# In Aristotelis metaphysica commentaria ΗΙΣ TO ΤΕΤΑΡΤΟΝ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ.1

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, ΗΙΣ TO ΤΕΤΑΡΤΟΝ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-metaphysica-commentaria/%CE%97%CE%99%CE%A3%20TO%20%CE%A4%CE%95%CE%A4%CE%91%CE%A1%CE%A4%CE%9F%CE%9D%20%CE%A4%CE%A9%CE%9D%20%CE%9C%CE%95%CE%A4%CE%91%20%CE%A4%CE%91%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%91.1

Ὁτι μὲν Ἀριστοτέλους ἐστὶ τὸ ἐπιγραφόμενον Δ τῶν Μετὰ τὰ φυσικὰ βιβλίων, ἐν ᾧ διαίρεσίν τινων πολλαχῶς λεγομένων ποιεῖται, καὶ ἀπὸ τῆς λέξεως καὶ ἀπὸ τῶν ἐν αὐτῷ λεγομένων γνώριμον· ὅτι δὲ καὶ ταύτης τῆς πραγματείας, δῆλον ἐξ ὧν προείρηκε. δέδειχε μὲν γὰρ ὅτι τοῦ πρώτου φιλοσόφου ἡ περὶ τοῦ ὄντος καθόλου πραγματεία καὶ τῶν τούτῳ κοινῶς ὑπαρχόντων, κοινὰ δὲ τοῦ ὄντος εἰσίν, οἷς ἐπιστῆμαι πᾶσαι χρῶνται. περὶ τούτων γὰρ ἡ θεωρία τοῦ πρώτου φιλοσόφου· οὐδεμιᾶς γὰρ ἐκείνων ἴδιος ἡ περὶ αὐτῶν πραγματεία· οὐδενὶ γάρ τινι τῶν ὄντων, ἡ τόδε τί ἐστιν, ὑπάρχει τι αὐτῶν, ἀλλὰ τῷ ὄντι ᾗ ὄν, περὶ ὃ ἡ τοῦ πρώτου φιλοσόφου πραγματεία. τὸ μὲν γὰρ ἀναγκαῖον τῆς περὶ αὐτῶν διαλήψεως ἡ χρῆσις δείκνυσι· πᾶσαι γὰρ αἱ ἐπιστῆμαι τούτοις χρώμεναι τὰ προκείμενα αὐταῖς δεικνύουσιν· ὅτι δὲ μηδεμιᾶς ἴδιός ἐστι τῶν καθ’ ἕκαστα ἐπιστημῶν, ἡ κοινὴ χρῆσις αὐτῶν παρίστησι. πρὸς δὲ τούτοις κεῖται, περὶ ὧν ὁ διαλεκτικὸς κατὰ τὸ ἔνδοξον ποιεῖται τοὺς λόγους, περὶ τούτων τὴν πρώτην φιλοσοφίαν ἐπιστημονικῶς λέγειν· καὶ γὰρ τῷ διαλεκτικῷ περὶ τὰ κοινὰ πᾶσιν ἢ τοῖς πλείστοις ἡ πραγματεία, καὶ περὶ τῶν πολλαχῶς δὲ λεγομένων ὁ διαλεκΤικὸς διαλαμβάνει. ἔσται τοίνυν καὶ διαλεκτικὴ ὁμοία τῇ πρώτῃ φιλοσοφίᾳ, περὶ τῶν αὐτῶν διαλαμβάνουσα, λογικῶς μέντοι ἀλλ’ οὐκ ἐπιστημονικῶς. ὅτι δὲ καὶ ἡ τάξις τοῦ βιβλίου αὕτη, δῆλον ἐκ τοῦ ποιεῖσθαι. μὲν αὐτὸν τὴν διαίρεσιν τῶν πολλαχῶς λεγομένων τούτων, οἷς αἱ ἐπιστῆμαι χρῶνται, ἃ κοινῶς τῷ ὄντι παρακολουθεῖ· περὶ ὧν εἶπε καὶ ἐν τῷ δευτέρῳ δεῖν τὸν φιλόσοφον πραγματεύεσθαι διελόμενον ποσαχῶς ἕκαστον αὐτῶν λέγεται· ἀκόλουθον δέ ἐστι μετὰ τὸ δειχθῆναι περὶ τίνων ἐστὶ τῆς πρώτης φιλοσοφίας ἡ θεωρία, ὃ ἐν τῷ τρίτῳ δέδεικται, ἐφεξῆς περὶ τούτων πρώτων θεωρεῖν οἷς ἀναγκαῖον χρῆσθαι πρὸς τὴν τῶν ἄλλων τῶν μελεἰς λόντων δείκνυσθαι θεωρίαν τε καὶ δεῖξιν. διὸ καὶ πρῶτον περὶ ἀξιώματος εἶπε τοῦ ἐπὶ παντὸς δεῖν τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, ὄντος πρὸς τὰς δείξεις | χρησίμου· μεθ’ ἃ ἐν τούτῳ τὴν διαίρεσιν ποιεῖται τῶν οὕτως πολλαχῶς λεγομένων. ὅτι δὲ μὴ ἀτελὲς τὸ βιβλίον, ὡς οἴονταί τινες τεκμαιρόμενοι τῷ μὴ πάντων αὐτὸν τῶν πολλαχῶς λεγομένων τὴν διαίρεσιν ποιεῖσθαι, δῆλον ἐκ τοῦ μὴ ἁπλῶς ἐν αὐτῷ προκεῖσθαι τοῦτο ποιεῖν, ἀλλὰ τούτων μόνων οἷς ὡς κοινοῖς αἱ ἐπιστῆμαι πᾶσαι χρώμεναι τὰ προκείμενα αὐταῖς δεικνύουσιν· οὔτε γὰρ περὶ τῶν ὁμωνύμων λέγειν ἡμῖν πρόκειται, οὔτε περὶ πάντων τῶν ἀφ’ ἑνός τε καὶ πρὸς ἕν, ἀλλὰ περὶ τῶν τὸ πολλαχῶς ἐχόντων, διότι τῷ ὄντι καθὸ ὄν ἐστιν ὑπάρχει καὶ αὐτῷ λεγομένῳ πολλαχῶς. διὸ οὐχὶ μαθηματικὸν ἤ τι τῶν τοιούτων λαμβάνει, ἃ καὶ αὐτὰ πολλαχῶς λέγεται, ὅτι μὴ τούτοις προσχρώμεναι αἱ ἐπιστῆμαι δεικνύουσί τι τῶν ὑφ’ αὑτάς, ἀλλὰ ἀρχῇ καὶ αἰτίᾳ καὶ φύσει καὶ στοιχείῳ καὶ τοῖς τοιούτοις, ὧν πάντων κοινῶν ὄντων πεποίηται τὴν διαίρεσιν ἐν αὐτῷ ὡς ὄντων οἰκείων τῆσδε τῆς πραγματείας. ὅθεν καὶ μᾶλλον δῆλον γίνεται τὸ βιβλίον ὅτι ἐκ ταύτης ἐστὶ τῆς συντάξεως· εἰ γάρ τινα τούτοις παρακείμενα παραλέλειπται, διαιροῖτο ἂν κἀκεῖνα κατὰ τὴν τῶν οἷς ἐστι παραπλήσια διαίρεσιν. ποιούμενος δὲ τὴν διαίρεσιν ἐν τούτῳ τῷ βιβλίῳ τούτων ὅσα κοινῶς τῷ ὄντι ὑπάρχοντά τε καὶ παρακολουθοῦντα δοκεῖ πλεοναχῶς λέγεσθαι, πρῶτον περὶ ἀρχῆς λέγει. Ὁτι δὲ ἡ ἀρχὴ οὐ μιᾷ τινι φύσει τοῦ ὄντος παρακολουθεῖ, γνώριμον· πᾶσαι γὰρ αἱ ἐπιστῆμαι ἀρχαῖς τισι χρῶνται. τὴν ἀρχὴν δὲ ἑπταχῶς ἀποδίδωσι λέγεσθαι. καθ’ ἕνα μὲν τρόπον ἀρχή, ὅθεν ἄν τις τοῦ πράγματος, οὗ ἀρχὴ λέγεται, κινηθείη πρῶτον· ἀρχὴ γὰρ μήκους καὶ ὁδοῦ, ὅθεν ἀρξάμενοι δίιμεν αὐτήν. οὕτως ἀρχὴ καὶ τὰ ἐναντία πέρατα τοῦ αὐτοῦ τοῖς ἢ ἐντεῦθεν ἢ ἐντεῦθεν ἀρχομένοις· διὸ ἡ τοιαύτη ἀρχὴ καὶ πέρας ποτὲ γίνεται. ἀρχὴ λέγεται καὶ ὅθεν ἀρξαμένων κάλλιστα ἂν τὸ προκείμενον γένοιτο, ὡς ἐπὶ τῶν μαθήσεων· ἐν ταύταις γὰρ πολλάκις οὐκ ἀπὸ τῶν πρώτων ἀρχόμεθα, ἀρχόν ἀλλ’ ἀφ’ ὧν ῥᾷστα ἄν ὁ μανθάνων παρακολουθήσαι, ὡς ἀρίστως ἐν ταῖς Κατηγορίαις ἐν τῷ περὶ ποιότητος λόγῳ πεποίηκεν· εἶπε γὰρ τὴν ποιότητα εἶναι καθ’ ἣν ποιοί τινες λεγόμεθα, διὰ τοῦ ποιοῦ, ὑστέρου μὲν ὄντος τῆς ποιότητος γνωριμωτέρου δέ, τὴν διδασκαλίαν τῆς ποιότητος ποιησάμενος. καὶ ἡ φυσικὴ ἀπὸ τῶν αἰσθητῶν, ὅτι | ἡμῖν γνωριμώτερα, ἀλλ’ οὐκ ἀπὸ τῶν πρώτων ἀρχῶν, καὶ οἱ τεχνῖται δὲ ἀρχὴν ποιοῦνται ἐν τοῖς γινομένοις ὑπ’ αὐτῶν, ὅθεν ἀρξαμένοις αὐτοῖς ῥᾷστα ἄν τὸ γιγνόμενον γίγνοιτο. ἀρχὴ λέγεται καὶ ὅθεν ἄρχεταί τι γίγνεσθαι ἐνυπάρχοντος τῷ γιγνομένῳ. οὕτως ἡ καρδία ἀρχή· ἀπὸ ταύτης γὰρ ἡ τοῦ ζῴου σύστασις· καὶ ὁ θεμέλιος τῆς οἰκίας, καὶ ἡ τρόπις δὲ τῆς νεὼς οὕτως ἄν εἴη ἀρχή. τὸ δὲ ἐνυπάρχοντος προσκείμενον χωρίζει τὴν τοιαύτην ἀρχὴν τῆς ποιητικῆς τῆς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, περὶ ἧς ἑξῆς λέγει. διαφέροι δ’ ἂν αὕτη ἡ ἀρχὴ τῆς πρὸ αὐτῆς, ὅτι ἐκείνη μὲν τοῦ ῥᾴδιον γενέσθαι ἦν ἀρχή, αὕτη δὲ τοῦ ὅλως γενέσθαι· διὸ καὶ αὕτη μὲν ὡρισμένη, ἐκείνη δὲ ἄλλῳ ἄλλη καὶ τῷ αὐτῷ ἄλλοτε ἄλλη. εἴη δ’ ἄν καὶ ἡ ὕλη οὕτως ἀρχή. ἀρχὴ λέγεται καὶ ἀφ’ οὗ πρώτου γίνεταί τι μὴ ἐνυπάρχοντος, τουτέστιν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τοιαύτη δέ ἐστιν ἡ ποιητικὴ ἀρχή, ὡς καὶ αὐτὸς ἐδήλωσεν ἐπενεγκὼν καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι καὶ ἡ μεταβολή. ἢ δύο ἐστὶ τὰ εἰρημένα καὶ οὐχ ἓν διὰ τῶν λέξεων, τῆς τε ἥ τε ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκε καὶ ἡ μεταβολή. καὶ εἴη ἂν διὰ μὲν τῆς πρώτης ἀρχὴν λέγων τὴν τοῦ τέλους καὶ σκοποῦ γνῶσιν τοῦτο γὰρ ἐν τοῖς πρακτοῖς ἀρχὴ πρώτη τοῦ γενέσθαι τὸ πρακτόν· μνημονεύει γὰρ αὐτοῦ ὡς ἀρχῆς καὶ ὀλίγον προελθών), διὰ δὲ τῆς δευτέρας λέγοι ἄν περὶ τοὐ ποιητικοῦ. καὶ εἴη ἂν οὕτως ἡ διαίρεσις αὐτῷ τῆς ἀρχῆς εἰς ὀκτὼ γεγονυῖα. ἀρχὴ λέγεται κἀκεῖνο οὗ κατὰ προαίρεσιν μεταβάλλει καὶ γίγνεται τὰ γινόμενα, ὡς οἱ ἄρχοντες, ὧν κατὰ τὴν προαίρεσιν γίγνεται τὰ ἐν τοῖς ὑπ’ αὐτούς. οὕτως ἀρχὴ λέγεται καὶ ἡ τέχνη, καὶ μάλιστα ἡ ἀρχιτεκτονική, ἐφ’ ἣν ἡ ἀναφορὰ τῶν ὑπ’ αὐτὴν τεχνῶν καὶ τῶν γιγνομένων ἔργων ὑπ’ αὐτῶν. οὐχ ὁμοίως δὲ αὕτη ἀρχὴ τῇ ποιητικῇ, ὅτι αὕτη μὲν ἀρχὴ ὡς ἐπιτακτικὴ καὶ τοὐ εἴδους γνωστική, ἐκείνη δὲ ὅθεν ἤρξατο τὸ πρᾶγμα καὶ ἀπὸ ποίας κινήσεως. ἀρχὴ λέγεται καὶ ὅθεν πρῶτον γνωστόν ἐστι τὸ πρᾶγμα, ὡς τῶν ἀποδείξεων ἀρχαὶ λέγονται αἱ ὑποθέσεις, ὑποθέσεις λέγων τὰς καθ’ ἑκάστην ἐπιστήμην τε καὶ τέχνην ἀρχάς, αἳ διότι μὴ δι’ ἀποδείξεως λαμβάνονται, ἀλλ’ ὡς ἐναργεῖς, ὑποθέσεις αὐτὰς λέγουσιν. αἱ τοιαῦται ἀρχαὶ καὶ τῶν ἀμέσων τῶν καθ’ ἑκάστην ἐπιστήμην εἶεν ἂν ἀρχαί· ἡ γὰρ ‘τὸ ἀγαθὸν ὠφελεῖ καὶ τὸ κακὸν βλάπτει’, καὶ ‘τὸ ἀγαθὸν αἱρετὸν καὶ τὸ κακὸν φευκτὸν᾿ ἄμεσοι μὲν κατὰ τὴν ἠθικὴν πραγματείαν καὶ ἐπιστήμην, ἀρχὴ δὲ καὶ τούτων ἡ περὶ τέλους τε καὶ εὐδαιμονίας γνῶσις. καὶ αἱ προτάσεις δὲ αἱ ἄμεσοι οὕτως ἀρχαί. εἰπὼν δὲ ποσαχῶς ἡ ἀρχή, | ἰσαχῶς φησι καὶ τὰ αἴτια λέγεσθαι. καὶ διὰ τί, προσέθηκεν εἰπὼν πάντα γὰρ τὰ αἴτια ἀρχαί. ἐφ’ οἷς προσέθηκε τὸ κοινὸν μὲν πάσαις ταῖς ἀρχαῖς εἶναι τὸ πρώταις εἶναι τούτων ὧν εἰσιν ἀρχαί, ἢ οὕτως ὡς ὅθεν ἔστιν ἢ γίγνεται ἢ γιγνώσκεται· ὡς μὲν ὅθεν ἔστιν; ὡς ὁ θεμέλιος τῆς οἰκίας καὶ ἡ τρόπις τοῦ πλοίου καὶ ἡ ὕλη ἑκάστου, γίγνεται δὲ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, γιγνώσκεται δὲ ὡς τῶν ἀποδείξεων αἱ ὑποθέσεις. εἰπὼν δὲ κοινὸν πάσαις ταῖς ἀρχαῖς εἶναι τὸ προϋπάρχειν τούτων ὧν εἰσιν ἀρχαί, διαφοράν φησιν αὐτῶν εἶναι τῷ τὰς μὲν ἐνυπάρχειν τούτοις ὧν εἰσιν ἀρχαί, τὰς δὲ ἐκτὸς εἶναι. ἡ μὲν οὖν ὕλη καὶ τὸ στοιχεῖον στοιχεῖον δὲ καλεῖται ἡ προσεχὴς ὕλη ἑκάστου, ἥτις ἤδη ἐνεργείᾳ ἐστὶ τόδε τι σῶμα) ἀρχαὶ ὡς ἐνυπάρχοντα· ἐκ τούτων γὰρ πρώτων γίγνεται ἐνυπαρχόντων αὐτοῖς· τὰ δὲ ἐκτός. καὶ προστίθησιν τίνα ἐστὶ ταῦτα. διὸ ἥ τε φύσις ἀρχὴ καὶ τὸ στοιχεῖον καὶ ἡ διάνοια καὶ ἡ προαίρεσις. εἰπὼν τῶν ἀρχῶν τὰς μὲν ἐνυπάρχειν τούτοις ὧν εἰσιν ἀρχαί, τὰς δὲ ἐκτὸς εἶναι, διὰ τοῦτο, φησί, τὸ τὰς μὲν οὕτως ἔχειν τὰς δὲ οὐχ οὕτως, ἥ τε φύσις ἐστὶν ἀρχὴ καὶ τὸ στοιχεῖον· ἀρχαὶ γὰρ ταῦτα ὡς ἐνυπάρχοντα· ἐκ τούτων γὰρ πρώτων γίγνεται ἐνυπαρχόντων. φύσιν δὲ νῦν τὴν ὕλην ἂν λέγοι, στοιχεῖον δὲ τὴν προσεχῆ ὕλην, ἥτις ἤδη ἐνεργείᾳ τί ἐστι σῶμα. τὰ δὲ ἑξῆς, ἡ διάνοια καὶ ἡ προαίρεσις καὶ τὰ ὅμοια τῶν ὡς τελῶν καὶ τῶν ποιητικῶν ἀρχῶν παραδείγματα, αἳ οὐκ ἐνυπάρχουσι τοῖς γινομένοις, ἐν οἷς ἦσαν καὶ οἱ ἄρχοντες. προστίθησι δὲ καὶ τὴν οὐσίαν καὶ τὸ οὗ ἕνεκα, οὐσίαν μὲν λέγων τὴν κατὰ τὸ εἶδος ἀρχήν τοῦτο γὰρ ἡ ἑκάστου οὐσία), τὸ δ’ οὗ ἕνεκα τὸ τέλος. ἃ συνέθηκεν, ἐπεὶ ἐν ἰοῖς φύσει γιγνομένοις δοκεῖ τὸ εἶδος καὶ τελειότης καὶ τέλος εἶναι· καὶ εἴη ἂν καὶ ταῦτα ἐν τοῖς προϋπάρχουσι μέν, μὴ ἐνυπάρχουσι δέ. προσέθηκε δὲ καὶ ὑπὸ τίνα τῶν εἰρημένων ταῦτα ὑπάγεται, εἰπὼν πολλῶν γὰρ καὶ τοῦ γνῶναι καὶ τῆς κινήσεως ἀρχὴ τὸ ἀγαθὸν καὶ τὸ καλόν. τῆς γνώσεως μὲν τὸ εἶδος· ἀρχὴ γὰρ κα αἰτία τῆς τοῦ πράγματος γνώσεως ἡ τοῦ εἴδους αὐτοῦ γνῶσις· τῆς δὲ κινήσεως ἀρχὴν τὸ τέλος εἶπεν, ὅπερ ἐστὶ τὸ ἀγαθὸν καὶ τὸ καλόν. ἑκάστου γὰρ τὸ οἰκεῖον τέλος ἀγαθόν τε ἐκείνῳ καὶ καλόν, οὐκ ἐνυπάρχον μέν, ὅτε αἰτία αὐτῷ τοῦ γενέσθαι γίγνεται, ἐπιγιγνόμενον δὲ ἐκείνῳ τελειουμένῳ. ὁμοίως δὲ καὶ τὸ εἶδος, ὅτε ἐστὶν ὡς προυπάρχον τε καὶ προεπινοούμενον ἀρχή, οὐκ ἐνυπάρχει. αἱ δὲ οὕτως λεγόμεναι ἀρχαὶ περιέχονται διὰ τῆς λέξεως τῆς ἡ δὲ ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος. ἢ διὰ ταύτης μὲν εἴη ἂν τὸ τέλος ἀρχὴ λεγόμενον, τῆς δὲ κατὰ τὸ εἶδος ἀρχῆς δηλωτικαὶ αἱ τέχναι, καὶ τούτων μάλιστα αἱ ἀρχιτεκτονικαί· αὗται γὰρ τὸ εἶδός πώς εἰσι τοῦ γιγνομένου. κοινὸν μὲν οὖν πάσης ἀρχῆς φησιν εἶναι τὸ πρῶτον εἶναι οὗ ἐστιν ἀρχή· ὡς μὲν ὄντος τοῦ πράγματος οὗ ἐστιν ἀρχὴ ἡ τῆς ὁδοῦ ἀρχή, ὡς δὲ γιγνομένου ὡς θεμέλιος οἰκίας καὶ καρδία ζῴου ταῦτα γὰρ τούτων πρῶτα ὡς γινομένων), ὡς δὲ γινωσκομένων ἀρχαὶ τὰ ἀξιώματα τῶν ἀποδείξεων, ὅτι ἐντεῦθεν τὸ γινώσκεσθαι αὐταῖς. καὶ γὰρ τῶν ἤδη ὄντων ἔστι τις ἀρχὴ καὶ τῶν ἔτι γιγνομένων, πολλὰ δὲ καὶ τῶν γιγνωσκομένων ἀρχὰς ἔχει τῆς νώσεως. τὸ μὲν οὖν προυπάρχειν κοινὸν ταῖς ἀρχαῖς· τῶν δὲ ἀρχῶν αἱ μὲν ἐνυπάρχουσι τούτοις ὧν εἰσιν ἀρχαί, ὡς ἡ φύσις τοῖς φύσει γιγνομένοις καὶ ἡ ὕλη· ἀλλὰ καὶ ὁ θεμέλιος οὕτως ἀρχὴ τῆς οἰκίας καὶ ἡ καρδία τοῦ ζῴου, καὶ ὅθεν ἄν τις τοῦ πράγματος ἄρξαιτο. ἡ δὲ διάνοια καὶ ἡ προαίρεσις καὶ αἱ τέχναι ἀρχαὶ μὲν τῶν γιγνομένων ὑπ’ αὐτῶν, ἀλλ’ οὐχ ὡς ἐνυπάρχουσαι τῷ γιγνομένῳ. εἴη δ’ ἂν καὶ τὸ τέλος ὑπὸ τὸ ἀφ’ οὗ πρώτου γίνεται μὴ ἐνυπάρχοντος, ὡς προείρηται, ὑφ’ ὃ τάσσομεν καὶ τὸ ποιητικὸν αἴτιον· ἐν γὰρ τοῖς πρακτοῖς καὶ τὸ τέλος ἀρχή. ἔστι δέ, ὥσπερ τὸ ἀγαθὸν ἀρχὴ πράξεως, οὕτω πολλάκις καὶ τὸ κακόν· φεύγοντες γὰρ αὐτὸ πράσσομέν τινα. διὸ ἔν τισι γράφεται πολλῶν γὰρ καὶ τοῦ γνῶναι καὶ τῆς κινήσεως ἀρχὴ τὸ ἀγαθὸν καὶ τὸ κακόν. εἰπὼν δὲ τὴν ἀρχὴν ἰσαχῶς καὶ τὰ αἴτια λέγεσθαι ἐφεξῆς τὴν τῶν αἰτίων ποιούμενος διαίρεσιν τέσσαρα σημαινόμενα τοῦ αἰτίου παραδίδωσιν, ἃ καὶ ἐν Φυσικῇ ἀκροάσει ἐξέθετο αὐταῖς λέξεσιν. ὡς ἰσαχῶς μὲν καὶ τοῦ αἰτίου τῇ ἀρχῇ λεγομένου καθόλου, οὐ μὴν ἀλλὰ κυριώτερον οὕτως ἡ τῶν αἰτίων διαίρεσις γίγνεται. ἔστι μὲν οὖν τὰ σημαινόμενα ταῦτα καὶ ἐν τῇ ἀρχῇ, πλὴν οὐ τῇ διαιρέσει ταύτῃ· ἡ μὲν γὰρ ὕλη ἦν ἐν τῷ ὅθεν γίγνεται πρῶτον ἐνυπάρχοντος, καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι καὶ ἡ μεταβολή, διὰ μὲν τοῦ ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος τοῦ τέλους τιθεμένου, διὰ δὲ τοῦ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι τοῦ ποιητικοῦ, τοῦ δὲ εἴδους διὰ τῶν τεχνῶν· ἡ γὰρ τέχνη τὸ εἶδος τοῦ γιγνομένου. καὶ κατὰ τοὺς τρόπους μὲν καθ’ οὓς καὶ ἡ ἀρχὴ λέγεται καὶ τὸ αἴτιον λέγεσθαί τε καὶ διαιρεῖσθαι, οὐ μὴν ἀλλ’ ἤδη διῃρῆσθαι, καὶ κατ’ ἐκεῖνα μὲν τὰ σημαινόμενα τὴν ἀρχήν, κατὰ ταῦτα δὲ τὸ αἴτιον. πάντα δὲ τὰ εἰρημένα περὶ αὐτῶν νῦν αὐταῖς λέξεσι ταὐτά | ἐστι τοῖς ἐν τῷ Β τῆς Φυσικῆς ἀκροάσεως εἰρημένοις. διὸ καὶ ἐξ ἐκείνων τὴν ἐξήγησιν μετενεκτέον· Αἴτιον λέγεται ἕνα μὲν τρόπον ἐξ οὗ γίγνεταί τι ἐνυπάρχοντος. Λέγει μὲν τὴν ὕλην, τὸ δὲ ἐνυπάρχοντος προσέθηκε χωρίζων δι’ αὐτοῦ τήν τε στέρησιν τῆς ὕλης καὶ τὸ ἐναντίον· καὶ γὰρ ἐκ τῆς στερήσεως τὸ γιγνόμενον γίγνεται, ὡς ἔδειξεν ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως, καὶ ἐκ τοῦ ἐναντίου, ἃ οὐκ ἐνυπάρχει τῷ γιγνομένῳ. καὶ τοῦ ποιητικοῦ δὲ αἰτίου ἡ ὕλη ὡς ἐνυπάρχουσα χωρίζεται· εἶπε γὰρ πρὸ ὀλίγου περὶ τῆς τοιαύτης ἀρχῆς “ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος.” οὐ μόνον δὲ τὴν προσεχῆ ὕλην ἑκάστου αἰτίαν ὑλικὴν λέγει, ἀλλὰ καὶ τὰ εἴδη αὐτῆς καὶ γένη, οἷον ὅδε ὁ χαλκὸς τοῦδε τοῦ ἀνδριάντος, καὶ χαλκὸς ἀνδριάντος, καὶ σῶμα εἰκόνος· τῷ γὰρ ἀνδριάντι ταῦτα ὑλικὰ αἴτια. ἄλλον δὲ τρόπον αἴτιον λέγεται τὸ εἶδος, τοῦτο δέ ἐστιν ὁ λόγος τοῦ τίην εἶναι καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ. λέγει μὲν περὶ τῆς κατὰ τὸ εἶδος αἰτίας, ἐλλείποι δ’ ἄν τῷ τοῦτο δέ ἐστιν ὁ λόγος τοῦ τί ἦν εἶναι τὸ δηλωτικός· ὁ γὰρ δηλωτικὸς τοῦ τί ἦν εἶναι λόγος ἐστὶν ὁρισμός. παράδειγμα δὲ τὸ εἶδος εἶπεν οὐχ ὡς οἱ τὰς ἰδέας λέγοντες· οὔτε γὰρ δοκεῖ τὴν ἀρχὴν αὐτῷ τῶν φύσει τι γιγνομένων γίγνεσθαι πρός τι ὂν ἔξω παράδειγμα οὐδὲ γὰρ τὰ ποιοῦντα φύσει νοήσαντα πρῶτον ὃ ποιεῖ οὕτω ποιεῖ, ὡς γίνεται τὰ κατὰ τὰς τέχνας, εἰ μή τις εἴπῃ τὸ νόημα παράδειγμα τῶν γινομένων κατ’ αὐτό), ἀλλ’ αὐτὸ τὸ γιγνόμενον ἐν τῇ ὕλῃ εἶδος παράδειγμα λέγει τῷ τὴν φύσιν τούτου ἐφίεσθαι. πᾶν γὰρ τὸ ἕνεκά τινος ποιοῦν ἃ ποιεῖ ἐφέσει τῇ ἐκείνου ποιεῖ· διὸ καὶ παύεται τοῦ ποιεῖν ἔτι ὡς πεποιηκὸς τοῦτο οὗ χάριν ἐποίει. καὶ τὰ φύσει δὲ γινόμενα πάντα ἕνεκά του γίγνεται καὶ ὡρισμένου τινὸς εἴδους καὶ τελειότητος, ἐν ᾗ γενόμενον αὐτῶν ἕκαστον τοῦ γίνεσθαι παύεται. τοῦτο ἄρα ἐστὶν αὐτοῖς τὸ παράδειγμα. καὶ τὰ τούτου γένη. ὥσπερ ἐπὶ τοῦ ὑλικοῦ αἰτίου τὴν προσεχῆ λαβὼν ὕλην εἶπε καὶ τὰ γένη τῆς προσεχοῦς ὕλης τῷ αὐτῷ αἰτίῳ ὑπάγεσθαι, οὕτω καὶ ἐπὶ τοῦ εἴδους· τό τε γὰρ εἶδος τὸ ἑκάστου καὶ ὁ λόγος ὁ σημαίνων τὸ τί ἦν εἶναι καὶ τὰ τοῦ εἴδους τούτου γένη ὁμοίως αἴτια· οἷον, ὡς αὐτός φησι. τοῦ διὰ πασῶν προσεχὲς μὲν εἶδος τὰ δύο πρὸς ἕν ἐν διπλασίῳ γὰρ λόγῳ ἡ διὰ πασῶν) γενικὸν δὲ ὁ ἀριθμός· ἐν γὰρ ἀριθμῷ τά τε δύο καὶ τὸ ἕν. ἀλλὰ καὶ τὰ ἐν τῷ λόγῳ μέρη· ἦν δὲ τὸ ὅλον δύο πρὸς ἕν. ἔστι δὲ τὸ λεγόμενον ὅτι τὰ μέρη τοῦ | λόγου τοῦ τὸ τί ἦν εἶναι σημαίνοντος καὶ αὐτὰ αἴτιά ἐστιν, εἴ γε ἐκ τούτων τὸ ὅλον. εἴη δ’ ἄν τοῦδε τοῦ εἴδους καὶ τοῦδε τοῦ ὁρισμοῦ, ὅ ἐστιν ἡ κατὰ τὸ εἶδος αἰτία, εἶδος μὲν ὁ ὁρισμός, γένος δὲ ὁ λόγος, μέρη δὲ τὰ ἐξ ὧν ὁ ὁρισμὸς ὡς μερῶν σύγκειται. ἔτι αἴτιον λέγεται ὅθεν ἡ ἀρχὴ ἰῆς μεταβολῆς ἡ πρώτη. περὶ τοῦ ποιητικοῦ αἰτίου λέγει. γίνεται δέ τινα οὐ μόνον κινούμενα ἀλλὰ καὶ ἠρεμοῦντα· καὶ γὰρ ἵσταταί τινα ὑπ’ ἄλλων ὥσπερ καὶ κινεῖται· τὸ δὲ ἱστὰν αὐτὰ εἴη ἄν τῆς στάσεως αὐτῶν ποιητικὸν αἴτιον, διὸ καὶ ἠρεμήσεως πρόσκειται. μεταβολῆς δὲ εἶπεν, οὐ κινήσεως, ἵνα καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν περιλάβῃ. τὸ δὲ πρῶτον πρόσκειται, ὅτι τοῦτο μάλιστα ποιητικὸν αἴτιον· τὸ γὰρ ἐνυπάρχον τῷ γιγνομένῳ καὶ οὕτως ποιοῦν τὰ ἐφεξῆς παρὰ τοῦ ποιήσαντος αὐτὸ τὴν αἰτίαν ἔχει· καὶ τὰ ὄργαν δὲ οὐκ ἐξ αὑτῶν τὸ κινεῖν ἔχει· τὸ δὲ πρῶτον καὶ τούτοις αἴτιον καὶ ἐκτὸς τοῦ γινομένου. τὸ δὲ καὶ ὅλως τὸ ποιοῦν τοῦ ποιουμένου καὶ τὸ μετα- βλητικὸν τοῦ μεταβαλλομένου τῶν γενικῶν ποιητικῶν ἐστι δηλωτικόν· ὁ μὲν γὰρ πατὴρ καὶ τὸ τέκνον ὑπὸ τὸ ποιοῦν καὶ τὸ ποιούμενον, ταῦτα δὲ πάλιν ὑπὸ τὸ μεταβάλλον τε καὶ μεταβαλλόμενον. Ἔτι δὲ ὡς τὸ τέλος· τοῦτο δέ ἐστι οὗ ἕνεκα. Tετάρτην αἰτίαν λέγει τὴν τελικήν, αὕτη δέ ἐστιν οὗ χάριν τὰ ἄλλα, οἷον τοῦ περιπατεῖν ἡ ὑγίεια. διὰ τί γὰρ περιπατεῖ; φαμέν, ἵνα ὑγιαίνῃ. καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίνεται τοῦ τέλους. εἰπὼν παράδειγμα τοῦ τελικοῦ αἰτίου τὴν ὑγίειαν τοῦ γὰρ περιπατεῖν αἴτιον ὡς τέλος ἡ ὑγίεια), λέγει καὶ πάντα ὅσα τοῦ τέλους χάριν μεταξὺ γίνεται ὑπὸ τοῦ ποιοῦντος τὸ τέλος τοῦ τέλους γίνεσθαι χάριν. ὥστε καὶ τούτων πάντων τελικὸν αἴτιον τὸ. τέλος ἐστίν· οὐ γὰρ μόνον τὸ περιπατεῖν τῆς ὑγιείας χάριν, ἀλλὰ καὶ ἡ ἰσχνασία, εἰ ὑπὸ τοῦ περιπατεῖν αὐτὴ γίγνοιτο. καὶ ἡ κάθαρσις τῆς ὑγιείας χάριν. ἀλλὰ καὶ τὰ καθαίροντα φάρμακα, καὶ δι’ ὧν ὀργάνων ἡ θεραπεία, καὶ ταῦτα τοῦ τέλους χάριν· πρὸς γὰρ τοῦτο αὐτοῖς ὁ ἰατρὸς χρῆται. πάντων δὲ τούτων τοῦ τέλους χάριν ὄντων διαφορά τίς ἐστιν αὐτῶν πρὸς ἄλληλα, καθὸ τὰ μέν ἐστιν αὐτῶν ἔργα τινά, ὡς ἡ ἰσχνασία, ὁ περίπατος, ἡ κάθαρσις, τὰ δὲ ὄργανα δι’ ὧν τὰ ἔργα, ὡς φάρμακα, σμιλίον. Τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται. Τὸ σχεδὸν προσέθηκεν, ἐπεὶ ἔστι τινά γε οὐ κυρίως ἀλλὰ κατὰ συμβεβηκός, ὧν καὶ αὐτῶν μνημονεύσει. ὅτι δὲ πολλὰ τοῦ αὐτοῦ αἴτια | καθ’ αὑτό ἐστι καὶ οὐ κατὰ συμβεβηκὸς μόνον, οὐ μὴν κατὰ τὸν αὐτὸν λόγον, ἀλλὰ ἄλλως καὶ ἄλλως, σαφῶς εἴρηκε διὰ τοῦ συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι καθ᾿ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, οἷον τοῦ ἀνδριάντος καὶ ἡ ἀνδριαντοποιητικὴ καὶ ὁ χαλκός, καὶ οὐ κατὰ συμβεβηκὸς ἀλλ᾿ ᾗ ἀνδριάς, ἀλλὰ τὸ μὲν ὡς ὕλη, τὸ δὲ ὡς ὅθεν ἡ κίνησις. τὸ δὲ οὐ καθ’ ἕτερον ἴσον ἐστὶ πάλιν τῷ οὐ κατὰ συμβεβηκός. ἔστι δὲ καὶ ἀλλήλων τινὰ αἴτια, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τοῦτο μὲν ἐκείνου ὡς ποιητικόν, ἐκεῖνο δὲ τούτου ὡς τέλος γνώριμον· οὕτω γὰρ τὸ πονεῖν ποιητικὸν εὐεξίας, ἡ δὲ εὐεξία τέλος τοῦ πονεῖν. εἶπε δὲ καὶ πῶς τὸ αὐτὸ αἴτιον τῶν ἐναντίων δοκεῖ, οὐχ ὡσαύτως ἔχον, ἀλλὰ τοῦ μὲν τῇ παρουσίᾳ τοῦ δὲ τῇ ἀπουσίᾳ, ἣν στέρησιν εἶπεν. εἶπε δὲ καὶ ὅτι ἀμφότερα ταῦτα αἴτια ὡς ποιοῦντα. Ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια εἰς τέσσαρας τρόπους πιπτει τους φανερωτατους. Tαύτῃ τῇ λέξει ἀκόλουθος μέν ἐστιν ἡ λέγουσα τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, ἐν μέσῳ δὲ εἴρηται ἡ λέξις περὶ τῶν ὑποκειμένων διαίρεσιν ἔχουσα τῶν ὑλικῶν αἰτίων, ἧς ἡ ἀρχὴ τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν, ἤτοι πρῶτον ἐξαριθμουμένου καὶ διδάσκοντος ἡμᾶς τὰς κατὰ τὸ ὑποκείμενον διαφοράς ἄλλως γὰρ ἡ κυρίως ὕλη τοῖς ἐξ αὐτῆς ὑπόκειται, καὶ ἄλλως τὰ στοιχεῖα τῇ συλλαβῇ καὶ αἱ προτάσεις τῷ συμπεράσματι. ἡ μὲν γὰρ ὕλη κατὰ τὴν ἀλλοίωσιν δέχεται τὸ εἶδος, σκευαστὰ δὲ εἶπε τὰ μὴ διὰ συνθέσεως τῆς κατὰ τὴν τοῦ εἴδους μεταβολὴν γινόμενα· τὰ δὲ στοιχεῖα κατὰ σύνθεσιν τῶν συλλαβῶν γίνεται, τὰ δὲ ἁπλῶς σώματα κατὰ σύνθεσιν καὶ ἀλλοίωσιν, αἱ δὲ προτάσεις καὶ αὐταὶ κατὰ σύνθεσιν αἴτιαι τοὐ ὅλου συλλογισμοῦ· τοῦ γὰρ συμπεράσματος οὐχ ὡς ὕλη ἐστὶν αἰτία, ἀλλ’ ὡς ποιητικὸν εἶεν ἄν αἴτιον· καὶ ἔστιν ἐν τῷ ὅλῳ συλλογισμῷ ὡς ὕλη μὲν αἱ προτάσεις, ὡς δὲ εἶδος τὸ συμπέρασμα)· ἢ οὖν πρὸ τοῦ τὸν ἀριθμὸν ἐκτίθεσθαι τῶν αἰτίων ἐδίδαξεν ἡμᾶς διὰ τῆς λέξεως, ἢ ἤρξατο μὲν ὡς ἀποδώσων ἑκάστῳ τῶν αἰτίων τὸ οἰκεῖον παράδειγμα, πλείοσι δὲ χρησάμενος ἐπὶ τοῦ ὑλικοῦ παραδείγμασιν, ἐπεὶ καὶ πλείων ἐν τούτοις ἡ διαφορά, ἐπήνεγκεν ἀναλαβὼν τὸ τούτων δέ· καὶ οὕτως πάλιν ἀρξάμενος ἀπ’ ἀρχῆς διὰ συντόμων τὸ οἰκεῖον ἀποδίδωσιν ἑκάστῳ, μνημονεύσας διὰ τῶν τῆς ὕλης παραδειγμάτων ἅμα καὶ τῶν εἰδῶν, οἷς ἡ ὕλη ὑπόκειται, ἃ καὶ αὐτά ἐστιν αἴτια. διὰ γὰρ τοῦ τὰ μὲν στοιχεῖα τῶν συλλαβῶν ἀμφοτέρων ἐμνημόνευσε. τούτων δέ, φησί, τῶν εἰρημένων, τὰ μὲν | ὡς τὸ ὑποκείμενον, αὐτῶν τῶν προειρημένων τὴν διαίρεσιν ποιούμενος τῶν γὰρ προειρημένων τὰ μὲν αἴτιά ἐστιν ὡς ὕλη, τὰ δὲ ὡς εἶδος), τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος. ὅλον δὲ οὐ τὸ σὺν τοῖς μέρεσι λέγοι ἄν οὕτως γὰρ εἶδος λέγοιτο τὸ συναμφότερον), ἀλλὰ τὸ ἐπὶ τοῖς μέρεσιν ἐπιγιγνόμενον, τὴν ὁλότητά τε καὶ τελειότητα. ὅμοιον τούτῳ καὶ ἡ σύνθεσις· καὶ γὰρ αὕτη ἄλλη οὖσα παρὰ τὰ συντιθέμενα ἐπὶ τοῖς συγκειμένοις ἐστὶ καὶ ἐν ἐκείνοις. εἰπὼν δὲ τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τί ἐφ’ ἑκάστου τῶν εἰρημένων ἐστὶ τὸ τί ἦν εἶναί προσέθηκε, τό τε γὰρ ὅλον, ὃ ἐπὶ τοῖς μέρεσιν ὡς ὕλῃ οὖσιν εἶδός ἐστι, καὶ ἡ σύνθεσις ἡ ἐπὶ τοῖς στοιχείοις· ἡ γὰρ συλλαβὴ τοιοῦτον. τὸ δὲ εἶδος καὶ πᾶσι μὲν ἐφαρμόζει, οἰκείως δ’ ἄν ἐπὶ τῶν τὴν κυρίως λεγομένην ὕλην ὑποκειμένην ἐχόντων λέγοιτο. τὸ δὲ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλεύσας. διὰ τούτων τὸ ποιητικὸν δείκνυσιν αἴτιον· καὶ ὁ βουλευσάμενος δὲ περί τινος ὡς ὀφείλοντος γενέσθαι συντελεῖ πρὸς τὴν γένεσιν αὐτοῦ. τὰ δὲ ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων. τὸ ἀκόλουθόν ἐστιν ‘τὰ δὲ ὡς τὸ τέλος τῶν ἄλλων καὶ τἀγαθόν᾿· τῶν ἄλλων δὲ δηλονότι ὧν ἐστι τέλος. προσθεὶς δὲ τῷ τέλει τὸ ἀγαθόν, διὰ τί τοιοῦτον τὸ τέλος καὶ τὸ οὗ ἕνεκα, ἔδειξεν ἐπενεγκὼν τὸ γὰρ οὗ ἕνεκα βέλτιστον. διαφερέτω δὲ μηδὲν αὐτὸ εἰπεῖν ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν. ἑκάστῳ γὰρ τὸ τέλος ἢ ὄντως ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν· καὶ γὰρ εἰ μὴ ἀληθῶς ἀγαθόν, ἀλλ’ ὡς περὶ ἀγαθὸν αὑτὸ ἡ σπουδή· “πᾶσα γὰρ τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ καὶ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ,” ὡς εἶπεν ἀρχόμενος τῶν Νικομαχείων. Τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μέν εἰσι πολλοί. Τρόπους τῶν αἰτίων λέγει τὰς κατὰ τὴν ἀπόδοσιν αὐτῶν διαφοράς, ὡς καὶ αὐτὸς ἐδήλωσεν ἐπενεγκὼν λέγεται γὰρ τὰ αἴτια πολλαχῶς. κατὰ μὲν οὖν τὸν ἀριθμὸν πλείους φησὶν εἶναι τοὺς τρόπους, ἀναγομένους μέντοι εἰς τὰ κοινὰ καὶ καθόλου ἐλάττους γίνεσθαι, ὥστε εἰς ἓξ ἀνάγεσθαι γένη αἰτίων πάντας τοὺς τρόπους, ὧν ἕκαστον διχῶς λέγεσθαι, ἡ κατ’ ἐνέργειαν ἢ κατὰ δύναμιν, ὡς δείξει. πρῶτον δὲ τίνες οἱ τρόποι τῶν αἰτίων καὶ ὅτι πλείους δείκνυσι. διαφέρει γὰρ ἡ τῶν αἰτίων ἀπόδοσις ἢ τῷ προσεχῶς ἀποδίδοσθαι καὶ πρότερον, ἢ τῷ μὴ προσεχῶς ἀλλ’ ὑστέρως· ὕστερα γὰρ τὰ εἴδη καὶ γένη τῶν προσεχῶς αἰτίων αἴτια ἐκείνων. τὸ γὰρ περιέχον τὸ προσεχὲς καὶ ἐπὶ πλέον αὐτοῦ ὂν ὕστερον ἀεὶ ἐκείνου· καὶ τοῦτο ὁμοίως καθ’ ἕκαστον εἶδος αἰτίων, ἐπὶ τοῦ ὑλικοῦ, ἐπὶ τοῦ κατὰ τὸ εἶδος, ὁμοίως ἐπὶ τῶν ἄλλων. καὶ ἔστι τοῦτο καὶ ἐπὶ τῶν ὁμοειδῶν | αὐτῶν, τὸ προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου λέγεσθαι αἰτίου. ὁμοειδῆ γὰρ τά τε ὑλικὰ ἀλλήλοις τοῖς πρότερα τοῖς ὑστέροις, ὁμοίως πάλιν τὰ εἰδικὰ ἀλλήλοις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὅμοιός ἐστι τρόπος τοῦ αἰτίου καὶ τὸ κατὰ συμβεβηκός· τὰ γὰρ τοῖς κυρίοις αἰτίοις συμβεβηκότα, ἢ οἷς τὰ κυρίως αἴτια συμβέβηκε, ταῦτα κατὰ συμβεβηκὸς αἴτια λέγεται. καὶ ἔτι τὰ αὐτῶν τούτων γένη· ἔστι μὲν γὰρ τοὐ ἀνδριάντος κυρίως αἴτιος ὁ ἀνδριαντοποιός· ἀλλ’ ἐπειδὴ συμβέβηκε τῷ ἀνδριαντοποιῷ Πολυκλείτῳ εἰνὶ, ὁ δὲ Πολύκλειτος ἄνθρωπός ἐστι κατὰ συμβεβηκός, καὶ ὁ Πολύκλειτος αἴτιος τοῦ ἀνδριάντος καὶ ἄνθρωπος καὶ ζῷον. καὶ ἐν τοῖς κατὰ συμβεβηκὸς δὲ αἰτίοις ἄλλα ἄλλων ἐστὶν ἐγγύτερον· ἐγγύτερον γὰρ ὁ Πολύκλειτος τοῦ ἀνδριάντος ἢ ὁ ἄνθρωπος. ἔτι δὲ μᾶλλον τῶν ἐγγυτέρω καὶ πορρωτέρω κατὰ συμβεβηκὸς αἰτίων τὴν διαφορὰν αὐτὸς ἔδειξε δι’ ὧν παρέθετο παραδειγμάτων· ὁ γὰρ Πολύκλειτος καίτοι κατὰ συμβεβηκὸς ὢν αἴτιος οὐχ ὁμοίως αἴτιος τοῦ ἀνδριάντος καὶ τὰ Πολυκλείτῳ συμβεβηκότα, οἷον τὸ λευκὸν ἢ μουσικόν· ῥηθήσεται μὲν γὰρ κατὰ συμβεβηκὸς αἴτια καὶ ταῦτα, ἀλλὰ πορρωτέρω τοῦ Πολυκλείτου. ἐκτίθεται δὲ τρόπων διαφορὰν ἐν τοῖς αἰτίοις καθολικὴν καὶ τὴν κατὰ δύναμιν καὶ ἐνέργειαν· ἄλλως γὰρ ὁ δυνάμενος αἴτιος καὶ ἄλλως ὁ ἐνεργῶν ἤδη. καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὸ καθ’ ἕκαστον. λέγει τὸ προσεχὲς αἴτιον· τοῦτο γὰρ οὐ κοινόν, ὥσπερ τὰ περιέχοντα αὐτό. Ὁμοίως δὲ λεχθήσεται καὶ ἐφ’ ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις. Ὁμοίως, φησί, τοῖς ἐπὶ τῶν αἰτίων εἰρημένοις λεχθήσεται καὶ τὰ ἐφ’ ὧν αἴτια τὰ αἴτια, τουτέστι τὰ αἰτιατά· τούτοις γὰρ αἴτια τὰ αἴτια. ὁμοίως δὲ διὰ τὸ καὶ ἐπὶ τούτων τὰ μέν τινα προσεχῶς τὰ δὲ κοινότερόν τε καὶ πορρωτέρω ῥηθήσεσθαι. αἰτιατὸν γὰρ προσεχέστερον μὲν ὅδε ὁ ἀνδριάς· τούτου γὰρ ἦν αἰτία καὶ ὡς ὕλη τι καὶ ὡς ποιητικόν τι καὶ ὡς τέλος. ὅδε δὴ ὁ ἀνδριὰς προσεχέστερον αἰτιατὸν τοῦ ἁπλῶς καὶ κοινῶς ἀνδριάντος, καὶ πάλιν ἀνδριὰς εἰκόνος· καὶ γὰρ ἡ εἰκὼν τοῦ ἀνδριάντος κοινότερον. τὸ δὲ καὶ χαλκοῦ τοῦδε ἢ χαλκοῦ ἢ ὅλως ὕλης δύναται μὲν καὶ ἐπὶ τοῦ αἰτίου λέγεσθαι· ὅδε γὰρ ὁ χαλκὸς ὡς ὕλη αἴτιον προσεχέστερον τῷ ἀνδριάντι, χαλκὸς δὲ καὶ ὕλη πορρωτέρω, ὥστε ὁμοίως τὸ αἴτιον καὶ τὸ αἰτιατὸν ἔχει τὸ προσεχές τε καὶ τὸ πορρωτέρω· δύναται δὲ καὶ νῦν τὸν χαλκὸν μὴ ὡς αἴτιον ἀλλ’ ὡς αἰτιατὸν λαμβάνειν. καὶ εἴη ἂν ἡ μὲν μεταλλικὴ αἰτία ποιητικὴ τοῦ χαλκοῦ, ὁμοίως καὶ τὸ ὑποκείμενον τῷ χαλκῷ ὑλι|κὸν αὐτῷ αἴτιον, αἰτιατὸν δὲ ὁ χαλκός, ὅ ἐστιν ἄλλου ὕλη τε καὶ αἰτία, ἄλλου ποίημα. προσεχῶς μὲν οὖν ποίημα καὶ αἰτιατὸν τοῦ μεταλλέως ὅδε ὁ χαλκός, πορρωτέρω δὲ χαλκός, καὶ ἔτι πορρωτέρω ὕλη ὅλως. ὁμοίως δέ φησιν ἕξειν καὶ ἐπὶ τῶν συμβεβηκότων τοῖς αἰτιατοῖς· τὰ γὰρ τοῖς αἰτιατοῖς συμβεβηκότα καὶ αὐτὰ κατὰ συμβεβηκὸς αἰτιατά τε καὶ γινόμενα· καὶ γὰρ τούτων τὰ μὲν ἐγγυτέρω τὰ δὲ πορρωτέρω ἔσται, ἐγγυτέρω μὲν τὰ τοῖς αἰτιατοῖς τοῖς πρώτοις συμβεβηκότα, οἷον τὰ τῷδε τῷ ἀνδριάντι ἢ τῷδε τῷ χαλκῷ, πορρωτέρω δὲ τὰ εἴδη καὶ τὰ τούτων γένη· τόδε μὲν γὰρ τὸ ἐρυθρὸν ἐγγυτέρω κατὰ συμβεβηκὸς αἰτιατόν, εἰ εἴη τοῦτο ἀνδριάντι, πορρωτέρω δὲ ἁπλῶς τὸ ἐρυθρόν, καὶ ἔτι μᾶλλον τὸ χρῶμα. Ἔτι δὲ συμπλεκόμενα καὶ ταῦτα κἀκεῖνα λεχθήσεται. Τὸν μὲν τρόπον τῆς συμπλοκῆς αὐτὸς ἐδήλωσε συμπλέξας τὸ κατὰ συμβεβηκὸς αἴτιον τῷ καθ’ αὑτό, τὸν Πολύκλειτον τῷ ἀνδριαντοποιῷ· ἔστι δὲ συμπλέκειν καὶ τὰ προσεχῆ τῶν καθ’ αὑτὰ τοῖς προσεχέσι τῶν κατὰ συμβεβηκὸς καὶ τὰ κοινότερα τοῖς κοινοτέροις καὶ ἐναλλάξ. ἀλλ’ ὅμως πάντα ταῦτά ἐστι τὸ μὲν πλῆθος ἕξ. τὰς κοινὰς καὶ καθολικὰς τῶν διαφορῶν τῶν κατὰ τοὺς τρόπους τῶν αἰτίων ἕξ φησιν εἶναι ὧν ἓξ ἕκαστον διχῶς λέγεσθαι. εἰσὶ δὲ αἱ μὲν ἓξ διαφοραί, ἃς ἐκτίθεται, δύο μὲν ἐπὶ τῶν κυρίως λεγομένων αἰτίων· ἐφ’ ἑκάστου γὰρ αὐτῶν ἡ ὡς τὸ καθ’ ἕκαστον καὶ προσεχές, ἢ ὡς τὸ γένος αὐτοῦ. δύο δὲ πάλιν ἐπὶ τῶν συμβεβηκότων· καὶ γὰρ ἐπὶ τούτων ἢ τὰ καθ’ ἕκαστα ἢ τὰ γένη τούτων. καὶ ἄλλαι δύο· ἢ γὰρ ὡς συμπλεκόμενα ἀλλήλοις τὰ καθ’ αὑτὰ τοῖς κατὰ συμβεβηκός, ὡς εἶπεν, ἢ ἀπλῶς καὶ ἰδίᾳ καθ’ αὑτὸ ἕκαστον. ἕκαστον δὲ τούτων τῶν ἓξ διχῶς ῥηθήσεται· ἢ γὰρ ὡς ἐνεργοῦν ἢ ὡς δυνάμενον ἐνεργεῖν. προστίθησι δὲ καὶ τὴν διαφορὰν τοῦ τε κατὰ δύναμιν καὶ τοῦ κατ’ ἐνέργειαν αἰτίου, λέγων διαφέρει δὲ τοσοῦτον, ὅτι ἰὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθ’ ἕκαστον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια. λέγει διαφορὰν εἶναι τῶν ἐνεργούντων αἰτίων πρὸς τὰ κατὰ δύναμιν, ὅτι τὰ μὲν ἐνεργοῦντα ἅμα τοῖς αἰτιατοῖς, περὶ ἃ ἡ ἐνέργεια αὐτῶν, καὶ ἔστι καὶ οὐκ ἔστιν, οὐκέτι δὲ ὡσαύτως ἔχει τὰ κατὰ δύναμιν· οὐ γὰρ ἀνάγκη συνυπάρχειν τὰ οὕτω λεγόμενα ἀλλήλοις. εἰπὼν δὲ ἐνεργοῦντα, προσέθηκε καὶ τὰ καθ’ ἕκαστα, ὧν δηλωτικά ἐστι τὰ ἐνεργοῦντά τε καὶ τὰ ἐνεργούμενα· τὰ γὰ·ρ καθ’ ἕκαστά ἐστι καὶ τὰ ἐνεργοῦντά τε καὶ τὰ ἐνεργούμενα· ὅδε γὰρ ὁ οἰκοδόμος οἰκοδομεῖ καὶ ἥδε ἡ οἰκία οἰκοδομεῖται, καὶ εἰ οἰκοδομεῖ ὁ οἰκοδόμος, δεῖ εἶναι καὶ τὴν οἰκοδομουμένην οἰκίαν. οὐκέτι δὲ ἄν ᾖ ὁ δυνάμενος οἰκοδομεῖν, ἤδη ἤδη δεὶ εἶναι καὶ οἰκοδομουμένην τινὰ οἰκίαν. ἀλλ’ οὐδὲ φθαρέντος τοῦ οἰκοδόμου τοῦ κατὰ δύναμιν αἰτίου τῇ οἰκίᾳ ἀνάγκη φθείρεσθαι κὰλ τὴν ὑπ’ αὐτοῦ γεγονυῖαν οἰκίαν. ὥστε οὔτε ἔστιν ἅμα ἀλλήλοις ἐξ ἀνάγκης τὰ οὕτως αἴτια οὔτε φθείρεται. Στοιχεῖον λέγετ·αι ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος. Ὅτι τὸ στοιχεῖον πολλαχῶς λέγεται, ἔδειξε, τοῦ μὲν κυρίως λεγομένου στοιχείου λόγον ἀποδιδούς, ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος, ἀδιαιρέτου τῷ εἴδει· οὐ γὰρ κατὰ τὸ ποσὸν ἀδιαίρετον τὸ στοιχεῖον, ἀλλὰ κατὰ τὸ εἶδός ἐστιν. γράφεται δὲ καὶ ἀδιαιρέτου τῷ εἴδει εἰς ἕτερον εἶδος καὶ ἀδιαιρέτου εἰς τὸ αὐτὸ εἶδος. ὅν μὲν οὖν ᾗ ἡ γραφὴ ἡ πρώτη, γνώριμον τὸ λεγόμενον· ἀδιαίρετον γὰρ τὸ στοιχεῖον εἰς ἕτερα καὶ διαφέροντα εἴδη. οὔτε γὰρ τὸ πῦρ εἰς ἀνομοειδῆ διαιρεῖται οὔτε τι τῶν ἄλλων τῶν ἁπλῶν· ἡ δὲ συλλαβὴ οὐ στοιχεῖον τοῦ λόγου, ἐπεὶ διαιρεῖται εἰς τὰ γράμματα ἀνομοειδῆ ὄντα, τῷ δὲ ἀδιαίρετα εἶναι οὐδὲ εἰς ἕτερα τῷ εἴδει διαιρεῖται. καὶ χωρὶς δὲ τοῦ προσκεῖσθαι εἰς ἕτερον εἶδος ταὐτὸν ἐσημαίνετο καὶ ὑπὸ τοῦ ἀδιαιρέτου τῷ εἴδει· τὸ γὰρ ἀδιαίρετον κατ’ εἶδος οὐχ οἷόν τε εἰς ἕτερον εἶδος διαιρεθῆναι. ἂν δὲ εἰς τὸ αὐτὸ εἶδος, λέγοι ἂν εἰς στοιχεῖα. δεῖ γὰρ τὸ στοιχεῖον ἀδιαίρετον εἶναι εἰς στοιχεῖα· οὐ γὰρ ἄν ἔτι στοιχεῖον εἴη διαιρούμενον. τὸ δὲ ἀλλὰ κἄν διαιρῆται, τὰ μόρια ὁμοειδῆ παρέλκοι ἄν· δεδήλωται γὰρ τοῦτο διὰ τοῦ εἰρῆσθαι τὸ στοιχεῖον ἀδιαίρετον εἶναι τῷ εἴδει· τὸ γὰρ οὕτως ἀδιαίρετον δῆλον ὅτι, ἂν διαιρῆται, εἰς ὁμοειδῆ καὶ ὁμοιομερῆ διαιρεθήσεται. τὸ δὲ ὁμοίως δὲ καὶ τὰ τῶν σωμάτων στοιχεῖα λέγουσι λέγοι ἂν περὶ τῶν τὰς ἀτόμους στοιχεῖα τῶν συνθέτων σωμάτων ποιούντων, καὶ περὶ Ἐμπεδοκλέους ἐκ τῶν τεσσάρων τἆλλα γεννῶντος, καὶ περὶ τῶν ἕν τι σῶμα στοιχεῖον ποιούντων, ἢ τῶν τεσσάρων ἢ τὸ μεταξύ· κατὰ πάντας γὰρ τούτους τὰ στοιχεῖα ἀδιαίρετα κατ’ εἶδος, κατὰ δὲ τοὺς ταῖς ἀτόμοις στοιχείοις χρωμένους καὶ κατὰ μέγεθος ἀδιαίρετα τὰ στοιχεῖα, οὐ κατ’ εἶδος μόνον. φωνῆς δὲ στοιχεῖα οὐ τὰ μέρη τῶν συλλαβῶν ἔοικε λέγειν· ἐκεῖνα μὲν γὰρ τῶν ὀνομάτων καὶ τοῦ λόγου μέρη, τῆς δὲ φωνῆς ἰδίως οἱ φθόγγοι τε καὶ οἱ ψόφοι μέρη τε καὶ στοιχεῖα οἱ ἁπλοῖ καὶ μηκέτι εἰς διαφέροντας διαιρούμενοι. ὁμοίως δὲ τοῖς προειρημένοις φησὶ καὶ τὰ τῶν διαγραμμάτων στοιχεῖα λέγεσθαι καὶ κα|θόλου τὰ τῶν ἀποδείξεων· τῷ γὰρ πρῶτα εἶναι καὶ ἁπλᾶ καὶ ἐνυπάρχοντα τοῖς μετ’ αὐτά, τούτῳ καὶ τὰ ἐν γεωμετρίᾳ στοιχεῖα λέγεσθαι, οὐκ ἐκ συνθέσεως ἄλλων ὄντα, οὐδὲ διαιρούμενα εἰς ἕτερα τῷ εἴδει ἐν ταῖς ἀποδείξεσιν· αἱ γὰρ πρῶται καὶ ὡς ἀρχαὶ ἀποδείξεις οὐκέτι εἰς ἀποδείξεις διαιροῦνται. προστίθησι δὲ ὅτι καὶ μεταφέροντες ἀπὸ τοῦ προειρημένου στοιχείου λέγουσι καὶ κατὰ τὴν πρὸς τοῦτο ὁμοιότητα στοιχεῖον, ὃ ἄν ἓν ὂν καὶ μικρὸν ἐπὶ πολλὰ ᾖ χρήσιμον· οὐ γὰρ ἔτι τὸ τοιοῦτόν κυρίως στοιχεῖον, εἴ γε τὸ μὲν στοιχεῖον ἐξ οὗ σύγκειται ἐνυπάρχοντος πρώτου, τὰ δὲ νῦν λεγόμενα οὐ τοιαῦτα. οὕτω τὸ μικρὸν καὶ ἁπλοῦν καὶ ἀδιαίρετον στοιχεῖον λέγεται. καὶ τίνα ἐστὶ τὰ κατὰ μεταφορὰν λεγόμενα, ἑξῆς λέγει, ὅθεν ἐλήλυθε τὰ μάλιστα καθόλου στοιχεῖα εἶναι λέγοι δ’ ἂν τὰ ἀνωτάτω γένη), ἐπεὶ ἕκαστον αὐτῶν ἓν ὂν καὶ ἁπλοῦν ἐν πολλοῖς ἐστιν, οὐκέτ’ ὂν ἀδιαίρετον κατ’ εἶδος, οἷον τὸ κυρίως στοιχεῖον, ἀλλ’ ὅτι ἔστιν ἐν πᾶσι τοῖς ὑπ’ αὐτό· ἁπλοῦν δέ, ὅτι μηδὲ ὁρισμὸς ἔστι τῶν πρώτων γενῶν, ἀλλ᾿ οὐχ ως ἀδιαίρετον. τόδε ἢ πᾶσιν ἢ τοῖς πλείστοις εἶπεν, ἐπεί τινες καὶ τὸ ὂν γένος ἀξιοῦσιν εἶναι· ὃ εἰ οὕτως ἔχοι, ἐν πᾶσιν ἄν εἴη ὁμοίως. καὶ τὸ ἓν καὶ τὴν στιγμὴν ἀρχὰς καὶ στοιχεῖά τισι δοκεῖ εἶναι, ἐπεὶ ἐλάχιστα καὶ ἀδιαίρετα πάντῃ· ἓν γὰρ λέγει τὸ ὡς μονάδα. ἐκ μὲν οὖν τούτων τὴν ἀρχὴν οὐδὲν συντίθεμεν· στοιχεῖον δὲ λέγουσιν αὐτὴν τῶν μεγεθῶν, διότι ἐν παντὶ μεγέθει ἐνυπάρχει. ἐκ δὲ τῶν μονάδων εἰ καὶ συντιθεμένων οἱ ἀριθμοί, ἀλλὰ ἄλλον τρόπον· οὐ γὰρ συνεχές