# In Aristotelis metaphysica commentaria ΣΧΟΛΙΑ ΕΙΖ TO Θ ΤΩΝ ΜΕΤΑ TA ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.1

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, ΣΧΟΛΙΑ ΕΙΖ TO Θ ΤΩΝ ΜΕΤΑ TA ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-metaphysica-commentaria/%CE%A3%CE%A7%CE%9F%CE%9B%CE%99%CE%91%20%CE%95%CE%99%CE%96%20TO%20%CE%98%20%CE%A4%CE%A9%CE%9D%20%CE%9C%CE%95%CE%A4%CE%91%20TA%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%91%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3.1

Εἰπὼν ἐν τῷ Z καὶ Η περὶ τοῦ καθ’ αὑτὸ ὄντος, ἐν τούτῳ λέγει περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ. ἐπειδὴ γὰρ τὸ ὂν λέγεται καὶ κατὰ τοῦ δυνάμει καὶ ἐνεργείᾳ, ἡ δὲ παροῦσα μέθοδος περὶ τοῦ ὄντος ἐστίν, ἐν τῷ παρόντι βιβλίῳ λέγει περὶ δυνάμεως καὶ ενεργείας. λέγει δὲ περὶ ἐνεργείας ἀναγκαίως· ὡς γὰρ δείξει, τὸ πρῶτον αἴτιον, ὃ ζητοῦμεν ἐνταῦθα, οὐδὲν ἄλλο ἐστὶν ἢ ἐνέργεια. ὑπομιμνήσκει δὲ πάλιν ἡμᾶς τῶν ῥηθέντων καὶ δειχθέντων, ὅτι περὶ τοῦ πρώτου ὄντος, τοῦτο δ᾿ ἐστὶν ἡ οὐσία, δι’ ἣν καὶ αἱ ἄλλαι κατηγορίαι ὄντα λέγονται κατὰ γὰρ τὸν λόγον τῆς οὐσίας ἤτοι κατ᾿ αὐτὴν τὴν οὐσίαν, ὁ γὰρ λόγος τῆς οὐσίας αὐτὴ ἡ οὐσία ἐστί, πάντα τὰ ὄντα λέγεται) εἴρηται. καὶ τὴν αἰτίαν τοῦ διὰ τὴν οὐσίαν πάντα ὄντα λέγεσθαι ἐπήγαγεν, εἰπὼν πάντα γὰρ ἕξει τὸν τῆς οὐσίας λόγον, ὥσπερ εἴπομεν ἐν τοῖς πρώτοις. εἰ γὰρ ἀκριβῶς τις ὁρίζεται τὸ ποσὸν ἢ τὸ ποιὸν ἢ ἄλλην τινὰ τῶν κατηγοριῶν, εἰς τὸν ὁρισμὸν αὐτῶν ἐξ ἀνάγκης τὴν οὐσίαν παραλήψεται, ὥσπερ καὶ εἰς τὸν τῆς σιμότητος τὴν ῥῖνα· εἰ δὲ τοῦτο, δῆλον ὡς διὰ ταύτην ὄντα λέγεται. περὶ δὴ τούτων πάντων εἴρηται. ἐπεὶ δὲ τὸ ὂν λέγεται τὸ μὲν τὸ τί καὶ οὐσία, τὸ δὲ ποιόν, | καὶ τὰ μὲν δυνάμει τὰ δ᾿ ἐνεργείᾳ καὶ κατὰ τὸ ἔργον ἐκ παραλλήλου δὲ τὸ ἐνεργείᾳ καὶ κατὰ τὸ ἔργον κεῖται), διοριστέον καὶ περὶ δυνάμεως καὶ ἐνεργείας, καὶ πρῶτον περὶ τῆς κυρίως δυνάμεως. λέγοι δὲ ἄν κυρίως δύναμιν τὴν πρώτην καὶ ἀνείδεον ὕλην· δυνάμει γὰρ πάντα ἐστίν· ἥτις κἂν πρώτη δύναμίς ἐστιν, ἀλλ’ οὖν οὐκ ἔστι χρησιμωτάτη πρὸς ὃ βουλόμεθα νῦν· ἄυλον γάρ τι καὶ ἁπλοῦν καὶ ἀσώματον ζητοῦμεν νῦν, ἀλλ᾿ οὐκ ἔνυλόν τι καὶ σύνθετον. τὸ δὲ ἐπὶ πλέον γάρ ἐστιν ἡ δύναμις μις καὶ ἡ ἐνέργεια τῶν μόνον λεγομένων κατά κινησιν τοιουτον ἂν εἴη· τὸ δυνάμει καὶ ἐνεργείᾳ ὂν ἐπὶ πλέον ἐστὶ τοῦ δυνάμει μόνον ὄντος· ἔχει γὰρ ἀμφότερα, τό τε δυνάμει καὶ ἐνεργείᾳ, ἐκεῖ δὲ τὸ δυνάμει μόνον, τὸ δὲ τὰ δύο πλουτῆσαν τοῦ τὸ ἓν ἐπὶ πλέον ἐστίν. οὐ μόνον δὲ τὸ δυνάμει καὶ ἐνεργείᾳ ἅμα ἐπὶ πλέον ἐστὶ τοῦ δυνάμει μόνον, ἀλλὰ καὶ τοῦ ἐνεργείᾳ μόνον. τὴν δὲ δύναμιν κίνησιν εἶπε νῦν, ἢ κίνησιν τὴν ἐνέργειαν εἶπεν, ἵν’ ᾖ τὸ λεγόμενον ᾿ἐπὶ πλέον γάρ ἐστιν ἡ δύναμις καὶ ἡ ἐνέργεια τῶν κατὰ κίνησιν τοι κατ’ ἐνέργειαν μόνον λεγομένων.’ ἔστι δὲ δυνάμει μόνον ἡ πρώτη καὶ ἀνείδεος ὕλη, δυνάμει δὲ καὶ ἐνεργείᾳ πῦρ γῆ καὶ τὰ σύστοιχα τούτοις· τὸ γὰρ ἐνεργείᾳ ὂν πῦρ δυνάμει ἐστὶν ἀήρ. ἀλλ’ εἰ καὶ ἐπὶ πλέον ἐστὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ τοῦ δυνάμει μόνον ἢ τοῦ ἐνεργείᾳ μόνον, ὅμως εἰπόντες περὶ τῆς κυρίως δυνάμεως ἐν τοῖς περὶ τῆς ἐνεργείας ὁρισμοῖς δηλώσομεν, φησί, καὶ περὶ τῶν ἄλλων δυνάμεων. καὶ ὅτι μὲν πολλαχῶς ἡ δύναμις καὶ τὸ δύνασθαι λέγεται οὐ χρὴ νῦν δεικνύναι· δ·ιώρισται γὰρ πρότερον. τούτων δὲ τῶν δυνάμεων ὅσαι ὁμωνύμως λέγονται ἀφείσθωσαν· ἔνιαι γὰρ ὁμοιότητί τινι λέγονται, ὥσπερ ἐν γεωμετρίᾳ· ἐκεῖ γὰρ λέγεται ὅτι εἰ ἔστιν ἥδε ἡ εὐθεῖα διπλασία τῆσδε, καὶ ὃ δύναται τετράγωνον τετραπλάσιόν ἐστι τοὐ τετραγώνου ὃ δύναται ἡ λοιπή. τοῦτο δὲ φανερὸν ἔσται ἐπὶ ἀριθμοῦ· ὁ γὰρ τέσσαρα διπλάσιος ὢν τοῦ δύο τὸ ἀπὸ τοῦ τέσσαρα τετράγωνον, ὅ ἐστι τὸ κέ, τετραπλάσιόν