# In Aristotelis metaphysica commentaria ΕΙΣ ΤΟ ΕΛΑΤΤΟΝ Α ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ.1

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, ΕΙΣ ΤΟ ΕΛΑΤΤΟΝ Α ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-metaphysica-commentaria/%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%95%CE%9B%CE%91%CE%A4%CE%A4%CE%9F%CE%9D%20%CE%91%20%CE%A4%CE%A9%CE%9D%20%CE%9C%CE%95%CE%A4%CE%91%20%CE%A4%CE%91%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%91.1

Τὸ ἔλαττον ἄλφα τῶν Μετὰ τὰ Φυσικὰ ἔστι μὲν Ἀριστοτέλους ὅσα καὶ τῇ θεωρίᾳ τεκμήρασθαι, οὐ μὴν ὁλόκληρον ἔοικεν εἶναι, ἀλλ’ ἔστιν ὡς μέρος βιβλίου, τεκμαιρομένοις τῇ τε ἀρχῇ καὶ τῇ τοῦ βιβλίου μικρότητι. ὅσον μὲν οὗν ἐπὶ τῷ περὶ ἀρχῶν καὶ ἐν τούτῳ ποιεῖσθαί τινα λόγον, δόξει καὶ οὐκ ἀπᾴδειν τοῦτο τοῦ μείζονος Α, ἀλλ’ ἕπεσθαι ἐκείνῳ περὶ ἀρχῶν καὶ αἰτίων, ἐξ ὧν ἐν ἐκείνῳ παυόμενος τοὐ βιβλίου εἶπεν “ὅσα δὲ περὶ τῶν αὐτῶν τούτων ἀπορήσειεν ἄν τις, ἐπανέλθωμεν πάλιν· τάχα γὰρ ἄν ἐξ αὐτῶν εὐπορήσαιμεν πρὸς τὰς ὕστερον ἀπορίας” προειπὼν δὲ τοῦτο ἐν ἐκείνῳ, ἐν τούτῳ ζητεῖν ἀκολούθως δοκεῖ εἰ ἐπ’ ἄπειρον αἱ ἀρχαὶ καὶ τὰ αἴτια, καὶ δείκνυσιν ὅτι ἔστιν ἀρχή τις ἐν αὐτοῖς καὶ οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος. ὅσον δὲ πάλιν ἐπὶ τῷ τέλει αὐτοῦ. οὐ δόξει τοῦτο ἐκ ταύτης εἶναι τῆς συντάξεως, ἀλλὰ τῆς φυσικῆς πραγματείας προοίμιόν τι· ὡς γὰρ περὶ φύσεως ἐν τοῖς ἑξῆς ἐρῶν, καὶ ζητήσων τί ἐστιν ἡ φύσις, ἐπαύσατο. εἶπε γὰρ ‘διὸ σκεπτέον πρῶτον τί ἐστιν ἡ φύσις· οὕτω γὰρ καὶ περὶ τίνων ἡ φυσικὴ δῆλον ἔσται.” φυσικοῦ δὲ τὸ περὶ τούτου σκέπτεσθαι· διὸ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηται τὸν περὶ φύσεως λόγον. ἔτι δὲ οὐδ’ ἡ ἀρχὴ. αὐτῷ τοῦ Β τὸν περὶ φύσεως περιέχει λόγον, ὡς ἐν τῇδε τῇ πραγματείᾳ, ταῦτα ἐν αὐτῷ καταλέγει τε καὶ ἐκτίθεται. διὸ δόξει τῷ μείζονι Α τὸ Β μᾶλλον ἀκολουθεῖν· συνῳδὸς γὰρ ἡ τούτου ἀρχὴ τῷ ἐκείνου τέλει. ἐκεῖ τε γὰρ προέθετο περὶ ὧν ἀπορήσειεν ἄν τις περὶ τῶν εἰς τὰς ἀρχὰς καὶ τὴν εὕρεσιν αὐτῶν συντεινόντων εἰπεῖν, ἔν τε τῷ Β φαίνεται τοῦτο ποιῶν. οὐ μὴν οὐδὲ τὰ ἐν τούτῳ λεγόμενα ἀλλότρια πάντῃ τῆς προκειμένης πραγματείας εἶναί μοι. δοκεῖ; ἀλλ’ ἔστιν ὥσπερ τινὰ προγραφόμενα καὶ προλεγόμενα κοινῶς πάσης τῆς θεωρητικῆς φιλοσοφίας τὰ ἐν τούτῳ λεγόμενα. πρῶιον μὲν γὰρ ἐν αὐτῷ περὶ τῆς θεωρητικῆς φιλοσοφίας κοινῶς· πάσης λέγει, δεικνὺς ὅτι πῇ μέν ἐστι χαλεπή, τεκμαιρόμενος ἀπὸ τοῦ μηδένα ἀξίως περὶ αὐτῆς εἰρηκέναι, πῇ δὲ ῥᾳδία, τεκμαιρόμενος πάλιν ἀπὸ τοῦ μηδένα αὐτῆς παντάπασιν ἀποτυγχάνειν. ἀλλὰ καὶ διὰ τί δυσχερὴς μᾶλλον προστίθησι, δεικνὺς τούτου τὸ αἴτιον ἐν ἡμῖν ὄν· ὁ γὰρ ἡμέτερος νοῦς ἀσθενής ἐστι πρὸς τὴν τῶν φύσει σαφῶν γνῶσιν. καὶ ἐπὶ τούτοις ἐπαινέσας τοὺς ὁπωσοῦν ἡμμένους αὐτῆς ὣς οὐ μικρὰ συμβεβλημένους, καὶ ᾗ διαφέρει ἡ θεωρητικὴ τῆς πρακτικῆς εἰπών, καὶ ὅτι τὸ κύριον τῆς θεωρίας ἡ γνῶσις, δείκνυσιν ὅτι πλεῖστον εἰς θεωρίαν τε καὶ τὴν τῆς ἀληθείας γνῶσιν ἡ τῶν ἀρχῶν τε καὶ τῶν αἰτίων γνῶσις συντελεῖ· μάλιστα γὰρ ἔστι τὰ πρῶτα αἴτια καὶ αἱ ἀρχαί, τὰ δὲ μάλιστα ὄντα καὶ ἀληθῆ μάλιστα καὶ τοῖς ἄλλοις αἴτια τοῦ τε εἶναι καὶ τῆς ἐν αὐτοῖς ἀληθείας ταῦτα. δείκνυσι δὲ ἐν αὐτῷ καθόλου τε καὶ κοινῶς καὶ ὅτι εἰσὶν ἀρχαὶ καὶ αἰτίαι τῶν ὄντων, ἀνελὼν τὸ ἐπ’ ἄπειρον τὴν πρόοδον τῶν αἰτίων εἶναι. Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία. σημεῖον δέ. Γράφεται καὶ χωρὶς τοῦ “ὅτι,” ἡ περὶ τῆς ἀληθείας θεωρία· καὶ μᾶλλον δοκεῖ ἐκεῖνο ἀρχὴ εἶναι, τὸ δὲ μετὰ τοῦ ὅτι οὐκ ἀρχὴ | ἀλλ’ ἑπόμενον προειρημένῳ τινί. περὶ δὲ τῆς ἀληθείας θεωρίαν λέγει. πᾶσαν τὴν θεωρητικὴν φιλοσοφίαν, οὐχ ὡς μόνην περὶ τὴν ἀλήθειαν ποαγιuατευ- ομένην (καὶ γὰρ ἡ πολιτική τε καὶ πρακτικὴ φιλοσοφία περὶ τὸ ἐν ἀληθές, ἀλλὰ καὶ αἱ τέχναι περὶ τῆς τῶν ὑπ’ αὐτὰς ἀληθείας εἰσὶ θεωρητκαί, εἴ γε ἐστὶ τέχνη ἕξις μετ’ ἀληθοῦς λόγου ποιητική), ἀλλ’ ὅτι ταύτης μόνης τέλος ἡ γνῶσις τῆς ἀληθείας καὶ τῆς κυρίως ἀληθείας· τὸ γὰρ ἀίδιον ἀληθὲς αὕτη θεωρεῖ. συνιστὰς δὲ τὴν θεωρητικὴν φιλοσοφίαν ὡς μάλιστα οἰκείαν ἡμῖν καὶ κατὰ φύσιν, τῇ μέν φησι χαλεπὴν αὐτὴν δόξαι ἂν εἶναι τῇ δὲ αὗ ῥᾳδίαν, χαλεπὴν μὲν καθ᾿ ὅσον πολλῶν ἐπιχειρησάντων αὐτῇ οὐδεὶς κατ’ ἀξίαν τοὺς περὶ αὐτῆς πεποίηται λόγους· τοῦ γὰρ δυσεύρετον καὶ χαλεπὴν τὴν περὶ αὐτῆς εἶναι θεωρίαν σημεῖον ἱκανὸν τὸ μὴ δύνασθαι τοὺς περὶ αὐτῆς λέγοντας κατ’ ἀξίαν εἰπεῖν περὶ αὐτῆς· τοῦ δὲ αὖ ῥᾳδίαν εἶναι σημεῖον πάλιν ποιεῖται τὸ μὴ πάντῃ τοὺς περὶ αὐτῆς εἰπόντας ἀποπλανηθῆναι, ἀλλὰ τῶν εἰπόντων ἕκαστον εἰπεῖν ὑγιές τι περὶ αὐτῆς. καθ’ ἕκαστον μὲν γὰρ τῶν φιλοσοφησάντων εἰ ἐπισκοποίημεν, ὀλίγον παντελῶς ἕκαστον αὐτῶν ὑγιῶς ἂν εὕροιμεν λέγοντα· εἰ δὲ τὰς ἁπάντων ἀθροίσαιμεν εἰς ταὐτὸ δόξας, ἀξιόλογος ἤδη καὶ μεγάλη ἡ περὶ αὐτῆς θεωρία φανεῖται. περὶ γοῦν τῶν ἀρχῶν, ὡς ἐν τῷ πρὸ τούτου προειρηκεν, ἕκαστος μὲν τῶν ειποντων μέρος τι αὐτῶν εἶπε, καὶ ουοε τοῦτο σαφῶς, τρόπον μέντοι τινὰ εἶπε πάσας εἰρῆσθαι τῷ ἄλλον ἄλλης μνημονεῦσαι. μήτε πάντας ἀποτυγχάνειν. τοῦτο εἴρηκεν ὡς ἴσον τῷ μήτε τινὰ τῶν πάντων ἀποτυγχάνειν αὐτῶν πάντῃ. ὅτι δὲ τοῦτο λέγει, δῆλον ἐποίησεν ἐπενεγκὼν ἀλλ’ ἕκαστον λέγειν τι περὶ τῆς φύσεως· τοῦτο γὰρ συνῳδὸν τῷ μηδένα ἀποτυγχάνειν. τὸ δὲ τῆς φύσεως προσκείμενον τὸ πρὸ πάσης τοῦτο τῆς θεωρητικῆς εἶναι φιλοσοφίας τὸ βιβλίον συνίστησι καὶ αὐτό. δοκεῖ δέ μοι διὰ μὲν τοῦ πολλούς τε ἐπιβάλλεσθαι λέγειν περὶ αὐτῆς καὶ μηδένα αὐτῶν πάντῃ διαμαρτάνειν δείκνυσθαι τὸ κατὰ φύσιν ἡμῖν εἶναι τήνδε τὴν πραγματείαν, διὰ δὲ τοῦ μηδένα κατ’ ἀξίαν εἰρηκέναι περὶ αὐτῆς τὸ μέγεθος αὐτῆς ἐνδείκνυσθαι καὶ τὴν χαλεπότητα, καὶ ὅτι μὴ χρὴ πάρεργον ποιεῖσθαι τὴν ζήτησιν αὐτῆς. ἔχεσθαι μὲν γὰρ αὐτῆς χρή, ὅτι ἡμῖν ἐστι κατὰ φύσιν, μ̣ὴ παρέργως δέ, ὅτι ἐστὶ χαλεπή. προτρέποι δ’ ἂν ἡμάς δι’ ὧν εἴρηκε καὶ ἐπὶ τὸ μήτε καταφρονεῖν αὐτῆς ὡς ῥᾳδίας πάντῃ μήτε ἀπογινώσκειν ὡς πάντῃ χαλεπῆς. | Ὥστε εἴπερ ἔοικεν ἔχειν καθάπερ τυγχάνομεν παροιμιαζόμενοι, τίς ἂν θύρας ἁμάρτοι. Ὅτι τὸ πάντας τι ὑγιὲς εἰρηκέναι τοὺς περὶ αὐτῆς λέγοντας σημεῖον ἂν εἴη τοῦ ῥᾳδίαν αὐτὴν εἶναι, ἔδειξε τῇ παροιμίᾳ προσχρησάμενος τῇ “τίς ἂν θύρας ἁμάρτοι;” ἣ λέγεται μὲν ἐπὶ τῶν εὐκόλων καὶ μηδὲν χαλεπὸν καὶ δυσεύρετον ἐχόντων, εἴληπται δὲ ἀπὸ τῶν τοξοτῶν τῶν ἐπὶ σκοπὸν τοξευόντων· οὗτοι γάρ, ἂν μὲν στενὸς ὁ προκείμενος ᾖ σκοπός, οὐ ῥᾳδίως αὐτοῦ τυγχάνουσιν, ἄν δὲ ᾖ πλατύς, οὐ χαλεπὸν τὸ τούτου τυγχάνειν, διὸ καὶ πάντες αὐτοῦ τυγχάνουσιν. εἰ οὖν τοῦ ῥᾳδίου πάντες ἐπιτυγχάνουσι, καὶ οὗ πάντες ἐπιτυγχάνουσι ῥᾴδιον τοῦτο. τὸ δὲ ὅλον τε ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. πάλιν τοῦ χαλεπὴν καὶ δύσκολον τὴν πραγματείαν εἶναι σημεῖον ποιεῖται τὸ ἕτερον τῶν προρρηθέντων. ἦν δὲ τὸ καθ᾿ ἕνα μὲν ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ, τῷ τοὺς καθ’ ἕνα μήτε περὶ ὅλης λέγειν τῆς πραγματείας μήτε περὶ μέρους αὐτῆς ὁλοκλήρως. οἱ γὰρ μηδὲν ἢ μικρὸν ἐπιβάλλοντες αὐτῇ πρὸς τῷ τοῦ παντὸς ἀπολείπεσθαι ἀπολείποιντο ἄν καὶ τῶν μερῶν αὐτῆς. οὗτοι δὴ τὸ ·χαλεπὸν αὐτῆς δεικνύουσιν. ἔχει δέ τι ἡ λέξις ἀκατάλληλον ἡ τὸ δ’ ὅλον τε ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. δοκεῖ γὰρ δι’ αὐτῆς τὸ ἀντικείμενον λέγειν οὗ προείρηκε. προεί- ρηκε μὲν γὰρ ὅτι κατὰ μέρος μὲν ἕκαστος ἐπιβάλλει τῇ τῶν ὄντων ἀληθείᾳ, ὅλου δὲ ἀποτυγχάνει· νῦν δὲ δοκεῖ λέγειν τὸ μὲν ὅλον ἔχειν τοὺς ἐπιβάλλοντας αὐτῇ, τὸ δὲ μέρος μὴ δύνασθαι. ὃ φεύγοντές τινες ἐνηλλάχθαι φασὶ τὴν λέξιν καὶ εἶναι τὸ κατάλληλον αὐτῆς “τὸ δὲ ὅλον μὴ δύνασθαι καὶ μέρος ἔχειν δηλοῖ τὸ χαλεπὸν αὐτῆς” τοῦτο γὰρ σύμφωνον εἶναι τοῖς προειρημένοις. μήποτε δὲ ἄμεινον τῆς λέξεως ἀκούειν, ὡς προειρήκαμεν, τὸ δείκνυσθαι τὸ χαλεπὸν τῆς πραγματείας διὰ τοῦ μήτε τὸ ὅλον ἔχειν μήτε μέρος ὁλοκλήρως ἔχειν δύνασθαι· ὡς εἶναι τὸ λεγόμενον ἴσον τῷ τὸ δὲ μήτε ὅλ·ον τι ἔχειν ἀλλὰ μηδὲ μέρος δύνασθαι· τὸ γὰρ ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ οὔτε τὸ ὅλον ἔχειν ἦν οὔτε μέρος αὐτῆς ὅλον· οὗ γὰρ καὶ τὸ μέρος δύσληπτον, χαλεπὸν τοῦτο. καὶ εἴη ἂν ὑπερβατὸν ἐν τῇ λέξει τοιοῦτον, | τὸ μὴ δύνασθαι ὅλον τι ἔχειν καὶ μέρος, ὡς εἰ ἔλεγε, τὸ δὲ μηδέτερον δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς.. δύναταί τις καὶ οὕτως ἀκοῦσαι τοῦ δ᾿ ὅλον τι ἔχειν καὶ μέρος μὴ δύνασθαι, τὸ εἰς ἔννοιαν μὲν τοῦ ὅλου καὶ ἐπίστασιν πάντας ἐλθεῖν, μηδὲν δὲ μέρος αὐτῆς ἐξακριβώσασθαι δυνηθῆναι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. δύναται