τι ἐξ αὐτῶν γίνεται. δύναται τὸ ἓν λέγειν τὸ κοινόν, ὃ κατὰ πάντων τῶν ὄντων κατηγορεῖται. διὸ καὶ γένος αὐτὸ τῶν ὄντων γίνεσθαί φασιν, οἵπερ καὶ τὸ ὄν· κατὰ γὰρ τὸ ὑποκείμενον ταὐτὸ τό τε ἓν καὶ τὸ ὄν, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται. πῶς δὲ ἰὰ γένη ἁπλᾶ καὶ ἀδιαίρετα, αὐτὸς ἐδήλωσεν εἰπὼν οὐ γὰρ ἔστι λόγος αὐτῶν. διὰ τοῦτο δέ φησί τινας ἡγεῖσθαι μᾶλλον τὰ γένη τῶν διαφορῶν στοιχεῖα ἑκάστου, ὅτι καὶ κοινότερα· ἐν πλείοσι γὰρ καὶ ἁπλούστερα καὶ πρῶτα τοῦ ὁρισμοῦ. πᾶσι δέ φησι τοῖς στοιχείοις κοινὸν εἶναι τὸ πρῶτον ἐνυπάρχειν ἑκάστῳ. ὅτι δὲ μὴ ὁμοίως τὸ πρῶτον ἐνυπάρχον λαμβάνεται ἐν αὐτοῖς φανερόν· τὸ μὲν γὰρ ὡς ὑποκείμενόν τι καὶ μέρος τι πράγματος γιγνόμενον, ὃ δηλοῦται διὰ τοῦ ὁρισμοῦ τοῦ λέγοντος στοιχεῖον λέγεται ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος ἀδιαιρέτου τῷ | εἴδει, ὃν αὐτὸς ἀπέδωκεν ὡς ὄντα τοῦ κυρίως στοιχείου· τὸ δὲ ὡς κατηγορούμενον καὶ τοῦ μὲν ὁρισμοῦ γινόμενον μέρος, οὐ μὴν καὶ τοῦ ὑποκειμένου ὡς ὑποκειμένου· τοιαῦτα δὲ τὰ γένη. πῶς δέ ἐστι τῶν πολλαχῶς λεγομένων τὸ στοιχεῖον εἰ κοινὸν ἅπασιν αὐτοῖς τὸ πρῶτον ἐνυπάρχειν; ἢ ὅτι τὸ μὲν κυρίως τὸ δὲ κατὰ τὴν πρὸς τὸ κυρίως λεγόμενον ὁμοιότητα. εἰπὼν δέ, ὡς ἐπὶ τῶν ἄλλων ἔχει τὰ στοιχεῖα, οὕτως ἔχειν καὶ ἐν ταῖς ἀποδείξεσι τὰς πρώτας ἀποδείξεις, πῶς τοῦτο εἶπεν ἐδήλωσεν ἐπενεγκὼν εἰσὶ δὲ τοιοῦτοι συλλογισμοὶ οἱ πρῶτοι τῶν τριῶν δι’ ἑνὸς μέσου, λέγων πρώτους τῶν τριῶν τοὺς ἐν τῷ πρώτῳ σχήματι τῶν τριῶν σχημάτων, οἷοι οἱ ἐν τῷ πρώτῳ πρῶτοι· κατά γὰρ τὴν ἐπὶ τοὺς ἐν τούτῳ τῷ σχήματι συλλογισμοὺς ἀναγωγὴν καὶ οἱ ἐν τοῖς ἄλλοις σχήμασι συλλογισμοὶ τὸ εἶναι ἔχουσι. δι’ ἑνὸς δὲ μέσου εἶπεν, ἵνα τοὺς ἀπλοῦς ἐν τῷ πρώτῳ σχήματι μηνύσῃ· δύνανται γὰρ ἐν τῷ πρώτῳ σχήματι καἰ σύνθετοί τινες γίνεσθαι συλλογισμοί, ἀλλ’ οὗτοι οὐκέτι δι’ ἑνὸς μέσου, πλείους τέ εἰσι δυνάμει συλλογισμοί, καὶ οὐ πρῶτοι ἀλλὰ σύνθετοι. ἢ τὸ οἱ πρῶτοι τῶν τριῶν δι’ ἑνὸς μέσου ἴσον ἐστὶ τῷ οἱ πρῶτοι συλλογισμοί, ὧν ἐκ τριῶν γινομένων ὅρων εἷς μέσος γίνεται πρώτη γὰρ ἀπόδειξις ἣ ἐκ τῶν ἀμέσων προτάσεων καὶ ὅρων σύγκειται τριῶν, ἑνὸς ἐξ αὐτῶν μέσου λαμβανομένου), οἵτινες τῷ πρῶτοι εἶναι ἐν ταῖς μετὰ ταῦτα ἀποδείξεσιν ἐνυπάρχουσι· τὰ γὰρ τῶν πρώτων συλλογισμῶν συμπεράσματα εἰς δεῖξιν λαμβάνεται τῶν δεικνυμένων ὕστερον. φέρεται δὲ ἔν τισιν ἀντιγράφοις καὶ τοιαύτη γραφή, οἱ πρῶτοι τῶν τριῶν μέσων· καὶ εἴη ἄν δι’ αὐτῆς λεγόμενον τὸ εἶναι στοιχεῖα τῶν ἀποδείξεών τε καὶ τῶν συλλογισμῶν τοὺς πρώτους τῶν τριῶν σχημάτων, οἳ γίνονται διὰ τριῶν μέσων· καθ’ ἕκαστον γὰρ σχῆμα ἄλλος ὁ μέσος, πρῶτοι δὲ ἐν ἑκάστῳ σχήματι οἱ ἐν ἑκάστῳ ἁπλοῖ· οὗτοι δέ εἰσιν οἱ δι’ ἑνὸς μέσου. Φύσις λέγεται ἕνα μὲν τρόπον ἡ τῶν φυομένων γένεσις. Τὴν φύσιν πενταχῶς ἀποδίδωσι λέγεσθαι. τῆς γὰρ φύσεως τὴν μὲν ὡς φύσιν τε καὶ βλάστησιν λέγει· λέγομεν γὰρ φύεσθαι τὸ γινόμενον, καὶ τὸ εἰς γένεσιν εἰς φύσιν ἄγεσθαι. τὴν τοιαύτην· φύσιν ὡρίσατο ἐν | τῇ Φυσικῇ ἀκροάσει. συνήθως μὲν οὗν ἐπὶ τῶν φυτῶν τὸ φύεσθαι κατηγορεῖται, καὶ ἐπὶ τῶν ζῴων δὲ λέγεται· γένεσις γὰρ πᾶσα ἡ εἰς τὸ τέλειον εἶδος πρόοδος. τὸ δὲ οἷον ἐπεκτείνοντες τὸ ὒ τὸ ἐν τῇ φύσει λέγει τῇ κατὰ τοῦτο τὸ σημαινόμενον. τὴν δὲ ὡς τὸ ὑποκείμενον καὶ τὴν ὕλην· φύσις γὰρ καὶ ἡ ὕλη, ἐξ ἧς πρώτης ἐνυπαρχούσης τῷ γινομένῳ ἡ γένεσις· οὐ γὰρ οὕτως ἐκ τῆς ὕλης τὰ γινόμενα γίνεται ὡς ἐκ τῆς στερήσεως ἢ ἐκ τῶν ἐναντίων γίνεσθαι λέγεται· οὐ γὰρ ἐξ ἐνυπαρχόντων ἐκείνων τὸ δὲ πρῶτον τῷ ἐνυπάρχον προσκείμενον τὴν πρώτην ὕλην δηλοῖ, οὐ τὴν ἑκάστου προσεχῆ. τὴν δὲ ὕλην φύσιν εἶπεν ἀποδειχ θῆναι Ἀντιφῶν, ὡς εἴρηκεν ἐν τῷ Α τῆς Φυσικῆς, διὰ τοῦ τὴν κλίνηνν, εἰ καταχωσθεῖσα δύναμιν λάβοι τοῦ βλαστῆσαι, ξύλον ἐξ αὐτῆς ἀναβλαστῆσαι, ὅπερ ἦν τὸ ὑποκείμενον, ἀλλ’ οὐ τὴν κλίνην, ὃ ἦν τὸ εἶδος φύεται δὲ εἶπεν ἀντὶ τοὺ γίνεται. λέγεται πάλιν φύσις καὶ τὸ φυσικὸν εἶδος· τούτου γὰρ δηλωτικὸν τὸ ὅθεν ἡ κίνησις ἡ πρώτη ἐν ἑκάστῳ τῶν φύσει ὄντων ἐν αὐτῷ ᾐ αὐτὸ ὑπάρχει. εἴη δ’ ἄν τὸ εἰρημένον σαφές, εἰ εἴη εἴη προσκείμενον τὸ ἥτις· κατὰ γὰρ τὸ εἶδος ἑκάστῳ ἡ τῆς κατὰ φύσιν κινήσεως ἀρχὴ τῶν φύσει συνεστώτων, καὶ αἴτιον τοῦτο τῆς κατὰ φύσιν ἑκάστῳ τῶν φυσικῶν σωμάτων κινήσεως, εἴ γε κατὰ τὸ εἶδός ἐστιν ἥ τε γῆ γῆ καὶ τὸ πῦρ πῦρ καὶ ὁ ἄνθρωπος ἄνθρωπος, ὁμοίως καὶ τῶν ἄλλων ζώων ἕκαστον, εἶδος δὲ τούτων μὲν ἡ ψυχή, ἐκείνων δὲ ἡ ῥοπή· καθὸ γὰρ ὕδωρ ἐστὶ καὶ καθὸ γῆ τε καὶ πῦρ, ἀρχὴν ἐν αὑτοῖς ἔχει τῆς κατὰ φύσιν κινήσεως. τὸ δὲ ἡ αὐτὸ προσέθηκεν, ἐπεὶ δύναταί τι καὶ κατὰ τέχνην κινούμενον, ἥτις οὐκ ἔστι φύσις, ἐν αὑτῷ τὴν ἀρχὴν τῆς κινήσεως ἔχειν, ὡς ὁ αὑτὸν ἰώμενος, ἀλλ’ οὐχ ᾗ νοσῶν τὴν ἀρχὴν τῆς κινήσεως ἐν ἑαυτῷ ἔχει, ἀλλὰ κατὰ συμβεβηκός. ἀλλ’ οὐδὲ ᾗ ἄνθρωπος· οὐ γὰρ ᾗ ἄνθρωπος ἐκεῖνός ἐστιν εἰς ὑγίειαν μεταβάλλει, ἐπεὶ τάς γε κινήσεις ἃς ᾗ ἄνθρωπος κινεῖται, κατὰ τὸ εἶδος καὶ τὴν ἐν αὑτῷ κινεῖται φύσιν, ἥτις ἐστὶν ἡ τοιάδε ψυχή. καὶ ἔστιν ἴσον τὸ ἐνταῦθα εἰρημένον τὸ ᾗ αὐτὸ τῷ εἰρημένῳ ἐν Φυσικῇ ἀκροάσει ἐπὶ τῆς φύσεως ‘καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός·” εἰπὼν γὰρ αὐτὴν ἀρχὴν κινήσεως ἐν ᾧ ὑπάρχει | πρώτῳ, προσέθηκε τὸ “καθ᾿ αὐτὸ καὶ μὴ κατὰ συμβεβηκός,” τοῦτο λέγων διὰ τῆς προσθήκης ταύτης ὃ νῦν εἴρηκε διὰ τοῦ ἡ αὐτό. τὸ δὲ ἡ κίνησις ἡ πρώτη ἤτοι δηλωτικόν ἐστι τῆς κατὰ τόπον κινήσεως πρώτη γὰρ ἡ φορὰ τῶν κινήσεων, ·ὡς δέδεικται, καὶ πάν φυσικὸν σῶμα κατὰ φορὰν κινητόν, οὐκέτι δὲ πᾶν αὐξητόν, οὐδὲ πᾶν ἀλλοιωτόν), ἢ ἡ πρώτη ἡ ὡς φυσικοῖς αὐτοῖς ὑπάρχουσα, τῇ γῇ ὡς γῇ, τῷ ζῴῳ ὡς ζῴῳ· δύναται γάρ τις αὐτοῖς καὶ κατὰ τέχνην κίνησις ἐγγίνεσθαι, ἀλλ’ αὕτη ὑστέρα. οὕτω δὲ εἴη ἂν τὸ ᾗ αὐτὸ ἐξηγητικὸν τοῦ πρώτη. ἑξῆς δὲ τὸ πρῶτον σημαινόμενον τῆς φύσεως ἐξηγεῖται, τί ἐστι καὶ ἐπὶ τίνων λέγεται τὸ φύεσθαι, καὶ λέγει ταύτα φύεσθαι λέγεσθαι, ὅσα δι’ ἑτέρου καὶ παρ’ ἑτέρου τρέφεταί τε καὶ αὔξεται, ἁπτόμενα αὐτοῦ ἢ προσπεφυκότα αὐτῷ ἢ συμπεφυκότα αὐτῷ. ἤτοι δὲ ὡς ταὐτὸν εἶπε τὸ ἅπτεσθαι καὶ συμπεφυκέναι τῷ προσπεφυκέναι, ἢ ὡς ἔχοντά τινα διαφοράν, καὶ ὡς συμπεφυκότα μὲν εἶναι τὰ φυτὰ τῇ γῇ, διὸ οὐδὲ ζῆν χωρισθέντα σθέντα αὐτῆς οἷά τε, προσπεφυκότα δὲ τὰ ἔμβρυα· ταῦτα γὰρ καὶ χωρισθέντα ζῇ. τί δὲ διαφέρει σύμφυσις ἁφῆς, ἔδειξε· ταῦτα γὰρ συμπεφυκότα, ἅ ἐστι συνεχῆ ἐκείνῳ ᾧ συμπέφυκεν, ἔχοντα κοινὸν ὅρον τὸν αὐτὸν ἐν ἀμφοτέροις ὄντα, τὰ δὲ ἁπτόμενα οὐδὲν κοινὸν ἄλλο παρὰ τὴν ἁφὴν ἔχει. ἐπιζητήσαι δ’ ἄν τις ἐπὶ τῶν φυτῶν, πῶς ταῦτα ἥνωται τῇ γῇ, ἢ εἰ μὴ ἥνωται, πῶς αὔξεταί τε καὶ τρέφεται δι’ αὐτῆς. ἢ διὰ τοῦτο εἶπεν οὕτως, φύεσθαι δὲ λέγεται ὅσα αὔξησιν ἔχει δι’ ἑτέρου τῷ ἅπτεσθαι καὶ συμπεφυκέναι ἢ προσπεφυκέναι, ὡς καὶ ἁπτομένων τινῶν καὶ αὐξανομένων δι’ αὑτοῦ. προειπὼν δὲ τοῦτο, ἑξῆς τίνι διαφέρει τὰ ἁπτόμενα καὶ τὰ συμπεφυκότα τε καὶ προσπεφυκότα λέγει. δύναται λέγειν καὶ ἐπὶ τῶν ἁπτομένων τὸ προσπεφυκέναι· τὰ γὰρ οὕτως ἁπτόμενα ὡς προσπεφυκέναι ἐκείνῳ οὗ ἅπτεται, δι’ ἐκείνου αὔξεται. πῶς δὲ ἓν τὰ συμπεφυκότα, ἐδήλωσε· κατὰ γὰρ τὸ ποσόν, οὐ κατὰ τὸ ποιόν· οὐ γὰρ ταὐτὸν κατὰ τὸ ποιὸν τῶν σπλάγχνων ἕκαστον τῷ ἄλλῳ σώματι, ᾧ προσπέφυκεν, οὐδὲ τὸ σῦκον τῇ συκῇ ἢ ὁ βότρυς τῷ ξύλῳ τῆς ἀμπέλου. καὶ δένδρα δὲ πολλάκις διαφέροντα κατὰ τὸ εἶδος, πλησίον δ’ ἀλλήλων ὄντα συμφύεταί τε καὶ ἑνοῦται καὶ σώζει τὸ οἰκεῖον εἶδος. τέταρτον σημαινόμενον φύσεως προστίθησι τὴν προσεχῆ ἑκάστῳ ὕλην, ἥτις οὖσά τι σῶμα ἐνερ γείᾳ, φυλάσσουσα τὸ οἰκεῖον εἶδος καὶ τὴν ἰδίαν φύσιν, δέχεται καὶ τὸ τοῦ εἴδους ᾧ ὑπόκειται. οὕτω τὸ ξύλον τῆς κλίνης ὕλη μένει γὰρ ξύλον καὶ κλίνη γενόμενον) καὶ ὁ χαλκὸς τοῦ ἀνδριάντος. καὶ εἴη ἂν τῶν κατὰ τέχνην γινομένων ἡ ὕλη το·ιαύτη. προσθεὶς δὲ τὸ τῶν φύσει ὄν|των, διὰ τί προσέθηκε τοῦτο, ἐξηγήσατο εἰπὼν τοῦτον γὰρ τὸν τρόπον καὶ τῶν φύσει ὄντων τά στοιχεῖά φασιν εἶναι φύσιν. οὕτω καὶ Ἐμπεδοκλῆς πεδοκλῆς τὰ τέσσαρα στοιχεῖα ὕλην τῶν φύσει γινομένων ἐτίθετο, ἀμετάβλητα αὐτὰ θεωρῶν. καὶ οἱ ἓν δέ τι τῶν τεσσάρων στοιχεῖον τῶν ὄντων ποιοῦνΤες ἢ δύο ἢ τρία οὕτως ἐποίουν, καὶ Δημόκριτος τὰς ἀτόμους οὕτως. ἡ δὲ πρώτη ὕλη οὐχ οὕτως· καὶ γὰρ εἰ σώζει τὴν αὐτὴν φύσιν, ἀλλ’ οὐδὲν καθ’ αὑτὴν οὖσα ἐνεργείᾳ ὡς τόδε τι. πέμπτον σημαινόμενον τῆς φύσεως παρέθετο τὴν τοῦ συναμφοτέρου τῶν φύσει γινομένων τελειότητά τε καὶ οὐσίαν, ἣ γίνεται καὶ κατὰ τὴν τῆς ὕλης καὶ τοῦ εἴδους ἕνωσιν· καὶ γὰρ ἡ τούτων ἕνωσις φύσις. οὕτω καὶ οἱ συνθέσει τινῶν τὰ ὄντα γεννῶντες τὸ μὲν ἐκ τῆς συνθέσεως ἑνούμενον φύσιν λέγουσιν· καθ’ οὓς δὲ μὴ γίνεται τῶν συντιθεμένων ἕνωσις, οὗτοι οὐδὲ φύσιν τινὰ λέγουσιν εἶναι τοῦ συγκειμένου. Ἐμπεδοκλῆς οὖν οὐχ ἡγούμενος ἕνωσίν τινα αὐτῶν γίγνεσθαι ἔλεγε φύσιν οὐδενὸς εἶναι, τουτέστιν ἕνωσιν ὡς ἕν τι ἐκ τῆς συνθέσεως γίνεσθαι καὶ εἰδοποιεῖσθαι, ἀλλὰ μόνον μῖξίν τε διάλλαξίν τε μιγέντων, λέγεσθαι μέντοι καὶ τοῦτο φύσιν ὑπὸ τῶν ἀνθρώπων ἡγουμένων αὐτὰ ἐν τῇ μίξει καὶ ἑνοῦσθαι. δεικνὺς δὲ ὅτι φύσις ἡ τοιαύτη οὐσία τε καὶ τελειότης καλεῖται, διὰ τοῦτο, φησί, καὶ τῶν φύσει ὄντων τε καὶ γινομένων, καίτοι πολλάκις ἤδη ὑπαρχόντων ἐξ ὧν ἐπιτελεῖται καὶ γίνεται, οὐδέ πώ φαμεν τὴν φύσιν ἔχειν ταῦτα, ἄν μὴ τὸ οἰκεῖον εἶδος καὶ τὴν τελειότητα προσλάβῃ. εἰπὼν δὲ φύσιν καὶ τὸ συναμφότερον, ἐπήνεγκεν ὅτι φύσει τοῦτο μᾶλλον ἂν λέγοιτο, φύσις δὲ ἡ ὕλη ἥ τε πρώτη, ἧς παράδειγμα τὸ ὕδωρ, εἰ τοῦτο εἴη ἰοῦ χαλκοῦ ὕλη, καὶ ἡ προσεχής, ἧς πάλιν ὁ χαλκὸς παράδειγμα, καἰ τὸ ε.ἶδός τε καὶ ἡ οὐσία, καθ’ ἣν ἑκάστῳ τὸ εἶναι ἔστιν, ὧν πρώτως ἐμνημόνευσεν. καὶ εἴη ἄν ἡ φύσις τριχῶς λεγομένη, ὥσπερ καὶ νῦν προστέθεικε. τέλος δὲ εἶπε τῆς γενέσεως τὸ εἶδος, ἐπεὶ ἐν τοῖς φύσει γιγνομένοις τὸ εἶδος καὶ τὴν κατὰ τὸ τέλος οὐσίαν ἔχει. κατὰ μεταφορὰν δὲ λέγει καὶ πᾶσαν οὐσίαν φύσιν λέγεσθαι ἀπὸ τοῦ εἴδους· ἐπεὶ γὰρ τὸ εἶδος οὐσία ὂν τῶν φύσει συνεστώτων κατὰ γὰρ τοῦτο αὐτοῖς τὸ εἶναι) φύσις ἐστίν, ἤδη καὶ ἐν πᾶσι τὴν οὐσίαν τὴν ἑκάστου, καθ’ ἣν τὸ εἶναι αὐτῷ ὅ ἐστιν, φύσιν λέγουσι. διὸ καὶ τὸ κατὰ τέχνην γινόμενον εἶδος οὐσίαν ὂν τῶν ἔργων τῶν τεχνητῶν οὕτω καλοῦσιν. ἕκαστον γὰρ καὶ τούτων οἰκείαν τινὰ οὐσίαν καὶ ὕπαρξιν ἔχει, ἣ καὶ αὐτὴ φύσις καλεῖται εἶδος ὂν αὐτῶν, διὸ καὶ λέγεται οἰκείαν ἔχειν οὐσίαν. εἰπὼν δὲ ταῦτα περὶ φύσεως ἐπήνεγκεν ἐκ δὴ τῶν εἰρημένων ἡ πρώτη φύσις καὶ κυρίως λεγομένη ἐστὶν ἡ οὐσία ἡ τῶν ἐχόντων ἀρχὴν κινήσεως ἐν αὑτοῖς ᾑ αὐτά, διὰ τούτων λέγων, ὥσπερ εἶπε καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει, φύσιν κυρίως εἶναι τὸ ἔνυλον εἶδος, ἀφ’ οὗ ἡ ἀρχὴ τῆς κινήσεως τῷ συναμφοτέρῳ, τὴν δὲ ὕλην καὶ τὰ ἄλλα, καθ’ ὧν καὶ αὐτῶν ἡ φύσις λέγεται, ἀπὸ ταύτης λέγεσθαι φύσιν, τὴν μὲν ὕλην ὅτι δεκτικὴ αὐτοῦ ἐστι, τὰς δὲ γενέσεις τε καὶ φύσεις τῷ ἀπὸ ταύτης κινήσεις εἶναι· διὰ γὰρ τὸ εἶδός τε καὶ τὴν δύναμιν τὴν ἐν αὐτοῖς φύεται τὰ φυόμενα. προστίθησι δὲ ὅτι καὶ ἡ ἀρχὴ τῆς κινήσεως τῶν φύσει αὕτη ἐστὶν ἐνυπάρχουσά πως. ἐξηγούμενος δὲ τὸ πῶς, προσέθηκε τὸ δυνάμει ἢ ἐνεργείᾳ, δυνάμει μέν, ὡς ἐν τῷ σπέρματι τῷ καταβληθέντι ἡ ψυχή, ἐνεργείᾳ δέ, ὅταν ἤδη ζῷον ᾖ. γένεσις δὲ ἀρχὴ τῆς κινήσεως πᾶσι τοῖς φυσικοῖς τὸ ἔνυλον εἶδος. εἰκότως οὖν τοῦτο κυρίως φύσις· ἦν γὰρ φύσις ἡ τῆς κινήσεως ἀρχή. σημειωτέον δὲ ὅτι ὧν ἕκαστον διαιρεῖ ὡς λεγόμενον πολλαχῶς, οὐχ ὡς ὁμώνυμον, ἀλλ’ ὡς τὸ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ἔχον. Ἀναγκαῖον λέγεται οὗ ἄνευ οὐκ ἐνδέχεται ζῆν ὡς συναιτίου. Τοῦ δὲ ἀναγκαίου τὴν διαίρεσιν εἰς πέντε σημαινόμενα καὶ αὐτοῦ ποιεῖται, ὧν ἓν λέγει, οὗ ἄνευ ἀδύνατον εἶναι, ὡς ὄντος συναιτίου εἰς τὸ εἶναι. οὕτως ἡ τροφὴ τοῖς ζῴοις ἀναγκαία καὶ τὸ ἀναπνεῖν· ἡ μὲν γὰρ ψυχὴ τὸ αἴτιον τοῦ ζῆν, ταῦτα δὲ συναίτια. δεύτερον σημαινόμενον ἐκτίθεται τοῦ ἀναγκαίου, οὗ χωρὶς ἀδύνατον τὸ ἀγαθὸν καὶ τὸ εὖ περί τι γενέσθαι ἢ τὸ κακὸν ἀποβληθῆναι, ὡς λέγεται ἀναγκαία ἡ πόσις τοῦ φαρμάκου, οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὴν ἀποβολὴν τῆς νόσου καὶ τὴν στέρησιν. οὕτως ἀναγκαῖον τὸ· μανθάνειν πρὸς τὸ ἐπιστήμην ἔχειν, καὶ ἔθεσι χρῆσθαι σπουδαίοις πρὸς τὸ ἀγαθὸν γενέσθαι, καὶ τὸ πλεῦσαι εἰς Αἴγιναν, ἵνα ἀπολάβῃ τὰ χρήματα, εἰ ἄλλως μὴ δύναται. τρίτον τοῦ ἀναγκαίου τὸ βίαιόν τε καὶ τὸ ἀκούσιον· λέγεται γὰρ τὸ βίαιόν τε καὶ παρὰ τὴν προαίρεσιν ἀναγκαῖον. οὕτως ἐξ ἀνάγκης ἐλθεῖν που λέγεται ὁ βιασθεὶς ἢ ὑπὸ δεσμῶν ἢ ὑπό τινος τοιαύτης περιστάσεως ἢ ὑπὸ πνευμάτων. ὅσα γὰρ βιαζόμενοι ποιοῦμεν, ταῦτα ἀναγκαῖα καὶ δι’ ἀνάγκην ποιοῦμεν. διὸ καὶ λυπηρὰ τὰ οὕτως ἀναγκαῖα· “πᾶν γὰρ ἀναγκαῖον πρᾶγμα ἀνιαρὸν ἔφυ,’ ὡς Εὔηνος λέγει· καὶ ἡ βία ἀνάγκη τίς ἐστιν, ὡς λέγει Σοφοκλῆς “ἀλλ᾿ ἡ βία με ταῦτ’ ἀναγκάζει ποιεῖν.” καὶ τοῦ τὸ βίαιον ἀναγκαῖον λέγεσθαι μάρτυσιν | ἐχρήσατο Εὐήνῳ τε καὶ Σοφοκλεῖ. ἀρχήν· διὸ καὶ εἶπεν ἐναντίαν αὐτὴν τῇ κατὰ τὴν προαίρεσιν κινήσει καὶ τῇ κατὰ τὸν λογισμόν. τὰ μὲν γὰρ ἐφ’ ἡμῖν, αὕτη δὲ ἀναιρετικὴ τοῦ ἐφ’ ἡμῖν· ἐκτὸς γὰρ καὶ ἐπ’ ἄλλοις. εντι ἀναγκαῖον τὸ ἀίδιον καὶ ἀμετάβλητον καὶ μὴ ἐνδεχόμενον καὶ ἄλλως ἔχειν, ἀφ’ οὗ φησι καὶ τὰ ὤα ἀναγκαῖα λέγεσθαι· τὸ γὰρ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν κυρίως ἀναγκαῖον. ἀπλῶς μὲν εἶπεν ἐπὶ τῶν ἀιδίων, ἤδη δὲ καὶ ἐν τοῖς ἄλλοις ἀναγκαίοις λεγομένοις εἶναι δοκεῖ τι τοιοῦτον· καὶ γὰρ τὸ βίᾳ γινόμενον ἀναγκαῖον τότε ὅτε μὴ ἐνδέχεται κατὰ τὴν αὐτοῦ ὁρμήν τε καί προαίρεσιν κινεῖσθαι διὰ τὸ βιαζόμενον καὶ ἀμετάπειστον, ὅτι τὸ πείθεσθαι καὶ μεταπειστόν, οὐκ ἐνδέχεται δὲ τὸ βιαζόμενον ἄλλως ποιεῖν. καὶ τὸ συναίτιον τοὺ εἶναι καὶ τοῦ ἀγαθοῦ ἀναγκαῖον διὰ τὸ μὴ ἐνδέχεσθαι χωρὶς αὐτοῦ εἶναι ἢ ἀγαθὸν εἶναι· οἵτινες ἦσαν οἱ τρόποι τρεῖς τοῦ ἀναγκαίου οἱ πρῶτοι εἰρημένοι. προστίθησι δὲ τοῖς προειρημένοις τέταρσι τοὺ ἀναγκαίου τρόποις τὸν κατὰ τὰς ἀποδείξεις· αἱ γὰρ ἀποδείξεις ἀναγκαῖαι, ὅτι τὸ ἀποδεδειγμένον οὐκ ἐνδέχεται ἄλλως ἔχειν, εἰ κυρίως καὶ ἁπλῶς ἀποδέδεικται. τοῦ δὲ τὸ ἀποδεδειγμένον ἀναγκαῖον εἶναι αἴτιά φησιν εἶναι τὰ πρῶτα, τουτέστι τὰς προτάσεις, εἰ ἀδύνατον ταύτας ἄλλως ἔχειν, δι’ ὧν ὁ συλλογισμός τε καὶ ἡ ἀπόδειξις. δείξας δὲ πάντα τὰ ἀναγκαῖα ὑπαγόμενα τῷ σημαινομένῳ τοῦ ἀναγκαίου τῷ ἀδύνατον· Μῶς ἔχειν, διαιρεῖ αὐτά, καὶ λέγει τῶν ἀναγκαίων τὰ μέν τινα ἕτερον αἴτιον ἔχειν τοῦ εἷναι ἀναγκαῖα, ὡς ἐπὶ τῶν βιαίων ἔχει καὶ τῶν ἀποδείξεων· τῶν δὲ οὐκ ἔστιν ἄλλο αἴτιον τῆς ἀνάγκης, ἀλλ’ αὐτὸ αἴτιον ἄλλοις ἐστὶ τῆς ἀνάγκης, ὡς αἱ πρῶταί τε καὶ ἄμεσοι προτάσεις. ἀλλὰ καὶ τὰ ἀίδια καὶ οὕτως ἀναγκαῖα· οὔτε γὰρ ἔξωθεν ἔχει τὸ αἴτιον καὶ ἄλλοις ἐξ ἀνάγκης τοῦ εἶναί ἐστιν αἴτια· πάντα γὰρ τὰ φύσει συνεστῶτα παρὰ τῶν θεῶν ἀμέσως ἀναγκαῖά εἰσι διὰ τὸ ἀίδιον τὸ τοῦ εἶναι ἔχειν αἴτιον. ἀλλὰ καὶ τὸ μὴ δυνάμενον χωρίς τινος ἢ εἶναι ἢ εὖ εἶναι ἐξ ἀνάγκης παρ’ ἐκείνου τὴν αἰτίαν τὸ μὲν τοὺ εἶναι τὸ δὲ τοῦ εὖ εἶναι ἔχει. τῶν μὲν οὖν ἄλλων φησὶν ἀναγκαίων ἕτερόν τι τῆς ἀνάγκης εἶναι αἴτιον· ἐπί τε γὰρ τῶν μὴ ἐνδεχομένων χωρίς τινος εἶναι ἕτερόν τι τὸ αἴτιον ἡ γὰρ τροφὴ ἕτερόν τι τοῦ τρεφομένου). καὶ ἐπὶ τούτων δὲ ὧν χωρὶς ἀδύνατον τὸ ἀγα|θὸν ἢ εἶναι ἢ γενέσθαι ἕτερον τὸ αἴτιον. ἀλλὰ καὶ τῶν βίᾳ γινομένων προδήλως ἕτερον τὸ αἴτιον, καὶ τῆς τοῦ συμπεράσματος ἀνάγκης ἕτερον τὸ αἴτιον. μόνα δὲ τὰ ἀεὶ ὄντα, ἅπερ ἐστὶ τὰ θεῖα, οὐχ ἕτερόν τι τοῦ ἀεὶ εἶναι αἴτιον ἔχει, καὶ δι’ αὐτὰ ἐξ ἀνάγκης ἔστι τε καὶ γίνεται καὶ τὰ φύσει συνεστῶτα. λαβὼν δὲ ὁποῖόν τί ἐστι τὸ ἀναγκαῖον ὃ γὰρ μὴ ἐνδέχεται ἄλλως ἔχειν), πρῶτον καὶ κυρίως ἀναγκαῖόν φησιν εἶναι τὸ ἁπλοῦν, οὗ αἴτιον ἀποδέδωκε τὸ τὸ ἁπλοῦν μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν· τὸ γὰρ μὴ ἁπλοῦν πλεοναχῶς ἔχει. τὸ δὲ πλεοναχῶς ἔχον ἐνδέχεται καὶ ἄλλως ἔχειν. τοῦτο δὴ λαβὼν ἐπιφέρει ὅτι εἴ τινα ἔστιν ἐν τοῖς οὖσιν ἀπλᾶ καὶ ἀκίνητα, οὔτε βίαιόν τι ἐκείνοις ἐστὶν οὔτε παρὰ φύσιν ἐνδέχοιτο γὰρ ἂν αὐτὰ καὶ ἄλλως ἔχειν), ἀλλά κυρίως ἐκεῖνα ἐξ ἀνάγκης ὄντα. τοιαῦτα δὲ κατ’ αὐτὸν τὰ πρῶτα αἴτια. παρέθετο δὲ τοῦτο, ἵνα ἐπειδὰν τὸ ἀναγκαῖον κατ’ αὐτῶν κατηγορῶμεν, μὴ ὡς τὸ βίαιον καὶ παρὰ φύσιν καταηγορούντων ἡμῶν ἀκούῃ τις. Τὸ ἓν λέγεται τὸ μὲν κατὰ συμβεβηκός. Τοῦ ἑνὸς τὸ μὲν κατὰ συμβεβηκός φησι λέγεσθαι τὸ δὲ καθ’ αὑτό, καὶ τὸ μὲν κατὰ συμβεβηκὸς τριχῶς· ἢ γὰρ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν ἓν λέγεται, ὡς Κορίσκος καὶ τὸ μουσικόν, εἰ εἴη Κορίσκῳ συμβεβηκὸς τὸ εἶναι μουσικῷ· ταὐτὸν γὰρ τὸ εἰπεῖν Κορίσκος καὶ μουσικὸν ἕν, καὶ Κορίσκῳ τὸ μουσικὸν συμβέβηκεν, καὶ Κορίσκος μουσικός ἐστιν. ἕν φησι κατὰ συμβεβηκὸς εἶναι καὶ τὸ μουσικὸν καὶ τὸ δίκαιον, ἔτι ἓν κατὰ συμβεβηκὸς μουσικὸς Κορίσκος καὶ δίκαιος Κορίσκος. ἃ εἰπὼν ἑξῆς, κατὰ τί ἕκαστον τούτων ἕν ἐστι κατὰ συμβεβηκός, προσέθηκε. τὸ μὲν γὰρ δίκαιον καὶ τὸ μουσικὸν ἕν, ὅτι μιᾷ οὐσίᾳ συμβεβηκότα· κατὰ συμβεβηκὸς γὰρ ἓν τὸ μουσικὸν καὶ τὸ δίκαιον τῷ ἑνί τινι ἄμφω συμβεβηκέναι. τὸ δὲ μουσικὸν καὶ Κορίσκος ἓν τῷ θάτερον μόριον τοῦ συναμφοτέρου τῷ ἑτέρῳ μορίῳ συμβεβηκέναι· τὸ γὰρ μουσικὸν τῷ Κορίσκῳ. ὁμοίως δέ φησι τρόπον τινὰ τούτῳ ἓν τὸ ὁ Κορίσκος Κορίσκος μουσικός ἐστι, καὶ μία πρότασις κατὰ συμβεβηκός, ὅτι καὶ ἐν τούτῳ τῷ λόγῳ τὸ ἕτερον μέρος τοῦ ὅλου λόγου τῷ ἑτέρῳ ὑπάρχει· τῷ γὰρ Κορίσκῳ ὑπάρχει τὸ μουσικῷ Κορίσκῳ εἶναι. αὐτὸς δὲ εἰπὼν θάτερον μόριον θατέρῳ συμβεβηκέναι τῶν ἐν τῷ λόγῳ, τὸ μουσικὸν εἶναι τῳ· Κορίσκῳ συμβεβηκέναι λέγει, ἀφελὼν ἐκ τοῦ κατηγορουμένου τὸ Κορίσκος. τῷ γὰρ τὸ μουσικὸν Κορίσκῳ συμβεβηκέναι, τούτῳ καὶ τὸ ὅλον τὸ Κορίσκος Κορίσκος μουσικός ἐστιν. τρόπον δέ τινα ὁμοίως εἶπεν, ὅτι διαφορά τίς ἐστι κατὰ τὴν λέξιν τε καὶ ἐκφοράν· ἐκεῖ γὰρ ἐλέγετο ἓν ὁ μουσικὸς Κορίσκος, ἐνταῦθα δὲ τὸ μουσικὸς Κορίσκος Κορίσκῳ. τὸ δὲ μουσικὸν Κορίσκον τῷ δικαίῳ Κορισκῳ έν φησιν εἶναι, ὅτι ἐκατέρων ὲν μέρος τῳ αὐτῷ, ὁ ὲν ἀμφοτέροις ταὐτόν ἐστι, συμβέβηκε· τὸ γὰρ μουσικὸν καὶ τὸ δίκαιον, ἑκάτερον αὐτῶν μέρος ὂν ἑκατέρας προτάσεως, τῷ Κορίσκῳ συμβεβηκὸς ταὐτὸν ἦν ἐν ἀμφοτέραις ταῖς προτάσεσιν. ὁμοίως δέ φησιν ἓν γίγνεσθαι κατὰ συμβεβηκός, κἂν μὴ ἐπὶ Κορίσκου μηδὲ ἀτόμου τινὸς τὸ συμβεβηκὸς κατηγορῆται, ἀλλ’ ἐπί τινος εἴδους ἢ γένους καὶ ὅλως τῶν καθόλου, οἷον ἂν λέγηται ταὐτὸν εἶναι ἄνθρωπος καὶ μουσικὸς ἄνθρωπος· ἓν γὰρ καὶ ταῦτα, ἢ ὅτι τῷ ἀνθρώπῳ μιᾷ οὐσίᾳ οὔσῃ συμβέβηκεν, ἢ ὅτι καὶ τὸ μουσικὸν καὶ ὁ ἄνθρωπος μιᾷ τινι ἀτόμῳ οὐσίᾳ συμβέβηκεν, οἷον Κορίσκῳ, ὡς ἐλέγετο ἓν καὶ τὸ μουσικὸν δίκαιον. πλὴν οὐχ ὁμοίως τῷ Κορίσκῳ ἀμφότερα ὑπάρχει, ὅ τε ἄνθρωπος καὶ τὸ μουσικόν, ἀλλ’ ὁ μὲν ὡς εἶδος αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὤν (ὁ γὰρ ἄνθρωπος οὕτως), τὸ δὲ ὡς ἕξις τις, ὡς τὸ μουσικόν, ἢ πάθος ἢ ὅλως τι συμβεβηκός, ὡς τὸ λευκὸν ἡ σιμὸν καὶ τὰ τούτοις ὅμοια. διὸ μᾶλλον τοῦτο ὅμοιον τῷ Κορίσκῳ, τὸ Κορίσκος μουσικὸς κατηγοροῦντος. καὶ τὰ μὲν κατὰ συμβεβηκὸς ἓν λεγόμενα τοσαυταχῶς φησι λέγεσθαι, τῶν δὲ καθ’ αὑτὰ ἓν λεγομένων τὰ μὲν λέγεσθαί φησι τῷ συνεχῆ εἶναι. συνεχῆ δὲ λέγει κοινότερον καὶ τὰ ὁπωσοῦν ὑπό τινος συνεχόμενα, ὡς τὸν φάκελον, ὅτι ὑπὸ δεσμοῦ συνέχειαι. ὁμοίως καὶ τὰ ὑπὸ κόλλης ἑνούμενα συνεχῆ λέγει, ὡς τὰ βιβλία. τὰ δὲ ὡς κοινότερον ὅρον ἔχοντα, ὡς τὰ κυρίως συνεχῆ· οὕτως ἡ γραμμὴ μία· συνεχὴς γάρ, κἄν μὴ ἐπ’ εὐθείας ᾖ ἀλλ’ ᾖ τι μόριον αὐτῆς κεκαμμένον. οὕτω δὲ συνεχῆ τὰ τοῦ σώματος μόρια, ὡς σκέλος καὶ βραχίων. καὶ αὐτῶν τῶν συνεχῶν ἕν φησιν εἶναι μᾶλλον τὰ φύσει συνεχῆ | ἢ τὰ τέχνῃ, οἷον τὸν τοὺ ἀνθρώπου βραχίονα ἢ τὸν τοῦ ἀνδριάντος· μᾶλλον γὰρ ταῦτα ἥνωται καὶ συμπέφυκε καὶ συναίσθησιν ἀλλήλων ἔχει. εἰπὼν δὲ μᾶλλον ἓν εἶναι τῶν συνεχῶν τὰ φύσει τῶν τεχνητῶν λόγον τινὰ ἀποδέδωκε τοῦ συνεχοῦς, ᾧ ἐχρήσατο πρὸς τὴν τοὐ ἑνὸς ἀπόδοσιν· οὗ γὰρ καθ’ αὑτὸ κίνησις μία, καὶ μὴ οἷοντε ἄλλως. τίς δὲ ἡ μία, προσέθηκεν εἰπὼν μία δέ, οὗ ἀδιαίρετος, ἀδιαίρετος δὲ κατὰ τὸν χρόνον, λέγων ταῦτα κυρίως καὶ πρώτως εἶναι συνεχῆ, ὧν ἡ κίνησις μία ἣν καθ’ αὑτὰ κινεῖται, καὶ ἐξ ἀνάγκης μία, τουτέστιν ἣν πάντα κινεῖται καὶ μὴ οἷόν τε αὐτῶν τὸ μὲν κινεῖσθαι τὸ δὲ ἠρεμεῖν. τοιαῦτα δέ ἐστι τῶν συνεχῶν τὰ μὴ ἔχοντα καμπήν· τῶν γὰρ τοιούτων ἡ κίνησις ἀδιαίρετος κατὰ χρόνον. εἰπὼν δὲ συνεχῆ λέγεσθαι ὧν ἡ κίνησις μία, ἐφεξῆς λέγει τίνα ἐστὶν τὰ ὧν ἡ κίνησις μία, καὶ ἐν τίνι τῷ συνεχεῖ τὸ εἶναι τοιούτῳ. καθόλου φησὶ καὶ καθ’ αὑτὰ καὶ κυρίως συνεχῆ εἶναι τὰ μὴ τῇ ἁφῇ τὸ ἓν ἔχοντα, ὡς τὰ δεσμῷ ἢ κόλλῃ, ἀλλὰ ὑπὸ κοινοῦ ὅρου συναπτόμενα· τὰ γὰρ ἁπτόμενα ἀλλήλων ξύλα οὐ λέγεται οὔτε ξύλον οὔτε σῶμα ἓν κυρίως οὔτε ὅλως ἕν τι. καθόλου μὲν οὖν φησιν ἓν λέγεσθαι κυρίως τὸ συνεχές, κἂν ᾖ μὴ εὐθὺ ἀλλὰ κεκαμμένον. ἔτι δὲ μᾶλλον ἓν τῶν συνεχῶν τὰ εὐθέα καὶ μὴ κάμψιν ἔχοντα· μᾶλλον γὰρ ἓν κνήμη καθ’ αὑτὴν καὶ μηρὸς σκέλους ὅλου· τὸ γὰρ σκέλος οὐκ ἀκαμπές, διὸ ἐνδέχεται καὶ μὴ μίαν αὐτοῦ τὴν κίνησιν εἶναι. οὐκέτι δὲ τοῦτο οἷόν τε ἐπὶ τοῦ μηροῦ καὶ τῆς κνήμης· οὐ γὰρ οἷόν τε τῶν τοιούτων μέρος μέν τι κινεῖσθαι μέρος δὲ μή· κάμψις γὰρ ἂν γένοιτο. κατὰ ταῦτα δὲ καὶ τὴν εὐθεῖαν γραμμὴν τῆς κεκαμμένης μᾶλλον εἶναι μίαν λέγει, τὴν δὲ κεκαμμένην οὕτως ὡς καὶ γωνίαν ἔχειν καὶ μίαν καὶ οὐ μίαν εἶναι· ἡ γὰρ τοῦ κύκλου μία.· οὐδὲ γὰρ ταύτην οἷόν τε κατὰ μόριον κινεῖσθαι φυλάσσουσαν τὸ σχῆμα τὸ αὐτό. διὰ τί δὲ ἡ γωνίαν ἔχουσα οὐχ ἁπλῶς μία, εἶπεν· ὅτι γὰρ ἐνδέχεται καὶ μὴ ἅμα πᾶσαν αὐτὴν κινεῖσθαι, τῶν δὲ εὐθειῶν ἀδύνατον τὸ μόριον χωρὶς τοῦ ὅλου κινηθῆναι· κάμπτοιτο γὰρ ἄν· οὐδὲν δὲ μόριον μέγεθος ἔχον τῆς εὐθείας δύναται ἢ καθ’ αὑτὸ χωρὶς τῆς ὅλης κινηθῆναι ἢ καθ’ αὑτὸ ἠρεμῆσαι. προσέθηκε δὲ τῷ μορίῳ τὸ ἔχον μέγεθος, ὡς δυναμένου καὶ τοῦ πέρατος τῆς εὐθείας ὑπό τινων μορίου λέγεσθαι, ὃ δύναται μένειν τῆς ὅλης κινουμένης. εἰπὼν δὲ περὶ τοῦ ὡς συνεχοῦς ἑνός, ἄλλον τρόπον φησὶν ἓν λέγεσθαι καὶ τὰ ὧν τὸ ὑποκείμενον τῷ εἴδει ἐστὶν ἀδιάφορον· ὃ ἐξηγήσατο εἰπὼν ὧν ἀδιαίρετον τὸ εἶδος κατὰ τὴν αἴσθησιν, λέγων ἀδιαίρετον τὸ μὴ εἰς διαφέροντα αἱσθητὰ διαιρούμενον· οὐ γὰρ κατὰ τὸ ποσὸν ἀδιαίρετον δεῖ τὸ ὑποκείμενον αὐτοῖς εἶναι. διαφέροντα δὲ αἰσθητὰ τὸ γλυκὺ φέρε εἰπεῖν καὶ στρυφνὸν καὶ τὸ λευκὸν καὶ τὸ φαιόν. εἶεν δ’ ἂν οὕτως ἓν τῶν αἰσθητῶν τὰ ὁμοειδῆ ἀλλήλοις. λέγει δὲ μὴ μόνον ὧν τὸ πρῶτον ὑποκείμενον ἀδιαίρετόν ἐστιν, ταῦτα ἓν εἶναι, ἀλλὰ καὶ ὧν τὸ ἔσχατον, πρῶιον μὲν ὑποκείμενον λέγων τὸ προσεχῶς ὑποκείμενον, οἷον εἰ οἶνός ἐστιν ὑποκείμενον γὰρ τὴν αἰσθητὴν οὐσίαν λέγει), εἰ δὴ οἶνος εἴη, κατὰ τοῦτο ἓν ταῦτα· ἓν γὰρ τῷ εἴδει· ὁμοίως κἀν ὕδωρ. ὧν δὲ τὸ ἔσχατον ὑποκείμενον, ταῦτα ἓν οὐ τῷ αὐτὰ μὴ εἶναι διάφορα αἰσθητὰ ἀλλήλων, ἀλλὰ τῷ ἐξ ἑνός τινος ἐσχάτου αἰσθητοῦ καὶ ἀδιαιρέτου κατ’ εἶδος σώματος γεγονέναι αὐτά· ταῦτα γὰρ ἓν οὐχ ὡς ὁμοειδῆ, ἀλλὰ τῷ τὸ θ[πλεό,εμπμ ἔσχατον αὐτοῖς ὁμοειδὲς εἶναι. οὕτως οἱ χυμοὶ πάντες ἓν ἀλλήλοις λέγονται εἶναι, ὅτι ἐξ ἑνός τινος σώματος ἐσχάτου ὑποκειμένου τὸ εἶναι αὐτοῖς, ἢ ὕδατος ἢ ἀέρος. προσέθηκε δὲ τῷ ἢ τὸ τελευταῖον τὸ πρὸς τὸ τέλος, ἤτοι ἴσον λέγων τῷ ἢ τὸ τελευταῖον ἀπὸ τοῦ τέλους, τουτέστιν τὸ τούτου πλεῖστον ἀφεστώς, ἢ τὸ τελευταῖον πρὸς τὸ τέλος, τὸ ἔσχατον καὶ τέλος, ὃ μηκέτι ἄλλω ὑπόκειται. ἔστι δὲ τελευταῖον μὲν ὁ οἶνος καὶ τὸ ἔλαιον, πρῶτον δὲ τὸ ἐξ οὗ ἡ τούτων γένεσις ὑποκειμένου αἰσθητοῦ· οὕτως ἓν τὰ ἐκ τῆς αὐτῆς ὕλης καὶ τοὺ αὐτοῦ ὑποκειμένου, ἂν αἰσθητὸν ἐκεῖνο. ἔτι ἕν φησι λέγεσθαι ἀλλήλοις καὶ ὧν ταὐτὸν καὶ ἓν γένος· τὰ γὰρ διαφέροντα καὶ ἀντιδιῃρημένα ἐκ τοῦ αὐτοῦ γένους ταῖς ἀντικειμέ;ναις διαφοραῖς ὅμως διὰ τὸ γένος ὂν ταὐτὸν ἓν κατ’ ἐκεῖνο λέγεται, καὶ ἔστιν οὕτως ἓν τὰ τῷ γένει ἓν λεγόμενα. τρόπον δέ τινά φησιν ὁμοίως ταῦτα ἓν λέγεσθαι τοῖς προειρημένοις, ὧν τὸ ἔσχατον ὑποκείμενον καὶ ἡ ὕλη οὖσα αἰσθητόν τι σῶμα ἦν ἡ αὐτή· καὶ γὰρ ἐκεῖνα διαφέροντα ἀλλήλων κατὰ τὴν ἐπὶ τὸ ὑποκείμενον αὐτοῖς ἀναφορὰν ἓν ὂν καὶ ἀδιαίρετον ἓν ἐν. δύναται καὶ ἁπλῶς τὰ ἐκ τῆς αὐτῆς ὕλης λέγειν ὁμοίως ἓν λέγεσθαι τοῖς τῷ γένει τὸ ἓν ἔχουσι. τρόπον δέ τινα ὁμοίως εἶπεν · οὐ γὰρ πάντῃ, ἀλλὰ κατὰ τοσοῦτον καθὸ καὶ ἐν τούτοις καὶ ἐν ἐκείνοις τὸ ἓν κατὰ τὴν ἐπ’ ἄλλο τι ἀναφοράν, ἐπεὶ ἐκεῖνα μὲν τὸ ὑποκείμενον αὐτοῖς ταὐτὸν εἶχε, ταῦτα δὲ τὸ κατηγορούμενον· κἀκεῖνο ἀδιαίρετον μὲν ἦν κατ’ εἶδος, κατὰ δὲ τὸ ποσὸν οὐκ ἀδιαίρετον, τὸ δὲ γένος ἔμπαλιν κατὰ μὲν τὸ ποσὸν ἀδιαίρετον. κατ’ εἶδος δὲ διαιρετόν. ὁτὲ μὲν οὖν, φησί, λέγεται ταὐτὰ ἀλλήλοις | τὰ ὑπὸ ταὐτὸν προσεχὲς γένος κατὰ γένος, καίτοι ταῖς ἀντικειμέναις ἐν αὐτῷ διαφοραῖς ἀντιδιῃρημένα, ὁτὲ δὲ τά ὑπὸ ἓν γένος ταὐτὰ ἀλλήλοις λέγεσθαι οὐ κτὰ τὸ προσεχὲς γένος, ὡς τὰ προειρημένα, ἀλλὰ κατὰ τὸ ἀνωτέρω. καὶ λέγει ἐφ’ ὧν τοῦτο. ὅταν γὰρ ᾖ γένη τινὰ ὑπάλληλα καὶ ληφθῇ τὰ εἴδη τὰ τοῦ ὑποκειμένου γένους, ἃ οὐκέτι ειδη προσεχῆ τῷ πρώτῳ γένει ἐστίν, ἀλλὰ τῷ ὑπ’ ἐκεῖνο, τελευταῖα ὄντα καὶ ἔσχατα ἀλλήλοις ἓν οὐ κατὰ τὸ προσεχὲς αὐτοῖς λέγεται γένος, ἀλλὰ κατὰ τὸ ἀνωτέρω· τὸ γὰρ ἄνω τούτου δηλωτικόν ἐστιν, οὗ καὶ τὸ ἀνωτέρω τούτων. οἷον ζῶόν ἐστι γένος, καὶ ὄρνεον ὑπὸ τοῦτο, καὶ τούτου εἴδη ἀετὸς καὶ ἱέραξ· ταῦτα δὴ οὐ καθὸ ὄρνεα ταὐτὰ ἀλλήλοις λέγεται καθὸ γάρ ὄρνεα, διαφέρει ἀλλήλων), ἀλλ’ ᾗ ζῷα ταὐτὰ καὶ ἕν, κατὰ τὴν εἰς τὸ ἀνωτέρω γένος μετάληψιν. οὕτως οὐδὲ τὸ σκαληνὸν καὶ ἰσοσκελὲς ἓν ἀλλήλοις ὡς τρίγωνα, ἀλλ’ ὡς σχήματα. τὸ γάρ τοι ἀνωτέρω τούτων δηλωτικὸν ἂν εἴη τοῦ κατὰ τὸ ἀνωτέρω τῶν προσεχῶν γενῶν, καὶ εἴη ἄν τὰ οὕτω τῷ γένει ταὐτά, ὡς κατὰ τὸ ἀνωτέρω γένος, οὐ κατὰ τὸ προσεχές, ἀναλόγως τὸ ἓν ἔχοντα τοῖς ἀπὸ τῆς ὕλης καὶ τοῦ ὑποκειμένου τὸ ἓν ἔχουσιν, οὐκ ἀπὸ τῆς προσεχοῦς ἀλλ’ ἀπὸ τῆς ἐσχάτης· ὡς γὰρ ἐκεῖνα κατὰ τὴν ἐσχάτην αὐτοῖς ὑποκειμένην ὕλην, οὐ κατὰ τὴν προσεχῆ, τὸ ἓν εἶχεν, οὕτω καὶ τὰ νῦν εἰρημένα τῷ γένει ταὐτά ἐστιν οὐ τῷ προσεχῶς κατηγορουμένῳ ἀλλὰ τῷ ἀνωτέρω. τοῦ δὲ κατὰ μὲν τὸ ἀνωτέρω γένος τὰ αὐτὰ λέγεσθαι ταῦτα, κατὰ δὲ τὸ πρσεχὲς μηκέτι ἓν ἀλλήλοις τὴν αἰτίαν ἀποδέδωκεν· οὗ γὰρ γένους διαφοραῖς οὐ διαφέρει ἀλλήλων τινὰ ὄντα ὑπ’ αὐτό, κατ’ ἐκεῖνο ταῦτα ἀλλήλοις ταὐτά, οὗ δὲ διαφοραῖς διαφέρει γένους, κατ’ ἐκεῖνο δὲ οὐ ταὐτά. οὐχ οὕτως ἦν τὰ τῷ γένει τὰ αὐτά, ὧν πρώτων ἐμνημόνευσε. τὰ δὴ τρίγωνα, τό τε ἰσόπλευρον καὶ τὸ σκαληνὸν καὶ τὸ ἰσοσκελές, ἐπεὶ σχήματος μὲν διαφοραῖς οὐ διαφέρει ὑπὸ γὰρ τὴν τῶν εὐθυγράμμων διαφορὰν πάντα τὰ τρίγωνα), ταὐτὰ ἀλλήλοις ἐστὶ σχήματα· τριγώνου δὲ διαφοραῖς διαφέροντα οὐκέτι τρίγωνα ταὐτὰ ὁμοίως. καὶ ὁ ἀετὸς καὶ ὁ κόραξ τοὐ ζῴου μὲν διαφοραῖς οὐ διαφέρει· ὑπὸ γὰρ τὸ πτηνὸν τὴν ζῴου διαφορὰν τὰ ὄρνεα πάντα, διὸ καὶ ζῷα ταὐτά· ὀρνέου δὲ διαφέροντα διαφοραῖς οὐκέτι τὰ αὐτὰ ὄρνεα. διὰ τοῦτο γὰρ καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ ἄνθρωπος ὁμοίως, ὅτι μὴ ἀνθρώπου διαφοραῖς ἀλλήλων διαφέρουσι. δείξας δὲ τίνα ἕν ἐστι κατὰ γένος, προστίθησί τι σημαινόμενον τοῦ ἑνὸς | τὸ κατὰ τὸν ὁρισμὸν καὶ τὸν λόγον τὸν τί ἦν εἶναι λέγοντα· ὧν γὰρ ἑτέρων ὄντων καὶ κεχωρισμένων ἀπ’ ἀλλήλων ὁ λόγος καὶ ὁρισμὸς ὁ αὐτός ἐστι, ταῦτα ἕν ἐστιν ἀλλήλοις. εἰπὼν δὲ ὧν ὁ λόγος ὁ τὸ τί ἦν εἶναι λέγων ἀδιαίρετος πρὸς ἄλλον, προσέθηκε τὸ αὐτὸς γὰρ καθ’ αὑτὸν πᾶς λόγος διαιρετός· τοῦτο δέ, ἐπεὶ πᾶς λόγος σύγκειται ἐκ πλειόνων τινῶν, εἰς ἃ καὶ διαιρεῖται. ὅταν δὴ κεχωρισμένων τινῶν ἀπ’ ἀλλήλων καὶ συμβεβηκόσι τισὶ διαφερόντων οἱ λόγοι οἱ τὴν οὐσίαν δηλοῦντες αὐτῶν ὦσιν οἱ αὐτοί, καὶ ταῦτα ἕν. καὶ εἴη ἄν διὰ τούτων εἰρηκὼς τίνα ἐστὶ τὰ τῷ εἴδει ἕν τε καὶ ταὐτά· τὸ δὲ ὥσπερ ἐπὶ τῶν ἐπιπέδων ὁ τοῦ εἴδους δηλωτικόν ἐστι τοῦ οὕτως τὸν τούτων τῶν κεχωρισμένων ἀλλήλων καὶ κατά τινα συμβεβηκότα διαφερόντων ἕνα εἶναι λόγον· τοιαῦτα γὰρ τὰ κατὰ τὸ μέγεθος μόνον ἀλλήλων διαφέροντα, ἐφ’ ὧν εἶπεν ηὐξημένον καὶ φθῖνον. ἢ ὡς καὶ ἐπὶ τῶν ἐπιπέδων ὁ αὑτὸς λόγος ἑκάστου κατὰ τὸ εἶδος μένει, ἄν τε ᾖ μεῖζον ἄν τε ἔλαττον· ὅμοιον γὰρ τρίγωνον καὶ ἓν καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον, ἄν ᾖ ὁμοειδῆ. Τούτοις προστίθησι καὶ λέγει καθόλου καὶ κυρίως ἓν ταῦτα εἶναι, ὧν ἡ νόησις ἀδιαίρετος ἡ νοοῦσα τὸ τί ἦν εἶναι αὐτῶν καὶ τὴν οὐσίαν· ἃ γὰρ κατὰ πάντα ἐστὶν ἀχώριστα καὶ μήτε χρόνῳ μήτε τόπῳ μήτε λόγῳ χωρισμόν τινα ἐπιδέχεται, ταῦτα μάλιστα ἕν, καὶ τῶν τοιούτων μάλιστα ὅσα οὐσίαι εἰσίν. λέγοι δ’ ἄν τὸ ἓν κατ’ ἀριθμὸν καὶ τόδε τι καὶ υποκείμενον κυρίως ἕν. τῶν μὲν γὰρ ὁμογενῶν καὶ ὁμοειδῶν χωρίζεταί τινα ἀλλήλων καὶ τόπῳ καὶ χρόνῳ καὶ τῶν ἑτερωνύμων εἰ καὶ μὴ τόπῳ ἢ χρόνῳ ὁ χωρισμός, ἀλλὰ λόγῳ γε· ἄλλος γὰρ λόγος ἀναβάσεως καὶ ἄλλος καταβάσεως, εἰ καὶ ἓν τὸ ὑποκείμενον καὶ ἀχώριστον. τὸ δὲ κὰτ ἀριθμὸν ἓν πάντῃ ἀχώριστον, καὶ μάλιστα τὸ ἐν τῇ οὐσίᾳ· καὶ γὰρ τῶν ἄλλων τῶν κατ’ ἀριθμὸν τὸ ἓν ἐχόντων ἕκαστον παρὰ τῆς οὐσίας ἔχει τοῦτο. ἢ τὰ μὲν ὑπὸ τὸ γένος διαφέροντα ἀλλήλων τῷ εἴδει καὶ τῖς ἀντικειμέναις διαφοραῖς τῷ γένει τὸ ἓν ἔχει, καὶ τὰ ὑπὸ τὸ εἶδος κεχωρισμένα ἀλλήλων καὶ διαφέροντα, εἰ καὶ μὴ κατ’ οὐσίαν, ἀλλὰ κατὰ συμταὐτὰ βεβηκότα γέ τινα, τῷ εἴδει ταὐτά τε καὶ ἕν· τὸ δὲ γένος αὐτὸ τὸ καθόλου λαμβανόμενον, οἷον τὸ ζῷον, ἓν ὂν καὶ ταὐτὸν αὑτῷ καὶ οὐκ ἄλλῳ, εἴη ἄν τῷ ἀριθμῷ αὐτὸ αὑτῷ ταὐτόν τε καὶ ἓν ὁμοίως, τουτέστιν ὁ μὴ ἀνθρώπου διαφοραῖς διαιρούμενος· καὶ ἔστι λεγόμενον διὰ τούτων ὑπ’ αὐτοῦ ὃ πρὸ ὀλίγου πρόσθεν εἶπεν. ἐπιφέρει δὲ τούτοις καὶ τὸ καθόλου | ἓν ἕκαστον λέγεσθαι κατὰ τοῦτο, καθὸ μὴ ἔχει διαίρεσιν μήτε διαφορὰν πρός τι· τὰ γὰρ μὴ διαφέροντα ἀλλήλων πάντα, καθὸ μὴ διαφέρει, ταὐτά ἐστιν ἀλλήλοις. ὅ τε γὰρ ἄνθρωπος ὁ κατὰ τὸ ἄνθρωπος ἀδιαίρετος εἷς ὁ γὰρ μὴ εἰς ἀνθρώπους διαιρούμενος εἷς), καὶ ἓν ζῷον ὁμοίως ὃ μὴ καθὸ ζῷον διαιρεῖται· καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. ταῦτα δὲ εἰπὼν διὰ μέσου πάλιν ἐπάνεισι, καὶ δείκνυσιν ὅτι κυρίως ἓν τὸ κατὰ τὴν οὐσίαν ἕν ἐστιν· τῶν μὲν γὰρ ἄλλων ἕκαστον ἓν λέγεται κατά τι συμβεβηκός· ἢ γὰρ τῷ ἕτερόν τι· ποιεῖν, ὡς τὰ ὁμοίως διατιθέντα τινὰ ἓν ἀλλήλοις λέγεται, οἷον μέλι μέλιτι ἢ ὅλως γλυκὺ γλυκεῖ καὶ θερμὸν θερμῷ, ἢ τῷ ἔχειν τι ταὐτόν, ὡς ὁ μουσικὸς τῷ μουσικῷ ἢ ὁ λευκὸς τῷ λευκῷ· τῷ γὰρ ταὐτόν τι ἔχειν ταὐτά· τὰ δὲ τῷ πάσχειν ταὐτὸν ὡς τὰ θερμαινόμενα ἢ ψυχόμενα ἢ ὅλως πάσχοντά τι τὸ αὐτὸ πάθος· τὰ δὲ τῷ πρός τι εἶναι, ὡς λέγομεν τοὺς μὲν πρὸς ἕω οἰκοῦντας πάντας δεξιοὺς τοῦ κόσμου καὶ ἐν τοῖς δεξιοῖς εἶναι καὶ κατὰ τοῦτο ἑνός τινος κοινωνεῖν, πάλιν δὲ ἀριστεροὺς τοὺς πρὸς δύσιν, ἢ τοὺς ἑνός τινος δεξιοὺς ἢ διπλασίους ἢ ἑνὸς υἱούς. ταῦτα μὲν οὖν τὸ ἓν ἔχει κατά τι τῶν συμβεβηκότων. κατὰ γὰρ τὸ ἐκείνων τινὸς ὁμοίως ἀλλήλοις κεκοινωνηκέναι τὰ οἷς συμβέβηκεν ἐκεῖνο τὸ ἓν ἔχει. κυρίως δὲ ἕν, ὧν ἡ οὐσία μία. μία δέ, ὥς φησιν, ἡ οὐσία τινῶν συνεχείᾳ ἓν γὰρ τὸ συνεχὲς καθὸ τοιοῦτον· οὕτω γραμμὴ μία καὶ ἐπίπεδον ἓν καὶ σῶμα ἕν) ἢ εἴδει οὕτω τρίγωνον ἓν καὶ ἄνθρωπος εἷς λέγονται εἶναι· ὧν γὰρ ἓν εἶδος, ἓν ταῦτα τῇ οὐσίᾳ, ὡς οἱ ἄνθρωποι· ὁμοειδεῖς γάρ· ὁμοίως καὶ πάντα τὰ ὁμοειδῆ ἀλλήλοις), ἢ λόγῳ φησίν· λόγῳ γὰρ λέγοι ἓν ἄν τὰ πολυώνυμα· καὶ γὰρ ταῦτα κατ’ οὐσίαν ἕν · εἷς γὰρ λόγος αὐτῶν ὁ τὴν οὐσίαν σημαίνων. ἢ ἐκ παραλλήλου εἶπε τὸ ἢ εἴδει ἢ λόγῳ· καὶ τοῦ οὕτως εἰρῆσθαι σημεῖον τὸ καὶ τὰ πλείω τίνα ἐστὶν ἀποδιδόντα τῶν τοῖς συνεχέσιν ἀντικειμένων μεμνημονευκέναι καὶ τῶν τῷ εἴδει· εἶπε γὰρ ὡς πλείω ἢ τὰ μὴ συνεχῆ ἢ ὧν μὴ ἓν τὸ εἶδος. ὅτι δὲ τούτων ἕκαστον ἕν , δείκνυσιν ἐκ τοῦ καὶ τὰ μὴ συνεχῆ ἀλλήλοις ὡς πλείω ἡμᾶς ἀριθμεῖν· πολλοὺς γὰρ ἀνθρώπους λέγομεν, ὅτι διῄρηνται ἀπ’ ἀλλήλων, καίτοι ταὐτὸν ἔχουσιν εἶδος. ἀλλὰ καὶ τὰ μὴ ὁμοειδῆ ἀλλήλοις πολλὰ λέγομεν, ὡς· ἵππον, κύνα, ἄνθρωπον. οὐκέτι δὲ παρέθετο πῶς καὶ ὧν οἱ λόγοι πλείους, καὶ ταῦτα πλείω. προστίθησι δὲ τοῖς προειρημένοις τοῦ κυρίως ἑνὸς τρόποις καὶ τὸ ὡς ὅλον ἕν· πολλάκις γὰρ κἂν ᾖ τι συνεχές, οὐ λέγομεν αὐτὸ ἕν , ἄν μὴ ὅλον ᾖ καὶ τὸ εἶδος ἀπείληφεν· οὐ γὰρ τὸ ὁπωσοῦν συγκείμενον ἕν, κἂν πάντα ἔχῃ τὰ μέρη ἐν αὑτῷ, ἀλλ’ ἄν οὕτως ἔχη ὡς τὸ οἰκεῖον εἶδος ἔχειν, ὡς ἔδειξεν ἐναργῶς ἐπὶ τοῦ ὑπο|δήματος. λέγει δὲ καὶ τὴν τοῦ κύκλου γραμμὴν διὰ τοῦτο μάλιστα ἓν εἶναι, ὅτι πρὸς τῷ συνεχεῖ καὶ τὸ τέλειόν τε καὶ ὅλον ἔχει· οὐ γὰρ δέχεται προσθήκην κατ’ οὐδέν, ὡς τὸ τέλειον ἔχουσα. δοκεῖ δὲ ἡ λέξις αὕτη ἐλλιπῶς εἰρῆσθαι· προθεὶς γὰρ ἐπεὶ δ’ ἔστι μὲν ὡς ὁτιοῦν ἕν φαμεν εἶναι, ἀνῇ ποσόν, οὐκέτι οὐδὲν πρὸς τοῦτο ἀπέδωκε· λείπει γὰρ τὸ εἴη ἄν τις καὶ οὗτος ἑνὸς τρόπος, ἤ τι τοιοῦτον. καὶ γὰρ εἰ δύναται τὸ ἐπὶ τοῦ κύκλου εἰρημένον ὡς οὕτως εἰρημένον ἀκούεσθαι ‘διὰ τοῦτο ἡ τοῦ κύκλου μάλιστα μία τῶν γραμμῶν῾, ἀλλ’ οὐχ οὕτως αὐτὸς εἴρηκε τῇ λέξει. εἴη δ’ ἄν σαφὴς ἡ λέξις καὶ τὸ ἀκόλουθον σώζουσα, εἰ εἴη γεγραμμένον ἀντὶ τοῦ ἐπεὶ δ’ ἔστι μὲν ὡς ὁτιοῦν ‘ἔτι ἔστι μὲν ὡς ὁτιοῦν.