμενα στερεά, ἐπίπεδα καὶ γραμμάς, εἴ γε ταῦτα οὐσίας λέγει, ἐπεὶ τούτοις ἔστι τινὰ καθ’ ἑαυτὰ ὑπάρχοντα, περὶ ὧν ἡ ἀπόδειξις τῷ γεωμέτρῃ, λέγει, εἰ τοῦ αὐτοῦ ἔσται τί ἕκαστον τούτων ἐστὶ θεωρεῖν, καὶ ὁρίζεσθαι τί στερεὸν ἡ ἐπίπεδον, τί γραμμὴ καὶ τίνα ἐστὶν ἑκάστῳ τούτων τὰ καθ’ αὑτὰ ὑπάρχοντα. ὁρισμὸς μὲν γὰρ γραμμῆς μῆκος ἀπλατές, καθ’ αὑτὸ δὲ αὐτῇ ὑπάρχει, ἂν οὕτω τύχῃ, τὸ εἶναι ἢ εὐθείᾳ ἢ περιφερεῖ, καὶ τὸ ἄν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ ὀρθὴν ἑκατέραν εἶναι τῶν ἴσων γωνιῶν, καὶ τὴν ἐφεστηκυῖαν κάθετον εἶναι ἐφ’ ἣν ἐφέστηκε, καὶ ὅσα τοιαῦτα. σχεδὸν δὲ καὶ διὰ τοῦ παραδείγματος ἔλυσε τὴν ἀπορίαν, ἣν ἐπιφέρει οἱ γοῦν γεωμέτραι περὶ ἀμφοτέρων λέγοντες οὐκ ἀποδεικνύουσι τοὺς ὁρισμούς, ἀλλὰ τὸ μὲν εἶναι ἐπίπεδον τὸ μῆκος καὶ πλάτος μόνον ἔχον λαμβάνοντες χωρὶς ἀποδείξεως αὐτῷ χρῶνται, τὸ δὲ τινὰ μὲν τοῖς εὐθυγράμμοις ὑπάρχειν τῶν ἐπιπέδων τινὰ δὲ τοῖς περιφερογράμμοις καθ’ αὑτὸ ἀποδεικνύ- ουσι, και οὐ διὰ τοῦτο γίνεται του τι ἐστιν ἀπόδειξις. οἱ μὲν οὑν γεω- μέτραι οὐκ ἔχουσιν οὐσίας τὰ ὑποκείμενα αὐτοῖς ἃ ὁρίζονται, ἡ δὲ φυσικὴ οὐσίας τε ἔχει τὰ ὑποκείμενα καὶ οὐδὲν ἔλαττον αὐτάς τε ὁρίζεται, καὶ τίνα ἐστὶν αὐταῖς τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἀποδείκνυσιν· οὐ γὰρ δὴ τί μέν ἐστι κόσμος ἢ ἥλιος ἤ τις ἄλλη τῶν φυσικῶν οὐσιῶν ἀποδείκνυσιν, οὐκέτι δὲ περὶ τῶν σχημάτων ἢ κινήσεως ἢ τόπων, ἢ ὅσα ἄλλα καθ’ αὑτὰ ὑπάρχει τοῖς φυσικοῖς, λέγει τε καὶ ἀποδείκνυσιν. ὁμοίως δὴ εἰ καὶ ταῖς πρώταις οὐσίαις ἔστι τι συμβεβηκός, ὁ περὶ τῆς οὐσίας αὐτῶν θεωρῶν καὶ περὶ ἐκείνων ἐρεῖ τε καὶ ἀποδείξει. ἐπενεγκὼν δὲ τῷ εἰ τῆς αὐτῆς ἐπιστήμης περὶ ἀμφοτέρων ἐπισκοπεῖν ὡς ἄτοπον τὸ ἔσεσθαι ὁρισμοῦ καὶ τοῦ τί ἦν εἷναι ἀπόδειξιν, εἰ μὴ οὕτως ἔχει, ὡς τῆς αὐτῆς εἶναι τὸ περὶ ἀμφοτέρων θεωρῆσαι, πάλιν τί ἕπεται ἄτοπον λέγει· τίς γὰρ ἔσται ἐπιστήμη παρὰ τὴν τῆς οὐσίας θεωρητικὴν ἡ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῇ οὐσίᾳ θεωρητική τε καὶ ἀποδεικτική, διαφέρουσα ἐκείνης, εὑρεῖν χαλεπόν· τὸ ὑγιὲς ἐπενεγκών, ὅτι οὐ ῥᾴδιον εὑρεῖν ἄλλην μὲν τήν περὶ τοῦ τί ἐστι τὸ ὑποκείμενον πραγματευομένην, ἄλλην δὲ περὶ τοῦ τὰ ὑπάρχοντα αὐτῷ καθ’ αὑτά, οὔτε ἐπ’ ἄλλου τινὸς γένους οὔτε ἐπὶ τῆς οὐσίας· οὐ γὰρ οἷόν τε ἀγνοοῦντά τινος τὴν οὐσίαν τὰ καθ’ αὑτὰ αὐτῷ ὑπάρχοντα οεικνυναι. ἐπὶ τούτοις ἀπορεῖ, ὃ καὶ αὐτὸ κατ’ ἀρχὰς προέβαλε (τέραρτον γὰρ τοῦτο ὧν προέβαλε), πότερον δεῖ τὰς αἰσθητὰς οὐσίας μόνας ἡγεῖσθαι εἶναι, ἢ εἰσί τινες καὶ ἄλλαι παρὰ ταύτας οὐσίαι καθ’ αὑτάς. προστίθησι δὲ τούτῳ τῷ εἶναί τινας παρὰ τὰς αἰσθητάς, ὃ καὶ ἐν τῇ ἐκθέσει τῶν ἀποριῶν προσέθηκε, τὸ πότερον μοναχῶς εἰσιν αὗται ἢ πλείω γένη τῶν τοιούτων εἰσὶν οὐσιῶν, ὡς εἶναι τὰς μέν τινας ἰδέας τε καὶ παραδείγματα, τὰς δέ τινας μεταξὺ τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν, ὡς τὰς μαθηματικάς· ταύτην γὰρ τὴν χώραν τοῖς μαθηματικοῖς ἔταττον οἱ περὶ Πλάτωνα, οὐσίας καθ’ αὑτὰς λέγοντες εἶναι, ἔξω ὄντα καὶ κεχωρισμένα τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν. καὶ περί γε τούτου τὰ ἑξῆς λέγει, ζητῶν εἰ πλείω γένη τῶν οὐσιῶν. καὶ ὅτι μὴ δόξει πλείω εἶναι, δείξει διὰ τοῦ ἀνελεῖν τὰ λε- p. 997b3 Ὡς μὲν οὖν λέγομεν τὰ εἴδη αἴτιά τε καὶ οὐσίας εἶναι καθ’ αὑτάς, εἴρηται ἐν τοῖς πρώτοις λόγοις. Ὡς μὲν οὖν λέγομεν τὰ εἴδη αἴτιά τε καὶ οὐσίας εἶναι καθ᾿ αὑτάς, εἴρηται ἐν τοῖς πρώτοις λόγοις. Ἐλθὼν ἐπὶ τὸ ἀπορεῖν πότερον αἱ αἰσθηταὶ μόναι εἰσὶν οὐσίαι ἢ καὶ ἄλλαι παρὰ ταύτας, καὶ εἰ πλείω γένη τῶν παρὰ τὰς αἰσθητὰς οὐσίας, ὡς ἐδόκει τοῖς παλαιοῖς τοῖς περὶ Πλάτωνα τιθεμένοις καὶ τὰς ἰδέας καὶ τὰς μαθηματικάς, περὶ τούτων ζητεῖ εἰ εἶναι δύνανται τοιαῦται οὐσίαι τινές. μέλλων δὲ πρὸς αὐτὰς λέγειν, πρῶτον ὑπομιμνήσκει ἡμᾶς ὁποίας τινὰς ἔλεγον αὐτὰς εἶναι, ἀναπέμπων εἰς τὰ εἰρημένα ἐν τῷ πρώτῳ. ὅθεν καὶ δῆλον ἐκ πλειόνων ἤδη ὅτι κἀκεῖνο Ἀριστοτέλους τέ ἐστι καὶ ἐκ ταύτης τῆς πραγματείας. καὶ γὰρ ἐν τῷ ἤθει ὁμοίως ἐκεῖ τε περὶ αὐτῶν εἴρηκε καὶ ἐνταῦθα ἐμνημόνευσεν· ὡς γὰρ περὶ οἰκείας τῆς δόξης τῆς περὶ ἰδεῶν οὔσης τοὺς λόγους ἐν ἀμφοτέροις πεποίηται. τὸ δὲ ὡς μὲν οὖν ἴσον ἐστὶ τῷ πῶς μὲν οὖν. εἴρηκε δὲ ἐν τῷ πρώτῳ ὅτι οὐσίας ὁριστικὰς αὐτὰς καθ’ αὑτὰς ἔλεγον εἶναι τὰς ἰδέας, κεχωρισμένας τῶν αἰσθητῶν, πρὸς παραδείγματα δὲ τὰς αἰσθητὰς τὸ εἶναι ἔχειν, καὶ ὑπῆγον αὐτὰς αἰτίῳ τῷ κατ’ εἶδος καὶ τὸ τί ἦν εἶναι. Πόλλας δ’ ἐχόντων δυσκολίας οὐδενὸς ἧττον ἄτοπον τὸ φάναι μὲν εἶναί τινας φύσεις παρὰ τὰς ἐν τῷ οὐρανῷ. Τίνες μὲν αἱ πολλαὶ δυσκολίαι, εἴρηκεν ἐν τῷ πρώτῳ. τὸ δὲ παρὰ τὰς ἐν τῷ οὐρανῷ λέγει ἀντὶ τοῦ παρὰ τὰς αἰσθητάς τε καὶ ἐν τῷ κόσμῳ οὐρανὸν γὰρ τὸν κόσμον λέγει) ὡς καὶ ἐν τόπῳ οὔσας καὶ φύσει συνεστώσας· ταῦτα γὰρ λέγοιτ’ ἄν κυρίως ἐν οὐρανῷ. φησὶ δὲ πολλῶν ὄντων ἀτόπων τῶν ἑπομένων τῷ περὶ τῶν ἰδεῶν δόγματι καὶ γὰρ τίς ἡ ὑπόστασις αὐτῶν ἀπορεῖ, πότερον ἡ οὐσία ἢ οὔ, καὶ τίς ὁ τῆς μεθέξεως τρόπος, καὶ ὅσα ἐν τῷ πρώτῳ προσηπόρησε τῇ δόξῃ), οὐδενὸς ἧττον ἄτοπον εἶναι καὶ ὃ νῦν τίθησιν ὡς ἑπόμενον αὐτοῖς. λέγουσι μὲν γὰρ εἶναί τινας φύσεις παρὰ τὰς αἰσθητὰς καὶ φύσει συνεστώσας ταύτας, ἃς δὴ καὶ ἰδέας λέγουσι, ταύτας δὲ τὰς φύσε.ις τὰς αὐτὰς τίθενται τοῖς αἰσθητοῖς καὶ ἐν τῷ οὐρανῷ οὖσι, μόνῳ τῷ ἀιδίους εἶναι τῶν αἰσθητῶν διαφερούσας. ὃ ὅτι ἕπεται τῷ δόγματι, ἐπιστώσατο ἐκ τοῦ ὑπ’ αὐτῶν λεγομένου· αὐτὸ γὰρ ἄνθρωπόν φασιν εἶναι καὶ αὐτοΐππον καὶ αὐτουγίειαν, ἄλλο δὲ οὐδὲν λέγουσι περὶ αὐτῶν. εἰ δέ ἐστι· κἀκεῖνα ἄνθρωποι καὶ ἵπποι, μόνῳ τῷ αὐτό διαφέροντες τῶν αἰσθητῶν, τὰ μὲν ἄλλα τοῖς αἰσθητοῖς ἕξουσι ταὐτά τοὺς γοῦν ὁρισμοὺς ἐκείνων λέγοντες εἶναι ἐφαρμόζειν φασὶν αὐτοὺς καὶ τούτοις), διοίσουσι δὲ μόνῳ τῷ ἀίδιοι εἶναι· τούτου γὰρ μηνυτικὸν εἶναι δοκεῖ τὸ προσκείμενον, ὅπερ ἐστὶ τὸ αὐτό· ὥστε ἔσται κἀκεῖνα αἰσθητά. ὡς γὰρ οἱ θεοὺς λέγοντες καὶ τούτους ἀνθρωπομόρφους ποιοῦντες | ἀνθρώπους ἀιδίους αὐτοὺς ἐποίουν, διὰ τοῦ θεοῦ ὀνόματος τὸ ἀίδιον αὐτῶν κατηγοροῦντες, οὕτω καὶ οἱ τὰ αὐτὰ τοῖς αἰσθητοῖς τὰ εἴδη ποιοῦντες πλεονεκτοῦντα τῇ τοῦ τοῦ αὐτό προσθήκῃ αἰσθητὰ ἐποίουν ἀίδια τὰς ἰδέας· ἀδύνατον γὰρ ἄνθρωπόν τι ὃν ἢ ἵππον, καὶ τὸν τούτων λόγον ἀναδεξάμενον, μὴ αἰσθητὸν καὶ αἰσθητικὸν εἶναι. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη διὰ τῆς τῶν ἰδεῶν θέσεως ἀναιρούμενον τὸ μόνον εἶναι τὰς αἰσθητὰς οὐσίας. ὃ δὲ ἐν τῷ Α τῷ μείζονι λέγων πρὸς τὰς ἰδέας πρῶτον ἔθηκε, τὸ ὅτι βουλόμενοι ἐπιστήμην τινὰ τῶν ὄντων λαβεῖν ἦλθον ἐπὶ τὸ τὰς αἰτίας αὐτῶν ζητεῖν, ἰσαρίθμους δὲ ποιήσαντες ταῖς προϋπαρχούσαις οὐσίαις ἡγοῦντο τὴν ἐπιστήμην αὐτῶν οὕτως ἕξειν, καὶ νῦν ἐξηγήσατο πῶς εἴρηται διὰ τοὐ οὐδὲν γὰρ ἄλλο ἢ ἴσας καὶ τὰς αὐτὰς ταῖς ζητουμέναις οὐσίαις οὐσίας ἀιδίους ἔλαβον οἱ τὰς ἰδέας θέμενοι, εἴ γε μόνῃ τῇ τοῦ αὐτό προσθήκῃ διαφέρει τῶν αἰσθητῶν, ὃ τοῦ ἀιδίου ἂν εἴη δηλωτικόν. Ἔτι δὲ εἴ τις παρὰ τὰ εἴδη καὶ τὰ αἰσθητὰ μεταξὺ τίθεται, πολλὰς ἀπορίας ἕξει. Ἀπορήσας πρὸς τὰς ἰδέας μετελήλυθεν ἐπὶ τὰ μεταξὺ λεγόμενα εἶναι αὐτῶν τῶν ἰδεῶν καὶ τῶν αἰσθητῶν, ταῦτα δέ ἐστι τὰ μαθηματικά, ἃ οὐσίας ἔλεγον καὶ αὐτὰς καθ’ αὑτὰς ὑφεστώσας, καί φησι πολλὰς ἀπορίας ἕπεσθαι τῇ δόξῃ ταύτῃ. διὰ δὲ τούτων δείκνυσιν ὅτι ἡ τῶν οὐσιῶν τῶν παρὰ τὰς αἰσθητὰς φύσις δύσληπτος. τίθησι δὲ καὶ τὰς ἀπορίας. ὡς γὰρ ἐπὶ γραμμῆς ἔχει ἔστι γάρ τις γραμμὴ κατ’ αὐτοὺς παρά τε τὴν αἰσθητὴν καὶ τὴν ἰδέαν ἡ μαθηματική, περὶ ἣν ἡ γεωμετρία πραγματεύεται), οὕτως ἕξει καὶ ἐπὶ τῶν ἄλλων, δηλονότι τῶν μαθηματικῶν· πάντες γὰρ οἱ μαθηματικοὶ ἕξουσί τινας μεταξὺ φύσεις, περὶ ὧν θεωροῦσιν. ἐπεὶ οὖν ἐστιν ἐν ταῖς μαθηματικαῖς καὶ ἡ ἀστρολογία, οὖσα περὶ τοῦ οὐρανοῦ καὶ περὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, ἔσται καὶ τούτων ἕκαστον μεταξὺ τῶν αἰσθητῶν, οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, καὶ τῶν ἰδεῶν, περὶ ὧν ὁ μαθηματικὸς ἢ ἀστρολόγος λέγει. πῶς δὲ οἷόν τε εἶναι ἥλιόν τινα μαθηματικὸν μὴ κινούμενον, ἢ κόσμον ἢ ἄλλο τι τῶν ἄστρων; ἡ γὰρ οὐσία καὶ ἡ φύσις τούτων μετὰ τῆς τοιᾶσδε κινήσεως· οἱ δὲ λέγουσι τὰ μαθηματικὰ ἀκίνητα εἶναι. πολὺ δ’ ἔτι ἀλογώτερον τοῦ λέγειν κόσμον καὶ ἥλιον ἀκίνητα τὸ λέγειν εἶναι μὲν αὐτὰ κινούμενα, οὐκ αἰσθητὰ δὲ ἀλλὰ μαθηματικά· ἀδύνατον γὰρ κινεῖσθαι τὸ μὴ ὂν ἔνυλον καὶ τῇ αὑτοῦ φύσει αἰσθητόν. ἕποιτο δ’ ἄν τοῦτο τὸ ἄτοπον καὶ τοῖς λέγουσιν ἰδέαν τινὰ εἶναι οὐρανοῦ αὐτοούρανον καὶ ἡλίου αὐτοήλιον· πῶς γὰρ οἷόν τε ἐπινοῆσαί τι τούτων ἀκίνητον; ὁ αὐτὸς δὲ λόγος ὁ ἐπὶ τῆς ἀστρολογίας οὗτος καὶ ἐπὶ τῆς ὀπτικῆς, περὶ ὧν πραγματεύεται αὕτη, καὶ περὶ τῆς ἁρμονικῆς τῆς μαθηματικῆς· αὕτη δέ ἐστιν οὐχ ἡ τὰς χορδὰς ἁρμοζομένη αὕτη γὰρ δοκεῖ | αὐτοῖς περὶ τὰ αἰσθητὰ εἶναι), ἀλλ’ ἡ δεικνῦσα ἐν τίνι λόγῳ ἀριθμῶν ἐστιν ἑκάστη συμφωνία· αὕτη γὰρ ἡ μαθηματική, ἥτις δηλονότι περὶ τὰ μαθηματικὰ ἔσται. πᾶσαι γὰρ αὗται μαθηματικαὶ οὖσαι ἕξουσί τινας οὐσίας μαθηματικὰς ὑποκειμένας μεταξὺ οὔσας τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν· πῶς δὲ οἷόν τε ὁρατά τινα εἶναι μὴ αἰσθητά, περὶ ἃ ἡ ὀπτική, ἢ ἀκουστὰ μὴ αἰσθητά, περὶ ἃ ἡ ἁρμονική; τὸ γὰρ ὀπτικῇ εἶναι τὸ περὶ ὁρατῶν λέγειν καὶ τὸ ἁρμονικῇ τὸ περὶ ἀκουστῶν. τούτῳ γὰρ ἀκολουθήσει καὶ αἰσθήσεις τινὰς μεταξὺ λέγειν καὶ ἄλλας τινὰς παρὰ ταύτας, δι’ ὧν ἡ ἀντίληψις ἐκείνων τῶν μεταξύ. εἰ δὲ αἰσθήσεις, δῆλον ὅτι καὶ ζῷα τὰ τὰς αἰσθήσεις ἐκείνας ἔχοντα, μεταξὺ ὄντα αὐτῶν τε τῶν ζῴων, τουτέστι τῶν ἰδεῶν, καὶ τῶν φθαρτῶν· οὐ γὰρ δὴ αἰσθήσεις οἷόν τε ἄνευ ζῴων εἶναι. Ἀπορήσειε δ’ ἄν τις καὶ περὶ ποῖα τῶν ὄντων δεῖ ζητεῖν ταύτας τὰς ἐπιστήμας. Ὀ ἀπορεῖ τοιοῦτόν ἐστιν. ἐπεὶ ἔλεγον τὰς μαθηματικὰς ἐπιστήμας περὶ τὰ μεταξὺ εἶναι τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν, ζητεῖ παρὰ τίνα τῶν αἰσθητῶν ἐστι τὰ μεταξὺ ταῦτα, περὶ ἃ αἱ μαθηματικαί. ὡς δὲ παρὰ τὴν γεωδαισίαν φασὶ τὴν γεωμετρίαν εἶναι, οὐδενὶ ἄλλῳ διαφέρουσαν τῆς γεωδαισίας ἢ τῷ ταύτην μὲν περὶ τὰ αἰσθητὰ εἶναι καὶ τὰ τούτων μέτρα, εὑρεθεῖσαν ἐν Αἰγύπτῳ διὰ τὴν χρείαν τῆς κατὰ τὴν χώραν διαιρέσεως τῷ τοὺς φθάσαντας ὅρους κεῖσθαι συγχεῖσθαι ὑπὸ τῆς ἀναβάσεως τοῦ Νείλου, τὴν γεωμετρίαν δὲ μὴ περὶ τὰ αἰσθητά, εἶναι δὲ ἄλλην τὴν περὶ τὰς τούτων ἰδέας· ὡς γοῦν ἐπὶ τῆς γεωδαισίας καὶ γεωμετρίας, οὕτω χρὴ καὶ ἐπὶ ἰατρικῆς τὴν μέν τινα εἶναι ἰατρικὴν περὶ τὴν τῶν αἰσθητῶν ζῴων ὑγίειαν καταγινομένην, ἀνάλογον οὖσαν τῇ γεωδαισίᾳ, ἄλλην δὲ παρ’ αὐτὴν νοητὴν τὴν μεταξὺ οὖσαν τῆς περὶ τὴν αὐτοϋγίειαν πραγματευομένης καὶ τῆς περὶ τὴν ἐν τοῖς αἰσθητοῖς ὑγίειαν, ἀνάλογον οὖσαν τῇ γεωμετρίᾳ. εἰ δὲ τοῦτο, ἔσται τις ὑγίεια παρὰ τὴν αὐτουγίειαν καὶ τὴν ἐν τοῖς αἰσθητοῖς ὑγίειαν, νοητὴ καὶ νοητοῖς ζῴοις. ὡς γὰρ ὄντος αὐτοτριγώνου καὶ αὐτογραμμῆς, ὄντων δὲ καὶ αἰσθητῶν, περὶ ἃ ἡ γεωδαισία, ἔστι τινὰ καὶ μεταξὺ τούτων, περὶ ἃ ἡ γεωμετρία, οὕτως καὶ οὔσης τῆς αὐτοϋγιείας, οὔσης δὲ καὶ τῆς ἐν τοῖς αἰσθητοῖς, περὶ ἣν ἡ ἰατρική, ἔσται τις καὶ μεταξὺ αὐτῶν ὑγίειά τε καὶ ἰατρική· ὁ γὰρ αὐτὸς λόγος. εἰ δὲ ὑγίειά τις ἔσται μεταξὺ καὶ ἰατρική, ἔσται καὶ ὑγιεινά τινα ἄλλα, δι’ ὧν τὴν ὑγίειαν ἐκεῖνος ὁ ἰατρικὸς περιποιεῖ, καὶ δηλονότι ζῷά τινα, ἐν οἷς ἐκείνη ἡ ὑγίεια. ὃ οὐκέτι τοῖς τὰ μαθηματικὰ ἐξ ἀφαιρέσεως ἀπὸ τῶν αἰσθη|τῶν νοοῦσι καὶ μὴ διδοῦσιν αὐτοῖς ἰδίαν ὑπόστασιν ἕπεται, τὸ καὶ ὑγίειάν τινα ἐξ ἀφαιρέσεως ἀνάλογον τοῖς μαθηματικοῖς νοεῖσθαι· οὐ γὰρ ἔστιν ἐπινοίᾳ χωρίσαι οὐσίαν ἀπὸ τοὐ φυσικοῦ σώματος. ὡς δὲ ἐπὶ ἰατρικῆς, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν ῥηθήσεται· διὰ τί γὰρ ἐπὶ μὲν γεωμετρίας ἔσται τοῦτο, οὐκέτι δὲ καὶ ἐφ’ ἡστινοσοῦν ἐπιστήμης; δεῖ γὰρ αἰτίαν τινὰ τοῦ οὕτως ἔχειν λέγεσθαι. ἀπορήσας δὲ τοῦτο ἑξῆς φησι μηδὲ τοῦτο ὑγιῶς ὑπ’ αὐτῶν λέγεσθαι, τὸ εἶναι τὴν μὲν γεωδαισίαν περὶ τὰ αἰσθητά, τὴν δὲ γεωμετρίαν περὶ ἄλλα τινά· οὐδὲ γὰρ ἡ γεωδαισία περὶ αἰσθητά ἐστιν. οὗ πίστιν φέρει τὸ εἰ ἦν περὶ τὰ αἰσθητά, συμφθείρεσθαι ἄν αὐτὴν φθειρομένων. ἀνάγκη γὰρ ἀναιρουμένου τοῦ περὶ ὅ ἐστί τι, ἀναιρεῖσθαι καὶ τὸ περὶ ἐκεῖνο ὄν· εἰ γὰρ περὶ τόδε τί ἐστι, φθαρέντος τούτου ἀνάγκη καὶ τὸ περὶ αὐτὸ ὂν ἐφθάρθαι, εἴ γε καὶ αὐτῷ τὸ εἶναι ἐν τῷ περὶ τοῦτο εἶναι. νυνὶ δὲ οὐδεμία οὔτε τέχνη οὔτε ἐπιστήμη συμφθείρεται τούτοις, ὥσπερ οὐδὲ ἡ γεωδαισία· ὡς δῆλον ὅτι οὐδὲ περὶ τούτων οὐδὲ περὶ ταῦτά ἐστιν, ἅ ἐστιν αἰσθητὰ καὶ φθαρτά, ἀλλὰ περὶ τὸ καθόλου, ὅ ἐστιν ἀίδιον. πᾶσα γὰρ ἐπιστήμη τε καὶ τέχνη περὶ τὸ καθόλου συνίσταται, ὃ οὐκ ἔστιν αἰσθητόν· οὐ γὰρ εἰ χρῆταί τις πρὸς τὰ αἰσθητὰ ταῖς ἐπιστήμαις καὶ τέχναις, ἤδη περὶ ταῦτά εἰσιν· ἀλλὰ οὖσαι περὶ τὰ καθόλου καὶ τὰ τοιαῦτα περὶ τὰ αἰσθητὰ πραγματεύονται, οὐχ ᾗ αἰσθητὰ καὶ τάδε, ἀλλ’ ἡ τοιάδε καὶ τοῦ κοινοῦ μετέχει. ὥστε εἰ μηδὲ ἡ γεωδαισία περὶ τὰ αἰσθητὰ μεγέθη, οὐκ ἄν διαφέροι αὐτῆς ἡ γεωμετρία τῷ αὐτὴ περὶ νοητὰ εἶναι· καὶ γὰρ ἐκείνη περὶ τὰ τοιαῦτα. κατὰ τὸν αὐτὸν λόγον οὐδὲ ἰατρική ἐστι περὶ αἰσθητὴν ὑγίειαν· συμφθείροιτο