καὶ λείπειν τῇ λέξει τὸ πάντας ἅμ, ἵν’ ᾖ τὸ δ’ ὅλον τι ἔχειν πάντας ἅμ, μέρος δὲ ἕκαστον μὴ δύνασθαι, δηλοῖ τὸ χαλεπὸν αὐτῆς. καὶ τοῦτό γε μᾶλλον ἀκολουθεῖν δόξει τοῖς προειρημένοις τοῖς “καθ᾿ ἕνα μὲν ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ, ἐκ πάντων δὲ τῶν συναθροιζομένων γίγνεσθαί τι μέγεθος.” δύναται ἴσον εἶναι τὸ εἰρημένον τῷ τὸ δὲ μὴ δύνασθαι καὶ ὅλον τι ἔχειν καὶ μέρος, ἀλλὰ μέρος τι μόνον λαμβάνειν αὐτοῦ. τὸ δὲ “τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία” λέγοι ἂν οὐχ ὡς κατὰ ταὐτὸν ὄντων ἀμφοτέρων περὶ αὐτήν, ἀλλ᾿ ὡς φαντασιῶν καὶ δοξῶν ἀμφοτέρων οὐσῶν περὶ αὐτῆς, κατὰ μὲν τι ὅτι ῥᾳδία, κατὰ δέ τι ὅτι χαλεπή διὰ μὲν γὰρ τὸ καὶ πάντας ἐπιβάλλειν αὐτῇ οὐ χαλεπή, διὰ δὲ τὸ μηδένα κατορθοῦν μηδὲ κατὰ μέρος ὅλον οὐ ῥᾳδία. Ἴσως δὲ καὶ τῆς χαλεπότητος οὔσης κατὰ δύο τρόπους. Δείξας τῇ μὲν ῥᾳδίαν τὴν θεωρητικὴν φιλοσοφίαν τῇ δὲ χαλεπήν, διαίρεσιν ποιεῖται τοῦ χαλεποῦ, δεικνὺς κατὰ τί ἡ φιλοσοφία, δι’ οὗ πάλιν δείκνυται τὸ πῇ μὲν χαλεπὴν αὐτὴν εἶναι πῇ δὲ ῥᾳδίαν. οἱ δὲ τρόποι τῆς χαλεπότητος δύο, εἷς μὲν ὁ παρὰ τὴν τοῦ πράγματος θεωρουμένην φύσιν, τοιούτου ὄντος ὡς τῇ αὐτοῦ φύσει δυσθεώρητον εἶναι, δεύτερος ὁ διὰ τὴν τοῦ θεωροῦντος αὐτὸ ἀσθένειαν· δύναται γάρ τι τῇ αὐτοῦ φύσει ὂν εὐθεώρητον τῷ ἁπλοῦν εἶναι, διὰ τὴν ἡμετέραν ἀσθένειαν ἡμῖν εἶναι χαλεπόν τε καὶ δυσθεώρητον. ᾧ τρόπῳ τῆς χαλεπότητος ὑπάγει καὶ τὴν θεωρητικὴν τέχνην καὶ περὶ τῆς ἀληθείας φιλοσοφίαν. προτρέποι δ’ ἄν ἡμᾶς καὶ διὰ τούτου πρὸς τὴν θεωρητικὴν φιλοσοφίαν· εἰ γὰρ τὰ γνώριμα καὶ πρῶτα τῇ αὐτῶν φύσει ἡμῖν ἐστι δύσγνωστα διὰ τὴν ἀργίαν τοῦ νοῦ, δῆλον ὅτι δεῖ γυμνάζειν τε καὶ ἐπεγείρειν πρὸς αὐτὰ τὸν νοῦν, ὅπως αὐτῷ εὔγνωστα γίγνηται τὰ τῇ αὐτῶν φύσει γνώριμα. πῶς δὲ ἔνιά ἐστι χαλεπὰ παρὰ τὴν τῶν μετιόντων αὐτὰ ἀσθένειαν, οὐ παρὰ τὴν αὐτῶν φύσιν, ἔδειξεν ἐπὶ τῶν νυκτερίδων, αἷς τὸ μεθημερινὸν φῶς δι’ ἀσθένειαν τῶν ὀφθαλμῶν πρὸς τὸ ὁρᾶν ἐμποδίζει, ὂν τῇ αὐτοῦ φύσει μάλιστα ὁρατόν τε καὶ αἴτιον τοῦ ὁρᾶσθαι τὰ ὁρώμενα. ὡς δὴ ἐκείνων οἱ ὀφθαλμοὶ πρὸς τὸ φῶς ἔχουσιν, οὕτω καὶ ἐφ’ ἡμῖν φησι τὸν νοῦν τὸν ἡμέτερον ἔχειν πρὸς τὰ τῇ φύσει φανερώτατα· ταῦτα δέ ἐστι τὰ ἁπλούστατα, τοιαῦται δὲ αἱ ἀρχαί. οὕτω δὲ ὁ ἡμέτερος νοῦς πρὸς τὰ | φανερώτατα τῶν ὄντων ἔχει διὰ τὸ μὴ ἀπολελυμένος καὶ κεχωρισμένος εἶναι, ἀλλ’ εἶναι σὺν αἰσθήσει καὶ ταῖς παθητικαῖς δυνάμεσι τῆς ψυχῆς, ἃ πάντα ἐμπόδια τῇ οἰκείᾳ τοῦ νοῦ ἐνεργείᾳ· ἡ γὰρ περὶ τὰ αἰσθητὰ συνεχὴς ἡμῶν ἐνέργεια ταῖς κεχωρισμέναις τῆς αἰσθήσεως ἐνεργείαις ἐμποδὼν γίνεται. εἰ δὲ διὰ ταῦτά ἐστι τῆς ἀληθείας γνῶσις χαλεπή, ἀληθὲς τὸ προειρημένον τὸ ‘ἡ περὶ τῆς ἀληθείας γνῶσις τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία᾿ χαλεπὴ γὰρ ἡμῖν, τῇ δὲ αὐτῆς φύσει ῥᾳδία. καὶ εἴη ἂν κἀκεῖνα τούτου χάριν εἰρημένα κατασκευαστικὰ ὄντα τοῦ ἄμφω ταῦτα ἔχειν αὐτήν, ὃ οὐ παρ’ ἄλλο τί ἐστιν ἢ παρὰ τὸ τῇ μὲν αὐτῆς φύσει τοιαύτην εἶναι, ἡμῖν δὲ διὰ τὴν ἡμ͂͂τέραν ἀσθένειαν χαλετὴν εἷναι γνωσθῆναι. οὐ μόνον δὲ χάριν ἔχειν δίκαιον τούτοις ὧν ἄν τις κοινώσαιτο ταῖς ὸοξαιζ. εἰπὼν πε̣ὶ TTp Mωρητικῆς φιλοσοφίας ὅτι τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία εἰπὼν δὲ καὶ ὅτι μηδεὶς τῶν ἁψαμένων 7’.(r?|C ἱκανῶς τι περὶ αὐτῆς εἶπε, λέγει ὅτι μὴ διὰ τοῦτο χρὴ παραπέμπεσθαι αὐτούς, ἀλλὰ χάριν αὐτοῖς ἑκτέον ὡς οὐ μικρὰ ὠφελήσασι τοὺς ὑστέρους. ἅμ δὲ τὴν θεωοίαν διὰ τούτων συνίστησιν ὡς πάσης στουο3ις ἀξίαν. αυ,ιοῖ γὰρ χάριν ἡμάς ἔχειν μὴ μόνον τοῖς εἰρηκόσι τοιοῦτον ᾧ κἂν ἡμεῖς ὡς καλῶς εἰρημένῳ χρησαίμεθα καὶ κοινωνήσαιμεν τῆς δόξης, ἀλλὰ καὶ τοῖς ἀρχαιοτέροις, εἰ καὶ ἐπιπολαιότερον δοκοῦσι περὶ τούτων εἰρηκέναι. καὶ λέγει τούτου τὴν αἰτίαν· καὶ γὰρ οὗτοι συνετέλεσάν τι ἡμῖν πρὸς τὴν τῶν ζητουμένων εὕῳσιν. τὴν γὰρ ἕξιν, τουτέστι τῆὴν ὸύναμιν ἡμῶν. ᾗ δυνάμει τῆς ψυχῆς τὰ τὸ αὐτὰ ζητεῖν δυνάμεθα (αὕτη δέ ἐστιν ἡ κατὰ τὸν νοῦν), ταύτην προήσκησαν θήξαντές πως καὶ κινήσαντες ταῖς ζητήσεσιν, ἅτε ὁδοποιήσαντες καὶ ἐπιστήσαντες τὸ καὶ αὐτοὺς ζητεῖν περὶ τούτων, καὶ εἰς ἔννοιαν ἀγαγόντες ὡς ἔστιν οἰκεία ἡμῖν ἡ περὶ ὧν ἐπραγματεύσαντο θεωρία. εἴη δ’ ἂν καὶ διὰ τούτου προτρέπων ἡμάς ἐπὶ τὸ πάσαις ταῖς παρὰ τούτῶν καταβεβλημέναις δόξαις ἐντυγχάνειν· ἡ γὰρ τῶν καταβεβλrιῴνων δοξῶν εὐπορία εὑρετικωτέρους ἡμᾶς τῆς ἀληθείας παρασκευάσει. πῶς γὰρ οἷόν τε χάριν ἔχειν τούιοις, ὡς ἀξιοῖ, μὴ πρῶτον αὐτῶν τὰς δόξας ἱστορηκότας; δόξαι δ’ ἂν ἐκ ταύτης tt^c λέξεως τὸ βιβλίον τοῦτο ἀκόλουθον εἶναί πως τῷ πρὸ αὐτοῦ τεταγμένῳ· ἐν ἐκαίνω γὰρ ἱστορήσας τὰς τῶν πρὸ αὐτοῦ περὶ τῶν πρώτων ἀρχῶν δόξας κ.αὶ ἀντειπών τινα πρὸς αὐτούς, ἐν τούτῳ φησίν, οὐκ ἐπειδὴ ἀντιλέγομεν ταῖς τινῶν δόξαι διὰ τοῦτο ὡς μηδὲν ἡμῖν εἰς τὰ προκείμενα συντελέσαντας παραπέμπεσθαι χρή, ἀλλὰ καὶ τοῖς εὐκαταφρονήτως εἰρηκέναι δοκοῦσί τινα χάριν ἑκτέον· καὶ γὰρ παρὰ τούτων ὠνάμεθά τι· προησκήθημεν γὰρ τὴν ἕξιν. ὅτι γὰρ χρήσιμοι οἱ ὁπωσοῦν ἀρξάμενοί τινος καὶ οὐχ οἱ ἐπὶ πλέον ἐπεξεργασάμενοι μόνον, δῆλον ἐποίησε παραθέμε|νος Τιμόθεόν τε ὃς ἄριστος ἐδόκει γεγονέναι μελοποιός, καὶ Φρῦνιν ὃς ἀρχαιότερος ἐγένετο Τιμοθέου, οὐ μὴν τοιοῦτος τὴν τέχνην. τούτων γὰρ παρὰ μὲν Τιμοθέου τὴν μελοποιίαν, παρὰ δὲ Φρύνιδος τὸ Τιμόθεον τοιοῦτον γενέσθαι· οὐ γὰρ ἂν ἐπὶ τοσοῦτον οὗτος ἐξειργάσατο ταῦτα μὴ πρώτου ἐκείνου γιγνομένου τε καὶ ἀρξαμένου. ὡς δὲ ἐπ’ ἐκείνων ἔχει, οὕτω δὲ καὶ ἐπὶ τῆς καλῆς κατὰ τὴν ἀλ·ήθειαν θεωρίας· παρὰ μὲν γάρ τινων ἔχομεν δόξας τινάς, αἷς ἄξιον χρῆσθαι ὡς ἐχούσαις περιττόν τι, ἄλλοι δὲ τοῦ τούτους εἰπεῖν τι καὶ εὑρεῖν τοιοῦτον ἐγένοντο αἴτιοι. Ὀρθῶς δὲ καὶ καλεῖσθαι τὴν φιλοσοφίαν ἐπιστήμην τῆς ἀληθείας. Χρησάμενος τῷ τῆς ἀληθείας ὀνόματι ἐπὶ τῆς θεωρητικῆς φιλοσοφιας, νῦν ὅτι εὐλόγως οὕτως καλεῖται συνίστησι· φιλοσοφίαν γὰρ ἰδίως τὴν θεωρητικὴν λέγει, ὡς δι’ ὧν ἐπιφέρει δηλοῖ, λέγων θεωρητικῆς. μὲν φύσει ὄντων, ἣν καὶ σοφίαν καλεῖ. συνίστησι δὲ τὸ προειρημένον οὕτως. ἐπεὶ τέλος τῆς θεωρητικῆς φιλοσοφίας ἐστὶν ἡ ἀλήθεια, ἀπὸ δὲ τοῦ τέλους καὶ τοῦ σκοποῦ ἑκάστη μέθοδος χαρακτηρίζεταί τε καὶ τὸ εἶναι ἔχει, εἰκότως παρὰ τῆς ἀληθείας αὕτη καλεῖται· τοῦτο γὰρ αὐτῆς τέλος. καὶ τῇ τῶν πρακτικῶν ἐπιστημῶν δὲ παραθέσει ἔδειξε τὸ εὐλόγως καλεῖσθαι παρὰ τῆς ἀληθείας τὴν θεωρητικήν· τέλος γὰρ τῇ πρακτικῇ ἡ πρᾶξις, καὶ οὐχ ἡ γνῶσις τέλος τῆς ἐν τοῖς πρακτοῖς ἀληθείας· καὶ γὰρ ἐν οἷς τὸ πῶς ἔχει τὸ ὑποκείμενον ἀληθείας σκοποῦσιν οἱ πρακτικοί, οὐ περὶ ἀιδίου τινὸς ἀλήθειαν σκοποῦσιν. ὡς δὲ τῆς περὶ τὰ ἀίδια ἀληθείας κυρίως καὶ μάλιστα ἀληθείας οὔσης, οὐ τῆς ἐν τοῖς πρακτοῖς, τοῦτο προσέθηκεν. οὐ δὴ περὶ ταύτης οἱ πρακτικοί, ἀλλὰ τῆς τινὶ καὶ ποτέ, καὶ ἐπὶ τὴν πρᾶξιν τὴν ἀναφορὰν τῆς θεωρίας ποιούμενοι· τοιαῦτα γὰρ τὰ πρακτά, οὐκ ἀεὶ οὐδὲ καθόλου, ἀλλὰ μεταπίπτοντα καὶ κατὰ τὰς ἡλικίας τῶν πραττόντων καὶ κατὰ τὰς τύχας καὶ κατὰ τὰς πρὸς οὓς πράττεται σχέσεις. καὶ γὰρ αἱ περὶ τῶν ἀρετῶν καὶ τῶν κατὰ ταύτας ἐνεργειῶν ζητήσεις, αἳ μὴ θεωρίας χάριν ἐγίνοντο μόνης, ἐν τοῖς πρακτοῖς εἰσι καὶ περὶ τὰ καθ’ ἕκαστα· περὶ γὰρ ταῦτα ἡ αὐτῶν ἀναφορά. | διὰ δὲ τοῦ εἰπεῖν οὐκ ἀίδιον ἔδειξεν ὅτι μὴ τὸ τέλος τοῖς πρακτικοῖς ἀλήθειά τε καὶ ἐπιστήμη· ἀιδίων γὰρ αἱ ἐπιστῆμαι καὶ θεωρίαι. γράφεται δὲ ἔν τισιν ἀντικγράφοις οὐ τὸ αἴτιον καθ’ αὑτὸ ἀλλὰ πρός τι καὶ νῦν θεωροῦσιν. οὗ γεγραμμένου εἴη ἂν λέγων ὅτι οὐ τὸ κυρίως καὶ καθ’ αὑτὸ αἴτιον, ὃ τοῦ ἁπλῶς ἀληθέσιν αὐτοῖς εἶναι αἴτιόν ἐστι, θεωροῦσιν οἱ πρακτικοί, ἀλλὰ τοῦ πρὸς τόδε καὶ νῦν ἀληθὲς αὐτὸ εἶναι· τοιοῦτον γὰρ τό τε ἐν τοῖς πρακτοῖς ἀληθὲς καὶ τὸ ὡς πρακτῶν αὐτῶν αἴτιον. οὐκ ἴσμεν δὲ τὸ ἀληθὲς ἄνευ αἰτίας. Τὸ λεγόμενον ἴσον ἐστὶ τῷ ἀλλὰ μὴν τὸ ἀληθὲς οὐχ οἷόν τε ἄνευ αἰτίας εἰδέναι· ὥστε εἰ οἱ πρακτικοὶ μὴ κατὰ τὸ κυρίως αἴτιον τὴν γνῶσιν περὶ τῶν προκειμένων ποιοῦνται, οὐδὲ τὸ ὄντως ἀληθὲς ἐν αὐτοῖς θεωροῦσι. καὶ εἴη ἄν οὕτως μὲν λεγόμενον ἀκολούθως εἰρημένον τῇ δευτέρᾳ γραφῇ· εἰ δὲ ἀπλῶς λέγοιτο, ὡς δεικτικὸν ἂν λέγοιτο τοῦ δεῖν τὸν περὶ τὸ ἀληθὲς πραγματευόμενον τῶν αἰτιῶν εἶναι θεωρητικόν. ἐνδειξάμενος δὲ ὅτι ἐστὶν αὐτῷ ἡ προκειμένη πραγματεία περὶ τῆς ἀληθείας θεωρία, καὶ τίς ἐστιν αὕτη δείξας, ὅτι ἡ σοφία καὶ ἡ θεωρητικὴ φιλοσοφία, προστίθησι τοῖς εἰρημένοις ὅτι ἀδύνατον τὸ ἀληθὲς γνῶναι ἀγνοοῦντας τὴν αἰτίαν, διδάσκων ἡμᾶς διὰ τούτου καὶ τοῦ ἐπὶ τούτῳ λεγομένου ὅτι ἀναγκαία ἄν εἴη τῷ περὶ ἀλήθειαν καταγινομένῳ ἡ τῶν αἰτίων γνῶσις, ὡς εἶπε καὶ τῆς Φυσικῆς μὲν ἀρχόμενος· καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἐπιστήμην οὖσαν τὴν δι’ αἰτίου γνῶσιν· ἔδειξε δὲ καὶ ἐν τῷ πρώτῳ τὴν κυρίως γνῶσίν τινος ἐκ τῆς τῶν αἰτίων αὐτοῦ γνώσεως ἠρτημένην. οὐχ ὅτι δὲ πὰν ἀληθὲς ἐξ αἰτίας γνωρίζεται λέγει· οὕτως γὰρ ἐπ’ ἄπειρόν τε ἂν εἴη τὰ αἴτια, κα̣ὶ οὐδὲν γνωστὸν ἄν εἴη, ὡς μετ’ ὀλίγον δείξει· ἀλλὰ δῆλον ὅτι τούτων τὸ ἀληθὲς οὐχ οἷόν τε γνῶναι χωρὶς αἰτίας τῶν ἐχόντων αἰτίας. ἔστι δέ τινα γνωστὰ χωρὶς αἰτίας· τὰ γὰρ οὐκ ἔχοντα αἰτίας τοιαῦτα οἷα τὰ πρῶτα καὶ αἱ ἀρχαί, ὧν οὐκ ἔστιν αἴτια. ἢ οὖν ἐνδεῶς εἴρηκε· λείπει γὰρ τὸ ὧν εἰσιν ἀρχαὶ καὶ αἴτια, ὃ εἶπεν ἐν τῇ Φυσικῇ ἀκροάσει· ἢ τὸ οὐκ ἴσμεν ἴσον ἐστὶ τῷ οὐκ ἔχομεν ἐπιστήμην· ἡ γὰρ ἐπιστήμη ἐστὶ κυρίως ἡ δι’ ἀποδείξεως γνῶσις, τῶν δὲ ἀρχῶν οὐκ ἔστιν ἀπόδειξις, ὥστε οὐδὲ γνῶσις τοιαύτη. ἢ δι’ ὧν ἐπιφέρει καὶ περὶ τούτου λέγει· τοιοῦτον γὰρ | τὸ ὥστε καὶ ἀληθέστερον τὸ τοῖς ὑστέροις αἴτιον τοῦ ἀληθέσιν εἶναι· καὶ διὰ τοῦ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς δέον ἀεὶ εἶναι ἀληθεστάτας· οὐ γὰρ ποτὲ ἀληθεῖς, οὐδὲ ἐκείνων αἴτιον τοῦ εἶναι ἄλλο, ἀλλ’ ἐκεῖναι τοῖς ἄλλοις. Ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων, καθ’ ὃ καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον. εἰπὼν ὅτι μὴ οἷόν τε τὴν ἀλήθειαν τὴν ἐν τοῖς ἔχουσιν αἰτίας γνῶναι χωρὶς τῆς γνώσεως τῶν αἰτιῶν αὐτῶν, καὶ διὰ τούτου δείξας ἀναγκαίαν τῇ θεωρητικῇ φιλοσοφίᾳ τὴν τῶν αἰτίων γνῶσιν, νῦν ὅτι ἀναγκαία δείκνυσι πάλιν διὰ τοῦ δεῖν μὲν τὸν περὶ τῆς ἀληθείας φιλοσοφοῦντα τὰ μάλιστα ἀληθῆ γνωρίζειν, μάλιστα δὲ ἀληθῆ τὰ ἀίδια αἴτια· ταῦτα γὰρ καὶ τῆς τῶν δι’ αὐτὴν ὄντων ἀληθείας αἴτια. ἀληθέστατον μὲν γὰρ ὃ καὶ τοῖς ἄλλοις αἴτιον τοῦ ἀληθέσιν εἶναι, αἱ δὲ ἀρχαὶ αἴτια τῆς ἐν τοῖς δι’ αὐτὰς οὖσιν ἀληθείας. ἕκαστον γὰρ τῶν ὄντων ἐφ’ ὅσον τοῦ εἶναι μετέχει, ἐπὶ τοσοῦτον καὶ τῆς ἀληθείας· τὸ γοῦν ψεῦδος μὴ ὄν. διὸ τὰ ἀίδια μάλιστα ὄντα, καὶ μάλιστα ἡ ἐκείνων γνῶσις ἀλήθεια, εἴ γε ἐπιστήμη. εἰ δὲ τὰ ἀίδια μάλιστα ὄντα, ἔτι μᾶλλον ὄντα τὰ τούτοις αἴτια τοῦ εἶναι ἀεί· διὰ γὰρ τὸ εἶναι αἴτια τούτοις ἐκεῖνα τούτων μᾶλλον ὄντα καὶ μάλιστα ὄντα. οὗ τὴν αἰτίαν παρέθετο εἰπὼν ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων καθ’ ὃ καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον. δι’ ὃ γάρ τισιν ὑπάρχει τὸ τοῖσδέ τισιν εἶναι καὶ συνωνύμοις κατὰ τοῦτο ἀλλήλοις, οἷον θερμοῖς, ἐκεῖνο μάλιστα θερμόν. δεῖ γὰρ μὴ μόνον ἀλλήλοις αὐτὰ εἶναι συνώνυμα, ἀλλὰ καὶ τὸ αἴτιον αὐτοῖς τοῦ εἶναι τοιούτοις συνώνυμον αὐτοῖς εἶναι· τότε γὰρ ἔσται μάλιστα τοιοῦτον αὐτό, ὅταν ᾖ πρῶτον τοιοῦτον, οἷον μάλιστα θερμὸν ἔσται τὸ τοῖς θερμοῖς αἴτιον τοῦ εἶναι θερμοῖς, πρῶτον θερμὸν ὄν αὐτό. οὕτως αἴτιον τὸ πῦρ τοῖς θερμοῖς τοὐ εἶναι θερμοῖς· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν καθ’ ὃ καὶ τοῖς ἄλλοις, ἐπεὶ δύναται αἴτιόν τισιν εἶναι τοῦ τοῖσδε εἶναι μὴ ὂν αὐτὸ τοιοῦτον, οἶον ἡ τρῖψις αἰτία θερμότητός τισιν, ἀλλ’ οὐ μάλιστα θερμὴ οὖσα αἰτία τῆς θερμότητος ἐκείνοις. τὸ δὲ πῦρ, ἐπεὶ τοῖς θερμοῖς αἴτιον τῆς θερμότητος θερμὸν ὂν καὶ αὐτό, διὰ τοῦτο μάλιστα καὶ αὐτὸ θερμόν. καὶ τὰ τῶν ὄντων δὴ μάλιστα αἴτια, ὄντα καὶ αὐτά, ὄντα μᾶλλον ἐκείνων τῷ αἴτια αὐτῶν εἶναι, καὶ ἀληθῆ ἔτι μᾶλλον· ἦν γὰρ κείμενον τὸ ᾗ ἕκαστον τοῦ ὄντος μετέχει, οὕτω καὶ τῆς ἀληθείας ἔχειν. καθ’ ὅσον μὲν οὗν ἀίδια καὶ τὰ ἀεὶ ὄντα λέγω καὶ τὰ τούτων αἴτια, κατὰ τοσοῦτον συνωνύμως ἀλλήλοις τε καὶ τοῖς αἰτίοις αὐτῶν ἀληθῆ· καθ’ ὅσον δὲ αἴτιά τισι τοῦ εἶναι μάλιστα τοιαῦτα, κατὰ τοσοῦτον μᾶλλον ἐν τοῖς ἀιδίοις ἀληθῆ τὰ αἴτια αὐτῶν· ὥστε μάλιστα ἂν εἴη περὶ ἀληθείας ἡ περὶ τῶν τοιούτων αἰτίων γνῶσις. καὶ γὰρ εἰ τὰ ἀεὶ | ὄντα, περὶ ἃ ἡ θεωρία, ἀεὶ ἀληθῆ τῷ ἀεὶ εἶναι, ἀλλ’ οὗν καὶ ἐν τούτοις μάλιστα τὰ αἴτια τῶν αἰτιατῶν ἀληθῆ· τὰ μὲν γὰρ πρῶτα τὰ δὲ ὕστερα, οὐ τῷ χρόνῳ (ἀμφότερα γὰρ ἀίδια) ἀλλὰ τῇ φύσει· γὰρ πρῶτον τὸ αἴτιον τῶν οἷς ἐστιν αἴτιον. οὐδὲν δὲ ἄτοπον λέγειν ἀληθὲς ἀληθοῦς διαφέρειν, εἴ γε τὸ μὲν ἀληθὲς τοῦ εἶναι ἤρτηται, διαφέρον δὲ τὸ εἶναι τοῖς γνωστοῖς· τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἐπιστητὰ τὰ δὲ δοξαστά. τὴν γὰρ ὕλην, ὡς προελθὼν ἐρεῖ, κινουμένων εἶναι ἀνάγκη. οὐ γὰρ ἐπιστητὰ τὰ ὄντα πάντα, ἀληθῆ δὲ τὰ ὄντα ἀλλὰ καθ’ ἕκαστον ἡ τοῦ ὄντος ὡς ἔχει γνῶσις ἀλήθεια. οὐ κατ’ αὐτά (οὐ γὰρ ἐν τοῖς πράγμασιν ἡ ἀλλὰ καθ’ ὅσον ἡ τοῦ ὄντος ὡς ἔχει γνῶσις ἀλήθεια. εἰ δὲ τοῦτο, καὶ ἡ τοῦ μάλιστα ὡς ἔχει γνῶσις μάλιστα ἀλήθεια, εἴ γε καὶ ἐπιστήμη. ὥστ’ ἐπεὶ τῷ ὄντι ἕπεται τὸ ἀληθές, τῷ μάλιστα ὄντι ἕποιτο ἂν τὸ μάλιστα ἀληθές. Διὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀληθεστάτας. τουτέστι τὴν γνῶσιν αὐτῶν εἶναι ἀεὶ ἀληθεστάτην· εἰ γὰρ τὸ ὂν ἀλη- θές, τὸ ἀεὶ ὂν ἀληθὲς ἀεί. ὃ δὴ τοῦ ἀεὶ ἀληθοῦς ἐστιν ἀληθέστερον, ἀεὶ ἀληθέστατον ἄν εἴη. τοιαῦτα δὲ τὰ αἴτια τῶν ὄντων ἀεί, οἷον κόσμου τοῦδε καὶ τῶν ἄστρων, ἢ τῶν τεσσάρων σωμάτων, ὧν κατ’ εἶδος ἡ ἀιδιότης, καὶ τῶν ἐπὶ τοῖς καθ’ ἕκαστά τε καὶ ἐν γενέσει ἀιδίων· καὶ γὰρ αὐτὰ ἀίδια. τὰ γὰρ τῶν τοιούτων αἴτια τῷ μὲν ἀεὶ εἶναι (οὐ γὰρ δὴ τῶν οὐκ ἀίδια τὰ αἴτια) ἀεὶ ἔσται ἀληθῆ· τῷ δὲ αἴτια εἶναι τῶν ἀιδίων τε καὶ ἀεὶ ἀληθῶν μᾶλλον αὐτῶν ἀληθῆ ἔσται, ὥστε καὶ ἀληθέστατα. κεῖται γὰρ ὅτι τὸ τοῦ εἶναί τισιν αἴτιον, τοῦτο καὶ τοῦ ἀληθέσιν αὐτοῖς εἶναί ἐστιν αἴτιον, καὶ ὅτι ἀληθέστατον τοῦτο ὡς ἀεὶ ὄν, καὶ ὅτι μηδέν ἐστιν αἴτιον τοῦ εἶναι αὐτῶ, ἀλλ’ αὐτὸ τοῖς ἄλλοις. εἰπὼν δὲ ὥστε καὶ ἀληθέστατον τὸ τοῖς ὑστέροις αἴτιον τοῦ ἀληθέσιν εἶναι, ἐπήνεγκε τὸ καὶ γὰρ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀληθεστάτας, ὡς ὁμολογουμένου τοῦ ὅτι τὸ τοῦ εἶναί τισιν αἴτιον, τοῦτο καὶ τοῦ ἀληθέσιν αὐτοῖς εἶναί ἐστιν αἴτιον. οὗ οὕτως ἔχοντος ἕπεται τὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀληθεστάτας εἶναι· τὰ γὰρ τῶν ἀεὶ ὄντων ἀληθῶν ἀληθέστερα ἀληθέστατα. διὰ τούτων δὲ δείκνυσιν ὡς συνηρτημένου τοῦ ἀληθοῦς τῷ ὄντι· διὸ καὶ ἐπιφέρει ὥστε ἕκαστον ὡς ἔχει τοῦ εἶναι, οὕτω καὶ τῆς ἀληθείας, ἴσον λέγων τῷ ὡς γὰρ ἕκαστον ἔχει τε καὶ μετέχει τοῦ εἶναι, οὕτω καὶ τῆς ἀληθείας. οὐ γὰρ ποτὲ ἀληθεῖς, τοῦτο δὲ διὰ τὸ ἀίδια εἶναι· ἀλλὰ κατά γε τοῦτο κοινωνεῖ αὐτοῖς καὶ τὰ ἄλλα τὰ ἀίδια. τὸ δὲ οὐδὲ ἐκείνων αἴτιον τοῦ εἶναι, ἀλλ’ ἐκεῖνα τοῖς ἄλλοις δεικτικὸν τῆς καὶ ἐν τοῖς ἀιδίοις αὐτῶν κατὰ τὴν ἀλήθειαν ὑπεροχῆς. | Ἀλλὰ μὴν ὅτι ἔστι τις ἀρχὴ καὶ οὐκ ἄπειρα τὰ αἴτια τῶν ὄντων, οὔτ’ εἰς εὐθυωρίαν οὔτε κατ’ εἶδος, δῆλον. εἰπὼν τὴν θεωρητικὴν φιλοσοφίαν περὶ ἀληθείας ἐπιστήμην εἶναι, ἥτις διὰ τῆς τῶν αἰτίων γνώσεως γίνεται, εἰπὼν δὲ καὶ μάλιστα ἀληθῆ τὰ αἴτια εἶναι, καὶ διὰ τούτων συστήσας ἀναγκαίαν οὖσαν τῇ θεωρητικῇ φιλοσοφίᾳ τὴν τῶν αἰτίων γνῶσιν, οὔσῃ τἀληθοῦς θεωρητικῇ, ἐπεὶ τὰ αἴτια τοῦ εἶναι τοῖς ἀιδίοις τῶν ὄντων μάλιστά ἐστιν ἀληθῆ, ἀναγκαίως καὶ ἀκολούθως τοῖς προειρημένοις δείκνυσιν ὅτι ἔστι τινὰ αἴτια καὶ ἔστι τις ἀρχὴ ἐν αὐτοῖς, τουτέστι πρῶτον αἴτιον, καὶ οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος τῶν αἰτίων· οὕτω γὰρ οὐκ ἄν εἴη γνωστὰ τὰ αἴτια, ἀλλ’ οὐδὲ εἴη τι τὴν ἀρ- χὴν αἴτιον, ὡς δείξει. διὰ δὲ τοῦ δεικνύναι ὅτι οὐκ ἄπειρα τὰ αἴτια, δείκνυται αὐτῷ καὶ ὅτι ἔστι τὴν ἀρχὴν καὶ ὅτι γνωστά. φησὶ δὲ μήτε κατ’ εὐθυωρίαν τὰς ἀρχὰς καὶ αἰτίας ἀπείρους εἶναι δύνασθαι μήτε κατ’ εἶδος. ἔστι δὲ κατ’ εὐθυωρίαν μὲν ἄπειρα, εἴ τις ἐπὶ τοῦ ληφθέντος αἰτίου καθ’ ἕκαστον εἶδος αἰτίου ἄλλο τι προαναβεβηκὸς πάλιν αἴτιον λέγοι, ὡς εἶναι ἐπὶ μὲν τῆς ὑλικῆς αἰτίας ἀεὶ τοῦδέ τινος ὕλην ἄλλην τινὰ ὕλην ἔχουσαν, κἀκείνην πάλιν ἄλλην, καὶ τοῦτο ἐπ’ ἄπειρον, μηδεμιᾶς οὔσης ἐσχάτης ὕλης, ἣ οὐκέτ’ ἐξ ὕλης ἔστιν· οἷον, ὡς αὐτὸς παρέθετο, εἰ εἴη τῆς μὲν σαρκὸς ὕλη γῆ, τῆς δὲ γῆς ἀήρ, τοῦ ἀέρος πῦρ, τοῦ δὲ πυρὸς ἄλλο τι, καὶ τοῦτο ἐπ’ ἄπειρον. καὶ ἐπὶ τῆς ποιητικῆς πάλιν αἰτίας, ἣν αὐτὸς εἶπεν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ὁμοίως, ὡς τόδε μὲν τοῦδέ τινος ποιητικὸν εἶναι καὶ κινητικὸν αἴτιον, αὐτοῦ δὲ τούτου πάλιν ἄλλο, κἀκείνου πάλιν ὁμοίως ἄλλα, καὶ τοῦτο ἐπ’ ἄπειρον· οἷον αὐτὸς πάλιν δεικνὺς παρέθετο, εἰ εἴη τοῦ μὲν ἀνθρώπου κινητικὸν αἴτιον ὁ ἀήρ, τοῦ δὲ ἀέρος ὁ ἥλιος, τοῦ δὲ ἡλίου πάλιν τὸ νεῖκος καὶ τοῦ νείκους αὖ πάλιν ἄλλο τι, καὶ τοῦτο ἐπ’ ἄπειρον. ὅμοιος δὲ ὁ λόγος καὶ ἐπὶ τῆς κατὰ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα αἰτίας, ὡς εἶναι τῶν τελῶν τῶν λαμβανομένων ἕκαστον ἄλλου χάριν γιγνόμενον καὶ ἐπὶ ἄλλο τι τέλος ἀναφερόμενον, ὡς μὴ εἶναί τι ἔσχατον, οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ μηδενός. ὁμοίως καὶ ἐπὶ τοῦ εἰδικοῦ αἰτίου καὶ ὡς αὐτὸς λέγει τοὐ τί ἦν εἶναι, εἰ πάλιν καὶ ἐπὶ τούτων ἑκάστου τῶν λαμβανομένων εἰδῶν ἄλλο τι εἶδος εἴη, οἷον ζῴου μὲν εἶδος ψυχή, ψυχῆς δὲ ἄλλο τι, φέρε εἰπεῖν οἷον νοῦς, νοῦ δὲ πάλιν ἄλλο τι. τοιαύτη μὲν ἡ κατ’ εὐθυωρίαν ὥν αἰτίων ἀπειρία, ἡ δὲ κατ’ εἶδος, εἰ μὴ τέσσαρα εἴη εἴδη τῶν αἰτίων, ὡς αὐτὸς ἔδειξεν, ἤ τις ἄλλος ἀριθμὸς ὡρισμένος, ἀλλ’ εἴη ἄπειρα, ὡς φέρε εἰπεῖν οἱ ὑποτιθέμενοι ἐν ταῖς ἀρχαῖς ἀπείρους σχημάτων διαφοράς. ὅτι δὲ κατὰ μηδέτερον τῶν τρόπων τούτων οἷόν τε ἄπειρα | εἶναι αἴτια, δείκνυσι, καὶ πρῶτόν γε ὅτι ἀδύνατόν ἐστιν εἶναι κατ’ εὐθυωρίαν ἄπειρα τὰ αἴτια παρίστησι. δεῖ δὲ τὴν κατ’ εὐθυωρίαν τῶν αἰτίων ἀπειρίαν ὅτι μή ἐστιν ἐλέγχειν, μὴ τὴν κατὰ χρόνον ἀπειρίαν λαμβάνοντα καὶ οὕτως ἀεὶ τοῦ γεγονότος ἔκ τινος τὸ αἴτιον λαμβάνοντα· οὕτω μὲν γὰρ ἀνάγκη ἐπ’ ἄπειρον τὴν ἄνοδον εἶναι, ἀπείρου τε τοῦ χρόνου οὕτως ὄντος καὶ ἀιδίου τοῦ κόσμου· ἡ γὰρ τοιαύτη λῆψις οὐκ αἰτίων δείκνυσιν ἀπειρίαν ἀλλὰ χρόνου. ἡ δὲ τῶν αἰτίων ἀπειρία δεικνύοιτο ἄν, εἰ ἐπ’ ἄπειρον ἄλλο πρὸ ἄλλου αἴτιον κατὰ τὸ εἶδος διαφέρον λαμβάνοιτο, ἐπεὶ τῆς γε ἀδιαλείπτου γενέσεως τῆς ἐν τῷ ἀπείρῳ χρόνῳ τὰ αὐτά αἴτια ὄντα δείκνυται. Τῶν γὰρ μέσων ὧν ἐστιν ἔσχατον καὶ πρότερον, ἀναγκαῖον εἶναι τὸ πρότερον αἴτιον τῶν μέσων. Ὅτι μὴ οἷόν τε εἰς εὐθυωρίαν εἶναι ἄπειρόν τι εἶδος αἰτίων, καθολικῇ δείξει χρώμενος τοιαύτῃ παρίστησιν. ἐν οἷς ἔστι μέσα τινά, ὡς εἶναί τι πρῶτον καὶ εἶναί τι ἔσχατον καὶ τούτων μεταξύ τινα, ἀνάγκη τούτων τὸ πρῶτον αἴτιον εἶναι τῶν μέσων τε καὶ μετ’ αὐτὸ ὄντων, εἰ δηλονότι οὕτως ἔχοιεν πρὸς ἄλληλα ταῦτα ὡς τὸ μὲν αὐτῶν αἴτιον εἶναι τὸ δὲ αἰτια- τόν. καὶ διὰ τί τοῦτο, δείκνυσιν ἐπὶ τριῶν ποιησάμενος τὸν λόγον. πρῶτον δὲ καὶ ἔσχατον οὐ τῷ χρόνῳ λαμβάνει, ἀλλὰ τὴν κατ’ εἶδος διαφορὰν δεικνὺς τῶν αἰτίων. τῶν γὰρ ὁμοειδῶν οὐδὲν μᾶλλον ἄλλο ἄλλου κατὰ τὴν οἰκείαν φύσιν πρῶτόν ἐστιν. εἰ γοῦν τρία οὕτως ἔχοντα πρὸς ἄλληλα ληφθείη, καί τινα δέοι τί τούτων αἴτιόν ἐστι τῶν ἄλλων ἀποδοῦναι, τὸ πρῶτον ἄν εἴποιμεν. οὔτε γὰρ τὸ ἔσχατον· οὐδενὸς γὰρ τοῦτο αἴτιον, μηδέν γε ἔχον μετ᾿ αὐτό. ἀλλ’ οὐδὲ τὸ μέσον· τοῦ γὰρ μετ’ αὐτὸ τοῦτο αἴτιον, εἴπερ ἄρα, εἶναι δύναται μόνου· ἦν δὲ ζητούμενον τί ἐκ τῶν εἰλημμένων τῶν ἄλλων ἐστὶν αἴτιον ἐπεὶ ὡς τὸ μέσον πρὸς τὸ μετ᾿ αὐτὸ ἔχει, οὐτῶ τὸ πρῶτον πρὸς τὸ μέσον· ὥστε τουτο οὐκ αἴτιον του μετ αὐτὸ τῷ ἄλλο τι αὐτὸ αἴτιον ἔχειν· μὴ ὄντος γὰρ ἐκείνου οὐκ ἂν τὸ δεύτερον ἦν, μὴ ὂν δὲ οὐκ ἂν αἴτιον ἦν τοῦ τρίτου. δῆλον ἄρα ὡς αἴτιον τὸ πρῶτον τῶν μετ’ αὐτό. ποιησάμενος δὲ τὸν λόγον ἐπὶ τριῶν, οὐδέν φησι διαφέρειν, ὡς πρὸς τὴν δεῖξιν, ἢ ἓν μέσον λαβεῖν ἢ πλείω ἢ ἄπειρα. ὁ γὰρ αὐτὸς λόγος ἐπὶ πάντων· ἐν πᾶσι γάρ, ὅσα ἂν ληφθῇ , τὸ πρῶτον αὐτῶν ἐστιν αἴτιον κυρίως, ἀλλ’ οὐ τὸ μέσον τι ἢ τὸ ἔσχατον· τὸ ἔσχατον μέν, ὅτι μηδὲ τὴν ἀρχὴν τοῦτό τινος αἴτιον, οὐδὲ τῶν μεταξὺ δέ τι, ὅτι ἄλλου τοῦτο πρὸς τὸ εἶναι δεῖται (τοῦ γὰρ πρὸ αὐτοῦ) οὗ μὴ οὐδ’ ἄν ἦν. δείξας δὲ τοῦτο καὶ λαβὼν τὸ εἶναι τὸ πρῶτον ἐν ἅπασιν αἴτιον τῶν μετ’ αὐτό, μέτεισιν ἐπὶ τὸ κατ’ εὐθυωρίαν λεγόμενον ἄπειρον, καὶ | εὑρὼν ὅτι ἐν τῷ οὕτως ἀπείρῳ οὐδέν ἐστι πρῶτον, λαμβάνει τὸ ἀκόλουθον τούτῳ, ὅτι μηδὲ αἴτιον· εἰ γὰρ ἐν πᾶσιν αἴτιον τὸ πρῶτον, ἀλλ’ οὐχὶ τῶν μέσων τι, ἐφ’ ὧν ἡ τοιάδε τάξις, ἐν οἷς μηδέν ἐστι πρῶτον ἀλλὰ μέσα πάντα, ἐν τούτοις οὐδὲ αἴτιόν τί ἐστιν, οὐ μόνον οὐ πρῶτον, ἀλλ’ οὐδὲ τῶν μεταξύ τι. τὸ δὲ τοῦτον τὸν τρόπον προσκείμενον τοῖς αἰτίοις τοῦ κατ’ ἐνέργειαν ἀπείρου δηλωτικόν ἐστιν· ἐν γὰρ τοῖς οὕτως ἀπείροις οὐδέν ἐστι πρῶτον, καὶ ἐπὶ τοῦ ἀνομοειδοῦς· τῶν γὰρ ἀπείρων μὲν ὁμοειδῶν δὲ πάλιν τὸ ληφθὲν ὁμοίως αἴτιον. τὸ δὲ μέχρι τοῦ νῦν εἶπεν ἀντὶ τοῦ μέχρι τοῦ ἐσχάτου, ἀφ’ οὗ ἡμῖν ἡ ἀρχὴ τῆς τῶν αἰτίων ζητήσεως. καὶ γὰρ ἐν οἷς μὲν ἔστι πρότερόν τι καὶ δεύτερον λαβεῖν ἐν τῇ τάξει, ἐν τούτοις καὶ ἄλλο ἄλλου φῆσαι αἴτιον εἶναι ἴσως ἀληθές, εἰ καὶ μὴ ἁπλῶς αἴτιον· τὸ γὰρ πρότερον τοὺ μετ’ αὐτό· ἐν οἷς δὲ μηδέν ἐστι τῶν μέσων ἄλλο ἄλλου πρότερον ἐν τῇ τοιαύτῃ τάξει † τοῦ οὗ αἴτιον. ἐν δὲ τοῖς ἀπείροις οὐκ ἔστιν ἄλλου πρότερον· πάντα γὰρ ὁμοίως ἐστὶ μέσα, ὡς καὶ αὐτὸς εἶπεν. εἰ γὰρ πρότερά ἐστι τὰ τῆς ἀρχῆς καὶ τοῦ πρώτου ἐγγυτέρω, ἐν οἷς μηδέν ἐστιν ἀρχὴ μηδὲ πρῶτον, ἐν τούτοις οὐδὲ ἐγγυτέρω τί ἐστι τῆς ἀρχῆς καὶ πορρωτέρω· διὸ οὐδὲ τάξιν τινὰ ἔχει ἔτι τὰ μέσα· εἰ δὲ μὴ τοῦτο, οὐδὲ πρότερόν τι αὐτῶν ἔσται, οὐδὲ θάτερον θατέρῳ αἴτιον. οὐ μόνον δὲ ἐπὶ τῶν κατ’ εὐθυωρίαν καὶ τοῦτον τὸν τρόπον ἀπείρων πάντα τὰ μόρια μέσα, ἀλλὰ καὶ τῶν ὁπωσοῦν ἀπείρων, οἷον εἰ κατὰ μέγεθός τι ἄπειρον ἢ κατ’ εἶδος ἢ χρόνον εἴη· πάντων γὰρ τῶν ἐνεργείᾳ ὄντων ἀπείρων ὅ τι ἂν ληφθῇ μόριον, μέσον ἐστίν· εἰ γὰρ μὴ μέσον, πέρας· ἀλλ’ εἰ πέρας ἔχοι, οὐκ ἄπειρον. τὸ δὲ ὁμοίως μέχρι τοῦ νῦν προσέθηκεν, ἐπεὶ τὴν δεῖξιν ἐποιεῖτο ἐπὶ τῶν αἰτίων τῶν κὰτ εὐθυωρίαν ἀπείρων ἐπὶ τὸ ἄνω· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος καὶ ὄντος νῦν λαμβανόντων ἡμῶν τὰ αἴτια, ἅπαντα τὰ λαμβανόμενα μέσα, εἰ ἐπ’ ἄπειρον ἡ πρόοδος. δείκνυται μὲν οὖν τῇ τοιαύτῃ τῶν αἰτίων ἀπειρίᾳ τὸ μηδὲ ἔσεσθαί τι ἐκ τῶν αἰτίων τῷ ἀδιεξίτητα τὰ πρὸ παντὸς τοῦ ληφθέντος αἴτια ἐπὶ τὸ ἄνω εἶναι, ἄπειρά γε ὄνια· οὕτως δὲ οὐδ’ ἄν αἴτια εἴη. αὐτὸς δὲ οὐχ οὕτω δείκνυσιν, ἀλλὰ διὰ τοῦ λαβεῖν τι ὡς ἔσχατον καὶ ὁρίσαι καὶ δεῖξαι ὅτι μὴ οἷόν τε τούτου αἴτιον εἶναί τι ἐπ’ ἄπειρον ὄντων ἐπὶ τὸ ἄνω τῶν αἰτίων· καὶ γὰρ οὐκ ἄλλως ἐνῆν ἢ ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω δεῖξαι μὴ | οὖσαν ἀπειρίαν τῶν αἰτίων, μὴ κειμένου τινὸς ἀφ’ οὗ δέοι ἢ ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω λαμβάνειν. ὥστε εἴπερ μή ἐστι πρῶτον, ὅλως αἴτιον οὐδέν ἐστιν· εἰ γὰρ εἴη πάντα τὰ ὡς αἴτια λαμβανόμενα τῷ πὰρ ἄλλου τὴν αἰτίαν ἔχειν τοῦ εἶναι τοιοῦτον αἴτια, ἀλλ’ οὐ τῇ φύσει αὐτῶν, εἰ μηδέν ἐστι πρῶτον, οὐδ’ ἄν αἴτιόν τι εἴη τῷ μηδὲν τῶν ὡς αἰτίων λαμβανομένων τῇ οἰκείᾳ φύσει τοιοῦτον εἶναι. Ἀλλὰ μὴν οὐδ’ ἐπὶ τὸ κάτω οἷόν τ’ εἰς ἄπειρον προϊεναι ἔχοντος του ἄνω ἀρχήν. Δείξας ὅτι οὐκ ἔστιν εἰς ἄπειρον τῶν αἰτίων κατ’ εὐθυωρίαν ἐπὶ τὸ ἄνω ἡ πρόοδος, ἀλλ’ ἀνάγκη, εἰ ἔστι τι αἴτιον ὅλως, εἶναί τι πρῶτον καὶ ἀρχήν, νῦν πάλιν δείκνυσιν ὅτι οὐδὲ ἐπὶ τὸ κάτω οἷόν τε κατ’ εὐθυωρίαν ἐπ’ ἄπειρον ἰέναι τὰ αἴτια, οὔσης ἀρχῆς τῶν αἰτίων καὶ πρώτου τινὸς αἰτίου, ὡς εἶναι πᾶν τὸ αἰτιατὸν ἄλλου πάλιν αὐτὸ αἴτιον διαφέροντος κατ’ εἶδος τῶν ἤδη γεγονότων. εἰ γὰρ οὕτως γένοιτο ὥστε ταὐτὸν πάλιν τι γενέσθαι τῶν ἐφθακότων γενέσθαι, ἀνακάμπτοι ἂν καὶ οὐκ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν ἐπὶ τὸ κάτω τὰ αἴτια προίοι· τῶν γὰρ αὐτῶν κατ’ εἶδος τὰ αὐτὰ αἴτια τῷ εἴδει. τοῦτο δὲ ἐδήλωσε διὰ τοῦ ἐπὶ τῆς ὕλης παραδείγματος, εἰπὼν ὥστε ἔκπυρός μὲν ὕδωρ, ἐκ δὲ τούτου γῆν καὶ οὕτως ἀεὶ ἄλλο τι γίγνεσ·θαι γένος, γένος εἰπὼν ἀντὶ τοῦ εἶδος. ἔχει μὲν οὖν ἡ λέξις δι’ ὧν τὸ προκείμενον δείκνυσιν ἀσάφειαν, τὸ δ’ οὖν λεγόμενον δι’ αὐτῆς ὡς συνελόντα εἰπεῖν τοιοῦτόν ἐστιν. λαβὼν διχῶς λέγεσθαι γίγνεσθαι καὶ γεγονέναι τόδε ἐκ τοῦδε· ἢ γὰρ ὡς ἐκ τοῦ γιγνομένου ἤδη καὶ ἐπιτελουμένου τὸ γεγονὸς καὶ τὸ τετελεσμένον ὡς εἰς τὴν οἰκείαν προϊόντων τελειότητα κατὰ τὴν ἐν αὐτοῖς μεταβολήν· οὕτως γὰρ ἐκ παιδὸς ἀνὴρ γίγνεται, καὶ ἔστιν αὕτη μὲν ἡ γένεσις κατ’ αὔξησιν· ἀλλὰ καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων, αὕτη κατ’ ἀλλοίωσιν· καὶ ἐκ τοῦ μὴ νοοῦντος ὁ νοῶν, αὕτη κατ’ εἶδος ἡ μεταβολή· τελειότης γάρ. τοιαύτη καὶ ἡ ἐκ τοῦ πρωὶ εἰς τὴν ἡμέραν μεταβολή· τελειοῦται γὰρ ὁ ὄρθρος προιὼν ἐπὶ τὴν ἡμέραν, καὶ τὸ οἰκεῖον εἶδος λαμβάνει. τὴν μὲν οὖν τοιαύτην γένεσιν ἐκ τοῦ γιγνομένου γίγνεσθαι λέγει, ὅτι ἐξ ἤδη γεγονότος καὶ. ὄντος τινὸς ἀτελοῦς δὲ καὶ διὰ τοῦτο γιγνομένου γίγνεται· γεγονότος γὰρ ἤδη καὶ ὄντος τινὸς ἡ εἰς τὸ τέλειον πρόοδος. ἡ δέ τις | γένεσίς ἐστιν ἐκ τοῦ μηδέπω ὄντος εἰς τὸ εἶναι τόδε τι μεταβολή, ὡς λέγεται γίγνεσθαι ἐξ ὕδατος ἀήρ, ἣν λέγει πάλιν ἐκ τῆς γενέσεως, ὅτι τὸ οὕτως γιγνόμενον οὐ γεγονὸς ἢ προυπάρχον τε καὶ γιγνόμενον γίγνεται καὶ τελειοῦται, ἀλλ’ ἔστιν ἐξ αὐτῆς τῆς γενέσεως γιγνόμενον, οὐκ ὂν πρὸ τοῦ. καὶ γὰρ ἐκ τοῦ μηδ’ ὅλως εἶναι εἰς τὸ εἶναι μεταβολὴ ἡ κυρίως γένεσις, ἥτις γίγνεται ἐκ τῆς τοῦ προϋπάρχοντος φθορᾶς· γίγνεται γὰρ ὁ ἀὴρ ἐκ τοὐ ὕδατος, οὐ τοῦ ὕδατος γιγνομένου ἀέρος, ἀλλ’ ἐκ φθορᾶς ὕδατος καὶ μεταβολῆς τοιαύτης. εἰς δύο τούτους τοὺς τρόπους εὑρὼν διαιρούμενον τὸ ἔκ τινος εἴς τι μεταβάλλον καὶ γιγνόμενο.