ἐστι τοῦ ἀπὸ τοῦ δύο, ὅπερ ἐστὶ τὸ τέσσαρα. τοῦτο δὴ καθ’ ὁμοιότητα λέγεται τῆς κυρίως δυνάμεως· διὰ γὰρ τὸ τὴν κυρίως δύναμιν πάντα δύνασθαι, δύναται δέ τι καὶ ἡ εὐθεῖα, λέγεται καὶ αὕτη δύναμις. λέγεται οὖν δὴ δυνατὰ καθ’ ὁμοιότητα καὶ ἀδύνατα τῷ εἶναί πὼς ἢ μὴ εἶναι· διπλασίου γὰρ οὕσης τῆς εὐθείας λέγεται δύνασθαι τετραπλάσιον, μὴ οὔσης δὲ λέγεται μὴ δύνασθαι. Ὅσαι δὲ πρὸς τὸ αὐτὸ εἶδος, πᾶσαι ἀρ’ ’χα ἴ’ τινές εἰσι, καὶ πρὸς πρώτη μίαν λέγονται. Επειδὴ γάρ, ὡς εἴρηται, δύναμις ἡ ὕλη λέγεται, εἰσὶ δὲ τοῦ αὐτοῦ πλείους ὗλαι, ὥσπερ ἐλέγομεν τοῦ φλέγματος τά τε γλυκέα καὶ λιπαρά, αὗται δὴ αἱ ὗλαι τὸ γλυκὺ καὶ λιπαρὸν ἀρχαί τινές εἰσι καὶ δυνάμις τοῦ αὐτοῦ εἴδους, φημὶ δὴ τοῦ φλέγματος, καὶ λέγονται δυνάμεις διὰ τὴν πρώτην | καὶ μίαν δύναμιν, τὴν ἀνείδεον ὕλην, ἥτις ἀρχὴ καὶ αἰτία ἐστὶ τοῦ μεταβάλλειν τὸ ἐν ᾧ ἐστιν. ἔστω δὲ τὸ λεγόμενον δῆλον ἐπὶ τοῦ κηροῦ· ὁ γὰρ κηρὸς ἐν ἄλλῳ ὤν, φέρε εἰπεῖν τῷ κηρίνῳ ἀνδριάντι, ἀρχὴ καὶ δύναμίς ἐστι τοῦ μεταβάλλειν τε καὶ πάσχειν τὸν ἀνδριάντα ὑπ’ ἄλλου τοῦ τέμνοντος ἢ τήκοντος αὐτόν. τὸ δὲ ᾗ ἄλλο πρόσκειται, ἐπειδὴ νοσῶν τις ἰάσαιτ’ ἂν ἑαυτόν, καὶ ἔστιν ἐν αὐτῷ ἡ δύναμις τοῦ ὡδὶ παθεῖν αὐτόν, ἀλλ’ οὐ καθ’ αὑτὸ τοῦτο ὑπάρχει αὐτῷ ἀλλὰ καθὸ ἄλλο. ἐπειδὴ δὲ τῶν δυνάμεων αἱ μέν εἰσιν αἴτιαι τοῦ μεταβάλλειν τὰ ἐν οἶς εἰσιν ἐπὶ τὸ χε ρον, αἱ δὲ οὔκ εἰσι, διορίζει καὶ περὶ αὐτῶν λέγων ἡ μὲν γὰρ τοῦ πα θεῖν ἐστι δύναμις, ἡ ἐν αὐτῷ τῷ πάσχοντι ἀρχὴ μεταβολῆς παθητικῆς ὑπ’ ἄλλου ᾗ ἄλλο, τουτέστι τῶν δυνάμεων ἡ μέν ἐστιν ἐν αὐτῷ τῷ πάσχοντι ὡς ἀρχὴ μεταβολῆς, οὐχὶ τοῦ μὴ πάσχειν ἀλλὰ τοῦ πάσχειν ὑπ’ ἄλλου, ὥσπερ εἴρηται ἐπὶ τοῦ κηρίνου ἀνδριάντος. ἡ μὲν οὑν τῶν δυνάμεων ἐστι τοιαύτη, ἡ δέ ἐστιν οὐκ ἀρχὴ τοῦ πάσχειν ὑπ ἄλλου, ἀλλὰ μᾶλλον ἕξις ἀπαθείας τῆς ἐπὶ τὸ χεῖρον. ἡ γὰρ σκληρότης ἡ ἐν τῷ σιδήρῳ ἕξις ἐστὶ τοῦ μὴ πάσχειν τὸν σίδηρον καὶ φθείρεσθαι θ’ ἄλλου. ἐπειδὴ δέ τινα πάσχει, ὥσπερ ἡ σελήνη τοὺς φωτισμοὺς ὑπὸ τοῦ ἡλίου δεχομένη, καὶ ὅμως οὐκ ἔστι τοῦτο φθορά, ἐπήγαγε τὸ τῆς ἐπὶ τὸ χεῖρον, ἴσον λέγων τῷ ἡ δύναμις ἡ ὡς ἕξις λεγομένη οὐχὶ τοῦ μὴ μεταβάλλειν ἐπὶ τὸ κρεῖττόν ἐστιν αἰτία, ἀλλὰ τοῦ μὴ μεταβάλλειν ὑπὸ ἀρχῆς τινος μεταβλητικῆς ἐπὶ τὸ χεῖρον. εἰπὼν δὲ ὅτι καὶ ἡ ἀρχὴ καὶ ἡ αἰτία τοῦ πάσχειν, ὁμοίως καὶ τοῦ μὴ πάσχειν δυνάμεις λέγονται, δείκνυσι κνυσι τοῦτο διὰ τοῦ εἰπεῖν ἐν γἁρ τούτοις ἔνεστι πᾶσι τοῖς ὅροις ὁ τῆς πρώτης δυνάμεως λόγος, τουτέστιν ἐν τούτοις πᾶσι τοῖς τῆς δυνάμεως προσδιορισμοῖς ἔνεστιν ὁ λόγος καὶ ὁ ὁρισμὸς τῆς πρώτης δυνάμεως. ἐπειδὴ γὰρ ὁ λόγος τῆς πρώτης δυνάμεως ἐστι τὸ ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ᾗ ἄλλο, καὶ πάλιν μαλακότης ἐστὶν ἀρχὴ μεταβολῆς παθητικῆς ὑπ’ ἄλλου ᾗ ἄλλο, ὥστε ἔνεστιν ὁ λόγος τῆς πρώτης δυνάμεως καὶ ἐν τοῖς ἄλλοις· εἰ δὲ τοῦτο, καλῶς ἄρα λέγονται δυνάμεις. πάλιν τῶν δυνάμεων αἱ μέν εἰσι τοῦ μόνον παθεῖν αἱ δὲ τοῦ καλῶς· πῶς δὲ ταῦτα λέγεται, εἴρηται ἡμῖν ἐν τῷ Δ ταύτης τῆς πραγματείας πλατύτερον, ὅτε περὶ τῶν τῆς δυνάμεως σημαινομένων ἔλεγεν. δῆλον ἄρα ἐστὶν ὅτι ἐν τοῖς τούτων τῶν δυνάμεων λόγοις ἐνυπάρχουσί πὼς οἱ τῶν πρώτων δυνάμεων λόγοι. τὸ δὲ πῶς πρόσκειται, ἐπειδὴ οὐχ ὡσαύτως καὶ ἵν’ οὕτως εἴποιμι ἀπαραλλάκτως ὁ τῆς πρώτης δυνάμεως λόγος ἔνεστιν ἐν τῷ | τῆς σκληρότητος λόγῳ· ἐκείνης μὲν γὰρ ὁ λόγος ἐστὶν ὅτι δύναμίς ἐστιν ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ἡ ἄλλο, τῆς δὲ σκληρότητος ἀρχὴ τοῦ μεταβάλλειν. Φανερὸν οὖν ὅτι ἔστι μὲν ὡς μία δύναμις τοῦ ποιεῖν τε καὶ πάσχειν. Ὥσπερ γὰρ ἡ ἀπὸ Ἀθήνηθεν εἰς Θήβας τῆ ἀπὸ Θήβηθεν Ἀθήναζε ὁδὸς τρόπον μέν τινά ἐστιν ἡ αὐτή, τρόπον δέ τινα οὐκ ἔστι τῷ μὲν ὑποκειμέωῳ ἐστὶν ἡ αὐτή, τῷ λόγῳ δὲ οὐχ ἡ αὐτή), ὡσαύτως