᾿ προστίθησι τοῖς εἰρημένοις καὶ ὅτι τὸ ἑνὶ εἶναι τὸ ἀρχὴ ἀριθμοῦ εἶναι ἔστιν· τὸ γὰρ ἐν ἑκάστῳ πρῶτον μέτρον, ὃ καὶ ἕν ἐστιν, ἐν ἑκάστω αρχή· τοιοῦτον δὲ ἐν μὲν τῷ ἀριθμῷ ἡ μονάς, ἐν ἄλλῳ δὲ ἄλλο, ὅ τι ποτὲ καὶ ἔστιν ἐν αὐτῷ τὸ πρῶτον μέτρον· οὐ γὰρ ταὐτὸν ἐν πᾶσι τὸ ἕν. τί δέ ἐστι τὸ ἐν ἑκάστῳ πρῶτον μέτρον, ἐδήλωσεν εἰπὼν ᾧ γὰρ πρώτῳ γνωρίζομέν τι, τοῦτο πρῶτον μέτρον ἑκάστου γένους. διὸ καὶ ἔδειξεν ὅτι ἀρχὴ ὡς γνωστοῦ· δι’ ὃ γὰρ πρῶτον γνωρίζεταί τι, τοῦτο ἀρχὴ ἐκείνου, ὥστε γνώσεως καὶ τοῦ γνωστοῦ τὸ ἓν ἀρχή· ἑνί τε γὰρ ἀνθρώπῳ πρώτως οἱ ἄνθρωποι γνωρίζονται καὶ ἑνὶ ἵππῳ οἱ ἵπποι, καὶ καθ’ ἕκαστον γένος οἰκείῳ τινὶ τοῦ γένους ἐκείνου. οὕτως ἐν μέλε ἡ δίεσις· τούτῳ γὰρ ἐλαχίστῳ αἰσθητῷ διαστήματι δοκεῖ πάντα τὰ διαστήματα ἐν τοῖς μέλεσι μετρεῖσθαι. καὶ ἐν φωνῇ δὲ τὸ φωνῆεν ἢ ἄφωνον στοιχεῖον ἕν· τούτοις γὰρ ἐλαχίστοις πᾶσα ἐγγράμματος φωνὴ μετρεῖται. πάλιν ἐν βάρει ἄλλο τι τὸ πρῶτόν τε καὶ ἕν, οὗ τῷ πλήθει τε καὶ τῇ συνθέσει τὸ πᾶν βάρος γνωρίζεται. ὁμοίως καὶ ἐν κινήσει ἔστι τι πρῶτον γνωριζόμενόν τε καὶ λαμβανόμενον, ᾧ ἡ πᾶσα κίνησις γνωρίζεται· καὶ γὰρ εἰ μὴ φύσει τίς ἐστι πρώτη κίνησις, ἀλλ’ ἡμεῖς γε ὁρίζομεν τὴν σταδιαίαν ἡ τινα ἄλλην, ᾗ τὴν ὅλην μετροῦμεν. ἐν πᾶσι δέ, φησί, καὶ πανταχοῦ τὸ ἓν ἢ τῷ ποσῷ ἢ τῷ εἴδει ἀδιαίρετον· τὸ μὲν ὄη κατὰ τὸ ποσὸν ἀδιαίρετον ἂν ᾖ πάντῃ ἀδιαίρετον καὶ ἔτι ἄθετον, μονὰς τοῦτο· ἂν δὲ θέσιν ἔχῃ πάντῃ ὂν ἀδιαίρετον, στιγμή· τὸ δὲ μοναχῇ διαιρετὸν γραμμή κατὰ γὰρ μῆκος), ἐπίπεδον δὲ τὸ διχῇ, τὸ δὲ πάντῃ τε καὶ τριχῇ διαστατόν τὸ γὰρ τριχῇ πάντῃ) σῶμα. | κατ᾿ εἶδος δὲ ἀδιαίρετον ὁ εἷς· ἄνθρωπος, ὁ εἷς ἵππος, καθ’ ἕκαστον εἶδος. τὸ κατ’ ἀριθμὸν δὲ ἓν ὡς γνώριμον ὂν οὐ προσέθηκεν. ἑξῆς δὲ ἄλλην τινὰ τοῦ ἑνὸς διαίρεσιν ὑπογράφει, ᾗ καὶ συνήθως εἰώθασι χρῆσθαι, ἐν τοῖς προειρημένοις καὶ αὐτῇ περιεχομένῃ· ἓν γὰρ τὰ μὲν κατ’ ἀριθμόν, τὰ δὲ κατ’ εἶδος, τὰ δὲ τῷ γένει, τὰ δὲ κατ’ ἀναλογίαν. λέγει δὲ τῷ μὲν ἀριθμῷ ἕν, ὧν ἡ ὕλη μία, κοινότερον ὕλην λέγων τὸ ὑποκείμενον· ἃ γὰρ κατὰ τὸ ὑποκείμενόν ἐστιν ἕν, ταῦτα τῷ ἀριθμῷ ἕν, ἐπεὶ καὶ ἐν γραμμῇ καὶ ἐν μονάδι τὸ ἓν τῷ ἀριθμῷ, ἅ ἐστιν ἄυλα. καὶ τὸ ὑποκείμενον δὲ κοινότερον ἂν ἐπ’ αὐτῶν λέγοιτο. εἴδει δὲ ἕν, ὧν ὁ λόγος, φησίν, εἷς. λόγος δὲ εἷς τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἁπάντων· τῶν γὰρ διαφερόντων τοῦ γένους εἰδῶν οὐκ ἔστιν ὁ αὐτὸς λόγος, ἀλλ’ ἔστιν ὁ αὐτὸς λόγος τῶν ὑπὸ τὰ ἄτομα εἴδη. γένει δὲ λέγει ἓν εἶναι, ὧν τὸ αὐτὸ σχῆμα τῆς κατηγορίας, τουτέστιν ὧν ἕν τι τῶν ἀνωτάτω γενῶν καὶ μία κατηγορία κατηγορεῖται· πάντα γὰρ ταῦτα ἓν τῷ γένει. τὸ δὲ κατ’ ἀναλογίαν ἓν ὡρίσατο τὸ ἔχον ᾠς ἄλλο πρὸς ἄλλο· ὅταν γὰρ οὕτως ἔχῃ τι πρός τι ὡς ἄλλο πρὸς ἄλλο, ταῦτα διὰ τὴν τοιαύτ.ην ὁμοιότητα ἀναλογίᾳ ἕν. γνώριμον δὲ καὶ ὃ ἐπὶ τούτοις προσέθηκεν, ὅτι ἀεὶ τὰ κατὰ τὸ ὕστερον τὸ ἓν ἔχοντα καὶ τὰ πρῶτα ἔχει, οὐ μὴν ἀνάπαλιν· τὰ γὰρ κατ’ ἀριθμὸν ἓν καὶ τῷ εἴδει καὶ τῷ γένει τὸ ἓν ἔχει. ἐπιζητήσαι δ’ ἄν τις πῶς τὰ κατ’ ἀριθμὸν ἓν καὶ ἀναλογίᾳ τὸ ἓν ἔχει, οὐ μὴν ἀνάπαλιν. ἢ οὕτω λέγεται κατὰ τὸ εἴδει ἓν τῷ ἀριθμῷ αὐτὸ αὑτῷ εἶναι· λέγει δὲ καὶ τὰ γένει τὸ ἓν ἔχοντα καὶ ἀναλογίᾳ ἔχειν· ἀνάλογον γὰρ τὸ ἐν τῷ αὐτῷ γένει, οἷον ὡς ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἵππος πρὸς ἵππον, ὡς ἄνθρωπος ζῷον καὶ ἵππος ζῷον. καὶ τὰ ἐν τῷ αὐτῷ δὲ εἴδει ἀνάλογον· οὐ μὴν τὰ ἀναλογίᾳ ἓν καὶ γένει· ἀναλογία μὲν γὰρ ἕν, ὡς πηγὴ πρὸς ποταμόν, οὕτω καρδία πρὸς ἑὸ ζῷον· οὐ μὴν καὶ ὁμογενῆ ταῦτα, πηγὴ καὶ καρδία ἢ ποταμὸς καὶ ζῷον. εἰπὼν δὲ περὶ τοῦ ἑνός, φανερόν φησιν εἶναι ὅτι καὶ τὰ πολλὰ ἀντικειμένως τῷ ἑνὶ λεχθήσεται· καὶ γὰρ τὰ μὴ συνεχῆ ἀλλὰ διῃρημένα πολλά, καὶ τὰ μὴ ἀδιαίρετον ἀλλὰ διῃρημένην καὶ διαφέρουσαν τὴν ὕλην ἔχοντα κατὰ τὸ εἶδος, τὴν πρώιην ἢ τὴν τελευταίαν, πρώτην μὲν ἂν τὸ μὲν εἴη κατὰ τὸ ὑποκείμενον οἶνος τὸ δὲ ἔλαιον ἕτερα γὰρ εἴδη τούτων), ἐσχάτην δὲ ἂν ᾖ τὸ ἔσχατον ὑπο|κείμενον ἑκάστῳ, ἐξ οὗ γέγονεν, ἕτερον τῷ εἴδει, οἷον ἄν τὸ μὲν ἐξ ὕδατος ᾖ τοῦ ἐσχάτου ὑποκειμένου, ὡς τὰ τηκτά, τὸ δὲ ἐκ γῆς ἤ τινος ἄλλου, ὡς τὰ θυμιάματα. τὰ δὲ τῷ τοὺς λόγους πλείους ἔχειν, ·ὡς τὰ ἕτερα τῷ εἴδει, ἃ εἴη ἀντικείμενα τοῖς ὧν εἷς λόγος καὶ ὅρος. ἔστι δὲ καὶ ἐπὶ τῶν ἄνων τοῦ ἑνὸς ἀποδόσεων ὁμοίως τοῖς προειρημένοις τὰ ἀντικείμενα πολλὰ λαμβάνειν· τῷ τε γὰρ γένει πολλά, ὧν οὐκ ἔστι κοινὸν γένος· ἀλλὰ καὶ ὧν οὐκ ἔστιν ἀδιαίρετος ἡ νόησις πολλά, καὶ τὰ διαιρούμενα ἀπ᾿ ἀλλήλων, καθὸ διαιρεῖται, πολλά. Τὸ ὂν λέγεται τὸ μὲν κατὰ συμβεβηκός, τὸ δὲ καθ’ αὑτὸ. Καὶ τοῦ ὄντος ὥσπερ καὶ τοῦ ἑνὸς πρώιην διαίρεσιν ποιεῖται τὴν εἷς τε τὸ κατὰ συμβεβηκὸς καὶ τὸ καθ’ αὑτὸ καὶ πρῶτον· καὶ ἐπὶ τούτου τρόπους ἐκτίθεται καθ’ οὓς κατὰ συμβεβηκὸς εἶναί τι λέγεται, διὰ παραδειγμάτων, χρώμενος ἀντὶ τοῦ ὄντος τῷ ἔστιν, ἐπεὶ καὶ ἐκ τοῦ ὄντος τὸ ἔστιν ἐσχημάτισται. λέγει δὴ κατὰ συμβεβηκὸς τὸ ὃν καὶ τὸ εἶναι κατηγορεῖν ἡμᾶς ποτὲ μέν, ἂν οὕτω λέγωμεν, ὁ δίκαιος μουσικός ἐστιν, ὥσπερ ἦν καὶ κατὰ συμβεβηκὸς ἕν, ποτὲ δὲ ἂν οὕτως, ὁ ἄνθρωπός μουσικός ἐστιν, ποτὲ δέ, ἂν οὕτως, τὸ μουσικὸν ἄνθρωπός ἐστιν· καθ’ οὓς προεδείχθη καὶ τὸ κατὰ συμβεβηκὸς ἓν λεγόμενον. τίς δὲ ἡ τούτων διαφορὰ πρὸς ἄλληλα, καὶ δι’ ἃ. ἐπὶ πάντων τῶν τοιούτων κατὰ συμβεβηκὸς τὸ ὂν καὶ τὸ εἶναι λέγεται, ἑξῆς δείκνυσιν· ὡς γὰρ ὅταν συμβεβηκότα τινὰ κατηγορήσωμέν τινος, κατὰ συμβεβηκὸς λέγομεν ἐκείνην εἶναι μίαν τὴν κατηγορήσωμέν τῷ ἓν εἷναι τὸ ὑποκείμενον τοῖς οὕτω συνυπάρχουσιν, οὕτω καὶ ὂν λέγεται κατὰ συμβεβηκὸς τὰ οὕτως ὑπάρχοντά τινι οὐσίᾳ. ὡς γὰρ ἕν ἐστι κατὰ συμβεβηκός, ὅτι ἑνὶ συμβέβηκεν, οὕτω καὶ ὂν κτὰ συμβεβηκός, ὅτι ὄντι συμβέβηκε τῇ οὐσίᾳ, καὶ ἔστιν αὐτοῦ· ὧν δὲ κυρίως ἐστὶ τὸ ὑποκείμενον, ταῦτα εἴτε ἓν ἢ πλείω, αὐτῷ εἴη συμβεβηκότα, εἰ τοῦτο εἶεν. ὃ γὰρ μὴ κυρίως τί ἐστι, τοῦτο κατὰ συμβεβηκὸς ἐκεῖνό ἐστιν· οὐδεμία γὰρ οὐσία καθ᾿ αὑτήν ἐστί τι τούτων ἃ οὐκ ἐν τῷ εἶναι αὐτῆς ἐστιν, ἀλλὰ συμβέβηκεν αὐτῇ· διὸ αὐτή τε ἡ ὑποκειμένη τούτοις οὐσία κατὰ συμβεβηκὸς αὐτά ἐστιν ἃ οὕτως αὐτῆς κατηγορεῖται, καὶ τὰ συμβεβηκότα αὐτῇ καὶ αὐτὰ κατὰ συμβεβηκός ἐστι τῷ μὴ κυρίως εἶναι μηδὲ καθ’ αὑτά, ἀλλὰ τὸ εἶναι παρὰ τούτου ἔχειν ᾧ συμβέβηκε. παραπλησίως λέγοντες ὥσπερ εἰ τὸν μουσικὸν οἰκοδο|μεῖν εἴποιεν ἀλλ’ οὐχὶ οἰκοδόμον εἶναι, ἵνα χωρὶς τοῦ εἶναι λαβὼν τὸ συμβεβηκός, καὶ δείξας πῶς τοῦτο λέγεται, δείξῃ ὁμοίως τούτῳ λεγόμενον καὶ τὸ εἶναι τὸν οἰκοδόμον μουσικόν. ὡς οὖν ὁ οἰκοδόμος μουσικός, καὶ ἀντιστρέψαντι ὁ μουσικὸς οἰκοδόμος. οὐδὲν γὰρ διαφέρει, ὅπως ἄν ῥηθείη· ὅτι γὰρ ᾧ συμβέβηκεν οἰκοδόμῳ εἶναι, τούτῳ καὶ μουσικῷ· ὅταν γάρ τι τάδε λέγηται εἶναι ἀληθῶς, τούτῳ ἀληθές ἐστι τὸ κατηγορούμενον ὑπάρχειν τε καὶ συμβεβηκέναι. βεβηκέναι. ὡς δὴ ἐπὶ τῶν ἄλλων, οὕτως δὲ καὶ ἐπὶ τῶν εἰρημένων ἔχει· ἄν τε γὰρ λέγωμεν τὸν ἄνθρωπον μουσικὸν εἶναι ἢ τὸν μουσικὸν ἄνὧν θρωπον, ἄν τε τὸν μουσικὸν λευκὸν εἶναι ἢ τὸν λευκὸν μουσικόν, τὸ μὲν ὅτι ἀμφότερα τῷ αὐτῷ συμβέβηκε λέγομεν, καὶ ἔστιν ὁ ἄνθρωπος ἀμρότερα καὶ λευκὸς καὶ μουσικὸς κατὰ συμβεβηκός· τὸ δὲ ὁ ἄνθρωπος μουσικός, ὅτι τῷ ἀνθρώπῳ συμβέβηκε τὸ μουσικόν, καὶ ἔστιν οὕτως ὂν ὡς ὄντι συμβεβηκός, κυρίως ἄν καὶ αὐτὸ ὄν, εἰ ἦν ἐκ τῆς οὐσίας αὐτοῦ. τὸν δὲ μουσικὸν ἄνθρωπον λέγομεν οὐχ ὡς τοῦ ἀνθρώπου ὑπάρχοντος τῷ μουσικῷ, ἀλλ’ ὡς τοῦ μουσικοῦ τῷ ἀνθρώπῳ, παρὰ φύσιν τὴν ἐκφορὰν τῆς κατηγορίας ποιούμενοι, ὅταν οὕτω λέγωμεν τὸν μουσικὸν ἄθρωπον. ἐκθέμενος οὖν τοὺς τρεῖς τοῦ κατὰ συμβεβηκὸς τρόπους, δείκνυσιν αὐτῶν τὴν πρὸς ἀλλήλους διαφοράν· ἢ γὰρ διότι τῷ ὄντι καὶ τῇ οὐσίᾳ ἄμφω ὑπάρχει, ἢ ὅτι τῷ ὑποκειμένῳ οὐσίᾳ ὄντι ὑπάρχει καὶ συμβέβηκε τὸ κατηγορούμενον, ἢ ὅτι αὐτό ἐστιν ᾧ ὑπάρχει τὸ οὗ αὐτὸ κατηγορεῖται, ὡς ἐν ταῖς παρὰ φύσιν προτάσεσιν, ἐν αἷς συμβεβηκότος οὐσία κατηγορεῖται. προσέθηκε δὲ τοῖς προειρημένοις ὡς κατὰ συμβεβηκὸς τοῦ εἶναι λεγομένου ὁμοίως τοῖς προειρημένοις καὶ ἐπὶ τῶν τοιούτων τὸ οὐ λευκὸν ἔστιν· τὸ γὰρ οὐ λευκὸν κατὰ συμβεβηκὸς εἶναι λέγεται. ὅτι ᾧ συμβέβηκε μὴ εἶναι λευκῷ ἐκεῖνο ἔστιν. εἰπὼν δὲ περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος, ἑξῆς περὶ τοῦ καθ’ αὑτὸ λέγει. φησὶ δὲ τοσαυταχῶς τὸ καθ’ αὑτὸ ὂν λέγεσθαι ὅσα ἀήματα καὶ γένη κατηγοριῶν. σχήματα δὲ κατηγοριῶν τὰς δέκα κατηγορίας λέγει· δεκαχῶς οὖν φησι τὸ καθ’ αὑτὸ ὂν λέγεσθαι. καὶ αἴτιον τούτου ἀποδίδωσιν· ἐπεὶ γὰρ ἑκάστῳ τῶν ὄντων τὸ εἶναι συντασσόμενον ταὐτὸν ᾧ συντάσσεται σημαίνει· τὴν γὰρ οἰκείαν ὕπαρξιν ἑκάστου σημαίνει τὸ ὂν ὁμώνυμον· εἰ δὲ δέκα αἱ κατὰ τὰ ἀνωτάτω γένη διαφοραί, δεκαχῶς καὶ τὸ ὄν τε καὶ τὸ εἶναι ῥηθήσεται. τὸ μὲν γὰρ τῇ οὐσίᾳ συντασσόμενον εἶναι τὴν οὐσιώδη ὕπαρξιν σημαίνει, τὸ δὲ τῷ ποσῷ τὴν ὡς ποσοῦ, καὶ τῷ ποιῷ τὴν ὡς ποιοῦ, καὶ ἐπὶ τῶν ἄλλων γενῶν ὁμοίως. ὥστε καὶ | ὅταν ἐν τῇ ὠσίᾳ τινὸς τούτων τι κατηγορῆται ὡς γένος ἢ ὡς διαφορὰ ἢ ὡς ὁρισμός τινος ὂν αὐτῶν, τὸ ἔστι τὸ τοῖς οὕτω κατηγορουμένοις συντασσόμενον εἴη ἄν καθ’ αὑτὸ κατηγορούμενον. δεικτικὸν δὲ τοῦ τὸ ἔστιν, ᾧ ἂν συντάσσηται, ἐκείνην σημαίνειν τὴν φύσιν, παρέθετο τὸ μηδὲν σημαίνειν ἄλλο ·τὸ ἄνθρωπος ὑγιαίνων ἐστὶν ἡ τὸ ἄνθρωπος ὑγιαίνει, τουτέστι τὸ ἔστιν, ὃ ἐπὶ τῇ ὑγείᾳ συντέτακται, μηδὲν ἄλλο ἢ τὴν τῆς ὑγείας ὕπαρξιν σημαίνει· ὁμοίως καὶ ἐπὶ τοῦ βαδίζων τὴν τῆς βαδίσεως, καὶ ἐπὶ τοῦ τέμνων τὴν τῆς τομῆς, καὶ ἐπὶ πάντων ὁμοίως. ὡς γὰρ εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας, αὐτὸ μὲν οὐδέν ἐστι, προσσημαίνει δὲ σύνθεσίν τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐχ οἷόν τε εἶναι. ἔτι, φησί, σημαίνει τὸ ἔστι καὶ τὸ εἶναι καὶ τὸ ὂν τὸ ἀληθές, τὸ δὲ μὴ εἶναι καὶ τὸ μὴ ὂν ψεῦδος· τὸ μὲν γὰρ ἀληθὲς εἶναί τε καὶ ὄν φαμεν, τὸ δὲ ψεῦδος μὴ εἶναί τε καὶ μὴ ὄν, ὁμοίως ἔν τε καταφάσει καὶ ἀποφάσει, τουτέστιν ἐάν τε καταφατικῶς τινος κατηγορηθῇ ἄν τε ἀποφατικῶς. ὁ μὲν γὰρ λέγων ‘ἔστι Σωκράτης μουσικός’ ἀληθές φησιν εἶναι τὸ λεγόμενον, τῷ ἔστιν ἐπὶ τοῦ ἀληθοῦς χρώμενος. ὁμοίως καὶ ὁ λέγων ‘ἔστι Σωκράτης οὐ λευκός,’ ἀποφατικῶς κατηγορῶν τὸ οὐ λευκός, ἀληθὲς λέγει πάλιν τὸ εἶναι μὴ λευκὸν Σωκράτην. καὶ οὕτω μὲν ἐν τῇ καταφάσει τἀληθές, τὸ δὲ ψεῦδος ἐν τῇ ἀποφάσει, ὡς ὅταν εἴπῃ τις μὴ εἶναι τὴν διάμετρον τῇ πλευρᾷ σύμμετρον. συν·τάξας γὰρ τὸ τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ τῷ μὴ εἶναι. ψεῦδος λέγει τὸ εἶναι τοῦτο. ὁ μὲν γὰρ τὴν κατάφασιν λέγων ἀληθές φησιν εἶναι τὸ εἶναι, ὁ δὲ τὴν ἀπόφασιν ἀναιρεῖ τὸ εἶναι ὡς ψεῦδος ὄν. λέγει δὲ τὸ εἶναί τε καὶ τὸ ὂν σημαίνειν πρὸς τοῖς εἰρημένοις καὶ τὸ δυνάμει τε καὶ ἐντελεχείᾳ. ἂν δὲ ᾖ γεγραμμένον ἀντὶ τοῦ δυνάμει τὸ ῥητόν, λέγοι ἄν ῥητὸν τὸ δυνάμει, ὅτι ῥηθῆναι μὲν ἀληθές ἐστιν, οὐ μὴν καὶ ἔστιν ἤδη. τὸ δὲ ἐντελεχείᾳ τῶν εἰρημένων τούτων, τουτέστι τῶν ῥητῶν τε καὶ δυνάμει. ὁρῶν γὰρ εἶναι λέγεται καὶ τὸ ἤδη ὁρῶν καὶ τὸ δυνάμενον, ὡς τὸ κοιμώμενον, τοῦ εἶναι καὶ ἐπ’ ἐκείνου καὶ ἐπὶ τούτου κατηγορου- μένου· ὁμοίως καὶ ἐπίστασθαι καὶ τὸ ἐνεργοῦν κατ’ ἐπιστήμην καὶ τὸ δυνάμενον· ἔστι δὲ ἴσον τὸ ἐπίστασθαι τῷ ἐπιστάμενον εἶναι. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἠρεμεῖν. καὶ ἐπὶ τῶν οὐσιῶν δὲ ὁμοίως σημαίνεσθαί φησιν ὑπὸ τοὐ εἶναι καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, οὐσίας εἰπὼν αὐτὰ τὰ πράγματα τὰ ὑποκείμενα πρὸς ἀντιδιαίρεσιν τῶν προειρημένων πραγ- μάτων ἐπὶ ἐνεργειῶν εἰρημένα καὶ ἕξεων καὶ ἠρεμιῶν, ἅπερ ἦν ταῖς οὐσίαις | συμβεβηκότα. ὅταν γάρ, φησίν, ἐν τῷ ἀργῷ λίθῳ Ἑρμῆν τις λέγῃ εἶναι, ὅτι δύναται γενέσθαι Ἑρμῆς ἐξ αὐτοῦ λέγει. ἀλλὰ καὶ τὸ ἥμισυ τῆς γραμμῆς δυνάμει ἐστὶν ἐν τῇ μὴ διῃρημένῃ, καὶ τὴν γραμμὴν ἐν ταῖς οὐσίαις θείς, ἐπεί τισιν οὕτως ἐδόκει. ὁμοίως καὶ σῖτός ἐστιν ὁ μηδέπω ἁδρὸς δυνάμει. εἰπὼν δὲ ταῦτα προσέθηκε πότε δὲ δυνατὸν καὶ πότε οὔπω, ἐν ἄλλοις διοριστέον· οὐ γὰρ ἐφ’ ὁτουοῦν τῶν ὄντων τὸ δυναὸν κατηγορητέον, ἀλλ’ ἐπὶ τοῦ ἤδη ὄντος καὶ δυναμένου εἰς ἐκεῖνο προσεχῶς μεταβάλλειν, ὃ λέγεται δύνασθαι ἢ δέξασθαι αὐτό· τὸν μὲν γὰρ ἤδη ὄντα λίθον ἐρεῖ τις Ἑρμῆν εὐλόγως δυνάμει, οὐκέτι μέντοι καὶ τὴν γῆν καὶ τὸ ὕδωρ, ἐξ ὧν ὁ λίθος, Ἑρμῆν ἐρεῖ τις δυνάμει. καὶ τὸ μὲν παιδίον δυνάμει ἐπιστῆμον, οὐ μὴν καὶ τὸ ἔμμηνον· καὶ τὸ σκυλάκιον δυνάμει ὁρῶν, οὐ μὴν καὶ τὸ ἔτι κατὰ γαστρὸς ὄν. ποιήσεται δὲ τὸν λόγον περὶ μὲν τοῦ κατὰ συμβεβηκὸς ὄντος καὶ περὶ τοῦ ὡς ἀληθοῦς ἐν τῷ μετὰ τοῦτο, περὶ δὲ τοῦ καθ’ αὑτὸ ὄντος ἐν τῷ Z καὶ Η, περὶ δὲ τοῦ δυνάμει τε καὶ ἐντελεχείᾳ ἐν τῷ Θ. Οὐσία λέγεται τά τε ἁπλᾶ σώματα. Διελὼν τὸ κυρίως ὂν κατὰ τὰς κατηγορίας, καὶ τούτων ἑκάστη ποσαχῶς λέγεται δείκνυσι, καὶ πρῶτον περὶ τῆς οὐσίας διαλαμβάνει καὶ διαιρεῖ αὐτὴν εἴς τε τὰ σώματα· τὰ γὰρ σώματα οὐσίαι καὶ ὅλως ὅσα ἐκ σώματός ἐστιν ἡ σῶμα ἔχει, πάντα οὐσίαι, ὥσπερ τὰ ζῷα. λέγει δὲ καὶ δαιμόνια οὕτως οὐσίας, ἤτοι καθ’ οὓς δαίμονές εἰσι, λέγων κἀκείνους τοιαύτας οὐσίας εἶναι, εἴ γε κἀκεῖνοι ἐκ ψυχῆς τε καὶ σώματος, ἢ δαιμόνια τὰ θεῖα λέγει· τοιαῦτα γὰρ τὰ ἄστρα καὶ τὰ τούτων μέρη. οὐχ ὡς ψυχὴν δὲ καὶ σῶμα λέγοι ἂν νῦν τὰ μέρη ἐπὶ τῶν ζῴων, ἀλλ’ ὡς τὰ σωματικὰ μέρη, οἷόν ἐστι χεὶρ ἢ πούς· περὶ γὰρ τῆς κατὰ τὸ εἶδος οὐσίας ἐπιφέρει. τοῦ δὲ πάντα τὰ τοιαῦτα οὐσίας εἶναι αἰτίαν ἀποδέδωκεν ὅτι μὴ καθ’ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ὅτι μή ἐστι τοιαῦτα ὡς ἔν τινι ὑποκειμένῳ αὐτοῖς τὸ εἶναι ἔχειν, ἀλλὰ τοὐναντίον αὐτὰ ἄλλοις ὑπόκειται· ἡ γὰρ τῶν συμβεβηκότων φύσις ἐν τούτοις τὸ εἶναι ἔχει. αἱ δὲ ἄτομοι οὐσίαι τοιαῦται· ἐν γὰρ ταύταις τὰ συμβεβηκότα· διὸ αὗται οὔτε καθ’ ὑποκειμένου οὔτε ἐν ὑποκειμένῳ, ἀλλὰ κατὰ τούτων τὰ ἄλλα καὶ ἐν τούτοις. ἄλλον δέ φησι τρόπον οὐσίαν λέγεσθαι, ὃ ἂν ᾖ αἴτιον τοῦ εἶναι ἐνυπάρχον ἐν τοῖς τοιούτοις ὅσα μὴ λέγεται καθ᾿ ὑποκειμένου] λέγει δὲ διὰ τούτων ὅσα ταῖς προειρημέναις οὐσίαις ἐνυπάρχει (ταῦτα γὰρ μὴ καθ’ ὑποκειμένου νῦν λέγει· τὰ γὰρ συμβεβηκότα καθ’ ὑποκειμένου)· ὅσα δὴ ἐνυπάρχοντα ταῖς οὐσίαις αἴτιά ἐστιν αὐταῖς τοῦ εἶναι αἵ εἰσι, ταῦτα καὶ αὐτὰ οὐσίας λέγεσθαι. εἴη δ’ ἂν λέγων τὰ τῶν φύσει συνεστώτων εἴδη, ταῦτα δέ ἐστι τὰ φυσικὰ καὶ ἔνυλα εἴδη, ὁποῖόν ἐστιν ἐν τοῖς ζῴοις ἡ ψυχή· διὰ γὰρ ταύτην ζῷα. καὶ ἐπὶ τῶν φυσικῶν δὲ σωμάτων τὸ εἶδος ἑκάστῳ αἴτιον τοῦ εἶναι ὅ ἐστιν. οὐσίας φησὶ λέγεσθαι καὶ ὅσα μόρια ἐνυπάρχοντά τισιν ὁρίζει τε αὐτὰ καὶ τόδε τι εἶναι αὐτὰ σημαίνει, ὧν ἀναιρουμένων ἀναιρεῖται καὶ τὸ ὅλον. λέγει δὲ οὕτω τὰ πέρατα τῶν σωμάτων οὐσίας καὶ αὐτὰ λέγεσθαι, μέρη καὶ μόρια κοινότερον εἰπὼν αὐτά, ὡς ὄντα τῶν τοῦ σώματος διαστημάτων μέρη· οὐ γάρ ἐστιν ἡ ἐπιφάνεια μέρος τοῦ σώματος οὕτως ὡς διαιρεῖσθαι εἰς αὐτήν· τοῦ μέντοι λόγου αὐτοῦ μόριόν ἐστι, καὶ ταύτῃ ὁρίζεται τὸ σῶμα. ὁμοίως δὲ καὶ ἡ γραμμὴ πρὸς τὴν ἐπιφάνειαν ἔχει· ὁρίζει γὰρ αὐτὴν πέρας ὂν αὐτῆς, ἢ εἰ μὴ ὡρίζετο τῷ πέρατι, ἄπειρος ἄν ἦν καὶ οὐ τόδε. τὸ γὰρ ἑκάστου σώματος ἢ μεγέθους πέρας, χωρίζον ἀπὸ τῶν ἄλλων ἂὐτό, αἴτιον αὐτῷ τοὺ τόδε εἶναι κατὰ περιγραφὴν οἰκείαν ὅ ἐστιν. Τὸ δὲ ἐν τοῖς τοιούτοις τοῖς σώμασιν ἂν λέγοι, τοῖς σώμασιν· ἂν λέγοι, ἅ δύναται καθ’ αὑτά ἔχειν· καὶ γὰρ ἡ γραμμὴ εἰ καὶ προσεχέστερον τῆς ἐπιφανείας, ἀλλὰ καὶ τοὐ σώματος· οὐδὲ γὰρ ἡ ἐπιφάνεια χωρὶς ἐκείνου. ἢ τοῖς τοιούτοις τοῖς πεφυκόσι πέρατα ἔχειν καὶ ὁρίζεσθαι ὑπ’ αὐτῶν. ἢ τοῖς τοιούτοις ταῖς οὐσίαις· δοκεῖ γάρ τισι καὶ τὰ μαθηματικὰ οὐσίαι εἶναι. τόδε δέ τι σημαίνειν εἶπε τὰ πέρατα, ὅτι κατὰ ταύτα αἱ μορφαὶ τῶν σωμάτων, ἀφ’ ὧν τάδε τινὰ εἶναι λέγεται, οἷον κύβοι, σφαῖραι. ἢ κατὰ ταῦτα οὐ τάδε ἀλλὰ τοιάδε λέγεται· λέγει δὲ τόδε σημαίνειν τὴν ἐπιφάνειαν καὶ τὴν γραμμήν· πρὸς γὰρ τῷ πέρατα εἶναι καὶ φύσιν τινὰ οἰκείαν σημαίνειν δοκεῖ καὶ οὐσίαν. ἢ τόδε τὸ ὡρισμένον, τοῦτο δὲ παρὰ τῶν περάτων αὐτοῖς. προσέθηκε δὲ καὶ τὸ ὧν ἀναιρουμένων ἀναιρεῖται καὶ τὸ ὅλον, ἐν ᾧ τούτων ἕκαστόν ἐστιν, ἐπειδὴ ἀναιρουμένων τῶν πρώτων ἀναιρεῖται καὶ τὰ μετὰ ταῦτα. οὔτε γὰρ μὴ ὄντος ἐπιπέδου σῶμα ἄν εἴη οὔτε μὴ οὕσης γραμμῆς ἐπίπεδον, εἴ γε πᾶν σῶμα καὶ πάν ἐπίπεδον πεπερασμένον, πέρατα δὲ αὐτῶν ταῦτα· ἀεὶ γὰρ τὸ πέρας τὸ ἐν τοῖς μεγέθεσι πρῶτον τοῦ οὗ πέρας ἐστίν, ἐλαττούμενον αὐτοῦ διαστάσει μιᾷ. τὸ δὲ ὡς λέγουσί τινες προσέθηκεν ἤτοι ὅτι καθ’ οὓς πεπερασμένα ταῦτα, τό τε | σῶμα καὶ ἡ ἐπιφάνεια, ἀναιρουμένων τῶν περάτων ἀναιρεῖται καὶ αὐτά, οὐκέτι μέντοι καὶ καλ’ οὓς ἄπειρόν τί ἐστι σῶμα. ἢ κατ’ ἐκείνους ἀναιρουμένης γραμμῆς τε καὶ ἐπιφανείας ἀναιρεῖται τὸ ἐπίπεδον καὶ τὸ σῶμα, καθ’ οὓς οὐσίαι τε ταῦτα καὶ ἀρχαὶ καὶ στοιχεῖα· καθ’ οὗς γὰρ ἡ τῶν σωμάτων γένεσις ἐκ τῆς τῶν ἐπιπέδων ποιᾶς συνθέσεως, ὡς ἐν τῷ Τιμαίῳ λέγει Πλάτων, κατὰ τούτους ἀναιρουμένων τούτων ἀναιρεῖται καἴ τὸ σῶμα. κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ ἡ ἐπιφάνεια γραμμῶν ἀναιρουμένων καὶ ἡ γραμμὴ στιγμῶν· ἐν γὰρ τῇ αὐτῇ ἀναλογίᾳ πρὸς ἄλληλα ταῦτα πάντα. οὐκέτι μέντοι καθ’ οὓς οὐκ ἐν τῇ οὐσίᾳ τὰ πέρατά ἐστιν ἐκείνων ὧν ἐστι πέρατα, συναναιρεῖται τοῖς πέρασι τὰ πεπερασμένα ὑπ’ αὐτῶν· οὐ γάρ ἐστιν ἐν τῷ τοῦ σώματος λόγῳ ἢ τῆς ἐπιφανείας τὸ πεπερασμένον. δοκεῖ δέ, φησί, τισὶν ὅλως ὁ ἀριθμὸς εἶναι τοιοῦτος· ὡς ἀναιρουμένου τε αὐτοῦ μηδὲν τῶν ἄλλων εἶναι, καὶ πάντα ὁρίζεσθαι ὑπὸ τοῦ ἀριθμοῦ· τοῦτο δὲ κατὰ τοὺς στοιχεῖα τῶν ὄντων τοὺς ἀριθμοὺς λέγοντας, ὡς τοῖς Πυθαγορείοις ἐδόκει· καὶ εἴρηται ἡ δόξα αὐτῶν ἐν τῷ Α τῷ μείζονι. εἶεν δ’ ἂν καὶ κατὰ Πλάτωνα τῶν ὄντων πάντων οἱ ἀριθμοί, εἰ καὶ μὴ ὡς στοιχεῖά τε καὶ ἐνυπάρχοντα, ἀλλ’ ὡς εἰδοποιοῦντα ἕκαστον τῶν ἄλλων· αἱ γὰρ ἰδέαι ἀριθμοὶ οὖσαι τοῦ εἶναι τοῖς ἄλλοις αἴτιαι. Πρὸς τοῖς προειρημένοις οὐσίαν φησὶ λέγεσθαι καὶ τὸ τί ἦν εἶναι, οὗ τί ἦν εἶναι λόγος ἐστὶν ὁ ὁρισμός· τί γάρ ἐστι τὸ τί ἦν εἶναι ἀπαιτούμενοι, λέγομεν ὅτι ὁ ὁρισμός, λόγον κοινότερον εἰπὼν τὸν ὁρισμόν. οὐσίαν δή φησι καὶ τὸν ὁρισμὸν τὸν ἑκάστου ἐκείνου εἶναι οὗ ὁρισμός ἐστιν, οὐχ ἁπλῶς· οὕτω γὰρ καὶ ποιοῦ οὐσία ἂν εἴη καὶ ποσοῦ καὶ τῶν ἄλλων ὁμοίως. διαφέροι δ’ ἂν τοῦ ἐνύλου εἴδους, περὶ οὗ πρὸ ὀλίγου εἶπεν ὡς αἰτίου ὄντος ἑκάστῃ τῶν οὐσιῶν τοῦ εἶναι .ιαύτην ἥτις ἐστίν, ὅτι ἐκείνη μὲν ἐν τοῖς φύσει συνεστῶσιν οὖσα καὶ φυσικὸν εἶδος οὖσα καὶ κυρίως ἦν οὐσία, τὸ δὲ νῦν λεγόμενον εἶδος, καθ’ ὃ τὸ τί ἦν εἶναι ἑκάστῳ, καὶ ἐν μὴ οὐσίαις ἐστίν· οὐ γὰρ μόνον τὸ τί ἦν εἶναι ἐπὶ τῶν οὐσιῶν. διὸ οὐδὲ ἁπλῶς τὰ τοιαῦτα ίͅὸη οὐσίαι, ἀλλ’ ἐκείνων οὐσίαι ὧν τὸ τί ἦν εἶναι δη- λοῦσι, διὸ καὶ λέγεται ἑκάστου οὐσία τις εἶναι. δύναταί τις καὶ τοῦ ςTοους ὡς πλεοναχῶς λεγομένου ἀκούειν, καὶ ἑνὸς μὲν ὄντος ὡς αἰτίου τοῦ εἶναι τῷ ἐν ᾧ ἐστιν, ὡς ἡ ψυχή, περὶ οὗ εἶπε πρώτου, ι ἄλλου δὲ ὡς αὐτοῦ εἶναι, οὗ ἦν αἰτία ἡ ψυχὴ ἡ αἰσθητική, ὃ οὐκ ἔστι ταὐτὸν τῇ ψυχῇ, ἐκείνη μέντοι αἰτία τούτου. καὶ εἴη ἂν τούτου νῦν μνημονεύων, ἀλλ’ οὐχὶ τῆς ἔξωθεν μορφῆς καὶ τοῦ σχήματος, ὃ πέρας πώς ἐστιν ἑκάστου καὶ ὁρίζει αὐτό. οὗ καὶ αὐτοῦ εἴη ἂν ἐuι νημονο͂υκ̓ὼb́ δι’ ὧν ἔλεγεν οὐσίας εἶναι τὰ ἐνυπάρχοντά τε ἑκάστῳ τῶν τοιούτων, ἅ εἰσιν οὐσίαι, καὶ ὁρίζοντα αὐτά. ἐκθέμενος δὲ πλείω σημαινόμενα τῆς οὐσίας εἰς δύο φησὶ τρόπους ἀνάγεσθαι τὰς εἰρημένας οὐσίας, τό τε ἔσχατον ὑποκείμενον, ὃ μηκέτι κατ’ ἄλλου λέγεται (εἶπε γὰρ ἐν τῷπρώτῳ σημαινομένῳ τῆς οὐσίας τὸ μὴ καθ’ ὑποκειμένου· εἰ δὴ τοιοῦτον ἡ οὐσία, τὸ μάλιστα τοῦτο ἔχον μάλιστα ἂν οὐσία εἴη. τοιοῦτον δὲ τὸ ὑποκείμενον ἔσχατον, ὑφ’ ὃ σημαινόμενον τῆς οὐσίας τάσσοιτο ἄν πᾶσα ἡ ἄτομος οὐσία· τοιαύτη δὲ ἥ τε συναμφοτέρα καὶ ἡ κατὰ τὸ πρῶτον εἶδος καὶ ἡ ὕλη · κατ’ οὐδενὸς γὰρ ἡ ὕλη), καὶ ὃ ἂν τόδε τΙ ὂν καὶ χωριστὸν ᾖ· ὃ τί ποτέ ἐστιν ἐξηγούμενος προσέθηκε τοιοῦτον δὲ ἑκάστου ἡ μορφὴ καὶ τὸ εἶδος, ὑφ’ ὃ πάλιν σημαινόμενον ἥ τε ὡς ψυχὴ οὐσία ὑπάγοιτ’ ἄν, ὡς ἐλέγομεν τὰ φυσικὰ εἴδη, καὶ ἡ κατὰ τὰ ἐνυπάρχοντά τε καὶ ὁρίζοντα, ὡς ἡ κατὰ τὰ τῶν σωμάτων πέρατα· κατὰ ταῦτα γὰρ ἡ τῶν σωμάτων μορφή, ἥ τε κατὰ τὰ σχήματα καὶ ἡ κατὰ τὸ τί ἦν εἶναι. τὸ δὲ χω- ριστὸν εἰ εἴη προσκείμενον, δηλωτικὸν ἄν εἴη ἤτοι τοῦ τῇ ἐπινοίᾳ χωριστὸν αὐτὸ εἶναι τοῦ ὑποκειμένου (τὸ γὰρ εἶδος τῆς ὕλης ἕτερον καὶ χωριστόν, εἰ καὶ μὴ ὑποστάσει, ἀλλὰ τῷ γε λόγῳ), ἢ χωριστόν, ὅτι μὴ ἀίδιον μηδὲ ἀεὶ ταὐτὸν μένον ἐν τῇ ὕλῃ, ἀλλὰ χωριζόμενόν τε καὶ φθειρόμενον· τοιοῦτον γὰρ τὸ ἔνυλον εἶδος πᾶν, οὗ μνημονεύει διὰ τοῦ δευτέρου σημαινομένου τῆς οὐσίας. ἢ χωριστὸν τῷ ἄλλο εἶναι τοὐ ὑ-ο·κειαι έὶου αὐτό, καὶ μὴ ἐκ τῆς οὐσίας αὐτοῦ· οὕτω γὰρ πρὸς τὴν ὕλην ἔχει.καὶ τὸ εἶδος. ἐπιζητήσαι τις ἄν πρὸς τοῦτο περὶ τῶν εἰδῶν τῶν ἐν τοῖς θείοις σώμασιν· ταῦτα γὰρ οὔτε ἔνυλα οὔτε φθαρτὰ καὶ χωριστὰ τῇ ἐπινοίᾳ τοῦ ὑποκειμένου αὐτοῖς σώματος. τὰ μὲν γὰρ κινητικὰ αὐτῶν εἴδη εἴη ἄν ἐν τῇ πρώτῃ μοίρᾳ τῆς οὐσίας· ἄτομοι γὰρ καὶ αὗται οὐσίαι καὶ ἔσχατοι καὶ ἐν μηδενὶ οὖσαι. οὐκ ἔοικε δὲ τὰς δευτέρας οὐσίας ἐ.ν ἄλλοις εἰρημένας αὐτῷ νῦν ἐν τοῖς σημαινομένοις τῆς οὐσίας καταριθμεῖσθαι. δύναται καὶ ὃ ἂν τόδε τι ὂν καὶ χωριστὸν εἰρηκέναι ἐπὶ τῶν εἰδῶν τῶν ἐν τῇ οὐσίᾳ, λέγων ἀντὶ τοῦ ἐν χωριστῷ· μόνον γὰρ τῶν ὄντων χωριστὸν καὶ καθ’ αὑτὸ ὂν ἡ οὐσία, ὡς λέγειν αὐτὸν μὴ περὶ | παντὸς σημαινομένου τῆς οὐσίας ἀλλὰ τῆς κυρίως, ἥτις εἴη ἄν ἐν τοῖς δυσὶ τοῖς προειρημένοις, τῷ τε ἐσχάτῳ ὑποκειμένῳ, ὅ ἐστιν ἡ ὕλη, καὶ τῷ ἐν ταύτῃ εἴδει· τοιοῦτον γὰρ τὸ ὃ ἂν τόδε τι ὂν καὶ χωριστὸν ᾖ· ὃ γὰρ αἴτιον τοῦ τόδε τι εἶναι τῷ χωριστῷ, τοῦτο ἡ κατὰ τὸ εἶδος οὐσία. Ταὐτὰ δὲ λέγεται. Καὶ τὰ ταὐτὰ διαιρεῖ εἴς τε τὸ κατὰ συμβεβηκὸς καὶ εἰς. τὸ καθ’ αὑτό, καὶ τὸ κατὰ συμβεβηκὸς ταὐτὸν δείκνυσι λεγόμενον ἄλλο ἄλλῳ τριχῶς, ὁσαχῶς καὶ τὸ κατὰ συμβεβηκὸς ἕν τε καὶ ὂν διεῖλεν. ἢ γὰρ τὰ τῷ αὐτῷ συμβεβηκότα ταὐτά κατὰ συμβεβηκὸς ἀλλήλοις, ἢ τὸ συμβεβηκὸς τῷ ὑποκειμένῳ, ἢ ἀνάπαλιν τῷ συμβεβηκότι τὸ ὑποκείμενον, ὡς ἐν ταῖς παρὰ φύσιν κατηγορίαις ἔχει. ὅταν γὰρ εἴπωμεν τὸ μουσικὸν ἄνθρωπον εἶναι, ταὐτὸν λέγομεν τὸ μουσικόν, ὃ ὑποτίθεμεν ἐν τῇ προτάσει, ὂν συμβεβηκός, τῷ ἀνθρώπῳ, ὃν κατηγοροῦμεν αὐτοῦ, ὄντα ὑποκείμενον αὐτοῦ καὶ ἔχοντα ἐκεῖνο οὗ κατηγορήθη συμβεβηκός. εἰπὼν δὲ τὴν κατὰ συμβεβηκὸς παρὰ φύσιν κατηγορίαν, προσέθηκεν ἑκατέρῳ δὲ τοῦτο καὶ τούτῳ ἑκάτερον ἐκείνων, ὃ αὐτὸς ἐξηγήσατο πῶς εἶπεν· ἑκατέρῳ γὰρ τῷ τε ἀνθρώπῳ καὶ τῷ μουσικῷ, ἰδίᾳ λαμβανομένοις, τοῦτο τὸ· συναμφότερον, ὁ μουσικὸς ἄνθρωπος, ταὐτόν. ὁμοίως καὶ τῷ μουσικῷ πάλιν ὁ μουσικὸς ἄνθρωπος ταὐτὸν κατὰ συμβεβηκός. ἀλλὰ καὶ τούτῳ τῷ συναμφοτέρῳ τῷ μουσικὸς ἄνθρωπος ἑκάτερον πάλιν ἰδίᾳ λαμβανόμενον τῶν ἐν τῷ συναμφοτέρῳ ταὐτὸν συμβεβηκός. ἡ διαφορὰ δὲ τῶν εἰρημένων τῷ ποτὲ μὲν τὴν ἀρχὴν ποιεῖσθαι τῆς συγκρίσεως ἀπὸ τοῦ ἑτέρου τῶν ἐν τῷ συναμφοτέρῳ, ποτὲ δὲ ἀπὸ τοῦ συναμφοτέρου· κατὰ συμβεβηκὸς γὰρ ταὐτὰ ἀλλήλοις λέγεται. διὸ τὰ οὕτω, φησί, λεγόμενα ταὐτά, λέγων τὰ κατὰ συμβεβηκός, οὐ λέγεται ταὐτὰ πάντα καθόλου. τοῦτο γὰρ λέγει διὰ τοῦ διὸ καὶ ταῦτα πάντα καθόλου οὐ λέγεται· ἴσον γὰρ τοῦτο τῷ διὸ τὰ κατὰ συμβεβηκὸς ταὐτὰ λεγόμενα οὐ ταὐτὰ πάντα καθόλου λέγεται· οὐδὲν γὰρ μουσικὸν παντὶ λευκῷ ταὐτόν καίτοι τὸ μουσικὸν τῷ λευκῷ ταὐτόν, ὅταν κατὰ συμβε|βηκὸς ἄμφω τῷ αὐτῷ ὑπάρχῃ) ἀλλὰ λέγεταί τινι ταὐτόν τὰ γὰρ τῷ αὐτῷ ὑπάρχοντα ταὐτά), οὔτε παντὶ ἀνθρώπῳ τὸ μουσικὸν ταὐτόν καίτοι ἀνθρώπῳ λέγεται τὸ μουσικὸν ταὐτόν, ὅταν ᾖ μουσικός) οὔτε παντὶ μουσικῷ ἄνθρωπος, καίτοι λεγόμενός τινι ὁ αὐτός. τὴν δὲ αἰτίαν τοῦ μὴ καθόλου τὰ κατὰ συμβεβηκὸς λέγεσθαι διὰ συλλογισμοῦ ἔδειξε· τὰ μὲν γὰρ καθόλου καθ’ αὑτὰ ὑπάρχει, τὰ δὲ συμβεβηκότα οὐκ ἔστι καθ’ αὑτά· καθ’ αὑτὰ μὲν οὖν οὐ λέγεται ἐπὶ τῶν καθόλου, ἀλλ’ ἐπὶ τῶν ἐν μέρει, καὶ διὰ τούτου δεῖται διορισμοῦ. ἐπὶ δὲ τῶν καθ’ ἕκαστα ἁπλῶς λέγεσθαί φησι ταὐτὰ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκε, τουτέστι χωρὶς διορισμοῦ, ὅτι μηδὲ τὴν ἀρχὴν δέχεταί τινα διορισμὸν τὰ καθ’ ἕκαστα· ταὐτὸ γὰρ λέγεται Σωκράτης καὶ Σωκράτης μουσικὸς χωρὶς διορισμοῦ. τοῦτο δὲ οὕτως ἔχει τῷ μὴ κατηγορεῖσθαι ἐπὶ πλειόνων τὰ καθ’ ἕκαστα· οὐ γὰρ λέγεται πᾶς Σωκράτης ἢ τὶς ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου· τᾶς γὰρ ἄνθρωπος λέγεται καὶ πάλιν τίς · καθόλου γὰρ ὁ ἄνθρωπος, τὰ δὲ καθόλου τοὺς διορισμοὺς δέχεται. τὰ δὲ καθ’ αὑτὰ ταὐτὰ ἀλλήλοις λεγόμενα τοσαυταχῶς φησι λέγεσθαι ὁσαχῶς καὶ τὸ καθ’ αὑτὸ ἕν. ἔλεγε μὲν οὖν πλείω σημαινόμενα τοὐ καθ’ αὑτὸ ἑνός, νῦν δὲ οὐ πάντων μνημονεύει, ἤιοι τούτοις τῶν σημαινομένων τοῦ καθ’ αὑτὸ ἑνὸς τὸ καθ’ αὑτὸ ταὐτὸν ὁμοίως λέγεσθαι λέγων, ἢ ὡς πάντων τῶν σημαινομένων ὑπὸ τοῦ καθ’ αὑτὸ ἑνὸς εἰς τούτους ἀνάγεσθαι δυναμένων τοὺς τρόπους. λέγει δὲ ταῦτα καθ’ αὑτὰ λέγεσθαι τὰ αὐτά, καὶ ὧν τε ἡ ἤλη μία εἴδει ἢ ἀριθμῷ, τουτέστιν ὧν τὸ ὑποκείμενον ἕν, ἀριθμῷ μέν, εἰ ἕν τί ἐστι κατ’ ἀριθμὸν τὸ λαμβανόμενον· οὕτω γὰρ εἷς αὐτὸς αὑτῷ τις ὁ αὐτός. δύναται καὶ τῶν ἑτερωνύμων μία ἡ ὕλη εἶναι· ἓν γὰρ κατ’ ἀριθμὸν τὸ ὑποκείμενον ἀναβάσει τε καὶ καταβάσει, καὶ κατὰ τοῦτο ταὐτά. αὐτὸς μέντοι ἐπὶ τοῦ ἑνὸς κατ’ ἀριθμὸν ὕλην εἶπεν· ὧν μὲν γὰρ μία κατ’ ἀριθμὸν ὕλη, ταὐτὰ ταῦτα αὑτοῖς· αὐτὸ γὰρ αὑτῷ ταὐτόν. ὅτι γὰρ οὕτως εἶπεν, ἐδήλωσε διὰ τοῦ εἰπεῖν ὅταν χρῆται ὡς πλείοσιν. εἴδει δὲ ἓν τὸ ὑποκείμενον καὶ ἡ ὕλη, ἐφ᾿ ὧν τοῦ αὐτοῦ εἴδους τὸ ὑποκείμενόν τισιν εἴη, εἰ καὶ μὴ ἀριθμῷ, οἷον εἰ χαλκὸς εἴη πλείοσί τισιν ὑποκείμενος ἀνδριᾶσιν ἢ λίθος, εἴδει ταὐτὸν εἶχον ὑποκείμενον, καὶ ὅσα κατ’ εἶδος διαφέροντα ἡ ἔσχατον ὑποκείμενον ἓν ἔχει, ὡς τηκτὰ πάντα ταὐτὰ ἀλλήλοις καὶ ἓν διὰ τὸ ἔχειν ἐξ οὗ πάντα ὢ πρώτου ὑποκειμένου σώματος ἓν τῷ εἴδει. ταὐτὰ λέγεσθαί φησι καὶ ὧν ἡ οὐσία μία, οὐσίαν τὸ εἶδος λέγων. εἴη δ’ ἂν ἐν τούτῳ περιειλημμένα καὶ τὰ ὁμοειδῆ ἀλλήλοις καὶ τὰ ὁμογενῆ καὶ κατὰ ἀναλογίαν· καὶ γὰρ κοινωνία τίς ἐστιν εἴδους τε καὶ λόγου. ὁρίζεται δὲ τὰ ταὐτὰ εἰπὼν τὴν ταὐτότητα πλειόνων ἑνότητα. κατὰ τὸ εἶναί τε καὶ τὴν οὐσίαν κατὰ συμβεβηκὸς ἐδείχθη ὄντα τὰ αὐτά· κατ’ οὐσίαν γὰρ τὰ αὐτὰ καὶ ὧν ἡ ὕλη μία καὶ ὧν ἡ οὐσία τε καὶ τὸ εἶδος. ἐπεὶ δὲ καὶ αὐτό τι αὑτῷ λέγεται ταὐτόν, προσέθηκε τὸ ἢ ὅταν χρῆται ὡς πλείοσιν· καὶ γὰρ ὁ αὐτό τι ταὐτὸν λέγων ὡς δύο οὖσι τῷ ἑνὶ χρῆται. Καὶ τὰ ἕτερα δέ, φησί, λέγεται ἀντιστρόφως τοῖς ταὐτοῖς· ὧν τε γὰρ εἴδη πλείω, ταῦτα ἕτερα, ὡς ἵππος ἀνθρώπου. λέγοιτο δ’ ἂν καὶ τὰ ἐκ μὲν τῆς αὐτῆς ὅλης μὴ ὁμοειδῆ δὲ ἀλλήλοις, οἷον εἰ ξύλινα ὄντα ἀνομοειδῆ ἀλλήλοις ᾗ, καὶ ὧν ἡ ὕλη ἑτέρα, εἰ μὲν κατ’ ἀριθμόν, ἀριθμῷ ἕτερα, εἰ δὲ εἴδει, εἴδει. ἕτερα ἀλλήλων λέγοιτ᾿ ἂν καὶ τὰ ὁμοειδῆ, ἂν ᾖ ἐκ διαφόρου ὕλης, τὸ χρυσοῦν ἔκπωμα καὶ τὸ ἀργυροῦν καὶ ὁ λίθινος ἀνδριὰς καὶ ὁ χαλκοῦς. ἀλλὰ καὶ ὧν ὁ λόγος ὁ τῆς οὐσίας δηλωτικὸς ἕτερος, ἕτερα καὶ ταῦτα, ὡς τὰ ἑτερώνυμα. καὶ τίσιν ἄν εἴη καὶ τὰ ἑτερώνυμα καὶ οὕτως ἕτερα ἀντικείμενα τῶν ὑπὸ ταὐτόν; εἰ τοῖς ὧν ἡ ὕλη μία κατ’ ἀριθμὸν καὶ οὕτω τοῖς αὐτοῖς λεγομένοις, καὶ τὰ ἑτερώνυμα εἴη ταὐτά· κατὰ γὰρ τὴν ὕλην μίαν οὖσαν κατ’ ἀριθμὸν καὶ ταῦτα ταὐτά. ἢ διὰ μὲν τοῦ εἰπεῖν ἕτερα δὲ λέγεται ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη δύναται λέγειν ἀμφότερα ἐπὶ τῆς ὕλης· ἐπεὶ γὰρ ἦν ταὐτὰ ὧν ἡ ὕλη μία ἢ εἴδει ἢ ἀριθμῷ, εἴη ἂν καὶ ἕτερα ὧν ἢ τῷ εἴδει πλείους αἱ ὗλαι ἢ τῷ ἀριθμῷ, εἴδει μὲν εἰ τῷ μὲν ἄργυρος εἴη τῷ δὲ χρυσὸς ἡ ὕλη, ἀριθμῷ δὲ εἰ εἴη ὁμοειδὴς μὲν διῃρημένη δέ. καὶ εἴη ἄν τὸ ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη περὶ τῆς ὕλης λέγων. εἰ δὲ ταῦτα οὕτω διαιροῖτο, ὁ λόγος τῆς οὐσίας οὕτω ἐπὶ τοῦ εἴδους ἂν λέγοιτο· ὧν γὰρ τὰ εἴδη πλείω τε καὶ διαφέροντα, ταῦτα ἕτερα. καὶ ὅλως φησὶν ἀντικειμένως λέγεσθαι τῷ ταὐτῷ τὸ ἕτερον. καθ’ ἕκαστον οὖν τὸ ἰσόρροπον τοῦ ταὐτοῦ λαμβάνοντα χρὴ κατὰ τὴν ἀντίθεσιν τὴν ἐν τῷ ταὐτῷ τὸ ἕτερον λέγειν, ὡς καὶ αὐτὸς πεποίηκε. | λέγει δὲ καὶ διάφορα λέγεσθαι ἀλλήλων καθ’ ἕνα μὲν τρόπον ταῦτα ὅσα μὴ μόνον ἕτερά ἐστιν ἀλλήλων, ἀλλ’ ὅσα κατά τι ἓν ὄντ·α ταὐτὰ τὴν πρὸς ἄλληλα ἑτερότητα ἔχει. τὸ δὲ καὶ μὴ μόνον ἀριθμῷ προσέθηκε τῷ ταὐτό τι ὄντα ὡς ἴσον τῷ μόνον μὴ ἀριθμῷ ὄντα ταὐτά· τὰ γὰρ οὕτω ταὐτὰ οὐκέτι διαφέρειν δύναται. τὸ γὰρ ταὐτὸν τὰ διαφέροντα ἀλλήλων ἔχειν δεῖ μὴ κατ’ ἀριθμόν τὰ γὰρ οὕτω ταὐτὰ οὐ διάφορα), ἀλλ’ ἢ εἴδει ἢ γένει ἢ ἀναλογίᾳ δεῖ ταὐτὰ εἶναι· καὶ γὰρ τὰ τῷ εἴδει ταὐτὰ διάφορα κατ’ ἀριθμόν. δύναται δὲ καὶ κατά τινα μορφὴν καὶ τὰ γένει· δύναται γὰρ καὶ ἀριθμῶ καὶ εἴδει ταῦτα διάφορα εἶναι, εἰ τῷ γένει μόνον εἴη ταὐτά. ὁμοίως καὶ τὰ κατ’ ἀναλογίαν ταὐτὰ καὶ ἀριθμῷ καὶ εἴδει καὶ γένει δύναται διαφέρειν ἀλλήλων. Ἀσπάσιος δὲ ἤκουσε τοῦ ὅσα ἕτερά ἐστι τὸ αὐτό τι ὄντα, μὴ μόνον ἀριθμῷ ἀλλ εἴδει ἢ γένει ἢ ἀναλογίᾳ, ὡς εἰρημένου ὅτι δεῖ τὰ διάφορα μὴ μόνον ἕτερα εἶναι ἀριθμῷ, ἀλλὰ καὶ κατά τι τὰ αὐτὰ ἀλλήλοις εἶναι, εἰ μέλλοι μὴ μόνον ἕτερα εἷναι ἀλλὰ καὶ διάφορα· τὰ γὰρ ἀριθμῷ ἕτερα οὐ πάντως διάφορα, ἂν μὴ καὶ κτά τι τῶν εἰρημένων τὰ αὐτὰ ᾖ. δεύτερον σημαινόμενον τῶν διαφερόντων ἐκτίθεται, ὧν τὰ γένη ἕτερα· ταῦτα δ ἔστιν ἃ πάντῃ ἀλλήλων ἐστὶν ἕτερα. οὕτω διάφορα ζῷον καὶ χρῶμα. καὶ τρίτον σημαινόμενον τῶν διαφερόντων τὰ ἐναντία· ταῦτα δέ ἐστιν ἃ ἐν τῷ αὐτῷ γένει ἀλλήλοις ὄντα πλεῖστον ἀλλήλων διέστηκεν. οὐ κατὰ τοῦτο τὸ σημαινόμενον τὰ πρῶτα διάφορα ἐλέγετο ἁπλῶς· τὰ γὰρ ἐν τῷ αὐτῷ γένει μὴ ὁμοειδῆ ἐκεῖ ἐλέγετο, τὰ διαφέροντα δὲ ὡς ἐναντία προσείληφε καὶ τὸ πλεῖστον διεστάναι. λέγει διάφορα εἶναι καὶ ὅσα ἐν τῇ οὐσίᾳ ἔχει τὴν ἑτερότητα, ἤτοι ἐπὶ τῶν ἐναντίων καὶ τοῦτο εἰρηκώς, ἢ λέγοι ἂν ἑτερότητα τὴν ἐναντίωσιν· καὶ γὰρ τὰ μὴ ἐναντία ἀλλήλοις, ἔχοντα μέντοι ἐν τῇ οὐσίᾳ τῇ αὐτῶν ἐναντίωσίν τινα πρὸς ἄλληλα, διαφέροντα. οὕτω γῆ καὶ ὕδωρ διαφέρει· ἐν γὰρ τῇ οὐσίᾳ τῆς μὲν γῆς τὸ ξηρόν, τοῦ δὲ ὕδατος τὸ ὑγρόν. δύνται διαφέροντα λέγειν καὶ ὅσα κατὰ τὸ ὑποκείμενον ὄνια ταὐτά, κατὰ τὴν οὐσίαν καὶ τὸν ὁρισμὸν ἔχει τὴν ἑτερότητα, ὡς ἔχει τὰ ἑτερώνυμα. δύναται ἐν τῇ οὐσίᾳ ἔχειν τὴν ἑτερότητα καὶ ἐναντίωσιν τὸ κίβδηλον καὶ δραχμή, καὶ πάλιν ὁ νεκρὸς καὶ ὁ ἄνθωπος, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἶπεν. Ὅμοιά φησι φησι λέγεσθαι τά τε πάντῃ ταὐτὰ πεπονθότα, πάντῃ ἐοικότα ἀλλήλοις κατὰ τὸ εἶδός τε καὶ τὴν μορφήν ταῦτα γὰρ λέγει πάθη), ὡς οἱ | Διόσκουροι, ὁ Ζῆθος καὶ Ἀμφίων, καὶ ὡς ἐπὶ τὸ πλεῖστον τὰ δίδυμα. καὶ εἴη ἂν μάλιστα ταῦτα ὅμοια. δευτέρως δὲ καὶ ὅσα πλείω ταὐτὰ πέπονθεν ἢ ἕτερα, καὶ ταῦτα ὅμοια· ἀπὸ γὰρ τοῦ πλεονάζοντος ὅμοια λέγεται. πλείω γὰρ οὗτοι ταὐτὰ πάθη ἔχουσιν ὡς ἐπὶ τὸ πλεῖστον τῶν καθ’ ἃ διαφέρουσιν ἀλλήλων, οἶον Γερμανὸς Γερμανῷ καὶ Ἰνδ]ς Ἰνδῷ. ἀλλὰ καὶ τὰ ἑπόμενα τοῖς γεννήσασιν οὕτως ὅμοια λέγεται. καὶ κατὰ τὸ τρίτον σημαινόμενον ὅμοια λέγεται, ὧν ἡ ποιότης μία, οἷον τὰ θερμὰ κατὰ τὴν ποιότητα ταύτην ὅμοια, κἂν τὰ ἄλλα ἀνόμοια, κατὰ τὸ σημαινόμενον τοῦτο. ἢ τὰ ὁμοίως τῆς αὐτῆς κοινωνοῦντα ποιότητος, ἢ τὰ ἐν τῇ αὐτῇ πάντα ποιότητι, κἂν μὴ ὁμοίως αὐτὴν ἔχῃ, οἷον θερμά, ἀλλὰ τὸ μὲν μᾶλλον τὸ δ’ ἧττον. τέταρτον σημαινόμενον ὁμοίου ἐκτίθεται, ὅταν τινὰ τῶν καθ’ ἃς ἀλλοιοῦσθαι καὶ μεταβάλλειν πέφυκεν ἐναντιώσεων τὰς πλείστας τὰς αὐτὰς ἔχῃ. οἷον οἶνος ἀλλοιοῦσθαι πέφυκε καὶ κατὰ χρῶμα καὶ κατὰ χυμῶν διαφορὰς καὶ κατὰ ὀσμάς· ὅταν οὖν τινες οἶνοι τὰς πλείἀλλ᾿ στὰς ποιότητας, καθ’ ἃς οἷοί τέ εἰσι μεταβάλλειν τε καὶ ἀλλοιοῦσθαι, τὰς αὐτὰς ἔχωσιν, ἢ τὰς κυριωτέρας κυρώτερον δὲ ἐν οἴνῳ χυμὸς καὶ εὐωδία χρώματος), οὗτοι ὅμοιοι οἶνοι λέγονται. οὐ κατὰ τοῦτο τὸ σημαινόμενον ὅμοια ἦν τὰ κατὰ τὸν δεύτερον τρόπον εἰρημένα· ἐνθάδε γὰρ πρόσκειται τὸ καθ’ ὅσα ἀλλοιοῦσθαι ἐνδέχεται· τὰ γὰρ τούτων πλείω οὐ τὰ ἁπλῶς πλείω. λέγεσθαι δέ φησι καὶ τὰ ἀνόμοια ἀντικειμένως τοῖς ὁμοίοις· ἀνόμοια γὰρ τά τε κατ’ εἶδος διαφέροντα καὶ τὰ ἐλάττω ταὐτὰ. πάθη· ἔχοντα, καὶ τὰ ἐπὶ διαφόρων ποιοτήτων ὄντα κατ’ αὐτὰς ἀνόμοια, κ.