γὰρ ἄν φθειρομένοις τοῖς περὶ ἅ ἐστιν. ἑξῆς δὲ δείκνυσιν ὅτι οὐδὲ ἡ ἀστρολογία περὶ τῶν αἰσθητῶν λέγει, οἷον περὶ τοῦδε τοῦ οὐρανοῦ καὶ τῶνδε τῶν ἄστρων· καὶ γὰρ ἄφθαρτα ταῦτα, καὶ μηκέτι τῷ φθείρεσθαι μὲν μὴ συναναιρεῖν δὲ ἐκείνην τὴν λεγομένην περὶ αὐτὰ εἶναι, ἥτις ἦν ἡ ἀστρολογία, δείκνυσί τις ὅτι μὴ περὶ ταῦτά ἐστιν, ἀλλὰ ἄλλως καὶ δι’ ἄλλων ἡ τούτων οὐσία δείκνυται. οὔτε γὰρ αἰσθητὰς γραμμὰς τοιαύτας ἔστι λαβεῖν ὁποίας ὁ ἀστρονόμος λαμβάνει ἐν ταῖς δείξεσιν· οὐδὲν γὰρ τῶν αἰσθητῶν οὕτως εὐθύ ἀντὶ δὲ τοῦ ἀστρολόγου τὸν γεωμέτρην εἶπεν), ἀλλ’ οἵας ὁ γεωμέτρης τὰς γραμμὰς εἶναι λέγει, τοιαύταις ὁ ἀστρολόγος χρῆται πρὸς τὰς δείξεις τὰς ἀστρολογικάς. ὁμοίως δὲ οὐδὲ περιφερὲς οὐδὲ στρογγύλον οὐδὲν τοιοῦτόν ἐστιν αἰσθητόν, ὁποῖα ὁ γεωμέτρης αὐτὰ ὁρίζεται· ὁ γὰρ κύκλος ὁ αἰσθητὸς τοῦ κανόνος καὶ τοῦ ἐπιπέδου τοῦ αἰσθητοῦ οὐ κατὰ στιγμὴν ἅπτεται, οἱ δὲ μαθηματικοί τε καὶ ἀστρολόγοι οὕτω λέγουσι καὶ περὶ τοῦ κύκλου καὶ τῆς σφαίρας ὡς κατὰ σημεῖον ἁπτομένου τοῦ ἐπιπέδου. Πρωταγόρας οὖν τοῖς αἰσθητοῖς προσχρώ|μενος ᾤετο τοὺς γεωμέτρας ἐλέγχειν ὡς ψευδομένους, δεικνὺς ὅτι οὐδὲν τούτων τοιοῦτόν ἐστιν ὁποῖον ἐκεῖνοι λέγουσιν, ἀγνοῶν καὶ αὐτὸς ὅτι μὴ περὶ τούτων ὁ λόγος αὐτοῖς, ὥσπερ οὖν οὐδὲ ἄλλῳ τινὶ τεχνίτῃ. ἀλλ’ οὐδὲ αἱ κινήσεις αὐτῶν κατὰ τὸν οὐρανόν, ἀλλ’ οὐδὲ αὐτοῦ τοῦ οὐρανοῦ, αἵ τε κύκλῳ γινόμεναι καὶ αἱ κατὰ ἕλικας, τοιαῦται ὁποίας ὁ ἀστρολόγος λαμβάνει· γραμμὰς γὰρ λαμβάνει ὁ ἀστρολόγος καὶ τὴν ἕλικα καὶ τὸν κύκλον, ἅ ἐστι μήκη ἀπλατῆ, καὶ ἐπὶ τούτων τὰς κινήσεις ὑποτίθεται γίγνεσθαι· οὐδὲν δέ ἐστιν ἐν τοῖς αἰσθητοῖς μῆκος ἄνευ πλάτους. ἔτι οἱ μὲν λαμβάνουσι τὰ ἄστρα σημεῖά τινα καὶ σημείων ἐπέχειν λόγον ἐν τῷ οὐρανῷ, τὸ δὲ σημεῖόν ἐστιν οὗ μέρος οὐδέν, οὐδὲν δὲ τῶν ἄστρων τοιοῦτον. εἰ δὲ μηδεμία τέχνη περὶ τὰ αἰσθητά, οὐκ ἂν εἴη ταῖς τέχναις πρὸς τὰς μαθηματικὰς ἐπιστήμας ἡ διαφορὰ τῷ ταύτας μὲν εἶναι περὶ αἰσθητὰς τὰς δὲ μαθηματικὰς περί τινας νοητὰς οὐσίας· ὑπὲρ γὰρ τοῦ ταῦτα δεῖξαι παρέθετο Εἰσὶ δέ τινες οἵ φασιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λεγόμενα τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν, οὐ μήν γε χωρὶς τῶν αἰσθητῶν. Εἰπὼν πρὸς τοὺς τὰ μαθηματικὰ οὐσίας λέγοντας εἶναι αὐτὰς καθ’ αὑτὰς κεχωρισμένας τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν, νῦν μέτεισιν ἐπὶ τοὺς λέγοντας μὲν τὰ μαθηματικὰ εἶναι κατά τινὰ φύσιν οἰκείαν, οὐ μὴν ἔξω αὐτὰ τῶν αἰσθητῶν εἶναι, ἀλλ’ ἐν τούτοις. διαφέροι δ’ ἄν ἡ δόξα αὕτη τῆς λεγούσης ἐξ ἀφαιρέσεως τὰ μαθηματικὰ λαμβάνεσθαί τε καὶ νοεῖσθαι, ἧς καὶ αὐτός ἐστιν, ὅτι ἐκεῖνοι μὲν οἰκείαν τινὰ φύσιν ἀποδόντες αὐτοῖς ἄλλην παρὰ τὰ αἰσθητὰ ἐν τοῖς αἰσθητοῖς αὐτὰ λέγουσιν εἶναι, οὐκ αὐτῶν τι ὄντα; ἀλλ’ ἐν τούτοις ὄντα ἄλλα εἶναι αὐτῶν, οἱ δὲ ἐξ ἀφαιρέσεως λαμβάνοντες αὐτά, τῷ λόγῳ τινὰ τῶν αἰσθητῶν χωρίσαντες, καταλείπουσιν αὐτὰ σὺν τοῖς χωρισθεῖσι πάντα τὰ κατὰ τὰ ὅλα αἰσθητά, οὐκέτι ἐκείνων τῶν κεχωρισμένων αὐτῶν ἐφ᾿ αὑτῶν δυναμένων τὴν αἰσθητὴν ἀποπληροῦν φύσιν, οὐδ’ ἐπὶ διαστάσεως τινος νοουμένων. ἡ γὰρ ἐν τοῖς μαθηματικοῖς νοουμένη διάστασις μετὰ τῶν τῷ λόγῳ κεχωρισμένων παθητικῶν ἡ αἰσθητὴ φύσις· ἐν ἀμφοῖν γὰρ ἡ αἰσθητὴ φύσις ἐν ὑποστάσει οὖσα φύσει. φησὶ δὲ πολὺ ἀτοπωτέραν τήνδε τὴν δόξαν εἶναι τῆς κεχωρισμένα λεγούσης αὐτά. τὰ μὲν οὖν πλείω τῶν ἀτόπων τῶν ἑπομένων τῇδε τῇ δόξῃ τὸ νῦν παραιτεῖται καταλέγειν, παρατίθεται δὲ τό τε] κατὰ τὸν αὐτὸν λόγον καὶ τὰς ἰδέας θέσθαι ἐν τοῖς αἰσθητοῖς· εἰ γὰρ ταῦτα ὄντα οὐσίαι καθ’ αὑτὰς νοηταὶ ἐν αἰσθητοῖς ἐστι, τί δήποτε καὶ αἱ ἰδέαι, οὖσαι καὶ αὐταὶ οὐσίαι τινὲς νοηταί, οὐκ ἔσονται ἐν τοῖς | αἰσθητοῖς; δεῖ γὰρ λόγου τινός, δι’ ὃν ταῦτα μὲν ἔσται ἐν τοῖς αἰσθητοῖς, ἐκεῖνα δὲ οὐκέτι. ὅτι δὲ πολλὰ ἕπεται τῇδε τῇ δόξῃ, εἴρηκε μὲν ἐν τῷ δευτέρῳ, ὑπέμνησε δὲ καὶ ἐν τῷ πρώτῳ τῷ μείζονι Α λέγων περὶ τῆς Εὐδόξου δόξης, ἐρεῖ δὲ καὶ ἐν τῷ Ν τῆσδε τῆς πραγματείας. ἔτι δὲ δύο στερεὰ ἐν τῷ αὐτῷ τόπῳ ἔσται, τό τε μαθηματικόν (ἔστι γὰρ καὶ μαθηματικὸν στερεόν, περὶ ὃ ἡ στερεομετρία) καὶ τὸ αἰσθητόν, εἰ ἐκεῖνο ἐν τούτῳ ἔσται. ἔσται γὰρ σῶμα διὰ σώματος οὕτω διιόν, εἰ ἑκάτερον αὐτῶν κατ’ οἰκείαν φύσιν ὂν τὸ ἕτερον ἐν τῷ ἑτέρῳ ἐστίν. ἔτι δὲ οὐδὲ ἀκίνητα ἔσται τὰ μαθηματικά, ὄντα γε ἐν τοῖς αἰσθητοῖς· κινουμένων γὰρ τούτων ἀνάγκη καὶ τὰ ἐν αὐτοῖς κινεῖσθαι, κινεῖσθαι δὲ οὐχ ὡς τὰ συμβεβηκότα, ἀλλ’ ὡς καὶ αὐτὰ #x003E; ἐν τόπῳ· εἰ γὰρ μεγέθη καὶ ἐν διαστάσει, ἔσται κινούμενα ὁμοίως τοῖς τῶν σωμάτων βίᾳ καὶ ὑπό τινος κινουμένοις, οὐ κατὰ τὴν ἐν αὐτοῖς ῥοπήν. καθόλου δὲ τίνος χάριν δεῖ λέγειν αὐτὰ εἶναι, εἶναι δὲ ἐν τοῖς αἰσθητοῖς; οὐδεμίαν γὰρ ἔτι φαίνεται χρείαν αὐτοῖς παρεχόμενα, ὄντα γε μὴ καθ’ αὑτά. ἀλλ’ ἐπὶ τούτοις τοῖς προειρημένοις ἀτόποις καὶ ὅσα εἵπετο τοῖς κεχωρισμένα ποιοῦσιν αὐτά, καὶ τούτοις ἀκολουθήσει· ἔσται γάρ τις οὐρανὸς ἄλλος καὶ κατὰ τούτους παρὰ τὸν αἰσθητὸν οὐρανόν, ὁμοίως καὶ ἥλιος καὶ τῶν ἄστρων ἕκαστον, πλὴν οὐ καθ’ αὑτοὺς ὄντες ἀλλ’ ἐν αὐτοῖς τούτοις, ἥλιος ἐν ἡλίῳ καὶ σελήνη σελήνῃ καὶ οὐρανὸς ἐν οὐρανῷ, πρὸς ἐκείνῳ δὲ τῷ ἀτόπῳ καὶ τοῦτο προσειληφότα τὸ δύο σώματα ἐν τῷ αὐτῶ τόπω εἶναι. Περί τε οὖν τῶν προειρημένων τούτων πάντων ἀπορίαν φησὶν οὐ τὴν τυχοῦσαν εἶναι, πῶς θέμενος αὐτά τις τἀληθοῦς ἐπιτεύξεται, καὶ ἔτι περὶ ὧν προστίθησι Καὶ περὶ τῶν ἀρχῶν πότερα δεῖ τὰ γένη στοιχεῖα καὶ ἀρχὰς ὑπολαμβάνειν ἢ μᾶλλον ἐξ ὧν ἐνυπαρχόντων ἐστὶν ἕκαστον πρῶτον. Καὶ περὶ ταύτης τῆς ἀπορίας προείρηται μὲν ἐν τῇ τῶν ἀποριῶν ἐκθέσει, ἔστι δέ, πότερον δεῖ ἀρχὰς καὶ πρῶτα τῶν ὄντων τὰ γένη καὶ τὰ κοινὰ τίθεσθαι, ἢ τὰ στοιχεῖα ἐξ ὧν συνέστηκε τὰ ὄντα πρώτων καὶ εἰς ἃ ἔσχατα διαλύεται. ἃ βουλόμενος σημῆναι ἔδειξεν ἐπὶ τῶν φωνῶν· αἱ γὰρ φωναὶ ἐκ τῶν στοιχείων σύγκεινται, ἀλλ’ οὐ τῆς κοινῆς φωνῆς, ὃ εἴη ἄν γένος τῶν φωνῶν. ἀλλὰ καὶ ἐπὶ τῶν διαγραμμάτων οὐ τὸ κοινὸν στοιχεῖον, ἀλλ·ὰ τὰ ἐνυπάρχοντα ἐν ταῖς ἀποδείξεσι | χρώμεθα εἰς παντὸς ἀπόδειξιν θεωρήματος, ὡς λέγομεν τὰ Εὐκλείδου στοιχεῖα· διὰ τοῦτο γὰρ τὰ τοιαῦτα στοιχεῖα λέγεται, ὅτι δι’ ὧν ταῦτα ἀποδείκνυται πρὸς τὰς πάντων τῶν θεωρημάτων δείξεις ἐστὶν ἡμῖν χρήσιμα ἐνυπάρχοντα ἐν πάσι. καὶ ἐν αὐτοῖς δὲ τούτοις τὰ πρῶτα τῶν δευτέρων στοιχεῖα, ὅτι ταῖς τούτων ἀποδείξεσι πρὸς τὰ δεύτερα χρώμεθα. παρατίθεται δὲ καὶ τῶν φυσικῶν τοὺς ἢ πλείω τὰ πρῶτα σώματα ὑποθεμένους ἢ ἔν, καὶ δείκνυσιν ὅτι καὶ οὗτοι, ἃς ἀρχὰς τῶν ὄντων ἔλεγον, ἐνυπάρχειν ταύτας τοῖς ἄλλοις ᾤοντο καὶ ἐξ αὐτῶν ἐκεῖνα εἶναι. Ἐμπεδοκλῆς τε γὰρ τὰ τέσσαρα σώματα στοιχεῖα τῶν ὄντων ὑποθέμενος οὐχ ὡς γένη αὐτὰ ἔλεγεν ἀρχάς, ἀλλ’ ὡς ἐνυπάρχοντα τοῖς ἐξ αὐτῶν τὴν γένεσιν ἔχουσιν· ὁμοίως καὶ τῶν ἄλλων φυσικῶν ἕκαστος τῶν σωματικὴν τὴν ἀρχὴν ὑποθεμένων. πρὸς τούτοις δείκνυσιν ὅτι τὸ ὡς ἐνυπάρχον καὶ στοιχεῖον καὶ οὐχὶ τὸ γένος ἐστὶν ἀρχὴ καὶ ἀπὸ τῶν τεχνητῶν· καὶ γὰρ κλίνης καὶ ἑκάστου τῶν τοιούτων τοῖς βουλομένοις τίς ἡ φύσις ἑκάστου αὐτῶν ἰδεῖν, ἡ γνῶσις ἐξ ὧν συνέστηκε μορίων γίγνεται. ἀρχαὶ γὰρ ἑκάστου αὐτῶν τὰ ἐξ ὧν συνέστηκεν· ἐκ μὲν γὰρ τοῦ γνωρίσαι τὰς ἀρχὰς γνώριμον καὶ τὸ ἐκ τῶν ἀρχῶν γίγνεται, τούτων δὲ ἕκαστον γνωρίζεται ὅταν τὰ ἐξ ὧν σύγκειται καὶ ὁ τρόπος τῆς συνθέσεως φανερὸς γένηται, ὥστε καὶ αἱ τούτων ἀρχαί. ἐπιχειρήσας δὲ καὶ δείξας τῇ ἐπαγωγῇ τὰ ἐνυπάρχοντα ἀρχὰς ὄντα, οὐ τὰ κοινὰ καὶ τὰ γένη, ἑξῆς ὅτι δόξει εὔλογον εἶναι τὰ γένη λέγειν πάλιν ἀρχὰς ἐπιχειρεῖ. Ἧι δὲ ἕκαστον μὲν γνωρίζομεν διὰ τῶν ὁρισμῶν, ἀρχαὶ δὲ τὰ γένη τῶν ὁρισμῶν εἰσιν. Ἡ ἐπιχείρησις δυνάμει τοιαύτη ἐστίν. ἐξ ὧν ἕκαστον γνωρίζομεν, ταῦτα ἐκείνων ἀρχαί (κεῖται γὰρ ὅτι ἐκ τοῦ τὰ αἴτια καὶ τὰ στοιχεῖά τινων εἰδέναι καὶ τὰς ἀρχὰς γίνεται τὸ αὐτὰ εἰδέναι), ἐκ δὲ τῶν ὁρισμῶν γνωρίζομεν ἕκαστον τῶν ὄντων· οἱ ὁρισμοὶ ἄρα ἀρχαί ἀρχαί * * * ἀρχὴ γὰρ τῶν ὁρισμῶν ἡ τοῦ γένους λῆψις. δύνανται δὲ γένη καὶ αἱ διαφοραὶ λέγεσθαι, ὡς ἐν τοῖς Τοπικοῖς εἶπεν, ὡς εἶναι τὸ λεγόμενον, ὅτι τῶν ὁρισμῶν ἀρχαὶ τὰ γένη, ἅπερ ἐστὶ τὸ γένος καὶ αἱ διαφοραί· ἐκ γὰρ τούτων οἱ ὁρισμοὶ σύγκεινται. ὥστε τὰ γένη ἀρχαί· οἱ μὲν γὰρ ὁρισμοὶ τῶν ὁριστῶν, τούτων δὲ τὰ γένη. | Καὶ εἰ ἔστι τῶν ὄντων λαβεῖν ἐπιστήμην τὸ τῶν εἰδῶν λαβεῖν. Ἡ ἐπιχείρησις τοιαύτη. κατὰ τὰ εἴδη ἡ ἐπιστήμη καὶ ἡ γνῶσις τῶν ὄντων γίγνεται· οὐ γάρ ἐστι τῶν καθ’ ἕκαστα ἐπιστήμη· καὶ γὰρ οἱ ὁρισμοὶ αὐτῶν κατὰ τὰ εἴδη. εἰ δ’ ἐκ τῆς τούτων γνώσεως ἡ τῶν ὄντων γνῶσις ἤρτηται, τὰ εἴδη ἂν εἶεν ἀρχαὶ τῶν καθ’ ἕκαστα, καθ’ ἃ εἴδη ἐστὶν ἑκάστοις τὸ τοῖσδέ τισιν εἶναι. ἀλλὰ μὴν τῶν εἰδῶν ἀρχαὶ τὰ γένη· ἐκ γὰρ τῆς τούτων διαιρέσεως τὰ ειοη, καὶ οἱ τῶν εἰδῶν ὁρισμοὶ διὰ τῶν γενῶν· καὶ τῶν ὄντων ἄρα ἀρχαὶ πάντων τὰ γένη. ἢ κατὰ τὰ εἴδη μὲν ἡ γνῶσις ἑκάστου κατὰ γὰρ ταῦτα τὸ εἶναι ἑκάστῳ), οὐ μὴν κατὰ τὸ εἶδος τὸ ὡς ἐκ γένους διῃρημένον, ἀλλὰ τὸ εἶδος τὸ ἀντιδιαιρούμενον τῇ ὕλῃ· ὁ δὲ λαβὼν τὸ εἶδος τοῦτο ἐπὶ τὸ ἐκ γένους μετῆλθε. Φαίνονται δέ τινες καὶ τῶν λεγόντων στοιχεῖα τῶν ὄντων τὸ ἓν ἢ τὸ ὂν ἢ τὸ μέγα καὶ τὸ μικρὸν ὡς γένεσιν αὐτοῖς χρῆσθαι. Πρὸς τὸ εὐλόγως ἄν δόξαι τὰ γένη τὰς τῶν ὄντων ἀρχὰς εἶναι, νῦν συνίστησι τὴν δόξαν καὶ ἐκ τῶν χρησαμένων ταῖς αὐταῖς ἀρχαῖς. οἱ γὰρ τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ μέγα καὶ τὸ μικρὸν ἀρχὰς ὑποθέμενοι τῶν ὄντων ὡς γένη ταῦτα τῶν ὄντων ἀρχὰς ὑπέθεντο. εἴη δ’ ἄν ἡ δόξα Πλάτωνος· οὗτος γὰρ τὸ ἕν, ὃ κυρίως ὂν ἔλεγε, καὶ τὴν ἀόριστον δυάδα, ἣν μέγα καὶ μικρὸν ὠνόμαζεν, ἀρχὰς ὑπέθετο.· ὡς γένη δὲ ταῦτα ὑπελάμβανε τῶν ὄντων, ὅτι καθ’ ἕκαστα τῶν ὄντων καὶ τὸ ἓν ἑώρα κατηγορούμενον καὶ τὴν ἀνισότητα. καθ’ ὅσον μὲν γὰρ τόδε τί ἐστιν ἕκαστον τῶν ὄντων, τοιοῦτον δὲ κατὰ τὸ εἶδος, τὸ ἓν αὐτοῦ καὶ τὸ ὂν κατηγορεῖται· καθ’ ὅσον δὲ ἐν ῥύσει συνεχεῖ καὶ μεταβολῇ ἑώρα τὸ ὑποκείμενον, κατὰ τοῦτο τὸ μέγα καὶ τὸ μικρόν. κοινὰ ἄρα καὶ τὰ γένη ταῦτα, καὶ ὡς γένη τὰ ἀνωτάτω ἀρχαὶ κατ’ αὐτόν. Ἀλλὰ μὴν οὐδὲ ἀμφοτέρως οἷόν τε λέγειν τὰς ἀρχάς. ἐπιχειρήσας καὶ πρὸς τὸ τὰ στοιχεῖα εὐλογώτερον ἄν ἀρχὰς εἶναι τοῦ γένους, καὶ πάλιν πρὸς τὸ τὸ γένος καὶ μᾶλλον ἢ τὰ στοιχεῖ, νῦν ὅτι μηδὲ ἀμφότερα οἷόν τε λέγειν ἀρχὰς τῶν ὄντων καὶ τὰ γένη καὶ τὰ στοιχεῖα ἐπιχειρεῖ. ἡ δὲ ἐπιχείρησις τοιαύτη. λαμβάνει τὸν ὁρισμὸν τὸν τῆς οὐσίας ἑκάστου δηλωτικὸν ἕνα εἶναι δεδειγμένον ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἑκάστῳ γὰρ τῶν ὄντων τὸ εἶναι ἕν ἐστιν ὅ ἐστιν, οὗ ὁ κυρίως ὁρισμὸς δηλωτικός)· ἀλλὰ καὶ τὸ ἐκ τῶν ἀρχῶν δὲ ὁ ὁρισμός. τούτων κειμένων λαμβάνει τὸ εἶναι ἀρχὰς τῶν ὄντων καὶ τὰ γένη καὶ τὰ στοιχεῖα, καί φησιν, εἰ ἐκ τῶν ἀρχῶν ἑκάστου ὁ ὁρισμός, ἄλλος ἔσται ὁ ὁρισμὸς ὁ διὰ τῶν γενῶν γένη δέ, ὡς ἔφαμεν, καὶ τὰς διαφορὰς λέγει) καὶ ἄλλος ὁ διὰ τῶν στοιχείων· ὥστε εἰ ἐκ μὲν τῶν ἀρχῶν ὁ ὁρισμός, ἄλλος δὲ ὁ ἐξ ἐκείνων καὶ ἄλλος ὁ ἐκ τούτων, πλείους ὁρισμοὶ τοῦ αὐτοῦ ἔσονται. ἀλλὰ μὴν οὐ πλείους· ε·ἷς γὰρ ἑκάστου ὁρισμός· οὐκ ἄρα ἀμφότερα στοιχεῖα. | Πρὸς δὲ τούτοις εἰ ἔτι καὶ μάλιστα ἀρχαὶ τὰ γένη εἰσί, πότερα δεῖ νομίζειν τὰ πρῶτα τῶν γενῶν ἀρχάς. Ἀπορία καὶ αὕτη τῶν προειρημένων· ἔστι δὲ τοιαύτη. εἰ δοθείη καὶ συγχωρηθείη τὰ γένη ἀρχὰς εἶναι, ζητῆσαι, φησίν, ἄξιον πότερον τὰ ἀνωτάτω γένη χρὴ τίθεσθαι ἀρχὰς τὰ κοινότατα, ἢ τὰ ἔσχατα καὶ προσεχῆ τοῖς καθ’ ἕκαστα, ἃ ἄτομα εἴδη καλεῖται· γένη γὰρ καὶ τὰ εἴδη νῦν λέγει. εἰ μὲν γὰρ ἀεὶ τὰ καθόλου τῶν μὴ ὁμοίως καθόλου μᾶλλον ἀρχί, διὰ τὸ τὴν ἀρχὴν κεῖσθαι τὸ καθόλου εἶναι ἀρχήν, τὰ ἀνωτάτω ἄν γένη καὶ τὰ κοινότατα εἶεν ἀρχαί· οὕτως τε τὰ ἀνωτάτω γένη τῶν ὄντων ἀρχὶ ἄν εἶεν, καὶ τοσαῦται αἱ ἀρχαὶ ἔσονται ὅσα ἐστὶ τὰ γένη τὰ πρῶτα. λαβὼν δὲ τοῦτο ἐπιφέρει ὥστε ἔσται τό τε ὂν καὶ τὸ Ἓν ἀρχαὶ οὐσίαι· ταῦτα γὰρ μάλιστα λέγεται κατὰ πάντων. εἰ γὰρ εἴη ταῦτα κατὰ πάντων τῶν ὄντων κατηγορούμενα ὡς γένη, ταῦτα ἄν ἀρχαὶ καὶ αἴτια τῶν ὄντων εἴη· τοῦτο γὰρ σημαίνει τὸ οὐσία. εἰπὼν δὲ ταῦτα καὶ ἀναγαγὼν ἐπὶ τοῦτον τὸν λόγον τὸ εἰ τὰ γενικώτατα καὶ κοινότατα ἀρχαί, τὸ ὂν καὶ ἓν ἔσονται ἀπάντων τῶν ὄντων ἀρχαί , ἐπεὶ κοινότατα ταῦτα, ἑξῆς ἐπιχειρεῖ καὶ δείκνυσιν ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐκ ἔστι τῶν ὄντων γένη, εἰ δὲ μὴ γένη, δῆλον ὡς οὐδὲ ἀρχαί. οὕτως δὲ οὐδ’ ἄν εἴη ἡ αὐτὴ ἀρχὴ τῶν πάντων, εἰ μὴ εἴη τι κοινὸν γένος αὐτῶν, εἰ τὸ γένος ἀρχή· κεῖνται γὰρ ἀρχαὶ τὰ γένη εἶναι, καὶ τούτων τὰ κοινότατα. ὡς δὲ δοκοῦν τισιν οὕτως ἀντιλέγει πρὸς ἰὴν δόξαν, καὶ εἴρηκέ γε πρὸ ὀλίγου περὶ αὐτῆς. ὅτι οὖν μὴ γένη τὸ ὂν καὶ τὸ ἕν, οὕτω δείκνυσι. πᾶσα διαφορὰ γένους διαιρετικὴ καὶ ὂν καὶ ἕν ἐστιν, ὥστε καὶ αἱ τοῦ ἑνὸς καὶ τοῦ ὄντος διαφοραί, φοραί, εἰ γένη ταῦτα, καὶ ἓν ἑκάστη αὐτῶν καὶ ὂν ἔσται. ἀλλὰ εἰ τὸ ὂν καὶ ἓν ἐν ἑκάστῃ τοῦ ὄντος διαφορᾷ, γένους ὄντος τοῦ ὄντος καὶ τοῦ ἑνός, κατηγοροῖτο ἂν τῶν οἰκείων διαφορῶν τὰ γένη. τοῦτο δὲ ἀδύνατόν φησιν εἶναι· καθόλου γὰρ οὔτε τὸ εἶδος τὸ ὡς γένους ὂν εἶδος πολλαχῶς γὰρ τὸ εἶδος, ὡς εἴρηται πρὸ ὀλίγου) τῆς οἰκείας