δὲ ἔχει καὶ ἡ ἀπὸ τοῦ διδάσκοντος ὡς πρὸς τὸν μανθάνοντα ἐνέργεια καὶ ὁδός, τῷ μὲν ὑποκειμένῳ ἐστὶν ἡ αὐτὴ τῷ λόγῳ δὲ ἑτέρα ἀπὸ μὲν γὰρ τοῦ διδασκά- λοῦ ὡς πρὸς τὸν μανθάνοντα θεωρουμένη λέγεται δίδαξις, ἀπὸ δὲ τούτου ὡς πρὸς τὸν διδάσκαλον μάθησις)· οὕτω δὴ καὶ ἡ δύναμις τοῦ ποιεῖν καὶ πάσχειν τρόπον μέν τινά ἐστιν ἡ αὐτή, τρόπον δέ τινα ἑτέρα. ἡ γὰρ δύναμις τοῦ πυρὸς οἷον ἡ θερμότης ἡ παρ’ αὐτοῦ τῷ ὕδατι ἐνδιδομένη ἐστὶ μὲν ἡ αὐτή, ἐστὶ δὲ ὡς οὐχ ἡ αὐτή· ἀπὸ μὲν γὰρ τοῦ πυρὸς ὡς πρὸς τὸ ὕδωρ θεωρουμένη λέγεται ποίησις, ἔμπαλιν δὲ πάθησις. ἔστι μὲν οὖν, φησίν, ἡ δύναμις τοῦ ποιεῖν καὶ πάσχειν τρόπον μέν τινα ἡ αὐτή· δυνατὸν γὰρ λέγεται ἢ ἐν τῷ ἔχειν αὐτὸ δύναμιν τοῦ παθεῖν ὑπ’ Μου, ὥσπερ τὸ ὕδωρ δύναμιν γὰρ ἔχει τοὐ θερμανθῆναι ὑπὸ τοῦ πυρός) ἢ ἐν τῷ ἄλλο ὑπ’ αὐτοῦ· δυνατὸν γὰρ λέγεται τὸ πῦρ ὅτι δύναμιν ἔχει τὸ ὕδωρ φέρε παθεῖν ὑπ’ αὐτοῦ. τῶν δὴ δυνάμεων ἡ μέν ἐστιν ἐν τῷ πάσχοντι· διὰ γὰρ τὸ ἔχειν τινὰ δύναμιν καὶ ἀρχήν, καὶ ὅλως διὰ τὸ εἶναι τὴν ὕλην ἀρχήν τινα, πάσχει τὸ πάσχον καὶ ἄλλο ὑπ’ ἄνου ἄλλου· καυστὸν γάρ ἐστι τὸ λιπαρὸν καὶ θλαστὸν τὸ ὑπεῖκον ὡδί, διὰ τὸ ἔχειν δύναμίν τινα καὶ ὕλην τοῦ τὸ μὲν καίεσθαι τὸ δὲ θλᾶσθαι. καὶ τῶν δυνάμεων ἡ μέν ἐστιν ἐν τῷ πάσχοντι ἡ δὲ ἐν τῷ ποιοῦντι. τὸ γὰρ θερμὸν καὶ ἡ οἰκοδομικὴ τὸ μὲν ἐν τῷ πυρί ἐστιν, ἡ δὲ ἐν τῷ οἰκοδόμῳ, τοῖς ποιοῦσιν. ὥστε εἰ τὸ ποιοῦν ἕτερόν ἐστι τοῦ πάσχοντος, δῆλον ὅτι τὸ συμπεφυκὸς καὶ ἓν ὂν καὶ συνεχὲς οὐ πείσεται ὑφ’ ἑαυτοῦ· τὸ γὰρ πῦρ ἓν ὂν καὶ συνεχὲς οὐ πείσεται ὑφ’ ἑαυτοῦ· τὸ γὰρ πάσχον ἕτερον εἶναι δεῖ τοῦ ποιοῦντος. ὥσπερ δὲ ἡ δύναμις καὶ τὸ δυνατὸν ἕξις ἐστίν, οὕτως ἡ ἀδυναμία ἡ τῇ τοιαύτῃ δυνάμει ἐναντία στέρησίς ἐστιν. ὥστε τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ πᾶσα δύναμις ἀδυναμία. ἡ γὰρ τοῦ πυρὸς δύναμις καθ’ ἣν θερμαίνει ἀδυναμία ἐστίν· ἀδυνατεῖ γὰρ μὴ θερμαίνειν τὰ παρακείμενα καὶ πλησιάζοντα αὐτῷ, ὥστε ἀδυναμία ἐστὶ τὸ μὴ δύνασθαι μὴ θερμαίνειν. ἀδύνατον γάρ φαμεν καὶ ἀδυναμίαν ἔχειν τὸ μὴ ἔχον δύναμιν τοῦ ποιῆσαι τόδε τι. καὶ ἡ τοῦ σιδήρου δύναμις, καθ’ ἣν οὐ δύναται εὐκόλως τέμνεσθαι, ἀδυναμία ἐστὶ καὶ αἱ λοιπαὶ ὡσαύτως· ὥστε ἄλλον μέν τινα | τοόπον εἰσὶ δυνάμεις. ἄλλ’ ὂν δὲ ἀδυναμίαι. ὥσπερ δὲ ἡ δύναμις λέγεται πολλαχῶς, οὕτω καὶ ἡ στέρησις· καὶ γὰρ τὸ μὴ ἔχον, εἴτε πέφυκεν ἔχειν εἴτε μή, στέρησιν ἔχειν λέγεται καὶ ἡ ἐν αὐτῷ τοιαδὶ διάθεσις στέρησις, καὶ τὸ πεφυκὸς ἔχειν ἂν μὴ ἔχῃ ἢ ὅτε πέφυκεν ἔχειν, ἢ ὡδί, οἷον παντελῶς, ἢ κἂν ὁπωσοῦν. παντελῶς δὲ στέρησιν ἔχει ὄψεως ὁ ἀμφοῖν τοῖν ὀφθαλμοῖν ἐστερημένος καὶ μηδ’ ὅλως ὁρῶν, ὁπωσοῦν δὲ στέρησιν ἔχειν λέγεται ὁ ὁρῶν μὲν μὴ καλῶς δέ. ἐπ’ ἐνίων δὲ πά ἱν, ἄν πεφυκότα ἔχειν τι ἀφαιρεθῶσι βίᾳ, ὅπερ ἔχειν πεφύκασιν ἐστερῆσθαι τούτου λέγομεν. Ἐπεὶ δ’ αἱ μὲν ἐν τοῖς ἀψύχοις ἐνυπάρχουσιν ἀρχαὶ τοιαύται. Ἐπειδή, φησί, τῶν δυνάμεων αἱ μὲν ἀρχαὶ ἐνυπάρχουσιν ἐν τοῖς ἀψύχοις, ὡς ἡ θερμότης ἐν τῷ πυρί, αἱ δὲ ἐν τοῖς ἐμψύχοις καὶ ἐν ψυχῇ, οὐκ ἐν τῷ ἀλόγῳ μέρει αὐτῆς ἀλλ’ ἐν τῷ λογιστικῷ, ὥσπερ ἡ ἰατρική, δῆλον ὅτι καὶ τῶν δυνάμεων αἱ μὲν ἔσονται αλογοι αἱ δὲ μετὰ λόγου. διὸ πᾶσαι αἱ τέχναι αἵ τε ποιητικαί, ἥ τε οἰκοδομικὴ καὶ ἡ ναυπηγική, καὶ αἱ ἐπιστῆμαι κοινότερον δὲ τέχνας εἶπε τὰς ἐπιστήμας) δυνάμ εἰσίν· ἀρχαὶ γάρ εἰσι μεταβλητικαὶ ἐν ἄλλῳ. ἡ γὰρ ἐπιστήμη ἐν τῷ λογιστικῷ μορίῳ τῆς ψυχῆς οὖσα μεταβάλλει τὴν ψυχὴν καὶ κινεῖ εἰς θεωρήματά τινα καὶ ζητήσεις. εἰ οὖν πᾶσα δύναμις ἐνεργείας ἐστὶ δύναμις, αἱ δὲ ἐπιστῆμαι καὶ αἱ τέχναι μεταβάλλουσι τὴν ψυχὴν εἰς τὸ ἐνερ περί τι, καλῶς ἄρα δυνάμεις αὐτὰς ἐκάλεσεν. διαφέρουσι δὲ αἱ ἄλογοι δυνάμις τῶν μετὰ λόγου, ὅτι αἱ μὲν μετὰ λόγου πᾶσαι τἀναντία ποιοῦσιν· ἰατρικὴ γὰρ ὑγίειαν καὶ νόσον· αἱ δ’ ἄλογοι μία ἑνός. ἡ γὰρ θερμότης μόνον θερμαίνει, εἰ δέ ποτε καὶ ψύχει, ἀλλ’ οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· τῇ γὰρ αὐτῆς ἀπουσίᾳ συμβαίνει γίνεσθαι ψῦξιν. αἴτιον δὲ τοῦ τὰς μετὰ λόγου τῶν ἐναντίων εἶναι ποιητικάς, ὅτι, φησίν, ὁ λόγος ἐστὶν ἡ ἐπιστήμη, τουτέστιν ἡ μετὰ λόγου δύναμις ἐπιστημονική τις γνῶσίς ἐστιν, ὁ δὲ λόγος καὶ ἡ ἐπιστημονικὴ γνῶσις δηλοῖ καὶ γνωρίζει οὐ τὸ πρᾶγμα μόνον καὶ τὴν ἕξιν, ἀλλὰ καὶ τὴν στέρησιν, πρᾶγμα μὲν καὶ ἕξιν οἷον τὴν ὑγίειαν, στέρησιν δὲ οἷον τὴν νόσον. πλὴν οὐχ ὡσαύτως ἀμφότερα, ἀλλὰ τὴν μὲν ἕξιν καθ’ αὑτὸ τὴν δὲ στέρησιν κατὰ συμβεβηκός. καὶ τρόπον μέν τινα ἀμφότερα ὁ λόγος οἶδε, τρόπον δέ τινα καὶ μᾶλλον τὸ ὑπάρχον ἤτοι τὴν ἕξιν. ὥστε αἱ τοιαῦται ἐπιστῆμαι, ἤτοι αἱ μετὰ λόγου, τῶν ἐναντίων εἰσίν, ἀλλὰ τῶν μὲν ἕξεων, ὥσπερ εἴρηται, καθ’ αὑτό, τῶν δὲ στερήσεων οὐ καθ’ αὑτό. καὶ γὰρ ὁ λόγος τοῦ μὲν καθ’ αὑτὸ τοῦ δὲ κατὰ συμβεβηκός· ἀποφάσει γὰρ καὶ ἀποφορᾷ τουτέστι στερήσει τὸ γὰρ ἀποφορᾷ τοῦ στερήσει ἐστὶ δηλωτικόν) οἶδε τὸ ἐναντίον. εἰδὼς γὰρ καθ’ αὑτὸ ὅτι ὑγίειά ἐστι συμμετρία τῶν ἐν τῷ ζῴῳ θερμῶν καὶ ὑγρῶν, τῇ ταύτης στερήσει, λέγω δὴ τῇ ἀσυμμετρίᾳ, οἶδε τὴν νόσον. εἰ γὰρ ἡ κατάφασις ἢ ἡ ἕξις τὴν ὑγίειαν ἀπεργάζεται, δῆλον ὡς ἡ ἀπόφασις ἢ ἡ στέρησις οὐθὲν γὰρ διαφέρει ὡς ἂν λέγηται) τὴν νόσον. ἡ γὰρ στέρησίς ἐστιν ἡ πρώτη τὸ ἐναντίον. λέγει δὲ ἐνεργείας στέρησιν πρώτην εἰ ὅτε πέφυκεν ἔχειν καὶ ὡς πέφυκεν ἔχειν καὶ ὃ πέφυκεν ἔχειν μὴ ἔχει. δευτέραν δὲ στέρησιν τὸ ὅλως μὴ ἔχειν· τὸ γὰρ λέγειν τὸν λίθον ἐστερῆσθαι ὄψεως δευτέρα στέρησίς ἐστιν. ἡ στέρησις οὖν, φησίν, ἡ πρώτη ἐστὶ τὸ ἐναντίον τῇ ἕξει, αὕτη δ᾿ ἐστὶν ἀποφορὰ τῆς ἕξεως· ταύτην γὰρ εἶπε θάτερον. ταῦτα εἰπὼν πάλιν ἐπαναλαμβάνει τὸν λόγον καί φησιν ἐπεὶ δὲ τἀναντία οὐκ ἐγγίνεται τῷ αὐτῷ οὐδὲν γὰρ ἅμα λευκόν ἐστι καὶ μέλαν), ἡ δὲ ἐπιστήμη ἐστὶ δύναμις τῷ λόγον ἔχειν, τουτέστιν ἐν τῷ λόγον ἔχοντι ἢ ἡ ἐπιστήμη ἐστὶ δύναμις τῷ λόγον ἔχειν ἀντὶ τοῦ ἡ ἐπιστήμη δύναμίς ἐστιν ἐν τῷ ἔχειν λόγον καὶ αἰτίαν τοῦ ἐπιστητοῦ ὅπερ ἔχει), καὶ ἔχει ἡ ψυχὴ ἀρχὴν κινήσεως τὴν ἐπιστήμην κινεῖ γὰρ αὐτήν, ὡς ἔφαμεν, εἰς θεωρήματά τινα καὶ εὑρέσεις), τὸ μὲν ὑγιεινὸν ὑγίειαν μόνον ποιεῖ καὶ τὸ θερμὸν θερμαίνει, ὁ δ’ ἐπιστήμων ἄμφω, διὰ τὸ τὸν λόγον τὸν ἐν τῷ ἐπιστήμονι ἀμφότερα γινώσκειν, εἰ καὶ μὴ ὁμοίως. ἔστι δ’ ὁ τοιοῦτος λόγος ἤτοι ἡ ἐπιστήμη ἐν ψυχῇ, ἥτις ψυχὴ ἔχει τὸν λόγον ἡ τὴν ἐπιστήμην ἀρχὴν κινήσεως. ὥστε ἡ ψυχὴ ἄμφω τήν τε ἕξιν καὶ τὴν στέρησιν ἀπὸ τῆς αὐτῆς ἀρχῆς κινήσει καὶ ποιήσει πρὸς τὸ αὐτὸ συνάψασα, σὰ, τὸ αὐτὸ λέγων τὸ λογιστικόν. συνάψασα οὖν ἄμφω, φησί, τὴν ἕξιν δηλονότι καὶ τὴν στέρησιν, ἡ ψυχὴ πρὸς τὸ αὐτό, τουτέστι τὸ λογιστικόν, ἀπὸ τῆς αὐτῆς ἀρχῆς, ἤτοι τοῦ λογιστικοῦ, ποιήσει καὶ ὑγίειαν καὶ νόσον, καὶ γράψει ὀρθῶς καὶ μὴ ὀρθῶς. καὶ ἐπὶ τούτῳ αἱ κατὰ λόγον δυνάμεις τἀναντία ποιοῦσι ταῖς ἄνευ λόγου. εἰ γὰρ αἱ μετὰ λόγου δυνάμεις ἀμφότερα ποιεῖν δύνανται, αἱ δ’ ἄνευ λόγου οὐκ ἀμφότερα ἀλλὰ τὸ ἕν, φανερὸν ὡς τἀναντία ποιοῦσι· τὸ γὰρ τὰ δύο δυνάμενον ποιεῖν ἐναντιοῦταί πὼς τῷ μὴ δυναμένῳ τὰ δύο ἀλλὰ τὸ ἓν ποιεῖν. ὥστε ἐπεὶ καὶ ἡ στέρησις καὶ ἡ ἕξις ἐν μιᾷ εἰσιν ἀρχῇ, τῷ λόγῳ, ἤτοι τῷ λογιστικῷ, ἀμφότερα ποιήσει ἡ ψυχή. φανερὸν δέ, φησί, καὶ ὅτι τῇ μὲν τοῦ εὖ δυνάμει ἀκολουθεῖ ἡ τοῦ μόνον ποιῆσαι δύναμις· τῷ γὰρ εὗ γράφοντι ἀκολουθεῖ καὶ τὸ μόνον γράφειν, τῷ δὲ μόνον γράφοντι οὐκ ἀκολουθεῖ τὸ εὖ γράφειν· διότι ἐκείνῳ μὲν πάρεστιν ἀμφοῖν δύναμις, τῷ δὲ μόνον γράφοντι οὐδαμῶς. | εἰσὶ δέ τινες οἵ φασιν, οἷον οἱ Μεγαρικοί, ὅταν ἐνεργῇ μόνον δύνασθαι. Μεγαρικοὺς λέγοι ἂν τοὺς περὶ Εὐκλείδην· οὗτος γὰρ εἰς τὰ Μέγαρα τὸ διδασκαλεῖον εἶχε. λέγει δὴ ὅτι