αὶ τὰ τῶν καθ’ ἃ πέφυκεν ἀλλοιοῦσθαι τὰ πλείω ἢ τὰ κυριώτερα διαφέροντα ἔχοντα. Λέγει δὲ καὶ περὶ τῶν ἀντικειμένων, ποσαχῶς ἀντίκειται, καὶ προστίθησι τῇ εἰς τέσσαρα διαιρέσει τῶν ἀντικειμένων τῇ καθωμιλημένῃ, ἥτις ἐστὶ τἀναντία, στέρησις καὶ ἕξις, τὰ πρός τι, κατάφασις καὶ ἀπόφασις, καὶ τὰ ἐξ ὧν αἱ γενέσεις καὶ φθοραί. εἴη δ’ ἄν ταῦτα ἤτοι τὸ ὄν τε καὶ μὴ ὄν· ἡ μὲν γὰρ ἐκ μὴ ὄντος εἰς ὂν μεταβολὴ γένεσις, ἡ δὲ ἐξ ὄντος εἰς μὴ ὂν φθορά. οὔτε δὲ τὸ ὂν κατάφασις οὔτε τὸ μὴ ὂν ἀπόφασις· ὀνόματι γὰρ τὸ μὲν ὡρισμένον τὸ δὲ ἀόριστον· ἀλλ’ οὐδὲ ἐναντία, ἀλλ’ οὐδὲ πρός τι, ἀλλ’ οὐδὲ τὸ μὲν ἕξις τὸ δὲ στέρησις εἶναι δοκεῖ. λέγοι δ’ ἂν μᾶλλον τὰ ἐξ ὧν αἱ γενέσεις καὶ αἱ φθοραὶ τὴν ὕλην καὶ τὸ εἶδός καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. ἐκ τοῦ δυνάμει γὰρ ἡ γένεσις | καὶ ἐκ τῆς ὕλης εἰς τὸ ἐνεργείᾳ καὶ τὸ εἶδος, καὶ ἡ φθορὰ ἐκ τοῦ ἐνεργείᾳ καὶ τοὺ εἴδους εἰς τὸ δυνάμει καὶ τὴν ὕλην· οὐ γὰρ ἡ ὕλη στέρησις, οὐδὲ ἐναντία τῷ εἴδει, εἰ καὶ συμβέβηκεν αὐτῇ ἡ στέρησις. δύναται καὶ αὐτὴν τὴν γένεσιν καὶ τὴν φθορὰν ἀντικείμενα λέγειν. ἢ ταῦτα ὡς ἐναντία ἀντίκειται. ἔτι φησὶν ἀντικεῖσθαι καὶ ταῦτα ἃ μὴ ἐνδέχεται ἅμα παρεῖναι τῷ ἀμφοῖν δεκτικῷ, ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστιν· ἐπεὶ γὰρ οὐδὲ τὰ μεταξὺ τῶν ἐναντίων ἅμα παρεῖναι τῷ αὐτῷ οἷόν τε, καὶ οὐ λέγεται ἀντικείμενα, διὰ τοῦτο εἶπεν ἢ αὐτά, εἰ ὡς ἐναντία εἴη, ἢ τὰ ἐξ ὧν ἐστιν· τὰ γὰρ μεταξὺ τῷ τὰ ἐξ ὧν ἐστι καὶ αὐτὰ ἀντικείμενα εἶναι, τούτῳ οὐ δύναται ἅμα τῷ αὐτῷ ὑπάρχειν, ᾦ τὸ ἕτερον τῶν ἀμίκτων. δύναται τὸ ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστιν εἰρηκέναι· ἀντὶ τοῦ καὶ αὐτὰ καὶ ἐξ ὧν ἐστιν· καὶ γὰρ τὰ ἐξ ὧν ἐστι τὰ μεταξὺ ἀντίκειται ἐκεῖνα ἀλλήλοις, καὶ τὰ μεταξὺ ἐξ ἐκείνων. δύναται τὸ ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστι δηλωτικὸν εἶναι τοῦ ἢ αὐτὰ ἀλλήλοις ἀντικεῖσθαι τὰ μὴ δυνάμενα ἅμα παρεῖναι τῷ ἀμφοτέρων δεκτικῷ, ἢ τούτοις ἐξ ὧν ἐστιν. λευκὸν μὲν γὰρ καὶ μέλαν αὐτά ἀλλήλοις ἀντίκειται ἐναντία γάρ), ἀντίκειται δὲ καὶ τὸ ἐξ ἀμφοῖν ἑκατέρῳ αὐτῶν, τῷ μὴ δύνασθαι μηδὲ αὐτὰ ἅμα τινὶ ἐκείνων ὑπάρχειν. ἢ ἄμεινον ἀκούειν ὡς τὸ πρῶτον ἐρρέθη· καὶ γὰρ ἡ λέξις ἐκεῖνο δηλοῖ. οὐχ ὡς μὴ πᾶσι δὲ τοῖς ἀντικειμένοις τούτου παρακολουθοῦντος λέγει, ἀλλ’ ὡς καὶ ἄλλοις τισὶ παρὰ τὰ ἰδίως ἀντικεῖσθαι λεγόμενα· καὶ γὰρ τὰ μεταξὺ τοῖς ἐξ ὧν ἐστι κατὰ τὸ σημαινόμενον τοῦτο ἀντίκειται. καὶ εἴη ἂν τὸ καὶ ὅσα μὴ ἐνδέχεται ὡς ἴσον τῷ καὶ καθόλου ὅσα μὴ ἐνδέχεται εἰρημένον. τὸ δὲ διὸ ἐξ ὧν ἐστιν ἀντίκειται ἐλλιπῶς εἰρημένον ἴσον ἄν εἴη τῷ διὸ ἐξ ὧν ἐστι τὰ μεταξὺ ἐκείνοις ἀντίκειται. Ἑξῆς δὲ λέγει περὶ ἐναντίων. λέγει δὲ ἐναντία εἶναι τά τε μὴ δυνάμενα τῷ αὐτῷ παρεῖναι τῶν κατὰ γένος διαφερόντων, τουτέστιν ἃ κατὰ γένος ἀλλήλων διαφέροντα ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι. τοιαῦτα δ’ ἂν εἴη τὰ ἕτερά τε καὶ μὴ ὑπάλληλα γένη, ὡς ζῷον πεζὸν καὶ ζῷον πτηνὸν ἢ τὸ ποιεῖν καὶ τὸ πάσχειν. καὶ ἡ ἀρετὴ δὲ καὶ ἡ κακία οὕτως ἐναντία· γένη γὰρ καὶ αὐτά, εἰ καὶ μὴ ὑπὸ κοινόν ἐστι γένος. καὶ ὅλως τὰ ἐναντία γένη, οἷον τὸ ἀγαθὸν ἢ κακόν· ἐναντία γὰρ γένη τὸ ἀγαθὸν καὶ τὸ κακόν, ὡς αὐτὸς ἐν ταῖς Κατηγορίαις εἴρηκε καὶ ἐν τῷ τετάρτῳ τῶν Τοπικῶν καὶ Θεόφραστος ἐν τῷ πρώτῳ τῶν τοπικῶν, ἃ οὐχ οἷά τε τῶν ὑπ’ αὐτὰ ἅμα τινὶ ὑπάρξαι. τοιαῦτα καὶ τὰ ὑπὸ τὴν κίνησιν καὶ στάσιν. καὶ ὅσα πλεῖστον διαφέρει τῶν ἐν τῷ αὐτῷ γένει ἐναντία, ὡς καὶ τὸν ὁρισμὸν ἀποδιδόναι τῶν ἐναντίων σύνηθες. οὕτω λευκὸν καὶ μέλαν ἐναντία, γλυκὺ καὶ πικρόν. ἄλλως φησὶ λέγεσθαι ἐναντία τὰ πλεῖστον ἀλλήλων διαφέροντα τῶν ἐν τῷ αὐτῷ δεκτικῷ. οὕτως πάλιν λευκὸν καὶ μέλαν ἐναντία· πλεῖστον γὰρ διέστηκε τῶν ἐν τῷ σώματι πεφυκότων γίνεσθαι. ἤιοι δὲ ἄλλο σημαινόμενον τοῦτο τῶν ἐν τῷ αὐτῷ γένει πλεῖστον διεστώτων, ὅτι μὴ πάντα τὰ ἐναντία ἐν τῷ αὐτῷ ὑποκειμένῳ πέφυκε γίνεσθαι (οὐ γὰρ περὶ ταὐτὸν οὐδὲ τῷ αὐτῷ δεκτικῷ τὸ λογικόν τε ἄλογον), ἢ διαφέρουσα ἡ ἀπόδοσις δείκνυσι δυναμένους τοὐ αὐτοῦ καὶ λόγους ἑτέρους λέγειν. ἄλλως ἐναντία λέγεσθαί φησι τὰ πλεῖστον ἀλλήλων διαφέροντα τῶν ὑπὸ τὴν αὐτὴν δύναμιν, λέγων ἤτοι τὴν πρὸς ἀντικείμενα ὁμοίως ἔχουσαν μέθοδον, ὡς ῥητορικὴν καὶ διαλεκτικήν (ἐναντία γὰρ μὲν τὴν ῥητορικὴν ἐγκώμιον καὶ ψόγος, κατηγορία καὶ ἀπολογία, προτροπὴ καὶ ἀποτροπή, κατὰ δὲ διαλεκτικὴν τὸ ψεῦδός τε καὶ τὰληθές· ἄμφω γὰρ συμπεραίνεται), ἢ δύναμιν λέγοι ἄν τὴν φυσικὴν ἕξιν, ὑφ’ ἣν ἐναντία, περὶ μὲν ἀκοὴν εὐηκοία καὶ δυσηκοία, περὶ δὲ τὴν ὁρατικὴν ὀξυωπία καὶ ἀμβλυωπία. ἢ δύναμιν τὴν φύσιν λέγει, ἥτις ἐστὶν ἀρχὴ τῆς κινήσεως· πλεῖστον δὲ κατὰ δύναμιν ταύτην διαφέρει τὰ ἄνω φύσει κινούμενα τῶν κάτω. ἢ δύναμιν λέγει πᾶσαν ἐπιστήμην τε καὶ τέχνην· αἱ γὰρ ἐπιστῆμαι δυνάμεις τε καὶ ἕξεις, τῶν δὲ ἐναντίων αἱ αὐταὶ ἐπιστῆμαι. οὕτως ὑγίεια καὶ νόσος ἐναντία· ὑπὸ γὰρ τὴν ἰατρικὴν ταύτα ὄντα πλεῖστον ἀλλήλων διέστηκε, καὶ εὐεξία καὶ καχεξία ὄντα ὑπὸ τὴν γυμναστικήν. ἄλλως ἐναντία φησὶ λέγεσθαι καὶ ὧν ἡ διαφορὰ μεγίστη ἢ ἀπλῶς ἢ κατὰ γένος ἢ κατ’ εἱδος. οὗτος δὲ ὁ τρόπος τῶν τε προειρημένων πάντων ἐναντίων ἐστὶ περιεκτικός, προσέτι δὲ καὶ τῶν κατὰ ἀντίφασιν ἀντικειμένων καὶ τῶν καθ’ ἕξιν ἢ στέρησιν· πάντα γὰρ ταῦτα μεγίστην διαφορὰν ἔχει πρὸς ἄλληλα. κατὰ τοῦτο τὸ σημαινόμενον τῶν ἐναντίων πολλάκις καὶ τὴν κατάφασιν τῇ ἀποφάσει ἐναντίαν λέγουσι καὶ τὴν ἕξιν τῇ στερήσει. τὸ δὲ ἢ ἁπλῶς ἢ κατὰ γένος ἢ κατ’ εἶδος εἴη ἄν τοιοῦτον· ἤτοι ὧν ἡ διαφορὰ ἁπλῶς μεγίστη ἐστίν, ἐναντία, οἷον εἰ λέγει τις τὸ ὃν καὶ τὸ μὴ ὂν ἡ τὸ πλῆρες καὶ κενόν, ἢ κατά τι γένος ἢ εἶδος ἀφωρισμένον, οἷον ἐν ζῴοις τὰ πλεῖστον διαφέροντα ὡς λογικὸν καὶ ἄλογον καὶ ὑπόπουν καὶ ἄπουν, ἢ ἐν χρώματι τὸ λευκὸν καὶ μέλαν. κατὰ μὲν γένος οὕτως, κατ’ εἶδος δὲ ἐν ἀνθρώποις τὰ πλεῖστον διαφέροντα ἐναντία οἷον τὸ ἐπίστασθαι καὶ τὸ μὴ ἐπίστασθαι, γινώσκειν καὶ ἀγνοεῖν, ἢ τὸ ἀρετὴν καὶ κακίαν ἔχειν· εἰ γὰρ ἡ ἕξις εἶδος τῆς ὑπολήψεως ἦν, ἐν εἴδει τῷ αὐτῷ εἴη ἄν ἐναντία ἀρετὴ καὶ κακία· ἕξις γὰρ ἀμφότερα· ταῦτα γὰρ ἐν τούτῳ τῷ γένει πλεῖστον διαφέροντα. ἢ ἐν τούτῳ τῷ εἴδει ἐναντία λέγεται καὶ τὰ ἁπλῶς πλεῖστον διαφέροντα. εἰπὼν δὲ τίνα ἐστὶ τὰ ἐναντία καὶ κατὰ πόσους λέγεται τρόπους, κατὰ ταῦτα τὰ ἐναντία ἤδη λέγεσθαί φησι καὶ τὰ ἄλλα τὰ μετέχοντα τούτων· ἢ γὰρ τῷ ἔχειν τινὰ τῶν εἰρημένων, ὡς τὸ πῦρ καὶ ἡ χιών· τῷ γὰρ τὴν μὲν ψυχρότητα ἔχειν τὸ δὲ θερμότητα ἐναντία, καὶ οὐ τῷ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διεστάναι· τὰ δὲ τῷ δεκτικὰ τῶν ἐναντίων, οἷον· εἰ λέγει τις τὸ λογικὸν καὶ ἄλογον ἐναντία εἶναι τῷ τὸ μὲν ἐπιστήμης τὸ δὲ ἀνεπιστημοσύνης εἶναι δεκτικόν. ἢ ἡ δύναμις ἡ τῆς ἀρετῆς δεκτικὴ τῆς δυνάμεως τῆς κακίας δεκτικῆς, ἡ ἡ δύναμις καθ’ ἣν βαρύτητός ἐστιν ἡ ὕλη δεκτική, τῆς δυνάμεως καθ’ ἣν κουφότητος, ὡς εἶπεν ἐν τῷ Δ Περὶ οὐρανοῦ. τὰ δὲ λέγεται ἐναντία τῷ ποιητικὰ ἐναντίων εἶναι (οὕτω τὸ θερμαντικὸν τῷ ψυκτικῷ ἐναντίον), τὰ δὲ τῷ παθητικὰ τῶν ἐναντίων εἶναι, ὡς τὸ δυνάμενον ψύχεσθαι τῷ θερμαίνεσθαι δυναμένῳ, τὰ δὲ τῷ τὰ μὲν ποιητικὰ εἶναι τὰ δὲ παθητικά, ὡς τὸ θερμαίνειν δυνάμενον τῷ θερμαίνεσθαι, ἢ τὰ θερμαίνοντα τοῖς ψύχουσι καὶ τὰ θερμαινόμενα τοῖς ψυχομένοις. ἀποβολαὶ δὲ ἢ λήψεις τὸ θερμὸν γινόμενον τῷ γινομένῳ ψυχρῷ. τὸ ἀποβάλλον τὴν θερμότητα τῷ τὴν ψυχρότητα. ἕξις δὲ καὶ στέρησις τῶν τοιούτων τὸ ἔχον θερμότητα καὶ τὸ δυνάμενον ἔχειν μὴ ἔχον δέ, ἢ ἡ ὄψις καὶ ἡ τυφλότης. ἐκ τῶν νῦν εἰρημένων δῆλον ὅτι καὶ ὧν ἡ διαφορὰ μεγίστη ἢ κατὰ γένος ἢ κατ’ εἶδος, καθ’ ἃ δεύτερον παρεθέμην παραδείγματα; ταῦτα κατὰ γένος καὶ κατ’ εἶδος λέγει. λέγονται ἐναντία καὶ κατὰ τὰς τῶν ἐναντίων ἀποβολάς, οἷον τὸ ὑγίειαν ἀποβάλλον τῷ νόσον ἀποβάλλοντι, ἀλλὰ καὶ κατὰ τὴν τοῦ αὐτοῦ ἀποβολήν τε καὶ λῆψιν· τὸ γὰρ λαμβάνον τῷ ἀποβάλλοντι ὑγίειαν. καὶ κατὰ τὰς ἕξεις δὲ τῶν ἐναντίων ἐναντία λέγεται, οἷον τὸ ἔχον ὑγίειαν τῷ ἔχοντι νόσον, καὶ κατὰ τὰς στερήσεις ὁμοίως (τὸ γὰρ ἐστερημένον ὑγιείας τῷ ἐστερημένῳ νόσου ἐναντίον καὶ αὐτό), ἡ ἐπὶ τοῦ αὐτοῦ τὸ ἔχον αὐτὸ τῷ ἐστερημένῳ αὐτοῦ, τὸ ἔχον ὑγίειαν τῷ ταύτης ἐστερημένῳ. ἐπεὶ δέ, φησί, τὸ ἓν καὶ τὸ ὂν πολλαχῶς λέγεται (δεκαχῶς γάρ), ἰσαχῶς, φησί, λεχθήσεται καὶ κατ’ αὐτὰ λεγόμενα, τουτέστι καθ’ ἕκαστον αὐτῶν λεγόμενα καὶ ἐν ἑκάστῳ ὄντα. ταῦτα δέ ἐστι τὸ ταὐτόν, τὸ ἕτερον, τὸ ἐναντίον, τὸ ὅμοιον, τὰ ἄλλα ὅσα κοινὰ πάντων τῶν τοῦ ὄντος γενῶν· καὶ γὰρ ἐν οὐσίᾳ ταὐτὸν καὶ ὅμοιον καὶ ἕτερον καὶ ἐναντίον, καὶ ἐν ποιότητι καὶ ἐν ποσότητι καὶ ἐν ἑκάστῳ τῶν ἄλλων γενῶν. ὥστε καὶ τούτων ἕκαστον δεκαχῶς ῥηθήσεται· καὶ γὰρ ἐν οὐσίᾳ ἐναντίωσις, τῷ καὶ τὰ ἔχοντα ἐναντία ἡ τὰ πάσχοντα ἢ τὰ ποιοῦντα ἢ ἀποβάλλοντα ἢ λαμβάνοντα ἐναντία καὶ αὐτὰ ἀλλήλοις λέγεσθαι· ὥστε ἔσται κατὰ τὰς κατηγορίας ἡ διαίρεσις τοῦ τε ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἐναντίου. τούτου γὰρ χάριν ἐμνημόνευσε τούτου. ἐξ οὗ καὶ δῆλον πάλιν ὅτι τοῦ πρώτου φιλοσόφου ἡ περὶ τούτων θεωρία. Ἑξῆς δὲ ἐκτίθεται ποσαχῶς ἕτερα τῷ εἴδει λέγεται· πρότερον γὰρ εἶπε ποσαχῶς τὰ ἐναντία λέγεται, καὶ ἦν ἐν αὐτοῖς καὶ τὰ τῷ εἴδει διαφέροντα· ποσαχῶς οὖν καὶ τὰ τῷ εἴδει διαφέροντα, λέγει. ἕτερα δή φησι τῷ εἴδει εἶναι τά τε ἐκ τοῦ αὐτοῦ γένους διαφέροντα εἴδη μὴ ὑπάλληλα, τουτέστι τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἀλλήλοις. δεύτερον σημαινόμενον ἐκτίθεται τῶν ἑτέρων τῷ εἴδει, ὅσα ἐκ τοῦ αὐτοῦ γένους ὄντα διαφοράν τινα ἔχει πρὸς ἄλληλα. οὕτως ἂν εἴη ἕτερα ἀλλήλων καὶ τὰ ὑπάλληλα εἴδη· καὶ γὰρ ταῦτα διαφορὰς ἔχει πρὸς ἄλληλα. ἕτερά φησιν εἶναι καὶ ὅσα ἐν τῇ αὐτῶν οὐσίᾳ καὶ τῷ ὁρισμῷ ἐναντίωσιν ἔχει. οὕτω λέγοιτ’ ἄν ὕδωρ πυρὸς ἕτερον. ἐν γὰρ τῇ οὐσίᾳ ἐστὶν αὐτῶν ἐναντίωσις· τὸ μὲν γὰρ θερμόν τε καὶ ξηρὸν τὴν οὐσίαν, τὸ δὲ ὕδωρ ψυχρόν τε καὶ ὑγρόν, καἰ ἔστι γένος αὐτῶν ἡ τὸ φυσικὸν σῶμα ἢ τὸ στοιχεῖον· δεῖ γὰρ τὰ ἕτερα τῷ εἴδει ὑπὸ ἕν τι γένος εἶναι. λέγει καὶ τὰ ἐναντία ἕτερα τῷ εἴδει, ἢ πάντα, φησίν, ἢ τὰ λεγόμενα πρώτως. πρώτως δέ ἐστιν ἐναντία ἤτοι τὰ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διαφέροντα, ἐπειδὴ καὶ ὁ τῶν ἐναντίων ὁρισμὸς ἐν τούτοις, ἢ πρῶτα λέγει τὰ κυρίως ἐναντία, μὴ ἢ τῷ μετέχειν τινῶν ἢ τῷ δεκτικὰ αὐτῶν εἶναι. τὰ δὲ· τῷ ποιητικὰ εἶναι τῶν τοιούτων ἢ παθητικά, ἢ κατά τινα τρόπον τῶν πρὸ ὀλίγου εἰρημένων· ἐναντία γὰρ καὶ αὐτὰ καλεῖται. οὐ γὰρ ἀνάγκη ἕτερα τῷ εἴδει εἶναι τὰ ἐναντίων τινῶν δεκτικά· κατὰ γὰρ τὸ αὐτὰ τῶν ἐναντίων εἶναι δεκτικά. ἕτερα λέγει τῷ εἴδει εἶναι καὶ ὧν ἀτόμων εἰδῶν ἐν τῷ αὐτῷ ἄτομα εἴδη τελευταῖα. ἔτι λέγει ἕτερα τῷ εἴδει καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα, τουτέστιν ὁρισμῷ τῷ αὐτῷ καὶ λόγῳ, ἔχει τινὰ πρὸς ἄλληλα διαφοράν, ὡς τὰ ἄτομα τὰ ἐν τῷ αὐτῷ εἴδει, ὁ Σίμων καὶ Σωκράτης· τὸ γὰρ οἰκεῖον ἑκάστῳ εἶδος ἕτερον. δύναται διὰ τοῦ καὶ ὅσα ἐν | τῇ αὐτῇ οὐσίᾳ ὄντα ἔχει διαφορὰν λέγειν περὶ τῶν σωμάτων, ἃ ἐναντίωσιν μὲν οὐκ ἔχει πρὸς ἄλληλα ἐν τῇ οὐσίᾳ, ὡς εἶχε τὸ πῦρ καὶ τὸ ὕδωρ, διαφορὰν δέ τινα. οὕτως ἄν εἴη ἕτερα γῆ καὶ ὕδωρ. οὐ γὰρ ὁμοίως ἡ γῆ ὕδατος ἕτερον καὶ (ἀέρος ἀέρος γὰρ κατὰ ἐναντίωσιν), οὐδ’ ὁμοίως τὸ ὕδωρ ἕτερον ἀέρος τε καὶ πυρός. ἤδη δὲ περὶ τούτων προείρηκε. τῷ δὲ εἴδει φησὶ ταὐτὰ λέγεσθαι τὰ ἀντικειμένως λεγόμενα τούτοις, καὶ οὐ χαλεπὸν ἕκαστον λαμβάνοντα τῶν σημαινομένων ὑπὸ τῶν τῷ εἴδει ἑτέρων λαμβάνειν τὰ τῷ εἴδει ταὐτά. ἔσται δὲ ταῦτα οὕτως ταὐτά τινα ὄντα κατὰ μέν τι ἕτερα τῷ εἴδει, κατὰ δέ τι ταὐτά, ὥσπερ καὶ τὰ ὑπάλληλα γένη καὶ ταὐτὰ τῷ εἴδει καὶ οὐ ταὐτά, ταὐτὰ μὲν ὅτι ἦν ἕτερα τῷ εἴδει τὰ ἐκ τοῦ αὐτοῦ γένους μὴ ὑπάλληλα· ταὐτά δὴ κατὰ τοῦτο ἔσται ᾗ [οὐχ] ὑπάλληλα. ἔσται δὲ ἕτερα πάλιν, ὅτι ἦν τινα ἕτερα τῷ εἴδει καὶ κατὰ τὸ σημαινόμενον τοῦτο· ἦν γὰρ ἕτερα καὶ ὅσα ἐν τῷ αὐτῷ γένει ὄντα διαφοράν τινα εἶχεν, οἷά ἐστι καὶ τὰ ὑπάλληλα. τὰ μὲν οὖν ἔσται ταὐτὰ τῷ εἴδει, ὅτι ὑπάλληλα, τὰ δὲ ὅτι ἐν τῷ αὐτῷ γένει ὄντα οὐκ ἔχει διαφοράν, ὡς ἄνθρωπος ἀνθρώπῳ, καὶ τὰ μὴ ἔχοντα ἐν τῇ οὐσίᾳ ἐναντίωσιν, ὡς πῦρ πρὸς ἀέρα· οὐ γὰρ πάντῃ τὰ εἴδη αὐτῶν ἐναντία· ἐπεὶ γὰρ τὸ πῦρ τοῦ ὕδατος ἕτερον ἦν τῷ ἔχειν ἐναντίωσιν ἐκείνῳ, ταὐτὸν † ἢ οὖν τῷ ἀέρι. ἢ εἰ καὶ τούτῳ λέγοιτο ἔχειν ἐναντίωσιν, ἀλλ’ ὡς πυρὶ ἔσται ταὐτόν· ἐκείνῳ γὰρ οὐδὲν ἐναντίον ἐν τῇ οὐσία ἔχει. εἴη ἂν καὶ τὰ μὴ ἐναντία ἐν τῷ αὐτῷ εἴδει, ὡς ἵππος κυνὶ ἢ τὸ μέλαν τῷ φαιῷ. ἀλλὰ καὶ ὧν ἐν τῷ τελευταίῳ τοῦ γένους εἴδει οἱ λόγοι μή εἰσιν ἕτεροι· οὕτως ἄνθρωπος ἀνθρώπῳ καὶ ἵππος ἵππῳ ταὐτὰ τῷ εἴδει. καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα μὴ ἔχει μηδεμίαν διαφοράν· οὕτως ἂν ταὐτὸν εἴη τὸ κατ’ ἀριθμὸν ταὐτὸν αὐτὸ αὑτῷ, καὶ τὰ πολυώνυμα ἀλλήλοις. οὐκ ἄλλο δὲ καθ᾿ ἑκάστην ἀπόδοσιν δεῖ ζητεῖν· τὰ γὰρ αὐτὰ κατὰ διαφόρους ἐπιβολὰς τὰ αὐτὰ ἀλλήλοις γίνεται πλεοναχῶς. | Ἐφεξῆς ἐκτίθεται τὰ σημαινόμενα τοῦ προτέρου τε καὶ ὑστέρου. ἐποιήσατο δὲ καὶ ἐν ταῖς Κατηγορίαις διαίρεσιν αὐτοῦ, ἀλλ’ ἐκεῖ μὲν ἔλαβε τὸ τῷ χρόνῳ, τὸ τῇ φύσει, τὸ τῇ τάξει, τὸ τῇ δυνάμει, τὸ τῶν ἀντιστρεφόντων πρὸς ἄλληλα αἴτιον τῷ ἑτέρῳ τοῦ εἶναι, ἐνταῦθα δὲ τὰ μέν φησι πρότερα λέγεσθαι τῷ ἀρχῆς τινος ὡρισμένης ἐγγυτέρω εἶναι ἢ ἁπλῶς καὶ τῇ φύσει ὡρισμένης καὶ πλειόνων οὔσης ἀρχῆς, ἢ πρός τι ἀρχῆς, ἢ ὑπό τινών γε νομιζομένης. εἰπὼν δὲ ὡς ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει, ἑξῆς τὰ γένη προχειρίζεται ἐν οἷς τὸ πρότερόν τε καὶ ἡ ἀρχὴ ἡ οὕτω λεγομένη. ἔστι δὲ κατὰ πέντε, κατὰ τόπον, κατὰ χρόνον, κατὰ κίνησιν, κατὰ δύναμιν καὶ κατὰ τάξιν. καὶ πρῶτον περὶ τῶν κατὰ τόπον λέγει· κατὰ γὰρ τόπον πρότερα μὲν τὰ ἐγγυτέρω τούτου τινός, ὕστερα δὲ τὰ πορρωτέρω τοῦ αὐτοῦ τούτου, ἤτοι ὡρισμένου τῇ φύσει, ὡς ἔχει τὸ μέσον τοῦ παντὸς ἢ τὸ . ἔσχατόν τε καὶ πέριξ, ἢ τοῦ τυχόντος, ἀλλ’ οὐ τῇ φύσει ὡρισμένου, ἂν ἀπὸ τοὐ ἐν ᾧ τίς ἐστι τὸ πρότερον καὶ τὸ ὕστερον τὸ κατὰ τόπον λαμβάνῃ· πρότερον γὰρ τὸ ἐγγυτέρω τοῦ ἐν ᾧ ἐστι τόπου ὄν, ὕστερον δὲ τὸ πορρωτέρω καὶ πλεῖον ἀφεστώς. τὸ δὲ προειρημένον τὸ ἀρχῆς τινος διωρισμένης, ἢ ἀπλῶς καὶ τῇ φύσει, ἢ πρός τι ἢ ποῦ ἢ ὑπό τινων, ἐπὶ τοῦ τόπου σημαίνοι ἂν τὸ μὲν τῇ φύσει, ὃ εἶπεν αὐτός, εἰ τὸ μέσον τὸ τοῦ παντὸς ἢ τὸ ἔσχατον λαμβάνοιτο· τὸ δὲ πρός τι. εἰ μὴ φύσει τις ὢν πρῶτος πρὸς ἄλλους τινὰς τόπους ὡς πρῶτος ὢν ἐκείνων λαμβάνοιτο, οἷον πρῶτος τῶν μέχρι Ἐλευσῖνος ὁ πλησίον τοῦ ἄστεος· τῶν γὰρ ἐφεξῆς αὐτὸς πρῶτος· τὸ δὲ ποῦ, εἴ τις ἀπὸ τοῦ ἐν ᾧ ἐστι τὸ πρότερον λαμβάνοι· τὸ δὲ ὑπό τινων, ὡς ἂν ἕκαστος τῶν τὸ πρότερον λαμβανόντων θήσει τὸν τόπον πρὸς ὃν τὸ πρότερον. τὰ δὲ κατὰ χρόνον. εἰπὼν περὶ τοῦ κατὰ τόπον προτέρου, λέγει καὶ περὶ τοῦ κατὰ χρόνον, οὐ πάντῃ ὁμοίως λεγομένου τῷ κατὰ τόπον· ἐπὶ μὲν γὰρ ἐκείνου τὸ ἐγγύτερον τοῦ ὡρισμένου τόπου πρῶτον, ἐπὶ δὲ τοῦ χρόνου οὐχ οὕτως, ἀλλ’ ἐπὶ μὲν τῶν γεγονότων τὸ πορρωτέρω, ἐπὶ δὲ τῶν μελλόντων τὸ ἐγγύτερον· τὰ μὲν γὰρ πορρωτέρω τοῦ νῦν ἀφεστῶτα ἐπὶ τῶν παρεληλυθότων πρότερα, ὕστερα δὲ τὰ ἐγγυτέρω· ἐπὶ δὲ τῶν μελλόντων ἔμπαλιν πρότερα μὲν τὰ ἐγγυτέρω τοῦ νῦν, ὕστερα δὲ τὰ πορρωτέρω. ὡς γὰρ ἀρχῇ χρόνου χρωμένων ἡμῶν τῷ νῦν τὰ μὲν ἐγγυτέρω τῶν ἐσομένων τούτου πρότερον λέγεται ἔσεσθαι, τὰ δὲ πορρωτέρω τῶν γεγονότων πρότερα γεγονέναι. φ | πρότερα γὰρ κατὰ χρόνον ταῦτα ὧν ἐν προτέρῳ νῦν ἡ ὕπαρξις, πρότερον δὲ νῦν ἐπὶ μὲν τοῦ παρεληλυθότος τὸ πορρωτέρω τοῦ νῦν, ἐπὶ δὲ τοῦ μέλλοντος τὸ ἐγγυτέρω ὄν. ἔστι μὲν οὖν τὸ νῦν ἀρχὴ χρόνου φύσει· τῷ δὲ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι δόξει καὶ ἐπὶ τοῦ χρόνου εἶναι τὸ μὴ ἀεὶ ὡρίσθαι φύσει τὴν ἀρχήν. πάλιν κατὰ κίνησιν πρότερα τὰ ἐγγυτερα του πρώτου κινησαντος. οὕτως πρότερος πάις ανορος· εγγυτερω γὰρ τῷ γεννήσαντι. ἀρχὴ γὰρ καὶ αὕτη τις, φησίν, ἀπλῶς, τουτέστι κατὰ φύσιν, τὸ πρότερον κινῆσαν ἐπὶ τῆς κατὰ φύσιν κινήσεως. οὕτω πρώτη ἡ τῶν ἀπλανῶν κίνησις καὶ ἡ τοῦ Κρόνου τῶν ἄλλων, ὅτι ἐγγυτέρω ἐκείνου. διὰ δὲ τοῦ προσθεῖναι τὸ ἀρχὴ δὲ καὶ αὕτη τις ἀπλῶς ἔοικε δηλοῦν ὅτι καὶ ἡ ἐπὶ τοῦ χρόνου λαμβανομένη ἁπλῶς καὶ αὐτὴ ἦν ἀρχή· τοιοῦτον γὰρ τὸ νῦν. καὶ κατὰ δύναμιν δὲ λέγεται πρότερα· τὸ γὰρ ἄρχον καὶ δυνατώτερον τῇ δυνάμει πρότερον, ἔστι δὲ δυνατώτερόν τε καὶ ἄρχον οὗ κατὰ τὴν προαίρεσιν ἀνάγκη τὸ ὕστερον ἀκολουθεῖν τε καὶ κινεῖσθαι ἢ μὴ κινεῖσθαι, ὡς ἄν ἐκείνῳ δοκῇ· ἡ γὰρ ἐκείνου προαίρεσις ἀρχὴ τῆς τῶν ὑπ’ αὐτὸ κινήσεως· καὶ γὰρ καθόλου ἡ προαίρεσις ἀρχή τις ἐν ἀνθρώπῳ. καὶ εἴη ἄν κατὰ δύναμιν πρῶτον μὲν τὸ ἄρχον, ὕστερον δὲ τὸ ὑποτεταγμένον ἐκείνῳ· ἀρχὴ δὲ ἡ τοῦ κινοῦντος προαίρεσις, ἧς ἐγγυτέρω μέν ἐστιν ὁ ἔχων αὐτήν, πορρωτέρω δὲ ὁ ὑπὸ τούτου κινούμενος. λέγεταί τινα καὶ τῇ τάξει πρῶτα. τίνα δέ ἐστι τὰ τῇ τάξει πρότερα καὶ ὕστερα λέγε.· ὅσα γάρ πρός τι ἓν ὡρισμένον ἀφέστηκεν ἔν τινι λόγῳ, τὸ πρῶτον ἔχει ταῦτα τῇ τάξει καὶ τὸ ὕστερον, ὡς ὁ ἐν χορῷ πρωτοστάτης τοῦ τριτοστάτου πρότερος· κατὰ γάρ τὴν πρὸς τὸν κορυφαῖον ἀπόστασιν τῇ ·τάξει τὸ πρότερον τούτοις καὶ τὸ ὕστερον· ἀρχὴ γὰρ ὁ κορυφαῖος τοῦ χοροῦ. ὁμοίως καὶ παρανήτη νήτης προτέρα τῇ τάξει κατὰ τὴν πρὸς τὴν μέσην ἀπόστασιν, ἥτις ἐν τῷ ἡρμοσμένῳ ἀρχὴ λαμβάνεται. Τὰ μὲν οὖν πρότερα τοῦτον λέγεται τὸν τρόπον, πάντας δὲ τοὺς προειρημένους τοῦ προτέρου τρόπους ὄντας πέντε ὑφ’ ἕν τι κοινὸν ὑπάγει, τὸ ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει κατὰ τὴν πρὸς τοῦτο ἀπόστασίν τε καὶ γειτνίασιν τὸ πρότερον λαμβάνεσθαι· καὶ γὰρ εἰ διάφορα τὰ λαμβανόμενα, ὅπου μὲν τόπος, ὅπου δὲ χρόνος, ὅπου δὲ κίνησις, ὅπου δὲ δύναμις, ὅπου δὲ τάξις, ἀλλὰ ὁ τρόπος τῆς λήψεως ὁ αὐτός. ἄλλον δέ φησι τρόπον πρότερα λέγεσθαι παρὰ τὸν προειρημένον τὰ τῇ γνώσει· δοκεῖ γὰρ ὧν ἡ γνῶσις πρῶτον, ταῦτα καὶ ἁπλῶς τε καὶ | τῇ φύσει πρῶτα εἶναι, ὧν δὲ ὕστερον, ὕστερα. ὅτι δὲ μὴ ἀπλῶς τὸ τῇ γνώσει πρῶτον καὶ τῇ φύσει πρῶτόν ἐστιν, ἑξῆς δείκνυσι διὰ τῆς τῶν γνωστῶν διαφορᾶς· εἶναι γάρ φησιν ἄλλα μὲν τὰ κατὰ τὸν λόγον πρῶτα, ἄλλα δὲ τὰ τῇ αἰσθήσει· κατὰ μὲν γὰρ τὸν λόγον τὰ καθόλου πρῶτα, ἃ καὶ ἁπλῶς τῇ φύσει πρῶτα (διὰ τούτων γὰρ αἱ κατ’ ἐπιστήμην γνώσεις), κατὰ δὲ τὴν αἴσθησιν τὰ καθ’ ἕκαστα, ἃ πρὸς ἡμᾶς δοκεῖ τὸ πρῶτον ἔχειν, ἀλλ’ οὐχ ἀπλῶς. διὸ κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ πρώτου ἔσται πρῶτα καὶ τὰ καθόλου καὶ τὰ αἰσθητά. λέγει κατὰ τὸν λόγον πρῶτον εἶναι καὶ τὸ συμβεβηκὸς τοῦ συναμφοτέρου, ὅ ἐστιν ἔκ τε τοῦ ὑποκειμένου καὶ τοῦ συμβεβηκότος· καὶ εἴη ἄν τοῦτο κατὰ τὸν λόγον πρῶτον οὐ τῇ γνώσει τῇ κατὰ τὸν λόγον, ἀλλὰ τῷ μέρος εἶναι τοῦ λόγου· τὸ γὰρ ἁπλούστερον πρῶτον, ἁπλούστερον δὲ τὸ μέρος τοῦ ὅλου. καὶ ἔστιν ὅλον μὲν ὁ μουσικὸς ἄνθρωπος, μέρος δὲ τὸ μουσικόν. καίτοι ἀδύνατον μουσικὸν ὅλως εἶναι μὴ ὄντος ὑποκειμένου τινός, ἀλλ’ ὅμως ὕστερον ὂν τῇ οὐσίᾳ πρῶτόν ἐστι τῷ λόγῳ, τῷ μόριον εἶναι τοῦ λόγου τοῦ μουσικὸς ἄνθρωπος. πρότερά φησι λέγεσθαι καὶ ἐν πάθεσι τὰ τῶν πρώτων πάθη τῶν τῶν ὑστέρων. πρῶτον δὲ γραμμὴ ἐπιφανείας. μὴ εἰπὼν δὲ κατὰ τί σημαινόμενον τοῦ πρώτου ἡ γραμμὴ τῆς ἐπιφανείας πρῶτόν ἐστιν, δι’ οὗ τρόπου προστίθησιν, ὃν κατὰ φύσιν τε καὶ οὐσίαν λέγει, δείκνυσι κατὰ τί πρότερον ἡ γραμμὴ τῆς ἐπιφανείας· λέγεσθαι γάρ φησι καὶ φύσει τε καὶ οὐσία πρῶτα, ὡς τὰ συναναιροῦντα μὲν μὴ συναναιρούμενα δέ, ᾧ φησι σημαινομένῳ πρώτῳ Πλάτωνα χρήσασθαι· οὕτω πρώτη καὶ ἡ γραμμὴ τῆς ἐπιφανείας ἐστίν. φησὶ δέ, ἐπεὶ τὸ εἶναι πλεοναχῶς (δικαχῶς γάρ), τὸ κατὰ τὸ πρῶτον καὶ κατὰ τὴν ὕπαρξίν φησιν εἶναι τὸ πᾶσιν ὑποκείμενον τοῖς ἄλλοις, τοιοῦτον δὲ τὴν οὐσίαν εἶναι· καθὸ γὰρ συναναιρεῖ μὲν μὴ συναναιρεῖται δέ, πρώτη τῶν ἄλλων. ἀλλὰ καὶ καθὸ ὑπόκειται καὶ καθὸ τἆλλα ἔστι τῷ ἐν ταύτῃ ὑποκειμένῃ εἶναι, μάλιστα καὶ πρῶτον ὄν. κατ’ ἄλλο πάλιν σημαινόμενον τοῦ ὄντος τε καὶ τοῦ εἶναι πρότερον εἶναί φησι τὸ πρῶτον δυνάμει ἢ ἐνεργείᾳ ὄν. οὕτως δείκνυσι τὸ ὅλον τῶν αὐτοῦ μερῶν πρῶτον ὂν καὶ ὕστερον· τὸ μὲν γὰρ μέρος πρῶτον τοῦ ὅλου δυνάμει, τὸ δὲ ὅλω ἐνεργείᾳ πρῶτον τῶν μερῶν, ὡς δείξει.. πῶς δὲ τὸ δυνάμει καὶ ἐντελεχείᾳ λέγεται, διὰ παραδείγματος ἔδειξε. κατὰ δύναμιν γὰρ ἡ ἡμίσεια τῆς ὅλης πρώτη καὶ τὸ μόριον τοῦ ὅλου καὶ ὅλως ἡ ὕλη τοῦ | εἴδους τε καὶ συναμφοτέρου· δυνάμει γὰρ τούτων ἕκαστον ἐν τῷ ὅλῳ ὂν πρῶτόν ἐστι τοῦ ὅλου ἐνεργείᾳ. ὄντος, τῷ μέρος αὐτοῦ εἶναι (ἐκ γὰρ τῆς συνθέσεως τούτων ὅλον), καὶ οὐδὲν μέρος, ἔστ’ ἄν μέρος ᾖ, ἐστὶ καθ’ αὑτὸ καὶ ἐνεργείᾳ· ὅταν δὲ μηκέτι δυνάμει ᾖ, ὡς ἦν ὄντα ἐν τῷ ὅλῳ, ἀλλ’ ἐντελεχείᾳ λαμβάνηται καὶ καθ’ αὑτὰ καὶ μὴ τοῦ ὅλου μέρη, ὅταν δὴ οὕτως ἔχῃ, εἰσὶν ὕστερα τοῦ ὅλου, ὥστε δυνάμει μὲν ὄνια πρῶτα, ἐντελεχείᾳ δὲ ὕστερα· διαλυομένου γὰρ τοῦ ὅλου ἐντελεχείᾳ τούτων ἕκαστον γίνεται χωριζόμενον τοῦ ὅλου ἐν ᾧ ὂν δυνάμει πρῶτον ἦν. ὥστε εἰ κυρίως ὂν τὸ ἐντελεχείᾳ, ἐντελεχείᾳ δὲ τὸ ὅλον, πρῶτον κυρίως ἂν εἴη τὸ ὅλον τοῦ μέρους. οὐ γὰρ ἐντελεχείᾳ πρῶτον τὸ μέρος τοῦ ὅλου (ἐκ γὰρ τῆς τοῦ ὅλου διαλύσεως τὸ μέρος αὐτοῦ ἐντελεχείᾳ γίνεται ὄν· χωρισθὲν γὰρ τοῦ ὅλου τοιοῦτον)· ἑο ὡς δυνάμι δὲ ὂν λαμβανόμενον, ὅτε καὶ μόριόν ἐστι, πρῶτον τοῦ ὅλου τῷ ἐνυπάρχειν αὐτῷ. διὸ ἐντελεχείᾳ μὲν πρῶτον τὸ ὅλον, δυνάμει δὲ τὸ μόριον καὶ τὸ ἐνυπάρχον. τρόπον δέ τινά φησι πάντα τὰ πρότερα καὶ ὕστερα λεγόμενα κατὰ ταῦτα λέγεσθαι. καὶ δι’ ὅ, προσέθηκε· τὰ μὲν γὰρ κατὰ γένεσιν ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι, οἷον τὸ ὅλον τῶν μορίων, τὰ δὲ κατὰ φθοράν, οἷον τὸ μόριον τοῦ ὅλου· ὁμοίως δὲ καὶ τἆλλα. λέγει δὲ διὰ τούτων ὅτι πάντα τρόπον τινὰ τὰ λεγόμενα πρότερα καὶ ὕστερα εἶναι κατὰ τὸν τρόπον τοῦτον λέγεται τοῦ δυνάμει καὶ ἐνεργείᾳ· τῶν γὰρ οὐσιῶν, ὧν αἱ γενέσεις (καὶ γὰρ ἐπὶ ἡ γένεσις κυρίως), αἱ μὲν δυνάμει πρῶται αἱ δὲ ἐνεργείᾳ· τὰ μὲν γὰρ μέρη δυνάμει ὄντα πρῶτα τῶν ὅλων, τὰ δὲ ὅλα ἐνεργεία πρῶτα τῶν μερῶν, ἃ δὴ καὶ διά τῶν ἐφεξῆς δείκνυσι. τὸ δὲ τὰ μὲν γὰρ κατὰ γένεσιν ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι ἴσον ἐστὶ τῷ τὰ μὲν γὰρ κατὰ γένεσιν καὶ ἐνεργείᾳ ὄντα (ἐπὶ τοῦτο γὰρ ἡ γένεσις ὀδός) τοιαῦτα δὲ τὰ ὅλα. τοῦ δὲ πρῶτα εἶναι δεικτικῷ ἐχρήσατο τῷ ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι. ἃ γὰρ ἔστι μὴ ὄντων ἐκείνων μηδέπω πρὸς ἃ συγκρίνεται κατὰ τὸ πρότερον, δῆλον ὅτι πρότερα. ὄντος δὲ τοὺ ὅλου ἐνεργείᾳ, οὐχ ·οἷόν τε εἶναι αὐτοῦ τά μέρη ἐνεργείᾳ. ὥστε ἐν μὲν τῇ γενέσει τοῦ ὅλου ὑπάρχοντος, πρῶτον τὸ ὅλον τῶν μερῶν, εἴ γε τὸ μὲν ἔστι τὸ δὲ μὴ ἔστιν· ἐν δὲ τῇ φθορᾷ τοῦ ὅλου πάλιν τὸ μὲν μόριον ἔστι, τὸ δὲ ὅλον οὐκ ἔστιν. εἰ δὲ τὸ μὲν ὅλον ἐν τῇ γενέσει ἔστι, τὸ δὲ μέρος ἐν τῇ φθορᾷ, κατὰ τὸ ἐνεργείᾳ εἶναι καὶ τὸ δυνάμει συγκρίνοιτο. τὸ δὲ ὁμοίως δὲ καὶ τἄλλα προσέθηκε λέγων καὶ ἐπὶ τῶν ἄλλων τῶν ὄντων, ὧν οὐκ ἔστιν ἡ κυρίως γένεσις (οὐ γὰρ πάντα τὰ ὄνια διὰ γενέσεως τὸ ἔχουσιν, εἴ γε τῶν φθαρτῶν οὐσιῶν ἡ κυρίως γένεσις μόνων), καὶ ἐπ’ ἐκείνων οὖν, ὧν οὐκ ἔστι μὲν γένεσις, ὅλα δέ πὼς ἐστι καὶ αὐτὰ καὶ μέρη ἔχει, ὁμοίως ἕξει· δυνάμει γὰρ καὶ ἐπ᾿ ἐκείνων τὰ μόρια τοῦ ὅλου πρῶτα ὄντα ἔσται ἐνεργείᾳ ὕστερα. ὕστερα. οὕτως ἐπὶ γραμμῆς καὶ τῶν συμβεβηκότων ἀπάντων τῇ οὐσίᾳ, ποσοῦ, ποιοῦ, τῶν ἄλλων. τὰ δὲ ἰῶν ἀιδίων καὶ θείων σωμάτων μέρη οὐδὲ δυνάμει ἄν εἴη ὄντα ἐν τῷ ὅλω, εἴ γε δυνάμει ὄντα μέρη ταῦτα ἃ οἷόν τέ ποτε καὶ ἐνεργεία γενέσθαι (??) χωρισθέντα τοῦ ὅλου, τὰ δὲ ἐκείνων μέρη ἀχώριστα τοῦ ὅλου, ὄντος ἐκείνου ἀεὶ ἐνεργείᾳ. τῶν δέ γε συμβεβηκότων τῇ οὐσίᾳ εἰ καὶ μὴ κυρίως ἡ γένεσις κατηγορεῖται, ἀλλ’ ἔστι γέ τις καὶ τούτων γένεσις, ἡ κατὰ προσθήκην λεγομένη, ἀλλ’ οὐχ ἀπλῶς· καὶ ἔστι καθ’ ἕκαστον καὶ τούτων γένεσις, καὶ τὸ μὲν ἐνεργείᾳ πρότερον, τὸ δὲ δυνάμει ὕστερον. ἐνεργείᾳ μὲν γὰρ πρῶτον τὸ εἰς ὃ ἡ μεταβολὴ καθ’ ἕκαστον γένος γίγνεται, δυνάμει δὲ οὗ· καὶ μεταβάλλοντος πάλιν ἐκ τούτου δυνάμει μὲν πάλιν τοῦτο πρῶτον, ἐκεῖνο δὲ εἰς ὃ μεταβάλλει, ὃ κατὰ τὴν πρώτην μεταβολὴν δυνάμει πρῶιον ἦν, [οὐκ] ἐνεργείᾳ. δι’ ἣν μεταβολὴν γίνεται καὶ τὰ μέρη δυνάμει τοῦ ὅλου πρῶτα, καὶ τὸ ὅλον πάλιν καὶ αὐτὸ τῶν μερῶν δυνάμει πρῶτον. τῷ γὰρ δύνασθαι τὸ ὅλον φθαρῆναι εἰς τὰ μέρη, ὅταν ᾖ ἐνεργεία ὅλον, ἔσται δυνάμει τὰ μέρη. οὕτω μὲν οὖν συγκρινομένων τῶν μερῶν κατὰ τὸ δυνάμει, πρῶτα τὰ μέρη τοῦ ὅλου δυνάμει, κατὰ δὲ τὸ ἐνεργείᾳ πρῶτον τὸ ὅλον τῶν μερῶν, ὡς δέδεικται· ὃ μὲν γὰρ πρῶτον ἐνεργείᾳ ἐστί τινων, τοῦτο πρῶτον ἐκείνων ἀπλῶς, ὃ δὲ πρῶτόν τινων δυνάμει ἐστί, τοῦτο ἐκείνων δυνάμει πρῶτον οὐχ ἀπλῶς. Ἑξῆς δὲ τὰ τῆς δυνάμεως σημαινόμενα ἐκτίθεται, καὶ δύναμιν λέγει λέγεσθαι ἕνα μὲν τρόπον τὴν ἀρχὴν τῆς κινήσεως ἢ μεταβολῆς ἐν ἑτέρῳ καθ᾿ ἣν γὰρ τὸ ἐνεργοῦν καὶ τὸ ποιοῦν ποιεῖ, τοῦτο δύναμις. τὸ δὲ ἢ μέτα βολῆς· εἷπεν ὅτι οὐ μόνον κινήσεως ποιητικὴ ἡ δύναμις, ἀλλὰ καὶ ἠρεμίας, καθ’ ἧς τὸ μὲν τῆς μεταβολῆς ὄνομα κατηγορεῖν ὀρθόν, τὸ δὲ τῆς κινήσεως οὐκέτι, ὡς καὶ αὐτὸς ὀλίγον προελθὼν ἐρεῖ. οὕτω δυνάμεις αἱ τέχναι ἂν εἶεν· κατὰ γὰρ αὐτὰς ἐνεργοῦδί τε καὶ ποιοῦσιν οἱ τεχνῖται. τοιαύτη δύναμις ἡ ποιητική, ἣ οὐκ ἐν τῷ κινουμένῳ τε καὶ γινομένῳ (οὐδὲν οὐδὲν γὰρ αὑτὸ ποιεῖ), ἀλλ’ ἐν ἑτέρῳ· ἐν γὰρ τῷ οἰκο|δόμῳ, οὐκ ἐν τῷ οἰκοδομουμένῳ ἡ ποιητικὴ δύναμις τῆς οἰκίας. ἐπεὶ οὖν κεχώρισται τὸ ποιοῦν του ποιουμένου καὶ εστιν η ποιητικὴ ουναμις ὲν τῳ ποιοῦντι, ἀνάγκη ἐν ἑτέρῳ αὐτὴν εἶναι καὶ οὐκ ἐν τῷ ποιουμένῳ. ἐπεὶ δὲ ἐνδέχεταί τινα καὶ αὑτῷ αἴτιον μεταβολῆς γενέσθαι τῆς κατά τι, ἔχοντα τὴν ἀρχήν, καθ’ ἣν ἡ μεταβολὴ καὶ ὑφ᾿. ἧς, ὡς ὅταν ἰατρὸς αὑτὸν ὑγιάζῃ, διὰ τοῦτο προσέθηκε τῷ ἐν ἑτέρῳ τὸ ἢ ᾗ ἕτερον· οὐ γὰρ ᾗ νοσεῖ, ταύτῃ τὴν δύναμιν τοὺ αὑτὸν ἰᾶσθαι ἔχει· οὐ γὰρ ταὐτὸν ἰατρῷ τε εἶναι καὶ ἰατρευομένῳ τε καὶ νοσοῦντι. τὴν μὲν οὖν οὕτως φησὶ δύναμιν λέγεσθαι, τὸ δὲ ὅλως προσέθηκεν ἤτοι τοὐ καθόλου δηλωτικόν, ὡς εἶναι τὸ εἰρημένον ‘ἡ μὲν οὖν καθόλου ἀρχὴ μεταβολῆςε’, ἢ τοῦ κυρίως, ἐπεὶ καὶ αὐτῷ δοκεῖ ἡ ποιητικὴ δύναμις κυριωτάτη δύναμις λέγεσθαι, ὡς προιὼν ἐρεῖ καἰ ἐν τούτῳ καὶ ἐν τῷ Θ ταύτης τῆς πραγματείας, ἐν ᾧ προηγουμένως περὶ δυνάμεως ποιεῖται τὸν λόγον. ἑξῆς δὲ σημαινόμενον δυνάμεως ἐκτίθεται, καθ’ ἣν λέγεται δύναμιν ἔχειν τινὰ τοῦ πάσχειν τε καὶ κινεῖσθαι ὑπό τινων. ἔστι μὲν οὖν ἑκατέρα τῶν εἰρημένων δυνάμεων ἐν τοῖς ἔχουσιν· ἀλλ· ἡ μὲν ποιητικὴ ἄλλου καὶ ἐκτός τινός ἐστι ποιητική, ἡ δὲ παθητικὴ ὑπ’ ἄλλου τινὸς καὶ ἐκτὸς ὄντος παθητικὴ οὖσα ἐν τῷ πάσχοντι καὶ μεταβάλλοντί ἐστιν· τὸ γὰρ ὑφ’ ἑτέρου τὴν παθητικὴν σημαίνει. τὸ δὲ ᾗ ἕτερον προσέθηκε πάλιν διὰ τὸν ἰατρὸν τὸν αὑτὸν ἰ.