κατηγορεῖται διαφοράς, εἰ καθ’ αὑτὴν ἡ διαφορὰ λαμβάνοιτο· ἡ γὰρ διαφορὰ ἐπὶ πλέον κατηγορεῖται τοῦ εἴδους, ὡς τὸ λογικὸν τοῦ ἀνθρώπου ἢ θνητόν, τὸ δ’ ἐπ’ ἔλαττον λεγόμενον τοῦ ἐπὶ πλέον λεγομένου οὐχ οἷόν τε ἀληθῶς κατηγορεῖσθαι. καὶ διὰ τοῦτο γὰρ εἶπε τῶν οἰκείων διαφορῶν, ἴσον λέγων τῷ ὑφ’ ὧν εἰδοποιεῖται. ἔτι τὸ μὲν εἶδος συναμφότερόν τι, | ἡ δὲ διαφορὰ μέρος τοῦ συναμφοτέρου. ἔτι μόριόν ἐστιν ἡ διαφορὰ τοῦ εἴδους, καθ’ ὅσον τῶν ἐν τῷ ὁριστικῷ λόγῳ παραλαμβανομένων ἕκαστον μόριόν ἐστιν ἐκείνου οὗ συμπληροῖ τὴν οὐσίαν, καὶ μόριον ἀνομοιομερές· οὐ γὰρ ταὐτὸν τὸ γένος σημαίνει ἐν τῷ ὁρισμῷ ἑκάστῃ τῶν διαφορῶν· τὸ δὲ τοιοῦτον ὅλον οὐ κατηγορεῖται τῶν αὐτοῦ μερῶν. ὥστε οὐδετέρως τὸ εἰδος τῆς οἰκείας κατηγορεῖται διαφορᾶς· τὸ γὰρ γένος οὐχ οὕτως ἔχει μέρη τὰ εἴδη· οὐ γὰρ ἐν τῷ τῶν γενῶν ὁρισμῷ τὰ εἴδη. ἀλλ’ οὐδὲ τὰ γένη κατηγορεῖται τῶν οἰκείων διαφορῶν, ὅταν αἱ διαφοραὶ χωρὶς τῶν εἰδῶν λαμβάνωνται καὶ μὴ ἐν αὐταῖς τὰ εἴδη περιέχωνται. τὸ γὰρ ζῷον ὅταν λογικοῦ κατηγορῆται, τοῦ ζῴου λογικοῦ τοῦτο γὰρ ἐξακούεται τότε ἐκ τοῦ λογικοῦ) κατηγορεῖται, ἐπεὶ αὐτῆς γε καθ’ αὑτὴν τῆς διαφορᾶς ἄνευ τοῦ εἴδους λαμβανομένης οὐ κατηγορεῖται, οἷον τῆς λογικότητος· ποιότητες γάρ τινες αἱ διαφοραί, καθ’ ὧν πῶς οἷόν τε τὸ ζῷον οὐσίαν συναμφότερον σημαῖνον κατηγορεῖν; οὔτε γὰρ τὰ εἴδη οὔτε τὰ γένη τῶν διαφορῶν κατηγορεῖται. εἰ δὲ τοῦτο, αἱ τοῦ ὄντος καὶ ἑνὸς διαφοραί, εἰ γένη ταῦτα, οὔτε ὄντα οὔτε ἑκάστη αὐτῶν ἕν ἐστι, τουτέστιν οὐδεμία διαφορὰ οὔτε ἓν οὕτε ὂν ἔσται· πᾶσαι γὰρ τοῦ ὄντος ἔσονται· ὅπερ ἄτοπον. ὥστε οὐδὲ γένη ταῦτα. εἰ δὲ μὴ γένη, οὐδὲ ἀρχαί, εἰ τὰ γένη ἀρχαί. σημαίνει δὲ τὸ μὲν ἀδύνατον δὲ κατηγορεῖσθαι ἢ τὰ εἴδη τοῦ γένους ἐπὶ τῶν οἰκείων διαφορῶν ἴσον τῷ ἀδύνατον δὲ κατηγορεῖσθαι ἢ τὰ εἴδη λεγόμενα ἐπὶ τῶν οἰκείων διαφορῶν τουτέστι τῶν ἰδίων διαφορῶν· τὸ δὲ ἢ τὸ γένος ἄνευ τῶν εἰδῶν ἤτοι ἴσον ἐστὶ τῷ ἢ τὸ γένος ἄλλου τινὸς χωρὶς τῶν αὐτοῦ εἰδῶν κατηγορεῖσθαι, ἢ τὸ γένος τῶν διαφορῶν κατηγορεῖσθαι, μὴ λαμβανομένων τῶν διαφορῶν ὡς εἰδῶν ἤδη καὶ συναμφοτέρων. δοκεῖ δέ μοι ἡ ἐπιχείρησις λογικωτέρα εἶναι, ὥσπερ οὖν καὶ αἱ πλεῖσται τῶν λεγομένων ὑπ’ αὐτοῦ· τὰς γὰρ διαφορὰς ὑφ’ ὃ ἂν τάξωμεν γένος δεῖ γὰρ ἔκ τινος γένους αὐτὰς εἶναι, εἴ γε τῶν ὄντων καὶ αὐταί), τῶν ἐκείνου τοῦ γένους διαφορῶν τὸ οἰκεῖον γένος κατηγορεῖσθαι ἀνάγκη. ἢ γὰρ οὐχ ἕξει γένος ὂν διαφοράς, ἢ ἔσονται ὑπὸ τὸ γένος ὃ διαιροῦσιν. εἰ γὰρ εἶεν αἱ διαφοραὶ ὑπὸ τὴν ποιότητα πᾶσαι, αἱ τῆς ποιότητος αὐτῆς διαφοραὶ δῆλον ὅτι ὑπὸ τὴν ποιότητα ἂν εἶεν. οὕτως τε ἄν κατηγοροῖτο τὸ γένος τῶν οἰκείων διαφορῶν· τὸ γὰρ τὰς μὲν ἄλλας διαφορὰς ποιότητας λέγειν, τὰς δὲ τῆς ποιότητος μηκέτι, ἀλλὰ ὑπὸ ἄλλο τι γένος αὐτὰς τιθέναι, πλασματῶδές τε καὶ καὶ ἄτοπον. μή ποτε οὖν αἱ ἐν ἑκάστῳ γένει διαφοραὶ ἐν τῷ αὐτῷ γένει εἰσί, τουτέστιν ἐν τῇ αὐτῇ κατηγορίᾳ· καὶ γὰρ | εἰ καὶ μὴ τὸ προσεχές τινων γένος κατηγοροῖτο τῆς διαφορᾶς τῷ ἤδη συναμφότερόν τι τοῦτο εἶναι, ὃ ἐπὶ τῶν οὐσιῶν μόνων γίγνεται ἐκ γὰρ ταύτης ἐστί τις καὶ συναμφότερος οὐσία, ἣν οὐχ οἷόν τε τῆς ἁπλῶς διαφορᾶς κατηγορεῖσθαι τοῦ γένους), ἀλλὰ τό γε ἀνωτέρω ἄν κατηγοροῖτο ὂν κοινότερόν τε καὶ ἁπλούστερον· ἡ γὰρ οὐσία κοινὸν καὶ ἁπλῶν καὶ συνθέτων οὐσιῶν. ὥστε εἰ καὶ τὸ ζῷον σύνθετός τις εἴη καὶ συναμφότερος οὐσία, καὶ διὰ τοῦτο τῆς διαφορᾶς καθ’ αὑτὴν λαμβανομένης οὐ κατηγορεῖται, ἀλλ’ ἡ οὐσία αὐτῆς κατηγορηθήσεται. ἢ εἰ καὶ ἡ οὐσία αὐτῆς τῆς τὸ ζῷον διαιρούσης διαφορᾶς κατηγορεῖται, ἤδη δέδεικται τὸ διαιρούμενον γένος ὑπὸ τῆς διαφορᾶς κατηγορούμενον αὐτῆς· τοιοῦτον δὲ ἦν καὶ τὸ λεγόμενον. ἀλλ’ εἰ καὶ τοῦτο ἐπί τινων ἀληθές, ἀλλ’ οὐκ ἀδύνατον γένος τι τῆς διαιρούσης αὐτὸ κατηγορεῖσθαι διαφορᾶς· ἥτις γὰρ ἂν ληφθῇ τῆς οὐσίας διαιρετικὴ διαφορά, ἀνάγκη ταύτην οὐσίαν εἶναι. οὐ δοκεῖ δὲ τὰ γένη ἰδίᾳ τῶν διαφορῶν κατηγορεῖσθαι διὰ τὰς ὁμωνυμίας· τὸ γοῦν διακριτικὸν καὶ ἐν χρώμασι καὶ ἐν χυμοῖς· ποῖον οὖν αὐτοῦ κατηγορηθήσεται; συντεθέντος δὲ αὐτῷ τοῦ οἰκείου γένους εἶδος ἤδη. δείξας δὲ ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐ γένη, ἀκολούθως ἐπήνεγκε τὸ ἀλλὰ μὴν εἰ μὴ γένη, οὐκ ἀρχαὶ ἔσονται, εἴπερ ἀρχαὶ τὰ γένη. Ἔτι καὶ τὰ μεταξὺ συλλαμβανόμενα μετὰ τῶν δια- φορων έσται γένη. ὃ λέγει νῦν, οὐ πρὸς τὸ τὰ πρῶτα γένη ἀρχὰς εἶναι ἢ μὴ εἶναι λέγειν δόξει μόνον, ἀλλὰ καὶ πρὸς τὸ μὴ εἶναι τὰ γένη ἀρχάς· ἄπειροι γὰρ καὶ πολλαὶ ἔσονται αἱ ἀρχαὶ τῶν ὄντων ἑκάστου. ἑκάστη γὰρ διαφορὰ τῶν ἐν τῷ ἀτόμῳ εἴδει τῷ γένει συντιθεμένη, οὗ ἐστι διαφορά, γένος ποιεῖ. ἕκαστον γὰρ τῶν μεταξὺ γενῶν τοῦ τε πρώτου καὶ τοῦ ἀτόμου εἴδους συντιθέμενον τῇ οἰκείᾳ διαφορᾷ γένος ποιεῖ, εἰ καὶ ἐπί τινων μὴ δοκεῖ τῷ μὴ ὠνομάσθαι οἰκείῳ ὀνόματι τὸ γένος ἐκείνου· τοῦτο γὰρ σημαίνει τὸ τὰ μὲν δοκεῖ τὰ δὲ οὐ δοκεῖ. τὸ γὰρ ζῷον πτηνὸν γένος ἐστίν, ὥσπερ τὸ ζῷον, εἰ καὶ μὴ δοκεῖ ὠνομάσθαι. ἢ τὰ μὲν δοκεῖ εἷπε, τὰ δὲ οὐ δοκεῖ, ὅτι, ὡς εἶπεν ἐν τῷ πρώτῳ Περὶ ζῴων, μόνον αἱ στερητικαὶ διαφοραὶ συντιθέμεναι τοῖς γένεσιν οὐ ποιοῦσιν εἴδη οὐδὲ γένη, ὅτι οὐδὲ ὡρισμένον δηλοῦσι. καὶ εἴη ἄν καὶ τοῦτο ὡς ἄτοπον ἑπόμενον τοῖς τὸ ἓν καὶ τὸ ὂν γένος λέγουσιν, ἔπειτα τῇ τοὐ γένους εἰς δύο διαιρέσει τὰ εἴδη καὶ τοὺς ὁρισμοὺς ποιοῦσι. δεῖ μὲν γὰρ καὶ τὰ μεταξύ, ἃ γίνεται συντιθεμένων τῶν διαφορῶν τοῖς γένεσι, γένη καὶ τὰ αὐτὰ εἴδη γίνεσθαι· ἐκείνοις δὲ τοῖς εἰς δύο διαιροῦσι τὰ γένη οὐκ ἀκολουθεῖ τοῦτο. ἔτι στερήσει ἀναγκάζονται διαιρεῖν, οὐ ποιεῖ δὲ ἡ στερητικὴ δια|φορὰ συντιθεμένη τῷ γένει εἶδος. πολλὰ οὖν γένη τῶν αὐτῶν ἀτόμων ἐστὶ καὶ πολλαὶ ἀρχαί, εἰ τὸ ὂν καὶ τὸ ἓν γένη τε καὶ ἀρχαὶ τῶν ὄντων. τὸ δὲ μέχρι τῶν ἀτόμων λέγοι ἂν τῶν ἐσχάτων εἰδῶν· ταῦτα γὰρ οὐκέτι διαφοραῖς διαιρεῖται. ἔτι δὲ οὐδὲν ἧττον κατά γε τοῦτον τὸν λόγον αἱ διαφοραὶ ἀρχαὶ ἢ τὰ γένη· κοιναὶ γὰρ καὶ αὗται καὶ κατὰ πλειόνων κατηγοροῦνται. εἰ δὴ καὶ αἱ διαφοραὶ ἀρχαί κοινὰ γὰρ καὶ τὰ γένη τὰ ταῖς διαφοραῖς συλλαμβανόμενα), πολλαὶ καὶ σχεδὸν ἄπειροι ἔσονται αἱ ἀρχαί, ἄλλως τε καὶ εἰ τὸ ἀνωτάτω τις γένος ὡς ἀρχὴν λαμβάνει· πλείους γὰρ τοῦ τοιούτου γένους διαφοραί. ὃ δοκεῖ ἄλογον εἶναι· καὶ γὰρ οἱ τὰ γένη τιθέμενοι ἀρχάς, ἐκφυγεῖν οἰόμενοι τὸ πλῆθος τῷ τὸ κοινὸν λαμβάνειν, ἀρχὴν ἐτίθεντο τοῦτο. ὡς δὲ ἀκολουθοῦν τῷ τὸ πρῶτον γένος ἀρχὴν τιθεμένῳ τὸ καὶ τἆλλα γένη τὰ μετὰ τὸ πρῶτον ἀρχὰς λέγειν, οὕτως εἶπεν. αἱ δὲ διαφοραὶ εἰ καὶ ἐπὶ πλέον λέγονται τῶν εἰδῶν τῶν γιγνομένων ὑπ’ αὐτῶν, ἀλλ’ οὐ κατηγοροῦνται αὐτῶν ἐν τῷ τί ἐστιν, οὐδὲ ὡς γένη. Ἀλλὰ μὴν καίει μᾶλλόν γε ἀρχοειδὲς τὸ ἕν ἐστιν. ἐπιχειρήσας πρῶτον ὅτι τὰ ἀνωτάτω γένη μᾶλλον ἀρχαὶ τῶν ὄντων, νῦν ὅτι τὰ εἴδη μᾶλλον ἀρχαὶ τῶν γενῶν ἐπιχειρεῖ δεικνύναι. εἰ γὰρ τὸ ἓν ἀρχῆς ἐπέχει χώραν, τὸ μᾶλλον ἓν μᾶλλον ἄν ἀρχὴ εἴη. ἀλλὰ μὴν τὸ ἓν ἀδιαίρετόν ἐστιν· τὸ γὰρ μὴ διῃρημένον ἢ ἀδιαίρετον μᾶλλον ἀρχή, εἴ γε μᾶλλον ἕν· μᾶλλον δὲ ἀδιαίρετον τὸ εἶδος τοῦ γένους, ὥστε καὶ μᾶλλον ἀρχή. ὅτι δὲ μᾶλλον ἀδιαίρετον, οὕτως ἔδειξε.. τὸ ἀδιαίρετον ἢ κατ’ εἶδος ἢ κατὰ τὸ ποσόν· κατ’ εἶδος μὲν ἀδιαίρετον τὸ μηκέτι εἰς εἶδος διαιρούμενον, ὁποῖά ἐστι τὰ ἄτομα εἴδη, κατὰ δὲ τὸ ποσὸν ἀδιαίρετον τὸ μὴ τῷ ἀριθμῷ διαιρούμενον, οἷόν ἐστι τὸ ἓν τῷ ἀριθμῷ καὶ καθ’ ἕκαστον· ἕκαστον γὰρ τούτων ἓν ὂν τῷ ἀριθμῷ οὐκέτι εἰς ποσὰ πολλὰ κατ’ ἀριθμὸν ὅμοια αὐτῷ διαιρεῖται· τὸ γὰρ κατὰ τὸ ποσὸν διαιρετὸν κατὰ ἀριθμὸν νῦν λέγει. πρῶτον δὲ τῇ τάξει καὶ τῇ φύσει τῶν ἀδιαιρέτων τούτων τὸ τῷ εἴδει ἀδιαίρετον † τοῦ κατὰ τὸ ποσὸν διαιρουμένου τὸ δὲ τῷ ποσῷ ἀδιαίρετον. τοῦτο ἔξωθεν ἱστορήσας μετὰ ταῦτα δείκνυσιν ὅτι τὰ μὲν γένη εἰς εἴδη διαιρεῖται, τὰ δὲ ἔσχατα εἴδη ἀδιαίρετα κατ’ εἶδος, διὸ καὶ μᾶλλον ἀρχαὶ εἶεν τὰ ἔσχατα εἴδη μᾶλλον ὄντα ἕν. εἰπὼν δὲ τὰ γένη διαιρεῖσθαι εἰς εἴδη, ἵνα μή τις ἡγῆται καὶ τὰ ἄτομα εἴδη αὐτὸν λέγειν, ὃ μέχρι νῦν ἔλεγεν, ἐπήνεγκε τὸ οὐ γὰρ γένος ἄνθρωπος τῶν τινῶν, ὧν κατηγορεῖται, ἀνθρώπων καὶ εἰς οὗς | διαιρεῖται· διαιρεῖται μὲν γὰρ ὁ ἄνθρωπος, ἀλλ’ οὐκ εἰς εἴδη οὐ γάρ ἐστι γένος) ἀλλ’ εἰς ἄτομα μόνον, τὸ δὲ γένος κατὰ τὰ εἴδη καὶ κατὰ τὰ ἄτομα διαιρεῖται. Ἔτι ἐν οἷς ἐστι τὸ πρότερον καὶ ὕστερον, οὐχ οἷόν τε τὸ ἐπὶ τούτων εἶναί τι παρὰ ταῦτα. Καὶ τοῦτο ἐπιχειρεῖ πρὸς τὸ ὅτι δεῖ τὰ ἔσχατα γένη, τουτέστι τὰ ἄτομα εἴδη, μᾶλλον ἀρχὰς λέγειν τῶν ἀνωτάτω καὶ κοινοτάτων γενῶν· τὰ γὰρ γένη τὰ κατὰ τῶν εἰδῶν κατηγορούμενα οὐδὲ τὴν ἀρχὴν ἔστι τι παρὰ τὰ εἴδη ὧν κατηγορεῖται. δείκνυσι δ’ αὐτὸ οὕτως. ἐν οἷς τὸ πρότερον καὶ ὕστερόν ἐστι, τὸ ἐπὶ τούτοις κοινῶς κατηγορούμενον ὡς γένος οὐδέν ἐστι παρὰ ταῦτα ὧν κατηγορεῖται· οἷον εἰ ἐπ’ ἀριθμῶν πρώτη τῶν ἀριθμῶν δυὰς ἢ τριάς, οὐκ ἔστιν ἀριθμοῦ τις ἄλλη φύσις παρὰ τούτους τοὺς ἀριθμούς, δυάδα καὶ τριάδα καὶ τοὺς ἑξῆς, ὧν ὡς γένος κατηγορεῖται. ὁμοίως καὶ ἐπὶ τῶν σχημάτων οὐδέν ἐστι τὸ κοινῶς κατηγορούμενον τῶν σχημάτων ὡς σχῆμα παρὰ τρίγωνον καὶ τετράγωνον καὶ τὰ λοιπὰ σχήματα, ἐπεὶ καὶ ἐν τούτοις πρῶτον μέν ἐστι τὸ τρίγωνον, εἶτα τὸ τετράγωνον καὶ τὰ ἄλλα ἀκολούθως τούτοις κατὰ τὴν τάξιν. τοῦτο δὲ λαμβάνει ὡς κἀκείνοις δοκοῦν· οὗτοι γὰρ ἀρχὰς τῶν ὄντων τὰ ἀνωτάτω ἐτίθεντο γένη, ὡς ἱστόρησε, τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ μέγα καὶ μικρόν εἰσὶ δὲ οὗτοι οἱ περὶ Πλάτωνα)· ἐν οἷς γὰρ τὸ πρότερον καὶ ὕστερόν ἐστιν, ἐν τούτοις ἔλεγον μὴ εἶναί τι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται. διὰ τοῦτο γοῦν οὐδὲ ἰδέαν ἔλεγον εἶναι τούτων, ὡς ἱστορεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ πρώτῳ τῶν Νικομαχείων ἠθικῶν. λαβὼν οὖν τὸ ἐν τούτοις κατ’ αὐτοὺς ἐκείνους μηδὲν εἶναι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται μήτε γὰρ ἐν ἀριθμοῖς μήτε ἐν σχήμασι), προστίθησιν αὐτὸς τὸ εἰ μὴ ἐπὶ τούτων ἔστι κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται * * * τοῦτο δὲ ἤτοι ὡς πᾶσι τοῖς γένεσιν ὄντος τινὸς προτέρου καὶ ὑστέρου καὶ μέσης τινὸς διαφορᾶς ἔν τε τοῖς αὐτοῖς κατηγορουμένοις καὶ ἐν τοῖς ἄλλοις γένεσιν, ἀλλ’ ὁμοίως τούτων τε καὶ ἐκείνων ὄντων γενῶν. εἰ οὖν ἐν τοῖς μάλιστα δοκοῦσι γένεσιν εἶναι μὴ ἔστι τι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται, οὐδὲ ἐν τοῖς ἄλλοις ἄν εἴη, κἂν εἰ μή ἐστιν ἐν αὐτοῖς τὸ πρότερον καὶ ὕστερον. διὰ τοῦτο δὲ μάλιστα δοκοῦσι γένη τε καὶ ἀρχαὶ εἶναι, ὅτι μάλιστα ὄντα ἐδόκουν αὐτοῖς εἶναι οἱ ἀριθμοὶ καὶ τὰ σχήματα, ὧν τὰ γένη μάλιστα ἄν εἴη. ἔτι δοκεῖ ἐναργῶς τὸ μὲν σχῆμα τῶν σχημάτων ὁ δὲ ἀριθμὸς τῶν ἀριθμῶν ὡς γένος κατηγορεῖσθαι. εἰ οὖν τὸ ἐν τούτοις κοινὸν μὴ ἀρχή, οὐδ’ ἄν τὸ ἐν τοῖς ἄλλοις. εἰ γὰρ μηδέν ἐστι τὸ κοινὸν καὶ γένος παρὰ τὰ εἴδη ὧν κατηγο|ρεῖται, οὐδ’ ἄν ἀρχὴ εἴη, ἀλλὰ μᾶλλον τὰ εἴδη τὰ κατὰ τῶν ἀτόμων κατηγορούμενα· ἐν γὰρ τοῖς ἀτόμοις οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δ’ ὕστερον, ὥστε τὸ κατὰ τούτων κατηγορούμενον εἶδος μηδὲν εἶναι δοκεῖν παρὰ τὰ ἄτομα. εἰ δὲ ἐπὶ τῶν σχημάτων καὶ τῶν ἀριθμῶν μή ἐστι τὸ σχῆμα καὶ ὁ ἀριθμός, τὰ κοινά, ἀρχαί, ἀλλὰ τὸ τρίγωνον καὶ ἡ δυὰς τῶν καθ’ ἕκαστα δυάδων, οὕτως ἂν καὶ ἐπὶ τῶν ἄλλων ἔχοι, καὶ εἴη ἄν τὰ ἄτομα εἴδη ἀρχαί, οὐ τὰ κοινὰ γένη. τοῖς δὲ προειρημένοις προστίθησι δεικνὺς ὅτι ἐν πᾶσι τοῖς γένεσίν ἐστι τὸ μὲν πρότερον τὸ δ’ ὕστερον· ἔστι γὰρ εἷς τοῦ προτέρου τρόπος καὶ τὸ βέλτιον, ὡς ἐν τῇ τοῦ προτέρου διαιρέσει ἐν Κατηγορίαις ἔδειξεν, ἐν πᾶσι δὲ τοῖς γένεσίν ἐστι τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον τῶν εἰδῶν· ὥστε οὐδὲν τῶν γενῶν ἀρχή, ἀλλὰ μᾶλλον ἔσται τὰ ἄτομα εἴδη ἀρχαί, ὅτι τῶν ὑπ’ αὐτὰ ἀτόμων οὐκ ἔστι τὸ μέν τι πρῶτον τὸ δὲ ὕστερον. συνεχρήσατο δὲ πρὸς τὴν ἀπορίαν τῇ τοῦ πρώτου ὁμωνυμίᾳ· τῇ δὲ τοῦ πρώτου ὁμωνυμίᾳ χρῆται πρὸς τὸ δεικνύναι μηδὲν ὂν τὸ γένος παρὰ τὰ ὧν κατηγορεῖται. ἐπὶ γοῦν τῶν ζῴων τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον. ὁ θεὸς βέλτιον· διὰ τοῦτο καὶ πρῶτον. τῶν ἄλλων πάλιν ζῴων ὁ ἄνθρωπος ζῷον βέλτιόν τε καὶ πρῶτον. ἀλλὰ καὶ ἐν χρώμασι τὸ λευκὸν βέλτιον τῶν ἄλλων, καὶ ἐν χυμοῖς ὁ γλυκύς. εἰπὼν δὲ ταῦτα ὑπὲρ τοῦ δεῖξαι τὰ εἴδη μᾶλλον καὶ τὰ ἔσχατα γένη ἀρχὰς τῶν κοινῶν καὶ γενικωτάτων ἐπιφέρει ἐκ μὲν οὖν τούτων μᾶλλον φαίνεται τὰ ἐπὶ τῶν ἀτόμων κατηγορούμενα ἀρχαὶ εἶναι τῶν γενῶν. ἑξῆς δὲ πάλιν ἐπιχειρεῖ πρὸς τὸ μὴ δύνασθαι τὰ ἄτομα εἴδη ἀρχὰς εἶναι. ἡ δὲ ἐπιχείρησις τοιαύτη. δεῖ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν τινὸς εἶναι παρὰ τὸ πρᾶγμα τοῦτο οὗ ἀρχὴ καὶ αἰτία ἐστί, καὶ δύνασθαι χωρὶς ἐκείνου εἶναι οὗ ἐστιν αἰτία. οὐδὲν δὲ δύναται εἶναι καθ’ αὑτὸ κεχωρισμένον, ὃ μή ἐστι καθ’ ἕκαστον. εἰ γάρ τις τὰ εἴδη λέγοι εἶναι, ὅτι καθόλου πάντων τῶν ὑφ’ ἑαυτὰ καὶ τῶν καθ’ ἕκαστα κατηγορεῖται, καὶ ἔστιν ἄλλο ἑκάστου αὐτῶν, καὶ διὰ τοῦτο ἀρχὰς αὐτὰ λέγοι, τούτῳ τῷ λόγῳ τὰ ἐπαναβεβηκότα γένη μᾶλλον ἀρχαὶ τῶν εἰδῶν ἔσονται· μᾶλλον γὰρ ἐκεῖνα κοινὰ καὶ πλειόνων κατηγορεῖται. πάνυ δὲ κατὰ τὸ ἔνδοξον καὶ λογικῶς ἐπικεχείρηκε ταῦτα. Ἔστι δ’ ἐχομένη τε