οἱ Μεγαρικοὶ δύναμιν καὶ ἐνέργειαν ταὐτὸν ποιοῦσιν. ἔλεγον γὰρ ὅτι ὁ οἰκοδόμος ὅταν οἰκοδομῇ τότε καὶ τὴν τοῦ οἰκοδομεῖν ἔχει δύναμιν καὶ δύναται οἰκοδομεῖν, ὅταν δὲ μὴ οἰκοδομῇ οὐ δύναται οὔτε μὴν ἔχει τὴν τοιαύτην δύναμιν, δία τὸ ταυτον εἶναι τὴν δύναμιν τῇ ἐνεργείᾳ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τοῦτο θεὶς λέγει ὅτι τὰ συμβαίνοντα ἄτοπα τοῖς ταῦτα λέγουσιν οὐ χαλεπόν ἐστιν ἰδεῖν. πρῶτον μὲν γὰρ ἀναιροῦσι τὴν κοινὴν πάντων ὑπόληψιν. πάντες γὰρ τῷ οἰκοδόμῳ τὸ εἶναι οἰκοδόμῳ διδόασιν ἐν τῷ δύνασθαι οἰκοδομεῖν· ἐξ ὧν δ’ οὗτοι λέγουσι δῆλόν ἐστιν ὅτι ὅταν μὴ οἰκοδομῇ ὁ οἰκοδόμος οὐκ ἔσται οἰκοδόμος. τοῦτο δὲ ἄλογον τὸ μὴ εἶναι τὸν οἰκοδόμον ὅταν μὴ οἰκοδομῇ οἰκοδόμον μηδὲ ἔχειν τὴν τοιαύτην δύναμιν. ταῦτα εἰπὼν καὶ μέλλων εὐθύνειν τὴν τοιαύτην ἀπόφασιν πρὸς τὴν ταύτης εὐθύνην προλαμβάνει τινὰ ἐναργῆ ἀξιώματα, ἓν μὲν ὅτι ἀδύνατόν ἐστιν ἔχειν τινὰ τῶν ἀνθρώπων οἰκοδομικὴν ἢ ἄλλην τινὰ τέχνην μἡ μαθόντα ποτὲ μηδὲ λαβόντα αὐτὴν δἰὰ μαθήσεως· οὐθεὶς γὰρ ὅλως μἡ μαθών ποτε οἰκοδομεῖν ἔσχε τὴν οἰκοδομικὴν τέχνην. ἄλλο δὲ ἀξίωμα λαμβάνει τοιοῦτον· ἀδύνατόν ἐστι τὸν μὴ ἀποβαλόντα ἢ χρόνῳ ἢ λήθῃ ἢ νόσῳ τινὶ μεγάλ’ ᾖ ἣν ἔχει τέχνην μὴ ἔχειν αὐτήν· καὶ τοῦτο γὰρ λίαν ἐστὶ προφανές. ὃ γὰρ ἔχει τις καὶ μὴ ἀποβέβληκε δῆλον ὡς ἔχει τοῦτο. τὸ δὲ οὐ γὰρ δὴ τοῦ γε πράγματος φθαρέντος τοιοῦτον ἂν εἴη ὅτι τὴν τέχνην μὴ ἔχειν τότε συμβαίνει, ὅταν λήθῃ ἢ χρόνῳ ἢ πάθει ὁ ἔχων αὐτὴν ἀποβάλλῃ, οὐ μὴν τοῦ γε πράγματος καὶ τῆς ὕλης φθαρείσης· εἰ γὰρ ὑποθώμεθα ὅτι ἀνῄρηται πᾶς λίθος, οὐ συμβήσεται τῇ τούτων ἀναιρέσει ἀποβαλεῖν τὴν οἰκοδομικὴν τέχνην τὸν οἰκοδόμον, ἀλλ’ ἕξει ταύτην καὶ λίθων μὴ ὄντων. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τὸ δὲ εἰ γάρ ἐστιν ἴσον ἐστὶ τῷ εἰ ἄλη θῆ ἐστιν ἅπερ εἴπομεν, καὶ ἀδύνατόν ἐστι τὸν μὴ μαθόντα ἔχειν, καὶ ἔμπα) ἱν ἀδύνατόν ἐστι μὴ ἔχειν τὸν μὴ ἀποβαλόντα, καὶ ὅτι οὐκ ἀνάγκη τῆς ὑποκειμένης ἑκάστῃ τέχνῃ ὕλης φθαρείσης εὐθὺς τὴν τέχνην ἀποβάλλειν, ἀλλὰ καὶ ταύτης μὴ οὔσης οὐδὲν ἧττον πάλιν τὴν τέχνην ἔχει, ὅταν παύσηται ὁ οἰκοδόμος τοῦ οἰκοδομεῖν, κατὰ τὴν τῶν Μεγαρικῶν δόξαν τε καὶ ἀπόφασιν οὐχ ἕξει τὴν οἰκοδομικήν· εἰ δὲ τοῦτο, πῶς λαβὼν πάλιν εὐθὺς οἰκοδομήσει; κεῖται γὰρ ὅτι ἀδύνατόν ἐστι τὴν τοιαύτην ἔχειν τέχνην μὴ μαθόντα, αὐτὸς δὲ ἅμα τῷ παυθῆναι τοῦ íko | δομεῖν μὴ μαθὼν πάλιν εὐθὺς οἰκοδομή σοι. εἰ δὲ ἅμ τῷ παύσασθαι τοῦ οἰκοδομεῖν εὐθὺς πάλιν οἰκοδομεῖ, δῆλον ὅτι εἶχε καὶ μὴ οἰκοδομῶν τὴν οἰκοδομικὴν καὶ ἠδύνατο οἰκοδομῆσαι. εἰ γάρ, ὡς αὐτοί φασιν, ἅμα τῷ παυθῆναι τοῦ οἰκοδομεῖν ἀπέβαλε τὴν τοῦ οἰκοδομεῖν δύναμιν, πῶς πάλιν μὴ μαθὼν μήτε διὰ μαθήσεως λαβὼν αὐτήν (τοῦτο γὰρ εἴληπται) οἰκοδομεῖ; ἄλλως τε ἐπεὶ ὑπόκειται τότε μὴ ἔχειν τὴν τέχνην, ὅταν ἢ χρόνῳ ἢ λήθῃ ἢ πάθει τινὶ ταύτην ἀποβάλλῃ, οὐδὲν δὲ γέγονε τοιοῦτον περὶ τὸν οἰκοδόμον, πῶς οἷοντε λέγειν, ὅταν μὴ οἰκοδομῇ, τὴν τοιαύτην οὐκ ἔχειν δύναμιν; τοῦτο δὴ συμβαίνει καὶ ἐπὶ τοῖς ἀψύχοις. ὅταν γὰρ μὴ ἐνεργῇ τὸ μέλι ἢ τὸ ψυχρὸν ἢ τὸ θερμὸν περὶ τὰς αἰσθήσεις ἡμῶν, οὐκ ἔσται κατ’ αὐτοὺς οὔτε τὸ μέλι γλυκὺ οὔτε τὸ ψυχρὸν ψυχρόν. ὥστε συμβαίνει λέγειν τὸν τοῦ Πρωταγόρου λόγον. ἐκεῖνος γὰρ ἔφασκε μὴ εἶναι μήτε γλυκὺ μήτε ἄλλο μηδέν, ἀλλ’ οἷα ἂν αὐτὰ κρίνῃ ἡ αἴσθησις, τοιαῦτα καὶ ἔστιν. εἰ δὲ ἐκεῖνος ἐλήλεγκται πρότερον ἐν ταύτῃ τῇ πραγματείᾳ καὶ δέδεικται ψευδόμενος, δῆλον ὅτι καὶ οὗτοι ψεύδονται, λέγοντες ὡς ὅταν μὴ ἐνεργῇ τι οὐκ ἔχει τὴν τοιαύτην δύναμιν, ἐξ οὗ συμβαίνει τὸ τοῦ Πρωταγόρου· ὥστε κατ’ αὐτοὺς ὅταν τὰ ζῷα ὑπνώττῃ καὶ οὐκ αἰσθάνηται σθάνηται οὐδὲ ἐνεργῇ περὶ τὰς αἰσθήσεις, οὐχ ἕξει αἴσθησιν. εἰ γὰρ τότε τὰς δυνάμεις ἔχομεν ὅταν ἐνεργῶμεν, δῆλον ὡς, ὅταν ὑπνώττωμεν