ώμενον· νοσῶν γὰρ καὶ δύναμιν ἔχων τοῦ πάσχειν τε καὶ ἀλλοιοῦσθαι καὶ θεραπεύεσθαι, εἰ καὶ οὗτος τὴν ποιητικὴν ταύτης τῆς μεταβολῆς δύναμιν ἔχει, ἀλλ’ οὐχ ὤσων, ἀλλὰ καθὸ ἕτερόν τί ἐστιν· καθὸ γὰρ ἰατρός, ἄλλος ἐστὶ τοῦ νοσοῦντος. οὐ γὰρ τῷ νοσοῦντι τὸ νοσεῖν ἐν τῷ ἰατρῷ εἶναι (ὡς γὰρ ποιεῖν δύναμίς ἐστιν. οὕτω καὶ τοὺ πάσχειν), καὶ ταύτην τὴν παθητικὴν αἰτίαν τὴν φύσει εἶναι. ὁτὲ μὲν οὖν, φησί, κατὰ τῶν ὅλως παθεῖν τι δυναμένων τὸ δύνασθαι κατηγορεῖται, ὁτὲ δὲ οὐ κατὰ πάντων παθῶν, ἀλλὰ κατὰ τῶν βελτιόνων ἀντικειμένων τὴν καθὸ εἰς τὸ βέλτιον δύναται μεταβάλλειν τινὰ λεγόντων ἡμῶν δύναμιν, οἷον τὴν εἰς ὑγίειαν, ἀλλ’ οὐ τὴν εἰς νόσον· ἀδυναμίαν γὰρ ἐκείνην μᾶλλον ἔθος ἢ δύναμιν λέγειν. καὶ ἐπὶ τῆς ποιητικῆς δὲ δυνάμεως δείκνυσι τὴν τοιαύτην οὖσαν διαφοράν· λέγεσθαι γὰρ οὐ μόνον τὴν ποιητικήν τινος ἁπλῶς, ἀλλ’ ὅταν καὶ καλῶς τοῦτο ἐπιτελεῖν οἷόν τε ᾖ, ἢ κατὰ τὴν αὐτοῦ προαίρεσιν. οἷον ἄν καλῶς τις λέγῃ, δύναμιν τοῦ λέγειν φαμὲν ἔχειν, ἀλλ’ οὐκ εἰ ἁπλῶς λέγει. καὶ τὸν μὲν ἐλθόντα που | κατὰ τὴν αὐτοῦ προαίρεσιν ἀπὸ δυνάμεως τοῦτο οἰκείας φαμὲν πεποιηκέναι, οὐκέτι δ’ ἂν ὑπ’ ἄλλων ἀγόμενος μετὰ βίας ἔλθῃ. εἶπε δὲ καὶ ἐπὶ τοῦ πάσχειν τὸ ῥητὸν τοῦτο, οὗ πάλιν διὰ βραχέων ἡμάς ὑπέμνησεν εἰπὼν ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πάσχειν· δυνατὸς γὰρ ὁρᾶν ὁ ὁπωσοῦν ὁρῶν καὶ ὁ καλῶς αἰσθάνεσθαι καὶ ὁ ὁπωσοῦν. ἐπιζητήσαι δ’ ἄν τις, εἰ ἡ ποιητικὴ δύναμις ἀρχὴ κινήσεως ἢ μεταβολῆς ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, πῶς ὑπάγοιντο ἂν ταύτῃ τῇ δυνάμει οἱ κατὰ τὴν ἐν αὐτοῖς δύναμιν βαδίζοντες καὶ κατὰ τὴν ἐν αὐτοῖς προαίρεσιν λέγοντες; δοκοῦσι γὰρ οὗτοι κινεῖσθαι κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν τῆς κινήσεως. καὶ γὰρ ἡ τέχνη καὶ ἡ προαίρεσις ἀρχαὶ οὖσαι ἐν αὐτοῖς εἰσι τοῖς κατὰ ταύτας κινουμένοις. μήποτε οὖν ὡς ἄλλης οὔσης ταύτης τῆς δυνάμεως παρὰ τὴν ποιητικὴν μνημονεύει, καὶ ἔστιν αὕτη καθ’ ἣν αἱ ἀπὸ τῶν ἕξεων ἐνέργειαι γίγνονται τοῖς τὰς ἕξεις ἔχουσι. τὸ δὲ ὁμοίως καὶ ἐπὶ τοῦ πάσχειν ἀντὶ τοῦ ὁμοίως ὡς καὶ ἐπὶ τοῦ πάσχειν· προείρηκε γὰρ τοῦτο καὶ ἐπὶ τῶν πασχόντων. ἐπὶ τούτοις δυνάμεως σημαινόμενον ἐκτίθεται· τὸ κατὰ τὰς ἕξεις, καθ’ ἃς ἀπαθεῖς ἢ δυσπαθεῖς λέγομέν τινας τοῦ χείρονος· δοκεῖ γὰρ κατὰ ἀδυναμίαν εὐπάθεια τῶν χειρόνων εἶναι, κατὰ δύναμιν δὲ ἡ τῶν αὐτῶν τούτων δυσπάθεια ἢ ἀπάθεια. ἀπλῶς μὲν οὖν ἀπαθῆ τὰ θεῖα, τινῶν δὲ ἀπαθῆ ἐστί τινα καὶ τῶν ἐν γενέσει, ὡς ἡ σαλαμάνδρα μὲν τοῦ καίεσθαι δοκεῖ, ὁ δὲ ἀδάμας τοῦ διαιρεῖσθαι. ταῦτα μὲν οὖν τῆς δυνά- μεως τὰ σημαινόμενα παρατίθεται. ἐπιζητήσαι δ’ ἄν τις, ἐπεὶ καὶ ἡ φύσις δύναμίς τίς ἐστιν, εἰς τίνα τῶν εἰρημένων τρόπων ὑπάγοιτο ἄν. ἢ εἰ ἔστιν ἡ φύσις ἀρχὴ κινήσεως ἐν αὐτῷ, εἴη ἄν ὑπὸ τὴν παθητικὴν δύναμιν· τὰ γὰρ φύσιν ἔχοντα τοῦ κινεῖσθαι ὑπ’ ἄλλου δύναμιν ἔχει, ὡς ἔδειξεν ἐν Φυσικῇ ἀκροάσει. ἡ δὲ ψυχὴ ὑπάγοιτο ἄν τῇ ποιητικῇ δυνάμει· ἐν ἑτέρῳ γὰρ ἢ ᾗ ἕτερον· ὁ γὰρ κινούμενος κατὰ ψυχὴν ἔοικέ πως τῷ ἑαυτὸν ἰωμένῳ· ἑτέρα γὰρ ἡ ψυχή, καθ’ ἣν κινεῖται ὁ περιπατῶν,. τοῦ κινουμένου σώματος. ἢ ἡ μὲν ψυχὴ ἀρχὴ τῆς κινήσεως ἀναλόγως τῇ φύσει, οἱ δὲ κατὰ τὰς ἐν τῇ ψυχῇ τέχνας κινούμενοί εἰσιν οἱ κατὰ τὰς ἐν αὐτοῖς ἕξεις ἐνεργοῦντες. Λεγομένης δὲ τῆς δυνάμεως τοσαυταχῶς (τετραχῶς γάρ, ἡ παθητική ἡ ἕξις καὶ ἡ κατὰ τὴν ἀπάθειαν), ἐπεὶ τὸ δυνατὸν ἀπὸ τῆς δυνάμεως καὶ τοῦ ταύτην ἔχειν παρωνόμασται, εἰπὼν περὶ τῶν δυνάμεων τῶν σημαινομένων, ἐφεξῆς περὶ τῶν τοῦ δυνατοῦ λέγει. καὶ πρῶτον δυνατόν φησι λέγεσθαι τὸ ἔχον κινήσεως ἀρχὴν ἢ μεταβολῆς, τοῦτ’ ἔστι τὸ ἔχον ἀρχὴν ἰῆς κινήσεως. προσθεὶς δὲ τὸ καὶ μεταβολῆς ἐξηγήσαιο διὰ τί τοῦτο προσέθηκε· καὶ γὰρ τὸ στατικόν τινος δυνατόν, οὐ μόνον τὸ κινητικόν· μεταβολὴ δὲ καὶ ἡ ἐκ κινήσεως εἰς ἠρεμίαν. προσθεὶς δὲ ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον ἐπλήρωσε τὸν λόγον τοῦ οὕτως δυνατοῦ. τὸ γὰρ ἔχον ἀρχὴν κινήσεως ἢ μεταβολῆς τῆς ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, δυνατόν, ὁποῖόν ἐστι τὸ ποιητικόν· τὸ δὲ ἢ ᾗ ἕτερον πάλιν προσέθηκε διὰ τοὺς καὶ αὑτοὺς ἰωμένους ποτέ. καὶ τοῦτο μὲν τὸ σημαινόμενον τοῦ δυνατοῦ τῇ τῆς πρώτης δυνάμεως παρουσίᾳ τῆς ποιητικης δυνατὸν λέγεται. οευτερον προστίθησι τοῦ δυνατοῦ τρόπον, ἂν ὑπ’ ἄλλου πάσχειν τι δύνηται· ὃ γὰρ οἷόν τε πάσχειν ὑπό τινος, καὶ οὗ ἔστι κινητικόν, τοῦτο δυνατὸν καὶ αὐτὸ τῷ πάσχειν ὑπ’ ἐκείνου δύνασθαι· ἦν γὰρ καὶ δύναμίς τις παθητική, ἣν τὸ ἔχον εἰκότως ἄν δυνατὸν λέγοιτο. βραχέως δὲ ἠρμήνευσε τὸν τρόπον τοῦτον τοῦ δυνατοῦ εἰπὼν ἕνα δὲ ἄν ἔχῃ τι αὐτοῦ ἄλλο δόναμιν τοιαύτην. ἄλλον τρόπον δυνατόν φησιν εἶναι τὸ ἔχον δύναμιν, καθ’ ἣν ὁτιοῦν οἷόν τέ ἐστι κατὰ τὴν ἐν αὐτῷ δύναμιν μεταβάλλειν, εἴτε ἐπὶ τὸ χεῖρον εἴτε ἐπὶ τὸ βέλτιον. καὶ εἴη ἂν τοῦτο τὸ δυνατὸν λεγόμενον κατὰ τὴν δύναμιν ἐκείνην, καθ’ ἥν, ὡς ἔλεγεν, τὸ καλῶς ἐπιτελεῖν τι ἐγίγνετο, ἣν ἐλέγομεν εἶναι τὴν κατὰ τὰς ἕξεις τε καὶ τὰς ἐπιστήμας, ἀφ’ ὧν αἱ κατ’ αὐτὰς ἐνέργειαι, αἷς καὶ παραδείγμασιν ἐχρήσατο τῆς δυνάμεως. δοκεῖ δὲ καὶ ἀναθεὶς ταύτῃ τῇ δυνάμει τὸ συνεῖναι αὐτῇ κἀκεῖ τὸ ποιητικόν· τὰ γὰρ δύναμιν ἔχοντα τοῦ ὁπωσοῦν κινεῖσθαι κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν δυνατὰ εἶπεν, ἐκτείνας τὴν δύναμιν καὶ ἐπὶ τὰ χείρω. ἔτι παραδείγμασιν ἐπ’. αὐτῆς κέχρηται νῦν, οὐχ ὡς τότε, ἐνεργείαις τισὶν ἀπὸ ἕξεων γινομέναις, ἀλλὰ τῶν παθητικῶν δυνάμεων, εἰπὼν καὶ γὰρ τὸ φθειρόμενον. εἰπὼν δὲ τὰ ὅλω, πάσχειν τι δυνάμενα ἄν τε χεῖρον ἄν τε βέλτιον δυνατὰ λέγεσθαι, διαστολῇ τινι ἐχρήσατο ἐπί τε τῶν τὰ βελτίω καὶ τῶν τὰ χείρω δυναμένων· τὸ μὲν γὰρ αὐξόμενόν τε καὶ γιγνόμενον καὶ ὅλως εἰς τὸ βέλτιον μεταβάλλον τῷ ἔχειν ἕξιν ἐν ἑαυτῷ τινα τοιαύτην μεταβάλλει εἰς ταῦτα, τὸ δὲ μειούμενόν τε καὶ φθειρόμενον τῷ ἐστερῆσθαι τῆς τοιαύτης ἕξεως. πῶς οὖν καὶ ταῦτα δυνατὰ καὶ δύναμιν ἔχειν λέγοιτ’ ἂν καὶ κατὰ τί, ἔδειξεν εἰπὼν εἰ δ’ ἡ στέρησίς ἐστιν ἕξις πως, πάντα τὰ ἐστερημένα ι τῷ ἔχειν ἂν εἴη. δοκεῖ γὰρ ἡ στέρησις διάθεσίς τις εἶναι καὶ αὐτή· οὐ γὰρ ἀπουσίαν ψιλὴν ἡ στέρησις σημαίνει, ἐπεὶ οὕτως ἴσον ἂν ἐδύνατο τῇ ἀποφάσει, ἀλλὰ μετά τινος διαθέσεως· διὰ τοῦτο γὰρ οὐ ταὐτὸν τὸ οὐ βλέπειν τῷ τυφλὸν εἶναι. εἰ γὰρ τοῦ πεφυκότος καὶ ὅτε πέφυκεν ἀπουσία ἡ στέρησίς ἐστιν, ὅμως γίγνεταί τις διάθεσις· διάθεσις δέ ἐστί τινος ποιὰ περὶ τὸ ὑποκείμενόν τε καὶ πεφυκὸς τὴν ἕξιν ἔχειν γινομένη. ἕξις οὖν πως καὶ ἡ στέρησις· οὐχ ἁπλῶς γὰρ ἕξις, εἴ γε ἐστὶν ἕξεως στέρησις, ἀλλ’ οὕτως ἕξις, ὡς εἶπον, τῷ ποιά τις διάθεσις εἶναι τοῦ ὑποκειμένου· εἶναι γάρ τι δεῖ πάθος περὶ τὸ ὑποκείμενον, ὃ εἴη ἄν τις ἕξις. διὰ τοῦτο καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει τὴν στέρησιν εἶδός πως εἶπεν. εἰ οὗν ἕξις τις καὶ ἡ στέρησις, καὶ τὰ εἰς τὰ χείρω μεταβάλλοντα τῷ ἕξιν τινὰ καὶ δύναμιν ἔχειν μεταβάλοι ἄν· δύναμις γάρ τις καὶ ἡ στέρησις, εἴ γε καὶ ἕξις. ὥστε τὸ μὲν τῷ ἀρχὴν καὶ δύναμιν ἔχειν, καθ’ ἣν οὐδὲν τῶν χειρόνων οἷόν τέ τι πάσχειν, δυνατὸν λέγοιτο ἄν, τὸ δὲ τῷ τὴν τῆς τοιαύτης δυνάμεως στέρησιν. εἰπὼν δὲ τοῦτο ἐπιφερει, ἡ εἰ μὴ εἴη ἕξις τις ἡ στέρησις, ὁμωνύμως ἂν εἴη ουνατα τὰ τε πρὸς τὸ βέλτιον μεταβάλλοντα καὶ τὰ εἰς τὸ χεῖρον· τὰ μὲν γὰρ τῷ ἕξιν ἔχειν, τὰ δὲ τῷ ἐστερῆσθαι ταύτης τῆς ἕξεως. εἰπὼν δὲ ἔχειν στέρησιν, προσέθηκεν εἰ ἐνδέχεται ἔχειν στέρησιν. εἰ μὲν γὰρ εἴη ἕξις τις ἡ στέρησις, λέγοιτο ἄν τὸ ἐστερημένον ἔχειν στέρησιν· εἰ δὲ ἀπουσία τις εἴη μόνον, οὐκ ἂν κυρίως τὸ ἔχειν ἐπ’ αὐτῆς λέγοιτο. ἄλλον δέ φησι τρόπον δυνατὸν λέγεσθαι τὸ ἀπαθές, οὗ μηδὲν ἔχει δύναμιν φθαρτικὴν μήτε ἐκτὸς ὂν αὐτοῦ μήτε ἐν αὐτῷ· τούτου γὰρ δηλωτικὸν τὸ προσκείμενον τὸ ᾗ ἄλλο· εἰ γὰρ καὶ ἔχοι τι ἐν αὐτῷ τὸ δυνάμενον αὐτὸ φθείρειν, ἀλλ’ ὡς ἄλλο τι ἔχον ἐν αὐτῷ ἕξει· οὐδὲν γὰρ αὐτὸ αὑτοῦ φθαρτικόν. προστίθησι δὲ καὶ ὅτι πάντα ταῦτα (λέγοι δ’ ἄν τά τε κατὰ τὸ ποιεῖν δυνατὰ λεγόμενα καὶ κατὰ τὸ πάσχειν καὶ κατὰ τὰς ἕξεις καὶ κατὰ τὰς ἀπαθείας) δυνατὰ λέγεται ἢ τῷ ἁπλῶς δυνατὰ γενέσθαι ἢ τῷ καλῶς· καθ’ ἕκαστον γὰρ τῶν εἰρημένων δυνατῶν ἑκάτερον τούτων χώραν ἔχει, καὶ τὸ καλῶς καὶ τὸ κακῶς. ἔδειξε δὲ τὸ διττὸν τοῦτο ὂν καὶ ἐπὶ τῶν ἀψύχων· τὴν γὰρ λύραν οὕ φασι δύνασθαι | φθέγγεσθαι τὴν μὴ εὔφωνον, ὡς τοῦ δύνασθαι συνήθως ἐπὶ τῶν τὸ εὗ δυναμένων κατηγορουμένου. Εἰπὼν δὲ περὶ δυνάμεως καὶ τοῦ δυνατοῦ, ὅτι τῆς δυνάμεως παρουσία λέγεται τοιοῦτον, ἀκολούθως καὶ περὶ ἀδυναμίας λέγει· ἀντίκειται γὰρ τῇ δυνάμει. καθ’ ἕκαστον δὴ τῶν ἰῆς δυνάμεως τρόπων ἀδυναμία τις οἰκεία ἀντίκειται. ἦν δὲ τῆς δυνάμεως ἡ μὲν ποιητικὴ ἡ δὲ παθητική, ἑκατέρα δὲ διττή· ἡ μὲν γὰρ ἀπλῶς ποιητική, ἡ δὲ τοῦ εὖ καὶ τοῦ καλῶς, ὁμοίως καὶ παθητικὴ ἡ μὲν τοῦ πάσχειν ἁπλῶς οὖσα δύναμις, ἡ δὲ τοὐ καλῶς, καὶ παρὰ ταύτας ἥ τε κατὰ τὰς ἕξεις, καὶ ἔτι ἡ κατὰ τὰς ἀπαθείας, ἃ δὴ καὶ αὐτὰ τὸ προειρημένον διττὸν ἕξει. καὶ ἀδυναμία δὴ πολλαχῶς· λέγει δὲ κοινῶς ἀδυναμίαν εἶναι στέρησιν δυνάμεως καὶ τῆς τοιαύτης ἀρχῆς. τετραχῶς οὖν λεγομένης τῆς δυνάμεως, καθ’ ἑκάστην ἄν αὐτῶν εἴη στέρησίς τις καὶ ἀδυναμία. καὶ ταύτην φησὶ καθ’ ἐκάστην δύναμιν τῶν δύοτῶν πρώτων ῥηθεισῶν τριχῶς λέγεσθαι. ἐπί τε γὰρ τῆς ποιητικῆς, ἥτις εἴρηται δύναμις εἶναι ἀρχὴ κινήσεως καὶ μεταβολῆς ἐν ἄλλῳ ἢ ᾗ ἄλλο, τριχῶς ἡ ἀδυναμία κατηγορεῖται, ὡς εἰ τοῦ λίθου τις ἀδυναμίαν τοῦ οἰκοδομεῖν ἢ τοῦ γεννᾶν κατηγοροίη, ἢ τοῦ πεφυκότος ἔχειν, καὶ τούτου ἁπλῶς ὅτε μὴ ἔχει, ὡς εἰ τοῦ παιδός τις μήπω πεφυκότος γεννᾶν κατηγοροίη ὡς ἀδυνάτου. αὗται μὲν οὗν αἱ ἀδυναμίαι κοινῶς καὶ οὐ κυρίως στερήσεις· κυρίως δὲ ὅτε πέφυκεν ἤδη ἔχειν, ὡς ἐπὶ τοῦ ἤδη τελείου καὶ τοῦ εὐνούχου· ὁ μὲν γὰρ εὐνοῦχος ἀδύνατος γεννᾶν τῷ ἀπλῶς ἐστερῆσθαι τῆς τοιαύτης δυνάμεως, ὁ δὲ παῖς τῷ μηδέπω δύναμιν ἔχειν, ὁ δὲ λίθος τῷ καὶ τὴν ἀρχὴν ἀνεπίδεκτος εἶναι. αὐτὸς δὲ παραδείγμασι κέχρηται τῶν προειρημένων παιδὶ καὶ ἀνδρὶ καὶ εὐνούχῳ, τῷ μὲν εὐνούχῳ ἐπὶ τοῦ ὅλως ἐστερημένου, ἐφ’ οὗ καὶ ὁ λίθος ἔκειτο, τῷ δὲ παιδὶ ἐπὶ τοῦ ἔχοντος μὲν τὴν δύναμιν μήπω δὲ δι’ ἡλικίαν πεφυκότος, τῷ δὲ ἀνὸρὶ ἐπὶ τοῦ πεφυκότος καὶ ὅτε πέφυκε μὴ ἔχοντος. ὡς δὲ ἐπὶ τῆς ποιητικῆς δυνάμεως τριχῶς ἡ ἀντικειμένη ἀδυναμία λεγομένη ἐλέχθη ὑπ’ αὐτοῦ, οὕτω βούλεται καὶ ἐπὶ τῆς παθητικῆς δυνάμεως τριχῶς τὴν ἀδυναμίαν λέγεσθαι. καὶ λέγοιτο ἄν ἢ τὸ μηδ’ ὅλως πάσχειν τι δυνάμενον ἀδύνατον, καὶ ἐστερῆσθαι τῆς τοιαύτης παθητικῆς ποιότητος, κοινότερον ἡμῶν χρωμένων τῇ στερήσει· οὕτως ὁ τοῖχος λέγοιτο ἂν ἀδύνατος μαθεῖν τὰ γραμματικὰ ἢ ὅλως αἰσθάνεσθαι ἢ τρέφεσθαι. τὸ δὲ τῷ πεφυκὸς μηδέπω ἔχειν ὡς τὸ παιδίον· οὐδέπω γὰρ τοῦτο δύναται γεωμετρεῖν ἢ μανθάνειν, ὡς καὶ τὸ εὐθὺς γεννηθὲν σκυλάκιον ἐν ἀδυναμία ἐστὶ καὶ στερήσει. τὸ δὲ ὅτε πεφυκεν ὁρᾶν μὴ ὁρῶν ἀδύνατον τῷ κυρίως ἐστερῆσθαι τῆς τοιαύτης δυνάμεως. λέγει καὶ καθ’ ἑκάστην δύναμιν τήν τε καλῶς καὶ τὴν ἀπλῶς κινητικὴν ἀδυναμίαν τινὰ ἀντικεῖσθαι. ἰῇ μὲν οὗν ἁπλῶς κινητικῇ εἴρηται ἡ ἀντικειμένη ἀδυναμία, καὶ δέδεικται τριχῶς λεγομένη· εἴη δ’ ἂν καὶ τῇ καλῶς κινητικῇ ἀντικειμένη ἀδυναμία, καθ’ ἣν πεφυκός τι καὶ ἐπιδεχτικὸν ὂν τοῦ καλῶς γεννᾶν ἢ ποιεῖν ἐστέρηται αὐτοῦ, ὡς οἱ διὰ μοχθηρίαν ἕξεως κατ’ ἀρετὴν κινῆσαί τινα μὴ δυνάμενοι. ὁμοίως καὶ ἡ τῇ δυνάμει τῇ κατὰ τὸ δύνασθαι πάσχειν λεγομένη ἀντικεῖσθαι ἀδυναμία εἴη ἂν ἀντικειμένη· τὸ γὰρ καὶ καθ’ ἑκατέραν τούτων τοῦ τε ποιεῖν καὶ πάσχειν τρίτην ζητεῖν ἀντίθεσιν περίεργόν τε καὶ πολλάκις ταὐτὰ λέγειν θελόντων ἀχρείως. καὶ ἐκεῖνο δ’ ἄν τις ἐπισημήναιτο, πῶς οὐκ ἐμνημόνευσε τῶν ἄλλων δυνάμεων, τῆς τε κατὰ τὰς ἕξεις καὶ τῆς κατὰ τὰς ἀπαθείας. ἢ διὰ τοῦ κοινῶς εἰπεῖν στέρησις δυνάμεως εἴη ἂν καὶ περὶ τούτων κοινῶς τῶν κατὰ τὰς ἀπαθείας δυνάμεων στερήσεις δι’ ἣν στέρησιν εὐπαθῆ καὶ εὔφθαρτά τινά ἐστιν. τὸ γὰρ ἐστερημένον σῶμα τῆς ἕξεως, δι’ ἣν δυσπαθὲς ἦν, ἀσθενὲς εἶναι καὶ ἀδυναμίαν ἔχειν λέγεται· καὶ γάρ ἐστιν ἡ μὲν κατὰ τὰς ἕξεις δύναμις ὁμοία τῇ κατὰ τὰς ποιητικάς, διαφέρουσα τῷ μὴ ἄλλου εἶναι ποιητικὴ ἀλλ’ αὐτοῦ τοῦ ἔχοντος, ἡ δὲ κατὰ τὴν ἀπάθειαν τῇ παθητικῇ δυνάμει, διαφέρουσα αὐτῆς τῷ ἐκείνην μὲν τοῦ ὑπ’ ἄλλου πάσχειν δύναμιν εἶναι ταύτην δὲ τοῦ μὴ πάσχειν ὑπ’ ἄλλου. εἰπὼν δὲ περὶ ἀδυναμίας καὶ ἀδύνατά φησιν, ἃ καὶ αὐτὰ δοκεῖ παρωνομάσθαι τῇ ἀδυναμίᾳ· τὰ μὲν γὰρ κατὰ τὴν προειρημένην ἀδυναμίαν λέγεσθαι, ὡς ἑκάστης ἀδυναμίας παρουσίᾳ ἀδύνατόν τι λέγεσθαι, τὰ δὲ ἄλλον τρόπον παρὰ τοὺς εἰρημένους· καὶ γὰρ δυνατόν τι καὶ ἀδύνατον οὐ κατὰ δυνάμεως παρουσίαν μόνον ἢ ἀπουσίαν λέγεσθαι, ἀλλὰ καὶ ἄλλως. καὶ λέγει γε περὶ ἑκατέρου αὐτῶν· ἀδύνατόν τε γὰρ λέγεται οὗ τὸ ἐναντίον ἐξ ἀνάγκης ἀληθές, οἷον τῷ τὴν διάμετρον σύμμετρον εἶναι ἐναντίον τὸ εἶναι αὐτὴν ἀσύμμετρον. οὗ δὲ τὸ ἐναντίον ἐξ ἀνάγκης ἀληθές, ἐξ ἀνάγκης ψεῦδος αὐτό. τὸ οὖν ἐξ ἀνάγκης ψεῦδος ἀδύνατον καὶ αὐτό· τὸ γὰρ ἐξ ἀνάγκης τοῦ ἀεὶ σημαντικόν ἐστιν· ὃ δὲ ἀεί ἐστι ψεῦδος καὶ οὗ τὸ ἀντικείμενον ἀεί ἐστιν ἀληθές, τοῦτο ἀδύνατον. τὸ δὲ ἐναντίον, φησί, τούτῳ τῷ οὕτως λεγομένῳ ἀδυνάτῳ δυνατόν ἐστιν, οὗ τὸ ἐναντίον μὴ ἐξ ἀνάγκης ψεῦδός ἐστιν, λέγων ἐναντίον νῦν τὸ ἀντικείμενον αὐτῷ· τὸ γὰρ καθῆσθαι ἄνθρωπον δυνατόν, ὅτι τὸ ἐναντίον αὐτῷ τὸ μὴ καθῆσθαι οὐκ ἔστιν ἐξ ἀνάγκης | ψεῦδος. ὃ δὲ μήτε αὐτὸ ἐξ ἀνάγκης ἀληθές ἐστιν ἢ ψεῦδος μήτε τὸ ἀντικείμενον αὐτῶ, τοῦτο κατὰ τὸ νῦν σημαινόμενον τοῦ δυνατοῦ δυνατόν ἐστιν· μεταξὺ γὰρ τὸ δυνατὸν τοῦ ἀναγκαίου καὶ τοῦ ἀδυνάτου, ὧν τὸ μὲν ἀεὶ ἀληθές ἐστι τὸ δὲ ἀεὶ ψεῦδος. ἕνα μὲν οὖν τρόπον δυνατὸν λέγεται, ὃ μή ἐστιν ἐξ ἀνάγκης ψεῦδος· οὗ γὰρ τὸ ἐναντίον μή ἐστι ψεῦδος ἐξ. ἀνάγκης, τοῦτο οὐχ οἷόν τε ἐξ ἀνάγκης οὔτε ἀληθὲς οὔτε ψεῦδος εἶναι. ἕνα δὲ τὸ ἀληθὲς εἶναι, τουτέστι τὸ ἤδη ὑπάρχον, ὃ ἀληθές ἐστιν εἰπεῖν εἶναι. εἴη δ’ ἂν τοῦτο μέσον τοῦ μήτε ἀναγκαίου εἶναι μήτε ἀναγκαίου μὴ εἶναι· καὶ εἴη ἂν τὸ κυρίως καὶ ἰδίως ὑπάρχον λεγόμενον. ἕνα δὲ τὸ ἐνδεχόμενον ἀληθὲς εἶναι, ὃ εἴη ἂν τὸ οἷόν τε γενέσθαι, ὃ καὶ ἰδίως ἐνδεχόμενον καλεῖται. τὸ ἀδύνατον δὲ καὶ τὸ δυνατὸν τὸ ἐν τῇ προτάσει διὰ τούτων ἔδειξέ τε καὶ διεῖλεν. ἐπεὶ δὲ λέγεταί τις καὶ ἐν γεωμετρίᾳ δύναμις (τὰ γὰρ δυνάμεις καλοῦσιν· ὃ γὰρ δύναται ἡ πλευρά, τοῦτο δύναμις, ἑκάστη δὲ δύναται τὸ ἀπ’ αὐτῆς τετράγωνον), κατὰ μεταφορὰν δή φησι καὶ οὐ κυρίως λέγεσθαι δύναμιν τὸ ἐν γεωμετρίᾳ. ταῦτα μὲν οὖν τὰ δυνατὰ ἐξέθετο· ἦν δὲ οὗ τε τὸ ἀντικείμενον μὴ ἐξ ἀνάγκης ψεῦδος, καὶ τὸ ἀληθὲς τῷ ὑπάρχειν, καὶ τὸ ἐνδεχόμενον ἀληθὲς εἶναι. ταῦτα δὴ οὐ τῷ δύναμιν ἔχειν τινὸς λέγεσθαί φησι δυνατά· ἐν γὰρ προτάσεσι τὰ δυνατά· ταῦτα δὲ ὅσα λέγεται δυνατὰ κατὰ τὸ δύναμιν ἔχειν ἢ τοῦ ποιεῖν ἢ τοῦ πάσχειν, ἢ τοὐ ἑκάτερον τούτων καλῶς τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν ἢ ἀπαθὲς εἶναι, πάντα δὲ ταῦτα λέγει πρὸς τὴν πρώτην δύναμιν τὴν ἀναφορὰν ἔχειν· ἔστι δὲ πρώτη, ἧς πρώτης ἐμνημόνευσε λέγων περὶ δυνάμεως, ᾗ καὶ ὡς κυριωτάτῃ λεγομένῃ δυνάμει τὸ ὅλως ἐκεῖ προσέθηκεν. ἔστι δὲ αὕτη ἡ ποιητική, ἧς ὅρος ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ᾗ ἄλλο. τὰ γὰρ ἄλλα φησὶ δυνατὰ τῶν κατὰ δύναμιν λεγομένων ἀπὸ ταύτης εἰρῆσθαι· τὰ μὲν γὰρ τῷ ἄλλο τι ἔχειν αὐτῶν δύναμιν τοιαύτην, δηλονότι μεταβάλλειν αὐτὰ καὶ κινεῖν τε καὶ ποιεῖν (τοιαῦτά ἐστι τὰ τὴν παθητικὴν δύναμιν ἔχοντα· τῷ γὰρ εἶναι αὐτῶν δύναμίν τινα ποιητικήν), τὰ δὲ τῷ μὴ ἔχειν ἄλλο τι δύναμιν τοῦ μεταβάλλειν αὐτά (δυνατὰ γὰρ καὶ τὰ μὴ μεταβαλλόμενα ὑπό τινος ὡς ἀπαθῆ· οὐδὲν γὰρ ἔχει τούτων ποιητικὴν δύναμιν, καὶ διὰ τοῦτο δυνατὰ ὁμοίως καὶ τὰ εὐπαθῆ), τὰ δὲ τῷ ὡδὶ ἔχειν, οἷον τοῦ καλῶς τε καὶ ἐπὶ τὸ βέλτιον μεταβάλλειν ἢ τοῦ καλῶς πάσχειν τε καὶ μεταβάλλεσθαι. οὐκ ἔοικε δὲ διὰ τούτων μνημονεύειν τῆς δυνάμεως τῆς κατὰ τὰς ἕξεις, ἧς ἐδόκει I μνημονεύειν δι’ ὧν ἔλεγε λέγων περὶ τῆς δυνάμεως ἔτι ἡ τοὐ καλῶς τοῦτο ἐπιτελεῖν ἢ κατὰ προαίρεσιν· ἐνίοτε γὰρ τοὺς μόνον ἂν πορευθέντας ἢ εἰπόντας, μὴ καλῶς δὲ ἢ μὴ ὡς προείλοντο, οὔ φαμεν δύνασθαι λέγειν ἢ βαδίζειν. ἢ καὶ ἐνθάδε διὰ τοῦ τὰ δὲ ὡδὶ ἔχειν οὐκ ἄλλης τινὸς ἀλλ’ ἐκείνης μνημονεύει. ὁμοίως δέ φησι καὶ τὰ ἀδύνατα τὰ τῷ οὕτως δυνατῷ ἀντικείμενα τῷ κατὰ δυνάμεως παρουσίαν λεγομένῳ, ἀλλὰ μὴ τὰ ὡς προτάσεις, ἀπ’ ἐκείνης τῆς δυνάμεως λέγεσθαι· ἢ γὰρ τῷ μὴ ἔχειν αὐτὰ δύναμιν ποιητικήν, ἢ τῷ μὴ ἔχειν ἄλλα αὐτῶν δύναμιν, ἢ τῷ εὐπαθῆ δι’ ἀσθένειαν εἶναι, ἢ τῷ μὴ τοῦ καλῶς ποιεῖν ἢ πάσχειν ἔχειν δύναμιν. διὸ καὶ ὁ προειρημένος, φησίν, ὅρος τῆς πρώτης δυνάμεως ὁ κύριος ἅμα λόγος εἴη ἂν τῆς δυνάμεως· οὗτος δὲ ἦν ἀρχὴ μεταβλητικὴ ἐν ἄλλῳ ἡ ἄλλο. Ἐπὶ τούτοις διαίρεσιν ποιεῖται τοῦ ποσοῦ· τῆς γὰρ οὐσίας ἐν τοῖς ·πρώτοις ἐμνημόνευσε. λέγει δὲ ποσὸν εἶναι τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα, ὧν ἕκαστον ἢ ἑκάτερον ἕν τι καὶ τόδε τι πέφυκεν εἶναι. τοῦτο δὲ προσέθηκεν, ἐπεὶ δοκεῖ καὶ εἰς τὰ συμβεβηκότα διαίρεσις γίγνεσθαι τῶν οἷς συμβέβηκεν, ἵνα μή τις ἡγῆται καὶ ταῦτα μέρη εἶναι τοῦ ποσοῦ· οὐδὲν γὰρ τῶν συμβεβηκότων οὕτως ἕν τι ὡς τόδε τι καὶ τῆς αὐτῆς φύσεως τῷ ὑποκειμένῳ εἶναι. καὶ τοῦ ἀριθμοῦ δὲ ἕκαστον τῶν μορίων ἕν τι καὶ τόδε τι, ὡς καὶ ὁ ἀριθμὸς αὐτὸς ὁ διαιρούμενος πρὸ τοῦ διαιρεθῆναι· ὁμοίως καὶ τῆς γραμμῆς καὶ ἐπιφανείας. οὐκέτι δὲ ἡ λευκότης ὁμοίως τῷ ὑποκειμένῳ αὐτῇ τόδε τι καὶ ἕν. εἴη δ’ ἂν διὰ τοῦ ὧν ἑκάτερον ἢ ἕκαστον ἕν τι καὶ τόδε τι πέφυκεν εἶναι χωρίζων τῶν ποσῶν τὰ μὴ ἐκ θέσιν ἐχόντων τῶν μορίων συγκείμενα, ἃ ἦν ὅ τε χρόνος καὶ ὁ λόγος. ἐν τούτοις δ’ ἄν εἴη καὶ ἡ κίνησις· τὰ γὰρ τοιαῦτα οὐ κυρίως ποσὰ ἐρεῖ. ὁ μέντοι ἀριθμὸς ἐν μὲν Κατηγορίαις ἐλέγετο καὶ αὐτὸς ἐκ μὴ θέσιν ἐχόντων συγκεῖσθαι, νῦν μέντοι ἔοικε καὶ τούτου τά μόρια λέγειν ὑπομένειν πως. τὸ δὲ γένος οὐχ οὕτως εἰς τὰ εἴδη διαιρεῖται ὡς εἰς ἐνυπάρχοντα· οὐ γὰρ ἐν τῷ γένει οἱ τῶν εἰδῶν ἐνυπάρχουσι λόγοι, εἰς οὓς διαιρεῖται· προσθέσει γὰρ ἡ ἐκείνων διαίρεσις· διὸ γένος μὲν οὐδὲν ἧττόν ἐστι, κἄν ἀφαιρεθῇ τι εἶδος ἀπ’ αὐτοῦ, τὸ δὲ ποσὸν οὐκέτι ταὐτὸν ἀφαιρεθέντος τινὸς τῶν μορίων αὐτοῦ. ἐπεὶ δὲ ποσὸν τὸ μὲν συνεχὲς τὸ δὲ διωρισμένον, λέγει τὸ μὲν διωρισμένον ποσὸν ἀριθμητὸν εἶναι, τὸ δὲ συνεχές, ὅ ἐστι μέγεθος, μετρητόν. εἴη δ’ ἂν διὰ τούτων τὸ ἄπειρον οὐ ποσὸν λέγων· οὔτε γὰρ ἀριθμητὸν τὸ ἄπειρον οὔτε μετρητόν. ἢ εἰ μὴ τὸ καταμετρούμενον πὰν μετρητόν, ἀλλ’ ὅλως οὗ τὰ λαμβανόμενα μόρια μετρητά, εἴη ἂν καὶ τὸ ἄπειρον ὑπὸ τὸ ποσόν· καὶ γὰρ λέγεται ποσὸν ἀδιεξίτητον. ὁρίζεται δὲ καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος· πλῆθος μὲν γάρ ἐστι τὸ διαιρετὸν δυνάμει εἰς μὴ συνεχῆ (τὸ δὲ δυνάμει προσέθηκεν ἀντὶ τοῦ διαιρεῖσθαι δυνάμενον εἰς μὴ συνεχῆ· μονάδες γὰρ τὰ τοῦ πλήθους μέρη), μέγεθος δὲ τὸ εἰς συνεχῆ διαιρετόν· πᾶν γὰρ τὸ τοὺ μεγέθους μέρος συνεχές. λέγει δὲ καὶ τὰς τοῦ μεγέθους διαφοράς, ὅτι τὸ μὲν ἐφ’ ἓν συνεχὲς μῆκός ἐστι, τὸ δὲ ἐπὶ δύο πλάτος, τὸ δὲ ἐπὶ τρία βάθος, τουτέστι σῶμα. λέγει δὲ καὶ ὅτι ὁ ἀριθμός ἐστι πλῆθος πεπερασμένον ἀριθμητὸν γὰρ ὁ ἀριθμός, τὸ δὲ ἀριθμητὸν πεπερασμένον· ὥστε εἴ τι πλῆθος ἄπειρον λέγοιτό τι, τοῦτο οὐκ ἀριθμός. κυρίως μὲν οὖν ὁ ἀριθμὸς αὐτὸς εἰς μὴ συνεχῆ διαιρετός· ἤδη δὲ καὶ τὰ ἀριθμητά, εἰ καὶ συνεχὲς ἕκαστον αὐτῶν, ἀλλ’ ὅταν ὡς ἀριθμητὰ διαιρῆται, οὐχ ὡς εἰς συνεχῆ διαιρεῖται. εἶπε δὲ πλῆθος μὲν εἶναι τὸ διαιρετὸν εἰς μὴ συνεχῆ· τῶν μεγεθῶν δὲ τὸ μὲν ἐφ’ ἓν συνεχὲς μῆκος, πλάτος δὲ τὸ ἐπὶ δύο, τὸ δὲ ἐπὶ τρία βάθος, τί ἕκαστον τούτων ἐστὶ λέγων, πρῶιον εἰπὼν τί ἐστι τὸ πλῆθος, ἐφεξῆς καὶ τί τὸ μῆκος καὶ τί τὸ πλάτος καὶ τί τὸ βάθος εἶπεν, ὅτι τὸ μὲν γραμμή, τὸ δὲ ἐπιφάνεια, τὸ δὲ σῶμα. εἰπὼν δὲ ταῦτα, πάλιν τοὐ ποσοῦ λέγει τὰ μὲν καθ’ ἑαυτά ποσά ἐστι, τὰ δὲ κτὰ συμβεβηκός. ἡ μὲν γὰρ γραμμὴ καὶ τὸ πλάτος, τουτέστιν ἡ ἐπιφάνεια, καὶ τὸ σῶμα, ἔτι δὲ ὁ ἀριθμὸς καθ’ ἑαυτὰ καὶ κυρίως ποσά· ὅσα δὲ τῷ ποσῷ τινι συμβεβηκέναι ποσὰ καὶ αὐτὰ λέγεται, οὐκ ὄντα τοιαῦτα τῇ αὐτῶν φύσει, ταῦτα κατὰ συμβεβηκὸς λέγεται ποσά, ὡς εἰ λέγοι τις τὸ λευκὸν τρίπηχυ εἶναι· τῷ γὰρ τὴν ἐπιφάνειαν, ἐν ᾗ ἐστι τὸ λευκόν, τοσαύτην εἶναι τοῦτο ἐρεῖ. ὁμοίως καὶ τὸ μουσικόν, ὡς αὐτὸς εἴρηκε. ποιεῖται δὲ ἑκατέρων τούτων πάλιν διαίρεσιν, καὶ τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός, καὶ πρῶτόν γε τοῦ καθ’ αὑτό. τῶν γὰρ καθ’ αὑτὸ καὶ κυρίως ποσῶν τὰ μὲν κατὰ τὴν οἰκείαν οὐσίαν ἐστὶ ποσά· ταῦτα δέ ἐστιν ὅσων ἐν τῷ ὁρισμῷ τὸ ποσὸν ἐνυπάρχει. οὕτως ἡ γραμμὴ ποσόν, εἴ γε μέγεθος ἐφ᾿ ἓν διαστατόν καὶ ἡ ἐπιφάνεια δὲ καὶ τὸ σῶμα· ἕκαστον γὰρ αὐτῶν ποσόν, τὸ μὲν ἐπὶ δύο, τὸ δὲ ἐπὶ τρία διεστώς. καὶ τὸν ἀριθμὸν δὲ ὁριζόμεθα ποσὸν διωρισμένον. ἢ κατ’ οὐσίαν ποσά ἐστιν ὡς ὑποκείμενά τινα, ἐφ’ ἃ ἄναφέρεται καὶ τὰ ἄλλα ποσὰ λεγόμενα. τὰ δέ τινά ἐστι καθ’ αὑτὰ ποσά τῷ τῆς φύσεως τῆς τοιαύτης εἶναι πάθη τε καὶ ἕξεις, τὰ δὲ τῷ εἶναι ποσοῦ καθὸ ποσὸν πάθη. ταῦτα δέ ἐστι τὰ καθ’ αὑτὰ αὐτοῦ κατηγορούμενα καὶ αὐτὰ ποσά. τοιαῦτά ἐστι τὸ πολὺ καὶ τὸ ὀλίγον (πάθη γὰρ ἀριθμοῦ), καὶ τὸ μακρὸν καὶ τὸ βραχύ (μήκους γὰρ πάθη). καὶ τὸ πλατὺ καὶ τὸ στενόν (ἐπιπέδου γὰρ πάθη), καὶ τὸ καὶ ταπεινόν (σώματος γὰρ ταῦτα πάθη πάλιν)· καὶ γὰρ εἰ τούτων τις λέγοι ἐν τῷ λόγῳ τὸ ποσὸν περιέχεσθαι, ἀλλ’ οὐ πρώτως οὐδὲ καθ’ αὑτά, ἀλλὰ τῷ ἐν ἐκείνοις εἶναι οἷς ταῦτα ὑπάρχει. λέγεται γοῦν τὸ μὲν πολὺ ποσὸν ὑπερέχον κατ’ ἀριθμόν, ὡς διὰ τὸν ἀριθμὸν ὅλως ποσὸν ὄν· ὁμοίως καὶ ὀλίγον ποσὸν ὑπερεχόμενον κατ’ ἀριθμόν. καὶ ἐπὶ τῶν μεγεθῶν δὲ ἑκάστου ἐνσημαίνεται τὸ διὰ τὰ ὑποκείμενα αὐτὰ ποσὰ λέγεσθαι· βραχὺ γὰρ λέγεται τὸ ποσὸν ὑπερεχόμενον κατὰ μῆκος. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων. ἀλλὰ καὶ τὸ βαρὺ καὶ κοῦφον ἐν τοῖς καθ’ αὑτὸ ποσοῖς νῦν· καταριθμήσει δὲ αὐτὸ μετ’ ὀλίγον καὶ ἐν τοῖς ποιοῖς. καὶ ἴσως εἴη ἂν ποσὰ μέν, καθὸ ὑπεροχὴν ῥοπῆς ἢ ἐλάττωσιν σημαίνουσι, ποιὰ δέ, καθὸ ἦν τοῦ κάτω φέρεσθαι τὰ ἔχοντα αὐτὰ αἴτια. πάθη δὲ καὶ ἕξεις τῆς τοιαύτης οὐσίας εἶπε ταῦτα, κοινότερον τῷ τῆς οὐσίας ἀνόμαται χρώμενος· ὅτι γὰρ καὶ ταῦτα οὐσία πως λέγονται, εἶπεν ἐν τῇ τῆς οὐσίας διαιρέσει. πάθη δὲ καὶ ἕξεις ἐκ παραλλήλου εἶπεν, ἕξεις μὲν ἀπὸ τοῦ ἔχεσθαι, πάθη δὲ ὡς συμβεβηκότα καὶ ὑπάρχοντα. εἰπὼν δὲ καὶ τἆλλα τὰ τοιαῦτα προσέθηκε τίνα, εἰπὼν ἔστι δὲ καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον τά τε καθ’ αὑτὰ λεγόμενα τά τε ἐν τῇ πρὸς ἄλληλα σχέσει, οὕτως ποσά. ὅτι μὲν οὖν τὸ μεῖζον καὶ τὸ ἔλαττον τῶν πρός τι, γνώριμον, ἔδειξε δὲ ἐν Κατηγορίαις ὅτι οὕτω λέγεται καὶ τὸ μέγα καὶ τὸ μικρόν, νῦν δὲ λέγεσθαί φησιν αὐτὰ καὶ καθ’ αὑτά· καὶ γὰρ ἁπλῶς μέγα τι λέγεται. τὸ μέντοι μέγα καὶ μεῖζον καὶ τὰ τούτοις ἀντικείμενα μεταφέρεσθαί φησιν ἀπὸ τῶν ποσῶν καὶ ἐπ’ ἄλλα τινά, ἃ οὐκ ἔστι ποσά. καὶ δῆλον ὅτι ὅταν ἐπὶ τοιούτων λέγηται, οὐκ ἔσται ποσά· μέγα γὰρ τὸ πάθος, οἷον καὶ λύπη, καὶ μεῖζον λέγεται καὶ μεγάλη νόσος καὶ μεγάλη ὀφθαλμία καὶ μικρὸν λευκόν, ὧν οὐδέν ἐστι ποσόν. ἑξῆς δὲ ποιεῖται διαίρεσίν τινα καὶ τῶν κατὰ συμβεβηκὸς λεγομένων πο- σῶν, καὶ δείκνυσιν αὐτῶν τὴν διαφοράν. ἄλλως γὰρ λέγεται τὸ μουσικὸν ποσὸν καὶ τὸ λευκόν, καὶ ἕκαστον ποσὸν τῶν συμβεβηκότων τῷ ποσῷ (Τῷ γὰρ μόνον τὸ ὑποκείμενον αὐτοῖς ποσὸν εἶναι), καὶ ἄλλως κίνησις καὶ χρόνος· καὶ γὰρ ταῦτα λέγεται μὲν κατὰ τὴν ἐπὶ τὰ ποσὰ τὰ καθ’ αὑτὰ ἀναφοράν, καὶ διὰ τοῦτο καὶ αὐτὰ κατὰ συμβεβηκός, οὐ μὴν ἁπλῶς, ὡς καὶ τὰ πρῶτα εἰρημένα. τῷ μὲν γὰρ τὴν ἐπίνοιαν αὐτῶν ἔχειν ἡμᾶς ὅλως ἀπὸ τῶν μεγεθῶν καὶ ταῦτα ποσά τε καὶ συνεχῆ λέγεται κατὰ συμβεβηκός (διὰ γὰρ τὸ ἐκεῖνα εἷναι συνεχῆ καὶ διαιρετὰ ὧν ἐστι πάθη)· τῷ μέντοι συνδιαιρεῖσθαι ἐκείνοις καθὸ διαιρετά ἐστι καὶ ποσά, κατὰ τοῦτο ὑπάρχοντα αὐτοῖς κυριώτερα ταῦτα ἐκείνων, καὶ οὐχ ὁμοίως κατὰ συμβεβηκός. εἰπὼν δὲ καὶ γὰρ ταῦτα ποσὰ ἄττα λέγεται καὶ συνεχῆ τῷ ἐκεῖνα διαιρετὰ εἶναι ὧν ἐστι ταῦτα πάθη, τίνων πάθη δηλῶν προσέθηκε· λέγω δέ, φησίν, οὐ τῷ τὸ κινούμενον εἶναι διαιρετόν, ἀλλὰ τῷ ὃ ἐκινήθη τοῦτο, λέγων τὴν κίνησιν ποσόν τε καὶ συνεχὲς λέγεσθαι οὐκ ἀπὸ τοῦ τὸ κινούμενον σῶμά τε εἶναι καὶ ποσόν (οὕτω ἄν ἦν τέλεον κατὰ συμβεβηκὸς λεγομένη, καὶ ὁμοίως τῷ λευκῷ τε καὶ μουσικῷ), ἀλλὰ τῷ ὃ ἐκινήθη καὶ ἐφ’ οὗ ἐκινήθη καὶ ὃ διῆλθε τὸ κινούμενον ποσὸν εἶναι. ἀδύνατον γὰρ μὴ ἐπὶ συνεχοῦς κίνησιν γίνεσθαι· τῷ δὴ διαιρετὸν καὶ ποσὸν εἷναι τὸ ἐφ’ οὗ ἡ κίνησις, τούτῳ καὶ ἡ κίνησις ποσὴ συμπαρατεινομένη τῷ ἐφ’ οὗ γίνεται καὶ ὥσπερ καταμετροῦσα αὐτοῦ τὸ ποσὸν καὶ συνδιαιρουμένη αὐτῷ· διὸ δοκεῖ καὶ κυρίως ποσὸν εἶναι. ἀλλ’ ἥ γε ἐπίνοια αὐτῆς ἀπὸ τοῦ ὑποκειμένου μεγέθους· διὸ καὶ κατὰ συμβεβηκός· οὐ γὰρ μέγεθος, ἀλλ’ ἐπὶ μεγέθους καὶ αὕτη, εἰ καὶ μὴ ὁμοίως τοῖς ἄλλοις συμβεβηκόσι. καὶ τὸ μὲν ὑπομένον καὶ διαιρούμενον καθ’ αὑτό, ἡ δὲ οὐχ ὑπομένουσα. πάλιν δέ, φησίν, ὁ χρόνος ποσός τε καὶ συνεχὴς τῷ τὴν κίνησιν ταύτην εἶναι διαιρετήν. λέγων διὰ τοῦ ταύτην τὴν κίνησιν ἧς ἀριθμὸς ὁ χρόνος. σημειωτέον δὲ καὶ τοῦτο, ὅτι τὸν χρόνον ἐν Κατηγορίαις καθ’ αὑτὸ ποσὸν εἰπὼν ἐνταῦθα καὶ αὐτὸν κατὰ συμβεβηκός φησιν εἶναι ποσόν, καὶ πρὸ αὐτοῦ γε τὴν κίνησιν· διὰ γὰρ ταύτην καὶ τὸν χρόνον. ζητητέον δὲ καὶ τοῦτο, διὰ τί τὴν κίνησιν καὶ τὸν χρόνον οὐκ ἐν τοῖς καθ’ αὑτὰ ποσοῖς ἔθηκεν, ἃ πάθη ἡ ἕξεις εἶπεν εἶναι τῶν ποσῶν, ἀλλ’ ἐν τοῖς κατὰ συμβεβηκός· εἰ γὰρ πάθος ἐστὶν ἡ κίνησις συνεχοῦς τινος (οὐ γὰρ οἷόν τε ἄλλως ἢ ἐπ’ ἄλλου κίνησιν εἴη ἄν ἐν τοῖς οὕτω ποσοῖς καὶ τὰ πάθη. ἢ ἃ καθ’ αὑτὰ μέν εἰσι ποσά, κατὰ συμβεβηκὸς λέγει, οὐ μὴν ὁμοίως τοῖς ἃ μή ἐστιν ὡς ποσῶν καὶ καθὸ ποσὰ πάθη. ἢ ἐκεῖνα μὲν ποσὰ καθ’ αὑτά, ὅτι ὑπομένει ὡς καὶ τὰ ὧν ἐστι πάθη, τούτων δὲ οὐδέτερον ὑπομένει. καὶ ὅτι τὰ μὲν ἐν τῇ φύσει ἐστὶν αὐτῶν, καὶ ὄντων ἕπεται καὶ αὐτὰ πάντως, ἡ δὲ κίνησις οὐ τοῦ μεγέθους τί ἐστιν, ἀλλ’ ἐπὶ μεγέθους γίνεται. Ποιεῖται δὲ καὶ τοῦ ποιοῦ διαίρεσιν, ὡς καὶ αὐτοῦ πολλαχῶς λεγομένου, καὶ λέγει ἕνα μὲν τρόπον ποιὸν λέγεσθαι τὴν τῆς οὐσίας διαφοράν. ἐρωτώμενοι γοῦν ποῖόν τι καὶ ποταπὸν ὁ ἄνθρωπος ζῷον, λέγομέν τινας τῶν διαφορῶν τῶν ὑπαρχουσῶν αὐτῷ, ὡς τῆς διαφορᾶς οὐκ ἐν τῷ τί ἐστιν ἀλλ’ ἐν τῷ ποῖόν τι κατηγορουμένης, οὐ μὴν ὁμοίως τῇ ποιότητι· δ’ ἄν τις, τίνι διενήνοχεν ἡ ὡς διαφορὰ ποιότης τῆς ὡς γένους καὶ εἴδους εἶπε γὰρ καὶ περὶ τούτων ἐν Κατηγορίαις, ὅτι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσι)· καὶ εἰ καὶ ταῦτα ποιότητες ὁμοίως τῇ διαφορᾷ, διὰ τί αὐτῶν οὐκ ἐμνημόνευσε νῦν; ἔτι εἰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσι, πῶς ἄν ἔτι ἐν τῷ τί ἐστι κατηγοροῖντο, ὃ ἐν τῷ ὁρισμῷ αὐτῶν περιέχεται; ἢ ἡ διαφορὰ οὐκ ἐν τῷ τί ἐστιν ἀλλ’ ἐν τῷ ποῖόν τι κατηγορεῖται. καὶ τοῦ κύκλου δὲ ὡς οὐσίας ἐμνημόνευσεν, ἤτοι ἀντὶ τῆς σφαίρας λαβὼν τὸν κύκλον, ἢ ὅτι ἐδόκει τισὶ καὶ τὰ σχήματα οὐσίας εἶναι. ἢ οὐσίαν οὐ τὴν κυρίως λεγομένην εἶπε νῦν, ἀλλὰ τὴν ἑκάστου τῶν ὄντων ὕπαρξιν· ἡ γὰρ ἑκάστου οἰκεία ὕπαρξις οὐσία ἐκείνου, ὡς εἶπε καὶ ἐν τῇ τῆς οὐσίας διαιρέσει· ἓν γὰρ τῶν σημαινομένων ὑπὸ τῆς οὐσίας ἦν καὶ ἡ ἑκάστου τῶν ὄντων φύσις· οὐσία γὰρ ἐκείνου. τὰς διαφορὰς οὖν οὐ τὰς ἐν τῇ κυρίως οὐσίᾳ μόνας, ἀλλὰ τὰς καθ’ ἕκαστον γένος οἰκείας ποιότητας λέγοι ἄν. οὕτω τοῦ κύλλου διαφορὰ τὸ ἀγώνιον· σχῆμα γὰρ ἀγώνιον ὁ κύκλος. ἕνα μὲν οὖν τρόπον φησὶ ποιότητα λέγεσθαι τὴν τῆς οὐσίας τῆς ὡς εἰρήκαμεν διαφοράν, δεύτερον δὲ ἐπὶ τῶν ἀκινήτων. ἃ τίνα ἐστὶν ἐδήλωσε· τὰ γὰρ μαθηματικά. καὶ γὰρ ἐπ’ ἀριθμῶν ποιὸς ἀριθμὸς ὁ σύνθετος λέγεται, ἀλλ’ οὐχ ἁπλῶς ἀριθμὸς καὶ μόνον ἐφ’ ἓν ὤν· ὁ μὲν γάρ τίς ἐστιν ἁπλῶς ἀριθμός, ὁ δὲ τετράγωνος ἢ ἑτερομήκης ἢ κύβος. τίς δέ ἐστιν ὁ μὴ ἐφ’ ἓν ὢν ἀριθμός, ἐδήλωσεν εἰπὼν ὧν μίμημα τὸ ἐπίπεδον καὶ τὸ στερεόν. ὡς δὲ τὸ ἐπίπεδον οὐκ ἐφ’ ἕν ἐστι συνεχὲς μόνον, ἀλλ’ ἐν συνθέσει συνεχῶν δύο, καὶ τὸ στερεὸν τριῶν, οὕτως εἰσὶ καὶ ἀριθμοί τινες οὐχ ἁπλοῖ ἀλλὰ σύνθετοι, οὕς, τίνες εἰσίν, ἐδήλωσε φανερῶς εἰπὼν ποσάκις ποσοί. τοιοῦτοι γὰρ οἱ ἐπίπεδοί τε καὶ ἑτερομήκεις ἢ τετράγωνοι καλούμενοι, ὡς ὁ δὶς δύο ἢ δὶς τρία ἢ ὁ τρὶς τρία. τοιοῦτοι μὲν οὖν οἱ ποσάκις ποσοί, ἄλλοι δὲ οἱ ποσάκις ποσοὶ ποσάκις, οἷοί εἰσιν οἱ κύβοι, ὡς ὁ δὶς δύο τέσσαρα, δὶς τέσσαρα ὀκτώ· ὁ γὰρ ὀκτὼ τοιοῦτος· δὶς γὰρ δύο τέσσαρα καὶ δὶς τέσσαρα ὀκτώ. καὶ πάλιν ὁ τρὶς τρία ἐννέα, τρὶς θ(??) κζ(??) στερεὸς γὰρ καὶ κύβος ὁ κζ(??) τρὶς γὰρ γ(??) θ(??), καὶ τρὶς θ(??) κζ(??), πάλιν ἀνάλογον τῷ στερεῷ. τὰ δὲ μεγέυη μιμήματα εἶπε τῶν ἀριθμῶν ὡς ὄντων πρώτων. καὶ ὅλως πᾶν ὃ π·αρὰ τὸ ποσὸν καὶ τὴν οὐσίαν καὶ τὴν φύσιν τοὐ ἀριθμοῦ ἐν τῷ ἀριθμῷ ὑπάρχει, τοῦτο ποιότης ἀριθμοῦ. ἑκάστου γὰρ ἀριθμοῦ ἡ οὐσία καὶ ἡ ποσότης ἐν τῷ ἅπαξ καὶ ἁπλῶς λαμβάνεσθαί ἐστιν. τοῦ μὲν γὰρ ἓξ ἡ οὐσία καὶ τὸ ποσὸν ἁπλῶς ἐν τῷ ἅπαξ ληφθῆναι· ἄν δὲ δὶς τρία ῥηθῇ, οὐκέθ’ ἀπλῶς τὸ ποσὸν καὶ ἡ οὐσία αὐτοῦ ἐλήφθη, | ἀλλὰ μετά τινος πάθους καὶ ποιότητος· ὅσα γὰρ μετὰ προσθήκης λέγεται, μετὰ ποιότητός τινος λέγεται, ὥστε καὶ οἱ ἀριθμοὶ οἱ τοιοῦτοι. λέγοι δ’ ἄν καὶ τὰς ἐν ἀριθμῷ διαφορὰς ὥσπερ καὶ τὰς ἐν οὐσίᾳ ποιότητας· ἄν μὲν γὰρ ἁπλῶς ἓξ λάβωμεν, ἀριθμὸς τοῦτο, ἂν δὲ ὡς δὶς τρία τὰ ἓξ λάβῃ, ἤδη μετὰ ποιότητος. ἀλλ’ εἰ αἱ τῶν ἀκινήτων διαφοραὶ ἄλλο σημαινόμενον ποιότητος, πῶς ἐν τῷ πρώτῳ καὶ τοῦ κύκλου ἐμνημόνευσεν; ἐν γὰρ τοῖς ἀκινήτοις καὶ μαθηματικοῖς ὁ κύκλος. μήποτε οὗν ἀκίνητα ἐνταῦθα τοὺς ἀριθμοὺς λέγει καὶ οὐ πάντα τὰ μαθηματικά. ἢ εἰ περὶ πάντων ἐκεῖ ἄν ἔξωθεν εἴη τοῦ κύκλου ὡς ἐν παραδείγματι τῆς διαφορᾶς ἐμνημονευκώς. εἰ δὲ τοῦτο, καὶ τὰς διαφορὰς ἂν ἐκεῖ λέγοι τῆς κυρίως οὐσίας. εἴη ἂν οὖν τὸ μὲν μῆκος ἐφ’ ἓν διάστασις τῶν ἀριθμῶν, τοῦτο δέ ἐστιν ἂν ἅπαξ λαμβάνηται. τὸ δὲ ἐπίπεδον τοῖς ποσάκις ποσοῖς, τὸ· δὲ στερεὸν τοῖς ποσάκις ποσοῖς ποσάκις. ὧν τοὺς μὲν τετραγώνους τοὺς δὲ κύβους καλοῦσι. τρίτον σημαινόμενον τῆς ποιότητος ἐκτίθεται τὰ πάθη τῶν φυσικῶν τε καὶ κινουμένων οὐσιῶν· αὗται γὰρ αἱ κινούμεναι οὐσίαι αἱ φυσικαί τε καὶ ἔνυλοι. ἀντιδιέσταλκε δὲ τὰς κινουμένας πρὸς τὰς μαθηματικάς· ἀκίνητοι γὰρ ἐκεῖναι. ἐδήλωσε δὲ τίνα λέγει πάθη τῶν ἐν κινήσει οὐσιῶν διὰ παραδειγμάτων, καὶ καθόλου ταῦτα πάθη φησὶ καὶ ποιότητας εἶναι τῶν φυσικῶν σωμάτων, καθ’ ἃς καὶ ἀλλοιοῦσθαι λέγεται τὰ σώματα διαφοράς. σημειωτέον δὲ ὅτι ἐν τούτοις πάλιν ἔθηκε καὶ τὴν βαρύτητα καὶ τὴν κουφότητα, πρὸ ὀλίγου μνημονεύσας αὐτῶν ἐν τοῖς ποσοῖς τοῖς διὰ τὸ πάθη εἶναι τοῦ ποσοῦ καθὸ ποσὰ ποσοῖς οὖσιν. εἰπὼν δὲ ποιότητας εἶναι τὰ πάθη τῶν κινουμένων οὐσιῶν, προστίθησι τούτοις τάς τε ἀρετὰς καὶ τὰς κακίας καὶ ὅλως τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἃ οὐκέτι πάθη σωμάτων ἐστίν, οὐδὲ τοιαῦται ποιότητες καθ’ ἃς ἀλλοίωσις γίνεται. ἐκθέμενος δὲ τὰ προειρημένα σημαινόμενα τῆς ποιότητος, σχεδόν, φησί, κατὰ δύο τρόπους τρόπους λέγοιτο ἄν τὸ ποιόν, καὶ τούτων ἕνα τὸν κυριώτατον. λέγει δὲ τοῦτον τὸν κατὰ τὰς τῆς οὐσίας διαφοράς· πρώτην γὰρ ταύτην ποιότητα λέγει, ἐπεὶ ἡ οὐσία τῶν ἄλλων γενῶν πρώτη, ὥστε διὰ τοῦτο καὶ τὰ τῇ οὐσίᾳ καθ’ αὑτὴν ὑπάρχοντα πρῶτα τῶν ἄλλων· τοιαῦται δὲ αἱ διαφοραί, ἃς ποιότητας καὶ αὐτὰς εἶπεν εἶναι. τῆς δὲ κατὰ τὰς διαφορὰς ποιότητος εἶναί φησι καὶ τὴν ἐν τοῖς ἀριθμοῖς ποιότητα μέρος· καὶ γὰρ ἡ ἐν ἐκείνοις ποιότης διαφορά τις οὐσιῶν, ἀλλὰ ἤτοι οὐ κινουμένων ἢ οὐχ ᾗ κινούμενα. καὶ γὰρ εἰ ὁ ἀριθμὸς εἴ φύσεων τινων καὶ οὐσιῶν ἐν κινήσει οὐσῶν ἐν τοῖς ἀριθμητοῖς, ἀριθμητὰ δὲ ταῦτα, ἀλλ’ οὐχὶ καθὸ κινούμεναί τινες οὐσίαι, κατὰ τοῦτο αὐταῖς ὑπάρχουσιν αἱ διαφοραί, ἀλλὰ καθὸ ἀριθμός ἐστιν, οἶον ἂν λέγοι τις τῶν ἀριθμητῶν τὰ μὲν ἐν ἐπιπέδῳ ἀριθμῷ εἶναι, τὰ δὲ ἐν στερεῷ. ὥστε εἴς μὲν ἄν εἴη τρόπος ποιότητος ὁ κατὰ τὰς τῶν οὐσιῶν τῶν τε ἐν κινήσει καὶ τῶν ἀκινήτων· οὐσίας γὰρ τὰ μαθηματικὰ λέγειν αὐτῷ ἔθος. δύναται κοινῶς μὲν πάντων τῶν κινουμένων, οὐ τῶν οὐσιῶν μόνων, τὰς διαφορὰς λαμβάνειν κατὰ τὸ πρῶτον σημαινόμ μέρη δέ πὼς ἐκείνων λέγειν τὰς τῶν μαθηματικῶν τε καὶ ἀκινήτων, καθ’ ὅσον καὶ ἡ τούτων πρὸς ἄλληλα διαφορὰ ἐν τούτοις ἐστίν. δεύτερος τρόπος ποιότητος τὰ πάθη τῶν ἐν κινήσει οὐσιῶν καθ’ ἁ κινούμεναί τέ εἰσι καὶ φυσικαί. προστίθησι δὲ τοῖς πάθεσι τούτοις, καθ’ ἃ αἱ ἀλλοιώσεις γίγνονται, καὶ τὰς τῶν κινήσεων διαφοράς, κινήσεων λέγων διαφορὰς ἤτοι ἀλλοίωσιν αὔξησιν μείωσιν φοράν, ὡς καὶ τούτων οὐσῶν ποιοτήτων, ἢ τὰς δυνάμεις καθ’ ἃς τῆς κατὰ τόπον κινήσεως ἡ διαφορὰ τοῖς φυσικοῖς σώμασιν αὗται δέ εἰσι βαρύτης καὶ κουφότης), ἢ καὶ πάσης κινήσεως. οὕτω δ’ ἄν καὶ αἱ ἕξεις εἶεν ποιότητες· ἀπὸ γὰρ τῆς ἐν ταύταις διαφορᾶς αἱ τῶν κινήσεων διαφοραί. ὅτι δὲ οὕτως λέγει, ἐδήλωσεν ἐπὶ τῶν ἀρετῶν εἰπὼν ἀρετὴ δὲ καὶ κακία τῶν παθημάτων μέρος τι· διαφορὰς γὰρ δηλοῦσι τῆς κινήσεως καὶ τῆς ἐνεργείας, διὰ τού. τῶν δεικνὺς ὅτι καὶ αἱ ἕξεις ὑπὸ τὰς ποιότητας τὰς ὡς πάθη λεγομένας. διαφορὰς δὲ λέγει κινήσεων καὶ ἐνεργειῶν τὴν ἀρετὴν καὶ τὴν κακίαν δηλοῦν· κατὰ γὰρ τὰς οἰκείας ἀρετάς τε καὶ κακίας τὰ ἐν κινήσει ὄντα ποιεῖ τε καὶ πάσχει· ἢ γὰρ καλῶς ἢ φαύλως. ἀγαθὸν μὲν γὰρ τὸ οὕτω κινεῖσθαι δυνάμενον, κακὸν δὲ αὖ τὸ οὕτως· τῆς γὰρ κινήσεως τῆς κατὰ τὸ καλῶς τε καὶ μὴ τοῖς ἔχουσι τὰς ἕξεις ταύτας αἱ ἕξεις αἰτίαι. μάλιστα δέ φησι ποιότητα σημαίνειν ἐπὶ τῶν ἐμψύχων τὸ ἀγαθόν τε καὶ κακόν· οὐ γὰρ πᾶν ἀγαθὸν ποιότης, εἴ γε τὸ ἀγαθὸν ἐν τοῖς δέκα γένεσι. καὶ τούτων μάλιστα, τῶν ἐμψύχων λέγων, ἐν τοῖς προαίρεσιν ἔχουσι, τουτέστιν ἐν ἀνθρώποις· ἔστι δὲ τὸ ἀγαθὸν καὶ κακὸν ὡς ἐμψύχων τε καὶ προαίρεσιν ἐχόντων ἀρετή τε καὶ κακία, ἣ μάλιστα τῶν ἀγαθῶν ἐν ποιότητι. ἔοικε δὲ πάντα τὰ εἴδη τῆς ποιότητος, ἃ ἔθετο ἐν ταῖς Κατηγορίαις, ὑπὸ τὰ πάθη κατὰ τὸ σημαινόμενον τοῦτο τῆς ποιότητος τάσσειν, χωρὶς τοῦ κατ’ ἐπιτηδειότητά τε καὶ δύναμιν λεγομένου· τούτω γὰρ οὐκ ἐμνημόνευσεν, ἐκτὸς εἰ μὴ κἀκεῖνό τις ὑποτάσσοι ταῖς τῶν κινήσεων διαφοραῖς, τουτέστιν ἀφ’ ὧν καὶ αἱ διαφοραὶ τῶν κινήσεων. ὡς γὰρ κατὰ τὰς ἔξεις διάφοροι γίνονται κινήσεις, οὕτω καὶ κατὰ τὰς δυνάμεις τε καὶ ἐπιτηδειότητας καὶ τὰς ἐν ταύταις διαφοράς. ὥστε εἶναι τάς τε ἕξεις καὶ τὰς δυνάμεις, ἔτι δὲ τὰς παθητικὰς ποιότητας καὶ τὰ σχῆ μάτα ὑπὸ τὴν ποιότητα τὴν κατὰ τὰ πάθη τῶν οὐσιῶν τῶν ἐν κινήσει. ἢ τὰ σχήματα ὑπὸ | τὸ πρότερον· οὐ γὰρ κίνησιν οἷον ἐνέργειαν ποιὰν τοῦ ἰσοπλεύρου τριγώνου δηλοῖ τοῦτ’ αὐτό, ἀλλὰ διαφορὰν πρὸς τὸ σκαληνὸν καὶ ἰσοσκελές, καὶ ὡς αὐτὸς ὑπέδειξεν ἐπὶ τοῦ ἀνθρώπου, ἄν ἐπερωτηθῶμεν ὁποῖον ζῷόν ἐστιν, εἰπεῖν ὅτι πεζόν, οὕτω καὶ ἐπὶ τοῦδε τοῦ τριγώνου, ἂν ἐπερωτηθῶμεν ὁποῖον τρίγωνόν ἐστιν, εἰπεῖν ὅτι ἰσόπλευρον. Διαιρεῖ δὲ καὶ τὰ πρός τι. λέγει γὰρ τῶν πρός τι τὰ μὲν ὡς διπλάσιον πρὸς ἥμισυ λέγεσθαι, καὶ ὅλως πολλαπλάσιον πρὸς πολλοστημόριον. καὶ τοῦτο μὲν τοῦ πρός τι τὸ σημαινόμενον καθ’ ὑπεροχὴν καὶ ἔλλειψίν ἐστιν, ὃ καὶ κατ’ ἀριθμὸν λέγει· ἄλλως δὲ λέγεται πρός τι τὸ θερμαντικὸν πρὸς τὸ θερμαντὸν καὶ τὸ τμητικὸν πρὸς τὸ τμητόν, ὃ σημαινόμενον τοῦ πρός τι κατὰ τὸ ποιητικὸν καὶ παθητικόν ἐστιν. τρίτον σημαινόμενον ἐκτίθεται, ὡς τὸ μετρητὸν πρὸς τὸ μέτρον καὶ ἐπιστητὸν πρὸς ἐπιστήμην καὶ αἰσθητὸν πρὸς αἴσθησιν· καὶ εἴη ἄν τὸ σημαινόμενον τοῦτο τοῦ πρός τι ὑπὸ τὸ κριτικόν τε καὶ κρινόμενον· τό τε γὰρ μέτρον τὸ μετρούμενον κρίνει, ἥ τε αἴσθησις καὶ ἐπιστήμη κριτήρια καὶ κρίσεις, ἡ μὲν τῶν αἰσθητῶν, ἡ δὲ τῶν ἐπιστητῶν. διελὼν δὲ τὰ πρός τι εἰς ταῦτα, ἀναλαβὼν περὶ ἑκάστου αὐτῶν τὸν λόγον ποιεῖται, καὶ δείκνυσι πῶς τε αὐτῶν ἕκαστον λέγεται καὶ τίνες αὐτῶν αἱ πρὸς ἄλληλα διαφοραί. τὰ μὲν οὖν πρῶτα ἦν δὲ ταῦτα καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν) φησὶ κατ’ ἀριθμὸν λέγεσθαι, ἢ ἁπλῶς, τουτέστιν ἀορίστως, ὃ ἐδήλωσεν ἐπενεγκὼν τὸ ἢ ὡρισμένως. ἢ γὰρ ἀορίστως ἢ ὡρισμένως τὰ κατ’ ἀριθμὸν λεγόμενα πρός τι πρὸς ἄλληλα λέγεται, οὐδετέρου οὔτε τοῦ ὑπερέχοντος ὡρτσμένην ὑπεροχὴν σημαίνοντος οὔτε τοῦ ὑπερεχομένου ὡρισμένην ἔλλειψιν, ἢ ὡρισμένων πρὸς ἀλλήλους ἀμφοτέρων, ἢ καὶ κατὰ ἕν τι τῷ ἀριθμῷ ὡρισμένον λεγομένων αὐτῶν πρὸς ἀλλήλους. τί δὲ ἕκαστον τούτων σημαίνει διὰ τῶν παραδειγμάτων ποιεῖ γνώριμον. τὸ μὲν γὰρ διπλάσιον πρὸς ἥμισυ λεγόμενον, καὶ ἔχον τὴν ἀντίθεσιν κατ’ ἀριθμόν, πρὸς ἕν τι ὡρισμένον τὸ διπλάσιον λέγεται· πᾶν γὰρ διπλάσιον πρὸς ἥμισυ, ὥστε καὶ πρὸς ἕν τι, καὶ τοῦτο ὡρισμένον, τὸ διπλάσιον λέγεται ἀεὶ γὰρ πρὸς τὸ ἥμισυ), καὶ ὥρισται αὐτοῦ ἡ ὑπεροχή. ὁμοίως