τούτων ἀπορία καὶ πασῶν χαλεπωτάτη καὶ ἀναγκαιοτάτη θεωρῆσαι, περὶ ἧς ὁ λόγος ἐφέστηκε νυν. Χαλεπωτάτην τέ φησιν ἀπορίαν καὶ ἀναγκαιοτάτην εἶναι τὸ διορισθῆναι πρὸς τὴν γνῶσιν τῶν ἀρχῶν καὶ ὅλως πρὸς τὴν προκειμένην πραγματείαν, ἣ ἤρτηται μὲν τῶν εἰρημένων πρὸ ὀλίγου περί τε τῶν γενῶν καὶ τῶν | εἰδῶν, ἐχομένη δέ ἐστι τῆς προειρημένης, ὅτι ἐν ἐκείνῃ μὲν ἐζητοῦμεν πότερον μᾶλλον ἀρχὴ τῶν κοινῶν τὸ κοινότερον ἢ τὸ προσεχέστερον, ἔπειτα ὅτι δεῖ τὴν ἀρχὴν χωριστὴν εἶναι καὶ αὐτὴν καθ’ αὑτὴν ὑφίστασθαι λαμβάνοντες, ἀνῃροῦμεν τὸ εἶναί τι ἐκείνων ἀρχήν, ἐνταῦθα δὲ ζητεῖται εἰ ἔστι τι παρὰ τὰ καθ’ ἕκαστα καὶ τὰ ἄτομα τὸ κοινὸν τοῦτο, ὃ λέγομεν γένος καὶ εἶδος, εἴτε καὶ μή· καὶ τίνα τε ἄτοπα ἕπεται τεθέντος μὴ εἶναι δείκνυσι, κἄν λέγῃ τις εἶναι, πάλιν τὰ τῇ ὑποθέσει ταύτῃ χαλεπὰ ἑπόμενα ἐρεῖ. εἰ μὲν οὖν μηδὲν εἴη παρὰ τὰ καθ’ ἕκαστα, ἀναιρεθήσεται ἐπιστήμη· τὰ μὲν γὰρ καθ’ ἕκαστα ἄπειρα, τῶν δὲ ἀπείρων ἀδύνατον γνῶσιν καὶ ἐπιστήμην καὶ περίληψιν γενέσθαι· ἡ γὰρ γνῶσις καὶ ἡ ἐπιστήμη τῶν καθ’ ἕκαστα γίγνεσθαι δοκεῖ, καθὸ ἕν τι καὶ ταὐτόν ἐν πᾶσιν αὐτοῖς· κατὰ γὰρ τὸ καθόλου κοινῶς αὐτῶν κατηγορούμενον· ὅπερ εἰ μὴ εἴη, οὐδ’ ἂν γνῶσις αὐτῶν δύναται γίγνεσθαι. εἰ δὲ ἔστιν ἐπιστήμη καὶ γνῶσις, ὅλως ἀκολουθήσει τὸ καὶ παρὰ τὰ καθ’ ἕκαστα εἶναί τι κοινόν, καθ’ ὃ ἡ γνῶσις καὶ ἡ ἐπιστήμη συστήσεται, τοῦτο δέ ἐστι τὸ γένος ἢ τὸ ἔσχατον, ὃ κυρίως εἶδος καλεῖται, ἢ τὸ πρῶιον, ὃ γένος ἐστίν. καὶ ὅτι μηδὲν τούτων ἐστίν, ἄρτι, φησί, διηπορήσαμεν, ἀναπέμπων ἡμᾶς ἐφ’ ἃ εἴρηκε ζητῶν εἰ τὸ εἶδος ἀρχή· εἶπε γὰρ “τὴν μὲν ἀρχὴν δεῖ καὶ τὴν αἰτίαν εἶναι παρὰ τὰ πράγματα ὧν ἀρχή, καὶ δύνασθαι εἶναι χωριζομένην αὐτῶν· τοιοῦτον δέ τι παρὰ τὰ καθ’ ἕκαστον εἶναι διὰ τί ἄν τις ὑπολάβοι.” ἀλλὰ καὶ πρὸ ὀλίγου δοκεῖ δεδεῖχθαι ὅτι τὸ κοινῶς κατηγορούμενόν τινων οὐδέν ἐστι παρὰ τὰ ὧν κατηγορεῖται· δείξας γὰρ ἐπὶ τῶν σχημάτων καὶ τῶν ἀριθμῶν τοῦτο ὁμολογούμενον, ὅτι ἐν αὐτοῖς ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον, ἐπήνεγκεν ὅτι εἰ μὴ ἐπὶ τούτων, οὐδὲ ἐπὶ τῶν ἄλλων ἔσται τι τὸ κοινὸν παρὰ τὰ καθ’ ἕκαστα· εἰ γὰρ ἦν, μάλιστα ἐπὶ τούτων ἦν. Ἔτι εἰ ὅτι μάλιστα ἔστι τι παρὰ τὸ σύνολον, ὅταν κατηγορηθῇ τῆς ὕλης. Τὸ μὲν σύνολον λέγει τὸ κάθ’ ἕκαστον καὶ αἰσθητὸν καὶ συναμφότερον ἐξ ὕλης καὶ εἴδους· τοῦτο γὰρ μᾶλλον ἔθος αὐτῷ λέγειν τὸ καθ’ ἕκαστα καὶ συγκεχυμένον. τὸ δὲ ὅταν κατηγορηθῇ τι τῆς ὕλης ἤτοι δηλωτικόν ἐστι τοῦ ὅλου καὶ συνόλου τότε γὰρ ὅλον τί ἐστιν, ὅταν κατηγορηθῇ τι τῷ ὕλης, τουτέστιν ὅταν ἐν τῇ ὕλῃ ἐπιγένηται· τοῦτο δέ ἐστι τὸ εἶδος· εἶδος γὰρ ἡ ὕλη λαβοῦσα γίγνεται τὸ σῶμα), ἢ τῆς ὕλης τοῦ ὑποκειμένου νῦν λέγει, ὃ σύνολον εἶπεν, ὅταν κατηγορηθῇ μέν] τι τῶν αἰσθητῶν, ἅ ἐστιν ὅλα καὶ ὡς ὗλαι ὑποκείμεναι τῷ κατηγορουμένῳ ἔστι τι] τοῦτο, ὃ κατηγορηθῇ αὐτῶν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰ καὶ δοθείη εἶναι τὸ καθόλου, τουτέστι τὰ γένη καὶ εἴδη ταῦτα γὰρ τὰ κατηγορούμενα τῆς ὡς ὕλης οὐσίας, ἥτις ἐστὶν ἡ ἄτομος), παρὰ τὰ ὧν ἐστι γένη καὶ εἴδη ἀτόμων, πότερον παρὰ πάντα τὰ ἄτομά ἐστι ταῦτα τὰ καθόλου καὶ ἐπὶ πᾶσιν ἀτόμοις, εἴτε φυσικὰ εἴη εἴτε τεχνικά, εἶναί τι τὸ κοινὸν παρ’ ἐκεῖνα, ἢ παρὰ μὲν ἔνια ἄτομα ἔστι τι τὸ κοινόν, παρὰ δὲ ἔνια οὐδέν ἐστι κοινόν. εἰπὼν δὲ ταῦτα, ἃ εἵπετο τῇ ὑποθέσει, ἑξῆς ἐπήνεγκε τὸ ἢ παρ’ οὐθέν ἐστιν, ἀναιρετικὸν ὂν τῆς ὑποθέσεως. εἰ γὰρ παρὰ μηδὲν εὑρίσκοιτο τῶν καθ’ ἕκαστα δυνάμενον κοινὸν εἶναι * * χωριστόν. προσθεὶς δὲ ταῦτα, ἄρχεται ἀπὸ τοῦ τελευταίου τοῦ εἰ παρὰ μηδέν, καὶ δείκνυσι τίνα ἕπεται ἄτοπα, εἰ μηδ’ ὅλως εἴη παρὰ μηδὲν τῶν καθ’ ἕκαστα τὸ κοινόν· οὐδὲν γὰρ ἔσται τὸ νοητόν, ἀλλὰ πάντα τὰ ὄντα αἰσθητά· τοιοῦτον γὰρ τὰ ὅλα καὶ συναμφότερα, παρ’ ἃ κεῖται μηδὲν ἄλλο εἶναι. εἰ δὲ μή ἐστι νοητόν τι, οὐδὲ ἐπιστήμη οὐδενὸς ἔσται· κατὰ γὰρ τὰ κοινά, ἅ ἐστι νοητά, αἱ ἐπιστῆμαι, εἰ μὴ βούλοιτό τις λέγειν τὴν αἴσθησιν ἐπιστήμην· ἐπιστητὰ γὰρ πάντα ἔσται καὶ οὕτω γνωστὰ οὐ κατὰ τὴν κυρίως ἐπιστήμην λεγομένην. προστίθησι δὲ τούτοις ὅτι οὐδὲ ἀίδιον οὐδὲ ἀκίνητον· τὰ γὰρ αἰσθητὰ πάντα φθείρεται καὶ ἐν κινήσει ἐστίν, τουτέστιν ἐν ῥύσει· κατὰ τὸ ἔνδοξον ἐπιχειρῶν, καὶ καθ’ οὓς ἐδόκει πάντα τὰ αἰσθητὰ γεννητὰ εἶναι καὶ φθαρτά. μάλιστα δὲ τοῦτο ἐδόκει Πλάτωνι· καὶ γὰρ εἰ ὑπετίθετο τὸν κόσμον μὴ φθαρήσεσθαι, ἀλλὰ τῇ γε αὐτοῦ φύσει φθαρτὸν αὐτὸν ἔλεγεν εἶναι. ἄλλως δὲ καὶ εἵπετο φθαρτὸν αὐτὸν εἶναι, γεννητόν γε ὄντα, ἐπεὶ αὐτῷ γε κινεῖσθαι μὲν πάντα δοκεῖ τὰ αἰσθητά, οὐ μὴν καὶ φθαρτὰ εἶναι· τὸ γὰρ κυκλοφορητικὸν σῶμα πᾶν ἀγένητόν τε καὶ ἄφθαρτον ἡγεῖται. ἀλλὰ νῦν, ὡς ἔφην, κατὰ τὸ ἔνδοξον ἐπιχειρεῖ· οἷς γὰρ δοκεῖ πάντα τὰ αἰσθητὰ ἔνυλα εἶναι καὶ ἐν ῥύσει συνεχεῖ, τούτοις καὶ φθαρτὰ αὐτὰ εἶναι δοκεῖ. λαβὼν δὲ τὸ μηδὲν ἔσεσθαι ἀίδιον, εἰ μή τι εἴη παρὰ τὰ αἰσθητά, ἐπιφέρει τούτῳ ὡς ἀκόλουθον τὸ ἀλλὰ μὴν εἴγε ἀίδιον οὐδέν ἐστιν, οὐδὲ γένεσιν εἶναι δυνατόν· ἀνάγκη γὰρ εἶναί τι τὸ γιγνόμενον καὶ ἐξ οὗ γίγνεται, καὶ τούτων τὸ ἔσχατον ἀγένητον, εἴπερ ἵσταταί τε καὶ ἐκ μὴ ὄντος γίγνεσθαι ἀδύνατον, δεικνὺς ὅτι εἰ μή ἐστί τι ἀίδιον, οὐδὲ γένεσις ἔσται, εἰ δὲ μὴ γένεσις, οὐδὲ τὰ γενητά, εἰ δὲ μὴ τὰ γενητά, οὐδὲ τὰ αἰσθητά· ᾧ ἀκολουθεῖ τὸ εἰ μόνα τὰ αἰσθητά ἐστι, μηδὲ τὰ αἰσθητὰ ἔσεσθαι. | ὅτι δὲ εἰ μή ἐστί τι ἀίδιον, οὐδὲ γένεσις ἔσται, οὕτως ἔδειξεν. εἰ γίγνεταί τι, ἀνάγκη εἶναί τι τό τε γιγνόμενον, τουτέστιν ὃ γίγνεται τὸ γιγνόμενον, καὶ ἄλλο τούτου τὸ ἐξ οὗ γίγνεται· οἷον εἰ ἄνθρωπος γίγνεται, δεῖ εἶναι καὶ δύνασθαι εἶναι καὶ τοῦτο ὃ γίγνεται ἄνθρωπος ἀνυπάρκτου γὰρ ὄντος τοῦ ἀνθρώπου οὐδ’ ἄν γένοιτο ἄνθρωπος), δεῖ οὖν εἶναί τι τὸν ἄνθρωπον ὃ λέγεται γίγνεσθαι, καὶ ἔτι τὸ ἐξ οὗ γίγνεται οὗτος· πᾶν γὰρ τὸ γιγνόμενον ἐξ οὐ τοιούτου· εἰ γὰρ ἦν τοῦτο, οὐκ ἄν ἐγίνετο· τοῦτο δέ ἐστι τὸ ὑποκείμενον καὶ ὕλη. τούτων ὑποκειμένων ἐξ ὧν γίγνεται τὰ γιγνόμενα πλείω γὰρ τὰ προσεχῆ ὑποκείμενα· ἄλλο γὰρ ἄλλῳ τῶν ὑποκειμένων τὸ προσεχῶς ὑποκείμενον) τούτων δὴ τῶν ὑποκειμένων, φησίν, ἀνάγκη τὸ ἔσχατον ὑποκείμενον ἀίδιον εἶναι. ἔσχατον δὲ ὑποκείμενόν ἐστιν ἡ πρώτη ὕλη· ἀναλύοντες γὰρ τὰς προσεχεῖς ὕλας τῶν γιγνομένων ἐν ἐκείνῃ ἐσχάτῃ παυόμεθα. ἣν ἐσχάτην ὅτι ἀναγκαῖόν ἐστιν ἀίδιον εἶναι, δείκνυσιν ἐκ τοῦ εἰ μή ἐστί τι ἔσχατον ὑποκείμενον ἀίδιον, ἐξ οὗ ἡ γένεσις, ἀκολουθήσει ἢ ἐπ’ ἄπειρον γίγνεσθαι ἄλλο ἐξ ἄλλου ἢ ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι· ἀμφότερα δὲ ἀδύνατα. εἰ γὰρ πᾶν τὸ ληφθὲν ὑποκείμενον γέγονε, δεήσει αὐτὸ ἢ ἐξ ἄλλου ὑποκειμένου γεγονέναι ἢ ἐκ τοῦ μὴ ὄντος, εἰ γέγονε μέν, οὒκ ἐξ ὑποκειμένου δέ. ἀλλὰ μὴν ἀμφοτέρως ἀδύνατον. οὔτε γὰρ ἐκ μὴ ὄντος οἷόν τε γίγνεσθαι· κοινὴ γὰρ αὕτη δόξα τῶν περὶ φύσεως εἰπόντων τι, τὸ μηδὲν ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι, καὶ φανερῶς ἄτοπον καὶ ἀδύνατον τὸ οὕτω τι λέγειν γίγνεσθαι. ἀλλὰ μὴν οὐδὲ ἐπ’ ἄπειρον οἷόν τε ἄλλο ἄλλου αἴτιον εἶναι καὶ ἄλλο ἄλλῳ ὑποκεῖσθαι κατ’ εὐθυωρίαν, ὡς ἔδειξεν ἐν τῷ ἐλάττονι τῶν Α ὄντι πρὸ τούτου. εἰ τοίνυν μηδέτερον, ἢ οὐκ ἔσται γένεσις, ἢ τὸ πρῶτον ὑποκείμενον ἀίδιον καὶ ἀγένητον ἔσται. ἕπεται ἄρα τῷ μηδὲν ἀίδιον εἶναι τὸ μηδὲ γένεσιν εἶναι. δύναται δὲ τὸ καὶ τούτων εἰρῆσθαι μὴ μόνον ἐπὶ τῆς ὕλης, ἥτις ἐστὶ τὸ ἐξ οὗ γίγνεται, ἀλλὰ καὶ ἐπὶ τοῦ γινομένου· δοκεῖ γὰρ ἐν τοῖς κατὰ φύσιν γιγνομένοις τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γίγνεσθαι· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, ὥστε εἰ γίγνεται ἄνθρωπός τις, δεῖ ἄνθρωπον εἶναι· τὸν γὰρ ποιοῦντα καὶ γεννῶντα. ἀναγκαῖον δὲ καὶ ἐπὶ τούτων εἶναι ποιητικὸν ἀίδιον, καὶ αὐτὸς μετὰ τὸ περὶ τῆς ὕλης εἰπεῖν ἐπιχειρεῖ δεικνύναι ὅτι καὶ τὸ γινόμενον ἀίδιον εἶναι δεῖ. Ἔτι δὲ καὶ γενέσεως οὔσης καὶ κινήσεως ἀνάγκη καὶ πέρας εἶναι. Ἡ ἐπιχείρησις καὶ αὕτη γίγνεται εἰς τὸ εἶναί τινα ἀρχὴν γενέσεως, ὅ ἐστι πρῶτον ὑποκείμενον ἀγέννητον, καὶ μὴ ἐπ’ ἄπειρον γίγνεσθαι ἄλλο | ἐξ ἄλλου. ἔστι δὲ δυνάμει τοιαύτη. εἰ πάσης κινήσεως καὶ πάσης γενέσεώς ἐστι πέρας, ἔστιν αὐτῶν ἀρχή· οὗ γάρ ἐστι πέρας, τούτου ἀνάγκη καὶ ἀρχὴν εἶναι· μὴ οὔσης γὰρ ἀρχῆς ἀλλ’ ἐπ’ ἄπειρον ἀνιούσης τῆς γενέσεως ἢ τῆς κινήσεως, οὐδ’ ἄν εἴη τέλος τι αὐτῶν. ἀλλὰ μὴν πάσης γενέσεως καὶ κινήσεως τέλος ἐστίν, ὃ ἔλαβε διὰ τοῦ οὔτε γὰρ ἄπειρός ἐστιν οὐδεμία κίνησις, ὃ ἐν ἄλλοις δέδεικται, διὰ τὸ πᾶσαν κίνησιν εἶναι πόθεν ποῖ· τό τε γὰρ αὐξανόμενον πέρας ἔχει τῆς αὐξήσεως τι, ὁμοίως δὲ καὶ τὸ ἀλλοιούμενον, ὁμοίως δὲ καὶ τὸ φθειρόμενον. ὥσπερ δὲ πάσης κινήσεως ἐστι πέρας, οὕτω καὶ γενέσεως· οὐδὲν γὰρ ἀδύνατον γενέσθαι γίγνεται· καὶ γὰρ καὶ τοῦτο δέδεικται. ὃ γὰρ οὐχ οἶόν τε γενέσθαι οὐδὲ γίγνεται· οὐ γὰρ γίγνεται σύμμετρος ἡ διάμετρος, ὅτι οὐ δύναται γενέσθαι τε καὶ ἐπιτελεσθῆναι. ἀδύνατον δὲ γενέσθαι τὸ πέρας μὴ ἔχον τῆς γενέσεως ἀλλὰ γιγνόμενον ἐπ’ ἄπειρον, ὥστε οὐδὲ τὴν ἀρχὴν γίγνεται. πᾶν ἄρα τὸ γιγνόμενον γενέσθαι δύναται, τὸ δὲ δυνάμενον γενέσθαι κἄν γένοιτο. ἀλλὰ μὴν τὸ γεγονὸς ἀνάγκη εἶναι ὅτε πρῶτον γέγονεν· τὸ γὰρ γεγονὸς ὅτε ἔστι πέπαυται γιγνόμενον· δέδεικται γὰρ τοῦτο ἐν τῷ Z τῆς Φυσικῆς ἀκροάσεως. εἰ δὲ ἔστιν ὅτε πρῶτον γέγονεν, ἔστι πέρας παντὸς τοῦ γιγνομένου· τοῦ γὰρ τοῦτο λαβεῖν χάριν ἐχρήσατο τῷ τὸ γεγονὸς ἀνάγκη εἶναι ὅτε πρῶτον γέγονεν. ἔστιν ἄρα καὶ ἀρχὴ παντὸς γιγνομένου τε καὶ κινουμένου. εἰ δὲ τοῦτο. οὐκ ἐπ’ ἄπειρον ἄλλο ἐξ ἄλλου γίγνεται. εἰ δὲ μὴ τοῦτο, ἔστι τι ἀίδιον ἔσχατον ὑποκείμενον. ἀσαφὴς δὲ ἡ ἐπιχείρησις δοκεῖ τῷ παραλιπεῖν αὐτὸν τὸ ἀκολουθοῦν τῷ εἶναι πάσης κινήσεως καὶ γενέσεως πέρας. ἦν δὲ τὸ ὧν ἐστι πέρας, καὶ ἀρχὴν τούτων εἶναι. τοῦτο γὰρ ὡς γνωρίμως ἑπόμενον παραλιπών, μόνον ἔδειξεν ὅτι πάσης κινήσεως καὶ γενέσεως ἔστι πέρας. καὶ ἡ κυκλοφορητικὴ δὲ κίνησις πέρας ἔχει· ἀπὸ γὰρ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ γίνεται, καὶ ἡ ἀπειρία ταύτης τῷ πάλιν τὴν αὐτὴν γίγνεσθαι κίνησιν, οὐ τῷ ἄλλοτε ἄλλην. Ἔτι δὲ εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι, πολὺ μᾶλλον εὔλογον εἶναι τὴν οὐσίαν. Δείξας ὅτι ἔστι τι ἔσχατον ἀίδιον ὑποκείμενον τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἔτι δὲ εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι· ἀδύνατον γάρ, εἰ μὴ εἴη τι τοιοῦτον, γένεσιν εἶναι· καὶ γὰρ εἰ ἐπ’ ἄπειρον ἡ ὕλη προίοι, οὐδὲν ἂν ἐκ τῆς ὕλης γίνοιτο τῷ μηδέποτε ἄλλην ἐξ ἄλλης γινομένην ὕλην παύεσθαι † ἐκλυούσης τῆς ὕλης τὰ ἐκ τῆς ἄλλης ἀλλ’ οὐκ ἐγγινομένης) δείξας οὖν ὅτι τὸ πρῶτον ὑποκείμενον δεῖ ἀγένητον εἶναι καὶ οὐκ ἐπ’ ἄπειρον γίγνεσθαι ἄλλο ἐξ ἄλλου, νῦν δείκνυσιν ὅτι καὶ τὸ εἶδος, ὃ γίγνεται ἐν τῇ ὕλῃ, εἶναι δεῖ ἀίδιον, δεικνὺς διὰ τούτων καὶ κατασκευάζων ὅτι ἔσται τις οὐσία μοναδικὴ ἀίδιος. εἰ γὰρ ἔστι φύσις τῆς ὕλης, εὐλογώτερον τὴν οὐσίαν εἶναι ταύτην, ἣν ἡ ὕλη δέχεται· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ὅ ποτε ἐκείνη γίγνεται. οὐσίαν δὲ τὸ εἶδος λέγει· καθ’ ὃ γὰρ ἑκάστῳ τὸ εἶναι, τοῦτο οὐσία· ἡ γὰρ ὕλη δεξαμένη εἶδος παρέχεται τὸ γιγνόμενον ἐξ αὐτῆς γεγονός, τουτέστιν ὃ δέχεταί τε καὶ γίνεται. ὅτι οὖν εὔλογον καὶ τὸ εἶδος προϋπάρχειν ἀίδιον ἀίδιον ὄν, ὃ ἡ ὕλη δέχεται, οὕτω δείκνυσιν. ὥσπερ μὴ ὄντος τοῦ ὑποκειμένου ἀδύνατον ἦν γενέσθαι τι, οὕτω καὶ μὴ ὄντος τοῦ ὃ δέχεται τὸ ὑποκείμενον ἀδύνατον γένεσιν εἶναι· ὃ εἶπε διὰ τοῦ εἰ γὰρ μήτε τοῦτο ἔσται μήτε ἐκεῖνο, οὐδὲν ἔσται τὸ παράπαν, ὃ ἴσον ἐστὶ τῷ εἰ γὰρ μὴ ἀμφότερα εἴη ἥ τε ὕλη καὶ τὸ εἶδος ἀίδια, οὐδὲν ἂν τὸ παράπαν γένοιτο. ὅτι γὰρ τοῦτο λέγει, ἐδήλωσεν εἰπὼν ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον τὴν μορφὴν καὶ τὸ εἶδος, τὸ μὲν σύνολον λέγων τὸ γεγονός, τὸ συναμφότερον καὶ αἰσθητόν. δεῖν δὲ ἑκάτερον εἶναι λέγων, ἐξ ὧν εἶναι τὸ σύνολον, τήν τε ὕλην καὶ τὴν μορφὴν καὶ τὸ εἶδος, ὡς εἴπομεν λέγει γάρ, εἰ μήτε τοῦτο ἔσται μήτε ἐκείνη, λέγων τὸ εἶδος καὶ τὴν ὕλην, οὐθὲν ἔσται τὸ παράπαν), ἐπήνεγκεν εἰ δὲ τοῦτο ἀδύνατον, λέγων ἀδύνατον τὸ μηδὲν ἔσεσθαι, ἀνάγκη εἶναι παρὰ τὸ σύνολον, τουτέστι τὸ συναμφότερον, ὅ ἐστιν εἶδος ἐν ὕλῃ, τὴν μορφὴν καὶ τὸ εἶδος, ὑγιὲς μὲν λαμβάνων τὸ δεῖν, ὡς ἡ ὕλη, οὕτως εἶναί τι καὶ εἶδος ἀίδιον, οὐ μὴν τὸ ἐν τῇ ὕλη γινόμενον εἶναι δεῖ τοῦτο, ἀλλὰ τὸ ποιητικόν, ὃ εἰ εἴη ἰῷ ποιουμένῳ ὅμοιον, εἵη ἄν προυπάρχον πως. λαβὼν δὲ ἐκ τῆς ἐπιχειρήσεως τὸ δεῖν καὶ τὸ εἶδος προϋπάρχειν ὥσπερ καὶ τὴν ὕλην, ἵνα ἐξ αὐτῶν προϋπαρχόντων τὸ σύνολον καὶ συναμφότερον γένηται, ἐπὶ τούτοις ἀπορεῖ, ὃ καὶ αὐτὸ ἀρχόμενος τῆσδε τῆς ἀπορίας ἀπορήσειν προέθετο, εἰπὼν πότερον εἰ ἔστι παρὰ πάντα εἶναι δεῖ. εἰ γὰρ καὶ τὸ είδός τις θήσεται προϋπάρχειν καὶ ἀίδιον εἶναι τὸ γιγνόμενον ἐν τῇ ὕλῃ, ἐπὶ τίνων τῶν ὄντων τε καὶ γιγνομένων ἐρεῖ προϋπάρχειν τὸ εἶδος ἀίδιον ὄν, καὶ ἐπὶ τίνων οὔ; οὐ γὰρ ἐπὶ πάντων τῶν γιγνομένων οἷόν τε τοῦτο λέγειν. καὶ παρατίθεται τὰ κατὰ τέχνην γιγνόμενα, ἐφ’ ὧν ἄτοπον λέγειν τὸ ὑπὸ τοὐ τεχνίτου εἶδος ἐγγινόμενον τῇ ὕλῃ προϋπάρχειν τε καὶ ἀίδιον εἷναι. ταῦτα