καὶ οὐκ ἐνεργῶμεν περὶ τὴν ὄψιν, οὐκ ἔχομεν δύναμιν τοῦ πάλιν βλέψαι· ὥστε εἰ τυφλόν ἐστι τὸ πεφυκὸς ἔχειν ὄψιν καὶ μὴ ἔχον ὅτε πέφυκε καὶ ἔτι ὂν καὶ μὴ φθαρέν, οἱ αὐτοὶ τυφλοὶ ἔσονται πολλάκις τῆς ἡμέρας. ἐπεῖδ’ γὰρ ἐγὼ πέφυκα ἔχειν ὄψιν ἐν ταύτῃ τῇ ἡλικίᾳ ἐν ᾗ τυγχάνω ὢν καὶ ἔτι ὑπάρχω καὶ οὐ τέθνηκα, ὅταν μύσω καὶ οὐχ ὁρῶ οὐδὲ ἐνεργῶ περὶ τοῦτο ἔσομαι τυφλός. τοῦτο δὲ ἄλογον. ἔτι εἰ τὸ ἐστερημένον δυνάμεως, οἷον τὸ ὖ ὁρᾶν, ἀδύνατόν ἐστι βλέψαι, καὶ τὸ μὴ γινόμενον κατ’ αὐτοὺς ἀδύνατόν ἐστι γενέσθαι. ἐπειδὴ γὰρ ὅταν μὴ ἐνεργῇ τι οὐκ ἔχει δύναμιν, τὸ ’δε μὴ ἔχον δύναμιν οὐ δύναται τοῦτο ποιῆσαι οὗ τὴν δύναμιν οὐκ ἔχει, τὸ δὲ μὴ δυνάμενον ἀδύνατόν ἐστιν, ὃ δὲ ἀδύνατον γενέσθαι οὐ γενήσεταί ποτε, εἰ οὖν τοῦτο, εἴπερ τις ἵσταται καὶ μὴ ἐνεργεῖ περὶ τὸ καθῆσθαι, οὐκ ἔχει τὴν δύναμιν τοῦ καθίσαι, εἰ δὲ μὴ δύναται, ἀδύνατόν ἐστι κα. θίσαι. εἰ δ’ ἀδύνατόν ἐστι τοῦτο γενέσθαι, ὁ λέγων ἡ εἶναι ἢ ἔσεσθαι, τουτέστιν ἢ κάθηται ἢ καθεδεῖται, ψεύσεται· τὸ γὰρ ἀδύνατον τοῦτο σημαίνει τὸ μὴ δυνατὸν γενέσθαι· ὥστε ἀεὶ τὸ ἑστηκὸς ἑστήξεται οὐκ ἔχει γὰρ τὴν τοῦ καθίσαι δύναμιν), καὶ τὸ καθήμενον ἀεὶ καθεδεῖται· | ἀναστῆναι γὰρ οὐ δύναται, ὃ δὲ μὴ δύναται ἀναστῆναι, οὐκ ἀναστήσεται· ἀεὶ δὲ ἄρα καθεδεῖται. οὐ μόνον δὲ ταῦτα συμβαίνει λέγειν αὐτοὺς τὰ ἄτοπα ὁρῶμεν γὰρ ὅτι καὶ ὁ καθήμενος ἀνίσταται καὶ ὁ ἀνιστάμενος πάλιν κάθηται), ἀλλ’ ἐξαιροῦσι καὶ κίνησιν καὶ γένεσιν· οὕτω γὰρ δεῖ τὸ ῥητὸν ὑπερβατῶς ἀναγινώσκειν. ὅτι δὲ γένεσιν ἀναιροῦσι δῆλον· πᾶσα γὰρ γένεσις ἐκ τοῦ δυνάμει πρόεισι· δύναμιν γὰρ ἔχον τόδε τι γενέσθαι τὸ καταμήνιον γίνεται· οὗτοι δὲ τὴν δύναμιν ἀναιροῦντες ἀναιροῦσι γένεσιν. εἰ δὲ γένεσιν, δῆλον ἐκ τούτου ὅτι καὶ κίνησιν· τὰ γὰρ κινούμενα δυνάμενα πρὸ τοῦ ἄρξασθαι κινεῖσθαι κινηθῆναι κινοῦνται. εἰ δὴ ταῦτα ἀδύνατα, φανερὸν ὅτι ἡ δύναμις ἑτέρα ἐστὶ τῆς ἐνεργείας · ἐκεῖνοι δὲ οἱ λόγοι δύναμιν καὶ ἐνέργειαν ταὐτὸν ποιοῦσι. τὸ γὰρ λέγειν ὅτι ὅτε ἐνεργεῖ τὸ ἐνεργοῦν περί τι τότε καὶ δύναται, τὸ τοῦτο δὴ λέγειν τὸ ποιεῖν ἐστιν ἐνέργειαν καὶ δύναμιν ταὐτόν. διὸ τοῦτο λέγοντες οὐ μικρόν τι ἀναιρεῖν ζητοῦσιν, ἀλλὰ τὰ μέγιστα γένεσιν καὶ κίνησιν. ὥστε δῆλόν ἐστιν ἐκ τούτων ὅτι ἐνδέχεται δυνατὸν μέν τι εἶναι μὴ εἶναι δέ, οἷον δυνατὸν μέν ἐστιν ἐμὲ βαδίσαι, οὐ βαδίζω δέ, ἀλλ’ οὗν βαδίσω διὰ τὸ ἐμὲ δύναμιν ἔχειν τούτου· δύναται γὰρ τὸ μὴ βαδίζον βαδίσαι καὶ τὸ βαδίζον μὴ βαδίσαι. ταῦτα εἰπὼν ὁρίζεται τί τὸ δυνατόν ἐστιν, λέγων δυνατόν ἐστιν ᾧ ἐὰν ὑπάρξῃ ἡ ἐνέργεια ἧς λέγεται δύναμιν ἔχειν, οὐδὲν ἔσται ἀδύνατον. εἰ γάρ τι δύναται καθίσαι καὶ ἐνδέχεται καθίσαι, τούτῳ εἰ ὑπάρξει τὸ καθῆσθαι, οὐδὲν ἀδύνατον συμβαίνει. ὁμοίως καὶ ἐπὶ τοῦ κινεῖσθαι καὶ ἵστασθαι. Ἐλήλυθε δ’ ἡ ἐνέργεια τοὔνομα ἡ πρὸς τὴν ἐντελέχειαν συντεθειμένη καὶ ἐπὶ τὰ ἄλλα ἐκ τῶν κινήσεων μάλιστα. Ἐπειδὴ ἡ ἐνέργεια διχῶς λέγεται, ἕνα μὲν τρόπον αὐτὰ τὰ τέλη (τὸ γὰρ τῆς λευκάνσεως τέλος, τοῦτο δ’ ἐστὶ τὸ λευκόν, ἐν ᾧ πέπαυται καὶ ἔστη ἡ λεύκανσις, ἐνέργεια λέγεται· ὡσαύτως δὲ καὶ τὰ τῶν ἄλλων κινήσεων τέλη ἐνέργειαι λέγονται, ἃ δὴ καὶ κυρίως αὐτὸς ἐντελεχείας καλεῖ), ἕνα μὲν οὖν δὴ τρόπον ἡ ἐνέργεια οὕτω λέγεται, ἄλλον δὲ πάλιν ἐνέργεια λέγεται αὐτὴ ἡ κίνησις. ἔστω δὲ πάλιν ὑποδείγματος χάριν αὐτὴ ἡ λεύκανσις, ἥτις καὶ δυνάμει ἔστι καὶ ἐντελεχείᾳ, δυνάμει μὲν ὅτι οὔπω εἰς ἐντελέχειαν καὶ τὸ τέλος ἀφῖκται, ἐντελεχείᾳ δὲ ὅτι ἔχει τι τῆς ἐντελεχείας καὶ τοῦ τέλους· ἐν γὰρ τῆ λευκάνσει καὶ ὅλως τῷ λευκαινομένῳ ἔνεστί τι τοῦ λευκοῦ καὶ τῆς ἐντελεχείας. διχῶς οὖν τῆς ἐνεργείας λεγομένης λέγει ὅτι ἡ ἐνέργεια ἡ πρὸς τὴν ἐντελέχειαν καὶ τὸ τέλος συντεθειμένη, τουτέστι τὸ τὴν ἐντελέχειαν ἐνέργειαν λέγεσθαι, ἐκ τῶν κινήσεων ἐλήλυθεν. ἐπειδὴ γὰρ κυρίως ἐνέργεια ἡ κίνησις λέγεται ἡ γὰρ ἐνέργεια ἐν κινήσει θεωρεῖται), ἡ δὲ κίνησις τέλους τινός ἐστι κίνησις, λέγεται καὶ τὸ τέλος ἐνέργεια διὰ τὸ ὡς εἴρηται τὴν ἐνέργειαν τὴν ἐν τῇ κινήσει θεωρουμένην διὰ τὸ τέλος γίνεσθαι. τὸ δὲ καὶ ἐπὶ τὰ ἄλλα οἶμαι διὰ τὰ τεχνητὰ πρόσκειται, ὡς εἰ ἔλαγεν ᾿οὐ μόνον τὰ ἐν αὑτοῖς ἔχοντα τὴν κίνησιν καὶ τὸ κινοῦν αἴτιον ἐνέργειαι λέγονται, ἀλλὰ καὶ τὰ ἄλλα, ὧν ἐκτός ἐστι τὸ κινοῦν.’ καὶ τὸ πῶς ἐκ τῶν κινήσεων καὶ ἐπὶ τὰ ἀγλα’ ἷκται τὸ τῆς ἐνεργείας ὄνομα, ἐδήλωσεν εἰπὼν δοκεῖ δὲ ἡ ἐνέργεια μάλιστα ἡ κίνησις εἶναι. καὶ τοῦτο εἰκότως· ἐν γὰρ τῷ τέλει μάλιστα ἠρεμία ἀλλ’ οὐ κίνησίς νησίς ἐστι καὶ ἐνέργεια. ἐπειδὴ δὲ πᾶν τὸ κινούμενον ἡ ἐνεργοῦν ὄν τί ἐστιν, οὔ φαμεν τὴν μὴ οὖσαν οἰκίαν ἢ τὸ μὴ ὂν ζῷον κινεῖσθαι ἢ ἐνεργεῖν. εἰ γὰρ τὸ κινούμενον ἢ ἐνεργοῦν ὄν ἐστι, τὸ μὴ ὂν οὔτε κινεῖται οὔτε ἐνεργεῖ. δι’ αὐτὸ δὴ τοῦτο οὐδ’ ἡ γένεσις κίνησίς ἐστιν, ὡς ἐν τῇ Φυσικῇ δέδεικται· τὸ γὰρ γινόμενον οὐκ ἔστι. τὰ οὖν μὴ ὄντα, ὣσπερ εἴρηται, οὔ φαμεν κινεῖσθαι, ἄλλας δέ τινας κατηγορίας προσάπτομεν αὐτοῖς, οἷον διανοητὰ καὶ ἐπιθυμητά. ἔχομεν γὰρ διάνοιαν τῆς μὴ οὔσης οἰκίας καὶ ἐπιθυμίαν ἴσως χρῄζοντες αὐτῆς μὴ οὔσης, κινεῖσθαι δ’ αὐτὰ οὐ φαμεν, ὅτι οὔκ εἰσιν ἐνέργειαι, ὅμως δυνάμενά γε ἔσεσθαι ἐνεργείᾳ. διὰ τί δέ; ὅτι τῶν μὴ ὄντων ἔνια δυνάμει εἰσίν· οὐ γὰρ πάντα· ὁ γὰρ τραγέλαφος οὐκ ἔστι δυνάμει ὡς δύνασθαι καὶ ἐνεργείᾳ ὑπάρξαι. ὅμως δὲ εἰ καὶ δυνάμει ἐστὶν ἔνια τῶν μὴ ὄντων, τὸ ἔστιν αὐτῶν κατηγορεῖται οὐχ ὅτι ἔστιν (οὐκ ἔστι γὰρ ὅτι οὐκ ἐντελεχείᾳ ἐστίν· ἐκεῖνα γάρ φαμεν εἶναι τὰ ἐντελεχείᾳ ὄνια), ἀλλὰ κατηγορεῖται αὐτῶν τὸ ἔστιν, ὅτι δύναται γενέσθαι καὶ ἔσεσθαι. Εἰ δέ ἐστι τὸ εἰρημένον δυνατὸν ᾗ ἀκολουθεῖ, φανερὸν ὅτι οὐκ ἐνδέχεται ἄλη θὲς εἶναι τὸ εἰπεῖν ὅτι δυνατὸν μὲν τοδί. εἰπὼν ὅτι δυνατὰ μὲν λέγεται. τὰ μὴ ὄντα μὲν δυνάμενα δὲ γενέσθαι, λέγει ὅτι εἰ ἔστι τὸ εἰρημένον δυνατὸν ᾗ ἀκολουθεῖ, τουτέστιν εἰ δυνατὸν λέγεταί τι, καθὸ δύναται γενέσθαι καὶ ἀκολουθεῖ αὐτῷ τὸ ἐνεργῆσαι, οὐκ οὐκ ἔστιν ἀληθὲς τὸ λέγειν ὅτι ἔστι μέν τι δυνατόν, οὐκ ἔσται δὲ οὐδὲ δυνήσεται εἰς ἐνέργειαν ἐλθεῖν. ἐκεῖνα γὰρ δυνατὰ λέγεται τὰ δυνάμενα εἰς ἐνέργειαν ἐλθεῖν τοῦ ὃ δύνανται. εἰ δέ τις φαίη ὅτι ἔστι μέν τι δυνατόν, οὐ μέντοι δύναται γενέσθαι καὶ εἰς ἐνέργειαν ἐκβῆναι, διαφεύγει φεύγει ἡμᾶς καὶ ἄδηλόν ἐστι τί ποτέ ἐστι τὸ ἀδύνατον. εἰ γὰρ δυνατόν φαμεν ὅπερ μὴ ὂν μὲν τεθὲν δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον συμβαίνει, ἀδύνατον δὲ οὗ μὴ ὄντος τεθέντος δὲ ὑπάρχειν ἕπεταί τι ἀδύνατον, λέγει δέ τις ὡς ἔστι μέν τι δυνατόν, οὐ μὴν ἔσται οὐδ’ ἄν εἰς ἐνέργειαν ἐκβαίη, | πῶς γνῶμεν τὴν τοὐ δυνατοῦ καὶ ἀδυνάτου διαφοράν; οἷον ἐπειδὴ δυνατὸν λέγεται τὸ ξύλον καίεσθαι, εἰ λέγοι τις ὅτι δυνατὸν μέν ἐστι καίεσθαι, οὐ μὴν καυθήσεται, λέγει δὲ ὁ αὐτὸς ὅτι καὶ ἡ διάμετρος δυνατὴ μὲν μετρηθῆναι, οὐ μὴν μετρηθήσεται, τί διοίσει τοῦτο ἐκείνου, ἐπειδὴ ἀμφότερα δυνατὰ λέγεται, οὐ μέντοι ἐσόμενα, ὥστε ἐπίσης καὶ τὸ ξύλον ἐστὶ καυστὸν καὶ ἡ διάμετρος μετρητή· εἰ δὲ τοῦτο, διαφεύγει ἡμᾶς ποῖόν ἐστι τὸ ἀδύνατον, πότερον τὸ τὴν διάμετρον μετρηθῆναι ἢ τὸ τὸ ξύλον καυθῆναι. ὁ μὴ λογιζόμενος οὖν, φησί, μηδὲ νοῶν τὸ ἀδύνατον τί ποτέ ἐστι, καὶ τὴν διαφορὰν ἣν ἔχει πρὸς τὸ δυνατόν, ἐκεῖνος ἄν εἴποι ὡς οὐδὲν κωλύει τι ὂν δυνατὸν εἶναι ἢ γενέσθαι μὴ εἶναι μηδ’ ἔσεσθαι. εἰ δ’ ἐγίνωσκε τὴν τοῦ ἀδυνάτου φύσιν, οὐκ ἂν οὕτως ἀπερισκέπτως καὶ ἑτοίμως ἔλεγε τὴν διάμετρον καὶ τὸ ξύλον, ὅτι ἡ μὲν δυνατή ἐστι μετρηθῆναι καὶ οὐ μετρηθήσεται, τὸ δὲ καυθῆναι καὶ οὐ καυθήσεται, ἀλλ’ ἐκείνην μὲν ἀνεκήρυττεν ἂν ὡς ἀδύνατός ἐστι μετρηθῆναι καὶ οὐ μετρηθήσεται, τοῦτο δὲ διισχυρίζετο