καὶ τὸ ἥμισυ· καὶ γὰρ αὐτὸ πρὸς ὡρισμένον τε καὶ ἕν· τὸ γὰρ διπλάσιον ὡρισμένην τε ὑπεροχὴν καὶ μίαν σημαίνει. καὶ τοιοῦτον μὲν τὸ πρῶτον ὂν τῶν κατ’ ἀριθμὸν ἐν τοῖς καθ’ ὑπεροχὴν λεγομένοις πρός τι, τὸ πρὸς ἓν ὡρισμένον κατὰ τὸ ἓν λεγόμενον. τὸ δὲ πολλαπλάσιον λέγεται μὲν καὶ αὐτὸ κατ’ ἀριθμὸν καθ’ ὑπεροχὴν ὡρισμένην πρὸς γὰρ ἓν τὸ πολλοστημόριον λέγεται), οὐ μὴν πρὸς ὡρισμένον τι | ἕν, ὡς ἐπὶ τοῦ διπλασίου τε καὶ ἡμίσεος, ἀλλὰ πρὸς ἄλληλα μὲν ὡρισμένην τὴν ἀντίθεσιν ἔχει ἑνός τε γὰρ καὶ πρὸς ἓν τὸ πολλαπλάσιόν τε καὶ πολλοστημόριον ἑνὸς καὶ πρὸς ἕν), οὐ μὴν τὸ ἓν τοῦτο ὥρισται· καὶ γὰρ τρίτον τι ὂν καὶ τέταρτον καὶ πέμπτον καὶ τὰ ἐφεξῆς πολλοστημόρια εἶναι ταῦτα δύναται τοῦ πολλαπλασίου. ὁμοίως καὶ πολλαπλάσιον, ἄν τε τριπλάσιον ἄν τε τετραπλάσιον, ἄν τε ὅλως πλεονάκις ἐν αὐτῷ ἔχῃ πρὸς ὃν λέγεται καὶ καθ’ ὃν δὴ ἀριθμόν. διὸ τὸ ὡρισμένον οὗτοι οὐ κατὰ τὸ ἓν ἔχουσιν ἀλλὰ πρὸς ἀλλήλους. τὸ δέ γε ἡμιόλιον πρὸς τὸ ὑφημιόλιον, λεγόμενον καὶ αὐτό, ὥσπερ τὸ διπλάσιον πρὸ ἥμισυ, κατὰ τὴν ἐν ἀριθμοῖς ὑπεροχήν τε καὶ ἔλλειψιν, ἑκάτερον τῶν θμῶν ὡρισμένον ἔχει. ὅ τε γὰρ ἡμιόλιος ὡρισμένος· ὁ γὰρ ἔχων ὅλον τινὰ ἀριθμὸν ἐν αὐτῷ καὶ τὸ ἥμισυ αὐτοῦ· ὁμοίως καὶ ὁ ὑφημιόλις· ὁς γὰρ ὅλος μετὰ τοῦ ἡμίσεος αὐτοῦ ἐστιν ὁ ὑφημιόλιος. ἐκείνως τε γὰρ ἀμφότεροι ὡρισμένοι οἱ κατὰ τὴν τοιαύτην ὑπεροχήν (καὶ γὰρ πρὸ καὶ ὡρισμένον), καὶ τὸ πρῶτον δὲ παράδειγμα, τὸ διπλάσιον καὶ ἥμισυ, ὁμοίως τοῖς νῦν εἰρημένοις ἀμφοτέρους ἔχει τοὺς ἀ·ριθμοὺς ὡρισμένους· καὶ ὅλως ἐν οἷς ἀριθμοῖς πρὸς ὅν τι ὡρισμένον ἡ κατὰ τὸ πρός τι ἀπόδοσις, ἀνάγκη ἀμφοτέρους ὡρίσθαι κατ’ ἄμφω. ὡς γὰρ ἓν πᾶν ἥμισυ, οὕτω καὶ τὸ διπλάσιον καθὸ διπλάσιον ἕν, ὡς ἔχει καὶ ἐπὶ τοῦ ἡμιολίου τε καὶ ὑφημιολίου· ὥστε οὐκ ἄλλης τινὸς ἀντιθέσεως τὸ παράδειγμα τοῦτο δηλωτικὸν ἂν εἴη, ἀλλ’ ἧς καὶ τὸ πρῶτον ῥηθὲν τὸ διπλάσιον. εἰπὼν δὲ τὸ πολλαπλάσιον πρὸς ἓν μὲν οὐ μὴν ὡρισμένον λέγεσθαι, τὴν διαφορὰν ταύτης τῆς ἀντιθέσεως πρὸς τὴν πρώτην εἰρημένην βουληθεὶς δεῖξαι πάλιν παρέθετ·ο τοῦ αὐτοῦ τρόπου τῆς ἀντιθέσεως παραδείγματα, τὸ ἡμιόλιον καὶ τὸ ὑφημιόλιον, καὶ εἶπε ταῦτα κατ’ ἀριθμὸν πρὸς ἀρὶθμὸν ὡρισμένον ἀντικεῖσθαι, ἴσον λέγων τῷ πρὸς ἓν ἀριθμὸς ὡρισμένος· ἑκάτερον γὰρ αὐτῶν πρὸς ἓν ὡρισμένον λέγεται, ᾦ ἴσον ἐστὶ τὸ κατ’ ἀριθμὸν πρὸς ἀριθμὸν ὡρισμένον. οὐχ οὕτω λέγεται τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον· λέγεται μὲν γὰρ καὶ τούτων ἑκάτερον πρὸς ἕν, ἀλλ’ οὐχ ὡρισμένον. λέγει δὲ ὅτι καὶ ὁ ἐπιμόριος πρὸς τὸν ὑπεπιμόριον πρὸς ἓν μὲν ἑκάτερος αὐτῶν λέγεται, ἀόριστον δὲ ἔχει τὴν ὑπεροχήν· ἓν μὲν γὰρ σημαίνει καὶ ἑνός τινος, οὐκέτι μέντοι καὶ τὸν λόγον τῆς ὑπεροχῆς δηλοῖ ὡς τὸ διπλάσιον καὶ τὸ ἡμιόλιον· οὕτως δὲ εἶχε καὶ τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον, ὃ πρὸς ἓν μὲν ἐλέγετο, οὐ μὴν ὡρισμένον. εἰπὼν δὲ ἐπιμόριον πρὸς τὸ ὑπεπιμόριον κατ’ ἀριθμὸν ἀόριστον, ὅτι οὕτως ὡς πρὸς ἓν I μὲν λέγεται οὐχ ὡρισμένον δέ, ἐδήλωσεν ἐν τῇ τοῦ πολλαπλασίου παραθέσει· τινὸς γὰρ καὶ ἑνὸς τὸ πολλαπλάσιον πολλαπλάσιον, οὐ μὴν ὥρισται τὸ ἓν τοῦτο πόσον ἐστὶ μόριον τοῦ πολλαπλασίου. διὸ τὸ πολλαπλάσιον πρὸς ἓν ὁμοίως λέγεται ὡς λέγεται καὶ τὸ ἐπιμόριον, ὥσπερ πάλιν ὁμοίως ἀλλήλοις ἐλέγετο τὸ διπλάσιον καὶ τὸ ἡμιόλιον. οὐχ οὕτως δὲ ἔχει τὸ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον (πρὸς ὡρισμένον γάρ τι λέγεται καὶ τὸ πολλαπλάσιον καὶ τὸ ἐπιμόριον)· ὅλως γὰρ ἡ τοιαύτη σχέσις ἐν ἀορίστῳ ἀντιθέσει. τὸ μὲν γὰρ πολλαπλάσιον ἔχει τι ὡρισμένον, τὸ πολλάκις ἔχειν ἐκεῖνο, καὶ τὸ ἐπιμόριον· αὐτὸ γὰρ αὐτό τε ἔχει καὶ πλείω μέρη αὐτοῦ. τὸ δὲ ὑπερέχον οὐδένα ὅρον τῆς ὑπεροχῆς σημαίνει· διὸ κατὰ ἀόριστον ὑπεροχὴν ὀχὴν λέγεται. εἰπὼν δὲ τὸ μὴ ὁρίζον τὴν ὑπεροχὴν κατ’ ἀριθμὸν ἀόριστον τὴν ὑπεροχὴν ἔχειν, προσέθηκεν ὁ γὰρ ἀριθμὸς σύμμετρος, ἴσον λέγων τῷ πάντες οἱ ὡρισμένοι ἀριθμοὶ σύμμετροι, κατὰ μὴ σύμμετρον δὲ ἀριθμὸν λέγεται, ὃ ἐξηγητικόν ἐστι τοῦ πῶς λέγεται ἀόριστον κατ’ ἀριθμόν· παντὸς γὰρ ἀριθμοῦ ὡρισμένου συμμέτρου ὄντος σύμμετροι μὲν γὰρ οἱ τῷ αὐτῷ μέτρῳ μετρούμενοι, πάντων δὲ ἀριθμῶν μέτρον κοινὸν ἡ μονάς), οἱ κατὰ τὴν τοιαύτην ὑπεροχὴν ὑπερέχειν λεγόμενοι τῷ μὴ ὁρίζειν τὴν ὑπεροχὴν κατὰ τοῦτο λέγονται κατὰ μὴ σύμμετρον ἀριθμὸν λέγεσθαι πρὸς ἀλλήλους, οὐχ ὅτι μὴ καὶ οὕτως ἔχειν ληφθέντες πρὸς ἀλλήλους, ἂν ληφθῶσιν, εἰσὶ σύμμετροι, ἀλλ’ ὅταν μὴ ὁρίζωσιν ἐν τῇ πρὸς ἀλλήλους ἀντιθέσει τὴν ὑπεροχήν. ἐξηγούμενος δὲ αὐτὸς τὸ κατὰ μὴ σύμμετρον δὲ ἀριθμὸν λέγεται, προσέθηκε πῶς κατὰ μὴ σύμμετρον· τὸ γὰρ ὑπέρεχον πρὸς τὸ ὑπερεχόμενον τοσοῦτον ἐστι καὶ ἔτι· τοῦτο δέ ἐστιν ἀόριστον· καὶ γὰρ πλεῖον καὶ ἔλαττον γινόμενον τὴν αὐτὴν σχέσιν σώζει· τοῦτο γάρ ἐστι τὸ ἢ ἴσον ἢ ο·ὐκ ἴσον. ἢ γὰρ ἴσον τῷ φθάνοντι εἰλῆφθαι δύναται τὸ πάλιν λαμβανόμενον ὑπερέχον μὲν εἶναι, ἴσον δὲ κατὰ λόγον, ὡς εἶναι ἐν ἀμφοτέροις τριπλάσιον τὸ ὑπερέχον, ἢ οὐκ ἴσον· τοῦτο δέ ἐστιν ἀόριστον. δύναται τὸ ὅλως ἀόριστον κατ’ ἀριθμὸν εἰρηκέναι ὡς δηλῶν δι’ αὐτοῦ ὅτι οὐ καθὸ κατ’ ἀριθμόν τι ὅλως ἐστίν, ὥρισται, οὗ δεικτικὸν τὸ ’πὸ μὲν ἀριθμὸν ἢ ἀντὶ σύμμετρον· ἐπὶ δὲ τῆς τοιαύτης ὑπεροχῆς τὸ ἀορίστως λέγεσθαι τῷ μὴ εἶναι | σύμμετρόν τινα τῶν οὕτως ἐχόντων πρὸς ἀλλήλους ἀριθμῶν. ἢ τὸ ὁ γὰρ ἀριθμὸς σύμμετρος δηλωτικόν ἐστι τοῦ ὅτι ὁ μὲν ὡρισμένῳ τινὶ ὑπερέχων ἀριθμὸς ἀριθμῷ συμμέτρῳ ὑπερέχει (καὶ γὰρ ὁ ἐπιμόριος τοῦ ὑπεπιμορίου· μέρει γάρ), ἐπὶ δὲ τοῦ ὑπερέχοντος οὐχ ὥρισται. ἔστι μὲν γὰρ τὸ ὑπερέχον τοσοῦτόν τε ὅσον τὸ ὑπερεχόμενον καὶ ἔτι, ἀόριστον δὲ τὸ καὶ ἔτι· δύναται γὰρ τὸ ἔτι τοῦτο, ᾧ ὑπερέχει τὸ ὑπερέχον, καὶ ἴσον εἶναι τῷ ὑπερεχομένῳ καὶ γὰρ τὸ διπλάσιον ὑπερέχει· τοσοῦτον γάρ ἐστι καὶ ἔτι ὃ ἴσον ἐστὶ τῷ ὑπερεχομένῳ)· δύναται καὶ ἔλαττον· ὥστε οὐκ ἔστιν εἰπεῖν ὁρίσαντα τίνι ὑπερέχει, πότερον ἴσῳ ἢ ἐλάττονι, ὥσπερ ἐπὶ τοῦ ἐπιμορίου· ἐλάττονι γὰρ καὶ μέρει. Δείξας δὲ πῶς λέγεται κατ’ ἀριθμὸν τὰ καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν λεγόμενα, ταῦτα δέ φησι τὰ πρός τι κατ’ ἀριθμὸν λέγεσθαι πάντα καὶ κατὰ πάθη τινὰ ἀριθμοῦ· τὸ γὰρ διπλάσιον καὶ ἥμισυ καὶ πολλαπλάσιον καὶ πολλοστημόριον καὶ τὰ τοιαῦτα τῶν ἀριθμῶν πάθη, καὶ ταύτῃ ποσά, ὡς εἶπε πρὸ ὀλίγου ἐν τῇ τοῦ ποσοῦ διαιρέσει. σε καὶ ἔτι φησὶ κατ’ ἄλλον τρόπον κατ’ ἀριθμὸν πρός τι λέγεσθαι καὶ οὐκέτι καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν, ἀλλὰ κτὰ ὁμοιότητα καὶ ἰσότητα. ὅτι δὲ καὶ τὰ οὕτως πρὸς ἄλληλα λεγόμενα κατ’ ἀριθμὸν λέγεται, δείκνυσι λαβὼν ὅτι κατὰ τὸ ἓν λέγεται. καὶ γὰρ τὸ ἴσον καὶ τὸ ὅμοιον καὶ τὸ ταὐτὸν κατὰ ἓν λέγεται· τῷ γὰρ ἓν ἀλλήλοις εἶναι. κατὰ γὰρ τὸ ἓν λέγεται πάντα εἶπεν, ὅτι τῷ ἄμφω τὰ οὕτως ἀντιτιθέμενα ἓν εἶναι ἀλλήλοις ἡ τοιαύτη ἀντίθεσίς τε καὶ σχέσις. καὶ πῶς γε ἓν λέγει ἄμφω; ταὐτὰ μὲν γὰρ ὧν μία οὐοία· ταῦτα γὰρ κατ’ οὐσίαν ὅμοια. καὶ γὰρ ὅταν τι αὐτὸ αὑτῷ ταὐτὸν λέγεται, ὡς δύο λαμβάνεται τὸ ὅν· ὥστε ἡ ταὐτότης ἑνότης τις κατ’ οὐσίαν. ὅμοια δὲ ὧν ἡ ποιότης μία· ὅμοια γὰρ ἐν μόνῃ ποιότητι, ὡς εἶπεν ἐν Κατηγορίαις· ὥστε καὶ ἡ ὁμοιότης ἑνότης ἐν ποιότητι. ἴσα δὲ ὧν ἓν τὸ ποσόν. πάντα δὲ κτὰ τὸ ἕν τι εἶναι τὰ οὕτως ἀντιτιθέμενα ἀντίκειται. ὃ λαβὼν δείκνυσιν ὅτι καὶ ἡ τοιαύτη σχέσις τε καὶ ἀντίθεσις κατ’ ἀριθμόν ἐστι, προλαβὼν ὅτι τὸ ἓν ἀρχὴ ἀριθμοῦ καὶ μέτρον· ὥστε καὶ τὰ κατὰ τὸ ἓν ἀντικείμενα, κατὰ ἀρχὴν ἀριθμοῦ καὶ μέτρον ἀριθμοῦ ἀντικείμενα, εἴη ἄν κατ’ ἀριθμὸν ἀντικείμενα, οὐ μὴν ὁμοίως κατ’ ἀριθμὸν τοῖς ῥηθεῖσι πρώτοις. ἐκεῖνα μὲν γὰρ κατὰ τὴν ἐν ἀριθμῷ ὑπεροχήν, ταῦτα δὲ κατὰ τὴν ἰσότητά τε καὶ ἑνότητα. | Εἰπὼν δὲ περὶ τῶν κατ’ ἀριθμὸν ἀντικειμένων πρός τι, ἐφεξῆς λέγ’ εἰ περὶ τῶν κατὰ τὸ ποιητικόν τε καὶ παθητικὸν καὶ τὸ ποιεῖν τε καὶ πάσχειν ἀντικειμένων. ποιητικὰ μὲν οὖν καὶ παθητικὰ κατὰ δύναμιν λέγεται, κατὰ δὲ τὰς ἀπὸ τῶν δυνάμεων ἐνεργείας ποιοῦντα καὶ πάσχοντα. δείξας δὲ διὰ τῶν παραδειγμάτων τίνα μέν ἐστι κατὰ δύναμιν λεγόμενα πρός τι, τίνα δὲ κατ’ ἐνέργειαν, προστίθησιν ὅτι μηκέτι τὴν κατὰ τοῦτο διαίρεσιν ἡ κατὰ τοὺς ἀριθμοὺς ἀντίθεσις ἔχει τῷ μηδὲ εἶναί τινας ἀριθμῶν ἐνεργείας· ἀκίνητα γὰρ τὰ μαθηματικὰ πάντα. τὸ δὲ ἀλλ’ ἢ ὃν τρόπον ἐν ἑτέροις εἴρηται λέγοι ἄν, ὅτι καθὸ νοοῦνται ἐνέργειαι αὐτῶν λέγοιντο εἶναι, αἵ τινες ἐνέργειαι οὐ κατὰ κίνησίν εἰσιν, ἐπεὶ μήτε τὸ νοοῦν καθὸ νοεῖ κινεῖται μήτε τὸ νοούμενον· καὶ ἐστιν ἐνέργεια ἡ τοῦ νοουμένου, οὐ μὴν κατὰ κίνησιν, ὡς ἔστιν ἐν τοῖς κατὰ κίνησιν ἐνέργειά τις τοῦ πάσχοντος, οὐ τοῦ ποιοῦντος μόνου. ἢ ὅτι αὐτῶν μὲν οὔκ εἰσι τῶν ἀριθμῶν ἐνέργειαι· οὔτε γὰρ ποιεῖ οὔτε πάσχει ὁ ἀριθμὸς καθὸ ἀριθμός, ὥσπερ ᾤοντο οἱ Πυθαγορικοί· τὰ μέντοι ποιοῦντα καὶ πάσχοντα κατὰ τὴν κατὰ τὸν ἀριθμὸν ἣν ἔχουσιν ὑπεροχὴν πρὸς ἄλληλα ἢ ἰσότητα ἀναλογίᾳ ποιεῖ τε καὶ πάσχει. οὐ γὰρ ὁπωσοῦν ἔχον τὸ ποιητικὸν ἢ ὁποσονοῦν ὂν ποιεῖ, ἀλλὰ δεῖ αὐτῷ καὶ συμμετρίας τῆς πρὸς τὸ πάσχον, ἥτις κατ’ ἀριθμόν τινα γίνεται· ἐν γὰρ ποιᾷ ὑπεροχῇ καὶ ποσῇ τά τε ἰατρικὰ φάρμακα τὸ ποιεῖν ἔχει· οὐ γὰρ τὰ τυχόντα διὰ τὴν ποιότητα μόνην ποιεῖ, ἀλλὰ δεῖ αὐτοῖς καὶ ποσότητος εἰς τοῦτο. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων σωμάτων τῶν ποιούντων ἢ πασχόντων. τῶν δὲ κατὰ δύναμιν, φησί, λεγομένων πρὸς· ἄλληλα τὴν ποιητικήν τε καὶ παθητικήν, τουτέστι τῶν κατὰ τὸ δύνασθαι ποιεῖν τε καὶ πάσχειν, καὶ κατὰ χρόνον φησὶ λέγεσθαί τινα πρός το· τὸ γὰρ πεποιηκὸς πρὸς τὸ πεποιημένον λέγεται (τὸ γὰρ πρὸς τὸ θερμανθέν, καὶ τὸ οἰκοδομηθὲν ὁμ.οίως) καὶ τὸ ποιῆσον πρὸς τὸ ποιηθησόμενον· καὶ γὰρ πατὴρ υἱοῦ κατὰ χρόνον, φησί λέγεται· τῷ γὰρ τὸ μὲν γεγεννηκὸς εἶναι τὸ δὲ γεγεννημένον, τὸ δὲ γεγεννηκέναι καὶ γεγεννῆσθαι τὸ μὲν πεποιηκέναι τὸ δὲ πεπονθέναι ἐστίν. κατὰ δύναμιν δὲ λέγει καὶ τὰ γεγονότα, ὅτι μηδὲ ταῦτα ὡς ἐνεργοῦντα ἔτι λαμβάνεται. ἢ κατὰ δύναμιν κοινῶς λέγει ἀντικεῖσθαι τὰ κατὰ τὸ ποιεῖν τε καὶ πάσχειν ἀντικείμενα, καθ’ ὃν ἂν χρόνον ἡ ἀντίθεσις αὐτῶν λαμβάνηται. λέγεσθαί φησιν ἔνια πρός τι καὶ κατὰ στέρησιν δυνάμεως, ὥσπερ καὶ κατὰ δύναμιν. τὸ μὲν γὰρ θερμαντικὸν πρὸς τὸ θερμαντὸν κατὰ δύναμιν, τὸ δὲ ἀόρατον καὶ ἄτομον κατὰ στέρησιν· τὸ γὰρ ἀδύνατον ὁραθῆναι πρὸς τὸ ἀδύνατον ἰδεῖν, καὶ τὸ ἀδύνατον διαιρεθῆναι πρὸς τὸ ἀδύνατον διελεῖν· ἀόρατον | γάρ, οὗ οὐκ ἔστιν ὅρασις, καὶ ὅρασις οὐκ ἔστι τοῦ ἀοράτου. ὥστε τὰ οὕτως λεγόμενα πρὸς ἄλληλα πάντα κατὰ στέρησιν ἄν δυνάμεως λέγοιτο· τὸ γὰρ ἀδύνατον ἀδυναμίᾳ ἀδύνατον, καὶ ἀδυναμία ἀδυνάτου ἀδυναμία. Εἰπὼν δὲ ταῦτα, προστίθησι τοῖς εἰρημένοις ὅτι τὰ μὲν κατ’ ἀριθμὸν λεγόμενα πρός τι, ὁποῖα ἦν περὶ ὧν πρῶτον εἶπε, καὶ κατὰ δύναμιν ταῦτα δ’ ἦν κατὰ τὸ ποιητικὰ καὶ παθητικὰ ἀλλήλων εἶναι ἀντικείμενα), ταῦτα δὴ πάντα οὕτως πρός τι λέγεσθαί φησι τῷ ἕκαστον αὐτῶν ὅπερ ἐστὶν ἄλλου λέγεσθαι, ἀλλὰ μὴ τῷ ἄλλο πρὸς αὐτό. βούλεται δὲ ἡμῖν διαφοράν τινα δεῖξαι τῶν κατὰ τοὺς προειρημένους δύο τρόπους πρός τι λεγομένων πρὸς τὸν ῥηθέντα λόγον τῶν πρός τι κατὰ τὸ κρῖνόν τε καὶ κρινόμενον, ὡς ἐλέγετο ἡ ἐπιστήμη τε καὶ ἡ αἴσθησις καὶ τὸ μέτρον καὶ ἡ διάνοια καὶ ἡ δόξα καὶ ὑπόληψις. ἔστι δὲ ἥδε ἣν λέγοι ἄν διαφοράν, ὅτι ἐπὶ μὲν ἐκείνων ἑκάτερον τῶν ἀντικειμένων αὐτὸ ὅπερ ἦν ἐκείνου ἐλέγετο εἶναι πρὸς ὃ εἶχε τὴν ἀντίθεσιν. οὐ κατὰ τὴν πτῶσιν δὲ τὸ ἐκείνου λαμβάνοι, ἐπεὶ καὶ τὸ ὅμοιον κατ’ ἀριθμὸν λεγόμενον καὶ τὸ ἴσον καὶ τὸ ταὐτὸν οὐχ ὁμοίου οὐδὲ ἴσου οὐδὲ ταὐτοῦ λέγεται, ἀλλὰ ὁμοίῳ καὶ ἴσῳ καὶ ταὐτῷ. ἀλλ’ ἔστιν ὃ λέγει, ὅτι αὐτὸ ὅ ἐστιν ἢ ἄλλου λέγεται ἢ ἄλλῳ ἢ ἄλλως πρὸς ἄλλο· τὰ δὲ κρινόμενα καὶ τὰ κρίνοντα οὐκέθ’ οὕτως. τὰ μὲν γὰρ κρίνοντα ταῦτα ἅ ἐστιν ἄλλων λέγεται· τῶν γὰρ κρινομένων· ἥ τε γὰρ αἴσθησις αἰσθητῶν, ἥ τε ἐπιστήμη ἐπιστητῶν, καὶ τὸ μέτρον μετρουμένων, καὶ ἡ διάνοια διανοητῶν, καὶ ὁ νοῦς νοητῶν. τὰ δὲ κρινόμενα οὐκέτι αὐτὰ ἅ ἐστι τῶν κρινόντων λέγεται, οὐδὲ κατὰ τοῦτο πρός τι, καθὸ αὐτὰ ἅλων ἐστίν, ἀλλὰ καθὸ τούτων ἄλλα. αἰσθητὰ γάρ ἐστιν οὐχ ὅτι αὐτὰ ἄλλων ἐστίν, ἀλλ’ ὅτι ἄλλο τι τούτων ἐστίν (ὅτι γὰρ ἐστιν αὐτῶν, ταύτῃ αἰσθητά), καὶ ἐπιστητά, ὅτι αὐτῶν ἔστιν ἄλλο· ὅτι ἐπιστήμη. τὸ γὰρ ὅμοιον, εἰ καὶ ὁμοίῳ ὅμοιον λέγεται κατὰ τὴν πτῶσιν ὁμοίως ὡς καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ καὶ τὸ αἰσθητὸν αἰσθήσει πρὸς γὰρ δοτικὴν πτῶσιν ὁμοίως καὶ ταῦτα καὶ ἐκεῖνα), ἀλλ’ οὐχ ὡσαύτως λέγεται· τῷ γὰρ αὐτὸ ἐκείνῳ ὅμοιον εἶναι ὅμοιον αὐτῷ λέγεται, ἀλλ’ οὐ τῷ ἐκεῖνο τούτῳ, εἰ καὶ ὅτι μάλιστα κἀκεῖνο πρὸς τοῦτο ὁμοίως λέγεται. ὁμοίως καὶ τὸ ἴσον καὶ τὸ ταὐτόν. τὸ δὲ αἰσθητὸν αἰσθήσει αἰσθητὸν λέγεται, οὐ τῷ αὐτὸ ὅ ἐστι τῆς αἰσθήσεως εἶναι, ἀλλὰ τῷ ἐκεῖνο, πρὸς ὃ λέγεται, τούτου εἶναι. τῷ γὰρ αἴσθησιν αὐτοῦ εἶναι λέγεται τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν· τὸ γὰρ ὁρατὸν σημαίνει ὅτι ἔστιν αὐτοῦ ὄψις. ὁμοίως τούτοις λέγοιτ’ ἂν καὶ ἡ ἁρμονία πρὸς τὰ ἡρμοσμένα· ἡ γὰρ ἁρμονία τῶν ἡρμοσμένων, τὰ δὲ ἡρμοσμένα τῆ ἁρμονίᾳ ἡρμοσμένα, ὅτι ἡ ἁρμονία τούτων ἐστίν, ὡς ἐπὶ τῶν ἐπιστητῶν ἐπιστήμη. | οὐκ ἔστι δὲ ἡ διάνοια πρὸς τοῦτο οὗ ἐστι διάνοια. Εἰπὼν ἐν τοῖς πρὸς ἄλληλα λεγομένοις ὡς τὸ κρῖνόν τε καὶ κρινόμενον τὸ κρινόμενον πρὸς τὸ κρῖνον οὕτως λέγεσθαι, ὅτι ἐκεῖνο τούτου, τουτέστι τὸ κρῖνον τοῦ κρινομένου, δυναμένου πρὸς τὸ κρῖνον οὕτω λέγεσθαι ὡς τὸ κρῖνόν γε πρὸς τὸ κρινόμενον, νυνὶ δείκνυσιν ὅτι οὕτω λέγεται ταῦτα πρός τι, ἥ τε ἐπιστήμη καὶ ἡ αἴσθησις καὶ τὸ μέτρον καὶ ὅσα τούτοις ὅμοια, ὡς πρὸς τὰ ὧν ἐστιν, ἡ μὲν ἐπιστήμη πρὸς τὰ ἐπιστητά, ἡ δὲ αἴσθησις πρὸς τὰ αἰσθητά, ἡ δὲ δόξα πρὸς τὰ δοξαστά, ἀλλ’ οὐ πρὸς ἐκεῖνα ἐν οἷς ἐστιν, ἡ μὲν ἐπιστήμη πρὸς τὸ ἔχον τὴν ἐπιστήμην, ἡ δὲ αἴσθησις πρὸς τὸ τὴν αἴσθησιν, καὶ τὰ ἄλλα ὁμοίως, διὰ τοῦ τοῦτο δεικνύναι πιστὸν ποιῶν τὸ εἰρημένον, τὸ ἐν τοῖς πρός τι εἶναί τινα καὶ οὕτως πρός τι λεγόμενα τῷ πρὸς ἃ λέγεται τούτων εἶναι τῶν πρὸς αὐτὰ λεγομένων· τοιαῦτα γὰρ τὰ κρινόμενα καὶ οὕτως λεγόμενα πρὸς τὰ κρίνοντα. ὅτι δὲ ἡ ἐπιστήμη πρὸς τὰ ἐπιστητὰ λέγεται ἀλλ’ οὐ πρὸς τὸν ἔχοντα τὴν ἐπιστήμην, δείκνυσι διὰ τοῦ δεῖξαι ὅτι δὶς ἔσται τὸ αὐτὸ λεγόμενον. πῶς δὲ γίνεται δὶς τὸ αὐτὸ λεγόμενον, ὀλίγον προελθὼν δείκνυσιν αὐτὸς εἰπὼν ὁμοίως δὲ καί τινός ἐστιν ἡ ὄψις ὄψις, οὐχ οὗ ἐστιν ἡ ὄψις καίτοι ἀληθὲς τοῦτο εἰπεῖν), ἀλλὰ πρὸς χρῶμα ἢ πρὸς ἄλλο τι τοιοῦτον· ἐκείνως δὲ δὶς τὸ αὐτὸ λεχ θή σειαι, ὅτι ἔστιν ὄψις οὗ ἐστιν ὄψις. ἔστι δὲ τὸ διὰ τούτων λεγόμενον ὑπ’ αὐτοῦ, ὅτι ἄν μὲν τὴν ὄψιν καὶ τὴν ἐπιστήμην καὶ τὰ τοιαῦτα θλῶν τινῶν λέγωμεν εἶναι, οἷον ἐπιστήμην τῶν ἐπιστητῶν, τὴν ὄψιν τῶν ὁρατῶν, οὐδὲν ἄτοπον ἀπαντήσεται πρὸς γὰρ τὸν ἐρόμενον, τί ἐστιν οὗ ἐστιν ἐπιστήμη, ἀπόκρισις εὔλογος ὅτι τὸ ἐπιστητόν)· εἰ δέ τις τὴν ἐπιστήμην οὐ πρὸς τὸ ἐπιστητὸν λέγεσθαι λαμβάνοι, ἀλλὰ πρὸς τὸν οὗ ἐστι καὶ ἐν ᾧ ἐστι, τουτέστιν πρὸς τὸν ἐπιστήμην ἔχοντα, ἔσται ἡ ἀπόκρισις πρὸς τὸν ἐρόμενον, τί ἐστιν οὗ ἐπιστήμη, ἰοῦ ἐστιν ἐπιστήμη’, ἐπεὶ ἐτέθη, οὗ ἐστι, πρὸς ἐκεῖνο λέγεσθαι. οὕτω δὲ ἔσται ἄτοπος ἡ ἀπόκρισις καὶ δὶς τὸ αὐτὸ λεγόμενον. πρὸς δὲ τοῦτο ἀπορήσαι τις ἄν, ὅτι εἰ διὰ τοῦτο τὰ τοιαῦτα οὐ λέγεται πρὸς τὰ ἐν οἷς ἐστι, διότι συμβαίνει δὶς ταὐτὸν λέγεσθαι, οὐδὲ ἄλλο τι ἔδει τῶν ἔν τινι ὄντων πρὸς ἐκεῖνο λέγεσθαι ἐν ᾧ ἐστιν. δοκεῖ δὲ πολλὰ τῶν πρός τι λέγεσθαι πρὸς τὰ ἐν οἷς ἐστιν· ἥ τε γὰρ ἁρμονία λέγεται ἡρμοσμένων εἶναι, καὶ οὐκ ἐν ἄλλοις τισίν ἐστιν ἡ ἁρμονία ἢ ἐν τοῖς συγκειμένοις ὧν ἐστι, καὶ πρὸς ἐκεῖνα λέγεται. ἀλλὰ καὶ ἡ ἕξις ἔχοντος ἕξις λέγεται εἶναι, ἐν ᾧ καὶ ἔστιν. ἐφ’ ὧν εἴ τις βούλοιτο ὁμοίως ἐρωτᾶν, ἔσται δὶς ταὐτὸν λεγόμενον· πρὸς γὰρ τὸν ἐρόμενον, τί ἐστιν οὗ ἐστιν ἁρμονία, ἀπόκρισις ὑγιὴς ἡ λέγουσα ἰοῦ ἐστιν ἁρμονία᾿, εἴ γε ἡ ἀρ’ μονία πρὸς τὸ οὗ ἐστιν ἁρμονία λέγεται. πρὸς γὰρ τὰ ἡρμοσμένα λέγεται, ὧν ἐστιν ἁρμονία. ὅτι δὲ λέγεται πρὸς ταῦτα ἐν οἷς ἐστιν, ὑπὸ μὲν Θεοφράστου ἐν τῷ Β τῶν τοπικῶν οὕτως εἴρηται· “ὧν μὲν γὰρ ἕκαστα λέγεται, καὶ ὑπάρχει τούτοις, ὥσπερ ἡ συμμετρία καὶ ἡ ἕξις καὶ ἡ σύνθεσις· μνήμη δὲ καὶ ὕπνος καὶ ὑπόληψις οὐδενὶ τῶν ἀψύχων, οὐδὲ ἡ ἑτέρου κίνησις ἄλλῳ. διὸ δὴ καθ’ ἕκαστα διοριστέον.” καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης περὶ τῶν αὐτῶν τούτων οὕτως εἴρηκεν ἐν τῷ Δ τῶν τοπικῶν· “ἐπεὶ δὲ τῶν πρός τι λεγομένων τὰ μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ἢ περὶ ἐκεῖνά ἐστι πρὸς ἅ ποτε τυγχάνει λεγόμενα, οἷον αἱ διαθέσεις καὶ αἱ ἕξεις καὶ ἡ συμμετρία ἐν ἄλλῳ γὰρ οὐδενὶ δυνατὸν ὑπάρχειν τὰ εἰρημένα ἢ ἐν ἐκείνοις πρὸς ἃ λέγεται), τὰ δὲ οὐκ ἀνάγκη μὲν ἐν ἐκείνοις ὑπάρχειν πρὸς ἅ ποτε λέγεται, ἐνδέχεται δέ οἷον εἰ ἐπιστητὸν εἴη ἡ ψυχή· οὐδὲν γὰρ κωλύει τὴν αὑτῆς ἐπιστήμην ἔχειν τὴν ψυχήν, οὐκ ἀναγκαῖον δέ· δυνατὸν γὰρ καὶ ἐν ἄλλῳ ὑπάρχειν τὴν αὐτὴν ταύτην), τὰ δὲ ἁπλῶς οὐκ ἐνδέχεται ἐν ἐκείνοις ὑπάρχειν πρὸς ἅ ποτε τυγχάνει λεγόμενα, οἷον τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ, οὐδὲ τὴν ἐπιστήμην ἐν τῷ ἐπιστητῷ, ἂν μὴ τυγχάνῃ τὸ ἐπιστητὸν ψυχὴ ἢ ἄνθρωπος.” διὰ γὰρ τούτων καὶ ἀναγκαῖον εἶναί φησιν ἔνια τῶν πρός τι πρὸς ἐκεῖνα λέγεσθαι ἐν οἷς ἐστιν· ὧν εἶπεν εἶναι τήν τε διάθεσιν διακειμένου γὰρ καὶ τοῦ ἐν ᾧ ἐστιν ἡ διάθεσις) καὶ τὴν ἕξιν· τοῦ γὰρ τὴν ἕξιν ἔχοντος ἡ ἕξις ἕξις. ἀλλὰ καὶ ἡ συμμετρία ἐστὶν ἐν τούτοις. ἀλλ’ εἰ πρὸς ταῦτα λέγεται, ἐν οἷς ἐστιν ἕκαστον τούτων, δὶς ταὐτὸν λεχθήσεται ἐφ’ ἑκάστου αὐτῶν. τί ἐστιν οὗ ἡ διάθεσις; οὗ ἐστιν ἡ διάθεσις. τί ἐστιν οὗ ἐστιν ἕξις; οὗ ἐστιν ἕξις. ὁμοίως καὶ ἐπὶ συ τρίς. εἰ δὴ ἐπὶ τούτων δὶς μὲν ταὐτὸν λέγεται, ἐξ ἀνάγκης δὲ δεῖ αὐτὰ πρὸς ταῦτα λέγεσθαι ἐν οἷς ἐστιν, οὐχὶ πρὸς διαβολὴν τοῦ λέγεσθί τι πρὸς τὸ ἐν ᾧ ἐστιν εἴη ἄν εἰρημένον τὸ δὶς ταὐτὸ λέγεσθαι. καὶ γὰρ εἰ μὲν ἦν οὕτω δὶς λεγόμενον ὡς αὐτὸ πρὸς αὑτὸ λέγεται, ἄτοπον ἄν τι εἵπετο· ἦν γὰρ ἄν αὐτὸ αὑτῷ τι ἀντικείμενον, εἴ γε τὰ πρός τι πρὸς ἀντικείμενα λέγεται. εἰ δὲ ἀποκρινόμενος πρὸς τὸν ἐρόμενον, τί ἐστι τὸ οὗ ἐστιν ἐπιστήμη, λέγει μὲν εἶναι τὴν ἐπιστήμην τοῦ οὗ ἐστιν ἐπιστήμη, ὂν ἀληθές, οὐ μὴν καὶ πρὸς τοῦτο λέγεσθαι οὐκέτι γὰρ ἐρωτηθείς πρὸς τί λέγεται ἐπιστήμη, ἀποκρίνεται οὗ ἐστιν ἐπιστήμη, ἀλλὰ πρὸς τὸν ἔχοντα τὴν ἐπιστήμην), καὶ πάλιν πρὸς τί λέγεται ὁ ἔχων τὴν ἐπιστήμην, ἐρωτηθεὶς ἀποκρίνεται πρὸς ἐπιστήμην, οὐκ ἄν εἴη αὐτό τι πρὸς αὑτὸ λεγόμενον, εἴ γε ἄλλο ἐπιστήμη καὶ ἄλλο τὸ ἐπιστήμην ἔχον. ἔοικε δὲ καὶ αὐτὸς οὐχ ὡς ἀναιρετικὸν τοῦ λέγεσθαί τι πρὸς τὸ ἐν ᾧ ἐστι τιθέναι αὐτό, ἀλλὰ πρὸς σύστασιν μᾶλλον αὐτῷ χρῆσθαι τοῦ, ἐν οἷς ἐνδέχεται τὰ ὄντα ἔν τισι πρὸς ἄλλα τινὰ λέγεσθαι παρὰ τὰ ἐν οἷς ἐστι, πρὸς ἐκεῖνα αὐτῶν ποιεῖσθαι τὴν ἀπόδοσιν. ἐπιζητήσαι δ’ ἄν τις, εἰ μὴ ὁμοίως καὶ τῶν κατὰ δύναμιν λεγομένων πρὸς ἄλληλα τὸ ἕτερον τὸ ὡς πάσχον ἀντικείμενον ὂν τῷ ποιοῦντι ἢ ποιητικῷ οὕτω λέγεται πρὸς αὐτὸ τῷ ἐκεῖνο τούτου εἶναι, ἀλλ’ οὐ τῷ τοῦτο ἐκείνου. τὸ γὰρ καυστὸν καυστὸν τῷ εἶναι αὐτοῦ καυστικόν τι, καὶ τὸ θερμαντὸν τῷ εἶναι αὐτοῦ θερμαντικόν τι, καὶ τούτων ἕκαστον αὐτὸ ὅπερ ἐστὶν ἄλλου λέγεται· τὸ γὰρ καυστὸν καυστὸν τῷ καυστικῷ, καὶ τὸ αἰσθητὸν τοιοῦτόν ἐστιν, ὅτι ἐστὶν αὐτοῦ τὸ αἰσθανόμενον. ἢ βουλόμενος δεῖξαι πρὸς τί τὰ οὕτω λεγόμενα λέγεται, ταῦτα λέγει. τὰ μὲν γὰρ κατὰ δύναμιν πρὸς ταῦτα προδήλως λέγεται, καὶ οὐκ ἔστι ζητούμενον πρὸς τί ἡ τούτων ἀπόδοσις· ἐπὶ δὲ τῶν ὡς κριτικῶν πρός τι λεγομένων ἐζητεῖτο πρὸς τί ταῦτα, οἷον τὸ αἰσθάνεσθαι πότερον πρὸς τὸ ἔχον αἴσθησιν ἢ πρὸς τὸ αἰσθητόν. ὅτι οὖν πάντα τὰ τοιαῦτα οὐ πρὸς τὰ ἔχοντα ἀλλὰ πρὸς τὰ ὧν εἰσι λέγεται, ἔδειξε διὰ τοῦ δεῖξαι τὰ ἀντικείμενα τούτοις οὕτω δεῖν λέγεσθαι πρὸς αὐτὰ τῷ ἐκεῖνα τούτων εἶναι· εἰ γὰρ καὶ ἐπὶ τούτων ἀληθὲς τὸ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι ἢ ὁπωσοῦν πρὸς ἕτερον (πάντα γὰρ οὕτω τὰ πρός τι ἔχει), δεῖ οὕτω τὰ πρὸς τὰ κρίνοντα λεγόμενα λέγεσθαι τῷ ἐκεῖνα τούτων εἶναι· ὃ οὐκ ἄν οὕτως ἔχοι, εἰ ἡ ἐπιστήμη καὶ ἕκαστον τῶν τοιούτων πρὸς τὰ ἔχοντα αὐτὰ ἐλέγετο. τῶν δὲ καθ’ αὑτὰ πρός τι λεγομένων τὰ μὲν οὕτω φησὶ λέγεσθαι, δηλονότι ἢ τῷ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι ἢ τῷ ἄλλα αὐτῶν εἶναι, τὰ δέ, φησίν, ἄν τὰ γένη αὐτῶν πρός τι ᾗ· ἡ γὰρ ἰατρικὴ πρός τι τῷ τὴν ἐπιστήμην γένος οὖσαν αὐτῆς πρός τι εἶναι. τοῦτο δὲ καὶ ἐν Κατηγορίαις εἴρηκεν· οὗ γὰρ τὸ γένος πρός τι, τοῦτο οὐ κατὰ συμβεβηκὸς ἂν ἔτι πρός τι λέγοιτο, ἀλλὰ καὶ αὐτὸ καθ’ αὑτό, εἰ καὶ μὴ ὁμοίως τῷ γένει· τῷ γὰρ τὸ γένος ἐν τῷ εἴδει εἶναι γίνεται καὶ τὸ εἶδος ἐν τῇ οὐσίᾳ ἔχον τὸ πρός τι, εἴ γε μέρος αὐτοῦ τῆς οὐσίας τὸ γένος. ἔτι λέγει, ὡς τὰ ἔχοντά τινα πρός τι ἐστίν, οὕτω καὶ τὰ ἐχόμενα καὶ κατὰ τοῦτο· ἡ γὰρ ἰσότης πρός τι, ὅτι τὸ ἴσον τὸ ἔχον τὴν ἰσότητα πρός τι, καὶ ἡ ὁμοιότης τῷ τὸ ὅμοιον. κατὰ γὰρ τοῦτο κἀκεῖνα πρός τι· τῷ γὰρ ταῦτα ἔχειν. τὰ δὲ κατὰ συμβεβηκὸς πρός τι λέγεται, ὅσοις συμβέβηκέ τι τῶν πρός τι οὐκ οὖσιν αὐτοῖς πρός τι· ἄνθρωπος γὰρ λέγεται πρός τι, ὅταν ᾖ τὸ συμβεβηκὸς αὐτῷ τὸ διπλάσιον τῶν πρός τι ὄν. πάλιν εἴη ἂν τὸ λευκὸν λεγόμενον κατὰ 375 συμβεβηκὸς καὶ αὐτὸ πρός τι, ἄν ᾧ συμβέβηκε διπλασίῳ εἶναι, τούτῳ καὶ τὸ λευκὸν εἴη συμβεβηκός. διαφέρει δὲ οὗτος ὁ τῶν πρός τι τρόπος τοῦ προρρηθέντος· ἐκεῖ μὲν γὰρ τὸ ὑποκείμενον πρός τι λέγεται διὰ τὸ συμβεβηκὸς αὐτῷ, ἐνταῦθα δὲ τῶν συμβεβηκότων αὐτῷ τὸ ἕτερον διὰ τὸ ἕτερον. Λέγει δὲ καὶ περὶ τοὐ τελείου, διαιρῶν αὐτό, ὅτι ἓν μὲν αὐτοῦ σημαινόμενόν ἐστιν οὗ μηδὲν μόριον ἄπεστι· τέλειον γάρ ἐστιν ἕκαστον, ὃ λέγεται, ὅταν αὐτοῦ μηδὲν τῶν εἰς τὴν τελείωσιν ἀπῇ μορίων. οὕτω χρόνος τέλειος ἑκάστου οὗτος, οὗ χρόνου, ὃς τοῦδε λέγεται εἶναι, μηδὲν μόριον ἄπεστι μηδὲ ἔξω τις αὐτοῦ. παντὸς μὲν γὰρ τοῦ λαμβανομένου χρόνου ἔστι τις ἔξω χρόνος· ἀλλ’ ὅταν ὁ τοῦδέ τινος ἀφωρισμένος χρόνος λαμβάνηται, τότε ὁ τέλειος ἔσται τούτου χρόνος, ὅταν ἀπῇ μηδὲν μόριον τοῦ χρόνου αὐτοῦ ἐν ᾧ ἐκεῖνό ἐστιν· οἷον εἴ τινος εἴη χρόνος τῆς ὑπάρξεως ἑκατὸν ἔτη, εἰ ἄνθρωπος φέρε εἰπεῖν ἔχοι τοῦτον ὅρον τῆς ζωῆς ὅλον, τέλειος ἂν ἦν ἀνθρώπου χρόνος, εἰ μηδὲν ἀπῆν τῶν ἑκατὸν ἐτῶν. οὕτω καὶ τέλειος ἄνθρωπος καὶ τέλειος ἵππος, οὗ μηδὲν μόριον ἄπεστιν, καὶ τέλειος ἀνδριὰς καὶ τῶν ἄλλων ἕκαστον, ὧν μηδὲν μόριον ἄπεστιν. ὁμοίως δὲ λέγεται τέλεια καὶ ὧν κατ’ ἀρετὴν τὴν οἰκείαν καὶ τὸ εὖ τὸ οἰκεῖον καὶ ἐν τῷ γένει τούτῳ μὴ ἔστιν ὑπερβολή. κοινότερον δὲ τῷ τῆς ἀρετῆς ὀνόματι χρῆται. ἕκαστον γὰρ τέλειον λέγεται, ὅταν ἔχῃ τὴν οἰκείαν ἀρειήν, οἷον τέλειος ἄνθρωπος, ᾧ μηδὲν ἐνδεῖ τῶν κατὰ τὰς ἀνθρώπου ἀρετάς, μηδὲ ἔστιν ὑπερβολὴ αὐτοῦ κατὰ τὸ εὖ τὸ ἐν τῷ ἀνθρώπῳ. οὕτω καὶ ἰατρὸν τέλειον, οὗ κατὰ τὸ εὖ τῆς ἐν ἀνθρώπῳ ἰατρικῆς μὴ ἔστιν ὑπερβολή. τὸ δὲ πρὸς τὸ γένος αὐτὸς ἐξηγήσατο διὰ τοῦ εἰπεῖν ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπωσι. τῷ γὰρ τὰς ἀρετὰς πλείους καὶ διαφόρους εἶναι, οὗτος τέλειος καθ’ ἣν ἔχει ἀρετήν ἐστιν, ὅταν μηδὲν κατ’ αὐτὴν τὴν ἀρετὴν ἐλλείπῃ· τῷ γὰρ γένει ἀντὶ τοῦ εἴδους ἐχρήσατο. καὶ αὐλητὴς τέλειος ὁ κατὰ αὐλητικὴν τοιοῦτος, καὶ ἁπλῶς ὁ κατά τινα τέχνην ἢ ἐπιστήμην ἢ ἀρετὴν μὴ ἐλαττούμενος τέλειος κατ’ αὐτήν. ἀπὸ δὲ τῶν οὕτως τελείων καὶ κατὰ τὸ εὖ τὸ οἰκεῖον μὴ ὑπερεχομένων καὶ ἐπὶ τὰ κακὰ μεταφέρομεν τὸ τέλειον· συκοφάντην γὰρ λέγομεν καὶ κλέπτην τέλειον ὡς οὐκ ἔχοντα ἐν τούτοις ὑπεροχήν. τοῦτο δὲ ποιοῦμεν, ἐπεὶ καὶ ἀγαθοὺς λέγομεν αὐτούς, κλέπτας ἀγαθοὺς καὶ τελείους· ὡς γὰρ τὴν κατὰ ταῦτα ἀρετὴν ἔχοντας καὶ τελείους κατ’ αὐτά· τελειότης γὰρ ἑκάστου ἡ οἰκεία ἀρετή. ὅταν γάρ, φησί, κατἁ τὸ εἶδος τῆς οἰκείας ἁρετἡς μηδὲν ἐλλείπῃ μόριον τοῦ μεγέθους ὃ κατὰ φύσιν ἐστὶν αὐτῷ, τότε ἐστὶ τέλειον ἕκαστον, κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς εἰπὼν ἀντὶ τοῦ ὅταν ταύτης τῆς τοῦ εἴδους ἐν ᾧ ἐστιν οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον τοῦ κατὰ φύσιν μεγέθους· ἄνθρωπος γὰρ τέλειος, ἄν τῆς τοῦ ἀνθρώπου ἀρετῆς μηδὲν αὐτῷ ἐνδέῃ. οὗτος γὰρ ἄνθρωπος τέλειος, οὐχ ὁ τὰ μέρη ἄρτιος ἀλλ’ ὅταν τῆς ἀνθρώπου ἀρετῆς καὶ τοῦ ταύτης μεγέθους τοῦ κατὰ φύσιν μηδὲν μόριον ἐνδέῃ αὐτῷ. ὁμοίως καὶ ἵππος καὶ κύων καὶ τῶν ὄντων ἕκαστον. καὶ εἴη ἂν τοῦ οὕτως τελείου ὁρισμὸν ἀποδεδωκώς, ὡς εἶναι τέλειον οὗ κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον τοῦ κατὰ φύσιν μεγέθους· πρὸς γὰρ τὸ κατὰ φύσιν μέγεθος δεῖ μηδὲν μόριον ἐλλείπειν τοῦ τελείου. ἔστι δὲ τὰ μὲν πρῶτα εἰρημένα τέλεια κατὰ τὸ ποσόν, τὰ δὲ δεύτερα κατὰ τὸ εὖ τε καὶ τὸ ποιόν. ἔτι τέλειά φησιν εἶναι ἃ τὸ οἰκεῖον τέλος σπουδαῖον ἔχει· τέλειον γὰρ τὸ τέλος ἔχον, τὸ δὲ ·κυρίως τέλος ἀγαθόν τι. οὕτως ἄνθρωπος ἀγαθὸς τέλειος, ὅτι τὸ οἰκεῖον τέλος ἀγαθὸν ὂν ἔχει. καὶ εἴη ἄν ἡ διαφορὰ τοῖς οὕτω λεγομένοις τελείοις πρὸς τὰ πρὸ τούτων εἰρημένα, ὅτι ἐκεῖνα μὲν ἐλέγετο τέλεια τῷ ἐν τελείῳ εἶναι τοιοῦτον γὰρ ἡ ἀρετή) ἀλλὰ οὐ τῷ ἐν τέλει, τὰ δὲ νὺν λεγόμενα τῷ ἐν τέλει. ἢ οὐχ ὡς ἄλλο τι σημαίνων εἶδος τελείου τοῦτο προσέθηκεν· ἀναλαμβάνων οὖν τὸν περὶ αὐτῶν λόγον οὐκέτι τούτου ὡς ὄντος παρ᾿ ἐκεῖνο μνημονεύει. ἐπεὶ δὲ τέλειον τὸ τέλος ἔχον, τὸ δὲ τέλος ἔσχατον, ἤδη καὶ τὰ ἐν τῷ ἐσχάτῳ ὄντα ἐν τῷ τέλει φαμὲν εἶναι· διὸ καὶ ἐπὶ τὰ φαῦλα χρώμεθα τῷ σημαινομένῳ τούτῳ τοῦ τελείου, λέγοντες τελείως τινὰ ἀπολωλέναι καὶ τελείως ἐφθάρθαι, ὅταν ἐπὶ τῷ ἐσχάτῳ ᾖ τοῦ κακοῦ καὶ μηδὲν αὐτῷ ἐλλείπῃ τῆς φθορᾶς. οὕτως καὶ ἡ τελευτὴ τέλος λέγεται, ἐπεὶ καὶ τὸ τέλος ἔσχατον (τοῦτο δέ ἐστι τὸ καὶ τὸ οὗ χάριν), τὸ ἔσχατον τέλος λεγόντων ἡμῶν. διὸ καὶ τὸ ‘‘ἔχει τελευτήν ἧσπερ οὕνεκ’ ἐγένετο.” οὐ μὴν ἀλλὰ παρὰ τὸ ἑπόμενον ἡ ἀπάτη, ἐπεὶ κυρίως γε τέλος τὸ οὕτως ἔσχατον ὡς οὗ ἕνεκεν. τὸ δὲ τέλος δὲ καὶ τὸ οὗ ἕνεκα ἔσχατον ὡς ἴσον εἶπε τῷ κυρίως δὲ τέλος τὸ ὡς οὗ ἕνεκα ἔσχατον. ἢ εἰπὼν ἄμφω ἔσχατα εἶναι (καὶ γὰρ ἡ τελευτὴ προσέθηκεν ὅτι καὶ τὸ τέλος δὲ καὶ οὗ ἕνεκα καὶ αὐτὸ ἔσχατον. πάντα δὲ τὰ προειρημένα τε καὶ καθ’ αὑτὰ λεγόμενα τέλεια εἰς δύο φησὶν ἀνάγεσθαι σημαινόμενα, εἴς τε τὰ κτὰ τὸ εὖ μηδὲν ἐλλείποντα μηδὲ ἔχοντα ὑπερβολήν, ὡς δύνασθαι ἔξω τι αὐτῶν ληφθῆναι, ὃ παρὸν ηὔξησεν ἂν τὸ ἐν αὐτοῖς εὖ· καὶ γὰρ οἷς ὑπάρχει τὸ τέλος ὂν σπουδαῖον, καὶ | ταῦτα ὑπὸ τοῦτο τὸ σημαινόμενον τοῦ τελείου. καὶ τοῦτο μὲν τὸ σημαινόμενον τοῦ τελείου κατὰ τὴν ἀρετὴν καὶ τὴν τοῦ ἀγαθοῦ ὁλόκληρον παρουσίαν λέγεται, τὸ δὲ τῷ ἁπλῶς μὴ ἔχειν ὑπερβολὴν ἐν τῷ οἰκείῳ γένει μηδὲ εἶναί τι ἔξω αὐτοῦ μηδὲ ἀπεῖναι, ὃ σημαινόμενον πρῶτον ἐξέθετο, οὗ εἰς δήλωσιν παρέθετο τὸν τέλειον χρόνον. οὕτω τέλειος ἄνθρωπος οὗ μηδὲν ἄπεστι μέρος, καὶ ἵππος ὁμοίως καὶ οἰκία καὶ βάθρον καὶ θρόνος, ὡς προεῖπε. ταῦτα μὲν οὖν τὰ σημαινόμενα καθ’ αὑτὰ τοῦ τελείου, τὰ δὲ ἄλλα τέλεια λεγόμενα ἀπ᾿ αὐτῶν φησι καὶ ταῦτα λέγεσθαι· ἢ γὰρ τῷ ποιεῖν τι τοιοῦτον· ἡ γὰρ παιδεία τέλειον, ὅτι ποιητικὸν τελείου τινός· τοῦ γὰρ τὴν ἀρετὴν ἔχοντος· καὶ τὰ γυμνάσια, ὅτι εὐεξίας καὶ αὐτὰ ποιητικὰ τελειότητος οὔσης. λέγεταί τινα τέλεια καὶ τῷ ἔχειν τι τοιοῦτον, ὡς βιβλίον λέγομεν τέλειον, ᾧ μηδὲν ἐνδεῖ τῶν ὀφειλόντων γραφῆναι, καὶ πραγματείαν τελείαν, ᾗ μηδὲν ἐνδεῖ. λέγεταί τινα τέλεια καὶ τῷ ἁρμόττειν τοῖς τελείοις· οὕτως ἐσθὴς λέγεται τελεία καὶ ὑπόδημα καὶ πανοπλία, καὶ ἡ Πηλιὰς τέλειον δόρυ ὅτι ὁ Ἀχιλλεὺς αὐτῇ μόνος ἠδύνατο χρῆσθαι τέλειος ὤν. καὶ τὰ ἁρμόττοντα δὲ τοῖς κατὰ τὸ εὖ τελείοις τέλεια· οὕτω πρᾶξις τελεία ἡ τῷ σπουδαίῳ ἁρμόζουσα, οἵα ἡ τοῦ φιλοσόφου. ἢ ὁπωσοῦν φησι λέγεσθαι πρὸς τὰ πρώτως λεγόμενα τέλεια· οὕτως γυμνάσιον λέγεται τέλειον, ᾧ ὁ τέλειος ἀθλητὴς γυμνάσαιτ’ ἄν. Καὶ πέρας δὲ λέγει τὸ μὲν ὡς ἔσχατον ἑκάστου λέγεσθαι, καθ’ ὃ σημαινόμενον εἴη ἄν καὶ ὁ θάνατος πέρας λεγόμενος· τὸ γὰρ ἑκάστῳ ἐπιγινόμενον ἔσχατον πέρας ἐκείνου. οὕτως καὶ κινήσεως τι καὶ πράξεως πέρας λέγεται· τοιοῦτον γὰρ οὗ ἔξω μηδὲν ἔστι λαβεῖν πρώτου· εἰ γάρ τινος ληφθέντος ὡς ἐσχάτου ἔτι ἔστι τι τὸ τούτου ἐκτός, τοῦτο οὐ πέρας. τὸ δὲ πρώτου προσέθηκεν ἐνδεικνύμενος τὸ κυρίως πέρας, ὃ οὐχ ὡς μέρος ἐστὶ πέρας ἀλλ’ ὡς τὸ κυρίως ἔσχ’ ἄτον, ὁποῖόν ἐστιν ἐπὶ τῶν σωμάτων ἡ ἐπιφάνεια. δύναται μὲν γὰρ καὶ μέρους τινὸς ληφθέντος μηδὲν εἶναι ἔξω, ἀλλ’ οὐ πρώτου· πρὸ τούτου γὰρ τοῦ μέρους αὐτό. δόξειε δ’ ἂν τὸ αὐτὸ σημαίνειν καὶ διὰ τούτου τοῦ λόγου πέρας ὃ καὶ διὰ τοῦ πρότερον, ὃ εἶπεν ἔσχατον ἑκάστου, ὡς εἶναι τοῦ αὐτοῦ σημαινομένου διαφόρους λόγους· οὐ μὴν οὕτως ἔχει. τὸ μὲν γὰρ πρῶτον ῥηθὲν οὐ μόνον οὐκ αὐτοῦ τοῦ πράγματος ὄν τι ἔσχατον ἦν αὐτοῦ, ἀλλὰ καὶ τὸ τελευταῖον ἐπιγινόμενον ἑκάστῳ, τὸ δὲ νῦν αὐτοῦ τι τοὐ πράγματος ὂν πέρας λέγεται. ἔτι τὸ μὲν ἔσχατον δύναται καὶ ἐπὶ μέρους λέγεσθαι, | τὸ δὲ οὕτω λεγόμενον, ὡς ἀπέδωκε δεύτερον, οὐκ ἐπὶ μέρους ἄρμ’ δύναται ἀλλ’ ἐπὶ τοῦ κυρίως πέρατος, ὡς ἤδη εἶπον. καὶ τὸ μὲν ἔσχατον καὶ μὴ μεγεθῶν ἁρμόζοι ἄν· καὶ γὰρ λόγου τι ἔσχατον καὶ πράξεως εἴη ἄν καὶ διανοίας· οὕτως γάρ ὡς εἶπον, πέρας καὶ ὁ θάνατος λέγεται· ἔσχατον γὰρ τῆς τοῦ ζῴου ζωῆς. τοῦτο δὲ τὸ οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν πρώτου δοκεῖ ἐπὶ μεγεθῶν μόνον ἁρμόζειν· τοῦ γὰρ μεγέθους ἔστι τι λαβεῖν οὗ πρώτου οὐδέν ἐστιν ἔξω· τοιοῦτον γὰρ ἐν μὲν σώματι ἡ ἐπιφάνεια, ἐν δ’ ἐπιφανείᾳ ἡ γραμμή ἐν δὲ γραμμῇ ἡ στιγμή. ἄλλως δὲ ἐλέγετο ἐπὶ τοῦ τελείου τὸ οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν καὶ ἄλλως ἐπὶ τοῦ πέρατος. ἐπὶ μὲν γὰρ τοῦ τελείου ἐσήμαινε τὸ ᾧ μηδὲν ἐλλείπει τῶν μορίων (τὸ πᾶν λαμβανόμενον ἦν τέλειον). ἐπὶ δὲ τοῦ πέρατος τὸ οὗ μηδέν ἐστιν ἐξωτέρω περατοῦν τοῦτο οὗ ἐστι πέρας· καὶ τέλειον μὲν τὸ ὡς ὅλον μηδὲν ἐκτὸς ἔχον. ἢ διαφορὰν σημαίνει τὸ πρῶτον τῷ πέρατι προσκείμενον, ὅτι πέρας ἔχει καὶ τὸ μὴ τέλειον. πέρας δέ φησιν εἶναι καὶ οὗ ἔσω πάντα πρώτου, τὸ αὐτὸ σημαίνων ὃ φθάσας εἶπε, κατ’ ἄλλον δὲ τρόπον καὶ ἀντεστραμμένως τότε μὲν γάρ, οὗ μηδὲν ἐκτὸς του, νῦν δέ, οὗ ἐντὸς πάντα πρώτου), τὸ πρώτου πάλιν προσθείς, ἵνα τοῦ μέρους τὸ κυρίως πέρας χωρίσῃ· ἐντὸς μὲν γὰρ καὶ ἐν τοῖς ἄλλοις καὶ τῶν μερῶν τῶν πρὸς τοῖς ἐσχάτοις τὰ ἄλλα μέρη, ἀλλ’ οὐ πρώτων· ἐπὶ γὰρ τοῦ σώματος καὶ αὐτὸ τὸ ληφθὲν μέρος ἔσχατον ἐντός ἐστι τῆς ἐπιφανείας, ἐκείνη δὲ οὐκέτ’ οὐδενὸς ἐντός. ταὐτὸν δέ, ὡς εἶπον, οὗ τε πρώτου οὐδὲν ἔστι λαβεῖν ἔξω, καὶ οὗ ἔσω πάντα πρώτου. ἔτι πέρας φησὶ καὶ ὃ ἄν ᾗ εἶδος μεγέθους ἢ ἔχοντος μέγεθος, εἶδος μὲν τὸ σχῆμα λέγων καὶ τὴν μορφήν· κατὰ γὰρ ταῦτα τὰ σώματα εἰδοποιεῖται. τὸ γὰρ μεγέθους ἀντὶ τοῦ σώματος εἶπε· πᾶν γὰρ σχῆμα ἐν σώματι. τὸ δὲ ἢ ἔχοντος μέγεθος προσέθηκε διὰ τὰ ζῷα, ἃ οὐκ ἔστι μὲν ἀπλῶς σώματα καὶ μεγέθη, ἔχει μέντοι σῶμα καὶ μέγεθος, καὶ ἔστι τούτων μὲν οὕτως εἶδος καὶ πέρας ἡ οἰκεία ἑκάστου μορφή. τῶν δὲ σωμάτων τὰ σχήματα. καὶ εἴη ἄν διὰ μὲν τοῦ πρώτου τὴν ἐπιφάνειαν εἰρηκὼς πέρας τοῦ σώματος, διὰ δὲ τοῦ νῦν τὸ σχῆμα. λέγει πέρας καὶ τὸ ἑκάστου τέλος τὸ οὗ χάριν· τοῦτο γὰρ ἐφ’ ὃ ἡ κίνησις καὶ ἡ πρᾶξις· οὗ γὰρ ἕνεκεν ἡ κίνησίς τε καὶ ἡ πρᾶξις καὶ εἰς ὃ ἐπαύσατο, τοῦτο πέρας. οὐκέτι οὕτως ὁ θάνατος πέρας, ἐπεὶ μὴ τούτου χάριν γίγνεται τὰ γινόμενα· καίτοι ἔσχατός ἐστιν. εἰπὼν δὲ ἐφ’ ὃ ἡ κίνησις καὶ ἡ πρᾶξις πέρας. προσέθηκεν ἁλλ’ οὐκ ἁφ᾿ οὗ· ἀφ’ οὗ γὰρ ἡ κίνησις, ἀρχὴ | τοῦτο. ὁτὲ ἑ, φησί, πέρατα ἄμφω λέγεται, καὶ τὸ ἀφ’ οὗ καὶ τὸ ἐφ’ ὅ· καὶ γὰρ ἡ τοιαύτη ἀρχὴ λέγεταί ποτε πέρας καὶ αὐτή. καὶ εἴη ἄν τοῦ διαλογισμοῦ τοῦ περὶ τοῦ πραχθησομένου τοῦτο πέρας· ἀπὸ γὰρ τοῦ τέλους ἀρξάμενοι ἐπὶ ἔσχατον παυόμεθα τοῦτο ὃ ἀρχὴ τῆς πράξεως γίνεται· ὥστε ἔστιν ἥ τινος ἀρχὴ τῆς πράξεως πέρας τοῦ διαλογισμοῦ. καὶ εἴη ἄν διὰ τούτων καὶ τὸ τέλος ἀρχήν τε καὶ πέρας δεδειχὼς καὶ τὸ ποιητικόν· τοῦ μὲν γὰρ διαλογισμοῦ πέρας, ἀρχὴ δὲ τῆς πράξεως. εἰπὼν δὲ ἐκεῖ τὴν ἀρχὴν πέρας λέγεσθαι, ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν καὶ ἀφ’ οὗ, ᾧ προσθεὶς καὶ τὸ ἐφ’ ὅ ἔκειτο γὰρ καὶ τοῦτο), ἐξηγησάμενος τὸ ἐφ’ ὃ διὰ τοῦ προσθεῖναι καὶ τὸ οὗ ἕνεκα τοῦτο γάρ ἐστι τὸ ἐφ’ ὅ), ἐφεξῆς δείκνυσι κατὰ πάντα τὰ τῆς ἀρχῆς σημαινόμενα τὸ πέρας λεγόμενον. λέγει γὰρ πέρας εἶναι καὶ τὸ εἶδος, καθ’ ὅ ἐστιν οὐ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. καὶ πῶς τοῦτο πέρας, προστίθησιν· οὐ γὰρ ἁπλῶς ἀνθρώπου πέρας τὸ ζῷον λογικὸν θνητὸν αὐτὸν εἶναι, ἀλλὰ τῆς γνώσεως τοῦ ἀνθρώπου. ὁμοίως δὲ καὶ τῆς ἑκάστου πράγματος γνώσεως τοῦτο πέρας· ὅταν γὰρ τοῦτο γνῶμεν, παυόμεθα τοῦ ζητεῖν τί ἐστι τὸ πρᾶγμα. εἰ δὲ τῆς γνώσεως, καὶ τοῦ πράγματος αὐτοῦ· ὡς γὰρ ἔχει τὸ πρᾶγμα, οὕτως αὐτοῦ ἡ γνῶσις γίγνεται. φανερὸν δέ, φησίν, ὅτι ὁσαχῶς ἡ ἀρχὴ λέγεται, τοσαυταχῶς καὶ τὸ πέρας. ὃ εἰπὼν ἐπήνεγκε καὶ ἔτι πλεοναχῶς. ὅτι μὲν οὖν καὶ τὸ ὡς τέλος ἀρχὴ λεγόμενον καὶ τὸ εἶδος καὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως πέρας λέγεται, εἴρηκεν· εἴη δ’ ἄν καὶ ἡ ὡς ὕλη ἀρχὴ λεγομένη πέρας τῷ ἔσχατον ὑποκείμενον εἶναι, τὸ δὲ ἔσχατον καὶ πέρας λέγεσθαι. ὅτι δὲ μὴ τετραχῶς μόνον τὸ πέρας, ἀλλ’ ἔστι καὶ ἄλλα σημαινόμενα πέρατος, ἃ οὐχ οἷόν τε ἐφαρμόσαι τῇ ἀρχῇ, ἐξ ὧν προείρηκε λέγων περὶ τοῦ πέρατος δῆλον· καὶ γὰρ τὸ ἔσχατον ἑκάστου, ὡς ὁ θάνατος, καὶ οὗ πρώτου μηδὲν ἔστιν ἔξω λαβεῖν, ὡς τοῦ σώματος ἡ ἐπιφάνεια, ἀλλὰ καὶ τὸ σχῆμα, ὧν οὐδέτερον ταὐτόν τινι τῶν ὡς αἰτίων περάτων λεγομένων. διὸ καὶ εὐλόγως εἶπεν ὅτι ἡ μὲν γὰρ ἀρχὴ πέρας τι, τὸ δὲ πέρας οὐ πᾶν ἀρχή, τὴν αἰτίαν λέγων. Εκτίθεται δὲ καὶ τὰ τοῦ καθ’ ὅ σημαινόμενα οὗ λεγόμενά ἐστι τὸ καθ’ ὃ λέγεται εἶναι, καὶ δι’ ὃ τῶν ὑπαρχόντων τινὶ τὸ καθ’ ὃ κατηγορούμενόν ἐστι, καὶ δι’ ὃ καθ’ ὃ τὸ εἶναι ἑκάστῳ. λέγομεν γὰρ τόδε τι εἶναι, ὅ ἐστι κατὰ τόδε] καὶ λέγει ἕνα μὲν τρόπον λέγεσθαι καθ’ ὅ τὴν οὐσίαν καὶ τὸ εἶδος· ἕκαστον γὰρ λέγεται κατὰ τὸ εἶδος τοῦτο ὅ ἐστιν, ὃ καὶ οὐσίαν εἶπεν· ὅ τε γὰρ ἀνδριὰς κατὰ τὸ εἶδος ἀνδριάς, | ὁμοίως καὶ ὁ ἄνθρωπος ἄνθρωπος κατὰ τὸ εἶδός ἐστι, καὶ ὁ ἵππος ἵππος. καὶ οὗ ἐν τῇ οὐσίᾳ τὸ ἀγαθόν, τούτου εἶδος τὸ κυρίως ἀγαθόν· ἀγαθὸν δὲ καθ’ ὃ ὁ ἀγαθὸς ἀγαθός. τὸ δὲ αὐτὸ ἀγαθὸν εἶπεν ἀντὶ τοῦ, καθ’ ὃ ὁ ἀγαθὸς ἀγαθός ἐστιν, ἀγαθὸν αὐτό· οὐ γὰρ κατ’ ἄλλο τι ἀγαθὸς ὁ ἀγαθὸς ἢ κατὰ τὸ ἀγαθὸν καὶ τὴν τοῦ ἀγαθοῦ οὐσίαν. ἄλλον δὲ τρόπον τὸ καθ’ ὅ λέγεσθαί φησιν, ἐν ᾧ πρώτῳ πέφυκέ τι γίγνεσθαι· κατὰ γὰρ ἐκεῖνο λέγεται ὑπάρχειν. οἷον τὸ σῶμα λέγεται κεχρῶσθαι κατὰ τὴν ἐπιφάνειαν, ὅτι πρώτη ἡ ἐπιφάνεια χρώματός ἐστι δεκτική. εἰπὼν δὲ καθ’ ὅ τὸ κατὰ τὸ εἶδος καὶ τὴν οὐσίαν λέγεσθαι, προσθεὶς δὲ καὶ τὸ πρῶτον δεκτικόν, τὸ μὲν κυρίως καὶ πρώτως λεγόμενον καθ’ ὅ τὸ εἶδος λέγει εἶναι· ἑκάστῳ γὰρ τῶν ὄντων κατὰ τοῦτο τὸ εἷναί ἐστιν· δευτέρως δὲ καὶ κτὰ τὴν ὕλην καὶ τὸ πρῶτον ὑποκείμενον, ὃ ὦτον δεκτικόν· ὡς γὰρ ἐν ὕλῃ πρώτῃ τῇ ἐπιφανείᾳ τὸ χρῶμα. ἕκαστον γὰρ τῶν φύσει ὄντων, ἀλλὰ καὶ τῶν τέχνῃ, οὐ κατὰ τὸ εἶδος μόνον ἔστι τε καὶ εἶναι λέγεται, ἀλλὰ καὶ κατὰ τὴν ὕλην· ὅ τε γὰρ ἄνθρωπος οὐ κατὰ τὸ εἶδος μόνον ἀλλὰ καὶ κατὰ τὴν ὑποκειμένην αὐτῷ ὕλην εἶναι λέγεται ἄνθρωπος, ὅ τε ἀνδριὰς οὐ κατὰ τὸ εἶδος μόνον ἀλλὰ καὶ κατὰ τὸν χαλκόν ἐστιν ἀνδρίς. ὁμοίως καὶ πᾶσα συναμφότερος οὐσία. ἔοικε δὲ καὶ τὸ πρῶτον δεκτικὸν τῇ ὕλῃ ὑπάγειν· καθόλου γὰρ ὕλην εἶπεν, ᾧ πρώτως τι ὑπάρχει ὡς ὑποκειμένῳ. καὶ τῇ ἐπιφανείᾳ δὲ πρώτῃ τὸ χρῶμ’ ὑπάρχει, καὶ εἴη ἄν ὕλῃ μὲν ἀνάλογον ἡ ἐπιφάνεια, εἴδει δὲ τὸ χρῶμα. ταῦτα εἰπὼν ὅτι τὸ καθ’ ὅ καὶ κατὰ τὸ εἶδος καὶ κατὰ τὴν ὕλην λέγεται, καθόλου δέ φησίν, ἰσαχῶς τό τε καθ’ ὅ καὶ τὸ αἴτιον ὑπάρχει τε καὶ λέγεται· καθ’ ἕκαστον γὰρ λέγεται αἴτιον τὸ καθ’ ὅ τι ὑπάρχει. καὶ πρῶτον μὲν ὅτι τῷ τελικῷ αἰτίῳ ὁμοίως λέγεται ταῦτα δείκνυσι· λέγεται γὰρ τὸ κτὰ τί ἐλήλυθεν ἀντὶ τοῦ τίνος χάριν ἐλήλυθε· πρὸς γὰρ τὸν ἐρόμενον περί τινος κατὰ τί ἐλήλυθεν ὁ εἰπὼν οὗ ἕνεκεν ἐλήλυθεν, οἷον ὅτι διὰ τὴν εἴσπραξιν τῶν χρημάτων, δεόντως ἀποκρίνεται. ὁ δὲ εἰπὼν τὸ κατὰ τί ἐλήλυθε, τὸ καθ’ ὅ ἐζήτει. ἀλλὰ καὶ ὁ ἐρόμενος κατὰ τί ὁ Ἰλιακὸς πόλεμος συνέστη, πόθεν ἡ ἀρχὴ τοῦ πολέμου τοῦ Ἰλιακοῦ ἐξετάζει, ὅ ἐστι πάλιν αἴτιον τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· ὅτε γὰρ διὰ τὴν τῆς Ἑλένης ἁρπαγὴν εἶπε, τὸ καθ’ ὅ δεδήλωκεν. ὅτι δὲ καὶ κατὰ τῆς κατὰ τὸ εἶδος αἰτίας καὶ τῆς κατὰ τὴν ὕλην λέγεται τὸ καθ’ ὅ, εἴρηκεν. ἀλλὰ καὶ ὃ αὐτὸς παρατίθεται παράδειγμα τοῦ ποιητικοῦ αἰτίου δεικτικόν ἐστιν· ὁ γὰρ ἐξετάζων κτὰ τί παραλελόγισται, τὴν ποιητικὴν αἰτίαν μαθεῖν βούλεται· τί γὰρ τὸ ποιῆσαν τὸν παραλογισμὸν ἢ τί τὸν συλλογισμὸν μαθεῖν ἀξιοῖ. ἔτι πρὸς τοῖς εἰρημένοις I τρόποις τὸ καθ’ ὅ σημαίνειν φησὶ θέσιν τινὰ καὶ τόπον, τουτέστι τὸ ποῦ’ ὁ γὰρ ἐξετάζων καθ’ ὃ ἕστηκεν Ἀθήνησιν ὅδε ὁ ἀνδριάς, οἷον ὁ Ἀριστοτέλης, ποῦ κεῖται καὶ ἐν ποίῳ μέρει τῆς πόλεως μαθεῖν βούλεται. ὁμοίως καὶ ὁ ἐξετάζων καθ’ ὃ περιπατεῖς ἐν ποίῳ μέρει τῆς πόλεως καὶ ἐν ποίω χωρίω περιπατεῖς μανθάνειν ἀξιοῖ· ὅτι γὰρ ἢ ἐν Λυκείῳ ἡ ἐν τῷ Κεραμεικῷ. Εἰπὼν δὲ καὶ δείξας τὸ καθ’ ὅ πολλαχῶς λεγόμενον, λέγοι ἂν ὅτι ἀνάγκη διὰ τοῦτο καὶ τὸ καθ’ αὑτό πολλαχῶς λέγεσθαι· καθ’ ὃ γὰρ τὸ καθ’ αὑτὸ ὑπάρχει, καὶ ᾧ πρώτῳ ὑπάρχει τι, τούτῳ καὶ καθ’ αὑτὸ ὑπάρχει· κατὰ γάρ τι τῶν καθ’ αὑτὰ ὑπαρχόντων τὸ καθ’ ὅ κατηγορεῖται. ἔσται δὴ καὶ τοῦ καθ’ αὑτό ἓν μὲν σημαινόμενον τὸ τί ἦν εἶναι ἑκάστου καὶ τὸ εἶδος· καθ’ αὑτὸ γὰρ ἑκάστῳ τὸ οἰκεῖον εἶδος καὶ ὁ τῆς οὐσίας αὐτοῦ δηλωτικὸς λόγος ὑπάρχει· ὁ γὰρ Καλλίας καθ’ αὑτὸ Καλλίας. καὶ ὅσα ἐν τῷ τί ἦν εἶναι εἴληπται, καθ’ αὑτὸ ὑπάρχει ἐκείνῳ οὗ ἐστιν ὁ ὁρισμός. ἔστι δὲ ταῦτα τὸ γένος καὶ αἱ διαφοραί· καὶ τούτων οὖν ἕκαστον καθ’ αὑτὸ ὑπάρχει Καλλίᾳ ὄντα τοῦ εἴδους μέρη. ἔτι δέ φησι τοῦ καθ’ αὑτό σημαινόμενον εἶναι τὸ ἐν αὑτῷ δέχεσθαι πρώτῳ ἢ τῶν αὐτοῦ τινι· καθ’ αὑτὴν γὰρ ἡ ἐπιφάνεια κέχρωσται, ὅτι πρώτη τὸ χρῶμα δέδεκται, ὡς εἶπε λέγων καὶ περὶ τοῦ καθ’ ὅ· καὶ εἴη ἄν τὸ οὕτως καθ’ ὅ κατὰ τὴν ὕλην. καὶ τὸ σῶμα δὲ αὐτὸ μὲν κατὰ τὴν ἐπιφάνειάν ἐστι κεχρωσμένον, ἡ δὲ ἐπιφάνεια καθ’ αὑτήν· τῷ δὲ τὴν ἐπιφάνειαν τὴν πρώτην τε καὶ καθ’ αὑτὴν τὸ χρῶμα δεδεγμένην εἶναί τι τοῦ σώματος, τούτῳ καὶ τὸ σῶμα καθ’ αὑτό ἐστι κεχρωσμένον· ἦν γὰρ οὐ μόνον τὸ ἐν αὑτῷ τι δεδεγμένον πρώτῳ καθ’ αὑτὸ τοιοῦτον, ἀλλὰ κἀν τῶν αὐτοῦ τι εἴη πρῶτόν τι δεδεγμένον· πέρας δὲ τοῦ σώματος ἡ ἐπιφάνεια. διὰ γὰρ τοῦτο καθ’ αὑτὸ ζῇ τὸ ζῷον, ὅτι ἡ ψυχὴ οὖσά τι τοῦ ζῴου πρώτη τὸ ζῆν ἔχει· ζῇ γὰρ ὁ ἄνθρωπος καθ’ αὑτόν, ὅτι ἐν μέρει ἐστὶν ἡ ζωὴ πρώτῳ· ἐν γὰρ τῇ ψυχῇ πρώτῃ τὸ ζῆν, ἥτις μέρος ἐστὶ τοῦ ἀνθρώπου. εἴη δ’ ἄν τὸ σημαινόμενον τοῦτο καὶ ἐπὶ τῆς ὕλης ἁρμόζον· τὸ γὰρ μέρος ὂν ἔν τινι ὅλης λόγον ἐπέχει, καὶ ἐν ὕλῃ τὸ ἓν ἔχει τι τὸ ἐν μέρει αὐτοῦ]. ἐν ἄλλοις μέντοι τὸ μὲν πρώτως τι δεχόμενον καθ’ αὑτὸ λέγει, τὸ δὲ κατὰ μόριον κατὰ συμβεβηκός ἔτι φησὶ καθ’ αὑτὸ λέγεσθαι καὶ οὗ μή ἐστιν ἄλλο αἴτιον. ὃ τί ποτέ ἐστιν, ἐδήλωσε τῇ τοῦ παραδείγματος παραθέσει· | τοῦ μὲν γὰρ 382 τὸν ἄνθρωπον εἶναι πολλὰ αἴτια καὶ γὰρ τὸ εἶδος καὶ ἡ ὕλη καὶ ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ ἐνυπαρχόντων, ἀλλὰ καὶ τὸ ποιῆσαν), τοῦ μέντοι τὸν ἄνθρωπον ἄνθρωπον εἶναι οὐδὲν ἔξωθέν ἐστιν αἴτιον· ὁ γὰρ ἐρωτηθεὶς διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν, οὐδὲν ἄλλο εἰπεῖν ἔχει ἢ ὅτι ἔστιν ἄνθρωπος. ἔτι, φὴσί, καθ’ αὑτὸ ὑπάρχει καὶ ὅσα μόνῳ ὑπάρχει τινὶ καὶ ᾗ μόνον λέγοι δ' ἄν διὰ τούτων καὶ τὰ ἴδιά τινων καθ’ αὑτὰ ὑπάρχοντα ἐκείνοις. ἐδήλωσε δὲ τὸν λόγον τῶν ἰδίων διὰ τοῦ εἰπεῖν μόνῳ ὑπάρχειν καὶ ᾗ μόνον· τὸ γὰρ ᾗ μόνον δηλωτικόν ἐστι τοῦ παντὶ ὑπάρχειν, οὐ τῷδε μὲν τῶν ἐν αὐτῷ ὑπάρχειν τῷδε δὲ οὔ· ὃ δὴ μόνῳ καὶ παντὶ ὑπάρχει, τοῦτο ἴδιον αὐτοῦ, εἰ καὶ μὴ τί ἦν εἶναι αὐτοῦ ἐστιν. διότι γὰρ ὥρισται καὶ ὡρισμένως ὑπάρχει, καὶ οὐ τῷδε μὲν τῷδε δὲ οὔ, οὐδὲ ποτὲ μὲν ποτὲ δὲ μή, οὐδὲ πρὸς τούτῳ καὶ ἄλλῳ τινὶ ὑπάρχει, κατὰ τοῦτο τὸ οὕτως ὑπάρχον καθ’ αὑτό. οὕτως καὶ ἡ μονότης τοῦ καθ’ αὑτὸ ὑπάρχοντος δηλωτική· ὃ γὰρ μόνῳ ὑπάρχει, καὶ καθ’ αὑτὸ ὑπάρχειν ἐκείνῳ δοκεῖ. τὸ δὲ διὸ τὸ κεχωρισμένον καθ’ αὑτό δηλωτικὸν ἄν εἴη τοῦ διὰ τοῦτο γὰρ τὰ τοιαῦτα καθ’ αὑτά, ὅτι ὡρισμένως τούτοις μόνοις ὑπάρχει. γράφεται καὶ ὄι ὁ τὸ κεχρωσμένον καθ’ αὑτό, καὶ εἴη ἄν λεῖπον τὸ τῇ ἐπιφανείᾳ· καθ’ αὑτὸ γὰρ λέγεται τῇ ἐπιφανείᾳ. 5 Λέγει δὲ καὶ τὴν διάθεσιν πολλαχῶς λέγεσθαι· τοῦ γὰρ ἔχοντος μέρη ἡ διάθεσις τάξιν τινὰ σημαίνει τῶν μερῶν, ἤτοι τὴν κατὰ τόπον καὶ θέσιν, ἥτις ἐπὶ τῶν συνηγμένων ἄν εἴη, ὡς τῶν ὄντων ἐν τόπῳ, ὅταν λέγωμεν τὸ στρατόπεδον διακεῖσθαι καλῶς τῷ κατὰ μὲν τόνδε τὸν τόπον τὸ ἱππικὸν μέρος αὐτοῦ τετάχθαι κατὰ δὲ τόνδε τὸ πεζόν, καὶ διάθεσιν οἰκίας τὴν τεταγμένην κατὰ τόπον τὴν τῶν μερῶν θέσιν· ἢ κατὰ δύναμιν, ὡς ἔχει ἐπὶ τῶν τῆς ψυχῆς μερῶν· ἔστι γὰρ ἡ μὲν πρώτη δύναμις αὐτῶν ἡ δὲ δευτέρα, πρώτη μὲν ἡ θρεπτική, δευτέρα δὲ ἡ αἰσθητική· ἢ τὴν κατὰ τὸ εἶδός τε καὶ τὴν μορφήν, ὡς ὅταν λέγωμεν τὴν τοῦ ἀνδριάντος διάθεσιν ἢ τῆς εἰκόνος. ὃ δὲ ἐπιλέγει, θέσιν γὰρ δεῖ τινα εἶναι, ὥσπερ καὶ τοὔνομα δηλοῖ ἡ διάθεσις, ἐπὶ μὲν τῆς κατὰ τόπον τάξεως τῶν μερῶν καὶ τῆς κατὰ τὸ εἶδος κυρίως δόξει λέγεσθαι, οὐκέτι δὲ ἐπὶ τῆς κατὰ τὰς δυνάμεις τάξεως. ἀλλὰ καὶ κοινῶς ἄν λέγοιτο ἐπὶ τῶν δυνάμεων ἡ θέσις, ἢ κατὰ συμβεβηκός· τῷ γὰρ τὰ ὧν αἱ δυνάμεις θέσιν ἔχειν, διὰ τοῦτο κατὰ συμβεβηκὸς καὶ ἡ κατ’ εἶδος διάθεσις ἐν θέσει ἦν. θέσις δέ ἐστιν, ὡς εἰρήκαμεν | ἐν Κατηγορίαις, ἐν τοῖς ὑπομένουσιν ἄλληλα μορίοις. οὕτω δὲ ἔχει καὶ ἐπὶ τῆς διαθέσεως τῆς κατὰ τὰς δυνάμεις τε καὶ τα εἴδη. Καὶ τῆς ἕξεως δὲ τὴν μέν τινα εἶναί φησιν ἐνέργειαν τοῦ ἔχοντός τε καὶ ἐχομένου· ἡ γὰρ ἀμφοῖν ἐνέργεια τοῦ τε ἔχοντος καὶ τοῦ ἐχομένου, ὅταν τό τε ἔχον ἐνεργείᾳ ἔχῃ ὃ ἔχει καὶ μὴ δυνάμει, καὶ τὸ ἐχόμενον ὁμοίως ἐνεργείᾳ ἔχηται, ἕξις ἐστίν, ἔχοντος καὶ ἐχομένου οὖσα ἐνέργεια. οὕτως ἕξις ἱματίου καὶ ἕξις χιτῶνος ἀπὸ τοῦ ἔχειν ὠνομασμένη, οἷον ἔχησίς τις οὖσα· ὡς γὰρ τοῦ ποιοῦντος καὶ τοῦ ποιουμένου μεταξὺ ἡ ἐνέργεια ποίησις, οὕτω καὶ ἡ τοῦ ἔχοντός τε καὶ ἐχομένου ἕξις μεταξὺ οὖσα καὶ ἐν τῇ ἀμφοτέρων ἐνεργείᾳ τὸ εἶναι ἔχουσα. εἰπὼν δὲ τῆς τε ἐχομένης ἐσθῆτος καὶ τοῦ ἔχοντος αὐτὴν μεταξὺ τὴν ἕξιν εἶναι, οὐχ ὥσπερ τῆς ἐσθῆτος ἕξις ἐστίν, οὕτως ἐστί, φησί, καὶ τῆς ἐσθῆτος ἕξεως ἕξις. προσέθηκε δὲ τὸ ταύτην, ὅτι τῆς τοιαύτης καὶ οὕτω λεγομένης ἕξεως ἕξις οὐκ ἔστιν; οὐδὲ ἔστι πάλιν ταύτην τὴν ἕξιν ἔχειν ὡς τὸ ἱμάτιον· εἰς ἄπειρον γὰρ ἄν προΐοι, εἰ εἴη καὶ τῆς ἕξεως τῆς τοιαύτης ἕξις πάλιν, ὡς ἦν ἡ τοῦ ἱματίου· τῆς γὰρ κατ’ ἄλλο σημαινόμενον ἕξεως ἔστιν ἕξις, ὡς τῆς ἀρετῆς καὶ τῆς ἐπιστήμης τε καὶ τέχνης. τὸ δὲ εἰ τοῦ ἐχομένου ἔσται ἔχειν τὴν ἕξιν δηλωτικόν ἐστι τοῦ εἰ ἐπὶ τῆς ἕξεως τῆς τοῦ ἐχομένου λεγομένης ἕξις πάλιν εἴη, ὡς εἶναι πάλιν ἐκείνην τὴν ἕξιν ἔχειν· ὡς γὰρ τῆς πρώτης τε καὶ τῆς δευτέρας καὶ τρίτης, εἴη ἄν καὶ τῆς εἰς ἄπειρον· αὐτὴ γὰρ ἡ ἕξις ἄλλου λέγεταί τινος καὶ ἐχομένου ἐστίν, ἀλλ’ οὐχ ἕξεως. ἄλλο δὲ σημαινόμενον ἕξεως ἐκτίθεται τὸ κατὰ τῶν διαθέσεων λεγόμενον· ἕξις γὰρ καὶ ἡ διάθεσις, ὡς λέγεται ὑγιεινὴ ἕξις ἡ νοσώδης. ἡ μὲν οὖν ὑγιεινὴ καὶ νοσώδης διάθεσίς τε καὶ ἕξις κατ’ αὐτὸν τὸν ἔχοντά εἰσιν, αἱ δὲ κατὰ τὰς ἀρετάς τε καὶ κακίας καὶ πρὸς ἄλλους· ἡ γὰρ δικαιοσύνη ἕξις ἐστὶ καθ’ ἣν τὸ διακείμενον εὖ διάκειται καὶ πρὸς αὑτὸ καὶ ἄλλο. οὕτως ἕξεις καὶ αἱ τέχναι πᾶσαι λέγοιντο ἄν καὶ αἱ κακοτεχνίαι, καὶ εἴη ἂν ὁ λόγος τῆς τοιαύτης ἕξεως ποιότης ἔμμονος, καθ’ ἣν αἱ κατὰ μέρος ἐνέργειαι ἐνεργοῦνται ἢ εὖ ἢ κακῶς. τῶν τοιούτων ἕξεων ἕξιν λέγει. ἔτι ἕξιν λέγει καὶ τὸ μόριον τῆς τοιαύτης διαθέσεως, οἷον εἴ τις ὑγιεινῶς ἔχει τοῦ σώματος ἢ πάλιν ἐπινόσως· καὶ γὰρ τὰ μόρια τὰ οὕτως ἔχοντα ἕξεις ἔχειν λέγεται, καὶ τῶν φυσικῶν δὲ ἀρετῶν γίνονταί τινες καθ’ αὑτάς τε καὶ περὶ μόρια, καὶ τῆς τέχνης τὸ μόριον ἕξις καὶ αὐτό. | Τὸ πάθος τὸ μέν τι λέγει ποιότητα λέγεσθαι, καθ’ ἣν ἀλλοιοῦνται τὰ σώματα· ταῦτα δέ ἐστιν ἅτινα παθητικὰς ποιότητας καὶ πάθη εἶπεν ἐν Κατηγορίαις. καὶ κατὰ βαρύτητα δὲ καὶ κουφότητα, ἃς καὶ αὐτὰς ποιότητας πάλιν λέγει, ἀλλοίωσις ἄν γίνοιτο τότε, ὅταν μένοντα τὰ σώματα ἐν τῷ οἰκείῳ εἴδει ἐπίτασιν ἢ ἄνεσιν κατά τι τούτων λαμβάνῃ· εἰ γὰρ μὴ οὕτως, γενέσεις γίνονται καὶ φθοραὶ αἱ κατὰ ταῦτα μεταβολαί. πάθος φησὶ καὶ τὰς κατὰ τὰ προειρημένα πάθη κινήσεις τε καὶ ἀλλοιώσεις ἤδη γιγνομένας· τὰ γὰρ πρῶτα ἦν καθ’ ἃ ἐνεδέχετο ἀλλοιοῦσθαι, τὰ δὲ κατὰ ταῦτα ἀλλοιώσεις, οἷον τὸ λευκαίνεσθαι ἢ μελαίνεσθαι ἢ ψύχεσθαι ἢ θερμαίνεσθαι. καὶ ἔστιν τοῦτο τὸ οὕτω λεγόμενον πάθος κίνησίς τις ἢ κατὰ σῶμα ἢ κατὰ ψυχὴν πρόσκαιρος. ἔτι δὲ μᾶλλον τῶν προειρημένων παθῶν πάθη φησὶ λέγεσθαι τὰς βλαβερὰς ἀλλοιώσεις, εἴτε κατὰ ψυχὴν εἶεν εἴτε κατὰ σῶμα, καὶ. μάλιστα τὰς πρὸς τῷ βλαβερῷ καὶ τὸ λυπηρὸν ἐχούσας, ὡς τὰς νοσώδεις ἐνοχλήσεις καὶ τὰς λυπηρὰς τὰς ἡμαρτημένας. ἔτι καὶ τὰ μεγέθη τῶν συμφορῶν πάθη λέγεται, ὡς τοῦ πάθους ὄντος ἐν μεγέθει λυπηροῦ κακοῦ. οὕτως ἐν πάθει λέγεται ὁ τέκνων στερηθεὶς ἢ πατρίδος ἤ τι ἐξαίσιον λυπηρὸν παθών. Καὶ τὴν στέρησιν δὲ πλεοναχῶς φησι λέγεσθαι· λέγεται γὰρ ἐν· στερήσει εἶναι τά τε μὴ ἔχοντά τι τῶν πεφυκότων ἔχεσθαι, κἄν αὐτὰ μὴ ᾖ πεφυκότα ἔχειν αὐτά. οὕτως ὁ τοῖχος ὄψεως ἐστερῆσθαι λέγεται καὶ τὰ φυτά. καὶ εἴη ἄν ἡ τοιαύτη στέρησις ἀποφάσει ἴση, ὅταν τῶν ὑπάρχειν ὅλως τισὶ πεφυκότων λέγηται τούτων τὰ οἷς οὐ πέφυκεν ὑπάρχειν ἐστερῆσθαι. σθαι. λέγεται ἐστερῆσθαι καὶ τὸ πεφυκός τι ἔχειν ἢ αὐτὸ ἢ τὸ γένο ᾧ ἐστιν, ὅταν μὴ ἔχῃ, οἷον ἄνθρωπος μὲν ἐστερῆσθαι ὄψεως λέγοιτ’ ἄν τῷ αὐτὸς πεφυκὼς ἔχειν μὴ ἔχειν, ἀσπάλαξ δὲ ἐστερῆσθαι λέγεται οὐ τῷ αὐτὸς ἔχειν πεφυκέναι, ἀλλὰ τῷ τὸ γένος ἐν ᾧ καὶ αὐτός ἐστι πεφυκέναι ὄψιν ἔχειν· τοιοῦτον γὰρ τὸ πεζὸν καὶ τὸ τετράπουν. οὕτω καὶ τὰ σκυλάκια λέγοιτ’ ἄν ἐστερῆσθαι ὄψεως ὡς πεφυκότα αὐτὰ ἔχειν καὶ μήπω ἔχοντα. ἄλλως ἐστερῆσθαι λέγεται τὸ μὴ ἔχον τι τότε ὅτε πέφυκεν ἔχειν· οὐ γὰρ κατὰ πᾶσαν ἡλικίαν τυφλὸν λέγεται, ἀλλ’ ὅτε πεφυκὸς ἔχειν μὴ ἔχει. εἰ δὲ ἡ τυφλότης στέρησις ὄψεως ἐστιν, ὅτε τυφλόν ἐστι, τότε ἐστέρηται. τὰ δὲ προσκείμενα ἐν ᾧ ἄν ᾖ καὶ καθ’ ὃ καὶ πρὸς ὃ καὶ ὡς ἀν’ | τὸ μὲν καθ’ ὃ δηλωτικόν ἐστι τοῦ μὴ ἔχειν ὃ πέφυκεν ἔχειν ἐν ᾧ· τὸ γὰρ καθ’ ὃ τοῦ μορίου δηλωτικόν ἐστιν. καθ’ ὃ γὰρ μόριον πέφυκεν ἔχειν, ἄν μὴ ἔχῃ, ἐστέρηται· οὐ γὰρ ὁ μὴ βλέπων τοῖς ὠσὶν ἐστέρηται, ἀλλ’ ὁ τοῖς ὀφθαλμοῖς. πρὸς ὃ δέ, ἄν ὅπερ πέφυκεν ἡ ὄψις ὁρᾶν μὴ βλέπῃ· οὐ γὰρ ὁ τὴν φωνὴν μὴ βλέπων τυφλός. τὸ δὲ καὶ ὡς δηλωτικόν ἐστι τοὐ τυφλὸν τότε καὶ ἐστερημένον εἶναι, ἄν ὡς πέφυκέ τι ὁρᾶν μὴ βλέπῃ· οὐδεὶς γὰρ τὸν ἄνθρωπον τυφλὸν ἐρεῖ, ὅτι τὰ ὄπισθεν οὐ βλέπει ἢ τὰ ἐκ πολλοῦ διαστήματος. καὶ τὸ ἐν ᾧ δὲ ἄν ᾖ προσκείμενον εἴη ἄν τοῦ δι’ οὗ δηλωτικόν· οὐ γὰρ τυφλὸς ὁ ἐν νυκτὶ μὴ ὁρῶν ἀλλ’ ὁ ἐν φωτί. λέγεσθαί φησι στέρησιν καὶ τὴν βίαιόν τινος ἀφαίρεσιν, οἷον ἱματίου ἐστέρηται ὃ μετὰ βίας ὑπό τινος ἀφῃρέθη, καὶ τῶν ἰδίων ἐστερῆσθαί τις λέγεται, ὅτι ὁ τύραννος αὐτὰ μετὰ βίας ἀφείλετο. καὶ ὁσαχῶς δέ, φησίν, αἱ ἀποφάσεις αἱ ἀπὸ τοὐ ἄλφα λέγονται, τοσαυταχῶς καὶ αἱ στερήσεις. ἀποφάσεις δὲ ἀπὸ τοῦ ἄλφα λέγει τὰς στερητικὰς ἀναιρέσεις· κυρίως γὰρ ἀπόφασις ἡ διὰ τοῦ οὔ. ὁσαχῶς δή, φησίν, αἱ διὰ τοῦ α ἀναιρέσεις τε καὶ ἀποφάσεις τινῶν γίνονται, τοσαυταχῶς λέγεσθαι καὶ τὰς στερήσεις· στερήσεως γὰρ· ἡ διὰ τοῦ α ἀπόφασις δηλωτική. καὶ παρατίθεται καὶ διὰ τῶν παραδειγμάτων δείκνυσιν αὐτῶν τὴν διαφοράν. ἄνισον μὲν γὰρ τὸ πεφυκὸς ἰσότητα ἔχειν καὶ μὴ ἔχον λέγεται, ὥστε ἡ στέρησις καὶ τοῦτο σημαίνει· ἀόρατον δὲ λέγεται μὲν καὶ τὸ πεφυκὸς ὁρᾶσθαι καὶ μὴ ὁρώμενον, ὃ ἐδήλωσε διὰ τοῦ ὡς προειρημένου τοῦ ἐπὶ τοῦ ἀνίσου προσθεῖναι καὶ τῷ ὅλως μὴ ἔχειν χρῶμα· λέγεται γὰρ καὶ τὸ τὴν ἀρχὴν μήτε πεφυκὸς ὁρᾶσθαι μήτε ἔχον χρῶμα, ὡς ὅταν λέγωμεν τὴν φωνὴν ἀόρατον εἶναι· ὥστε καὶ κατὰ τούτου ἡ στέρησις τοῦ σημαινομένου, ὅ ἐστι τὸ ἀδύνατον. πάλιν ἄπουν λέγεται τό τε μηδὲ ὅλως πεφυκὸς πόδας ἔχειν, ὡς τὰ ἑρπετά, καὶ τὸ φαύλους ἔχον, ὥστε καὶ κατὰ φαύλως τι ἔχοντος ἡ στέρησις λέγεται. λέγεταί τι στερητικῶς διὰ τοῦ α καὶ τῷ μικρόν τι ἔχειν, ὡς τὸ ἀπύρηνον· τὸ γὰρ μικρὸν καὶ φαῦλον τὸν πυρῆνα ἔχον. οὕτω καὶ ἀτράχηλοι λέγονται. καὶ κατὰ τούτου οὖν ἡ στέρησις. ἔτι λέγεται διὰ τοῦ α καὶ τὸ μὴ ῥᾳδίως ἢ μὴ καλῶς παθεῖν τι δυνάμενον, ὡς τὸ ἄτμητον· οὐ γὰρ μόνον τὸ μὴ τεμνόμενον ἄτμητον λέγεται, ἀλλὰ καὶ τὸ μὴ ῥᾳδίως τεμνόμενον ἢ μὴ καλῶς μηδὲ ὡς ὁ τέμνων βούλεται. εἰπὼν δὲ τὰς κατὰ τὸ α διαφορὰς τῶν στερήσεων σημαινομένας, αἵτινες ἦσαν οὕτως λεγόμεναι ἢ ἐπὶ τῶν πεφυκότων τι ἔχειν καὶ μὴ ἐχόντων, ἢ ἐπὶ τῶν ἀδυνάτων | ἔχειν καὶ διὰ τοῦτο μὴ ἐχόντων, ἢ ἐπὶ τῶν φαύλως καὶ μικρὸν ἐχόντων, ἢ ἐπὶ τῶν μὴ ῥᾳδίως ἢ μὴ καλῶς δυναμένων, προστίθησι καὶ ἄλλο σημαινόμενον στερήσεως· τὸ γὰρ πάντῃ μὴ ἔχον τι, οὐ τὸ κατὰ μέν τι ἔχον κατὰ δέ τι μή, ἐστερῆσθαι· τυφλὸς γὰρ ὁ ἀμφοτέρους τοὺς ὁφθαλμοὺς πεπηρωμένος, καὶ κωφὸς ὁ τὰ ὦτα ἀμφότερα ἀλλ’ οὐχ ὁ τὸ ἕτερον. διὰ δὲ τοῦτο, φησί, τὸ τοὺς μὴ ὅλως τι ἔχοντας λέγεσθαι μὴ ἔχειν αὐτό, καὶ τοὺς ὁλοκλήρως ἔχοντάς τι ἔχειν ἐκεῖνο λέγεσθαι, οὔτε πᾶς ἢ δίκαιος ἢ ἅδ’ ἰκὸς· ὅ τε γὰρ κακὸς ἔοικε τῷ παντελῶς ἐστερημένῳ ἀρετῆς καὶ ὁ ἄδικος τῷ δικαιοσύνης, ἀλλὰ καὶ ὁ ἀγαθὸς καὶ δίκαιος τοῖς ὁλοκλήρως τοιούτοις. ὥσπερ οὗν τοῦ ἁπλῶς βλέποντος καὶ τοῦ ἁπλῶς τυφλοῦ μεταξύ ἐστιν ὁ ἑτερόφθαλμος, οὕτως ἄν εἶεν καὶ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ καὶ τοῦ δικαίου τε καὶ τοῦ ἀδίκου μεταξὺ οἱ μηδέπω μὲν πάντῃ κατορθοῦντες μηδὲ ἕξεις ἔχοντες ἐν τοῖς βελτίοσι, φαντασίας μέντοι ὑγιεῖς καὶ δόξας ὀρθὰς παρέχοντες καὶ ἔνια πράσσοντες οὕτως ὡς ἄν ὁ ἀγαθὸς πράξειε καὶ προαιρέσεις τοῖς ἀγαθοῖς ἐν πολλοῖς σώζοντες ὁμοίως. Τὸ ἔχειν ἕνα μὲν τρόπον] λέγεσθαι καὶ αὐτό φησι πολλαχῶς. ἕνα μὲν τρόπον τὸ ἄγειν κατὰ τὴν αὑτοῦ φύσιν ἢ κατὰ τὴν ὁρμὴν τὴν αὑτοῦ· οἷον κατὰ τὴν αὑτοῦ φύσιν ὁ πυρετὸς ἄγει τοὺς ἐχομένους ὑπ’ αὐτοῦ· οὕτως γὰρ αὐτοὺς διατίθησιν ὡς τὴν αὐτοῦ φύσιν διαλαμβάνειν καὶ πυρέττειν. κατὰ δὲ τὴν αὑτῶν ὁρμὴν διατιθέασι τοὺς ἐχομένους καὶ τὰς πόλεις οἱ τύραννοι· ἄγουσι γὰρ αὐτοὺς ἐφ’ ἃ ἄν ὁρμήσωσι, καὶ χρῶνται αὐτοῖς ὡς θέλουσι. καὶ τὸν χιτῶνα δὲ οὕτως ἔχειν λεγόμεθα· ὅτι γὰρ χρώμεθα αὐτῷ ὡς ἂν θέλωμεν. λέγεται τὸ ἔχειν καὶ ἀντιστρόφως τῷ ἄγειν κατὰ τὴν ἑαυτοῦ ὁρμήν· καὶ γὰρ τὸ ἀγόμενον ὑπό τινος οὕτως ὡς ἕπεσθαι τῇ ὁρμῇ ἐκείνου, ἔχειν ἐκεῖνο λέγεται, ὡς λέγεται πόλις τύραννον ἔχειν, ὅταν ἄγηται ὑπ’ αὐτοῦ. τοῦτο τὸ σημαινόμενον οὐ παρέθετο, ·ἴσως δεδηλωμένον καὶ αὐτὸ διὰ τοῦ ᾧ ἀντιστρέφει. ἔχειν λέγεται καὶ τὸ δεκτι τινος, ὅταν αὐτὸ δέξηται· οὕτως ὁ χαλκὸς τὸ εἶδος τοῦ ἀνδριάντος ἔχει ὢν γὰρ αὐτοῦ δεκτικὸς ἐδέξατο αὐτό), καὶ τὴν νόσον τὸ σῶμα καὶ καθόλου ἡ ὕλη τὸ εἶδος ἔχειν λέγεται. ἔχειν λέγεται καὶ τὰ περιέχοντα τὰ περιεχόμενα· ἔχεσθαι γὰρ ὑπὸ τοῦ περιέχοντος λέγεται τὰ περιεχόμενα. οὕτως ἀγγεῖα ἔχειν λέγεται τὰ ἐν αὐτοῖς ὑγρά, καὶ ὁ τόπος τὰ ἐν τόπῳ, καὶ ἡ πόλις τοὺς πολίτας, καὶ ἡ ναῦς τοὺς ἐπιβάτας, καὶ τὸ ὅλον δὲ τὰ μέρη οὕτω φησὶν ἔχειν περιέχον αὐτά. ἔχειν λέγεται καὶ τὰ κω. λύοντά τινα κατὰ τὴν αὐτῶν ὁρμὴν ἢ φύσιν πράττειν τι ἢ κινεῖσθαι· οὕτως οἱ κίονες ἔχειν λέγον·ται τὰ ἐπικείμενα αὐτοῖς, ἀνέχοντες αὐτὰ καὶ κωλύοντες κατὰ τὴν αὐτῶν φύσιν φέρεσθαι κάτω. οὕτως καὶ τὸν Ἄτλαντα οἱ ποιηταὶ τὸν οὐρανὸν ἔχειν λέγουσιν· “Ἄτλας δ’ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ’ ἀνάγκης”· ὡς γὰρ συμπεσουμένου ἐπὶ τὴν γῆν κατὰ τὴν αὐτοῦ φύσιν, εἰ μὴ ἔχοιτο καὶ ἀνέχοιτο ὑπ’ αὐτοῦ. οὕτω καὶ τῶν φυσικῶν ὅσοι διὰ τὴν δίνην μένειν τὸν κόσμον λέγουσι καὶ μὴ συμπίπτειν, λέγοιεν ἄν αὐτὸν ὑπὸ τῆς δίνης ἔχεσθαι.. κατὰ τοῦτο τὸ σημαινόμενον, φησί, τοῦ ἔχειν καὶ τὰ συνέχοντά τινα καὶ κωλύοντα τοῦ σκίδνασθαι ἔχειν λέγεται· ἔχει γὰρ [ἢ [ὴ θέσθαι ὡς] ὁ δεσμὸς τὰ ξύλα καὶ ἡ κεκολλημένα. οὐχ ὁμοίως ὁ τύραννος ἔχειν ἐλέγετο τὴν πόλιν· ὁ μὲν γὰρ τύραννος τῷ ἄγειν κατὰ τὴν αὐτοῦ ὁρμήν, ταῦτα δὲ τῷ κωλύειν κινεῖσθαι κατὰ τὴν αὐτῶν ὁρμήν τε καὶ ῥοπὴν τὰ ἐχόμενα ὑπ’ αὐτῶν. ὁμοίως δέ, φησί, τῷ ἔχειν καὶ τὸ ἔν τινι εἶναι ῥηθήσεται· καθ’ ἕκαστον γὰρ σημαινόμενον τοῦ ἔχειν ἔσται καὶ ἐχόμενόν τι ἐν αὐτῷ· τό τε γὰρ ἀγόμενον κατὰ τὴν ἄλλου φύσιν ἢ ὁρμὴν ἔχεσθαι ὑπ’ ἐκείνου λέγεται, ὡς ἡ πόλις ὑπὸ τοῦ τυράννου, ὥστε καὶ ἔστιν ἐν ἐκείνῳ. καὶ τὸ ὂν δὲ ἐν τῷ δεκτικῷ αὐτοῦ ἔχεται ὑπ’ ἐκείνου καὶ ἔστιν ἐν αὐτῷ· τὸ γὰρ εἶδος ὑπὸ τῆς ὕλης ἔχεται, ἢ ἐκείνη ἔχει αὐτό. ἔχεται καὶ τὰ περιεχόμενα ὑπὸ τῶ περιεχόντων τὰ γὰρ ἐν ἀγγείῳ ἔχεται), καὶ τὸ κωλυόμενον κατὰ τὴν αὐτοῦ ὁρμὴν κινεῖσθαι ὑπὸ τοῦ κωλύοντος. οὕτω καὶ τὰ συνεχόμενα ὑπό τινος ἔχεται ὑπ’ ἐκείνου, καὶ ἔστιν ἐν τῷ ἔχοντι αὐτά. Λέγεται καὶ τὸ ἔκ τινος ἕνα μὲν τρόπον ὡς ἐξ ὕλης, καὶ ταύτης διχῶς· ἢ γὰρ ἐκ τῆς προσεχοῦς, ἣν εἷπεν ὕστατον εἶδος, ἢ ἐκ τῆς πρώτης, ἣν εἶπε πρῶιον γένος. ἡ γὰρ πρώτη ὕλη τῶν ὑπ’ αὐτὴν εἴη ἄν πὼς γένος· τῷ γὰρ ἀνδριάντι προσεχὴς μὲν ὁ χαλκός, ἐσχάτη δὲ ὕδωρ, εἰ εἴη τοῦτο καὶ τοῦ χαλκοῦ καὶ πάντων τῶν τηκτῶν ὕλη. ἢ ἔτι πορρωτέρω ἡ πρώτη ὕλη ἥτις γένος ἄν εἴη πάλιν τῆς τε ὡς ὕδατος ὕλης καὶ τῆς ὡς χαλκοῦ. ἄλλον δὲ τρόπον ἔκ τινος λέγεταί τι ἐκ τοῦ πρώτως κινήσαντος· ἐκ γὰρ τῆς λοιδορίας ἡ μάχη λέγεται, ὅτι ἐντεῦθεν ἡ ἀρχὴ τῆς μάχης καὶ ἐντεῦθεν ἐποίησε τὴν μάχην. ζητήσειεν ἄν τις εἰ ἐπὶ παντὸς ποιητικοῦ ἁρμόζει τὸ ἔκ τινος, ἢ μόνου τοῦ ὡς ἡ λοιδορία τῆς μάχης· οὐ γὰρ δόξει ἐκ τοῦ ἀνδριαντοποιοῦ ὁ ἀνδριὰς λέγεσθαι. ἢ καὶ ἐπὶ τῶν | τοιούτων ὁ αὐτὸς λόγος· ἐκ τούτου γὰρ ὁ ἀνδριὰς ἐξ οὗ τὴν ἀρχὴν τοῦ εἶναι ἔχει· ὥστε ἔκ τινος καὶ ὡς ποιητικοῦ. ἄλλον δὲ τρόπον ἔκ τινος λέγεσθαί φησιν, ὡς ἐκ τοῦ συγκειμένου τὸ μέρος, τοῦ συγκειμένου ἐξ εἴδους τε καὶ ὕλης ὄντος, καὶ ὄντος ὅλου τινός, † ἐκ γένους τὰ μέρη· ἐκ γὰρ τοῦ συναμφοτέρου ἡ χείρ· ἐκ τοῦ σώματος γάρ, ὅτι τούτου μέρος. λέγει δὲ κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ ἔπος ἐκ τῆς Ἰλιάδος λέγεσθαι· σύνθετον γὰρ ἡ Ἰλιὰς ἐκ τῶν ἐπῶν, ὧν ἕκαστον ἐκ τῆς Ἰλιάδος ἐστὶν ὡς ἐκ τοῦ ὅλου τὸ μέρος· ὅλον γάρ τι καὶ ἡ Ἰλιάς. εἰπὼν δὲ ἐκ τοῦ ὅλου τὰ μέρη, παράδειγμα τοῦ λεγομένου παρέθετο. ὁμοίως φησὶ λέγεσθαι καὶ ἐκ τῆς οἰκίας τοὺς λίθους· ὅλον γάρ τι καὶ τέλειον καὶ συναμφότερον ἐξ εἴδους καὶ ὕλης καὶ ἡ οἰκία· ὅτι γὰρ καὶ ταῦτα ὅλα τε καὶ τέλεια, καὶ οὐ μόνον τὰ φυσικά τε καὶ συνεχῆ, δείκνυσι δι’ ὧν προστίθησι λέγων τέλος μὲν γάρ ἐστιν ἡ μορφή, τέλειον δὲ τὸ ἔχον τέλος. ἔστι γὰρ ὃ λέγει, τέλειόν ἐστι τὸ ἔχον τέλος, τέλος δὲ ἡ μορφή, ὥστε τέλειον τὸ ἔχον μορφήν, τοῦτο δὲ καὶ ὅλον. τοιοῦτον δὲ τὸ ἐξ ὕλης τε καὶ εἴδους· τοῦτο ἄρα ὅλον τε καὶ τέλειον. καὶ οἰκία δὲ μορφὴν ἔχει, ὥστε καὶ αὐτὴ ὅλον τε καὶ τέλειον. καὶ εἶεν ἂν οἱ λίθοι ἐκ τῆς οἰκίας οὕτως ἔκ τινος ὡς ἐξ ὅλου. ἄλλον δὲ τρόπον τοῦ ἔκ τινός φησιν εἶναι, ὡς ἐκ τοῦ μέρους τὸ εἶδος, τὸ ὅλον καὶ τέλειον λέγων. εἶδος δὲ εἶπε τὸ τί ἦν εἶναι, οὐχ ὡς τὸ ὅλον καὶ συναμφότερον· ἐκεῖνο γὰρ εἶπεν ἐκ τῆς ὕλης λέγεσθαι εἶναι. ὁ γὰρ ὁρισμὸς ὁ τοῦ εἴδους δηλωτικὸς τοῦ ἀνθρώπου ἐκ τοῦ δίποδος λέγεται εἶναι, ὅτι ἐνυπάρχει αὐτῷ ὡς μέρος τὸ δίπουν. πάλιν ἡ συλλαβὴ ἐκ τοῦ στοιχείου· ἐκ γὰρ τῶν στοιχείων ἡ συλλαβή, καὶ ὁ λόγος τῆς συλλαβῆς τὴν τῶν στοιχείων σύνθεσιν περιέχει. καὶ εἴη ἂν ἔμπαλιν ἔχον τὸ σημαινόμενον τουτο του εκ τινος τῳ ειρημενῳ πρὸ αὐτοῦ· τότε μὲν γὰρ ἐκ του ὅλου τὸ μέρος ἐλέγετο ἔκ τινος, ὡς οἱ λίθοι ἐκ τῆς οἰκίας, νῦν δὲ τὸ ὅλον ἐκ τοῦ μέρους. οὐχ ὁμοίως δέ φησι τὸ εἶδος ἐκ τοῦ μέρους λέγεσθαι καὶ τὸ ὅλον ἐκ τῆς ὕλης. τοῦτο δὲ λέγει δεικνὺς ὅτι ἄλλος ὁ τρόπος οὗτος τοῦ ἔκ τινος τοῦ πρώτου εἰρημένου τοῦ ἐξ οὗ ἐστιν ὡς ὕλης· τὸ γὰρ ἄλλως γὰρ τοῦτο εἶπεν ἀντὶ τοῦ ἄλλως δὲ τοῦτο καὶ ἀνδριὰς ἐκ χαλκοῦ ὁ μὲν γὰρ ἀνδριὰς ἐξ αἰσθητῆς ὕλης καὶ μέρους αἰσθητοῦ· πᾶσα γὰρ σύνθετος οὐσία, τουτέστιν ἡ συναμφότερος ἔκ τινος αἰσθητῆς ὕλης καὶ μέρους αἰσθητοῦ. καὶ τὸ εἶδος δὲ καὶ ἡ συλλαβὴ ἐκ τῆς οἰκείας ὕλης ὕλη γὰρ ἑκατέρου αὐτῶν τὰ οἰκεῖα μέρη). ἀλλ’ οὐκέτι τοῦτο ἐξ αἰσθητὴς ὕλης· τὸ γὰρ δίπουν ἢ τὰ στοιχεῖα οὐκ αἰσθητά. καὶ ἔστιν ὃ λέγει, ὅτι | μὴ ὁμοίως τὸ εἶδος καὶ τὸ τί ἦν εἷναι ἐκ τῶν μερῶν καὶ τὸ ὅλον ἐκ τῆς οἰκείας ὕλης, καίτοι ἀμφότερα ἐξ ὕλης· τὸ μὲν γὰρ ὅλον καὶ ἡ σύνθετος οὐσία, τουτέστιν ἡ συναμφότερος, ἐξ αἰσθητῆς ὕλης, τὸ δὲ εἶδος οὐκ ἐξ αἰσθητῆς ὕλης ἀλλ᾿ ἐκ τῆς τοῦ εἴδους ὕλης, ἥτις οὐκ ἔστιν αἰσθητή. οὐ γὰρ αἰσθητὰ τὰ τοῦ ὁρισμοῦ μέρη ἢ τὰ τοῦ εἴδους ὅλως· ὕλη γὰρ τοῦ εἴδους καὶ τοῦ τί ἦν εἷναι τὰ μέρη αὐτοῦ τὰ τοῦ λόγου συμπληρωτικά, ἃ καὶ αὐτὰ λόγῳ λαμβάνεται, ὥσπερ καὶ τὸ εἷδος αὐτό. ἔκ τινός φησι λέγεσθαι, κἂν κατὰ μέρος τι τούτων τις ὑπάρχῃ τῶν τρόπων, οἷον κατὰ μέρος τὸ εἷδος ἢ κατὰ μέρος ἡ ὕλη· ἐκ γὰρ πατρὸς καὶ μητρὸς τὸ τέκνον καὶ ἐκ γῆς τὰ φυτά, ὡς ἔκ τινος μέρους αὐτῶν· ἐκ γῆς μὲν γὰρ τὰ φυτὰ ὡς ἐξ ὕλης (τρέρεται γὰρ καὶ φύεται ἐκ ταύτης), ἀλλ᾿ οὐχ οὕτως ὡς ἐκ πάσης τῆς γῆς, ἀλλ᾿ ὡς ἐκ μέρους αὐτῆς. ὁ δὲ ἀνδριὰς ἐλέγετο ἔκ τινος, ὡς ἐξ ὕλης τοῦ χαλκοῦ, ὅτι πᾶς ὁ λαμβανόμενος ὡς ὕλη αὐτοῦ χαλκὸς ὑπέκειτο αὐτῷ· οὐ γὰρ οὕτως ὕλη λέγεται τοῦ ἀνδριάντος ὁ χαλκός, ὅτι μέρος χαλκοῦ ὑπόκειται αὐτῷ, ἀλλ᾿ ὅτι πᾶς οὗτος ὁ χαλκὸς ὁ λαμβανόμενος μενος ὕλη ἐστὶν αὐτοῦ. πάλιν ἐκ μητρὸς παὶ πατρὸς τὸ τέκνον, τοῦ μὲν ὡς ποιητικοῦ τῆς δὲ ὡς ὕλης, ὧς ἑκατέρου ἐκ μορίου τινὸς τὸ τέκνον· μόριον γὰρ τοῦ πατρὸς τό τε σπέρμα καὶ τὸ ἐξ οὗ τὸ σπέρμα ἀφίεται καὶ αὐτὸ τὸ σπέρμα, καὶ τῆς μητρὸς μόριον τό τε ὑποδεχόμενον τὸ σπέρμα καὶ τὸ ἔμμηνον, ὅ ἐστιν ὕλη τῷ γεννωμένῳ. ἄλλον τρόπον ἔκ τινος λέγεται ὡς μετ᾿ αὐτὸ γινόμενον τῷ χρόνῳ· τὸ γὰρ μετά τι γινόμενον κατὰ τὸν χρόνον ἐξ ἐκείνου γίνεσθαι λέγεται. οὕτως ἐξ ἡμέρας νύξ, ὅτι μετὰ τὴν ἡμέραν, καὶ ἐξ εὐδίας χειμών, ὅτι μετὰ τὴν εὐδίαν. τῶν δὲ οὕτως ἔκ τινος γίνεσθαι λεγομένων τὰ μὲν τῷ εἰς ἄλληλα αὐτῶν τὴν μεταβολὴν γίγνεσθαι λέγεται ἐξ ἀλλήλων, ὥσπερ ἐπὶ τῶν εἰρημένων (νὺξ γὰρ εἰς ἡμέραν καὶ ἡμέρα εἰς νύκτα μεταβάλλει, καὶ εὐδία εἰς χειμῶνα καὶ ἔμπαλιν· ἐκ γὰρ τῶν ἐναντίων αἱ μεταβολαί, ἐναντία δὲ ταῦτα), τὰ δὲ μόνῳ τῷ ἑξῆς εἶναι κατὰ τὸν χρόνον, ὡς ὅταν λέγηται ἐξ ἰσημερίας ὁ πλοῦς· ὅτι γὰρ μετὰ τὴν ἰσημερίαν· οὐ γὰρ τῇ ἰσημερίᾳ εἰς πλοῦν γίνεται ἡ μεταβολή. ὁμοἱως καὶ ἐκ Διονυσίων λέγεται Θαργήλια, καὶ ἐκ Πυθίων Ὀλύμπια. Καὶ τοῦ μέρους δὲ τὸ μέν τί φησιν οὕτως λέγεσθαι εἰς ὃ διαιρεθείη ἂν τὸ ποσὸν ᾗ ποσὸν διαιρούμενον· πᾶν γὰρ τὸ ἀφαιρούμενον τοῦ ποσοῦ ᾗ ποσὸν μέρος ἐκείνου λέγεται ἀφ᾿ οὗ ἀφῄρηται, ἄν τε καταμετρῇ αὐτὸ ἄν τε μή· καὶ γὰρ τὰ δύο τῶν τριῶν μέρος γέγεται. τὸ δὲ ᾗ ποσὸν προσέθηκεν, ὅτι δύναταί τις | καὶ ποιότης ἀφαιρεθῆναι τοῦ ποσοῦ, οἷον θερμότης ἢ λευκότης ἢ γλυκύτης, ἀλλ᾿ οὐ μέρη ταῦτα, ὅτι μὴ ποσὸν αὐτοῦ ἀφαιρεῖται· οὐ γὰρ τῇ τούτων ἀφαιρέσει ἐλαττοῦται κατὰ ποσόν. ἄλλον δὲ τρόπον εἰς ἃ διαιρεθείη ἂν τὸ ὅλον τὰ καταμετροῦντα αὐτὸ μόνα φησὶ μέρη λέγεσθαι· εἶναι γὰρ τὰ δύο τῶν τεσσάρων καὶ τῶν ἓξ καὶ ὅλως τῶν ἀρτίων μέρη· καταμετρεῖ γὰρ αὐτά. οὐκέτι κατὰ τὸ σημαινόμενον τοῦτο οὔτε τὰ τρία τῶν τεσσάρων μέρος οὔτε τὰ δ' τῶν ἕξ, καίτοι κατὰ τὸ πρῶτον σημαινόμενον ὄντα καὶ αὐτὰ μέρη, ὥσπερ καὶ τὰ δύο τῶν τριῶν, οὐκέτι ὄντα αὐτῶν μέρη κατὰ τὴν δευτέραν ἀπόδοσιν. ἔτι μέρη φησὶ λέγεσθαι καὶ εἰς ἃ τὸ εἶδος διαιρεῖται χωρὶς τοῦ ποσοῦ, τουτέστι μὴ ὡς ποσὸν διαιρούμενον. εἶδος δὲ ἤτοι λέγει τὸ τί ἦν εἶναι, μέρη δὲ τὰ ὑπὸ τούτου περιεχόμενα τοῦ εἴδους τε καὶ τοῦ λόγου, ἃ καὶ πρὸ ὀλίγου μέρη καὶ ὕλην τοῦ εἴδους εἶπεν. ἡ μὲν γὰρ κατὰ τὸν λόγον διαίρεσις τοῦ εἴδους χωρὶς τοῦ ποσοῦ γίγνεται, ἡ δὲ εἰς τὰ ἄτομα τῶν εἰδῶν διαίρεσις μετὰ ποσοῦ. ἀλλ’ οὕτως ἔσται οὐκέτι τοῦ γένους τὸ εἶδος μέρος, ἀλλ’ ἀνάπαλιν τὸ γένος τοῦ εἴδους· μέρος γὰρ καὶ τοῦτο τοῦ ὁρισμοῦ, ὡς καὶ αὐτὸς ἐρεῖ μετ’ ὀλίγον. μήποτε οὖν τὸ εἶδος ἀντὶ τοῦ γένους ἀκοῦσαι χρή, καὶ λέγοι ἂν διὰ τοῦ εἰς ἃ τὸ εἶδος διαιρεθείη ἄνευ τοῦ ποσοῦ ὡς ἴσον τῷ εἰς ἃ τὸ γένος διαιρεθείη ἄν. τὸ δὲ ἄνευ τοῦ ποσοῦ σημαντικὸν ἄν εἴη τοῦ τὴν διαίρεσιν αὐτοῦ ὡς γένους γίγνεσθαι. δύντι γὰρ τὸ ζῷον καὶ ὡς ποσὸν διαιρεῖσθαι, ὅταν εἰς τὰ μέρη διαιρῆται, κεφαλὴν θώρακα καὶ τὰ ἄλλα. ὡς διαιροῦμεν οὐκέτι ἂν ὡς γένος· δύναται καὶ ὡς γένος διαιρεῖσθαι, οὐχ ὡς σῶμα καὶ ποσόν, ἥτις διαίρεσις αὐτοῦ κατὰ τὰς διαφορὰς γινομένη εἰς τὰ ειοη διαίρει αὐτό. τοῦτο. ο ην καὶ ὃ εἶπε τὸ ὅλον ἢ τὸ εἶδος ἢ τὸ ἔχον εἶδος· ὡς γὰρ εἴδους βούλεται τὴν διαίρεσιν καὶ κατὰ τὸ εἶδος γίνεσθαι· τοιαύτη δὲ ἡ τῶν γενῶν ὡς γενῶν διαίρεσις· οὐ γὰρ ὡς ὅλων οὐδὲ ὡς πλήθους, ἀλλ’ ὡς γενῶν. κατὰ τοῦτο τὸ σημαινόμενον λέγει καὶ τὰ εἴδη μέρη τῶν γενῶν εἶναι. ἔτι φησὶ μέρος λέγεσθαί τινος εἰς ὃ διαιρεῖται ἢ ἐξ οὗ σύγκειται. τὸ δὲ τὸ ὅλον ἢ τὸ εἶδος ἢ τὸ ἔχον εἶδος σημαίνοι ἄν ὅλον μὲν τὸ ὡς σῶμα ὅλον, οὗ ἡ διαίρεσίς ἐστιν εἰς τὰ μέρη τὰ συμπληροῦντα τὸ ὅλον σῶμα. τὸ δὲ ἢ τὸ εἶδος πάλιν δηλοῖ τὴν ὡς εἴδους διαίρεσιν. ἔστι γὰρ τοῦ εἴδους ὡς εἴδους μέρη, οἷον τῆς ψυχῆς εἴδους οὔσης αἱ δυνάμεις μέρη, εἰς ἃς καὶ ἡ διαίρεσις αὐτῆς. τὸ δὲ ἔχον εἶδος τὸ οὕτως ὅλον ὡς συναμφότερον, οὗ ὡς συναμφοτέρου πάλιν μέρη τό τε ὑποκείμενον σῶμα, οὗ πρώτου τὴν διαίρεσιν ἐποιήσατο τοιοῦτον γὰρ ἦν τὸ ὡς ὅλον) καὶ τὸ εἶδος, οὗ δευτέρου ἐμνημόνευσε. καὶ | ἔστιν ἃ παρατίθεται παραδείγματα τοῦ ὑστέρου τοῦ ἔχοντος εἶδος καὶ ὡς συναμφοτέρου διαιρουμένου· ὁ γὰρ χαλκοῦς κύβος διαιρούμενος εἰς χαλκὸν καὶ γωνίαν εἰς ὕλην καὶ εἶδος διῃρεῖτο· ἡ γὰρ γωνία τοῦ εἴδους δηλωτική. ἔτι, φησί, τὰ ἐν τῷ λόγῳ τῷ δηλοῦντι ἕκαστον καὶ ταῦτα μόρια τοῦ ὅλου. μέρη φησὶν εἶναι ἑκάστου καὶ τὰ τοῦ λόγου τοῦ δηλοῦντος αὐτοῦ τὸ τί ἦν εἶναι μέρη· τὰ γὰρ μέρη τοῦ ὅρι’ σμοῦ μέρη εἴη ἄν, ἀλλὰ παρὰ τὰ τοῦ εἴδους μέρη ὅτι ὁ τοῦ συναμφοτέρου ὁρισμὸς κατὰ μὲν τὸ εἱδος γίνεται, προσσημαίνει μέντοι καὶ τὴν ὕλην, ὡς δῆλον εὐθὺς ἐκ τοῦ γένους. οὕτω φησὶ γίνεσθαι μέρο γένος τοῦ εἴδους, ἐπεὶ μέρος ἐστὶ τοῦ ὁρισμοῦ αὐτοῦ. Παρατίθεται δὲ καὶ τὰ τοῦ ὅλου σημαινόμενα· ὅλον γάρ φησι λέγεσθαι οὗ τε μηδὲν ἄπεστι μέρος ἐξ ὧν λέγεται τῶν] φύσει τὸ ὅλον συνεστάναι· ὧν γὰρ φύσει συνεστώτων μηδὲν ἄπεστι μέρος, ὅλα ταῦτα κυρίως. ἄλλο δὲ σημαινόμενον ἐκτίθεται τοῦ ὅλου, ἐν ᾧ καὶ τὰ καθόλου· ἀλλὰ καὶ τὰ τεχνητά, οὐ μόνον τὰ φύσει συνεστῶτα περιλαμβάνει· τὸ γὰρ περιέχον τινὰ ὥστε ἕν τι εἶναι ἐκεῖνα, δηλονότι τὰ περιεχόμενα. διχῶς δέ φησιν ἓν γίνεσθαι τὰ περιεχόμενα· ἢ γὰρ ὡς ἕκαστον τῶν περιεχομένων ὅν τι εἶναι ἢ ἅπαντα ἕν. καὶ πρῶτον λέγει πῶς οἷόν τέ ἐστι τὸ ἕκαστον τῶν ὑπ’ αὐτοῦ περιεχομένων ἕν τι εἶναι καὶ ταὐτόν. τὸ γὰρ καθόλου λεγόμενον τοῦ κατὰ παντὸς δηλωτικόν· τὸ γὰρ κατὰ παντὸς λεγόμενον ὅλον τι δοκεῖ εἶναι· τοῦτο δέ, φησί, τὸ οὕτως ὅλον τε καὶ καθόλου, οὕτως ἐστὶ καθόλου τε καὶ ὅλον ὡς ἐν αὐτῷ πολλὰ περιέχον τῷ κατηγορεῖσθαι καθ’ ἑκάστου αὐτῶν συνωνύμως καὶ ἓν ἅπαντα εἶναι κατὰ τὸ κατηγορούμενον, καὶ ἕκαστον αὐτῶν ὅπερ τὸ κατηγορούμενον εἶναι, τῷ πάντα ὁμοίως τὸν τοῦ κοινοῦ καὶ περιέχοντος αὐτὰ λόγον ἐπιδέχεσθαι. τὸ γὰρ ἓν ἅπαντα εἶναι ὡς ἕκαστον δηλωτικόν ἐστι τοῦ τὴν ἑνότητα ἔχειν αὐτὰ μὴ κατὰ συνέχειαν, ἀλλὰ τῷ τὸν αὐτὸν λόγον ἕκαστον αὐτῶν ἐπιδέχεσθαι· ἵππος γὰρ καὶ ἄνθρωπος καὶ κύων καὶ βοῦς ἓν πάντα διὰ τὸ ἕκαστον αὐτῶν ζῷον εἶναι. οὕτως οὖν ὅλον τὸ ζῷον τῷ ὧν περιεκτικόν ἐστι διῃρημένα ταῦτα ἀπ’ ἀλλήλων καὶ κεχωρισμένα κατὰ τοῦτο εἶναι ἕν. καὶ τοῦτο μὲν σημαινόμενον τοῦ ὡς περιέχοντός τινα ὅλου· τὸ δέ τι οὕτως φησὶν εἶναι ἓν ἐκ τῶν ὑπ’ αὐτοῦ περιεχομένων, ὡς συνεχὲς εἶναι καὶ ἕν τι κατ’ ἀριθμόν. τὸ γὰρ ἕν τι καὶ συνεχὲς καὶ ἐκ μερῶν καὶ πεπερασμένον ὅλον οὐ τῷ τὸν τοῦ ὅλου λόγον τὰ μόρια ἀναδέχεσθαι. ἀλλὰ τῇ συνεχείᾳ. τί δέ ἐστι τὸ κυρίως | συνεχές, ἐδήλωσε διὰ τοῦ μάλιστα μὲν δυνάμει· κυρίως γὰρ συνεχῆ ταῦτα ἐν οἷς τὰ μέρη δυνάμει ἐνυπάρχει. ἤδη δὲ κἂν ἐνεργείᾳ τὰ μόρια ἐν αὐτῷ, οὕτω μέντοι ὡς ἕν τι ἐκ τῆς ποιᾶς συνθέσεως αὐτῶν γίγνεσθαι κατὰ τὸ εἶδος, ὡς ἐπὶ τῶν συνθέσει γιγνομένων κατὰ τὰς τέχνας. οὕτως οἰκία ἕν τι καὶ πλοῖον. τῶν δὲ οὕτω τὸ ἓν ἐχόντων κατὰ συνέχειαν καὶ ὡς δυνάμει τὰ μέρη ἐν αὐτοῖς εἶναι μᾶλλόν φησιν ὅλα τὰ φύσει συνεστῶτα τῶν κατὰ τέχνην εἶναι. μᾶλλον γὰρ ἄνθρωπος ὅλος ἢ ἀνδριάς. ὡς γὰρ ἓν μᾶλλον λέγεται τὸ φύσει τοῦ τέχνῃ ὄντος ἑνός, ὡς εἶπεν ἐν τῇ τοῦ ἑνὸς διαιρέσει, ἧς καὶ ὑπομιμνήσκει ἡμᾶς, οὕτω καὶ ὅλον. καὶ αἰτίαν ἀποδίδωσιν, ὅτι ἡ ὁλότης ἑνότης ἐστίν, ὥστε ὡς ἕν, οὕτω καὶ ὅλον. παρατίθεταί τι καὶ ἄλλο σημαινόμενον τοῦ ὅλου· τοῦ γὰρ ποσοῦ καὶ ἔχοντος ἀρχήν τε καὶ μέσον καὶ ἔσχατον, ὃ εἴη ἄν τοῦ πεπερασμένου δηλωτικόν, ὅσων μὲν παρὰ τὴν ποιὰν θέσιν τῶν μορίων μηδεμία γίνεται διαφορά, τοῦτο πᾶν λέγεσθαί φησιν τοιαῦτά ἐστι τὰ ὁμοιομερῆ τε καὶ ἀσχημάτιστα οἰκείῳ ὅρῳ τε καὶ σχήματι, οἷον ὕδωρ, ἀήρ)· ὅσων δὲ ἡ ποιὰ θέσις τῶν μερῶν διαφορὰν ποιεῖ, ἐπὶ τούτων τὸ ὅλον λέγεσθαι, ὅταν τὴν οἰκείαν τάξιν ἕξει τὰ μέρη, δηλονότι καθ’ ἣν τόδε τι εἶναι τὸ ἐξ αὐτῶν λέγεται. τοισῦτά ἐστι τὰ ἀνομοιομερῆ, πρόσωπον, χείρ, τὸ ἑκάστου ζῴου σῶμα· ἡ γὰρ τῶν μερῶν θέσις ἐν τούτοις διαφορὰν τῶν ὑποκειμένων ποιεῖται. τοιοῦτον καὶ οἰκία καὶ ναῦς. ὅσα δὲ ὁμοιομερῆ ὄντα μορφήν τινα καὶ σχῆμα προσείληφε, τούτων φησὶ καὶ τὸ πᾶν καὶ τὸ ὅλον κατηγορεῖσθαι, διὰ μὲν τὸ ὑποκείμενον τὸ πᾶν, διὰ δὲ τὴν μορφήν, ἥτις συνέβη αὐτοῖς ἐν τῇ τῶν μερῶν ὑπαλλαγῇ μένειν, ὅλον. οὕτως ἀνδριὰς ὁ ἐκ μιᾶς ὕλης ἔσχ’ ἐσχηματισμένος, κηρός, ἱμάτιον καὶ γὰρ τοῦτο μετὰ σχήματός τινός ἐστιν)· ἕκαστον γὰρ τούτων καὶ πᾶν ἐστι καὶ ὅλον. οὐκέτι ἐπὶ τῶν ὑγρῶν τε καὶ ἀσχηματίστων ἁπλῶς φησι τὸ πᾶν καὶ ὅλον κατηγορεῖσθαι, ἀλλὰ μόνον τὸ πᾶν· μὴ γὰρ κατηγορεῖσθαι τοῦ ἀριθμοῦ, καθ’ οὗ τὸ πᾶν, καὶ τὸ ὅλον, εἰ μή τις μεταφορικῶς λέγοι ἐπ’ αὐτῶν τὸ ὅλον. λέγει δὲ καὶ τὸ πάντα λέγεσθαι ἐπὶ τούτοις, ὧν τὸ πᾶν ὡς ἑνός τινος κατηγορεῖται· ἐπὶ γὰρ τῶν ἐξ ὧν τὸ πᾶν, ὡς διῃρημένων λαμβανομένων τὸ πάντα λέγεται· πᾶς ἀριθμός, ὅταν ὡς ἓν λαμβάνηται τὸ ἐκ μονάδων ἄθροισμα· πᾶσαι αἱ μονάδες, ἐξ ὧν ἦν ὁ πᾶς ἀριθμός, ὅταν ὡς διῃρημέναι πάλιν λαμβάνωνται, οὕτως μέντοι ὡς τὸν πάντα ποιεῖν· ὡς τὸ μὲν πάντα κατὰ μορίων κατηγορεῖσθαι ὡς διῃρημένων, τὸ δὲ πᾶν ὡς ἡνωμένων. οὕτω καὶ πάντες ἄνθρωποι, ἢ ὡς ὑπὸ ἓν τὸ πᾶς ἄνθρωπος. | Κολοβὸν δὲ λέγεσθαί φησιν οὐ κατὰ παντὸς ποσοῦ· ἔστι μὲν γὰρ ἐν τῷ ποσῷ τὸ κολοβόν, οὐ μὴν πᾶν ποσὸν ἀναδέχεται τὴν κατηγορίαν ταύτην ἢ τὸ πάθος, οὗ σημεῖον τοὔνομα τοῦτο, ἀλλὰ δεῖ τὸ κολοβὸν μέλλον λέγεσθαι πρὸς τῷ μεριστὸν εἶναι καὶ ὅλον. τὸ δὲ ὅλον δύναται μὲν καὶ συνεχείας αὐτῷ δηλωτικὸν εἶναι, δύναται καὶ τοὐ ἀνομοιομερὲς δεῖν εἶναι· τοῦτο γὰρ εἴρηκε πρὸ ὀλίγου περὶ τοῦ ὅλου, λέγων καὶ ταύτῃ διαφέρειν τὸ ὅλον τοῦ παντός. ἔτι δὲ πρὸς τῷ μεριστὸν εἶναι καὶ ὅλον δεῖν φησιν αὐτὸ καὶ θέσιν ἔχειν, τουτέστι τῶν θέσιν ἐχόντων εἶναι ποσῶν. τὰ δὲ δύο εἶπε μὴ γίνεσθαι κολοβὰ ἀφαιρουμένου τοῦ ἑνός, δεικνὺς ἡμῖν ὅτι οὐδὲ οὕτω κολοβόν τι λέγεται, ἄν ἀφαιρεθῇ αὐτοῦ τὸ ἥμισυ· οὐδέποτε γὰρ ἴσον τὸ κεκολοβωμένον καὶ τὸ λεῖπον αὐτῷ. ἐφ’ ᾧ δείκνυσιν ὅτι μὴ μόνον ἐν ἀριθμῷ οὐκ ἔστι κολοβὸς ἀριθμὸς οὗτος οὗ τὸ ἥμισυ ἀφῃρέθη, ἀλλ ἄν ἄλλο τι μέρος ἀφαιρεθῇ, οὐ γίνεται ἀριθμὸς κολοβός, ὡς ἑξῆς οὐδ’ ὅλως γάρ, φησίν, ἀριθμὸς κολοβὸς οὐδεὶς γίνεται, τι τὴν αὐτὴν οὐσίαν καὶ ταὐτὸν εἶδος φυλάσσειν. ὅτε δὲ μετὰ τὴν ἀφαίρεσιν τὴν μορίου τινὸς ἄλλο τι εἶδος μεταλαμβάνει, ἐπὶ τούτων οὐ λέγεται τὸ κολοβόν, ὃ γίνεται ἐπὶ τῶν ἀριθμῶν. προστίθησι δὲ ὅτι οὐδὲ ἐπὶ πάντων τῶν ἀνομοιομερῶν τὸ κολοβὸν λέγεται ὡς προειρηκὼς ὅτι δεῖ ἀνομοιομερῆ εἶναι διὰ τοῦ εἰπεῖν ὅλα. οὐ δὴ ἐπὶ πάντων τῶν ἀνομοιομερῶν τὸ κολοβὸν λέγεται, ἀλλὰ ἐπὶ τῶν θέσιν ἐχόντων ὃ φθάσαντες εἰρήκαμεν· οὐ γὰρ ἐπ’ εἰ τοῦ ἀριθμοῦ ἔστιν ὡς διῃρημένου ἀνόμοια τὰ μέρη, οἷον τοῦ πέντε ἄρτια γὰρ καὶ περισσὰ τὰ δύο καὶ τρία, μέρη ὄντα αὐτοῦ), ἀλλ’ οὐ διὰ τοῦτο ἤδη ὁ ἀριθμὸς κολοβός τις λέγεται. δεῖ γὰρ οὕτως ἔχειν τὰ μέρη τοῦ ἐσομένου κολοβοῦ ὡς ποιεῖν τὴν θέσιν αὐτῶν τὴν τῶν μορίων διαφορὰν τοῦ εἴδους, ὃ οὐ γίνεται ἐπὶ τοῦ ἀριθμοῦ, ὅτι μηδὲ τὴν ἀρχὴν θέσιν ἔχει τὰ μόρια αὐτοῦ. ὡς εἴρηται ἐν Κατηγορίαις. ὸιὰ τοῦτο γὰρ οὐδὲ τὰ ὁμοιομερῆ κολοβά, ὅτι ἡ μετάθεσις αὐτῶν τῶν μορίων οὐ ποιεῖ διαφοράν. ἔτι δεῖ εἶναι, φησί, συνεχῆ τὰ ἐσόμενα τῇ ἀφαιρέσει τινὸς μορίου κολοβά. ἡ γὰρ ἁρμονία σύγκειται μὲν ἐξ ἀνομοιομερῶν (μέσης καὶ παρανήτης καὶ παρυπάτης καὶ ὑπάτης), ἀλλὰ καὶ θέσιν καὶ τάξιν ἔχει ἕκαστον τούτων (ἐν γὰρ τῇ ποιᾷ θέσει τούτων πρὸς ἄλληλα ἡ καὶ μετατιθεμένων ἀλλάσσεται)· ἀλλ’ οὐ λέγεται κολοβὸς ἁρμονία, ὅτι μὴ συνεχής ἐστι μηδὲ ὅλη, ἀλλ’ ἐκ διωρισμένων καὶ κεχωρισμένων μερῶν. καὶ ὁ ἀριθμὸς δὲ τοιοῦτον. δείξας δὲ δι’ ὧν πεποίηται διορισμῶν ὅτι τὸ κολοβὸν ἐν τοῖς ὅλοις λεγομένοις ποσοῖς, ἑξῆς δείκνυσιν ἡ ὁποία καὶ ἡ τίνος καὶ ἐν τίσιν ἀφαίρεσις τὸ ὅλον κολοβὸν ποιεῖ· λέγει γὰρ ὅτι μηδὲ ἐπὶ τῶν συνεχῶν τε καὶ ὅλων παντὸς ἀφαιρουμένου μέρους τὸ καταλειπόμενον γίνεται κολοβόν. οὔτε γὰρ ἄν τὰ κύρια τοῦ εἴδους τε καὶ τῆς οὐσίας τοῦ ὅλου τε καὶ συνεχοῦς ἀφαιρεθῇ, ἔτι τὸ καταλειπόμενον κολοβόν (οὐ γὰρ λέγεται κολοβὸν ζῷον τῆς κεφαλῆς ἀφαιρεθείσης αὐτοῦ, ὅπερ οὐδὲ ζῷον ἔτι μένει), ἀλλ’ οὐδ’ ἂν ὁπουοῦν τι τῆς συνεχείας ἢ ὁτιοῦν ἀφαιρεθῇ τε καὶ διαιρεθῇ, κολοβὸν εὐθύς· ἡ γοῦν κύλιξ οὐ λέγεται κολοβὸν ἂν τρυπηθῇ· ἀλλ’ ἂν τὸ οὖς αὐτῆς ἀφαιρεθῇ ἤ τι ἄλλο ἀκρωτήριον, τότε κολοβός. ὁμοίως καὶ τοῦ ἀνθρώπου ἢ Μου τινὸς ζῴου ἄν μὲν σάρκα ἀφέλῃς ἢ σπλῆνα ἐκτέμῃς, οὐ κολοβός, ἄν δὲ ῥῖνα ἢ οὖς ἢ δάκτυλον, τότε κολοβός. καὶ τῶν ἀκρωτηρίων ταῦτά φησιν ἀφαιρεθέντα κολοβοὺς ποιεῖν, ὅσα ἀφαιρεθέντα ὅλα οὐκέτι φῦναι ἢ αὐξηθῆναι δύναται· δι’ ἣν αἰτίαν λέγει τοὺς φαλακροὺς μὴ λέγεσθαι κολοβούς, ὅτι αἱ τρίχες φύσιν ἔχουσιν ἀφαιρούμεναι τοῦ ὅλου πάλιν γίγνεσθαί τε καὶ φύεσθαι. καὶ εἴη ἄν ἴσον τὸ ἀλλ’ ὃ μὴ ἔχει γένεσιν ἀφαιρεθὲν ὅλον τῷ ἀλλ’ ὃ καθόλου ἀφαιρεθὲν μηκέτι γένεσιν ἔχει· αἱ γὰρ τρίχες, εἰ καὶ ἐπὶ τοῦ φαλακροῦ οὐκέτι ἔχουσι γένεσιν, ἀλλ’ ἔν γε τῇ φύσει ἐστὶν αὐτῶν τὸ ἀφαιρουμένας γίνεσθαι πάλιν. ἢ τὸ ὅλον προσέθηκεν, ὅτι δύναταί τινος ἐξαιρεθέντος μορίου ἀπό τινος ἀκρωτηρίου, οἷον ὀλίγης σαρκός, αὕτη πάλιν αὐξηθῆναι. αἱ μὲν οὖν τρίχες, εἰ καὶ μὴ ἐπὶ πάντων, ἀλλ’ ἐπὶ τινῶν γε φῦναι πάλιν ἀφαιρεθεῖσαι δύνανται, ἢ καὶ ἐπὶ πάντων, ἀφ’ ὧν ἀφαιροῦνται· οὖς δὲ ἢ ῥὶς ἀφαιρεθέντα οὐδέποτε ἐπ’ οὐδενὸς πάλιν γίνεται. σημειωτέον ὅτι μὴ διαίρεσιν τοῦ κολοβοῦ πολλαχῶς λεγομένου πεποίηται, ἀλλὰ μήνυσίν τε καὶ διδασκαλίαν. Λέγει δὲ καὶ τὸ γένος πολλαχῶς λέγεσθαι· γένος γὰρ λέγεται καὶ ἐπὶ τῶν τὴν γένεσιν συνεχῆ ἐχόντων ὁμοειδῶν ἀλλήλοις· κατὰ γὰρ τὸ σημαινόμενον τοῦτο λέγεται τὸ ἕως ἄν ἀνθρώπων γένος ᾖ· σημαίνεται γὰρ τὸ ἕως ἄν γένεσις συνεχὴς ἡ τε καὶ μένῃ τῶν ἀνθρώπων. τὸ δὲ τῶν τὸ εἶδος ἐχόντων τὸ αὐ τὸ προσέθηκεν, ὅτι μὴ λέγεται ἀνθρώπων γένος εἶναι, ἂν ἵπποι ὦσιν, ἀλλ’ ἂν συνεχεῖς ἄνθρωποι ἐξ ἀνθρώπων γινόμενοι μένωσι. τὸ δέ τι γένος λέγεται, ἀφ’ οὗ ἄν ὦσί τινες πρώτου κινήσαντος καὶ ἀρχηγοῦ γενομένου τοῦ εἶναι αὐτοῖς. οὕτω δ’ Ἕλληνες τὸ γένος λέγονται τῷ ἀφ’ Ἕλληνος εἶναι πρώτου συστησαμένου τὸ γένος αὐτῶν καὶ τοῦ εἶναι αὐτοῖς αἰτίου, ὁμοίως καὶ Ἴωνες οἱ ἀπὸ Ἴωνος, καὶ Ἡρακλεῖδαι ὧν Ἡρακλῆς πρῶτος καὶ ἡγεμὼν τοῦ γένους. οὕτω καὶ Πελοπίδαι | λέγονται. λέγεσθαι μὲν οὖν γένος τινῶν καὶ ἀπὸ τοῦ θήλεος φησιν, ὡς λέγονταί τινες ἀπὸ Πύρρας, ὡς ταύτης τοῦ γένους ἀρξαμένης τῷ τεκεῖν, δηλονότι κατὰ τὸν μῦθον, μᾶλλον μὲν ἀπὸ τοῦ γεννήσαντος, ὅτι τοῦ εἴδους οὗτος παρεκτικός, ἡ δὲ μήτηρ τῆς ὕλης, κατὰ δὲ τὸ εἶδος τὸ εἶναι ἑκάστῳ μᾶλλον. οὐκέτι ἐμνημόνευσε τῶν γενῶν τῶν ἀπὸ τῶν τόπων λεγομένων, καθ’ ὃ σημαινόμενον Ἀσιανός τις τὸ γένος ἢ Αἰγύπτιος καλεῖται οὐ γὰρ δὴ οἱ οὕτω λεγόμενοι ἀπὸ τοῦ πρώτου κινήσαντος οὕτω λέγοντι. ἑξῆς δὲ ἐκτίθεται δύο ἀποδόσεις τοῦ αὐτοῦ σημαινομένου• τοῦ γὰρ γένους, ὃ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει † καὶ τὰ ἑξῆς δύο ἀποδόσεις δίδωσιν * * ὡς ὑποκείμενον ταῖς διαφοραῖς· αὐτὸ γάρ φησι τὸ ἐπίπεδον σχῆμα· τὸ γὰρ σχῆμα δεῖ προστιθέναι τῷ ἐπιπέδῳ· τοῦτο γὰρ γένος ἑκάστου τῶν ἐπιπέδων σχημάτων. λαμβάνει γὰρ γένος τὸ ἐπίπεδον σχῆμα ὅλον τριγώνου καὶ τετραγώνου καὶ πάντων τῶν ἐπιπέδων· ὁμοίως καὶ τὸ στερεὸν τῶν στερεῶν σχημάτων· ἕκαστον γὰρ τῶν σχημάτων τὸ μὲν ἐπίπεδόν ἐστι σχῆμα τοιονδί, οἷον τετράγωνον, τὸ δὲ στερεὸν σχῆμα τοιονδί· σφαῖρα μὲν γὰρ στερεὸν σχῆμα τοιοῦτον, κύβος δὲ τοιοῦτον καὶ πυραμὶς τοιοῦτον. εἰπὼν δὲ τοῦτο προσέθηκε τὸ τοῦτο δἑ ἐστι τὸ ταῖς διαφοραῖς, ὡς ὑπὸ τῶν διαφορῶν τοῦ γένους εἰδοποιουμένου καὶ ὑποκειμένου κατὰ τοῦτο αὐταῖς. εἰπὼν δὲ τὸ ἕνος ὑποκείμενον εἶναι ταῖς διαφοραῖς, κατὰ τὸ ὑποκεῖσθαι αὐτ’ ὅλην αὐτὸ προελθὼν ἐρεῖ· ὕλην δὲ λέγει τὸ γένος καὶ τῷ Ζ τῆσδε τῆς πραγματείας. δευτέραν ἀπόδοσιν τοῦ οὕτως λεγομένου γένους έοιδί δῶσι τὸ πρῶτον ἐνυπάρχον ἑκάστου ἐν τῷ ὁριστικῷ καὶ τὸ τι ἢν σημαίνοντι λόγῳ, ὃ κατηγορεῖται ἐν τῷ τί ἐστι τοῦ ὑποκειμένου. γὰρ δηλωτικὸν τὸ ὃ λέγεται ἐν τῷ τί ἐστι· καὶ γἀρ τὸ οὕτως λεγόμενον γένος σημαίνει τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον· τοῦ γὰρ πρώτου ἐν τῷ ὁρισμῷ ἀποδιδομένου διαφοραὶ λέγονται εἶναι αἱ ποιότητες, καθ’ ἃς διαφέρει ἀλλήλων τὰ ὧ τῷ ὁρισμῷ τὸ αὐτό ἐστι γένος. τότε μὲν οὖν αὐτὸ ἐδήλωσεν ἀπὸ τοῦ ὡς ὑποκείμενον ὑπὸ τῶν διαφορῶν εἰδοποιεῖσθαι, νῦν δὲ ἀπὸ τοῦ ἐν τοῖς ὁρισμοῖς εἶναι τὸ πρῶτον παραλαμβανόμενον καὶ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι· διάφοροι δὲ οὖσαι αἱ ἀποδόσεις τοῦ αὐτοῦ εἰσι δηλωτικαί. ποιότητας δὲ τὰς διαφορὰς εἶπεν, ὅτι καὶ πρὸ ὀλίγου ἐν ταῖς διαιρέσεσι τῆς ποιότητος πρώτας ταύτας ἐτίθετο. εἰπὼν δὲ τὰ σημαινόμενα ταῦτα εἶναι τοῦ γένους, ἀνακεφαλαιοῦται αὐτὰ δι’ ὧν δείκνυσιν ὅτι τὰ δύο τὰ ὕστερον ῥηθέντα διάφοροί εἰσιν ἀποδόσεις τοῦ αὖ τοῦ σημαινομένου. τὰ μὲν γὰρ κατὰ γένεσιν συνεχῆ τοῦ αὐτοῦ εἴδους γένη λέγεται, ὡς ἀνθρώπων γένος καὶ ἴππων, τὰ δὲ κατὰ τὸ πρῶτον κινητικὸν καὶ αἴτιον τοῖς μετ’ αὐτὸ ὁμοειδέσιν, ὡς λέγεται τὸ Ἡρακλειδῶν γένος καὶ τὸ Ἑλλήνων καὶ τὸ Ἰώνων. οὐκ ἀργῶς δὲ ὁμοειδὲς προσέθηκεν· οὐ γὰρ ἀπὸ τοῦ ὁπωσοῦν πρώτου κινήσαντος τὸ γένος εἶναι λέγεται ἀλλ’ ἂν ὁμοειδὲς αὐτοῖς ᾖ τοῦτο· ὅταν γὰρ ἄνθρωπος ᾖ ὁ τοῦ γένους ἄρξας, τότε τὸ γένος ᾧτ’ αὐτὸν ἀπ’ ἐκείνου. τὸ δὲ ὡς ὕλη φησί, λέγων ὡς ὕλην γένος εἶναι τὸ κοινὸν καὶ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορούμενον. καὶ κατὰ τί ἐστιν ὕλη τοῦτο, ἐδήλωσεν εἰπὼν οὗ γὰρ ἡ διαφορὰ καὶ ἡ ποιότης ἐστί τοῦτ ἐστὶ τὸ ὑποκείμενον, ὃ λέγομεν ὕλην· τῷ γὰρ τὰς διαφορὰς τούτου εἶναι ὡς ὑποκειμένου, καὶ τῷ ταύταις εἰδοποιεῖσθαι, ὡς καὶ ἡ ὕλη τῷ εὕει, καὶ εἴη ἄν τὸ γένος ὕλη. τῷ γὰρ ποιότητας μὲν εἶναι τὰς διαφοράς, ὑποκεῖσθαι δὲ αὐταῖς τὸ γένος οὗ γάρ ἐστιν ἡ διαφορά, τοῦτο τῆ διαφορᾷ ὑπόκειται, ὥσπερ καὶ τὸ οὗ ἡ ποιότης τῆ ποιότητι), ἐπεὶ τὸ ταῖς ποιότησιν ὑποκείμενον ὕλη λέγεται, καὶ τὸ γένος ὕλη γίνεται τῶν ὡς διαφορῶν ποιοτήτων. Εἰπὼν δὲ περὶ γενῶν ἑξῆς λέγει τίνα ἐστὶν ἕτερα τῷ γένει. λέγει δὴ ὧν τε ἕτερον τὸ πρῶτον ὑποκείμενον, ταῦτα ἕτερα τῷ εἴδει, λέγων πρῶτον ὑποκείμενον τὴν ὕλην· οἷς γὰρ μή ἐστιν ἡ αὐτὴ ὕλη ὑποκειμένη, μήτε ἀναλύεται ἡ τοὐ ἑτέρου ὕλη εἰς τὴν τοῦ ἑτέρου, μήτε ἡ ἀμφοτέρων εἰς τὴν αὐτὴν τῷ εἴδει, ταῦτα ἕτερα τῷ γένει. ὕλην δὲ ἔοικε λέγειν τὴν ἐνεργείᾳ ὑποκειμένην, ἣν καὶ πρώτην εἶπε, λέγων πρώτην τὴν προσεχῆ πρὸς ἀντιδιαστολὴν τῆς ἐσχάτης κατὰ ἀνάλυσιν, ἣ καὶ κυρίως ἐστὶ πρώτη· οἷον τῷ ἀνδριάντι χαλκὸς ὑπόκειται, τῷ δὲ κρυσταλλίνῳ ἐκπώματι ὕδωρ, καὶ εἰσὶν αὗται διαφέρουσαι, ἀλλ’ ἡ τοῦ ἀνδριάντος ὕλη εἰς τὴν τοῦ κρυσταλλίνου ἀναλύεται, εἴ γε τηκτὸν μὲν ὁ χαλκός, πάντα δὲ τὰ τηκτὰ ἐξ ὕδατος. οὐχ ἕτερα δὴ τῷ γένει τὰ εἰλημμένα κατὰ τὸ σημαινόμενον τοῦτο. πάλιν εἰ τῷ μὲν εἴη χρυσὸς ὑποκείμενος τῷ δὲ ἄργυρος, διάφοροι μὲν πάλιν ὗλαι αὗται, καὶ οὐκ ἀναλύεται αὐτῶν ἡ ἑτέρα εἰς τὴν ἑτέραν· διὰ δὲ τὸ ἀμφότερα εἰς μίαν καὶ τὴν αὐτὴν ἀναλύεσθαι (εἰς τὸ ὕδωρ) οὐχ ἕτερα τῷ γένει τὰ ληφθέντα. ὧν δὴ τὰ ὑποκείμενα οὐδὲν πάσχει τοιοῦτον, ταῦτα ἕτερα λέγεται τῷ γένει, ὡς λίθου καὶ χαλκοῦ· τῷ μὲν γὰρ γῆ τῷ δὲ ὕδωρ τὰ ὑποκείμενα, ἃ οὔτε εἰς ἄλληλα οὔτε εἰς ἄλλο τι ἀναλύεται αἰσθητὸν ὑποκείμενον ταὐτόν. εἰπὼν δὲ τὰ ὑποκείμενα οὐδὲν πάσχειν τοιοῦτον, τίνα ἐστὶ τοιαῦτα αὐτὸς παρέθετο· τὸ γὰρ εἶδός φησι καὶ τὴν ὕλην οὕτως εἶναι ἕτερα τῷ γένει, ὕλην λέγων τὸ σῶμα· ὡς οὖν οὔτε τῶν τῷ σώματι ὑποκειμένων οὔτε τῶν τῷ εἴδει ἢ εἰς ἄλληλα ἢ εἴς 5 τι κοινὸν ἀναλύεσθαι λεγομένων, ἕτερα αὐτὰ εἶναι λέγει τῷ γένει. εἴη δ’ ἄν τῷ εἴδει ὡς ὕλην ὑποκεῖσθαι λέγων τὰ μέρη τοῦ ὁριστικοῦ λόγου· προείρηκε γὰρ τοῦτο. ἐπεὶ οὖν οὔτε τὰ ὑποκείμενα τῷ τε σώματι καὶ τῷ εἴδει ταὐτά, οὔτε ἡ ἀνάλυσις αὐτῶν ἡ τοῦ ἑτέρου εἰς τὸ ἕτερον ἢ εἰς ταὐτόν, εἴη ἄν ἕτερα τῷ γένει ταῦτα κατὰ τὸ σημαινόμενον τοῦτο. ἔτι οὕτω τὸ εἶδος καὶ ἡ ὕλη ἕτερα ἔσται, ὅτι μὴ ἀναλύεται τὸ ἕτερον αὐτῶν εἰς τὸ ἕτερον, τῷ μήτε αὐτὰ ταὐτὰ ἐν ἀλλήλοις εἶναι μήτε ὑποκεῖσθαι αὐτοῖς ἕτερον. οὔτε γὰρ ἕν τι ἀμφοτέροις ὑπόκειται οὔτε τὸ τῷ ἑτέρῳ ὑποκείμενον εἰς τὸ τῷ ἑτέρῳ ὑποκείμενον ἀναλύεται τῷ μηδὲ ὑποκεῖσθαί τι αὑτοῖς· οὔτε γὰρ τὸ εἶδος ἐξ ὑποκειμένου τινὸς καὶ ὕλης ἐστίν, οὔτε τῇ κυρίως λεγομένῃ ὕλῃ ὑπόκειταί τις ὕλη πάλιν ἄλλη. ἕτερα τῷ γένει λέγει καὶ ὧν ἕτεραι αἱ πρῶται κατηγορίαι, καὶ τὰ πρῶτα γένη ἕτερα· τῶν γὰρ πρώτων γενῶν τὰ μὲν τί ἐστι σημαίνει, τουτέστιν οὐσίαν, τὰ δὲ ποιόν τι, τὰ δὲ ποσόν, τὰ δὲ τῶν ἄλλων τι τῶν ἐν ταῖς κατηγορίαις κατηριθμημένων. προσέθηκε δὲ καὶ τὴν αἰτίαν αὐτῶν τῆς ἑτερότητος· ὅτι γὰρ μήτε εἰς ἄλληλα μήτε εἰς ἕν τι ἀναλύεται, ταύτῃ καὶ ταῦτα ἕτερα τῷ γένει. οὕτως οὐκ ἔσται ἕτερα γένη ζῷον καὶ ὄρνεον. οὐκέτι κατὰ τὸ σημαινόμενον τοῦτο δοκεῖ εἶναι ἕτερα τῷ γένει τὸ εἶδος καὶ ἡ ὕλη· ὑπὸ γὰρ τὴν οὐσίαν ἄμφω. Ποιεῖται καὶ τοῦ ψεύδους διαίρεσιν· τὸ μὲν γὰρ ἐν τοῖς πράγμασι ψεῦδος εἶναι λέγει, τὸ δὲ ἐν τοῖς λόγοις· προσέθηκε δὲ τῷ ἐν τοῖς πράγλέγων μασι ψεύδει τὸ ἄλλον μὲν τρόπον, ἤτοι ὅτι μὴ καθωμιληται ἐπὶ τούτου τὸ ψεῦδος λέγειν δοκεῖ γὰρ τὸ ψεῦδος ἐν λόγῳ τε καὶ δόξῃ) ἢ ἄλλον τρόπον εἶπεν ἀντὶ τοῦ ἕνα μὲν τρόπον. τὸ οὗν ἐν τοῖς πράγμασ δίχα διαιρεῖ, τῷ τε μηδ’ ὅλως ὑπάρχειν καὶ τῷ ψευδῆ τὴν ἀπ’ αὐτοῦ φαντασίαν γίνεσθαι. τὸ γὰρ μὴ ὑπάρχον ψεῦδος ἐν πράγμασιν οὐχ ὁμοίως τῷ περὶ αὐτοῦ λόγῳ. ὁ γὰρ λόγος ψευδὴς μὲν περὶ αὐτοῦ ὁ εἶναι αὐτὸ λέγων, ἀληθὴς δὲ περὶ αὐτοῦ τούτου ὁ μὴ εἶναι, ἐν τῇ ποιᾷ συνθέσει αὐτοῦ τὸ ἀληθὲς καὶ ψεῦδος λαμβάνων· διὸ ὁμοίως καὶ | περὶ ὄντων καὶ μὴ ὄντων ἀληθής τε καὶ ψευδὴς ὁ λόγος γίνεται. τὸ δὲ κατὰ τὸ πρᾶγμα ψεῦδος οὐκ ἐν τῇ τινῶν συνθέσει τοιοῦτον, ἀλλ’ ἔστιν ἐν πράγμασι ψεῦδος τὸ μὴ εἶναι μηδὲ ὑπάρχειν αὐτό, ὥσπερ καὶ ἀληθὲς ἄν εἴη πάλιν ἐν πράγμασι τὸ ὑπάρχειν αὐτὰ καὶ τὸ εἶναι, οὐχ ὁμοίως τῷ λέγειν αὐτὰ εἶναι. διὸ τὸ μὲν ἐν λόγῳ ἀληθές τε καὶ ψευδὲς δύναται περὶ τοῦ αὐτοῦ πράγματος ἔχειν ἀμφότερα, τὸ δὲ ἐν τῷ πράγματι ψεῦδος ἀδύνατον, ἐστ’ ἄν ᾖ ἀληθές, γενέσθαι. ἔσται δὲ ἀμφότερα μὲν τὰ ψεύδη λέγειν ἐν λόγῳ εἶναι καὶ προτάσει, εἶναι δὲ τούτων τὸ μὲν ἀπὸ τοῦ πράγματος ἐν τῷ λόγῳ, τὸ δὲ ἀπ’ αὐτοῦ τοῦ λόγου· ὁ μὲν γὰρ τὸ μὴ ὑπάρχον ὑπάρχειν λέγων λόγος τὸ ψεῦδος ἀπὸ τοῦ πράγματος ἔχει τοῦ μὴ ὑπάρχοντος, ὁ δὲ τὸ ἄλλῳ ὑπάρχον ἄλλῳ ὑπάρχειν λέγων τὸ ψεῦδος τοῦτο ἀπὸ τοῦ λόγου ἔχει· ψεῦδος γὰρ τοῦτο τὸ τῷ ἄλλῳ ὑπάρχον ἐπ’ ἄλλο μεταφέρειν. ὅτι γὰρ καὶ τὸ ὡς πρᾶγμα ψεῦδος ἐν λόγῳ δοκεῖ, δείκνυσι διὰ τοῦ προσθεῖναι τὸ τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι. ὅτι δ’ ἔστι τῷ πράγματι ψεῦδος, ἔδειξε· περὶ ὧν γὰρ οὐχ οἷόν τε ἀληθεύειν τὸν συντιθέντα αὐτὰ καὶ εἶναι λέγοντα, ταῦτα ὡς πράγματι ψευδῆ· τὸ δὲ περὶ τούτῶν ἐν τῷ λόγῳ ψεῦδος ἐν συνθέσει ἤδη. τὸ μὲν γὰρ [ἐν] τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι τοῦ μὴ ὑπάρχοντος ἢ καὶ ἀδυνάτου ὑπάρξειν εἰσὶ δηλωτικά. σύνθεσιν γὰρ τὴν τῶν πραγμάτων τὰ τινὰ σύνθεσίν ἐστιν ἡ ὕπαρξις τούτων γινομένη. ἡ μὲν οὖν διάμετρος σύμμετρος τῆ πλευρᾷ οὔτε ἔστιν οὔτε δύναται γενέσθαι· τὸ δὲ σὲ κθῆσθαι ὅτε ἕστηκας τῷ μὴ ὑπάρχειν τότε ψεῦδός ἐστιν, οὐκέτι καὶ τῷ ἀδύνατον γενέσθαι. καὶ ἔστιν ἐν τοῖς πράγμασι ψευδῆ ἢ τὰ ὅλως ἀνύπαρκτά τε καὶ ἀδύνατα καὶ ἀεὶ ψευδῆ . ἢ τὰ νῦν μὴ ὑπάρχοντα ’ ταῦτα γὰρ νῦν ψευδῆ ὅτε μὴ ἔστιν. τὰ δέ τινά ἐστιν ἐν τοῖς πράγμασιν ἢ μὴ οἷά ἐστιν ἢ ἃ μὴ ἔστιν. ἄλλως δέ ἐστι ψευδῆ ταῦτα, ὅσα ἐστι μὲν ὄντα [ψευδῆ], ἔστι δὲ ψευδὴς ἡ ἀπ’ αὐτῶν φαντασία τῷ φαίνεσθαι ταῦτα ἢ μὴ οἷά ἐστιν ἢ ἃ μὴ ἔστιν. ἄλλως δέ ἐστι ψευδῆ ταῦτα παρὰ τὸν προειρημένον τρόπον· ὧν γὰρ ψευδής ἐστιν ἡ φαντασία, ταῦτα οὐκ ἔστι ψευδῆ, ὡς ἦν τὰ προειρημένα. ἔστι μὲν γὰρ ταῦτά τινα, οὐ μὴν οἷα φαίνεται. τοιαῦτά ἐστι τά τε ἐν ταῖς γραφαῖς καὶ I ἐν ταῖς σκιαγ ραφίαις . ἃ ἔστι μέν τινα, οὐ μὴν ἃ φαίνεται ἔστιν· φαίνεται γὰρ ζῷα οὐκ ὄντα ζῷα, καί τινα ἄλλα ὧν ἄν καὶ ἡ σκιαγραφία ᾖ. ὁμοίως καὶ τὰ ἐν τοῖς ὕπνοις φαντάσματα ἔστι μέν τινα (κινήματα γάρ τινα γίνεται τοῖς ὁρῶσι τὰ ἐνύπνια), οὐ μὴν τοιαῦτά ἐστιν οἷα φαίνεται. φαίνεται γὰρ βαδίζειν τι ἢ διαλέγεσθαι, οὐ μέντοι οὕτως ἔχει. τοιαῦτα καὶ οὕτω ψευδῆ καὶ τὰ ἐμφαινόμενα τοῖς κατόπτροις * ἔστι μὲν γάρ τι καὶ αὐτά, ἀλλ’ οὐχ ὃ φαίνεται. εἶπε δὲ καὶ τὸ τοιοῦτον ψεῦδος ἐν τοῖς πράγμασιν , ὅτι αὐτὴ ἡ φύσις αὐτῶν ψευδής, κἀν τούτοις ἀλλ’ οὐκ ἐν τῇ ποιᾷ συνθέσει τοῦ περὶ αὐτῶν λόγου τὸ οὕτὼς ἡμᾶς ἀπατᾶσθαι. τὰ μὲν οὖν πράγματα οὕτω φησὶν εἶναι ψευδῆ ἢ τῷ μὴ εγͅαι αὐτά, ἢ τῷ τὴν ἀπ’ αὐτῶν φαντασίαν ὡς μὴ ὄντος εἶναι• οὐ γὰρ ὄντος ἐστὶν ἡ τοιαύτη ἀπ’ αὐτῶν φαντασία· † διὸ ὡς ἀπὸ μήκ’ ὡς ἀπὸ μὴ ὄντος· τὸ γὰρ περιπατεῖν τὸ φάντασμα ὅπερ φαίνεται οὐκ ὄν, ἢ τὸ διαλέγεσθαι ἢ τὸ ὅλως τι ἐνεργεῖν, καὶ τοιαῦτα τὰ φαντάσματα τὰ ὄντα γε, εἴ γε κινήσεις τινές εἰσιν ἀπὸ τῶν κατ’ ἐνέργειαν αἰσθητῶν, καὶ γίνονται ἐν τοῖς αἰσθητηρίοις ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα. ἀνέθηκε δὲ καὶ τὸ ἐν τῇ φαντασίᾳ ψεῦδος τοῖς πράγμασιν. τὸ δὲ ἢ μὴ οἷ ἁ ἐστ’ ἱν ἢ ἁ μὴ ἔστι, τὸ μὲν οἷα μὴ ἔστι λέγοι ἄν ἐπὶ τῆς σκιαγραφίας, τὸ δὲ ἃ μὴ ἔστιν ἐπὶ τῶν ἐνυπνίων. Ψευδὴς δέ ἐστιν ὁ λόγος ὁ τῶν μὴ ὄντων, οὐχ ἁπλῶς δὲ ὁ τῶν μὴ ὄντων ψευδής, ἀλλὰ τῶν μὴ ὄντων καθὸ ψευδής· ψευδὴς ἂρ ὁ ὡς οὐκ ἔχει τὰ πράγματα ἔχειν λέγων αὐτά. ἔστι δέ τις καὶ περὶ τῶν μὴ ὄντων λόγος ἀληθής· ὁ γὰρ μὴ εἶναι αὐτὰ λέγων· ὁ δὲ τὰ μὴ ὄντα λέγων ὡς ὄντα ἢ τὰ ὄντα ὡς μὴ ὄντα, οὗτός ἐστιν ὁ ψευδής. πῶς οὖν ὁ τὰ μὴ ὄντα λέγων ψευδής ἐστιν; ἢ ὡς μὴ ἔχει τὰ σημαινόμενα ὑπ’ αὐτοῦ, οὕτως αὐτὰ λέγων ἔχειν. ἔνεστι καὶ ψιλῶς ἀναγνῶναι τὸ ἢ ψευδής, ἵνα ᾖ τὸ λεγόμενον· ψευδὴς λόγος ἐστὶν ὁ τῶν μὴ ὄντων ἢ τὰ μὴ ὄντα εἶναι λέγων, ὡς ὁ λέγων ἱπποκένταυρον εἶναι, ἢ ὁ ὅλως ψευδής. ἀλλὰ καὶ πᾶς καὶ ὁ περὶ ὄντων λόγος λέγων δύναται ψευδὴς εἶναι, ἂν τὸν κύκλον λέγῃ σχῆμα ἐπίπεδον ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον. καὶ εἴη ἂν ἀκόλουθον τὸ ἐπιφερόμενον τῇ τοιαύτῃ ἀναγνώσει· οὐ γὰρ μόνος ὁ τὰ μὴ ὄντα εἶναι λέγων ψευδής, ἀλλὰ καὶ πᾶς λόγος ἐστὶ ψευδής, ὅταν περὶ ἑτέρου λέγηται καὶ μὴ περὶ οὗ ἐστιν ἀληθής. ἐὰν δὲ τὸ ᾗ ψευδὴς δασέως ἀναγινώσκηται, εἴη ἄν τὸ λεγόμενον· λόγος ψευδής ἐστιν ὁ τῶν μὴ ὄντων· τὸ γὰρ ᾗ ψευδὴς δηλωτικόν ἐστι τοὐ καθὸ ψευδής ἐστι μὴ ὄντων αὐτὸν εἶναι. τούτων | γὰρ δηλωτικὸν τὸ ἐπιφερόμενον τὸ διὸ πᾶς λόγος ψευδὴς ἑτέρου ἢ οὗ ἐστιν ἀληθής· εἰ γὰρ πᾶς λόγος ἑτέρου ἐστὶ ψευδὴς ἢ οὗ ἐστιν ἀληθής, ἀληθὴς δὲ ἐκείνου ᾧ ἐφαρμόζει, ψευδὴς ἄν εἴη ἐκείνου ᾧ οὐκ ἐφαρμόζει, καὶ οὕτω μὴ ὄντος· ὁ γὰρ τοὐ κύκλου λόγος ἀληθὴς ψευδὴς λόγος ἐστὶ τριγώνου, ὅτι μὴ ἔστιν ᾗ ἐστι τούτου. καὶ γὰρ εἰ ὄντος τινός ἐστιν ὁ λεγόμενος λόγος, ἀλλὰ καθὸ ψευδής ἐστι, μὴ ὄντος ἐστίν· μόνος γὰρ οὗτος δηλωτικός ἐστιν ὁ τὸ τρίγωνον λέγων σχῆμα εἶναι ὑπὸ † μιᾶς γραμμῆς περιεχόμενον. ἑκάστου δέ φησι λόγον εἶναι ἔστι μὲν ὡς ὅν (εἶς γὰρ ὁ τῆς ἑκάστου οὐσίας δηλωτικὸς λόγος ἐστίν) ἔστι ὡς πολλούς, καὶ λέγει πῶς πολλοὶ αὐτοῦ λόγοι γίνονται· ἐπεὶ γὰρ δοκεῖ ταὐτόν πὼς εἶναι αὐτό τε καὶ αὐτὸ πεπονθός, οἷον Καλλίας καὶ Καλλίας μουσικός ἓν γὰρ κατὰ τὸ ὑποκείμενον), εἴη ἄν Καλλίου ὁ μέν τις λόγος ἁπλῶς ὡς Καλλίου, ὁ δέ τις ὡς μουσικοῦ Καλλίου, ὁ δὲ ὡς λευκοῦ, καὶ καθ’ ἕκαστον συμβεβηκὸς τῷ Καλλίᾳ συντιθέμενον τῷ Καλλίᾳ διαφέρων λόγος ἔσται, ὥστε πλείους τοῦ αὐτοῦ λόγοι οὕτως εἰσίν, εἴ τις περὶ αὐτοῦ ἀληθής. λόγον δὲ οὐ τὸν κυρίως ὁρισμὸν ἐπὶ Καλλίου καὶ Σωκράτους καὶ τῶν καθ’ ἕκαστον ἀκούειν δεῖ. οὕτως μὲν οὖν πλείους τοῦ αὐτοῦ λόγοι. ὁ δὲ ψευδὴς λόγος οὐδενός ἐστιν ἀπλῶς ἀντὶ τοῦ κυρίως· κυρίως γὰρ ἑκάστου λόγος ὁ ἀληθής· οὗτος γὰρ καὶ οἰκεῖος· ὁ δὲ ψευδὴς καθὸ ψευδὴς μετὰ προσθήκης ἐκείνου λόγος γίνεται οὗ ἐστι ψευδής. ἑτέρου γάρ τινος, ὡς εἶπεν, ὁ ψευδὴς λόγος καὶ οὐχ οὗ ἐστιν ἀληθής· ψευδὴς γὰρ λόγος περὶ ἵππου ὁ λέγων αὐτὸν ζῷον λογικὸν θνητόν, ὅτι μή ἐστι τούτου οὗ ἐστιν ἀληθής· ἀληθὴς γὰρ ἀνθρώπου, ἀλλ’ οὐχ ἁπλῶς ἵππου λόγος ζῷον λογικὸν θνητόν. καὶ καθ’ ὧν ἄν ψευδῶς, ὁμοίως οὐδενὸς ἐκείνων ἔστι ἁπλῶς· οὐδενὸς γὰρ ἀπλῶς καὶ κυρίως ἐστὶν ὁ ψευδὴς λόγος. εἰπὼν δὲ ὅτι ὁ ψευδὴς λόγος τοῦ μὴ ὄντος ἐστί, καὶ ὅτι ἁπλῶς μὲν οὐκ ἔστιν ὁ ψευδὴς λόγος ἐκείνου λόγος οὗ ψευδής ἐστι, μετὰ προσθήκης δέ ἐστιν, ἔστι δὲ καὶ ὁ ψευδὴς λόγος περί τινος ὁ γὰρ ἄλλου μὲν ὤν, ἐπ’ ἄλλου δὲ ἢ οὗ ἐστι λεγόμενος) — εἰπὼν δὲ ταῦτα αἰτιᾶται Ἀντισθένην εὐήθως λέγοντα περὶ μηδενὸς ἄλλου λέγεσθαί τινα λόγον ἢ περὶ ἐκείνου οὗ οἰκεῖός ἐστι, παρακραυσθέντα κρουσθέντα ὑπὸ τοῦ τὸν ψευδῆ λόγον μηδενὸς ἀπλῶς εἶναι λόγον· οὐ εἰ μὴ ἀπλῶς ἐστι μηδὲ κυρίως, ἤδη καὶ οὐκ ἔστιν. ᾤετο δὲ ὁ Ἀντὶ. σθένης ἕκαστον τῶν ὄντων λέγεσθαι τῷ οἰκείῳ λόγῳ μόνῳ καὶ ἕνα ἑκάστου στου λόγον εἶναι· τὸν γὰρ οἰκεῖον· τὸν δέ τι σημαίνοντα καὶ μὴ ὄντα τούτου περὶ οὗ λέγεται εἶναι, ἀλλότριόν γε ὄντα αὐτοῦ. ἐξ ὧν καὶ συνάγ ἐπειρᾶτο ὅτι μὴ ἔστιν ἀντιλέγειν· τοὺς μὲν γὰρ ἀντιλέγοντας περί τινος διάφορα λέγειν ὀφεειν, μὴ δύνασθαι δὲ περὶ αὐτοῦ διαφόρους τοὺςλόγους φέρεσθαι τῷ ἔνα τὸν οἰκεῖον ἑκάστου εἶναι· Ivo γὰρ ἑνὸς εἶναι καὶ τὸν λέγοντα περὶ αὐτοῦ λέγειν μόνον, ὥστε εἰ μὲν περὶ τοῦ πράγματος τοῦ αὐτοῦ λέγοιεν τὰ αὐτὰ ἄν λέγοιεν ἀλλήλοις (εἷς γὰρ ὁ περὶ ἑνὸς λόγος), λέγοντες δὲ ταὐτὰ οὐκ ἄν ἀντιλέγοιεν ἀλλήλοις. εἰ δὲ διαφέροντα λέγοιεν, οὐκέτι λέξειν αὐτοὺς περὶ ταὐτοῦ τῷ εἶναι ἕνα τὸν λόγον τὸν περὶ αὐτοῦ τοῦ πράγματος, τοὺς δὲ ἀντιλέγοντας ὀφείλειν περὶ τοῦ αὐτοῦ λέγειν. καὶ οὕτως συνῆγε τὸ μὴ εἶναι ἀντιλέγειν. σχεδὸν δὲ μηδὲ ψεύδεσθαι διὰ τὸ μὴ οἷόν τε εἶναι περί τινος ἄλλον πλὴν τὸ ἴδιόν τε καὶ οἰκεῖον εἰπεῖν λόγον. ὅτι δὲ εὐήθης ὁ λόγος οὗτος, δείκνυσιν ἐκ τοῦ λέγειν ἕκαστον οὐ μόνον τῷ αὐτοῦ καὶ οἰκείῳ λόγῳ ἀλλὰ καὶ τῷ ἑτέρου, ψευδῶς μὲν καὶ ῥᾷστα καὶ πολλαχῶς καὶ ἐκ τοῦ προχείρου, οἷον ἄν τῷ κύκλου τις λόγῳ κατὰ τοῦ τριγώνου χρήσηται ἢ τῷ τοῦ ἵππου κατὰ τοῦ ἀνθρώπου. ὁ γὰρ λόγος ὁ λέγων τὸν ἵππον εἶναι ζῷον πεζὸν δίπουν ἔστι μὲν λόγος, ἐπ’ οὐδενὸς δὲ ἀληθής· οὔτε γὰρ ἐπὶ τοῦ ἀνθρώπου, ἐπεὶ μηδὲ τὴν ἀρχὴν ἔχει τὸν ἄνθρωπον ὑποκείμενον, οὐδὲ περὶ τοῦ ἵππου περὶ οὗ λέγεται· εἰ δὲ λεγόμενος περὶ τούτου μή ἐστιν ἀληθής, δῆλον ὡς ψευδὴς ἄν εἴη περὶ τοῦ ᾳππου. ἔστι δέ πὼς, φησί, καὶ ἀληθῶς χρῆσθαι κατά τινος ἀλλοτρίῳ λόγῳ, ὅταν τὸν πρώτως τινὸς καὶ προσεχῶς οἰκεῖον λόγον ἐπὶ τὰ δευτέρως καὶ ἀπ’ ἐκείνου τὸ εἶναι ἔχοντα μεταφέρωμεν, οἷον ἐπ’ ἀριθμοῦ πρώτως διπλάσιος ἀριθμός ἐστιν ὁ δύο· τὸ γοῦν διπλάσιον ὄνομα παρὰ τὰ δύο γέγονεν, ὃ καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων διπλασίων λέγομεν, ὅτι ἐστὶ διπλάσια τάδε τῶνδε ὅτι ἔχει ὡς δύο πρὸς ἕν· διὸ καὶ κυρίως οὗτος διπλάσιος, λέγονται δὲ διπλάσιοι καὶ οἱ μετ’ αὐτὸν ἄρτιοι, οἷον ὁ τέσσαρα καὶ ὀκτὼ καὶ ἐφεξῆς, τῷ τῆς δυάδος κυρίῳ καὶ οἰκείῳ λόγῳ χρωμένων ἡμῶν κατὰ τούτων καὶ ἀληθευόντων. εἰ δὲ καὶ ψευδῶς ἔστι λέγειν τινὰ τῷ ἑτέρων λόγῳ καὶ ἀληθῶς, οὐκ ἂν ἑκάστου τῶν ὄντων εἷς εἴη λόγος, ᾧ λέγεται, οὐδ’ ἄν μοναχῶς εἴη περὶ ἑκάστου αὐτῶν λέγειν· προείρηται γὰρ ὅτι ἑκάστου λόγος | ἔστι μὲν ὡς εἷς ἔστι δὲ ὡς πολλοί. εἴη δ’ ἄν καὶ τὸ ἐν τῇ διανοίᾳ ψεῦδος ὑπαγόμενον τῷ ἐν τῷ λόγῳ ψεύδει· λόγος γάρ τις καὶ ἡ διάνοια. εἰπὼν πῶς μὲν ψευδῆ τὰ πράγματα πῶς δὲ οἱ λόγοι, καὶ ἄλλο σημαινόμενον ψεύδους παρατίθεται· λέγεται γὰρ ἄνθρωπος ψευδὴς κατ’ οὐδένα τρόπον τῶν προειρημένων τοῦ ψεύδους, ἀλλ’ ᾗ εὐχερὴς πρὸς τὸ ψεύδεσθαι καὶ τούτου προαιρετικὸς καὶ χαίρων τῷ ψεύδεσθαι, διὰ τοῦτο καὶ μὴ δι’ ἄλλο τι, οἷον κέρδος ἢ μισθόν τινα· οὗτος γὰρ οὐκ ἔστι ψευδὴς οὐδὲ φιλοψευδής, ἀλλὰ φιλοκερδὴς ἢ εἴ τι τοιοῦτόν ἐστιν. ἔτι δὲ καὶ ὁ ἄλλους ἀναπείθων ψεύδεσθαι ψευδὴς λέγεται, οὐ τῷ ποιεῖν αὐτοὺς χαίρειν τῷ ψεύδεσθαι, ἀλλὰ τῷ πείθειν πιστεύειν ὡς ἀληθέσιν οἷς ψευδόμενος λέγει ὡς οὖσιν ἀληθέσιν. οὕτω δὲ ψευδεῖς ἄνθρωποι οἱ ἀναπείθοντες ἄλλους ψεύδεσθαι λέγονται, ὡς καὶ τὰ πράγματα ψευδῆ λέγονται, ὅσα φαντασίας ψευδεῖς ποιεῖ, ὥσπερ τὰ χολοβάφινα ψευδῆ λέγεται, ὅταν χρυσῶν φαντασίαν ποιῇ, καὶ οἱ φυλετικῶς φυσήσαντες αὑτούς, ὅταν εὐεκτούντων φαντασίαν ἀποτελῶσι, καὶ περὶ ὧν εἶπε πραγμάτων ψευδῶν τῷ ἀλλοίαν φαντασίαν ἢ οἷά ἐστιν ἐμποιεῖν, ὡς αἱ γραφαὶ εἶχον καὶ τὰ ἐνύπνια. εἰπὼν δὲ τίς ἐστιν ὁ ἄνθρωπος ὁ ψευδής, ὅτι ὁ χαίρων τῷ ψεύδεσθαι, τὸν ἐν τῷ Ἰππίᾳ Πλάτωνος λέγει λόγον παρακρούεσθαι καὶ παραλογίζεσθαι συνάγειν βουλόμενον ὡς ὁ αὐτὸς ἄνθρωπος ψευδής τε καὶ ἀληθὴς τῷ τὴν αὐτὴν δύναμιν ἔχειν τῶν ἐναντίων· ψευδῆ γὰρ λαμβάνει τὸν δυνάμενον ψεύδεσθαι, τοιοῦτος ὁ τὸ ἀληθὲς εἰδὼς μάλιστα καὶ ὁ φρόνιμος. ἀλλ’ οὐχ οὕτως ὁ ψευδὴς λέγεται, ἀλλ’ ὁ προαιρετικὸς τούτου καὶ εὐχερὴς καὶ χωρὶς ἐπιστάσεως λέγων καὶ χαίρων τῷ τοιούτῳ, οἷος οὐκέτι ἐστὶν ὁ φρόνιμος, καὶ ὁ τοὺς ἄλλους ψεύδεσθαι πείθων καὶ π·ροαιρετικὸς τοῦ τοιούτου, ὃς καὶ φαῦλος εὐθύς. ἔτι δέ φησι μηδὲ τοῦτο ὀρθῶς ἐν τῷ Ἱππίᾳ εἰρῆσθαι δηλονότι, τὸ τὸν ἑκόντα φαῦλα πράσσοντα βελτίονα εἶναι τοῦ ἄκοντος, ὃ δι’ ἐπαγωγῆς ψευδοῦς λαμβάνει, λέγων, ὥσπερ ὁ ἑκὼν χωλαίνων βελτίων καὶ ὑγιεινότερος τοῦ ἄκοντος καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων προσποιήσεων, οὕτω καὶ τὸν ἑκόντα πράσσοντα τὰ φαῦλα βελτίω εἶναι τοῦ ἄκοντος. τὸν γὰρ ἑκόντα χωλαίνοντα ἔλαβε τὸν μιμούμενον χωλόν, ὅτι ὁ οὕτως ’χω λαίνων ἀμείνων τοῦ ἄκοντος· ὁ μὲν γὰρ χωλὸς ὁ δὲ οὔ· ὥστε ἡ σύγκρισις χωλοῦ καὶ φαινομένου χωλοῦ, ἐπεὶ ἄν γε τὸν ἑκόντα χωλὸν ὄντα λαμβάνῃ, ἴσως χείρων οὗτος τοῦ ἄκοντος χωλοῦ ὄντος, ὥσπερ καὶ ὁ τὸ ἦθος μοχθηρὸς ἑκὼν χείρων τοῦ ἄκοντος· ὁ γὰρ ἀκόλαστος τοῦ ἀκρατοῦς χείρων. ὁμοίως δὲ καὶ ὁ ἑκών τε ψευδόμενος καὶ χαίρων τῷ ψεύδεσθαι χείρων τοῦ ἄκοντος. | Λέγει δὲ καὶ περὶ συμβεβηκότων τὸ πῶς ὑπάρχον συμβεβηκὸς ἔσται ὃ γὰρ ὑπάρχει μέν τινι καὶ ἀληθὲς εἰπεῖν περὶ αὐτοῦ ὅτι ὑπάρχει, οὔτε δὲ ὡς ἐξ ἀνάγκης οὔτε ὡς ἐπὶ τὸ πολύ, ἐκεῖνο συμβεβηκὸς λέγεται καὶ ἔστιν. οὕτω συμβεβηκὸς τὸ θησαυρὸν εὑρεῖν τῷ ὀρύσσοντι βόθρον εἰς τὸ φυτεῦσαί τι, ἐπεὶ μήτε ἐξ ἀνάγκης ἕπεται τοῖς ὀρύσσουσι τὸ εὑρίσκειν θησαυροὺς μήτε ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ σπανίως φυτεύων τις ἢ ὀρύσσων εὗρε θησαυρόν, ὡς μὴ ἐκ τοὐ ὀρύσσειν γίγνεσθαι τὴν εὕρεσιν· οὔτε γὰρ τὸ ὀρύσσειν ἦν αἴτιον ἐξ ἀνάγκης τῆς εὑρέσεως τοῦ θησαυροῦ, οὔτε ἕπεται πάντως τῷ ὀρύξαντι ὡς μετ’ αὐτὸ τὴν εὕρεσιν εἶναι τοῦ θησαυροῦ. διὸ καὶ ἔστι τὸ μὲν εὑρεῖν οὕτω θησαυρόν, ἀπὸ τύχης δὲ καὶ κατὰ συμβεβηκὸς αἴτιον ποιητικὸν τῆς εὑρέσεως τοῦ θησαυροῦ τὸ ὀρύξω. καὶ τὰ μὲν ἀπὸ τύχης οὕτω συμβεβηκότα. καὶ ὁ μουσικὸς δὲ ἂν λευκὸς ἦ κατὰ συμβεβηκός ἐστιν· οὔτε γὰρ ἐξ ἀνάγκης οὔτε ὡς ἐπὶ τὸ πολὺ ἕπεται τῷ μουσικῷ τὸ εἶναι λευκόν. ἑξῆς δὲ καὶ πῶς κρινοῦμεν τὸ συμβεβηκὸς λέγει· ἐπεὶ γὰρ ἔστι τι ὑπάρχον, ἔστι καὶ ᾧ ὑπάρχει τὸ ὑπάρχον, καὶ ἔνιά γε τῶν ὑπαρχόντων ἢ ποῦ ὑπάρχει, οἷον ἐν μορίῳ τούτου ᾧ ὑπάρχει, ἢ ποτέ οὐδὲ γὰρ κεκώλυται τῶν ὑπαρχόντων τινά τισι καὶ οὕτως ὑπάρχειν ὡς ἐν μέρει ὑπάρχειν, ἢ ποτὲ ἐν χρόνῳ τινὶ ὑπάρχειν), ποῦ δὲ καὶ ποτὲ καὶ τῶν ἐξ ἀνάγκης γινομένων τινά, ὡς ἀνατολαὶ τῶν ἄστρων καὶ δύσεις ποῦ τε γάρ, ἐπεὶ κατὰ τοῦτο μὲν τὸ μέρος τοῦ κόσμου αἱ ἀνατολαὶ κατὰ τοῦτο δὲ αἱ δύσεις, καὶ ποτέ· οὐ γὰρ ἀεὶ τοῖς αὐτοῖς ἀνατολαὶ καὶ δύσεις, ἀλλ’ ἐν μέρει)· ὅ τι ἂν οὖν ὑπάρχῃ μέν τινι ἢ ἁπλῶς ἢ πῇ ἢ κατὰ χρόνον, οἷον νῦν, ἐνταῦθα, οἷον ἐν τούτῳ τῷ μέρει, μὴ διὰ προηγουμένην δέ τινα καὶ ὡρισμένην αἰτίαν· τούτου γὰρ δηλωτικὸν τὸ μὴ διότι τοδὶ ἦν ἢ νῦν ἢ ἐνταῦθα, δεικνὺς ὅτι οὐδὲ τὰ αἴτια τούτων ἀεὶ ὑπάρχοντα, ἀλλὰ ποτέ, οὐδὲ τὰ ἐν μορίῳ τινὶ ἁπλῶς συμβεβηκότα ἐστίν, ἀλλὰ τότε καὶ ταῦτα γίνεται συμβεβηκότα, ὅταν μὴ ὑπάρχῃ τὸ δι’ ὃ ὑπάρχει ὡρισμένον αἴτιον. οὐ γὰρ ἀπὸ τύχης ἐφλέγμηνεν ὁ δάκτυλος, εἰ εἴη αἰτία αὐτῷ τῆς φλεγμονῆς, οὐδὲ ἀπὸ τύχης ἡ ἐν τῷ θέρει θέρμη· αἰτία γὰρ αὐτῇ ἡ τοῦ ἡλίου πρόοδος. οὐδὲ δή, φησίν, αἴτιον ὡρισμένον ἐστὶ τοῦ συμβεβηκότος, ἀλλὰ τὸ τυχόν· τοῦτο δὲ ἀόριστον. δύναται τὸ οὐ δὲ δὴ καὶ ἀντὶ τοῦ οὐδὲν εἰρηκέναι· ἤδη γὰρ εἶπεν ὅτι μή ἐστιν αἴτιον τοῦ συμβεβηκότος διὰ τοῦ ἀλλὰ μὴ διότι τοδὶ ἦν. οὕτως γὰρ συμβεβηκός τινι τὸ εἰς Αἴγιναν ἐλθεῖν, εἰ μὴ διὰ τοῦτο ἔπλει ὡς Αἰγίνῃ προσέξων. | γέγονε μὲν δὴ ἢ ἔστι τὸ συμβεβηκός, ἀλλ’ οὐ καθ’ αὑτὸ γέγονεν οὐδὲ προηγουμένως, ἀλλὰ τῷ ἕτερον γενέσθαι τοῦτο συνέβη. τοῦ γὰρ πλεῖν προηγουμένως γεγονότος γέγονε τὸ ἐν Αἰγίνῃ γενέσθαι, οὐ τούτου χάριν πλέοντος· τοῦ γὰρ εἰς Αἴγιναν ἐλθεῖν ὁ χειμὼν αἴτιος κωλύσας ἐλθεῖν ἐκεῖ οὗ χάριν ἔπλει· οὐ καθ’ αὑτὸ οὖν γέγονεν οὐδὲ αὐτὸ ἦν τὸ γιγνόμενον, ἀλλ’ ἑτέρῳ γινομένῳ ἐπιγέγονε. τοῦ γὰρ τὸ γινόμενον μὴ γενέσθαι ὁ χειμὼν αἴτιος καὶ οὐ τὸ πλεῖν· ἄλλου γὰρ χάριν ἐγίνετο τοῦτο. εἰπὼν δὲ ταῦτα περὶ τοῦ συμβεβηκότος λέγει καὶ ἄλλο τι τοῦ συμβεβηκότος σημαινόμενον· ὅσα γὰρ ὑπάρχει μέν τισι καθ’ αὑτά, μὴ ἐν τῇ οὐσίᾳ δὲ αὐτῶν μηδὲ ἐν τῷ ὁρισμῷ ἐστι, καὶ αὐτὰ συμβεβηκότα ἐστί, περὶ ὧν καὶ αἱ ἀποδόσεις γίνονται. οὕτως ὑπάρχει τῷ τριγώνῳ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν· ἔστι μὲν γὰρ καθ’ αὑτὸ ὑπάρχον αὐτῷ, οὐ μὴν ἐν τῷ ὁριστικῷ λόγῳ αὐτοῦ τῷ τὴν οὐσίαν δηλοῦντι τοῦ τριγώνου περιέχεται, εἴ γε τριγώνου λόγος ἐστὶ σχῆμα τὸ ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον. καὶ τὰ μὲν οὕτως συμβεβηκότα, φησίν, ἐνδέχεται ἀίδια εἷναι, τῶν δὲ κατὰ τὸ πρῶτον σημαινόμενον οὐδέν. τὸ δὲ ἐνδέχεται εἶπεν ἤτοι ἐπεὶ μὴ περὶ τούτου νῦν προηγουμένως λέγων ἐποιεῖτο τὸν λόγον, ἐπεί γε δοκεῖ τὰ οὕτως ὑπάρχοντα ἀίδια εἶναι· ἢ εἰ ἐνδέχεταί τι ὅλον εἶδος ζῴων μὴ ἀίδιον εἶναι, φέρε εἰπεῖν τοὺς τέττιγας, οὐδ’ ἄν τὰ τούτοις καθ’ αὑτὰ ὑπάρχοντα καὶ οὕτω συμβεβηκότα ἀίδια εἴη. τῶν δὲ πρώτων εἰρημένων οὐδὲν οἷόν τε ἀίδιον εἶναι· 8 γὰρ μή μήθ’ ὡς ἐπὶ τὸ πολὺ ἢ γίνεται ἢ ἔστι, πῶς ἄν ἀίδιον εἴη; γράφεται δὲ καὶ ἔν τισι καὶ ταῦτα ἴδια αἴτια, καὶ εἴη ἄν ἡ γραφὴ αὕτη δηλοῦσα ὅτι πρὸς ἀπόδειξιν χρήσιμα τὰ οὕτως συμβεβηκότα· δι’ αὐτῶν γὰρ ἀποδείξεις. ταύτῃ δὲ τῇ γραφῇ εἴη ἄν καὶ τὸ ἐπιφερόμενον ἀκόλουθον τὸ λόγος δὲ τούτου ἐν ἑτέροις. περὶ γὰρ τῶν καθ’ ὑπαρχόντων καὶ τῶν αἰτίων ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς εἴρηκε· τίνα γὰρ αἴτια ἀποδείξεων, ἐν ἐκείνοις εἴρηται· οὐ γὰρ τὰ ὁπωσοῦν συμβεβηκότα, ἀλλὰ τὰ καθ’ αὑτὰ ἐν οἷς ἐστι καὶ οὕτω συμβεβηκότα. ἢ τὸ ὅσα ὑπάρχει ἑκάστῳ καθ’ αὑτὰ καὶ μὴ ἐν τῇ οὐσίᾳ ὄντα εἴρηκεν ὡς ἴσον τῷ ὅσα ὑπάρχει ἑκάστῳ κατὰ αἰτίαν τινὰ ὡρισμένην μὴ μέντοι οὕτως ὡς εἶναι αὐτοῦ ἐν τῇ οὐσίᾳ. |

---

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg004.local001/.