ν ὡς ἐξ αἰτίου τινὸς καὶ ὑποκειμένου (παρῃτήσατο γὰρ τὸ σημαίνεσθαι καὶ αὐτὸ δυνάμενον ἐκ τῆς λέξεως τῆς ἐκ τοῦδε γίγνεσθαι λεγούσης· ἔστι δὲ τοῦτο τὸ τόδε μετὰ τόδε· λέγεται γὰρ ἐξ Ἰσθμίων Ὀλύμπια ἢ ἀνάπαλιν, ὅτι γίγνεται μετὰ Ἴσθμια Ὀλύμπια ἢ μετὰ Ὀλύμπια Ἴσθμια· οὐχ ὡς ἐξ αἰτίου γιγνομένου τοῦ ἑτέρου λέγεται ἐπὶ τῶν οὕτω γιγνομένων ἐκ τοῦδε τόδε γίγνεσθαι, διὸ τὸ σημαινόμενον παρῃτήσατο τοῦτο· περὶ γὰρ αἰτίων καὶ τῶν ἐξ αἰτίων γινομένων ὁ λόγος ἐστὶν αὐτῷ, ταῦτα δὲ μόνον χρόνου τάξιν τινὰ σημαίνει· οὐ γὰρ θάτερον αὐτῶν εἰς θάτερον μεταβάλλει ἢ συντελεῖ τι), λαβὼν δὴ τοὺς δύο τρόπους τοὺς προρρηθέντας, καθ’ οὓς κατὰ μεταβολήν τινος ὑποκειμένου τόδε τι γιγνεται, δείκνυσι κατὰ μηδέτερον αὐτῶν ἐπ’ ἄπειρον δυναμένην γενέσθαι τὴν πρόοδον. τὰ μὲν γὰρ κατὰ φθοράν τινος ἐξ αὐτοῦ λεγόμενα γίγνεσθαι ἐκ τῆς γενέσεως γίγνεσθαι λέγει, οὐκ ἐκ τοῦ γενομένου ἤδη καὶ ὄντος. ἃ καὶ ἀνακάμπτει εἰς ἄλληλα· ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτω καὶ ἐξ ἀέρος ὕδωρ γίγνεται, καὶ τοῦτο ἐναργές· διὸ καὶ ταὐτὸ αὐτοῖς τὸ ὑποκείμενόν τε καὶ ἡ ὕλη. τὰ δὲ ἀνακάμπτοντα δῆλον ὅτι μὴ ἐπ’ ἄπειρον πρόεισιν· ἐπὶ γὰρ ταὐτὸν αὐτοῖς ἐπάνοδος. τὰ δὲ ἐκ τοῦ γεγονότος ἤδη καὶ ὑπομένοντος αὐτοῦ καὶ γιγνομένου μεταβάλλοντα, εἴτε κατ’ αὔξησιν εἴτε κατ’ ἀλλοίωσιν εἴτε τὴν κατ’ εἶδος τελειότητα, οὐκ ἀνακάμπτει μὲν εἰς ἄλληλα, ἐπὶ δὲ τὸ τελειωθῆναι ἡ πρόοδος αὐτοῖς ἀπὸ τῶν μεταξύ. τῶν μὲν οὖν οὕτως γιγνομένων ὡς τῶν μεταξὺ ὑπομενόντων καὶ τελειουμένων ὁρῶμεν ὅτι πάντων τέλος τι ἔστιν ὃ γίγνεται, καὶ οὐκ ἔστιν εἰς ἄπειρον ἡ εἰς τὴν τελειότητα τὴν οἰκείαν γιγνομένη πρόοδος αὐτῶν ἑκάστου. τῶν δὲ κατὰ φθορὰν γιγνομένων θατέρου ὁρῶμεν ἀνακαμπτουσαν τὴν γένεσιν· ἡ γὰρ τοῦ ἑτέρου φθορὰ | τοῦ ἑτέρου γένεσίς ἐστιν. εἰ δὲ ἀνακάμπτει, οὐκ ἐπ’ ἄπειρον πρόεισι κατ’ εὐθυωρίαν ἐπὶ τὸ κάτω τὰ οὕτως αἴτια. εἰ δὲ μήτε ἐπὶ τῶν οὕτως γιγνομένων μήτε ἐπὶ τῶν ἐκείνως ἐπ’ ἄπειρον γίγνεται ἄλλο ἄλλου αἴτιον κατ’ εὐθυωρίαν, μόνως δὲ οὕτως ἄλλο ἐξ ἄλλου γίγνεται, οὐδ’ ὅλως ἂν εἴη ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν ἄλλο ἐξ ἄλλου γιγνόμενον. Ὡς μὲν οὖν ἐκ παιδὸς ἄνδρα γενέσθαι φαμέν. Δηλώσας τὸ διττὸν τοῦ ἔκ τινος εἴς τι μεταβάλλειν λεγομένου διὰ παραδειγμάτων, ἑκάτερον λαβὼν τῶν παραδειγμάτων, πῶς γίγνεται δείκνυσι, καὶ τίς αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά. τὰ μὲν δὴ οὕτως λεγόμενα γίγνεσθαι ὡς ἐκ παιδὸς ἀνὴρ καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων, ἴδιον ἔχει τὸ ἐκ τοῦ γιγνομένου τε καὶ ὄντος ἤδη καὶ τελειουμένου καὶ μεταξὺ ὄντος μεταβεβληκέναι εἰς τὸ γεγονὸς καὶ τέλειον· ὅ τε γὰρ ἀνὴρ ἐκ παιδὸς γεγονεν ὄντος τε ἤδη καὶ ὑπομένοντος τοῦ ἐξ οὗ γίγνεται, καὶ αὐτοῦ γιγνομένου καὶ μεταβάλλοντος εἰς τὸ τέλειον εἶδος τὸ τοῦ ἀνδρὸς ἐκ τοῦ ἀτελεστέρου. ὁμοίως δὲ καὶ ὁ μεμαθηκὼς ἐκ τοὺ μανθάνοντος καὶ μεταβάλλοντος εἰς τελειότητα. ὁμοίως τούτῳ καὶ ὁ νοῶν· γένεσις γὰρ ἡ κατὰ τὴν τελειότητα καὶ ἡ εἰς τὸ νοεῖν μεταβολή. καὶ εἴη ἄν οὕτως τὸ νοούμενον εἶδός τε καὶ τελειότης τοῦ νοοῦντος, τοῦ νοῦ· πάντα γὰρ τὰ οὕτως ἔκ τινὸς γιγνόμενα ὑπομένοντος τοῦ ἐξ οὗ γίνεται σωζομένου καὶ εἰς τελειότητα μεταβάλλοντος γίνεται. εἰπὼν δὲ ὡς ἐκ τοῦ γιγνομένου τὸ γεγονός, προσέθηκε τὸ ἢ τοῦ ἐπιτελουμένου τὸ τετελεσμένον οὐχ ὡς ἄλλο τι σημαινόμενον, ἀλλ’ ὅτι τὸ αὐτὸ ἀμφοτέρως εἰπεῖν ἔστιν. τὸ γὰρ οὕτως γεγονὸς ἐκ τοῦ γιγνομένου καὶ ὄντος ἤδη γέγονε, καὶ ἐκ τοῦ ἐπιτελουμένου τετελείωται· τὸ γὰρ γιγνόμενον τὸ ἐπιτελούμενόν ἐστιν. εἰ- πὼν δὲ οὕτω γίγνεσθαι τὰ τοιαῦτα ὡς ἐκ τοῦ γιγνομένου, δείκνυσι καὶ ὅτι ἔστι τὸ γιγνόμενον μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος. ὡς γὰρ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι μεταξὺ γένεσίς ἐστιν οὖσα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι μεταβολή, ἥτις οὗτε μὴ ὄν ἐστιν οὔτε ὂν ἤδη (διὰ γὰρ γενέσεως νέσεως ἐκ τοῦ μὴ εἶναί τι εἰς τὸ εἶναι μεταβολή), οὕτως ἀναλόγως ἔχει καὶ τὸ γιγνόμενον, οὗ ἐστιν ἡ γένεσις, πρ·ός τε τὸ ἀπλῶς ὂν καὶ τὸ ἁπλῶς μὴ ὄν, μεταξὺ ὂν αὐτῶν. καὶ δεικνύοι δ’ ἄν τοῦτο διὰ τὸ δοκεῖν πᾶν τὸ γινόμενον διά τινος μεταξὺ γίγνεσθαι καὶ ἔκ τινος μεταξύ. ὡς γὰρ ἐκ τῆς γενέσεως μεταξὺ οὔσης τοῦ τε εἶναι καὶ τοῦ μὴ εἶναι γίγνεται τὰ οὕτως γιγνόμενα, οὕτως καὶ τὸ ἐκ τοῦ γιγνομένου γιγνόμενον ἐκ μεταξύ τινος καὶ αὐτὸ γίγνεται· μεταξὺ γὰρ τὸ γιγνόμενον | τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος. πῇ γὰρ ὂν τὸ γιγνόμενον ἤδη καὶ πῇ μὴ ὄν, οὔτε δὲ ἁπλῶς ὅν, ὅτι μὴ τέλειον (τὸ γὰρ ὂν τέλειόν τι ἤδη), οὔτε ἁπλῶς μὴ ὄν· διὸ μεταξύ τι τῆς ἀντιφάσεως· τὸ γὰρ πῇ ὂν καὶ αὐτὸ ὄν. πῶς δὲ τὰ οὕτως ἔκ τινος γιγνόμενα ἐκ τοῦ γιγνομένου ἐπιτελεῖται, ἐπεδήλωσε παραθέμενος τὸν μανθάνοντα. ὁ γὰρ μανθάνων ἐστὶν ὁ γιγνόμενος ἐπιστήμων, ὃς ἐκ τοῦ μανθάνοντος οὕτως γίγνεται, ὅτι ὁ μανθάνων γίγνεται καὶ ὑπομένων πρόεισιν ἐπὶ τὸ ἐπίστασθαι, ἥτις ἐστὶν τελειότης τοῦ μανθάνοντος· οὐ γὰρ ἁπλῶς ὁ μανθάνων γίγνεται, ἀλλ’ ἐπιστήμων. ἢ καὶ αὐτὸ τὸ μανθάνειν μεταξύ ἐστι τοῦ ἐπίστασθαι, ὃ κυρίως ὄν, καὶ τῆς τελείας ἀμαθίας, ὃ εἴη ἄν ἀπλῶς μὴ ὄν. τὰ δὴ τοῦτον τὸν τρόπον ἔκ τινος γιγνόμενα ἐκ τοῦ μεταξὺ τοῦ τε ὄντος ἤδη καὶ τοῦ μὴ ὄντος γίγνεται. Τὸ δὲ ὡς ἐξ ἀέρος ὕδωρ, φθειρομένου. ἐπὶ τὸ ἕτερον σημαινόμενον τῶν ἐκ τῆς διαιρέσεως μετελήλυθεν, αὐτὸ τιθεὶς καὶ αὐτοῦ παράδειγμα τὸ ὡς ἐξ ἀέρος ὕδωρ γίγνεται. καὶ ὅτι μὴ ὁμοίως ὡς ἐκ μανθάνοντος ὁ ἐπιστήμων, μηδὲ ἐκ τοῦ μεταξύ, δείκνυσι· φθειρομένου γὰρ τοῦ ἑτέρου λέγεται γίγνεσθαι ἡ γένεσις τοῦ γιγνομένου, ἀλλ’ οὐχ ὑπομένοντος καὶ τελειουμένου. διὸ ἐκεῖνα μὲν οὐκ ἀνακάμπτει εἰς ἄλληλα, τὰ κατὰ τὸ πρῶτον σημαινόμενον γιγνόμενα, ἦν δὲ τὰ κατὰ τὸ τελειοῦσθαι· οὐ γὰρ ἀνακάμπτει ταῦτα ὥστε γίγνεσθαι ἐκ παιδὸς ἄνδρα καὶ πάλιν ἐξ ἀνδρὸς παῖδα, ὅτι τὸ τέλειον οὐκ ἐπάνεισιν ἐπὶ τὸ ἀτελές. οὗ τὴν αἰτίαν ἀποδιδοὺς εἶπεν οὐ γὰρ γίγνεται ἐκ τῆς γενέσεως τὸ γιγνόμενον, ἀλλὰ μετὰ τὴν γένεσιν, τουτέστιν οὐ γὰρ ἐκ τῆς ἄλλου φθοράς καὶ τῆς γενέσεως αὐτῆς τὸ οὕτω γιγνόμενον γίγνεται, ἀλλ’ ἐκ τοῦ ἤδη γεγονότος· μετὰ γὰρ τὴν γένεσιν τὸ γεγονέναι. τὰ μὲν γὰρ κατὰ φθορὰν τῶν ἔξωθεν γιγνόμενα ἀρχὴν τοῦ εἶναι τὴν γένεσιν ἔχει· ἡ γὰρ ἐκείνων μεταβολὴ καὶ φθορὰ τούτων γένεσις, ἀλλ’ οὐκ ἐκεῖνα ὑπομένοντα καὶ γιγνόμενα. τὰ δὲ τελειούμενα καὶ οὕτως ἔκ τινων λεγόμενα γίγνεσθαι οὐκ ἐκ τῆς γενέσεως καὶ τῆς πρώτης μεταβολῆς γίγνεται, ἀλλὰ μετὰ τὴν γένεσιν· τὸ μὲν γὰρ γιγνόμενόν ἐστι τὸ ἐκ τῆς γενέσεως γεγονός, οἷον τὸ βρέφος, ὃ προιὸν παῖς καὶ ἀνὴρ γίγνεται, ὁ δὲ ἀνὴρ οὐκ ἐκ τῆς γενέσεως ἀλλ᾿ ἐκ τοῦ γιγνομένου ἐκ τῆς γενέσεως καὶ τελειουμένου γίγνεται. ὥστε οὐκ ἐκ τῆς γενέσεως ἀλλὰ μετὰ τὴν γένεσιν γίγνεται τὰ οὕτως γιγνόμενα. εἰπὼν δὲ ὅτι μετὰ τὴν γένεσιν, οὐκ ἐκ τῆς γενέσεως τὰ τελειούμενα γίγνεται, παρέθετο οὕτως γίγνεσθαι ὡς καὶ ἡμέραν ἐκ τοῦ πρωΐ, διὸ ἐκ μὲν τοῦ πρωὶ ἡμέρα γίγνεται, οὐκέτι δ’ ἐξ ἡμέρας πρωΐ, πρωΐ τὸν ὄρθρον λέγων. ἀτελὲς γὰρ τὸ πρώι· οὐχ ὁμοίως γὰρ ἐκ τοῦ πρωὶ ἡμέρα καὶ ἐξ Ὀλυμπίων Ἴσθμια· ἐπὶ μὲν γὰρ ἐκείνων μόνον τόδε μετὰ τόδε καὶ χρόνου τάξις, οὐκέτι δὲ ὑποκείμενον θατέρου θάτερον· τὸ δὲ πρωὶ ἡμέρα γίγνεται μεταβάλλον καὶ ὑπομένον | καὶ τελειούμενον· ἀτελὴς γὰρ ἡμέρα τὸ πρωί τῷ μηδέπω διηρθρῶσθαι ἐν αὐτῷ τὸ ἡμερήσιον φῶς, ἀλλ’ ἔτι ἀμυδρὸν εἶναι. τὸ δὲ ὅτι μετὰ τοῦτο εἶπεν, ὅτι γενόμενος ὁ ὄρθρος μετὰ ταῦτα αὐτὸς τελειούμενος ἡμέρα γίγνεται. εἰπὼν δὲ τὰ οὕτως γιγνόμενα μὴ ἀνακάμπτειν εἰς ἄλληλα, ὡς καὶ ἐκ τῶν παραδειγμάτων δῆλον καὶ ἐκ τῆς ῥηθείσης αἰτίας, λέγει περὶ τῶν κατὰ φθοράν τινων ἐξ αὐτῶν λεγομένων γίγνεσθαι, ἃ εἶπεν ἐκ τῆς γενέσεως γίγνεσθαι, ὅτι ταῦτα ἀνακάμπτει εἰς ἄλληλα. ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτως ἐξ ἀέρος ὕδωρ· οὐ γάρ ἐστι θατέρου θάτερον τέλος, ἀλλ’ ἐστὶ πάντα τὰ τοιαῦτα, ὅσα ἐκ τῆς γενέσεως γίγνεται, οἰκείαν μέν τινα ἔχοντα τελειότητα, κοινὴν δὲ ὕλην ἐπίσης αὐτῶν δεκτικήν. ὅτι δὲ τὰ οὕτω γιγνόμενα ἀνακάμπτει εἰς ἄλληλα, δῆλον καὶ ἐκ τῆς ἐναργείας καὶ ἐκ τοῦ μὴ εἶναι ἐπ’ ἄπειρον τὴν κατ’ εἶδος τῶν σωμάτων διαφοράν, ἥτις ἦν ἂν εἰ ἐπ’ ἄπειρον τοῦτον τὸν τρό- πον ἄλλο ἐξ ἄλλου ἐγίγνετο. Τῶν μὲν γὰρ ὄντων μεταξὺ ἀνάγκη τέλος εἶναι. Τῶν ἐκ τῶν μεταξὺ γιγνομένων καὶ οὐκ ἐκ τῆς γενέσεως, ἃ μὲν ἤδη ἔστιν· ὄντα, λέγει, ὡς ἐγίγνετο τὰ τελειούμενα· τούτων γὰρ τέλος τι ἔστιν ἃ ὄντα ἤδη τινά ἐστι μεταξύ. ταῦτα μὲν διὰ τοῦτο οὐκ εἰς ἄπειρον ἔχει τὴν ἐπὶ τὸ κάτω γένεσιν, ὅτι ἔχει τι τέλος ἐφ’ ὃ διὰ τῶν μεταξὺ πρόεισι· τὰ δὲ διὰ τὸ εἰς Μήλα ἀνακάμπτειν. καὶ προσέθηκε τὸ ἡ γὰρ θατέρου φθορὰ ἑτέρου γένεσίς ἐστιν. δέδεικται δὲ τοῦτο ἐν Φυσικῇ ἀκροάσει. δύναται καὶ τὸ τῶν μὲν γὰρ ὄντων μεταξὺ εἰρηκέναι ὡς ἴσον τῷ ἐφ’ ὧν μὲν γὰρ ὄντων τινῶν μεταξύ, τούτων μεταξὺ τέλος τί ἐστιν. Ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀίδιον ὄν φθαρῆναι· ἐπεὶ γὰρ οὐκ ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, ἀνάγκη, ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο, μὴ ἀίδιον εἶναι. Δείξας κοινῶς πρῶτον μὲν ὅτι μὴ ἐπὶ τὸ ἄνω οἷόν τε ἄπειρα τὰ αἴτια εἶναι, δεύτερον δὲ ὅτι μηδὲ ἐπὶ τὸ κάτω, νῦν καὶ περὶ ἑκάστου τῶν αἰτίων ἰδίᾳ δείκνυσιν ὅτι μὴ ἐπ’ ἄπειρόν τι αὐτῶν. εἶναι οἷόν τε, καὶ πρῶτόν γε ὅτι μὴ ἡ ὑλικὴ αἰτία ἐπ’ ἄπειρόν ἐστιν. συγχρῆται δὲ εἰς τὴν δεῖξιν τοῦ μὴ εἶναι εἰς τὸ ἄνω ἐπ’ ἄπειρον προϊόντα τὰ αἴτια τῷ τὸ πρῶτον ὑποκείμενον ἀίδιον εἶναι· εἰ γὰρ ἐγένετο, ἦν ἄν τι πρῶτον αὐτοῦ ἐξ οὗ ὑποκειμένου ἐγίγνετο, οὕτως δὲ οὐκέτ’ ἄν πρῶτον ἦν· ἐπεὶ δὲ μὴ τοῦτο, ἀίδιον καὶ ἀγένητον γίγνεται τὸ πρῶτον ὑποκείμενον. ἐξ οὗ ἄρα φθειρομένου γίγνεταί τι, οὐκ ἔστι τοῦτο τὸ πρῶτον ὑποκείμενον· οὐ γὰρ ἀίδιον τὸ φθειρόμενον, τὸ δὲ πρῶιον ὑποκείμενον ἀίδιον. οὐκ ἄρα ἡ ὕλη φθείρεται ἀλλ’ ἡ αὐτὴ μένει. πρώτου δὲ φθαρέντος εἶπεν ὡς ἴσον τῷ ἐξ οὗ καθ’ αὑτό [τι] καὶ οὐ κατὰ συμβεβηκὸς φθαρέντος ἐγένετό τι, τοῦτο ἀίδιον εἶναι· κατὰ συμβεβηκὸς μὲν γὰρ ἡ ὕλη φθείρεται (ὅτι γὰρ τὸ αὐτῇ ἡ στέρησις φθείρεται ἐν τῇ γενέσει τῶν ἐκ τῆς ὕλης γιγνομένων, | τοῦτο γὰρ τὸ καθ’ αὑτὸ φθειρόμενον), καθ’ αὑτὴν δὲ ἄφθαρτος. φθείροιτο δ’ ἂν καθ’ αὑτήν, εἰ ἐπ’ ἄπειρον ἄλλο ἐξ ἄλλου γίγνοιτο καὶ μὴ πᾶσιν ἡ αὐτὴ μένοι τοῖς γιγνομένοις. καὶ εἴη ἂν τὸ λεγόμενον ἴσον τῷ ὁ λέγων ἄπειρον ἐπὶ τὸ ἄνω ἄλλο ἄλλου ὕλην γίγνεσθαι, οὗτος φθείρεσθαι λέγοι ἂν τὸ πρῶιον ὑποκείμενον, ὃ ἀνάγκη ἀίδιον εἶναι εἴ γε τούτῳ μηκέτι ἄλλο ὑπόκειται· οὐ γὰρ ἐπ’ ἄπειρον εἰς τὸ ἄνω τὰ αἴτια. τοῦτο δὴ λέγοι ἂν φθείρεσθαι, εἰ μὴ πᾶσιν αὐτὸ ὑποκεῖσθαι λέγοι τοῖς γιγνομένοις, ταὐτὸν μένον, ἀλλὰ λέγοι κατὰ φθορὰν τοὐ ὑποκειμένου τὸ μετ’ αὐτὸ † ὑποκείμενον φθαρέντος αὐτοῦ τὸ ἐξ αὐτοῦ ἐγένετο οὐκ ἀίδιον. εἰ γὰρ ἵσταται ἐπὶ τὸ ἄνω τὰ αἴτια, δεῖ τι ἄρξασθαι καὶ πρῶτόν γε ἐκ τῆς ὕλης τῆς πρώτης γενέσθαι· εἰ δὲ φθειρομένης αὐτῆς γίγνεται, οὔτε ἀίδιος ἡ κίνησις εἴη, οὔτε ἔτι πρώτη καὶ ἀίδιος αὐτὴ ἄν εἴη ἡ πᾶσιν ὑποκειμένη πρώτη. καὶ οὐκ ἐπ’ ἄπειρον ἄρα ἡ ὑλικὴ αἰτία εἰς τὸ ἄνω πρόεισιν. ἔστι γὰρ σφόδρα συντόμως τὸ εἰρημένον. εἰπὼν γὰρ ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀίδιον ὂν φθαρῆναι, τὸ δεικτικὸν τοῦ εἶναι τὸ πρῶτον ἀίδιον παρέθετο ἐπεὶ γὰρ οὐκ ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, οὐκέτι προσθεὶς τὸ διὰ τοῦτο τὸ πρῶιον ὑποκείμενον ἀίδιον. ἢ εἰπὼν τὰ δὲ εἰς ἄλληλα ἀνακάμπτει·. ἡ γὰρ θατέρου φθορὰ θατέρου γένεσίς ἐστιν, ἐπιστώσατο τοῦτο διὰ τοῦ τὸ πρῶτον ὑποκείμενον, ὅ ἐστιν ἡ κυρίως ὕλη, δεῖξαι ἀίδιον ὄν· φθείροιτο γὰρ ἄν, εἰ μὴ ὑπομένοι καὶ σώζοιτο ἐν πᾶσι τοῖς γιγνομένοις, ἀλλὰ τὰ γιγνόμενα ἐξ αὐτοῦ φθειρομένου αὐτοῦ γίγνοιτο, καὶ πάλιν οὕτω τὰ ἐκ τούτων, καὶ ἐπ’ ἄπειρον τοῦτον τὸν τρόπον ἡ· ὑλικὴ αἰτία ἐπὶ τὸ κάτω προΐοι, εἰ δὲ τοῦτο ἄτοπον (δεῖ εἶναί τι τὸ πρῶτον ὑποκείμενον, ὡς δέδεικται, καὶ τοῦτο ἐν πᾶσι τοῖς γιγνομένοις ἄφθαρτον μένον ἐνυπάρχειν), οὕτως οὖν ἔχοντος εἰς ἄλληλα ἂν τὰ ἐξ αὐτοῦ γιγνόμενα ἀνακάμπτοι, ὡς τὴν θατέρου φθορὰν θατέρου γένεσιν εἶναι. ἐν ᾧ γὰρ ἂν ἐνυπάρχοι τῶν ἐξ αὐτῆς γιγνομένων, φυλάξει καὶ τὴν τοῦ δύνασθαι πάλιν ἐν τούτῳ γενέσθαι τῷ εἴδει ἐξ οὗ μεταβάλλει δύναμιν. καὶ αὕτη ἔσται εἰς τὰ γιγνόμενα μεταβάλλουσα, ἀλλ’ οὐκ ἀεὶ ἀληθῶς ἐπ’ ἄπειρον ἄλλο ἄλλῳ ὑποκείμενον γίγνεται, | αὐτὴ δὲ μεταβάλλουσα εἰς τὰ ἐναντία μεταβάλλει, εἰς ἃ μεταβαλλούσης αὐτῆς ἀνακάμπτοι ἄν ἡ γένεσις. οὐ γὰρ αὐτή ἐστιν ἡ ἐν τῇ μεταβολῇ τῇ εἰς τὴν γένεσιν φθειρομένη (οὐκέτι γὰρ ἂν ἀίδιος εἴη), ἀλλὰ ἄλλο τί ἐστιν ἐξ οὗ αὑτὸ καὶ πρώτως φθειρομένου γίγνεται· τοῦτο δὲ ἐδείχθη ἐν τῷ Α τῆς Φυσικῆς ἡ στέρησις. δείξας δὲ ἐπὶ τῆς ὕλης ὅτι μὴ οἷόν τε ἐπ’ ἄπειρον εἰς τὸ κάτω τὰ ὑλικὰ αἴτια προϊέναι, ἑξῆς δείκνυσι πάλιν τὸ αὐτὸ ἐπὶ τοῦ τελικοῦ αἰτίου. λέγει δὲ ἐπεὶ δὲ τὸ οὗ ἕνεκα τέλος, τοιοῦτον δὲ ὃ μὴ ἄλλου ἕνεκα. ἔστι δὲ ὃ λέγει τοιοῦτον. εἰ ἔστι τι οὗ ἕνεκα καὶ τὸ τελικὸν αἴτιον, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος τοῦ οὕτως αἰτίου· ἔστι γὰρ τὸ τελικὸν αἴτιον οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ μηδενός, τὸ δὲ τοιοῦτον ἐσχατον. ὥστε εἰ μὲν ἔστιν ἔσχατον αἴτιον ἐν τοῖς φύσει γιγνομένοις, τοῦτο δέ ἐστι τὸ τελικόν, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος ἐπὶ τὸ κάτω· εἰ δέ ἐστιν ἐπ’ ἄπειρον, οὐκ ἔστι τὸ τελικὸν αἴτιον οὐδὲ τὸ οὗ ἕνεκεν ἐν τοῖς γιγνομένοις φύσει. ἀλλὰ τὸ λέγειν μὴ εἶναι τὴν τοιαύτην ἐν τοῖς φύσει γιγνομένοις αἰτίαν ἐξαιρεῖν ἐστι τὴν τοῦ ἀγαθοῦ φύσιν ἐκ τῶν γιγνομένων· τὸ γὰρ οὗ ἕνεκεν τὰ ἄλλα γίγνεται τὸ ἀγαθόν. τοῦτο δὲ δῆλον ἐκ τῆς ἐπαγωγῆς· “πᾶσα γὰρ τέχνη καὶ πᾶσα μέθοδος ὁμοίως πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ,” ὡς εἶπεν ἀρχόμενος τῶν Νικομαχείων. καὶ ἔστι τὸ κυριώτατον ἀγαθόν. οὗ πάντα ἐφίεται. ὥστε ἐν πᾶσι τοῖς κατὰ λόγον ἢ φύσιν γιγνομένοις τὸ ἀγαθὸν τέλος ἐστίν· οὔτε γὰρ τὴν ἀρχὴν ἐγχειρεῖ τις πράττειν τι καὶ ποιεῖν, εἰ μὴ μέλλοι ἐπὶ τὸ τέλος ἄξειν αὐτό. ὥστε εἰ σκοπὸς τῶν πραττομένων τὸ τέλος καὶ τὸ τοιοῦτον αἴτιον, εἰ τοῦτο μὴ εἴη, οὐκ ἂν τὴν ἀρχὴν εἴη τι γιγνόμενον. ἔτι ἀναιρεθήσεται τὸ νοῦν εἶναι καὶ φύσιν ποιητικὰ ἐν τοῖς οὖσι· πάντα μὲν γὰρ τὰ κατὰ φύσιν καὶ κατὰ νοῦν γιγνόμενα ἕνεκά τινος γίγνεται, μὴ ὄντος δὲ τοῦ οὗ ἕνεκα κατὰ φύσιν καὶ κατὰ νοῦν γίγνεται, οὐκ ἄν κατὰ νοῦν τι ἢ φύσιν γίγνοιτο. ἔτι, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς, μάτην ἄν ἡ ὄρεξις εἴη, εἰ μὴ εἴη τέλος τι πάντων τῶν πρακτῶν, ἀλλ’ ἐπ’ ἄπειρον ἄλλο ἄλλου χάριν γίγνοιτο. Καίτοι οὐθεὶς ἄν ἐγχειρήσειεν. Διὰ τῆς ἐναργείας ἔδειξεν ὅτι ἀδύνατον τὴν τοιαύτην αἰτίαν ἐκ τῶν ὄντων ἀνῃρῆσθαι. ἔτι δὲ εἰ ἔστιν ἐφ’ ἑκάστῳ τῶν γιγνομένων τέλος ὡρισμένον, οὐκ ἄν ἐπ’ ἄπειρον ἡ κατὰ τὸ τέλος αἰτία προίοι. συστήσας δὲ τὸ εἶναι κατὰ τὸ τέλος αἰτίαν, μεταλαβὼν τὸ τέλος εἰς τὸ πέρας, ἔδειξε καὶ οὕτως ὅτι μὴ ἐπ’ ἄπειρον τὰ αἴτια· ὧν γὰρ πέρας ἐστί, ταῦτα οὐκ ἄπειρα. Ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμὸν πλεονάζοντα τῷ λόγῳ. Δείκνυσι καὶ ἐπὶ τῆς κατὰ τὸ εἶδος αἰτίας (τοῦτο γάρ ἐστι τὸ τί εἶναι) μὴ γιγνομένην ἐπ’ ἄπειρον τὴν πρόοδον ὡς ἀεὶ τοῦ ληφθέντος εἴ- ALT. REC. GE. DISCR. δοὺς καὶ ὁρισμοῦ ἄλλον πάλιν ὁρισμὸν καὶ ἄλλο τι εἶδος εἶναι. τοῦτο δὲ ἐδήλωσε προσθεὶς τὸ πλεονάζοντα τῷ λόγῳ. δοκεῖ γὰρ ὁ ὁρισμὸς τοῦ ὁριστοῦ τῷ λόγῳ πλεονάζειν· οὐ γάρ ἐστι τῇ λέξει ἴσον ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν. ἕκαστον δὲ ὁριστὸν ὀνόματος χώραν πρὸς τὸν ἀποδιδόμενον αὐτοῦ ὁρισμὸν ἔχει. δοκεῖ δέ μοι καὶ αὐτὸ τοῦτο ὡς ἄτοπον προσθεῖναι· εἰ γὰρ ὁ μὲν πλεονάζει τοῦ ὁριστοῦ τῷ λόγῳ, ἐπ’ ἄπειρον ἄν οἱ λόγοι αὔξοιντο δι’ ὧν οἱ ὁρισμοί· τοῦτο δὲ ἄτοπον. οὐ δὴ οἷόν τε ἀεὶ τοῦ ἀποδοθέντος ὁρισμοῦ ὁρισμόν τινα εἶναι, ὡς εἶναι τοῦ μὲν ζώου τὸ οὐσίαν ἔμψυχον αἰσθητικὴν ὁρισμόν, τοῦ δὲ ὁρισμοῦ τούτου πάλιν ἄλλον τινὰ ὁρισμόν, ἢ καὶ ἑκάστου τῶν ἐν τῷ ὁρισμῷ. ὅσῳ γὰρ ἄν πορρωτέρω προέλθῃ τοῦ προσεχοῦς λόγου τοῦ ἀνθρώπου ὃν ὡρίζετο, ἔλαττον ἀποδώσει τὸ εἶδος τοῦ ἀνθρώπου καὶ ἔλαττον αὐτὸν ὁριεῖται· ἀεὶ γὰρ ὁ πρῶτος καὶ προσεχὴς λόγος ἀποδοθεὶς ὁρισμός ἐστι τοῦ πράγματος, ὁ δὲ ὕστερος οὐκέτι ἐκείνου ἀλλὰ τοῦ περὶ ἐκείνου ἀποδοθέντος. ἐφ’ ὧν οὖν ὁ πρῶτος ἀποδοθεὶς μή ἐστιν ὁρισμός, οὐδ’ ἂν ὁ δεύτερος ἢ ὁ τρίτος ἢ ἄλλος τις εἴη· ἕκαστος γὰρ τούτων ὁρισμὸς γίνεται τοῦ πρὸ αὐτοῦ ἀποδοθέντος ὁρισμοῦ, ἀλλ’ οὐ τοῦ πράγματος· οὗ γὰρ μή ἐστιν ὁρισμὸς τὸ πρῶτον ἀποδοθέν, τούτου πολὺ ἧττον ἂν εἴη ὁρισμὸς τὸ μετὰ τὸ πρῶτον ἀπο- δοθέν. εἰ γὰρ ὁ μὲν πρῶτος ἀποδοθεὶς ὡς τοῦ πράγματος ἀποδέδοται, ὁ δὲ δεύτερος ὡς τοῦ λόγου τοῦ περὶ τοῦ πράγματος ἀποδεδομένου, εἰ ὁ πρῶτος μή ἐστι τοῦ πράγματος, οὐδ’ ἄν ὁ δεύτερος αὐτοῦ εἴη· ἦν γὰρ καὶ οὗτος δυνάμενος αὐτοῦ εἶναι, εἰ ὁ πρῶτος ἀποδεδομένος, οὗ ὁ δεύτερος ἀποδέδοται. ἦν αὐτοῦ. καθόλου γὰρ ἐν οἷς τὸ πρῶτον μή ἐστιν, οὐδὲ τὸ δεύτερον· τὸ γὰρ δεύτερον πρώτου τινὸς δεύτερον· ὥστε ὧν μή ἐστιν ὁρισμός τις πρῶιος, οὐκ ἄν δεύτερος εἴη. δύναται καὶ τὸ πρῶτον τὸν ἔσχατον εἰρηκέναι· ὁ γὰρ ἔσχατος λόγος καὶ ἡ ἐσχάτη αἰτία καὶ τὸ ἔσχατον εἶδος, μεθ’ ὃ οὐκέτι τὸ διὰ τί ἀπαιτοῦμεν, οὗτος ἂν ὁ κυρίως ὁρισμὸς εἴη, οὗ μὴ ὄντος τῷ ἐπ’ ἄπειρον εἶναι τὴν πρόοδον, οὐκ ἄν τῶν πρὸ αὐτοῦ τις εἴη. τινὲς ἤκουσαν τοῦ πλεονάζοντα τῷ λόγῳ, ὡς λέγοντος αὐτοῦ, ἀεὶ τῷ πρώτῳ ἀποδοθέντι ὁρισμῷ προστίθεσθαί τι, ὡς πλεονάζειν τὸν δεύτερον τοῦ πρὸ αὐτοῦ κατὰ τὸν λόγον τῷ προστίθεσθαί Τι αὐτῷ, οἷον τοῦ ἀνθρώπου εἰ ὁ μὲν πρῶτος εἴη ζῷον πεζὸν δίπουν, ἄλλον δὲ πάλιν ἄλλο] μετὰ | τοῦτον ἔχοντα ἄλλην τινὰ τῶν προειρημένων διαφορὰν προσκειμένην, οἷον τὸ λογικόν, καὶ πάλιν τούτῳ ἄλλην, ὡς εἶναι ἐπ’ ἄπειρον αὐξανόμενον τὸν πρῶτον ἀποδοθέντα ὅρον. Ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτω λέγοντες· οὐ γὰρ οἷόν τε εἰδέναι πρὶν εἰς τὰ ἄτομα ἐλθεῖν. Ἄτομα λέγει νῦν τὰ ἀμέσως ὑπάρχοντα· ἐκ γὰρ τῶν προσεχῶς καὶ ἀμέσως ὑπαρχόντων αἱ ἐπιστῆμαι, ὡς εἴρηται ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· ὃ ἀδύνατόν ἐστιν εἶναι, εἰ τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων πάντων εἶεν ὁρισμοὶ καὶ ἐκ τούτων τῶν ὁρισμῶν ὁ ὁρισμὸς εἴη τοῦ προκειμένου συμπληρούμενος. νῦν μὲν γὰρ τὸ διὰ τὸν ὁρισμόν τινι ὑπάρχον δειχθὲν ἀμέσως ὑπάρχειν αὐτῷ δοκεῖ· ἄν δὲ ᾖ παντὸς ὁρισμοῦ ὁρισμὸς ἐπ’ ἄπειρον, ἀεί τις μέσος ὅρος ἔσται τοὐ τε αἰτίου δι’ οὗ δείκνυται ὑπάρχον τί τινι καὶ τοῦ ὑποκειμένου ᾧ ὑπάρχειν τι δείκνυται. οὐδέποτε γὰρ δυνήσεται ἀμέσως τι ὑπάρχον τινὶ ληφθῆναι, εἰ ἀεὶ τοῦ εἰλημμένου παντὸς ὁρισμὸς εἴη· οὐ γὰρ ἀμέσως τὸ ζῷον τῷ ἀνθρώπῳ ὑπάρξει, ἀλλὰ διὰ τὸ εἶναι αὐτὸν οὐσίαν ἔμψυχον αἰσθητικήν. πάλιν. δὲ αὖ τὸ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρξει αὐτῷ διὰ τὸν ἴδιον ὁρισμόν, πάλιν κἀκεῖνα ὁμοίως διὰ τὸν ἴδιον, καὶ τοῦτο ἐπ’ ἄπειρον· ἀεὶ γὰρ οἱ λαμβανόμενοι ὁρισμοὶ τῶν ὁρισμῶν μέσοι ὅροι ἔσονται, δι’ ὧν ὑπάρξει τὰ ὧν οἱ ὁρισμοὶ τοῖς ὁριστοῖς. ἀναιρεθήσονται ἄρα αἱ ἄτομοι καὶ ἄμεσοι προτάσεις, ὧν ἀναιρεθεισῶν ἀναιρεῖται ἐπιστήμη τε καὶ ἀπόδειξις. τινὲς δὲ ἄτομα ἤκουσαν τὰ καθ’ ἕκαστα, καί φασι τὰς μὲν ἐπιστήμας τότε τὸ ἐπιστητὸν ἔχειν, ὅταν περὶ ὧν εἰσιν, εὑρίσκωνται ταῦτα τοῖς ἀτόμοις τοῖς οἰκείοις ἐφαρμόζοντα. τότε γάρ τις ἐπιστήμην ἔχει τῶν τῷ ἀνθρώπῳ ὑπαρχόντων, ὅταν τοῖς καθ’ ἕκαστα ἀνθρώποις ἐφαρμόζῃ τὰ λεγόμενα. οὐχ οἷόν τε δὲ ἐπὶ τὰ ἄτομα ἐλθεῖν ἐπ’ ἄπειρον τῶν αἰτίων ἐπὶ τὸ κάτω τὴν πρόοδον λαμβανόντων· ἔσχατον μὲν γὰρ τὸ ἄτομον, οὐχ οἷόν τε δὲ ἐπὶ τοῦτο ἐλθεῖν ἀπείρων ὄντων τῶν μεταξὺ αἰτίων. ὡς εἶναι τὸ λεγόμενον κοινῶς περὶ πάντων τῶν αἰτίων λεγόμενον, ἀλλ’ οὐ περὶ τοῦ εἴδους τε καὶ ὁρισμοῦ μόνον. Καὶ τὸ γιγνώσκειν οὐκ ἔστιν. Τὸ λεγόμενον τοιοῦτόν ἐστιν. εἰπὼν τῶν ἐνεργείᾳ ἀπείρων γνῶσιν εἶναι, καὶ ὅτι οἱ οὕτως αὔξοντες ἢ τοὺς ὁρισμοὺς ἢ τὰ αἴτια (κοινὸς γὰρ ὁ περὶ πάντων λόγος) ἀναιροῦσι γνῶσιν, εἴ γε ἐκ τῆς αἰτίων γνώσεως ἡ ἐπιστημονικὴ τῶν πραγμάτων γνῶσις, εἰπὼν δὲ τὰ ἄπειρα | ἄγνωστα εἶναι, ἐπεὶ δοκεῖ καὶ τὰ συνεχῆ ἄπειρά πως εἶναι διά τὴν ἐπ’ ἄπειρον τομὴν καὶ μὴ εἶναι ἄγνωστα (ἔστι γὰρ τούτων ἰῆς ἄπειρον τομῆς νόησις), ὅτι μὴ ὁμοίως ἔνεστιν ἐν ἐκείνοις τε ἡ ἀπειρία καὶ ἐν τοῖς αἰτίοις ἡ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν πρόοδος, δείκνυσιν ἑξῆς εἰπὼν τὰ γὰρ οὕτως ἄπειρα πῶς ἐνδέχεται νοεῖν; λέγων τὰ ἐνεργείᾳ. ἐπ’ ἄπειρον μὲν γὰρ ἡ γραμμὴ διαιρεῖται ὁμολογουμένων τῷ μὴ ἵστασθαι τὴν τομήν, ἀλλ’ ἡμεῖς γε οὐδέποτε νοοῦμεν αὐτὴν εἰς ἄπειρα διῃρημένην, ἀλλ’ ὅταν νοῶμεν, τὰς τομὰς ἱστῶμεν καὶ παυόμεθα τοῦ τέμνειν καὶ λαμβάνομεν πεπερασμένας. πῶς γὰρ ἐπ’ ἄπειρον ἡ τομὴ γίνεται τῆς γραμμῆς καὶ ὅλως τῶν συνεχῶν νοοῦμεν, οὐ μὴν καὶ τὰς ἀπείρους αὐτῆς ἔτι διαιρέσεις· ἀεὶ γὰρ ἃς νοοῦμεν πεπερασμένας νοοῦμεν. τοῦτο γὰρ ἐστι τὸ νόησαι οε οὐκ εστι μὴ στήσαντα· τας γαρ πεπερασμένας νοοῦμεν. διὸ οὐδὲ ὁ διεξιὼν τὴν συνεχῆ γραμμὴν τὴν ἐπ’ ἄπειρον διαιρετὴν ἀριθμῶν τὰς τομὰς καὶ ἐνεργείᾳ λαμβάνων καθ’ ὅσον οἷόν τε τμηθῆναι αὐτὰς ἦν, οὕτω δίεισιν· οὐδέποτε γὰρ ἄν διεξέλθοι ὁ οὕτως αὐτὴν διεξιών. εἶπε δὲ ὁ τὴν ἄπειρον διεξι.ὼν ἀντὶ τοῦ ὁ τὴν ἐπ’ ἄπειρον διαιρετήν. ἀλλὰ κατ’ ἀθρόα μόρια δίεισι διὰ τὸ μὴ εἶναι ἐν αὐτῇ ἐνεργεία τὴν ἀπειρίαν ἀλλὰ δυνάμει. ἐπὶ δέ γε τῶν αἰτίων, εἰ ἐπ’ ἄπειρον εἰς τὸ κάτω ἐστὶν ἄλλο ἄλλου αἴτιον, ἀδύνατον ἔσται γνῶσιν τῶν αἰτίων γενέσθαι πάντων, ἄπειρα δὲ γίγνεται τὰ πάντα ἐνεργείᾳ. εἰ δὴ ἤρτηται μὲν ἡ τῶν ὄντων γνῶσις ἐκ τῆς τῶν αἰτίων γνώσεως, ὡς προείρηται, ἄγνωστα δὲ τὰ αἴτια δι’ ἀπειρίαν, ἄγνωστα καὶ τὰ ὧν αἴτια ταῦτα. p. 994b25 Ἀλλὰ καὶ τὴν ὕλην κινουμένην νοεῖν ἀνάγκη. Τοῦ τὸ ἄπειρον ἄγνωστον εἶναι τῇ αὐτοῦ φύσει παρατίθεται σημεῖον τὴν ὕλην, ἐπεὶ δοκεῖ κατὰ τὸν αὐτῆς λόγον ἄπειρος εἶναι, ἐσχημάτιστος οὖσα κατὰ τὴν ἰδίαν φύσιν καὶ οἰκεῖον πέρας οὐκ ἔχουσα. τῷ δὴ τοιαύτην αὐτὴν εἶναι οὐδὲ ἐπιστήμην αὐτῆς ἔχομεν· κινουμένῳ γάρ τινι γιγνώσκομεν αὐτήν· δοξαστὴ γάρ ἐστι καὶ οὐκ ἐπιστητή, καὶ ὡς μὲν ὁ Πλατῶν φησί, νόθῳ λογισμῷ γνωστή, ὡς δὲ Ἀριστοτέλης, ἀναλογία γνωστὴ καὶ δοξαστή, ὡς καὶ τοῦτο εἴρηκεν ἐν τοῖς Φυσικοῖς. τὸ αὐτὸ δὲ σημαίνοι ἄν καὶ εἰ εἴη γεγραμμένον ἀλλὰ καὶ τὴν ὕλην ἐν κινουμένῳ νοεῖν ἀνάγκη. τινὲς δὲ κινουμένην γράφουσι καὶ ἐξηγοῦνται τὴν λέξιν ὅτι οὐκ ἔστιν ἄπειρος ὡς τὰ ἐνεργείᾳ ἄπειρα. διὸ ἐκείνα μὲν ἄγνωστα, αὕτη δὲ ἄπειρος οὖσα καὶ λεγομένη κατὰ τὸ ἀεὶ ἐν κινήσει καὶ μεταβολῇ | τινι νοῆσαι τῷ γὰρ μὴ ἔχειν οἰκεῖον σχῆμα ἤ τινα ποιότητα, ἄλλοτε ἄλλο εἶδος ἀμείβειν καὶ μεταβάλλειν), οὕτω δὴ οὖσα ἄπειρος ὡς διὰ τὸ κινεῖσθαι συνεχῶς λέγεσθαι τοιαύτη νοητή τέ ἐστι καὶ ἐπιστητή· οὐ γὰρ ὁμοίως τοῖς ἀγνώστοις ἄπειρος· ἵνα ἴσον ᾖ τὸ εἰρημένον τῷ ἀλλὰ καὶ τὴν ὕλην ὥσπερ καὶ τὴν γραμμὴν διὰ τὰς τομὰς νοεῖν ἀνάγκη, ἐπεὶ μὴ ἐκείνως ἐστὶν ἄπειρος. ἢ κινουμένην νοεῖν ἀντὶ τοῦ ὡς κινουμένην καὶ ἐν ῥύσει καὶ τῇ τοιαύτῃ ἀπειρίᾳ οὖσαν· διὰ τοῦτο γὰρ οὐδὲ ἡ ὕλη ἐπιστητή. εἰπὼν δὲ ταῦτα ἐπιφέρει καθολικον τὸ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι· εἰ δὲ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ὥσπερ τὸ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι διαφέρει, καὶ ἐπὶ πάντων ἐφ’ ὧν τὸ πρᾶγμα σύνθετον (τὸ γὰρ εἶναι ἑκάστῳ κατὰ λόγον καὶ κατὰ τὸ εἶδος· ὁ μὲν γὰρ ἄνθρωπος ἐξ ὕλης καὶ εἴδους, τὸ δὲ ἀνθρώπῳ εἶναι ἀπλοῦν· κατὰ γὰρ τὸ εἶδός ἐστιν αὐτῷ τὸ εἶναι ἀνθρώπῳ. ἐπὶ μὲν γὰρ τῶν ἀσωμάτων ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ εἶναι αὐτῷ· ταὐτὸν γὰρ ψυχὴ καὶ τὸ εἶναι ψθχῇ ἐπὶ δὲ τῶν ἐν ὕλῃ τὸ εἶναι ἐχόντων διαφέρει), καὶ τὸ ἄπειρον οὖν τὸ ἐνεργείᾳ ἄγνωστόν ἐστιν, ἀλλὰ τὸ ἀπείρῳ αὐτῷ εἶναι οὔτε ἄπειρον οὔτε ἄγνωστον· ὁ γὰρ λόγος ὁ δηλῶν αὐτοῦ τὴν φύσιν καὶ τὸ εἶδος οὐκ ἄπειρος οὐδὲ ἄγνωστος. εἰπὼν δὲ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι, ὃ ἴσον ἐστὶ τῷ τὸ ἄπειρον οὐχ οἷόν τε ἐνεργείᾳ εἶναι, ἐπήνεγκε τὸ εἰ δὲ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι, τουτέστι καθὸ γνωστόν ἐστι τὸ ἄπειρον (γνωστὸν δέ ἐστι κατὰ λόγον), τοῦτο οὐκ ἄπειρον· οὐδὲ γὰρ τὸ ἄπειρον γνωστὸν καθὸ ἄπειρον. τὸ δὲ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι ἤτοι εἶπεν ἀντὶ τοῦ ἄπειρον οὐδέν ἐστιν ἐνεργείᾳ, ἢ ὅτι οὐδέν ἐστι πρᾶγμα ᾧτινι ὁ τοῦ ἀπείρου λόγος ἐφαρμόζει, τῷ δηλονότι μηδὲν εἶναι ἄπειρον. εἰ δὲ καὶ τεθείη ἐφαρμόζειν τινί, ἀλλ’ αὐτός γε ὁ λόγος καθ’ ὃν ἡ γνῶσις ἡ τοῦ ἀπείρου, οὐκ ἄπειρος. οὐκέτι δὲ ὅτι μηδὲ τὰ ποιητικὰ αἴτια ἄπειρα ἰδία ἔδειξεν ὡς φανερά· εἰ γὰρ μηδὲ τὰ γιγνόμενα ἄπειρα κατὰ τὸ εἶδος, ἀλλ’ ἀνακάμπτει, δῆλον ὡς πολὺ μᾶλλον οὐκ ἄν εἴη αὐτὰ τὰ ποιητικὰ αἴτια ἄπειρα. Ἀλλὰ μὴν καὶ εἰ ἄπειρά γε ἦσαν πλήθει τὰ εἴδη τῶν αἰτίων. Προθέμενος δεῖξαι ὅτι μή ἐστιν ἄπειρα τὰ αἴτια μήτε εἰς εὺθυωρίαν μήτε κατ’ εἶδος, καὶ δείξας ὅτι κατ’ εὐθυωρίαν οὔκ εἰσιν ἄπειρα οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω, δείκνυσι νῦν ὅτι οὐδὲ κατ’ εἶδος οἷόν τε ἄπειρα εἶναι τὰ αἴτια, | συγχρώμενος τῷ προειρημένῳ τῷ τὰ ἄπειρα τὰ κατ’ ἐνέργειαν ἄγνωστα εἶναι, τὰ δὲ κατ’ εἶδος ἄπειρα ἄπειρα δηλονότι ἐνεργείᾳ, ὥστε ἄγνωστα. εἰ δὲ τὰ αἴτια καὶ αἱ ἀρχαὶ ἄγνωστοι, δηλονότι καὶ τὰ ἐκ τούτων· τότε γὰρ εἰδέναι τι οἰόμεθα ὅταν τὰ αἴτια αὐτοῦ γνωρίσωμεν. ὥστε καὶ τοιαύτης οὔσης τῆς τῶν αἰτίων ἀπειρίας ἀναιρεῖται ἐπιστήμη, ἀναιρουμένης τῆς τῶν ἄρχων γνώσεως. τὸ δὲ ἐξῆς εἰρημένον τὸ τὸ δ᾿ ἄπετρον κατὰ τὴν πρόσθεσιν οὐκ ἔστιν ἐν πεπερασμένῳ διεξελθεῖν τοιοῦτόν ἐστιν. πᾶσα νόησις περίληψίς τις οὖσα τοῦ νοουμένου ἐν πεπερασμένῳ γίγνεται χρόνῳ· τὸ δὲ ἄπειρον τὸ τῇ προσθέσει, τουτέστι τὸ κατ’ ἐνέργειαν (ἔστι γὰρ τὸ κατ’ ἐνέργειαν ἄπειρον, οὗ ἀεί τι ἔστιν ἔξω, καὶ ἐφ’ οὗ παντὸς τοῦ λαμβανομένου ἔστι τι ἐκτός), τὸ δὴ οὕτως ἄπειρον οὐχ οἷόν τε ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν· τὸ μὲν γὰρ δυνάμει καὶ διχοτομίᾳ οἷόν τε ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν, τὸ δὲ ἐνεργείᾳ καὶ τῇ προσθέσει ἀδύνατον τῷ ἀεὶ τῷ περιληφθέντι καὶ νοηθέντι ἄλλο τι ὑπολειπόμενον προστίθεσθαι. εἰ δὴ ὁ μὲν νοῦς ἃ νοεῖ ἐν πεπερασμένῳ χρόνῳ νοεῖ τε καὶ διέξεισι, τὰ δὲ ἄπειρα ἀδύνατον ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν τε καὶ νοῆσαι τῷ ἀεί τι τοῖς περιειλημμένοις καὶ νενοημένοις προστίθεσθαι, οὐκ ἂν ὁ νοῦς νοοίη τὰ ἄπειρα. αὐτὸς μὲν οὕτως ἐφοδεύσας ἔδειξεν ὅτι μὴ οἷόν τε ἄπειρα εἶναι τὰ αἴτια· ὁ δὲ Ἀριστοτέλης καὶ αὐτὸς ἐπιχειρῶν ἐδείκνυεν. ἐπεὶ ἔστιν αἴτια τῶν ὄντων, ἤτοι πλείω ταῦτά ἐστιν ἢ ἕν. ἀλλ’ ἓν μὲν οὐχ οἷόν τε μόνον αἴτιον εἶναι τῶν ὄντων τε καὶ γινομένων, ὡς ἐν ἄλλοις δέδεικται· καὶ γὰρ ὑποκειμένου τινὸς χρεία τῷ γιγνομένῳ καὶ τοῦ ποιοῦντος. ἀλλὰ καὶ κατὰ εἶδος δείκνυταί τι γίγνεσθαι· ὥστε οὐχ ἓν τὸ αἴτιον. πλείω ἄρα· εἰ δὲ πλείω, ἤτοι πάντα ἄπειρα ἢ τινὰ ἢ ἕν. πάντα μὲν οὖν ἢ τινὰ ἄπειρα εἶναι ἀδύνατον· οὐ γὰρ οἷόν τε πολλὰ ἄπειρα εἶναι. ἀλλ’ οὐδὲ ἓν μὲν ἄπειρον τὰ ἄλλα δὲ πεπερασμένα λέγειν οἷόν τε· τὸ γὰρ ἄπειρον πανταχῇ ὂν ἄλλῳ παρείσδυσιν οὐ δίδωσιν, οὔτε ἀπείρῳ οὔτε πεπερασμένῳ. ἀλλὰ μὴν οὐδ’ εἰ ἓν μόνον αἴτιον εἴη, οἷόν τε τοῦτο ἄπειρον εἶναι· οὐδενὸς γὰρ ἔσται αἴτιον· οὐ γὰρ ἕξει χώραν τὸ οὗ ἐστιν αἴτιον, τοῦ αἰτίου ὄντος πανταχῇ. δῆλον γὰρ ὡς ἄπειρον ὂν ποσόν τι ἔσται κατ’ αὐτὸ τοῦτο, ἄντε κατὰ τὸ ποσὸν ᾖ πανταχῇ ἄντε κατὰ χρόνον. δοκεῖ δὲ ἡ ἐπιχείρησις ἔχειν μέν τι διαλεκτικὸν καὶ εἶναι λογική, οὐ μὴν καὶ ὁμοίως οἰκεία τοῖς προειρημένοις εἶναι. | Αἱ δ’ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσιν. Διὰ τούτων ἡμᾶς διδάσκει τίνες τῶν τοιούτων ἀκροαταὶ λόγων εἶναι δύνανται, καὶ ὅτι πεπαιδεῦσθαι δεῖ καὶ ἠσκῆσθαι ἄκρως τοὺς ἀκουσομένους τῶν λόγων. αἱ γὰρ ἀκροάσεις γίγνονται κατὰ τὴν ἰδίαν τῶν ἐθῶν οἰκειότητα· οἷς γὰρ συνειθίσμεθα, τούτοις ἀξιοῦμεν καὶ τὰ λεγόμενα συμφωνεῖν, τὰ δὲ παρὰ τὰ συνήθη ἡμῖν τῶν λεγομένων ἀγνωστότερα φαίνεται διὰ τὸ ξενικὰ εἶναι. ὃ εἶπε διὰ τοῦ ἔτι τὸ λέγεσθαι καὶ τὰ παρὰ ταῦτα οὐχ ὅμοια φαίνεται. δοκεῖ δὲ τὸ ἔτι περιττὸν εἶναι. εἰ δὲ εἴη γεγραμμένον, λείποι ἂν τῷ ἔτι τὸ λέγεσθαι ἄλλως· τὸ γὰρ ἄλλως λέγεσθαί τινα καὶ ὡς μὴ εἰθίσμεθα ἀκούειν, ὃ εἶπε διὰ τοῦ καὶ παρὰ ταῦτα, ἀγνωστότερα ποιεῖ τὰ λεγόμενα. τοῦτο εἰπὼν ἐφεξῆς δείκνυσι πόσην ἰσχὺν ἔχει τὰ συνήθη. πολλὰ γὰρ οἱ νομοθέται μυθώδη νομοθετοῦντες διὰ τὸ χρήσιμα εἶναι πιστεύεσθαι οὕτως ἔχειν, ἔχουσι πειθομένους τοὺς χρωμένους τῷ νόμῳ διὰ τὴν τῶν λεγομένων συντροφίαν, οἷον ὅτι αὐτόχθονές τινες ἐγένοντο ἐκ τῆς γῆς φύντες, καὶ ἄλλοι ὅτι ἐξ ὀδόντων σπαρέντων ἔφυσαν, καὶ διὰ τοῦτο χρὴ ὑπερμαχεῖν ὡς μητρὸς τῆς γῆς, ἢ ὅτι θεοὶ περὶ αὐτῆς ἤρισαν· οὕτως ἀξιοσπούδαστός ἐστιν. τὸ δὲ μεῖζον ἰσχύει τοῦ γιγνώσκειν περὶ αὐτῶν διὰ τὸ ἔθος ἴσον ἐστὶ τῷ μεῖζον ἰσχύει τῆς περὶ αὐτὰ ἀληθείας τὸ ἔθος· κατὰ γὰρ τὴν ἀλήθειαν ἡ γνῶσις. εἰπὼν δὲ ταῦτα καὶ ἐνδειξάμενος δι’ αὐτῶν τὴν τῶν ἐθῶν ἰσχύν, ἐπὶ τούτοις λέγει τὰς διαφορὰς τῶν ἀκροατῶν ἃς διὰ τὰ ἔθη ἔχουσι πρὸς ἀλλήλους. οἱ μὲν τοῖς μαθήμασιν εἰθισμένοι μαθηματικὰς τῶν λεγομένων πάντων καὶ ἀκριβεῖς ἀποδείξεις ἀπαιτοῦσι καὶ τῶν ἄλλως λεγόντων οὐκ ἀποδέχονται, οἱ δὲ διὰ γονίας, ἂν μὴ καὶ ποιητὴν τῶν λεγομένων παράσχωνται μάρτυρα. καὶ οἱ μὲν πάντα ἀκριβῶς ἐξετάζουσιν, εἰσὶ δὲ οἳ τῇ ἀκριβολογία ἄχθονται, ἢ διὰ τὸ μὴ δύνασθαι ἐπακολουθεῖν (τοῦτο γὰρ τὸ συνείρειν) ἀλλὰ ἢ διὰ τὸ προειληφέναι ὅτι τὸ ἄκρως ἀκριβολογεῖσθαι μικρολογία· γάρ ἐστι τὸ διὰ τὴν μικρολογίαν· τοιαύτην γάρ τινα φαντασίαν ἀποτελεῖ ἡ ἄγαν περὶ τὰ λεγόμενα ἀκρίβεια, ἀπὸ τῶν συναλλαγμάτων καὶ τῆς περὶ τὰ ἐν χρήσει ἀκριβείας σπάσασα τήνδε τὴν δόξαν· ἀνελεύθερον γάρ τισιν ἤδη δοκεῖ καὶ τὸ ἐν τοῖς λόγοις ἄγαν ἀκριβὲς καὶ περὶ τῶν μικρῶν ἐξεταστικόν, ὥσπερ καὶ τὸ ἐν τοῖς συναλλάγμασι. προειπὼν δὲ ταῦτα καὶ δείξας τὴν τῶν ἐθῶν | ἰσχύν, καὶ διότι κατ’ οἰκειότητα τὴν κατὰ τὰ ἔω καὶ τὰ λεγόμενα ἀποδέχονται, ἐπιφέρει διὸ δεῖ πεπαιδεῦσθαι πῶς ἕκαστα ἀποδεκτέον, ἴσον λέγων τῷ καὶ αὐτῷ ἐν τοῖς Ἠθικοῖς εἰρημένῳ τῷ “πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τἀκριβὲς ἐπιζητεῖν καθ’ ἕκαστον γένος, ἐφ’ ὅσον ἡ τοὺ πράγματος φύσις ἐπιδέχεται”. ὃ διὰ τῶν Ὑστέρων ἀναλυτικῶν δείκνυται, ἐνδεικνύμενος ἡμῖν ὅτι καθόλου μὲν δεῖ πεπαιδεῦσθαι καὶ εἰδέναι πῶς χρὴ τῶν λεγομένων ἀκούειν ἑκάστου οὐ γὰρ πάντα ὅμοια, οὐδὲ ἴσην τὴν ἀκρίβειαν ἐπιδεχόμενα), ἐξαιρέτως δὲ τοὺς τούτων τῶν ῥηθησομένων ἀκούσοντας· οὐ γάρ ἐστιν αἰσθητὰ ἢ περὶ αἰσυητῶν, οὔτε συνήθη τε καὶ ἐν ποσί. ταῦτα δὲ λέγων ἐνδείκνυται ἡμῖν ὅτι δεῖ πρῶτον ἐν τοῖς ἀναλυτικοῖς ἐγγυμνάζεσθαι καὶ τοῖς λογικοῖς ὅλως, καὶ εἰδέναι τοὺς τρόπους τῶν ἀποδείξεων καὶ τὰς τῶν λόγων συναγωγάς· ἄτοπον γὰρ ἅμα ζητεῖν ἐπιστήμην τινός, καὶ περὶ αὐτῆς τῆς ἐπιστήμης ζητεῖν τίνα τρόπον γίγνεται καὶ ἀναλαμβάνεται· οὐδὲ γὰρ τὸ ἕτερον ἤδη τούτων εὑρίσκεται ῥᾴδιον. ὅπερ δὲ εἶπε καὶ αὐτὸ ἐν τῷ πρώτῳ τῶν Νικομαχείων Ἠθικῶν λέγων πῶς ἐκείνους τοὺς λόγους ἀποδέχεσθαι δεῖ (εἶπε γὰρ “παραπλήσιον γὰρ μαθηματικοῦ πιθανολογοῦντος καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν”), τοῦτο καὶ νῦν λέγει. τὴν ἀκριβολογίαν γάρ, φησί, τὴν μαθηματικὴν οὐκ ἐν ἅπασιν ἀπαιτητέον, ἀλλ’ ἐν τοῖς ἀύλοις, ὁποῖά ἐστι τὰ ἐξ ἀφαιρέσεώς τε καὶ μαθηματικά, ἴσως ἐνδεικνύμενος ἡμῖν ὅτι τοιαύτης ἀκριβολογίας χρεία καὶ πρὸς τὰ παρόντα· περὶ ἀύλων γὰρ ὁ περὶ τῶν πρώτων ἀρχῶν λόγος καὶ οὐ συνήθων. τὸ δὲ διόπερ οὐ φυσικὸς ὁ λόγος ἤτοι λέγει ὅτι ἀκριβής· προείρηκε γὰρ τοῦτο (γράφεται δὲ καὶ ὁ τρόπος, καὶ εἴη ἄν ὁ λόγος ὡς φυσικοῦ)· ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν. τὰ φυσικὰ δοκεῖ πάντα σὺν ὕλῃ εἶναι, ἄυλα δὲ τὰ μαθηματικά, διὸ καὶ ἀκριβολογίαν ἐπιδέχεται, τὰ δὲ φυσικὰ οὐχ ὁμοίως. οἱ δὴ περὶ τῶν μαθηματικῶν λόγοι περὶ τῶν ἀύλων ὄντες οὗκ εἰσι φυσικοί· οὐ γὰρ τοσαύτην ἀκριβολογίαν τὰ φυσικὰ ὄντα γε σὺν ὕλη χωρεῖ. δύναται δὲ καὶ περὶ τῶν προκειμένων λόγων λέγειν, ὅτι οὔκ εἰσι φυσικοί· ἄυλα γὰρ περὶ ὧν λέγειν ἡμῖν πρόκειται, καὶ ἀκριβεστέρων λόγων ἢ κατὰ φυσικὰ δεόμενα. τὸ δὲ ἴσως τῷ ἅπασα γὰρ ἡ φύσις ἔχει ὕλην προσέθηκεν, ἐπεὶ καὶ τὸ κυκλοφορικὸν σῶμα φυσικὸν μέν, οὐ μὴν ὕλη τὸ τούτῳ ὑποκείμενον. τὸ δὲ ἑξῆς εἰρημένον ἐπ’ αὐτοῦ διὸ σκεπτέον πρῶ | τον τί ἐστιν ἡ φύσις· οὕτω γὰρ καὶ περὶ τίνων ἡ φυσικὴ δῆλον ἔσται, εἰ μὲν ἁπλῶς οὕτως εἴη εἰρημένον ὡς δοκεῖ, δεικτικὸν ἂν εἴη τοῦ τοῦτο τὸ βιβλίον μὴ τῆς Μετὰ τὰ φυσικὰ εἶναι πραγματείας, ὡς καὶ ἀρχόμενοι αὐτοῦ ἐπεσημηνάμεθα, ἀλλὰ προγραφόμενόν τι πάσης τῆς θεωρητικῆς φιλοσοφίας, ἧς ὡς πρὸς ἡμᾶς πρώτη ἡ φυσική ἣν ὁποία τίς ἐστι καὶ περὶ τίνων, εὕροιμεν ἄν εἰ πρῶτον τί ποτέ ἐστιν ἡ φύσις ἐπισκεψαίμεθα. εἰ δέ τις ἀκούοι τοῦ λόγου οὕτως εἰρημένου πρὸς διάκρισιν τῶν τε φυσικῶν λόγων καὶ τῶν κατὰ τήνδε τὴν πραγματείαν (ὁ γὰρ ἐπεσκεμμένος πρῶτον τί ἐστι φύσις καὶ εἰδὼς περὶ τίνων φυσική, οἶδεν οὗτος ὅτι οἵδε οἱ λόγοι οὐ φυσικοὶ ἀλλ’ ἀκριβέστεροί τε καὶ ·περὶ ἀύλων), οὐχ ὅτι δὲ χρὴ νῦν ἐπισκέπτεσθαι τί ἐστι φύσις λέγοι ἄν, ἀλλ’ ὅτι πρὸ τῆσδε τῆς πραγματείας δεῖ περὶ τῶν φυσικῶν πεπραγματεῦσθαι· αὕτη γὰρ ἡ τάξις τῶν πραγματειῶν, καὶ ὁ ἐν τῇ περὶ ἐκείνων θεωρίᾳ γεγυμνασμένος οὕτως ἄν καὶ τοῖς εἰς τήνδε συντείνουσι παρακολουθεῖν δύναται. αἱ δὲ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσιν. ἔστι μὲν ἡ λέξις ἐξ ὧν ὑπεμνηματίσμεθα * * *, δύναται δὲ καὶ οὕτως ἐξακούεσθαι. προειπὼν ὅτι ἡ γνῶσις καὶ αἰ μαθήσεις ἐκ προγιγνωσκομένων (ὧν γὰρ τὰ αἴτια ἄγνωστα, καὶ αὐτὰ τοιαῦτα), εἰς πίστιν τοῦ ἐκ τῶν προγιγνωσκομένων γίγνεσθαι τὰς γνώσεις παρέθετο τὸ κατὰ τὰ ἔθη καὶ τὰς ἀκροάσεις γίγνεσθαι, καὶ οὕτως ἕκαστον τῶν λεγομένων ἀκούειν βούλεσθαι ὡς προσειθίσθη, ὡς κατ’ οἰκειότητα καὶ τὸ προειδέναι διὰ τὰ ἔθη ἀποδεχομένων τὰ λεγόμενα τῶν ἀκουόντων.

---

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg004.local001/.