δὲ δύναται μὲν καὶ περὶ τῶν ἰδεῶν λέγεσθαι καὶ ἀπορεῖσθαι, δύναται δὲ καὶ ἁπλῶς περὶ τοῦ ἐνύλου εἴδους κατ’ ἀκολουθίαν τῆς ἀπορίας λέγεσθαι. Πρὸς δὲ τούτοις πότερον ἡ οὐσία μία πάντων ἔσται, οἷον τῶν ἀνθρώπων· οὐ γὰρ ἓν ἅπαντα ὠνὴ οὐσία μία. Καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις ἀπορεῖ, εἰ ἔστι καὶ τὰ εἴδη προϋπάρχοντα ὥσπερ ἡ ὕλη, πότερον ἓν εἶδος κατ’ ἀριθμόν ἐστι καὶ μία οὐσία κατὰ τὸν ἀριθμὸν πάντων τῶν ἀνθρώπων, ἢ πολλὰ καὶ τοσαῦτα ὅσοι οἱ ἄνθρωποι οἱ καθ’ ἕκαστα. εἰ μὲν γὰρ ἕν τις θήσεται κατὰ τὸν ἀριθμόν, εἷς ἄνθρωπος γενήσεται ἐκ τῆς ὕλης ἐκεῖνο δεξαμένης τὸ εἶδος· εἰ δὲ τοσαῦτα ὅσοι καὶ ἄνθρωποι καθ’ ἕκαστα, ἄλογον· τίνι γὰρ ἐκεῖνα τὰ χωρὶς ὕλης εἴδη τοῦ ἀνθρώπου λαμβανόμενα ἀλλήλων διοίσει; ὑλικαὶ γὰρ αἱ τῶν καθ’ ἕκαστα ἀνθρώπων πρὸς ἀλλήλους διαφοραί. ἐπὶ τούτοις ἀπορεῖ καὶ πως ἡ ὕλη δέχεται ταύτα τὰ προυπάρχοντα † εἴδη ἢ ὁπωσοῦν τὰ εἴδη, καὶ πῶς γίνεται καὶ ἔστιν ἕκαστον τῶν αἰσθητῶν, ἅ ἐστιν ὅλα ἐξ ἀμφοτέρων τούτων, πότερον συντεθέντων ἢ κραθέντων ἢ μιχθέντων; ἡ τίς ὁ τρόπος καθ’ ὃν ἡ ὕλη δεξαμένη τὰ εἴδη γίνεται ἃ γίνεται; ταῦτα δὲ καὶ ἐν ἄλλοις ἠπόρηκε, ζητῶν τί τὸ ἑνοῦν καὶ συνέχον τὸ εἶδος ἐν ὕλῃ, ἐν οἷς τὸ δυνάμει τῆς ὕλης φησὶν αἴτιον γίγνεσθαι τοῦ λαμβάνειν αὐτὸ καὶ μένειν ἐν αὑτῇ εἰς τοῦτο μεταβάλλουσαν, ὃ τέως ἐδύνατο, δηλονότι ποιητικοῦ τινος προυπάρχοντος αἰτίου. Ἔτι δὲ περὶ τῶν ἀρχῶν καὶ τοῦτο ἀπορήσειεν ἄν εἰ μὲν γὰρ εἴδει εἰσὶν ἕν. Ἠ ἀπορία ἀκόλουθος μέν ἐστι τῷ ἠπορημένῳ τῷ εἰ ἓν κατ’ ἀριθμὸν τὸ εἶδος ἢ πλείω, δύναται δὲ καὶ ἐπὶ τὰς ἰδέας τὴν ἀναφορὰν ἔχειν διὰ τὸ παρατίθεσθαι αὐτὸν τὸ αὐτοὲν καὶ αὐτοόν. ἢ δύναται κοινῶς ἀπορεῖσθαι περὶ τῶν ἀρχῶν· κυρίως γὰρ ὄντα αἱ ἀρχαί· διὸ καὶ τὸ αὐτό προστίθησιν αὐταῖς. κοινῶς οὖν ἀπορουμένη δύναται ἐφαρμόζειν καὶ τοῖς ὑποκειμένοις λεγομένοις. ἔστι δὲ ὃ ἀπορεῖ περὶ τῶν ἀρχῶν, πότερον ἑκάστη αὐτῶν, εἴτε μίαν τις εἴτε πλείους ὑποτίθεται τὰς ἀρχάς, κατὰ τὸ εἶδος τὸ ἓν ἔχουσιν ἢ κατὰ ἀριθμόν, οἷον εἰ ὕλη μία, ἀριθμῷ μία ἢ εἴδει, καὶ εἰ τὸ εἶδος ἕν, ἀριθμῷ ἢ εἴδει. εἰ μὲν γὰρ εἴδει μία ἑκάστη τῶν ἀρχῶν, ἀριθμῷ δὲ πολλαί, οὐδὲν ἔσται, φησίν, ἐν ταῖς τῶν γιγνομένων ἀρχαῖς ἓν κατ’ ἀριθμόν· εἰ δὲ μηδεμία τῶν ἀρχῶν ἓν κατ’ ἀριθμὸν ἔσται, οὐδ’ ἄν τῶν ἐκ τῶν ἀρχῶν συγκειμένων ἕν τι εἴη κατ’ ἀριθμόν· τὰ γὰρ ἐξ ἑνὸς οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει συγκείμενα ἓν τῷ εἴδει, οὐ τῷ ἀριθμῷ. εἰ γὰρ τὰ ἐξ ἑνὸς κατ’ ἀριθμὸν συγκείμενα ἓν τῷ ἀριθμῷ, δῆλον | ὡς τὰ ἐξ ἑνὸς τῷ εἴδει τὸ εἶναι ἔχοντα ὁμοίως ἐκείνοις ἕξει τὸ ἕν. ᾧ ἄτοπον ἑπόμενον ἐπήνεγκε τὸ μηδὲ τὸ αὐτοὲν καὶ αὐτοὸν κατ’ ἀριθμὸν ἓν ἔσεσθαι, ἃ καὶ αὐτὰ ἐν ταῖς ἀρχαῖς ἐτίθεντο οἱ τὰς ἰδέας εἶναι λέγοντες ἀρχάς. ἀλλὰ μὴν εἰ μή ἐστι τὸ αὐτοὲν ἓν κατ’ ἀριθμόν, τούτου δὲ μετουσία πάντα ἐστὶν ἕν, οὐδ’ ἂν τῶν ἄλλων τι ἓν κατ’ ἀριθμὸν εἴη τῶν πρὸς ἐκεῖνο τὸ εἶναι ἐχόντων· πρὸς γὰρ ἓν τῳ εἴδει ὁμοιούμενα ὁμοίως ἄν ἐκείνῳ καὶ αὐτὰ τὸ ἓν ἔχοι· οὐδὲν ἄρα ἔσται ἓν κατ’ ἀριθμόν, εἰ μήτε τῶν γινομένων πρός τι ἓν κατ’ ἀριθμὸν ἔσται, μήτε τὸ αὐτοὲν ἡ ἀρχή, ἀλλὰ μηδ’ ἄλλη τις τῶν ἀρχῶν. καὶ προστίθησι τούτῳ ὅτι οὐδ’ ἐπιστήμη ἔστι, εἰ μὴ εἴη ἕν τι κατὰ τὸν ἀριθμόν· αἱ γὰρ ἐπιστῆμαι γίνονται τῷ ἕν τι ἐπὶ πολλῶν λαμβάνεσθαι, ὡς εἴρηκε καὶ πρὸ βραχέος· κατὰ γὰρ τὸ κοινὸν αἰ ἐπιστῆμαι, ὃ κοινὸν ἓν κατ’ ἀριθμὸν ὂν δείκνυται· οὐ γὰρ δὴ ὥσπερ τὰ ὑπὸ τὸ κοινόν ἐστιν ἀλλήλοις ἓν τῷ εἴδει ἢ τῷ γένει, οὕτω δὲ καὶ τὸ κοινὸν τὸ εἶδος τὸ ἐπ’ ἐκείνοις ἡ τὸ γένος ἓν τῳ ειοει ἡ τῳ γένει ἔσται. οὕτω γὰρ ἐπ’ ἄπειρον προελεύσεται· εἰ γὰρ τὸ ζῷον ἔσται ἓν κατὰ τὸ εἶδος κοινὸν τὸ εἶναι ἓν ἔχον, ὁμοίως πάλιν καὶ τὰ καθ’ ἃ τὰ ζῷα ἓν εἰ κατὰ τὸ εἶδός ἐστιν ἕν, κἀκεῖνα πολλὰ κατ’ ἀριθμὸν ἔσται, καὶ οὕτως εἰς ἄπειρον προελεύσεται. ἀλλ’ ἐστὶ τῶν κοινῶν ἕκαστον ἓν κατ’ ἀριθμόν. εἰ δὲ τούτων μὲν αἱ ἐπιστῆμαι, ἅ ἐστιν ἓν κατ’ ἀριθμόν, μηδὲν δέ ἐστιν ἓν κατὰ τὸν ἀριθμόν, εἰ αἱ ἀρχαὶ τῷ εἴδει ἔχοιεν τὸ ἕν, ἀναιροῖτο ἂν ἐπιστήμη. εἰ γάρ τις λέγοι ἓν· κατ’ ἀριθμὸν εἶναι τὸ ἐπὶ ταῖς ἀρχαῖς, ἐπεὶ ἓν κατὰ τὸ εἶδος ὑπέκειτο εἶναι, λέγοι ἂν οὗτος οὐκέτι τῷ εἴδει τὸ ἓν ἔχειν τὰς ἀρχάς· τὸ γὰρ εἶδος ἐκεῖνο τὸ ἓν τῷ ἀριθμῷ ἀρχὴ μᾶλλον τῶν ὑπ’ αὐτό, καὶ οὐκέτι ἓν τῷ εἴδει ἀλλὰ τῷ ἀριθμῷ. ἔτι οὐδὲ τῳ ἐρύει ὲν τι δύναται εἶναι, ὧν μὴ εστι τι ὲν κὰτ ἀριθμὸν κοινὸν ειοος· πολλὰ γὰρ ὄντα κατ’ ἀριθμὸν † ἔχοντα ἄν κοινωνίαν ἀλλήλοις, ἃ μή ἐστι τὰ κατ’ ἀριθμὸν ἕν, οὐδ’ ἄν ταῦτα ἔτι εἴη τὰ αὐτὰ τῷ εἴδει. δύναταί τις ἀκούειν τοῦ καὶ τὸ ἐπίστασθαι πῶς ἔσται, εἰ μή τι ἔσται ἓν ἐπὶ πάντων; ὡς εἰρημένου πρὸς τοὺς τὰς ἰδέας τιθεμένους· ἔλεγον γὰρ ἐκεῖνοι μὴ ἄλλως ἐπιστήμην ἔσεσθαι, εἰ μὴ αἱ ἰδέαι εἶεν· τὰ μὲν γὰρ αἰσθητὰ ἄπειρά τε καὶ ἐν ῥύσει συνεχεῖ, καὶ διὰ τοῦτο οὐδὲ ἐπιστητά, παρὰ δὲ τὰ αἰσθητά | γε καὶ καθ’ ἕκαστα ἡ ἰδέα μία τῷ ἀριθμῷ ἐπὶ πολλῶν λαμβανομένη ἀκίνητός τε καὶ ἀίδιος αἰτία ἐπιστήμης γίνεται· ἀναιρεῖται δὲ τοῦτο, εἰ μηδὲ ἐκεῖναι τὸ κατ’ ἀριθμὸν ἔχοιεν ἕν. Ἀλλὰ μὴν εἰ ἀριθμῷ ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν. Δείξας τί ἄτοπον ἑπόμενον, εἰ λέγοιντο αἱ ἀρχαὶ τῷ εἴδει μία, νῦν πάλιν ἐπιχειρεῖ πρὸς τὸ μηδὲ κατ’ ἀριθμὸν δύνασθαι τὸ ἓν ἔχειν τὰς ἀρχάς. ἄγει δὲ πάλιν τὸν λόγον ἐπὶ τὰς ἀρχὰς τὰς ὡς στοιχεῖα λεγομένας, ἐξ ὧν κατὰ σύνθεσιν γίνεται τὸ ἐξ αὐτῶν ὡς ἐπὶ τῶν στοιχείων, καὶ δείκνυσιν ἐπὶ τῶν οὕτως λεγομένων ἀρχῶν, εἰ ἑκάστη αὐτῶν μία κὰτ ἀριθμὸν εἴη, ὅτι οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσται· ὡς γὰρ κατὰ τὸ εἶδος ἀλλήλαις αἱ αὐταὶ συλλαβαί, κατὰ δὲ τὸν ἀριθμὸν ἄπειροι, τῷ τὰ στοιχεῖα ἐξ ὧν συντίθενται κατὰ τὸν ἀριθμὸν ἄπειρα δύνασθαι λαμβάνεσθαι κατ’ εἶδος ὄντα ταὐτά, γίγνονται, οὕτως, εἰ μὴ εἴη κατ’ ἀριθμὸν τὰ στοιχεῖα πολλά, ἀλλ’ ἓν εἴη κατ’ ἀριθμὸν ἁ καὶ ἓν β, ἀνάγκη καὶ συλλαβὴν ἐξ αὐτῶν τούτων συντιθεμένων γενέσθαι μίαν, οὐδὲ ἔσται λαβεῖν πλείους συλλαβὰς ἐχούσας τὸ β, εἰ ἕν ἐστι τῷ ἀριθμῷ τὸ β, πλὴν τῆς βα· ὅλως γὰρ οὐδενὶ ἄλλῳ β ἔτι ἐνυπάρχει, εἰ ἓν ὄν ἐστιν, ἢ ἐν τῇ βα συλλαβῇ. ὡς οὖν· ἐπὶ τῶν συλλαβῶν καὶ τῶν στοιχείων ἔχει, εἰ ἓν κατ’ ἀριθμὸν τὰ στοιχεῖα οὐ πλείω ἔσται ἐν ταῖς συλλαβαῖς, ἀλλὰ τοσαῦτα ὅσα ἐστὶν αὐτά), οὕτω καὶ ἐπὶ τῶν ὄντων φησὶν ἕξειν, εἰ ἓν αὐτῶν αἱ ἀρχαὶ κατ’ ἀριθμὸν ἑκάστη μία. ἐξηγήσατο δὲ καὶ τί τὸ ἀριθμῷ ἕν ἐστιν, ὅτι τὸ καθ’ ἕκαστον, καὶ τί τὸ καθόλου ἐστίν, ὅτι τὸ ἐπὶ τοῖς καθ’ ἕκαστον κοινὸν λαμβανόμενον, τοῦτο δέ ἐστιν εἶδός τε καὶ γένος. εἰπὼν δὲ ὥσπερ οὖν εἰ τὰ τῆς φωνῆς ἀριθμῷ ἦν στοιχεῖα ὡρισμένα, ἦν ἂν καὶ τὰ γράμματα τοσαῦτα τά γραφόμενα ὅσα αὐτῶν καὶ τὰ στοιχεῖα, οὐκέτι ἀνταπέδωκε τὸ οὕτω δὲ καὶ ἐπὶ τῶν ὄντων κ·αὶ τοῦ ἀριθμοῦ τούτων ἕξει· οὐδὲν γὰρ ἄλλο παρὰ τὰ στοιχεῖα ἔσται, τουτέστιν οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσται· ἀλλ’ ὡς γνωρίμου τῆς ἀκολουθίας οὔσης παρέλιπεν αὐτὴν ἐπενεγκεῖν. εἰ γάρ ἐστι μία τῷ ἀριθμῷ 77] καὶ ἕκαστον τῶν τεσσάρων, ταύτα δὲ εἴη ὲν τῷδέ τινι τῷ σώματι, ἀδύνατον ἐξ αὐτῶν δηλονότι ἄλλο τι σῶμα εἶναι. σφόδρα δὲ λογικῶς καὶ διαλεκτικῶς ἡ ἐπιχείρησις ἔχει. Οὐθενὸς δ’ ἐλάττων ἀπορία παραλέλειπται καὶ νῦν καὶ τοῖς πρότερον. Ἣν ἀναγκαίαν οὖσαν ἀπορίαν κατευθυνθῆναί φησι πᾶσι τοῖς πρὸ αὐτοῦ παραλελεῖφθαι, εἴρηται μὲν καὶ αὕτη ὥσπερ καὶ αἱ πρὸ ταύτης κατ’ ἀρχὰς τοῦ βιβλίου ἐν τῇ ἐκθέσει τῶν ἀποριῶν, ἔστι δὲ αὕτη. ζητεῖ. πότερον αἱ αὐταὶ τῶν τε φθαρτῶν καὶ τῶν ἀφθάρτων ἀρχαί. εἰ μὲν γὰρ αἱ αὐταί, I τί τὸ αἴτιον τοῦ ἐκ τῶν αὐτῶν ἀρχῶν πάντων ὄντων τὰ μὲν αὐτῶν φθαρτὰ εἶναι τὰ δὲ ἄφθαρτα; ἔνθα Ἡσιόδου τε καὶ τῶν ἀρχαίων μνημονεύει θεολόγων, οἳ ἐκ τῶν αὐτῶν ἀρχῶν ὑποτιθέμενοι πάντα ἀιδίων οὐσῶν καὶ ἀφθάρτων τὸ αὑτοῖς δόξαν πιθανὸν εἶναι τοῦ τὰ μὲν ἄφθαρτα τὰ δὲ φθαρτὰ εἶναι ἔφασαν μόνον, ἡμῶν δὲ καὶ τοῦ ἡμᾶς διδάξαι τε καὶ πεῖσαι ὠλιγώρησαν· ὑποθέμενοι γὰρ τὰς ἀρχὰς ἀιδίους τε καὶ θείας εἶναι καὶ πάντα ἐξ ἐκείνων τὰ ὄντα εἶναι καὶ γεγονέναι, τὰ μὲν γευσάμενα τῆς ἀμβροσίας καὶ τοῦ νέκταρός φασι θεοὺς γενέσθαι, ὅσα δὲ μὴ ἐγεύσατο, ταῦτα φθαρτά, πρῶτον μὲν τὴν ἀμβροσίαν καὶ τὸ νέκταρ τὰ θεοποιὰ νάματα αὑτοῖς ἴσως γνώριμα λέγοντες· οὐ γὰρ δὴ ἡμῖν ἢ τῶν ἄλλων τινίδεύτερον δὲ καὶ περὶ αὐτῆς τῆς προσφορὰς τούτων ἀπλῶς εἶπον καὶ οὐδαπλὴν μῶς γνωρίμως· τίνος γὰρ χάριν ἦλθον ἐπὶ τὸ γεύσασθαι τούτων ἃ αἴτια αὐτοῖς τῆς ἀθανασίας; εἰ μὲν γὰρ ἡδονῆς χάριν αὐτῶν γεύονται, οὐδὲν αὐτοῖς εἰς τὸ εἶναι συντελεῖ τὸ νέκταρ καὶ ἡ ἀμβροσία, ὥστε οὐ διὰ τὸ γεύσασθαι ἀθάνατα· εἰ δὲ εἰς τὸ εἶναι ἡ τούτων αὐτοῖς γεῦσις συντελεῖ, δῆλον ὡς τροφή ἐστιν αὐτοῖς, τὰ δὲ τρεφόμενα καὶ μὴ ἂν ὄντα εἰ μὴ τρέφοιτο, πῶς οἷόν τε λέγειν ἀίδια εἶναι; τοσαῦτα δὲ Ἡσιόδου τε καὶ τῶν ἄλλων θεολόγων ἐπιμνησθεὶς τὸ μὲν τὰς τούτων δόξας μετὰ σπουδῆς ἐξετάζειν μύθους λεγόντων καὶ διὰ μύθων τὰ ψευδῆ συναγόντων τε καὶ συνιστάντων παραιτεῖται τὸ γὰρ μυθικῶς σοφιζομένων ἴσον τῷ διὰ μύθων παρακρουομένων τἀληθές), ἐπὶ δὲ τοὺς μετ’ ἀποδείξεως δοκοῦντας λέγειν περὶ τούτων μέτεισι, καί φησι δεῖν παρὰ τούτων ἐξετάζειν τὴν αἰτίαν τοῦ πάντων ἐκ τῶν αὐτῶν ἀρχῶν καὶ στοιχείων γεγονότων, τὰ μέν τινα τῶν ἐξ ἐκείνων ἀίδιά τε εἶναι καὶ ἄφθαρτα τὰ δὲ φθαρτά. εἰ γάρ, φησί, μήτε αἰτίαν τινὰ λέγουσι τούτου, μήτε ἄλλως εὔλογόν τι ἔχει ἡ δόξα, δῆλον ὡς οὐκ ἂν εἶεν αἱ αὐταὶ πάντων ἀρχαί. φησὶ δὲ μηδὲ Ἐμπεδοκλέα, ὃ δοκεῖ μάλιστα τῶν ἄλλων φυσιολόγων ὁμολογούμενα λέγειν· ἄλλο μὲν γὰρ στοιχεῖον γενέσεως τε καὶ τοῦ εἶναι αἴτιον εἰσάγει, τοιοῦτον γὰρ ἡ φιλία αὐτῷ, ἄλλο δὲ φθορᾶς, τὸ γὰρ νεῖκος τοιοῦτον· οὐ μὴν ἀλλὰ φαίνεται καὶ γενέσεως τὸ νεῖκος αὐτῷ ἐν πολλοῖς τὴν αἰτίαν ἔχειν καὶ φιλία φθορᾶς. καὶ δείκνυσί γε πῶς μὲν δοκεῖ λέγειν ὁμολογούμενα, πῶς δὲ οὐκ ἐκφεύγει τὴν ἀπορίαν. τίθησι μὲν γὰρ ἐν ταῖς ἀρχαῖς Ἐμπεδοκλῆς καὶ τὸ νεῖκος, ὅ ἐστιν αἴτιον αὐτῷ τῆς φθορᾶς· διὸ πάντα κατ’ αὐτὸν τὰ γινόμενα φθείρεται, καὶ οὐ τὰ μὲν τὰ δ’ οὔ. τοῦτο γὰρ ὁμολογούμενον δοκεῖ λέγεσθαι ὑπ’ αὐτοῦ τὸ πάντα τὰ γινό|μενα ἐκ τῶν αὐτῶν ἀρχῶν ὄντα ὁμοίως καὶ φθείρεσθαι πάντα, ἀλλ’ οὐ τὰ μὲν φθείρεσθαι τὰ δὲ μένειν ἀίδια. μόνα δὲ ἄφθαρτα τὰ στοιχεῖα ὑποτίθεται, ταῦτα δέ ἐστι τὰ δ σώματα καὶ τὸ νεῖκος καὶ ἡ φιλία. καὶ ταύτῃ μὲν δοκεῖ τοῦ φθείρεσθαι τὰ φθειρόμενα αἰτίαν τινὰ ἀπολείπειν καὶ ὁμολογούμενα λέγειν αὑτῷ, ἄλλην μὲν γενέσεως ἄλλην δὲ φθορᾶς ἀποδιδοὺς αἰτίαν. ᾗ δὲ λέγει καὶ τὸ νεῖκος αὐτὸ τοῦτο γεννᾶν, τουτέστι γενέσεως αἴτιον οὐ φθοράς γίγνεσθαι μόνον, ὥσπερ οὖν καὶ τὴν φιλίαν φθορᾶς, οὐ γὰρ γενέσεως ἐκ γὰρ τοῦ ἑνός, ὃν θεὸν ἐκεῖνος καὶ σφαῖρον λέγει, τοῦ ὑπὸ τῆς φιλίας γενομένου, πάντα τὰ ὄντα ὑπὸ τοῦ νείκους κατ’ αὐτὸν γίνεται πλὴν τοῦ θεοῦ, λέγων τοῦ σφαίρου, ὃν καὶ ἓν λέγει, ὡς δι’ ὧν παρέθετο ἐπῶν δηλοῦται), ταύτῃ δ’ οὐκέθ’ ὁμολογούμενα λέγοι ἂν αὑτῷ· οὐ γὰρ ἄν ἔτι τηροῖ τὸ ἄλλο μὲν εἶναι τῆς φθορᾶς, γενέσεως δὲ ἄλλο αἴτιον εἶναι, δι’ ὃ ἐδόκει ἡ δόξα αὐτοῦ τὸ εὔλογον ἕξειν. Δόξειε δ’ ἂν οὐδὲν ἧττον καὶ τοῦτο γεννᾶν. Τουτέστι γεννητικὸν εἶναι καὶ ποιητικόν. τῷ δὲ ’ἐκ γὰρ τοῦ ἑνὸς ἅπαντα καὶ ἐκ τούτου τὰ ἄλλα ἐστὶ πλὴν θεός’ δεῖ προστιθέναι τὰ γιγνόμενα ὑπὸ τοῦ νείκους. παραθέμενος δὲ τὰ ἔπη δι’ ὧν τὸ νεῖκος γενέσεως κατ’ αὐτὸν πάντων αἴτιον, “ὅσα τ’ ἦν ὅσα τ’ ἔστιν,” ὃ ὡς φθορᾶς ποιητικὸν ἐν ταῖς ἀρχαῖς ὑπέθετο καὶ ἄνευ τῶν ἐπῶν, φησί, τούτων δῆλόν ἐστιν ὅτι κατ’ αὐτὸν τὸ νεῖκός ἐστι γεννητικόν· εἰ γὰρ μὴ ἐν τοῖς οὖσι τὸ νεῖκος ἦν, ἓν ἄν, φησί, πάντα ἦν, καὶ οὐκ ἂν διεκρίνετο οὐδ’ ἐγίνετο· τοῦ γὰρ μὴ μένειν τὸ ἓν τοῖς οὖσι, τὸ τῆς φιλίας ἔργον, τὸ νεῖκος μιγνύμενον αἴτιον. ὅταν γὰρ συνίῃ πάντα καὶ ἓν γίγνηται, τότε τελευταῖον χωρίζεσθαί φησιν αὐτῶν τὸ νεῖκος ὡς αἴτιον τῆς τῶν διαφερόντων οὐσίας, ἐν τῷ τούτου χωρισμῷ ἑνοῦσθαι δυναμένων αὐτῶν. διὰ δὲ τοῦτο, φησί, καὶ ἐν μὲν τοῖς ἄλλοις πᾶσίν ἐστι τὸ νεῖκος κατ’ αὐτόν, ὥσπερ οὖν καὶ τῶν ἄλλων στοιχείων ἕκαστον· οὕτω μὲν γὰρ εἶεν διακεκριμένα καὶ ἐπὶ τῆς οἰκείας φύσεως· μόνον δὲ οὐκ ἔστιν ἐν τῷ ἑνὶ τῷ θεῷ, ὥστε μόνῳ τούτω οὐκ ἔστι τὸ νεῖκος αἴτιον τοῦ εἶναι, τοῖς δὲ ἄλλοις πᾶσιν. εἰπὼν δὲ πῶς οὐχ ὁμολογούμενα ἀλλήλοις τὰ ὑπὸ Ἐμπεδοκλέους εἰρημένα, καὶ μνημονεύσας ὅτι κατ’ αὐτὸν μόνον οὐκ ἔστι τὸ νεῖκος ἐν τῷ θεῷ, διὸ οὐδὲ ποιητικὸν τούτου ἐστίν, αἰτιᾶται αὐτὸν ὡς κατὰ τοῦτο τῶν ἄλλων ἀφρονέστερον ποιοῦντα τὸν θεόν· τὰ μὲν γὰρ ἄλλα πάντα κατ’ Ἐμπεδοκλέα νοήσει τῷ πάσας μὲν τὰς ἀρχὰς ἔχειν ἐν αὑτοῖς, γίγνεσθαι δὲ τὴν νόησιν τῷ ὁμοίῳ τοῦ ὁμοίου, ὁ δὲ θεὸς τὰ μὲν ἄλλα νοήσει τῷ ἔχειν καὶ | αὐτὸς τὰ τῶν ἄλλων ἐν αὑτῷ στοιχεῖα, μόνον δὲ τὸ νεῖκος οὐκ ἔσται νοῶν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν ἔστιν ἐν αὐτῷ. ἀπορήσαι δ’ ἄν τις πῶς ἀφρονέστερον λέγει γίγνεσθαι τὸν θεὸν κατ’ Ἐμπεδοκλέα, ἐπεὶ μὴ πάντα νοεῖ· οὕτω γὰρ καὶ κατ’ Ἀριστοτέλην αὐτὸν ἄφρων ἄν εἴη. ἀλλὰ καὶ λέγει που αὐτὸς ὅτι ἔνια ἄμεινον μὴ νοεῖν, ὥσπερ τὰ κακά. ἢ κατὰ τοῦτο κατ’ Ἐμπεδοκλέα ἀφρονέστερος, ὅτι μὴ πλεονεκτῶν τῶν ἄλλων· ἐκ γὰρ τῶν στοιχείων καὶ αὐτὸς παρὰ τὸ νεῖκος γινόμενος καὶ μηδὲν ἄλλο τιμιώτερον νοῶν ἢ ταῦτα ἐξ ὧν ἐστιν αὐτός τε καὶ τὰ ἄλλα, τῶν στοιχείων οὐ νοεῖ· ἀλλὰ τὰ μὲν πάντα τὰ στοιχεῖα νοεῖ, ὁ δὲ θεὸς μόνος ἐξ αὐτῶν οὐχ οἷός τέ ἐστι νοεῖν. ἔτι τὰ μὲν ὑλικὰ στοιχεῖα ἔσται πάντα νοῶν, οὐκέτι δὲ καὶ τὰ ποιητικὰ πάντα, ἃ τιμιώτερα τῶν ὑλικῶν. λέγει δὲ ἐν ἄλλοις ὅτι καὶ μόνον ἄφθαρτον τὸ νεῖκος κατ’ αὐτόν. ἔξωθεν δὲ τοῦτο ἀπορήσας πρὸς Ἐμπεδοκλέα, ἐπάνεισιν ἐπὶ τὸ τὴν ἀνομολογίαν αὐτοῦ δεικνύναι μὴ φυλάττοντος μήτε τὴν φιλίαν γενέσεως αἴτιον μήτε τὸ νεῖκος φθορὰς, ἀλλὰ μηθὲν μᾶλλον θάτερον θατέρου αἴτιον ποιοῦντος, τὸ μὲν νεῖκος γενέσεως τὴν δὲ φιλίαν φθορᾶς. ὅτι δὲ ἡ φιλία φθείρει καὶ ὡς, παρέθετο· συνάγουσα γὰρ πάντα εἰς τὸ ἓν δῆλον ὅτι φθείρει ταῦτα ἃ πρὸ τῆς συνόδου ταύτης ἦν. εἰ δὲ μηδὲν μᾶλλον τὸ νεῖκος τῆς φιλίας φθορᾶς αἴτιον, καὶ κατὰ τοῦτο ἂν εὔλογον εἴη ἀφρονέστερον εἶναι τῶν ἄλλων τὸν θεὸν κατ’ Ἐμπεδοκλέα· οὐδὲ γὰρ κακία τις ἐξαίρετος κατ’ αὐτόν ἐστιν ἐν τῷ νείκει, ὥστ’ εὐλόγως αὐτὸ τὸν θεὸν μὴ νοεῖν μόνον· οὐ γὰρ διὰ τοῦτο αὐτὸ σύνθεσίς τις ἐστέρηται αὐτοῦ, ὡς εἰ καὶ τὴν φιλίαν ἢ καὶ ἄλλο τι ὑπέθετο μὴ εἶναι ἐν αὐτῷ· οὐχ ὡς εὔλογον γὰρ μὴ νοεῖν αὐτὸν τὸ νεῖκος οὐ νοήσει, ἀλλ’ ὡς μὴ δυνάμενος τῷ μὴ εἶναι ἐξ αὐτοῦ. αἰτιᾶται δὲ αὐτὸν καὶ ὡς τὸ αἴτιον μὴ λέγοντος τοῦ ποτὲ μὲν τὴν φιλίαν ἐπικρατεῖν τὸν θεόν, ποτὲ δὲ τὸ νεῖκος τῶν ὅλων· οὐ γὰρ ἱκανὸν τὸ εἰπεῖν, οὕτως πέφυκε καὶ ὅτι οὕτως ἀνάγκη· δύναται γάρ τις τοῦτο ἐπὶ πάντων τῶν γινομένων καὶ ὄντων λέγειν, ἀλλ’ οὐκ ἔστιν αἰτίας ἀπόδοσις τὸ πεφυκέναι οὕτως εἰπεῖν. εἰπὼν δὲ ταῦτα πρὸς αὐτόν, | φησὶ μόνον αὐτὸν μέχρι γε τοσούτου ὁμολογούμενον εἰρηκέναι, τὸ τὰ ἐκ τῶν αὐτῶν ἀρχῶν φθαρτὰ εἶναι πάντα ὁμοίως, ἀλλὰ μὴ τὰ μὲν τὰ δ’ οὔ· ὃ δοκεῖ τὴν ἀνομολογίαν ἔχειν, πῶς ἐκ τῶν αὐτῶν τὰ μέν ἐστιν ἄφθαρτα τὰ δὲ φθαρτά, καθ’ οὓς πάντα ἐστὶν ἐκ τῶν αὐτῶν. Ἀπορήσας δὲ πρὸς τοὺς πάντων τῶν ὄντων τὰς αὐτὰς ἀρχὰς ὑποθεμένους ἐφεξῆς ἀπορεῖ πρὸς τοὺς ἄλλας μὲν ἀρχὰς τῶν ἀφθάρτων ἄλλας δὲ τῶν φθαρτῶν ὑποτιθεμένους. πρῶτον μὲν οὖν ἀπορίαν ταύτην ἀπορεῖ, πότερον τῶν φθαρτῶν καὶ αἱ ἀρχαὶ φθαρταὶ ἢ ἄφθαρτοι. εἰ μὲν οὖν φθαρταί, δῆλον ὡς ἔσονται ἐξ ἐκείνων εἰς ἃ φθείρονται. οὐ γὰρ δὴ εἰς τὸ μὴ ὂν φθείρονται· εἰς ἃ γὰρ φθείρεταί τι ἕκαστον, ἐκ τούτων καὶ συνέστηκεν· ὥστε ἔσονται τῶν ἀρχῶν ἀρχαί. ἀλλ’ εἰ τοῦτο, οὐκ αὐταὶ ἀρχαὶ ἀλλ’ ἐκεῖναι ἐξ ὧν αὗται. ἀδύνατον δὲ τῶν ἀρχῶν ἀρχὰς εἶναι· οὐ γὰρ γίγνονται ἐκ τῶν ἀρχῶν ἀρχαί, εἴτε ἵστανται ἐπί τινος εἴτε εἰς ἄπειρον προχωροῖεν. εἰ μὲν γὰρ ἵστανται, ἐκεῖναί τε ἂν εἶεν ἀρχαὶ τῶν ὑποτεθεισῶν ἀρχῶν, ἐν αἷς ἵσταται ἡ φθορά, καὶ εντι ἀίδιοι ἂν εἶεν, ὡς δέδεικται, ἢ ἐκ τοῦ μὴ ὄντος ἄν ἡ γένεσις εἴη, εἰ εἰς τὸ μὴ ὂν ἵσταται ἡ φθορά· εἰ δὲ εἰς ἄπειρον προίοιεν, ἀεὶ τῆς φθειρομένης ἀρχῆς ἐκείνη εἰς ἣν φθείρεται ἔσται ἀρχή. πρὸς δὲ τούτῳ οὐδὲ τὴν ἀρχὴν ἀρχή τις ἔσται· δέδεικται γὰρ τοῦτο ἐν τῷ πρὸ τούτου βιβλίῳ. ἢ τὸ ὥστε συμβαίνει τῶν ἀρχῶν ἑτέρας εἶναι προτέρας ἀκολουθεῖ τῷ καὶ εἰ ἵσταται καὶ εἰ βαδίζει εἰς ἄπειρον· ἑκατέρῳ γὰρ αὐτῶν ἕπεται τὸ τῶν ἀρχῶν αρχὰς εἶναι. μεθ’ ὃ λέγοι ἄν τὸ τοῦτο δὲ ἀδύνατον, ὃ ἐν μέσῳ τεθὲν ἀσαφεστέραν πεποίηκε τὴν λέξιν. Ἔτι δὲ πῶς ἔσται τὰ φθαρτά, εἰ αἱ ἀναιρεθήσονται. Τὸ λεγόμενόν ἐστιν, εἰ τὰ φθαρτὰ ἐκ φθαρτῶν ἀρχῶν γίνεται, πῶς ἄν ἔτι γίνοιτο ταῦτα τῶν ἀρχῶν φθαρεισῶν; φθαρεισῶν γὰρ τῶν ἀρχῶν οὐκέτι ἄν δυνατὸν εἴη γίνεσθαι τὰ ἐκ τῶν ἀρχῶν. καὶ εἴη ἄν τὸ λεγόμενον τοιοῦτον· πῶς γὰρ ἔσται τὰ φθαρτὰ φθειρόμενα καὶ γιγνόμενα, εἰ μὴ εἶεν αὐτῶν ἀρχαί; ὃ ἐδείχθη ἀκολουθῆσαι, εἰ φθαρταὶ εἶεν αἱ ἀρχαί.] τὰ γὰρ γιγνόμενα καὶ φθειρόμενα καὶ γίγνεται καὶ φθείρεται τῷ ἔχειν ἀρχὰς ἐξ ὧν καὶ ὑφ’ ὧν γίγνεται καὶ εἰς ἃς φ·θείρεται· τὸ γὰρ εἰς ἐκεῖνα ἀναλύεσθαι ἡ φθορά· πῶς οὖν φθείροιντο μὴ ὄντων τῶν εἰς ἃ φθει|ρόμενα διαλυθήσεται; εἰ δέ τις λέγοι τῶν ἀφθάρτων τε καὶ φθαρτῶν ἀφθάρτους τὰς ἀρχὰς εἶναι, πάλιν ἀπορεῖ πῶς καὶ διὰ τί ἐκ μὲν τῶνδε τῶν ἀρχῶν ἀφθάρτων οὐσῶν τὰ ἐξ αὐτῶν ἄφθαρτα, ἐκ δὲ τῶνδε καὶ αὐτῶν ἀφθάρτων οὐσῶν τὰ ἐξ αὐτῶν φθαρτά; τοῦτο γάρ, φησίν, οὐκ εὔλογον, ἀλλ’ ἢ ἀδύνατον παντελῶς ἢ πολλοῦ δεῖται λόγου εἰς τὸ δεῖξαι τοῦτο εὔλογον· σχεδὸν γὰρ ἡ αὐτὴ τῇ πρόσθεν ἀπορία μένει. πρὸς τούτοις δέ φησι μηδὲ τὴν ἀρχὴν εἰρηκέναι τινὰ ἄλλας ἀρχὰς τῶν φθαρτῶν καὶ ἄλλας τῶν ἀφθάρτων εἶναι· τὰς γὰρ αὐτὰς πάντες ὑποτίθενται εἶναι τῶν τε φθαρτῶν καὶ τῶν ἀφθάρτων. ὑποθέμενοι δὲ τὸ πρῶτον ἀπορηθέν, πῶς ἐκ τῶν αὐτῶν ἀρχῶν τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα γίγνεται, παραπέμπονται καὶ ἀποροῦσι· τοῦτο γὰρ σημαίνει τὸ ἀποτρώγουσιν, ὡς δῆλον καὶ ἐξ οὗ ἐπήνεγκε τοῦ ὥσπερ τοῦτο μικρόν τι λαμβάνοντες· ὡς γὰρ μικρόν τι καὶ οὐκ ἔχον ἀπορίαν ὑποτιθέμενοι τὸ τὰς αὐτὰς ἀρχὰς πάντων εἶναι, οὐδένα λόγον ἐποιοῦντο τῆς ἀπορίας. ἢ τὸ ἀποτρώγουσιν εἴρηκεν ἀντὶ τοῦ διά τινων πιθανῶν αὐτοῖς δοκούντων παραμυθεῖσθαι πειρῶνται, ὡς εἶπε περὶ Ἡσιόδου καὶ τῶν ἀρχαίων θεολόγων, ἔτι δὲ περὶ Ἐμπεδοκλέους, ὃς ἐκ τῶν αὐτῶν ποιῶν πάντα τὸ μέν τι αἴτιον γενέσεως ἐφίστη τὸ δὲ φθορᾶς, ὡς οὐ μέγα καὶ δύσλυτόν τι ὑποθέμενοι. κατὰ μέντοι αὑτὸν οὔτε αἱ αὐταὶ ἀρχαὶ τῶν ἀιδίων τε καὶ τῶν φθαρτῶν, ἔν τε τοῖς φθαρτοῖς οὔτε πάσαι αἱ ἀρχαὶ ἀίδιοι τὸ τὰρ εἶδος οὐκ ἀίδιον), ἥ τε ὕλη ἀίδιος μὲν ἀλλ’ οὐκ ἀπαθὴς ἀλλὰ παθητή τε καὶ ἀλλοιωτή. Πάντων δὲ καὶ θεωρῆσαι χαλεπώτατον καὶ πρὸς γνῶναι τἀληθὲς ἀναγκαιότατον. Hv ἀπορίαν χαλεπωτάτην φησὶν εἶναι καὶ πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἀναγκαιοτάτην, ἐστὶν αὕτη, πότερον τὸ ὂν καὶ ἓν οὐσίαι τῶν ὄντων εἰσί, τουτέστιν ἀρχαὶ αὐτὸ τοῦτο τὸ ὂν καὶ τὸ ἓν οὖσαι, οὐκ ἄλλῳ τινὶ ὄντι ὑπάρχουσαι καὶ ταύτην τὴν φύσιν δηλοῦσαι [καὶ] ἐν ἐκείνοις ὧν κατηγοροῦνται, ἢ ἔστι τις ἄλλη φύσις ὑποκειμένη τούτοις, ἥ ἐσιιν ἀρχὴ καὶ οὐσία τῶν ὄντων, ἣν δεῖ ζητεῖν τίς ἐστι, πότερον πῦρ ἡ ἀὴρ ἡ ἄλλο τι ἢ καὶ πλείω, τὸ δὲ ἓν καὶ τὸ ὂν ἐκείνοις ὑποκειμένοις ὑπάρχει. ὅτι δὲ ἀναγκαία ἡ ζήτησις, δῆλον καὶ ἐκ τοῦ τοὺς μὲν ἐκείνως τοὺς δὲ οὕτως ἀποφήνασθαι περὶ αὐτῶν, καὶ ἐξ ὧν δὲ ἀπορήσει προϊών, καὶ ὅτι ἐν τῇ περὶ τῆς ἀληθείας θεωρίᾳ ἡ περὶ τοῦ ὄντος ζήτησις κυριωτάτη, καὶ ὅτι ἐκ τούτου ἤρτηται τὸ τοὺς ἀριθμοὺς δύνασθαι τῶν ὄντων ἀρχὰς καὶ στοιχεῖα λέγεσθαι. ἀναγκαιοτάτη γοῦν πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἡ περὶ τούτου ζήτησις, ἀλλὰ καὶ χαλεπωτάτη ἡ περὶ αὐτῶν διάκρισις· | ἡ γὰρ τῶν νοητῶν καὶ τῶν ·πρώτων αἰτίων τε καὶ ὄντων γνῶσις χαλεπωτάτη. ἐξηγήσατο δὲ αὐτὸς τὸ πότερον τὸ ἓν καὶ τὸ ὂν οὐσίαι τῶν ὄντων εἰσί, διὰ τοῦ καὶ ἑκάτερον αὐτῶν οὐχ ἕτερόν τι ὂν τὸ μὲν ἓν τὸ δὲ ὄν ἐστιν. ἴσον γὰρ τὸ εἰρημένον τῷ ἐπεὶ τὸ ὂν καὶ τὸ ἓν τῶν ὄντων ἐστί, πότερον ὡς οὐσίαι ὄντα ἐστὶν ἢ ὡς συμβεβηκότα τῇ οὐσίᾳ. εἰπὼν δὲ τοὺς μὲν οὕτω περὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος διανοηθῆναι ὡς οὐσῶν φύσεων τινων καθ’· αὑτάς, τοὺς δὲ ὡς ἄλλαις τισὶ φύσεσι συμβεβηκότων, ὥσπερ ἀμέλει καὶ περὶ ἀπείρου ἔδειξε διαφερομένους τοὺς εἰρηκότας περὶ αὐτοῦ ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως οἰ μὲν γὰρ φύσιν τινὰ αὐτοῦ τοῦ ἀπείρου ἐποίουν, ὥσπερ καὶ οἱ Πυθαγόρειοι· τοιοῦτος γὰρ αὐτοῖς ὁ ἄρτιος ἀριθμός· οἱ δὲ συμβεβηκέναι τινὶ τὸ ἄπειρον ἔλεγον), εἰπὼν δὲ ταῦτα παρατίθεται καὶ ἱστορεῖ τίνες μὲν οὕτως τίνες δὲ ἐκείνως περὶ αὐτῶν ὑπέλαβον. τὸ δὲ ἢ δεῖ ζητεῖν τί ποτ’ ἔστι τὸ ἓν καὶ τὸ ὂν ὡς ὑποκειμένης ἄλλης φύσεως ἴσον ἐστὶ τῷ ἢ δεῖ ζητεῖν τί ἐστιν ὑποκείμνον τῷ τε ἑνὶ καὶ τῷ ὄντι, ὡς τούτων συμβεβηκότων ὄντων αὐτοῖς, ἀλλ’ οὐ τὴν οὐσίαν τὴν αὐτῶν δηλούντων. Πλατῶν μὲν οὖν καὶ οἱ Πυθαγόρειοι οὐχ ἑτέρῳ τινὶ ὑποκειμένῳ ταῦτα ὑπάρχειν ἔλεγον, ἀλλ’ εἶναι τὴν φύσιν αὐτῶν ὑποκείμενον καὶ τὴν οὐσίαν αὐτὸ τοῦτο τὸ ἓν καὶ τὸ ὄν· τὸ δὲ ὡς οὔσης τῆς οὐσίας αὐτὸ τὸ ἓν εἶναι καὶ ὄν τι ἴσον ἐστὶ τῷ ὡς τῆς αὐτῆς οὐσίας οὔσης τοῦ ἑνός τε καὶ τοῦ ὄντος, καὶ ταὐτοῦ ὄντος ἑνὶ εἶναι καὶ ὄντι. ὅτι δὲ Πλάτων οὐσίαν τινὰ τό τε ἓν καὶ τὸ ὂν ἔλεγε δῆλον ἐκ τοῦ καὶ ἰδέας αὐτὸν λέγειν αὐτοὸν καὶ αὐτοέν. οἱ δὲ φυσικοί, ὧν καὶ Ἐμπεδοκλῆς, ἄλλο τι ὑπετίθεσαν τῷ ὄντι καὶ τῷ ἑνὶ κἀκείνοις ἔλεγον ὑπάρχειν ταῦτα. Ἐμπεδοκλῆς μὲν γὰρ ὡς εἰς γνωριμώτερόν τι ἀνάγων τὸ ἕν, τὴν φιλίαν ὑποτιθείς, ταύτης κατηγόρει τὸ ἕν, ἐπεὶ αἴτιον κατ’ αὐτὸν αὕτη πᾶσι τοῦ ἕκαστον αὐτῶν ἓν εἶναι, συνάγουσα καὶ συγκρίνουσα αὐτά. ἄλλοι δὲ τῶν φυσικῶν πῦρ ὑπέβαλον τῷ ἑνὶ καὶ τῷ ὄντι, ὡς Ἡράκλειτος, οἱ δὲ ἀέρα, ὡς Ἀναξιμένης, οἱ δὲ ἄλλο τι· ὃ γὰρ ἕκαστος αὐτῶν ἀρχὴν τῶν ὄντων καὶ αἰτίαν ὑπετίθετο, ταύτης καὶ τὸ ὃν καὶ τὸ ἓν κατηγόρει. ἀλλὰ καὶ καθ’ οὓς πλείω τὰ στοιχεῖα τῶν ὄντων ἦν, καὶ κατὰ τούτους τούτων ἕκαστον ἕν τι ἦν καὶ ὄν. ἱστορήσας δὲ καὶ ἐκθέμενος τὰς κατὰ τὰς δόξας τῶν ἀρχῶν διαφωνίας, ἑξῆς τῆς ἀπορίας ἄρχεται, καὶ πρῶτον μὲν ἀπορεῖ εἰ μὴ λέγοι τις τὸ ἓν καὶ τὸ ὂν οὐσίας εἶναι· τοῦτο γὰρ ἡ λέξις δηλοῖ ἡ εἰ μέν τις μὴ θήσεται εἶναί τινα οὐσίαν τὸ ἓν καὶ τὸ ὄν. τὸ αὐτὸ δὲ σημαίνει, κἄν ᾖ γεγραμμένον τινὸς οὐσίαν λέγει. μάλιστα γὰρ πάντων κατηγορεῖται τὸ ὅν· ἄνθρωπος μὲν γὰρ | κατ’ ἀνθρώπων μόνον, ὁμοίως καὶ ζῷον κατ’ ἀφωρισμένων τινῶν, τὸ δὲ ἓν καὶ τὸ ὂν κατὰ πάντων τῶν ὄντων κατηγορεῖται. ὥστε εἰ τὰ μάλιστα καθόλου μὴ οὐσία μηδὲ ὄντα, οὐδὲ ἄν τῶν ἄλλων τι τῶν καθόλου εἴη. εἰ δὲ μή ἐστί τι αὐτοὲν μηδ’ αὐτοὸν εἶπεν ἀντὶ τοῦ εἰ γὰρ μὴ ἔστι λαμβάνειν ὡς γένη τό τε ἓν καὶ τὸ ὂν τῶν ὄντων καὶ οὕτως αὐτῶν κατηγορούμενα, ἀλλ’ οὐχ ὡς ὁμώνυμα, ὡς αὐτὸς ἐν ἄλλοις ἔδειξεν. εἷπε δὲ τινὸς οὐσίαν ἀντὶ τοῦ οὐσίαν τινὸς εἶναι καὶ ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαι, ὧν τι κατηγορεῖται. μόνα δὴ τὰ καθ’ ἕκαστα ἔσται, οὐ τὰ καθόλου. τοῦτο δὲ ὅτι ἄτοπον ἔδειξεν· οὔτε γὰρ αἱ ἐπιστῆμαι ἔσονται οὔτε τι νοητόν, ἀλλὰ πάντα αἰσθητά. ἀλλ’ οὐδὲ ἀίδιον. προστίθησι δὲ νῦν τούτοις καὶ τὸ μὴ ἔσεσθαι οὐσίαν τὸν ἀριθμὸν ὡς κεχωρισμένον καὶ καθ’ αὑτὸν ὄντα, ὡς δοκεῖ τοῖς Πυθαγορικοῖς τε καὶ Πλάτωνι, εἰ μὴ εἴη τὸ ἓν οὐσία τις· καὶ λέγει τὴν αἰτίαν. ὁ γὰρ ἀριθμὸς μονάδων ἐστὶ σύνθεσις, ἡ δὲ μονὰς ταὐτὸν καὶ τὸ ἕν· ὥστε εἰ μὴ τὸ ἓν οὐσία, οὐδὲ αἱ μονάδες· εἰ μὴ αἱ μονάδες, οὐδ’ ὁ ἀριθμός· ὥστε συμβεβηκὸς ὁ ἀριθμὸς ἔσται ἀλλ’ οὐκ οὐσία, εἴ γε καὶ τὸ ἓν μὴ οὐσία τις ἀλλὰ ἄλλῳ τινὶ συμβεβηκός. τὸ δὲ ὅπερ ἓν ἴσον ἐστὶ τῷ κυρίως ἕν, ἢ ὑπὸ τὸ ἓν ὡς γένος· κατηγορεῖται γὰρ τὸ ἓν αὐτῆς. τοῦτο δὲ εἶπεν ὡς ἄτοπον ἄν δόξαν τοῖς τὸν ἀριθμὸν οὐσίαν τινὰ λέγουσι κεχωρισμένην· οὐ γὰρ δὴ αὐτῷ. ἦν γάρ, ὡς εἶπον, οἷς τοῦτο ἐδόκει· ὁ γὰρ τὰ μαθηματικὰ οὐσίας τινὰς μεταξὺ λέγων ἐν ταύταις ἐτίθει καὶ τὸν ἀριθμόν. Ἐξῆς δὲ ἐπιχειρεῖ μὲν εἰς τὸ μὴ εἶναι τὸ ἓν καὶ τὸ ὂν οὐσίας καθ’ αὑτάς, πρῶτον δὲ τίθησι καὶ δείκνυσιν ὅτι ἀκολουθεῖ τοῖς αὐτοὲν καὶ αὐτοὸν λέγουσι, τουτέστι μὴ συμβεβηκότα λέγουσιν ἄλλοις τὸ ἓν εἶναι καὶ τὸ ὂν ἀλλὰ κυρίως ὄντα, καὶ οὐσίας αὐτὰ λέγειν καὶ τὸ εἶναι αὐτοῖς εἶναι ἐν τῷ ἑνὶ εἶναι καὶ ὄντι. τὸ γὰρ οὐσίας αὐτῶν εἶναι τὸ ἓν καὶ τὸ ὂν δηλωτικόν ἐστι τοῦ τοῦ ἑνὸς καὶ τοῦ ὄντος οὐσίας ταῦτα εἶναι, ἀλλὰ μὴ ἐν ἄλλῳ τινὶ εἶναι ἢ τῷ ἑνὶ εἶναι ἢ τῷ ὄντι εἶναι, οὗ δεικτικὸν παρέθετο τὸ οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται, ὃ ἴσον ἐστὶ τῷ οὐ γὰρ ἕτερά τινα ὄντα τὸ ἓν καὶ τὸ ὂν τῶν ὑποκειμένων αὐτοῖς καθ’ ὧν κατηγορεῖται αὐτῶν καθόλου, ἀλλ’ αὐτὰ ταῦτα ὄντα ἕν τε καὶ ὃν κατηγορεῖται αὐτῶν. ἢ οὕτως, οὐ γὰρ ἕτερόν τι τῆς οὐσίας κατηγορηθήσεται, ἀλλὰ ταῦτα τὸ ὄν τε καὶ τὸ ἕν, ὡς πᾶν ὃ ἄν ᾖ οὐσία ἕν τε καὶ ὂν εἶναι, οὐκ ἄλλο τι ὄν, ἀλλ’ αὐτὸ τοῦτο. ὡς γὰρ τῶν ἀνθρώπων ἐπεὶ τὸ κατηγορούμενον ἦν ἄνθρωπος, ἄνθρωποι τὰ ὧν κατη|γορεῖται, οὐκ ἄλλο τι, οὕτως καὶ ὧν τὸ ὂν καὶ τὸ ἓν κατηγορεῖται ἐν τῇ οὐσίᾳ, ὂν καὶ ἓν ἔσται ἡ τούτων οὐσία, εἰ τὸ ὂν καὶ τὸ ἓν οὐσίαι τινές εἰσιν· οὐ γὰρ τὸ ὕδωρ ἢ πῦρ τῶν ὄντων κατηγορεῖται, ἵνα αὐτῶν τὴν οὐσίαν τοῦτο εἴπωμεν, ἀλλὰ τὸ ὄν τε καὶ τὸ ἕν. εἰ δὲ ταῦτα οὐσίαι ὄντα κατηγορεῖται τῶν ὄντων καθόλου, εἴη ἂν καὶ ἡ οὐσία τούτων ὧν κατηγορεῖται αὐτό τε τὸ ἓν καὶ τὸ ὄν. δύναται δὲ τὸ εἰ δ’ ἐστί τι αὐτοὲν καὶ ὄν, ἀναγκαῖον αὐτῶν οὐσίας εἶναι τὸ ἓν καὶ τὸ ὂν εἰρῆσθαι πρὸς τοὺς ἰδέας αὐτὰ λέγοντας· καθ’ οὗς γάρ ἐστιν ἰδέα αὐτοὲν καὶ αὐτοόν, κατὰ τούτους ἀναγκαῖον οὐσίαν τούτων εἶναι τὸ ἕν τε καὶ τὸ ὄν· τὸ γὰρ αὐτοόν τε καὶ ἓν οὐχ ἕτερά τινα ὄντα καθόλου τῶν ὄντων κατηγορεῖται οὐ γὰρ ἂν ἔτι ἦν αὐτοὸν καὶ αὐτοέν), ἀλλ’ ἔστι ταῦτα καθὸ ἓν καὶ ὂν κατηγορούμενα τῶν ἄλλων καθόλου. ἢ οὕτως, οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται ἀλλ’ αὐτὰ ταῦτα, τουτέστιν οὐ γὰρ ἕτερόν τι τοῦ αὐτοενὸς καὶ αὐτοόντος καθόλου κατηγορεῖται, ὡς εἶναι ἐκείνης αὐτὰ τῆς φύσεως, ἧς σημαίνει κατηγορούμενον αὐτῶν καθόλου, ἀλλ’ ἐστὶν αὐτὰ ταῦτα τὸ ἓν καὶ τὸ ὂν κατηγοορούμενα αὐτῶν. Ἀλλὰ μὴν εἴ γ᾿ ἔσται τι αὐτὸ ἓν καὶ αὐτὸ ὄν, πολλὴ ἀπορία πῶς ἔσται τι παρὰ ταῦτα ἕτερον. Δείξας ὅτι ὧν κατηγορεῖται τό τε ὂν καὶ τὸ ἕν, τούτων ἡ οὐσία ἔσται <τὸ> ὄν τε καὶ τὸ ἕν, οὐσίαι τινές, οὐ συμβεβηκότα οὐσίαις, ἄπορόν φησι γίγνεσθαι τὸ δεῖξαί τι παρὰ τὸ ἕν τε καὶ τὸ ὂν ἄλλο τι ὄν. τὸ μὲν γὰρ παρὰ τὸ ὂν οὐκ ὄν, ὡς Παρμενίδης ἔλεγε· τοῦτο δὲ ἦν τὸ ἕν, ὥστε ὅ τι ἄν παρὰ τὸ ἓν ᾖ, τοῦτο οὐκ ἔσται· τὸ γὰρ αὐτὸ γίγνεται παρὰ τὸ ὄν, εἴπερ καὶ παρὰ τὸ ἔν· τοῦτο δὲ ὡς τοῦ ὄντος καὶ τοῦ ἑνὸς τοῦ αὐτοῦ ὄντος. ὥστε οὐκ ἔσται πολλά· τὰ γὰρ πολλὰ παρὰ τὸ ἕν, τὸ δὲ παρὰ τὸ ἓν † οὐκ ἦν, τὰ δὲ παρὰ τὸ ὂν οὐκ ἦν. τοῦτο γὰρ συμβαίνει εἰ τὸ ὂν καὶ ἓν οὐσίαι εἰσὶ καὶ μὴ ὁμωνύμως λέγεται. ἔσται δή, καθάπερ Παρμενίδης ἔλεγεν, ἓν ἅπαντα τὰ ὄντα, καὶ τοῦτο τὸ ἓν ἔσται μόνον ὄν. Ἀμφοτέρως δὲ δύσκολον· ἄν τε γὰρ μὴ ᾖ τὸ ἓν ἄν τε ᾖ τὸ αύτοέν, ἀδύνατον τὸν ἀριθμὸν οὐσίαν εἶναι. Πρότερον δείξας ὅτι εἰ μὴ εἴη τὸ ἓν οὐσία, οὐδὲ ἀριθμὸς οὐσία τις ἔσται κεχωρισμένη, τῷ εἶναι μὲν τὸν ἀριθμὸν μονάδων σύνθεσιν, μὴ εἶναι δὲ τὰς μονάδας οὐσίας, νῦν λέγει ὅτι οὐδ’ ἂν ᾖ τὸ ἓν οὐσία, οὐδ’ οὕτως ὁ ἀριθμὸς οὐσία εἶναι δύναται· οὐδὲ γὰρ τὴν ἀρχὴν εἶναι· οὐδὲν γὰρ ἄλλο ἔσται παρ’ αὐτὸ τὸ ἕν· τὸ γὰρ παρὰ τὸ ἓν οὐχ ἕν, ὥσπερ καὶ τὸ παρὰ τὸ ὂν οὐκ ὄν. | λαβὼν δὲ ὅτι εἰ ἔστι τι παρὰ τὸ ἕν, οὐχ ἓν ἔσται ἀλλὰ πολλά, ὅτι μὴ οἷόν τε ἔσται πολλὰ εἶναι ἔδειξε διὰ τοῦ λαβεῖν τὰ πολλὰ συγκεῖσθαι ἐκ πολλῶν μονάδων, ἃς ἀδύνατον εἶναι· ἔσται γάρ, εἰ τοῦτο, παρὰ τὸ ἕν· εἰ δὲ μὴ εἶεν πλείους μονάδες, οὐδ’ ἂν ἀριθμὸς εἴη. ἀνάγκη μὲν γὰρ πᾶσαν πολλὴν μονάδα παρὰ τὸ αὐτοὲν εἶναι καὶ τὸ ὡς οὐσίαν ἕν, οὐσία δὲ παρὰ τὸ ἓν οὐκ ἄν εἴη ἕν. εἰ δὲ μὴ πλείους μονάδες, οὐδ’ ἄν ἀριθμὸς εἴη· πάντα γὰρ τὰ ὄντα ἢ ἕν ἐστιν ἢ πολλά, ἀδύνατον δέ ἐστι τὰ πολλά, τῷ εἶναι τὰ πολλὰ ἐκ πολλῶν μονάδων, μὴ δύν.ασθαι δὲ παρὰ τὸ αὐτοέν· τὸ γὰρ παρὰ τὸ ἓν οὐχ ἕν, ὥσπερ καὶ παρὰ τὸ ὂν οὐκ ὄν. εἰ δὲ μὴ οἷόν τε εἶναι τὰ πολλά, οὐδ’ ἀριθμὸς εἴη· πλῆθος γὰρ μονάδων τὰ πολλά. τὸ δὲ ἡ αὐτὴ ἀπορία καὶ περὶ τοῦ ὄντος δηλοῖ ὅτι τὸ αὐτὸ ἀπορηθήσεται ἐπὶ τοῦ ἑνός, ὃ καὶ περὶ τοῦ ὄντος· ὡς γὰρ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, οὕτω καὶ τὸ παρὰ τὸ ἓν οὐχ ἕν. οὗ δηλωτικὸν τὸ ἐκ τίνος γὰρ παρὰ τὸ ἓν ἔσται αὐ τὸ ἄλλο ἕν; ἀνάγκη γὰρ μὴ εἶναι παρὰ τὸ ἓν ἄλλο, ἐξ οὗ ἔσται τὸ ἄλλο ἕν. ὡς γὰρ οὔσης οὐσίας τοῦ ὄντος οὐδεμία ἄλλη οὐσία ἐγίνετο τῷ τὸ παρὰ τὴν οὐσίαν μὴ οὐσίαν εἶναι, οὕτως εἰ καὶ τὸ ἓν οὐσία ἐστί, τὸ παρ’ ἐκείνων πᾶν οὔτε ὂν οὔτε ἓν ἔσται. εἰ δὲ οὕτως, οὐδὲ πολλά· τῶν γὰρ πολλῶν ἕκαστον ἕν ἐστιν· ἐξ ἑνάδων γὰρ τὰ πολλὰ καὶ ὁ ἀριθμός· ἃ εἰ μὴ εἶεν, οὗτ’ ἄν πολλὰ οὔτ’ ἄν ἀριθμὸς εἴη. ἢ οὕτως· εἰ ἔστιν αὐτοέν δεῖ, εἰ μέλλοιεν ἀριθμοὶ ἔσεσθαι, καὶ ἄλλο ἓν προσγενέσθαι· τοῦτο δὲ τὸ γιγνόμενον ἓν ἀνάγκη μὴ ὂν ἓν γίνεσθαι ἕν· ἐκ μὴ ἑνὸς οὖν ἔσται. τί οὖν ἔσται τοῦτο τὸ μὴ ἕν; εἰ γὰρ πάντα τὰ ὄντα ἢ ἓν ἢ πολλά, τὰ δὲ πολλὰ ἐξ ἑνάδων ἐστίν, ἐξ ὧν οὐ γίγνεται ὅν, οὐδὲν ἄν εἴη, ἐξ οὗ τὸ ἓν γίγνεται. Ἔτι εἰ ἀδιαίρετον αὐτὸ τὸ ἕν, κατὰ μὲν τὸ ἀξίωμα οὐδὲν ἂν εἴη. Πρὸς τοῖς εἰρημένοις ἀπορεῖ περὶ τοῦ ἑνός, εἰ ἀδιαίρετον πάντῃ καὶ ἀμέγεθές ἐστι, πῶς δύναται εἶναι μεγέθους ἀρχή; ἔσται γὰρ κατὰ μὲν Ζήνωνα οὐδέν. ἠξίου γὰρ Ζήνων Ζήνωνα δὲ λέγει τὸν Ἐλεάτην τὸν Παρμενίδου γνώριμον), ὃ μήτε προστιθέμενόν τινι μεῖζον αὐτὸ οἷόν τέ ἐστι ποιῆσαι μήτε ἀφαιρούμενον ἔλαττον, τοῦτο τὴν ἀρχὴν μηδὲ εἶναί τι· τοιοῦτον δὲ καὶ τὸ αὐτοέν. | ἐκεῖνος μὲν οὖν τοῦτο ἠξίου ὡς παντὸς τοῦ ὄντος μεγέθους τε ὄντος καὶ σώματος· οὐδὲν γὰρ ἄλλο μέγεθος ἐν ὑποστάσει ὡς ἢ αὔξεσθαι ἢ αὔξειν κατ’ αὐτὸν χωρὶς σώματος. τοῦτο γὰρ πάντῃ ὄν· διὸ καὶ πάντῃ προστιθέμενον τὸ τοιοῦτον μέγεθος αὔξει· τὰ δὲ ἄλλα μεγέθη οὐχ ἁπλῶς συντιθέμενα αὔξει τὸ ὅλον, πῶς δέ, ὡς οὐ κυρίως ὄντα μεγέθη οὐδὲ ὁλοκλήρως. μόνον γὰρ αὔξει ἡ γραμμὴ καὶ τὸ ἐπίπεδον κατὰ τὰ πέρατα ἀλλήλοις συντιθέμενα· ἡ γὰρ ἐπιφάνεια κατὰ μὲν γραμμὴν συντιθεμένη, ἥτις αὐτή ἐστι πέρας τῆς ἐπιφανείας, αὔξει αὐτήν, κατὰ δὲ ἐπιφάνειαν καὶ κατὰ πλάτος οὐκ αὔξει· ἐφαρμόζει γὰρ διὰ τὸ μὴ δύνασθαι βάθος ἐξ ἐπιφανειῶν συντιθεμένων γενέσθαι. ὁμοίως καὶ ἡ γραμμὴ μέγεθος οὖσα κατὰ μὲν σημεῖον γραμμῇ συντιθεμένη, ὅ ἐστιν αὐτῆς πέρας, μείζω τὴν ὅλην ποιεῖ, κατὰ δὲ γραμμὴν ἐφαρμόζει καὶ οὐκ αὔξει, διὰ τὸ μὴ συμπληροῦσθαι πλάτος ὑπὸ γραμμῆς. τούτων δὲ ἑκατέρα, εἰ καὶ μὴ κυρίως ὄν, ἀλλὰ ὄν πως καθ’ ὅσον καὶ αὔξει τὰ ὄντα· ἡ δὲ στιγμὴ καὶ ἡ μονὰς οὐδ’ ὅλως ἔτι ὄντα κατ’ αὐτόν, ἐπεὶ πάντῃ ἀμεγέθη· οὐ γάρ εἰσιν αὐξητικά. μνημονεύσας δὲ τῆς Ζήνωνος δόξης ὡς παντάπασιν ἀναιρούσης τὸ ἕν, ἐπὶ τούτοις φησὶν ὅτι ἀλλ’ εἰ καὶ ὁ τοῦ Ζήνωνος λόγος φορτικός, μηδὲν ἄλλο εἶναι λέγων ἢ μόνον τὸ μέγεθος ἐνδέχεται γὰρ εἶναί τι καὶ ἀδιαίρετον· οὐ γὰρ πάντῃ τὸ ἀδιαίρετον ἐστέρηται τοῦ αὔξειν, ἀλλ᾿ ἔστι πρὸς αὐτὸν λέγειν μεῖζον μὲν γὰρ οὐ ποιεῖ, πλεῖον δέ, καὶ κατὰ τοῦτο αὔξει καὶ τὸ ἓν καὶ τὸ ἀδιαίρετον, ὥστε κατὰ τοῦτο μὲν οὐκ ἐκπίπτει τοῦ εἶναί τι τὸ αὐτοὲν συναῦξόν γε αὐτό), ἐκεῖνο δέ, φησίν; ἄξιον ἀπορήσει, πῶς ἐκ τοῦ τοιούτου ἑνὸς ἢ πλειόνων τοιούτων γίγνεται μέγεθος· ὅμοιον γὰρ τοῦτο τῷ τὴν γραμμὴν ἐκ στιγμῶν λέγειν συγκεῖσθαι. ταῦτα δὲ λέγει πρὸς τοὺς ἀρχὰς καὶ στοιχεῖα πάντων τοὺς ἀριθμοὺς ὑποτιθεμένους· γίγνονται γὰρ καὶ τῶν μεγεθῶν ἀρχαί. οὗτοι δὲ ἦσαν οἱ Πυθαγόρειοι. ἑξῆς δὲ προσαπορεῖ τῇ Πλάτωνος δόξῃ, ὃς ἀρχὴν ὑπετίθετο τοῦ ἀριθμοῦ τε καὶ τῶν ἄλλων τὸ ἓν καὶ ἄλλο τι οὐχ ἕν, τουτέστιν ἀριθμόν τινα· τούτου γὰρ δηλωτικὸν τὸ καὶ ἄλλου μὴ ἑνός· τοῦτο δ’ ἦν ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυάς, ὃ μέγα καὶ μικρὸν ἔλεγεν· ἐξ ὧν ἔλεγε πρῶ|τον μὲν τὸν ἀριθμὸν γεννᾶσθαι, ὁριζομένης τῆς ἀορίστου δυάδος ὑπὸ τοὺ ἑνὸς καὶ γιγνομένης δυάδος, ἔπειτα τὰ ἄλλα. ἀπορεῖ δὲ πῶς ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος συνελθόντων τὸ μὲν ἀριθμὸς γίνεται τὸ δὲ μέγεθος· οὐ γὰρ οἱ ἀριθμοὶ μόνοι ἀλλὰ καὶ τὰ μεγέθη ἐξ ἐκείνων κατ’ αὐτόν. εἰ γὰρ ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυὰς ἡ αὐτὴ φύσις οὖσα ἀρχὴ καὶ ἀριθμῶν καὶ μεγεθῶν ἐστι, πῶς ἐξ ἑνὸς καὶ ταύτης συντεθειμένων οἷόν τε μέγεθός τι γενέσθαι; ἀριθμοῦ γὰρ ταῦτα γεννητικά. ἢ εἰ πρῶτόν τις λέγοι τὸν ἀριθμὸν ἐκ τούτων γίγνεσθαι, εἶθ’ οὕτως ἐκ τοῦ ἀριθμοῦ τὰ μεγέθη, πῶς ἢ ἐξ ἀριθμῶν ἢ ἐξ ἀριθμοῦ καὶ ἰῆς ἀνισότητος οἷόν τε μέγεθος συντεθέντων γενέσθαι, ἄξιον ἀπαιτεῖν· ἄπορον γὰρ πῶς τὰ ἀμερῆ μεγέθους οἷόν τε εἶναι ποιητικά. τὸ δὲ εἴπερ τὸ μὴ ἓν ἀνισότης, καὶ ἡ αὐτὴ φύσις ἦν ἴσον ἐστὶ τῷ εἴπερ τὸ μὴ ἓν ἦν κατ’ αὐτὸν ἡ ἀνισότης καὶ αὕτη ἡ αὐτὴ φύσις οὖσα καὶ ἀριθμῶν καὶ μεγεθῶν ἀρχὴ κατ’ αὐτόν· πῶς γὰρ ἐκ τῶν αὐτῶν ἀρχῶν οἷόν τε καὶ ἀριθμοὺς καὶ μεγέθη εννᾶσθα; Τούτων δ’ ἐχομένη ἀπορία, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ αἱ στιγμαὶ οὐσίαι τινές εἰσιν ἢ οὕ. Δείξας δι’ ὧν ἠπόρησεν, ὅτι οἱ ἀριθμοὶ οὐκ οὐσίαι ἔσονται, ἐφεξῆς ἀπορεῖ τοῖς προηπορημένοις, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ αἱ στιγ- μαί, δηλονότι καὶ ἐπιφάνειαι καὶ γραμμαί, οὐσίαι εἰσὶν ἢ οὔ· εἰ γὰρ μὴ ταῦτα οὐσίαι, οὐδ’ ἂν ὅλως εἴη τις οὐσία· τίνες γὰρ ἔσονται οὐσίαι; ἔστι δὲ οὐκ οὐσία οἷον αἵ τε ποιότητς ταύτας γὰρ εἶπε παθητικὰς κινήσεις) καὶ τὰ πρός τι καὶ αἱ διαθέσεις, ἃ καὶ αὐτὰ ποιτητες. καὶ οἱ λόγοι δέ, οὗς ἀριθμοὺς λέγει, εἰ καὶ οὐσιῶν εἰσιν, ἀλλ᾿ οὐκ αὐτοί γε οὐσίαι. τὸ δὲ οὐδενὸς δοκοῦσιν οὐσίαν σημαίνειν εἶπεν ὡς ἴσον τῷ οὅκ εἰσιν οὐσίαι. ὁμοίως δὲ τούτοις καὶ τὰ ἄλλα τὰ ὑπὸ τὰς δέκα κατηγορίας οὔκ εἰσιν οὐσίαι· ἅπαντα γὰρ καθ’ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ἐν ὑποκειμένῳ τινί ἐστι, καὶ ὑποκείμενόν τι ἄλλο ἔχει καὶ οὐκ αὐτὰ ὑπόκειται, οὐδέ ἐστιν αὐτῶν τι ὑπὸ δεῖξιν πῖπτον ὡς ὑποκείμενον καθ’ αὑτό. ὂν δὲ τὴν οὐσίαν νῦν λέγει. εἰπὼν δὲ ταῦτα μετὰ ταῦτα τίθησι μὲν ὡς ἐναργὲς τὸ τὰ ἁπλᾶ σώματα οὐσίας εἶναι μάλιστα, χωρίσας δὲ τούτων τὰς ποιότητας καὶ τἆλλα πάθη ὡς συμβεβηκότα ἰοῖς σώμασι, λαμβάνει τὸ ὑποκείμενον τούτοις σῶμα, λέγω δὲ τοῖς πάθεσιν, εἶναι ἰὴν οὐσίαν, ὅ ἐστι τὸ τριχῇ διεστώς. τοῦτο δὲ λαβὼν μετὰ ταῦτα δείκνυσιν ὅτι τὸ σῶμα τοῦτο ἧττόν ἐστιν οὐσία κατά τι τῶν οἰκείων περάτων· μᾶλλον γὰρ οὐσία ἐπιφάνεια μὲν σώματος, ἐπιφανείας δὲ γραμμή, καὶ ταύτης στιγμή. εἶτα ἐπὶ τούτοις τῷ ταῦτα οὐσίας μὴ εἶναι συναναιρήσει καὶ τὸ τὸ σῶμα οὐσίαν εἷναι, τῷ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον χρησάμενος τόπῳ. εἰ γὰρ ἃ μᾶλλον οὐσίαι, ταῦτα μὴ οὐσίαι, οὐδὲ αἱ ἧττον ἐκείνων οὐσίαι οὐσίαι ἄν εἶεν. ὅτι δὲ ἧττον οὐσία τὸ σῶμα τούτων, δείκνυσι πρῶτον μὲν τοιαύτῃ ἐπιχειρήσει. οἷς ὁρίζεταί τι καὶ εἰδοποιεῖται, ἐκεῖνα τοῦ ὁριζομένου ὑπ’ αὐτῶν μᾶλλον οὐσία· τὰ γὰρ ὁρίζοντά τι μᾶλλον ὄντα καὶ μᾶλλον οὐσίαι τοῦ ὁριζομένου καὶ εἰδοποιουμένου· διὰ τοῦτο γοῦν καὶ αὐτὸς τὸ εἶδος μᾶλλον τῆς ὕλης εἶναί φησιν. ὑπὸ δὲ ἐπιφανείας καὶ γραμμῆς καὶ στιγμῆς ὁρίζεται τὸ σῶμα· ταῦτα ἄρα μᾶλλον οὐσίαι τοῦ σώματος. δεύτερον δὲ τοιαύτῃ. ὧν τὸ μὲν καθ’ αὑτὸ δύναται εἶναι χωρὶς θατέρου τὸ δ’ οὐ δύναται, τὸ καθ’ αὑτὸ δυνάμενον εἶναι μᾶλλον οὐσία· τῶν δὲ περάτων τοῦ σώματος καὶ τοῦ σώματος τὰ μὲν τέρατα χωρὶς εἶναι ουναται του σωνατις, τὸ οε σῶμα χωρὶς τῶν περάτων οὔ· τὰ ἄρα πέραια τοῦ σώματος μᾶλλον οὐσίαι τοῦ σώματος. τὸ δὲ ἐνδέχεσθαι δοκεῖ εἶναι πάνυ καλῶς προσέθηκε· τῇ μὲν γὰρ ὑποστάσει οὐδὲν τούτων χωρὶς σώματος οἷόν τε εἶναι ὥτπερ οὐδὲ τὸ σῶμα ἄνευ τούτων, τῇ δὲ ἐπινοίᾳ καὶ τῷ λόγῳ οἷόν τε· σῶμα μὲν γὰρ ἄνευ ἐπιφανείας οὐχ οἷόν τε νοηθῆναι, οὐδ’ αὖ ἐπιφάνειαν ἄνευ γραμμῆς, οὐδὲ ταύτην χωρὶς σημείου. ἐν γὰρ τοῖς ὁρισμοῖς αὐτῶν συμπαραλαμβάνεται κἀκεῖνα· σῶμα μὲν γὰρ λέγεται εἶναι τὸ μῆκος καὶ πλάτος καὶ βάθος ἔχον, ἐπιφάνεια δὲ ὃ μῆκος καὶ πλάτος ἔχει, γραμμὴ δὲ μῆκος ἀπλατές, ἧς πέρατα σημεῖα· σημεῖον δὲ νοεῖται καὶ χωρὶς γραμμῆς, καὶ αὕτη χωρὶς ἐπιπέδου, καὶ ἐπίπεδον ἄνευ σώματος. προστίθησι δὲ τούτοις εἰς πίστωσιν τοῦ ταῦτα μᾶλλον οὐσίας εἶναι τοῦ σώματος καὶ τὰς τῶν πρὸ αὐτοῦ δόξας, ὧν οἱ μὲν ἀρχαιότεροι καὶ μηδέπω μετ’ ἐπιστασίας περὶ τῶν ὄντων λέγοντες τὰς οὐσίας τῶν ὄντων καὶ τὰς ἀρχὰς σωματικὰς ὑπετίθεντο, οἱ δὲ μετ’ ἐκείνους γενόμενοι καὶ σοφώτεροι δοκοῦντες ἤδη εἶναι ἀριθμοὺς τὰς ἀρχὰς ἔφησαν, ὡς οἱ Πυθαγόρειοι καὶ Πλατῶν, ὡς τούτων μᾶλλον οὐσιῶν ὄντων τῶν σωμάτων. τὸ δὲ ὥστε καὶ τὰς ἀρχὰς τὰς τῶν σωμάτων τῶν ὄντων εἶναι ἀρχὰς ὡς ἴσον εἶπε τῷ ὥστε καὶ τὰς ἀρχὰς τῶν σωμάτων κυρίως ὄντα εἶναι ἔλεγον, διότι ὄντων καὶ σωμάτων ἦσαν ἀρχαί. τοῦτο λαβὼν μετὰ ταῦτά φησιν ὅτι εἰ μηδὲν τούτων οὐσία, οὐδ’ ἄν ἄλλο τι οὐσία εἴη· οὔτε γὰρ τὰ σώματα ἧττον γὰρ ταῦτα οὐσίαι) οὔτε ἔτι μᾶλλον τὰ τῷ σώματι συμβεβηκότα. ὅτι δ’ αὖ μή ἐστι ταῦτα ὄντα, τουτέστιν οὐσίαι, δείκνυσιν οὕτως. εἰ ἔστι σημεῖον καὶ γραμμὴ καὶ ἐπίπεδον ὄντα τε καὶ οὐσίαι, δῆλον ὅτι καὶ ἐν σώμασιν αὐτῶν ἡ ὑπόστασις, καὶ εἰ ἐν σώμασιν, ἐν τούτοις. ἀλλὰ μὴν οὐδὲν τούτων ἐστὶν ἐν τοῖς αἰσθητοῖς· οὔτε γὰρ οἷον ὁριζόμεθα τὸ σημεῖον ἔστιν εὑρεῖν τὸ τοιοῦτον ἐν τοῖς αἰσθητοῖς, οὕτε ὁποίαν τὴν γραμμήν· οὐδὲν γὰρ ἔστι λαβεῖν ἐν αἰσθητῷ σώματι μῆκος παντάπασι κεχωρισμένον πλάτους, ὁμοίως δὲ οὐδ’ ἐπιφάνειαν χωρὶς βάθους. εἰ δὴ ὄντα μὲν ἦσαν καὶ οὐσίαι, ἦν ἄν ἐν τοῖς σώμασι τοῖς αἰσθητοῖς· ταῦτα γὰρ ἐν ὑποστάσει μόνα· εἰ δὲ μή ἐστι, μηδ’ οὐσίαι εἶεν ἄν. δείκνυσι δὲ μὴ ὄντα ταῦτα ἐν ὑποστάσει καὶ ἐκ τοῦ πάθη ταῦτα καὶ διαιρέσεις εἶναι τῶν σωμάτων * * * γίγνεσθαι· αἱ δὲ διαιρέσεις αἱ τοῦ σώματος οὐχ ὑποκείμενα οὐδὲ ὄντα τινὰ ἐπ’ οἰκείας φύσεως· πάθη γάρ, τὰ δὲ πάθη οὐκ οὐσίαι. κατὰ μέντοι τὸ πλάτος ὑπὸ γραμμῆς τέμνεται τὸ σῶμα, κατὰ δὲ τὸ βάθος ὑπὸ ἐπιφανείας, κατὰ δὲ τὸ μῆκος ὑπὸ στιγμῆς. ἐπὶ τούτοις ὅτι μή ἐστιν ἐν τοῖς σώμασι ταῦτα, ἥ τε ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖον, οὕτω δείκνυσιν. ἐπινοίᾳ ταῦτα ἐν τοῖς σώμασι λέγεται εἶναι· οὐ γὰρ δὴ τῇ ὑποστάσει καὶ ἔστιν ὁποιονοῦν σχῆμα καὶ ὁποιανοῦν ἐπιφάνειαν ὁμοίως ὄνια λαβεῖν. τῇ γὰρ ἐπινοίᾳ ἐν τῷ λίθῳ τῷ ἀργῷ καὶ τὸ τοῦ Ἑρμοῦ καὶ τὸ τοῦ Ἀπόλλωνος καὶ ἄλλου τινὸς ὁμοίως ἔστι λαβεῖν σχῆμα· ἀλλὰ καὶ ἐν τῷ κύβῳ τὸ ἥμισυ τοῦ κύβου τῇ ἐπινοίᾳ ἔστι, καὶ ἡ ἐπιφάνεια ἡ διαιροῦσα αὐτὸν εἰς δύο ἐν τῷ βάθει ληφθῆναι δυναμένη, ὁμοίως καὶ ἡτισοῦν. εἰ οὖν πάντα μὲν ὁμοίως τὰ σχήματα καὶ αἱ ἐπιφάνειαι ἐν τῷ σώματι τῇ γὰρ ἐπινοίᾳ), μὴ ἔστι δὲ ἐν αὐτῷ ταῦτα αὐ]τῷ δύνασθαι γενέσθαι ἐν αὐτῶ ἐπινοίᾳ λαμβανόμενα, οὐδ’ ἄν ἄλλο τι εἴη· ὥστε εἰ μὴ τὸ τοῦ Ἑρμοῦ σχῆμα ἐν τῷ λίθῳ, οὐδὲ ὃ δοκεῖ ἔχειν, καὶ εἰ μὴ ἐν τῷ κύβῳ ἡ διαι- ροῦσα δίχα ἐπιφάνεια, οὐδ’ ἣν δοκεῖ ἔχειν. ἡ δὲ τοῦ λόγου παραγωγὴ τὸ ὁμοίως λαβεῖν πάντα εἶναι τὰ σχήματα ἐν τῷ ὑποκειμένῳ τά τε δυνάμει καὶ τὰ ἐνεργείᾳ. τούτου δὲ τὸ πιθανὸν ἐκ τοῦ ἐπινοία καὶ τὰ ἐνεργείᾳ ὄντα δοκεῖν εἶναι ἐν τῷ ὑποκειμένῳ, ὡς καὶ τὰ δυνάμει· τοῦτο δὲ ἐπεὶ μή ἐστι χωριστά. ὡς δὲ ἐπὶ τῆς ἐπιφανείας, οὕτω καὶ ἐπὶ τῆς γραμμῆς καὶ ἐπὶ στιγμῆς καὶ μονάδος· καὶ γὰρ ἡ μονὰς στιγμή τίς ἐστιν· ἔνεστι γὰρ ἐπὶ τούτων ὁμοίως τῇ ἐπινοίᾳ ἐν τῷ ὑποκειμένω σώματι λέγειν ὁποιανοῦν εἶναι, καὶ λαμβάνοντάς τινα τῶν δυνάμει καὶ δεικνύντας ὅτι μὴ ἔστιν ἐν αὐτῷ (τὸ γὰρ δυνάμει ὃν ἔν τινι οὐδέπω ἐστὶν ἐν αὐτῷ), μηδὲ τὰ ἐνεργεία δοκοῦντα εἶναι ἐν αὐτῷ ἔστιν ἐν αὐτῶ δεικνύναι. δείξας δὲ διὰ τούτων ὅτι μὴ οὐσία ἡ ἐπιφάνεια καὶ γραμμὴ καὶ στιγμὴ καὶ ἡ μονάς, ὡς ἀκόλουθον τοῖς δεδειγμένοις λαμβάνει τὸ μηδὲ τὸ σῶμα ἔσεσθαι οὐσίαν τὸ ὑπὸ τούτων ὁριζόμενον. ἔδειξε δὲ ταῦτα οὐ μόνον οὐκ οὐσίας ὅπα, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ ὄντα. τὸ δὲ μὴ ἔστι δὲ ταῦτα μηδὲ οὐσίαι τινὲς ἴσον ἐστὶ τῷ μήτε ἐστὶν ὄντα ταῦτα μήτε οὐσίαι τινές. Πρὸς γὰρ τοῖς εἰρημένοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθορὰν συμβαίνει ἄλογα. Καὶ αὕτη ἡ ἐπιχείρησις αὐτῷ δείκνυσιν ὅτι μὴ οὐσίαι τὰ πέρατα τοῦ σώματος, ἃ μᾶλλον οὐσίαν ἔδειξε τοῦ σώματος. αἱ μὲν γὰρ οὐσίαι, πρότερον μὴ οὖσαι, διὰ γενέσεως εἰς τὸ εἶναι προίασιν, ὁμοίως δὲ καὶ αἱ πρότερον οὖσαι εἰς τὸ μὴ εἶναι διὰ φθορᾶς· ὥστε τῶν μὲν οὐσιῶν τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις καὶ φθορὰ προηγεῖται, ταῦτα δὲ ἄνευ γενέσεως καὶ φθορᾶς ὁτὲ μὲν ἔστιν ὁτὲ δὲ οὐκ ἔστιν, ὥστε οὐκ οὐσίαι. τὸ γὰρ ἅμα ὁτὲ μὲν μία ἁπτομένων, ὁτὲ δὲ δύο διαιρουμένων γίγνεται τοῦ διαιρουμένων δὲ πάλιν καὶ κεχωρισμένων εὐθὺς καὶ ἅμα δύο, οὐδεμιᾶς γενέσεως προηγησαμένης. ὅτι δὲ ὁτὲ μὲν εἰσὶν ὁτὲ δὲ οὔκ εἰσι χωρὶς γενέσεως καὶ φθοράς, δείκνυσιν οὕτως. ὅταν ἅπτηται τὰ σώματα ἀλλήλων καὶ πάλιν ὅταν διιστῆται, ποτὲ μὲν μία ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖόν ἐστιν ἀθρόως· ὅταν γὰρ ἅπτωνται, ἓν τὰ ἀμφοτέρων πέρατα τῷ ἐφαρμόζειν, ὅταν δὲ αὖ χωρισθῇ, δύο πάλιν ἀθρόως· ὥστε ποτὲ μὲν ἔστιν ἡ ἐπιφάνεια καὶ τὰ ἄλλα, ὅταν μὴ ἅπτηται τὰ σώματα ἀλλήλων, ποτὲ δὲ οὐκ ἔστιν, ὅταν ἅπτηται, καὶ ταῦτα χωρὶς γενέσεως καὶ φθορᾶς. οὐ γὰρ δὴ ἡ στιγμὴ ἡ ἀδιαίρετος τῇ αὑτῆς φύσει διῃρέθη εἰς δύο, ὥστε εἶναι ταύτην τὴν διαίρεσιν γένεσιν τῆς ἑτέρας στιγμῆς, ἀλλ’ ἡ πρότερον οὐκ οὖσα ὕστερον ἔστι χωρὶς γενέσεως. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ γραμμῆς καὶ ἐπιφανείας· οὔτε γὰρ τὴν γραμμὴν οἷόν τε διαιρεῖσθαι κατὰ πλάτος, ὡς οὕτως γίνεσθαι τὴν μίαν δύο, ἀπολυομένης τῆς ἁφῆς οὕτε τὴν | ἐπιφάνειαν κατὰ βάθος. προστίθησι δὲ τούτοις ὅτι πᾶν μὲν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται, ταῦτα δὲ ἐκ τίνος ἐρεῖ τις ὑποκειμένου γίγνεσθαι, οὐκ ἔστιν· ὥστε εἰ πᾶν μὲν τὸ γινόμενον ἐξ ὑποκειμένου τινὸς γίνεται καὶ ὕλης, τούτοις δὲ οὐδὲν ὑπόκειται, οὐ γίνεται ταῦτα· εἰ δὲ χωρὶς τοῦ γίνεσθαι ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὐκ ἔστι τὰ προειρημένα. ἔτι ὡς ἐπὶ τοῦ νῦν πέρατος ὄντος τοῦ χρόνου ἔχει, οὕτως ἕξει καὶ ἐπὶ τῆς στιγμῆς καὶ γραμμῆς καὶ ἐπιφανείας· ἅπαντα γὰρ ὁμοίως ταῦτα ἢ πέρατά ἐστι, τὸ μὲν σώματος τὸ δὲ ἐπιφανείας τὸ δὲ γραμμῆς τὸ δὲ χρόνου, ἢ διαίρεσις· κατὰ γὰρ ταῦτα αἱ διαιρέσεις τῶν προκειμένων. εἰ τοίνυν ὁμοίως ἔχειν ἀνάγκη ἐν πᾶσιν αὐτοῖς τὸ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, τῆς αὐτῆς γε οὖσι φύσεως, τὸ δὲ νῦν ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστι, καὶ ἄλλοτε ἄλλο ἐστὶ χωρὶς γενέσεως καὶ φθορᾶς πᾶσα γὰρ γένεσις ἐν χρόνῳ, ὁμοίως δὲ καὶ φθορά, ὥστε καὶ τὸ νῦν εἰ ἐγένετο, ἐν χρόνῳ πρῶτον ἐγένετο, γινόμενον οε ἐν χρόνῳ ἦν ἂν καὶ μεριστὸν καὶ ἐν διαστήματί τινι· τοῦ γὰρ ἐν χρόνῳ γιγνομένου τὸ μέν τι γέγονε τὸ δέ τι γίγνεται· κατὰ γὰρ τὰ τοῦ χρόνου μόρια καὶ τοῦ γινομένου τὰ μόρια γίνεται· ἔτι πᾶν τὸ γινόμενον ὑποκείμενόν τι ἔχει, ὡς προείρηκε, τῷ δὲ νῦν οὐδὲν ὑπόκειται)· ὥστε εἰ τοῦτο χωρὶς γενέσεως ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὕτως ἕξει καὶ τὰ προειρημένα· εἰ δὲ τοῦτο, οὐκ οὐσίαι. Ὅλως δὲ ἀπορήσειεν ἄν τις, διὰ τί καὶ δεῖ ζητεῖν ἄλλ᾿ ἄττα τοιαῦτα παρὰ τὰ αἰσθητὰ καὶ τὰ μεταξύ, οἷον ἃ τίθεμεν εἴδη. Ἡ μὲν ἀπορία πῶς εὔλογον παρὰ τὰς αἰσθητὰς οὐσίας καὶ τὰ μεταξύ ταῦτα δέ ἐστι τὰ μαθηματικά) ἄνας τινὰς αἰτίας ζητεῖν τε καὶ τίθεσθαι, ὥσπερ οἱ τὰς ἰδέας εἶναι λέγοντες· εἶτα δι’ ἃ εὔλογον παριστάμενος τῇ δόξῃ τίθησιν. εἰ γὰρ διὰ τοῦτο ὅτι τὰ μαθηματικὰ εἰ καὶ κατὰ τὰ ἄλλα διαφέρει τῶν αἰσθητῶν τῷ γὰρ ἀίδια εἶναι καὶ τῷ ἀκίνητα, ὥσπερ πρότερον εἶπεν), ἀλλὰ κτά γε τὸ πολλὰ ὁμοειδῆ ἐν αὐτοῖς εἶναι οὐ διαφέρει τῶν αἰσθητῶν· οὐ γὰρ ἓν κατ’ ἀριθμὸν οὐδὲ τούτων ἕκαστον, ὡς εἶπε καὶ ἐν τοῖς ἐπάνω, ἀλλ’ ἔστιν ἕκαστον αὐτῶν εἴδει μὲν ἐν, ἀριθμῷ δὲ πολλά· εἰ δὲ πάντα τὰ τοιαῦτα καθ’ ἕκαστα ὅμοια ἀλλήλοις, οὐδὲν ἂν αὐτῶν οὐσία καὶ στοιχεῖον τῶν ἄλλων εἴη· ὥστε εἰ μήτε τούτων μήτε τῶν αἰσθητῶν ἀριθμῷ αἱ ἀρχαὶ ἀφωρισμέναι, οὐκ ἔσονται τῶν ὄντων ἀρχαὶ ἀριθμῷ ἀφωρισμέναι, οὐδέ τις ἔσται ἀριθμῷ οὐσία μία ἐν ταῖς ἀρχαῖς καὶ ὡρισμένη, εἰ μὴ ἄλλαι τινὲς εἶεν οὐσίαι παρά τε τὰς αἰσθητὰς καὶ τὰς μαθηματικάς, ὁποίας τὰς ἰδέας λέγουσιν· οὐδεμία γὰρ ἔσται τῶν ἀρχῶν μία ἀριθμῷ οὐσία, εἰ αἱ μὲν αἰσθηταὶ καὶ αἱ μαθηματικαὶ τῷ εἴδει μία, ἄλλη δὲ μή ἐστι παρὰ ταῦτα οὐσία. ἔτι οὐδὲ οὐσίαι ἔσονται αἱ ἀρχαὶ τῶν ὄντων, εἰ μὴ ἑκάστη αὐτῶν ἀριθμῷ μία· τοῖς γὰρ καθόλου κατὰ συμβεβηκὸς τὸ εἶναι, ὡς προελθὼν ἐρεῖ. εἰπὼν δὲ οὐκ ἔσται μία ἀριθμῷ ὡς ἀρχὴ οὐσία, προσέθηκε τὸ καὶ τῷ εἴδει, ἤτοι λέγων τῇ φύσει καὶ τῇ ὑποστάσει, ἢ ὅτι οὐκ ἔσται ἀρχὴ ἡ μὲν τῷ ἀριθμῷ μία ἡ δὲ τῷ εἴδει· μόνη γὰρ ἔσται ἡ τῷ εἴδει, ἥτις οὐδὲ ἀρχὴ κυρίως, ἐν τούτοις ἔχουσα τὸ εἶναι καὶ ἀπὸ τούτων νοουμένη ὧν αἱ ἀρχαὶ εἶναι λέγονται. ἄμεινον δὲ γεγράφθαι οὐκ ἔσται μία ἀριθμῷ ἀλλ᾿ εἴδει· τοῦτο γὰρ συνάγει τά τε προειρημένα καὶ τὸ ἐπιφερόμενον τὸ οὐδ’ αἱ ἀρχαὶ τῶν ὄντων ἀριθμῷ ἔσονται ποσαί τινες ἀλλ’ εἴδει. εἰ δὴ μὴ οὔσης οὐσίας τινὸς παρὰ τὰς μαθηματικάς τε καὶ αἰσθητὰς οὐκ ἔσονταί τινες ὡρισμέναι οὐσίαι, οὕτω δὲ † οὐδὲ ἀρχῶν οὐσῶν οὐσίαι κυρίως ταῖς καὶ ὡρισμέναις, ἀναγκαῖον ἔδοξεν ἄλλας τινὰς οὐσίας θέσθαι ὧν ἑκάστη κυρίως οὐσία ἔσται, οὐ κατὰ μετουσίαν τινὸς οὐδὲ κατὰ συμβεβηκὸς τὸ εἷναί τε καὶ ἓν ἐχούσας· κατὰ συμβεβηκὸς γὰρ ἓν τὸ τῷ εἴδει ἕν, ἀλλ’ οὐ κυρίως. ἀλλ’ εἰ διὰ τοῦτό τις θήσεται εἶναί τινας τοιαύτας οὐσίας, ὑπομιμνήσκει ἡμάς ἃ ἔδειξεν ἑπόμενα δυσχερῆ τῇ τῶν ἰδεῶν ὑποθέσει. ὁ δὲ τῶν λεγομένων νοῦς τοιοῦτος. παρέθετο τὰ στοιχεῖα τῶν συλλαβῶν, δεικνὺς ἐπὶ τούτων πῶς αἱ ἀρχαὶ καὶ τὰ κατηγορούμενα κοινῶς τινος οὐκ ἔστιν ἀριθμῷ ὡρισμένα ἀλλ’ εἴδει· τῶν γὰρ κα·θ’ ἕκαστα ἁ τὸ κοινὸν ἁ ἀρχή, εἴδει ἕν, οὐχ ἓν ἀριθμῷ· ὁμοίως καὶ τῶν ἄλλων στοιχείων· ὡς δὲ ἐπὶ τῶν στοιχείων, οὕτω καὶ ἐπὶ τῶν καθ’ ἕκαστα ἀνθρώπων ὁ ἄνθρωπος, καὶ τῶν ἄλλων αἰσθητῶν ὁμοίως. εἰπὼν δὲ τῶν ἐνταῦθα γραμμάτων αἱ ἀρχαὶ ἀριθμῷ μὲν οὔκ εἰσιν ὡρισμέναι, εἴδει δέ, ἐπεὶ ἐπὶ τῆς ἀφωρισμένης ὅμως οἷον τῆσδε τῆς [37. συλλαβῆς τόδε τὸ β καὶ τόδε τὸ ἁ ἀρχαὶ καὶ στοιχεῖα ἀφωρισμένα κατ’ ἀριθμόν, | παρέθετο καὶ τοῦτο, καὶ ἔδειξεν ὅτι ἐπὶ μὲν τῶν οὕτως λαμβανομένων συλλαβῶν καὶ ἐπὶ πάντων ἄλλων τῶν συνθέτων ἀφωρισμένας ἀριθμῷ τὰς ἀρχὰς ἔστι λαβεῖν· ἀλλ’ αὐτῶν πάλιν τούτων τὰ κοινὰ ἀρχαί· τὰ γὰρ ἐν τῇδε τῇ συλλαβῇ ἁ καὶ ἐν τῇδε τὸ κοινῶς κατηγορούμενον ἁ ἀρχὴν ἔχουσι. δείξας δὲ ἐπὶ τῶν στοιχείων τὸ κοινὸν καὶ ἓν κατ’ εἶδος ἀρχὴν γενόμενον, ὁμοίως, φησίν, ἔχει καὶ ἐπὶ τῶν μεταξύ, λέγων τῶν μαθηματικῶν· καὶ γὰρ ἐν ἐκείνοις, ὥσπερ καὶ ἐν τοῖς στοιχείοις, πολλὰ καὶ ἐπ’ ἄπειρα τὰ καθ’ ἕκαστα λαμβανόμενα καὶ ὁμοειδῆ ἀλλήλοις. εἰ δὲ τὰ παρὰ τὰ καθ’ ἕκαστα ταῦτα ὁμοειδῆ ἐστιν ἀλλήλοις λέγει δὲ ὁμοίως ἐπί τε τῶν φυσικῶν καὶ τῶν μαθηματικῶν· ὁ γὰρ αὐτὸς ἐπ’ ἀμφοτέρων λόγος), εἰ μὴ ἔσται τις ἄλλη οὐσία ἀριθμῷ μία ἢ ὁποίαν βούλονται τίθεσθαι οἱ τὰς ἰδέας δοξάζοντες, οὑκ ἔσται μία ἀριθμῷ καὶ εἴδει οὐσία, τουτέστιν οὐκ ἔσται τις εἰδικὴ οὐσία κατὰ τὸν ἀριθμὸν μία, οὐδὲ αἱ ἀρχαὶ ἄρα τῶν ὄντων ὡρισμέναι κατὰ τὸν ἀριθμὸν καὶ ποσαὶ ἀλλὰ τῷ εἴδει. εἰ δέ ἐστιν ἀναγκαῖον τοῦτο, ἀριθμῷ ὡρίσθαι τὰς τῶν ὄντων ἀρχάς οὕτω γὰρ οὐσίαι ἔσονται· τὸ γὰρ κοινὸν οὐ κυρίως οὐσία, διὸ οὐδὲ ἀρχή τε καὶ στοιχεῖον), ἀναγκαίως δόξουσι κινηθέντες οἱ τὰς ἰδέας ὑποθέμενοι ἐπὶ τοῦτο ἐλθεῖν. καὶ γὰρ εἰ μὴ ἄντικρυς τοῦτο λέγουσι τῷ μὴ διαρθροῦν πάνυ τι τὴν αὑτῶν δόξαν, ἀλλὰ τοῦτό γε φαίνεται εἶναι τὸ ἀγαγὸν αὐτοὺς ἐπὶ τὸ τἀς ἰδέας τῶν ὄντων ἀρχὰς ὑποτίθεσθαι, τὸ δεῖν τὰς ἀρχὰς οὐσίας τε εἶναι καὶ ὡρισμένας· οὕτω γὰρ οὐσίαι αὐτοῖς αἱ ἀρχαὶ γίνονται, καὶ καθ’ αὑτὰς οὐσίαι, καὶ διαφέρουσαι τῶν ἄλλων, οἷς τὸ ἓν κατὰ τὸ εἶδος, καὶ οὐ κατὰ συμβεβηκός, ὡς δοκεῖ τὰ κοινά· οὐ γὰρ καθ’ αὑτὴν ἡ τῶν κοινῶν ὑπόστασις, ἀλλὰ κατὰ συμβεβηκός. εἰπὼν δὲ ταῦτα καὶ προσαγαγὼν τὸ ὅτι εὔλογον εἶναι τοι- τὴν δόξαν ἠπορημένων καὶ ὅλως πρὸς τὸ μίαν ἀριθμῷ τῶν ἀρχῶν ἑκάστην εἶναι. ἐρρέθη γὰρ ὅτι οὐδὲν ἄλλο παρὰ τὰς ἀρχὰς ἔσται· ὧν γὰρ αἱ ἀρχαὶ ἀριθμῷ ὡρισμέναι, ταῦτα ἰσάριθμα ταῖς ἀρχαῖς ἐδείχθη ὄντα, ὥστε οὐκ ἔσται ἄλλα | παρὰ τὰς ἀρχάς. ἀλλὰ καὶ ὅσα πρὸς τὰς ἰδέας ἠπορήθη ἐν τῷ πρώτῳ, καὶ μᾶλλον ἐκείνων ἂν ἡμᾶς ὑπομιμνήσκοι. Σύνεγγυς δὲ τούτων ἐστὶ τὸ διαπορῆσαι, πότερον δυνάμει ἐστὶ τὰ στοιχεῖα, ἤ τινα ἕτερον τρόπον. Ἡ ἀπορία πάνυ λογική· ζητεῖ δὲ πότερον τὰ στοιχεῖα καὶ αἱ τῶν ὄντων ἀρχαὶ δυνάμει εἰσὶν ἢ ἐνεργείᾳ· τοῦτο γὰρ σημαίνεται διὰ τοῦ ἤ τινα ἕτερον τρόπον. εἰ μὲν γὰρ ἐνεργείᾳ πάλιν γὰρ τοῦτο εἶπε διὰ τοῦ εἰ μὲν γὰρ ἄλλως πως), ἔσονται τῶν ἀρχῶν ἀρχαί, ὥς φησι, καὶ πρότερόν τι ἔσται τῶν ἀρχῶν· τοῦτο δὲ ἄτοπον. τί δὲ ἔσται πρότερον; ἢ τὸ δυνάμει· δοκεῖ γὰρ ἐπὶ τοῦ αὐτοῦ πρῶτον εἶναι τὸ δυνάμει τῆς ἐνεργείας, ὥστε ἡ τῆς κατ’ ἐνέργειαν αἰτίας καὶ ἀρχῆς δύναμις πρότερον ἔσται τῆς ἀρχῆς οὔσης γε κατ’ ἐνέργειαν. τὸ γὰρ δυνατὸν οὐκ ἀναγκαῖον ἤδη καὶ ἐνεργείᾳ εἶναι· ὥστε εἰ μὴ ἀντιστρέφει ἀλλὰ τοῦ μὲν ἐνεργείᾳ ὄντος προηγεῖται ἡ δύναμις, καὶ παντὶ ἐνυπάρχει, οὐκ ἐν παντὶ δὲ τῷ δυνατῷ ἤδη ἐνέργεια, προτέρα ἡ δύναμις ἔσται. πάνυ δὲ βραχέως ἡρμήνευσε συνάψας τῷ πρότερον γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας τὸ τὸ δὲ δυνατὸν οὐκ ἀναγκαῖον ἐκείνως πᾶν ἔχειν, τουτέστιν ἐνεργείᾳ εἶναι. τὸ δὲ ἐκείνης τῆς αἰτίας εἶπεν ἀντὶ τοῦ ἐκείνης τῆς ἀρχῆς, ἥτις ἦν ἡ κατ’ ἐνέργειαν, λαβὼν διὰ τοῦ πρότερον μὲν γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας τὸ εἴ τι ἐνεργείᾳ ἐστὶ πρότερον τὸ δυνάμει ἐσχηκέναι. εἰ δέ τις θήσεται τὰ στοιχεῖα δυνάμει εἶναι καὶ μὴ ἐνεργείᾳ, τούτῳ ἀκολουθήσει τὸ ἐνδέχεσθαι μηδὲν ὅλως εἶναι· δύναται γὰρ εἶναι τὸ μήπω ὄν, ὥστε αἱ ἀρχαὶ εἰ δυνάμει εἰσί, δύνανται καὶ μὴ εἶναι· εἰ δὲ αὗται μὴ εἷεν, οὐδὲ τά ἐξ αὐτῶν. ὅτι δὲ δυνατὸν εἶναι καὶ τὸ μὴ ὂν οὕτως ἔδειξεν· εἰ τὸ γινόμενον οὐκ ἔστι τοῦτο γὰρ εἶπε διὰ τοῦ γίγνεται μὲν γὰρ τὸ μὴ ὄν), τὸ δὲ δυνατὸν γίνεται, τὸ δὲ] δυνατὸν οὐκ ἔστιν. ἔλαβε δὲ τὴν δευτέραν πρότασιν διὰ τοῦ οὐθὲν δὲ γίγνεται τῶν εἶναι ἀδυνάτων. τοῦτο γὰρ ἴσον τῷ τὸ δυνάμει καὶ τὸ δυνατὸν τὸ γινόμενον εἶναι. ἐπὶ τούτοις πάλιν μέμνηται τῆς πρόσθεν ἤδη ῥηθείσης ἀπορίας· ἔστι δὲ αὕτη, πότερον τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ τῶν ὄντων καθόλου εἰσὶ καὶ κοινά τινα ἢ καθ’ ἕκαστα· καὶ προστίθησιν ἄλ|λην ἀπορίαν παρὰ τὴν ῥηθεῖσαν τότε. εἰ μὲν γάρ, φησί, καθόλου ὑπάρχουσιν αἱ ἀρχαί, οὐκ ἔσονται οὐσίαι. ἡ μὲν γὰρ οὐσία ὑποκείμενον καὶ τόδε τι, οὐδὲν δὲ τῶν κοινῶν ὑποκείμενόν ἐστι καὶ τόδε τι ἀλλὰ τοιόνδε· οὐδὲ γὰρ τὰ τῶν οὐσιῶν γένη καὶ εἴδη τόδε τι σημαίνει, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, ὡς εἶπεν ἐν Κατηγορίαις. ὅτι δὲ μὴ τόδε τι δηλοῖ τὸ κοινόν, οὕτως δείκνυσιν. εἴ τις λέγει τὸ κοινὸν τόδε τι εἶναι καὶ ὑπὸ ἔκθεσιν καὶ δεῖξιν πίπτειν, ὁ Σωκράτης ἡ ἄτομος οὐσία πολλὰ ἔσται ζῷα κατ’ ἀριθμόν καὶ γὰρ αὐτὸς ὁ Σωκράτης καὶ ζῷον καὶ ἄνθρωπος), εἴ γε καὶ ἄνθρωπος καὶ ζῷον τόδε τι καὶ καθ’ αὑτὸ καὶ ὑπὸ δεῖξιν καὶ ἔκθεσιν πῖπτον. ἔστι γὰρ ὁ Σωκράτης ἄνθρωπος, καὶ οὐ ταὐτόν ἐστι τὸ Σωκράτει καὶ τὸ ἀνθρώπῳ εἶναι. ἀλλὰ καὶ ζῷον· καὶ γὰρ ζῷον ὁ Σωκράτης, ὃ καὶ αὐτὸ ὑπέκειτο καὶ εἶναι καὶ καθ’ αὑτὸ ὑφεστάναι· καθόλου γὰρ καὶ τοῦτο. ἀλλὰ τοῦτο ἄτοπον. εἰ δὲ μὴ καθόλου. ἐπικεχείρηκε γὰρ πρὸς τοῦτο, ὡς εἴρηται τὸ πολλὰ ἔσται ζῷα ὁ Σωκράτης. ἢ τοῦτό ἐστι τὸ εἰρημένον, ἀλλ’ εἴ τις τὸ καθόλου ἀξιώσαι τοιοῦτον εἶναι ὡς μὴ τοιόνδε σημαίνειν ἀλλὰ τόδε τι καὶ οὐσίαν καὶ εἶναι τοιοῦτον ὡς τὰ τῇ ἐκθέσει δηλούμενα. εἶπεν οὖν καὶ ἐκθέσθαι τὸ κοινῇ κατηγορούμενον, τοιοῦτον δὲ τὸ καθόλου· διὸ εἰκότως νῦν ἐπὶ τὸ ἕτερον μόριον τῆς ἀπορίας μεταβαίνων οὕτως εἶπεν εἰ δὲ μὴ καθόλου. ἔστι δὲ τὸ λεγόμενον, εἰ δέ τις μὴ λέγοι τὰς ἀρχὰς καθόλου εἶναι ἀλλὰ καθ’ ἕκαστα καὶ ἀτόμους, πάλιν φησὶ μὴ ἔσεσθαι αὐτῶν ἐπιστήμην· ἡ γὰρ ἐπιστήμη τῶν καθόλου· ὥστε ἡ τῶν ἀρχῶν ἄλλαι τινὲς ἀρχαὶ πάλιν ἔσονται καθόλου, εἰ ἔσται αὐτῶν ἐπιστήμη, καὶ οὕτως πάλιν τὰ καθόλου ἀρχαί, ἢ οὐκ ἔσονται ἀρχαὶ ἐπιστηταί. | Ταῦτα τὰ ἐν τῷ Β ἠπορημένα, ἐξ ἐνδόξων τὰς ἐπιχειρήσεις ἔχοντα καὶ κατὰ τὸ πιθανόν· καὶ γὰρ οὐδὲ οἷόν τε εἰς τὰ ἀντικείμενα ἐπιχειροῦντας μὴ λογικαῖς ἐπιχειρήσεσι χρήσασθαι· οὐδὲ γὰρ ἂν λύεσθαι δύναιντο, εἰ μὴ εἶχεν οὕτως.

---

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg004.local001/.