ὅτι δυνατόν ἐστι καυθῆναι καὶ καυθήσεται. ἀλλὰ ταῦτα μὲν εἴποι ἂν ὁ ἀγνοῶν τὸ ἀδύνατον, ἐκεῖνο δέ ἐστι φανερὸν ἐκ τῶν κειμένων κεῖται δὲ ὅτι τὸ δυνάμενον γενέσθαι καὶ γενήσεται), ὅτι εἰ ὑποθώμεθα τὸ μὴ ὂν μὲν δυνάμενον δὲ γενέσθαι ὅτι ἔστιν, οὐδὲν ἀδύνατον συμβήσεται. εἰ γάρ σου καθημένου καὶ δυναμένου περιπατῆσαι ὅτε κάθησαι ὑποθοίμεθά σε περιπατεῖν, οὐδὲν ἀδύνατον συμβήσεται ἐκ τῆς ὑποθέσεως. εἰ δὴ τοῦτο ἀληθές, λέγει δέ τις ὡς δύναται μὲν οὗτος ὁ καθήμενος περιπατῆσαι, οὐ μὴν περιπατήσει, ὁμοίως καὶ ἡ διάμετρος δύναται μετρηθῆναι, οὐ μέντοι μετρηθήσεται, εἰ οὖν οὐδὲν τοῦτο ἐκείνου διαφέρει, ὥσπερ ἐπ’ ἐκείνου οὐδὲν συνέπιπτεν ἀδύνατον, οὕτως οὐδὲ ἐπὶ ταύτης. ἀλλὰ μὴν δοθέντος τοῦ τὴν διάμετρον μετρηθῆναι, συμβαίνει τὸ τὰ περιττὰ ἴσα εἶναι τοῖς ἀρτίοις, ὅπερ ἐστὶν ἀδυνατώτατον. τοῦτο δὲ συμβαίνει ἐκ τοῦ μὴ συνορᾶν τήν τε φύσιν καὶ τὴν διαφορὰν τοῦ ἀδυνάτου | πρὸς τὸ δυνατόν, καὶ ἐπὶ τούτῳ λέγειν τὸ ἀδύνατον ὡς δυνατὸν μέν ἐστιν, οὐ μέντοι ἔσται. ὥστε δῆλον ἐκ τούτου ὅτι εἴ τι δυνατόν ἐστι, καὶ ἔσται. συμβαίνει δὲ τὸ ἀδύνατον τοῦτο, λέγω δὴ τὸ τὰ ἄρτια ἴσα εἶναι τοῖς περιττοῖς, οὐ παρὰ τὴν ὑπόθεσιν τὴν λέγουσαν ὅτι δεδόσθω ὅτι μετρεῖται ἡ διάμετρος· εἰ γὰρ παρὰ τὴν ὑπόθεσιν ἦν, συνέβαινεν ἂν ἀδύνατόν τι καὶ ἐπὶ τοῦ καθημένου λεγομένου δὲ περιπατεῖν· ἐκεῖ μὲν γὰρ τὸ συναγόμενον ψεῦδος, ἀλλ’ οὐκ ἀδύνατον, τὸ δὲ ἐνταῦθα καὶ ψεῦδος καὶ ἀδύνατον. ὥστε εἰ ταὐτὸν ἦν τὸ ψεῦδος καὶ τὸ ἀδύνατον, οὐδὲν ἂν διέφερον αἱ ὑποθέσεις ἥ τε τὸν καθήμενον περιπατεῖν ὑποτιθεμένη καὶ ἡ τὴν διάμετρον μετρεῖσθαι λέγουσα· ἐπεὶ δὲ ἕτερα ταῦτα, ἕτεραι καὶ αἱ ὑποθέσεις. Ἅμα δὲ δῆλον καὶ ὅτι εἰ τοῦ α ὄντος ἀνάγκη καὶ τὸ β εἶναι. Δείξας ὅτι ὃ δύναται γενέσθαι τι, καὶ γενήσεται τοῦτο οὗ τὴν δύναμιν ἔχει, διὰ τοῦ δεῖξαι ὡς. εἴ τις τὸ δυνάμενόν τι γενέσθαι λέγει ὅτι οὐ γενήσεται, οὗτος τὸ ἀδύνατον καὶ τὸ δυνατὸν ταὐτὸν ποιεῖ, καὶ διαφεύγει καὶ ἄγνωστον ἡμῖν γίνεται ποῖόν ἐστι τὸ ἀδύνατον, τοῦτο δεῖξας λέγει ὅτι ἐκ τούτου δῆλόν ἐστιν ὡς εἰ τοῦ α ὄντος ἕπεται αὐτῷ ἐξ ἀνάγκης τὸ β, καὶ τοῦ α δυνατοῦ ὄντος καὶ τὸ β δυνατόν ἐστι, καὶ ἀναγκαίου ἀναγκαῖον, καὶ ὑπάρχοντος τοῦ α ὑπάρξει καὶ τὸ β. εἰ δέ τις ἐνίσταται λέγων ὅτι τοῦ α ὄντος ἕπεται αὐτῷ ἐξ ἀνάγκης τὸ β, οὐ μὴν δυνατοῦ ὄντος τοῦ α ἔσται καὶ τὸ β δυνατόν, οὐδὲν κωλύει, φησίν, εἶναι τὸ β μὴ δυνατόν, δυνάμει λέγων ὡς εἰ τοῦ α δυνατοῦ ὄντος τὸ β οὐκ ἔστι δυνατόν, ἔσται ἀδύνατον· τοῦτο γὰρ ἀντίκειται τῷ δυνατῷ. ἔστω. φησί, τὸ α δυνατόν. οὐκοῦν ἐπειδὴ δυνατόν ἐστιν, εἰ τεθείη ὑπάρχον, ψεῦδος μέν, οὐ μέντοι ἀδύνατος ἡ ὑπόθεσις. ἔστω οὖν ὑπάρχον τὸ α, ὑπόκειται δὲ ὅτι του α ὄντος ἔστι καὶ τὸ β· ὥστε ἐπειδὴ τὸ α ἔστιν, ἔσται καὶ τὸ β διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν. ἀλλὰ καὶ οὐκ ἔσται· τὸ γὰρ ἀδύνατον οὐκ ἂν γένοιτό ποτε. εἰ δὲ τὸ εἶναι τὸ β καὶ μὴ εἶναι ἀδύνατον, ψευδὴς ἡ ὑπόθεσις ἐξ ἧς τοῦτο συνέβη· αὕτη δέ ἐστιν ἡ λέγουσα ὅτι τοῦ α ὄντος δυνατοῦ οὐκ ἔσται καὶ τὸ β τὸ ἑπόμενον τῷ α δυνατόν. δῆλον ἄρα ὅτι τοῦ α ὄντος δυνατοῦ ἔσται καὶ τὸ β δυνατόν, εἴπερ οὕτως εἶχον τό τε α καὶ τὸ β. πῶς δὲ εἶχον, ἐπάγει, ὥστε τοῦ α ὄντος ἀνάγκη καὶ τὸ β εἶναι. δείξας οὖν ὅτι εἰ τὸ α εἴη δυνατόν, καὶ τὸ τούτῳ ἐξ ἀνάγκης ἑπόμενον β δυνατόν ἐστι, δείκνυσιν ὅτι καὶ ὄντος τοῦ α ἔσται καὶ τὸ β, λέγων ἄν δἡ οὕτως ἐχόντων * * * τὸ αβ ἕξει ὡς ἐτέθη, ἤιοι ἂν * * * τὸ αβ ἕξει ὡς ἐτέθη. ταῦτα δὲ εἰπὼν ἐπάγει καὶ εἰ τοῦ α δυνατοῦ ὄντος ἀνάγκη τὸ β Ε; εἶναι, ὃ ἴσον ἆν εἴη τῷ εἰ ὑπόκειται καὶ δέδεικται, ὡς εἰ τὸ α εἴη δυνατόν, καὶ τὸ β ἔσται δυνατόν, εἰ δὴ οὕτως ἔχοι, λέγομεν, φησίν, ὅτι εἰ καὶ εἴη τὸ α, ἀνάγκη εἶναι καὶ τὸ β· τὸ γὰρ λέγειν ὅτι εἰ τὸ α δυνατὸν εἴη, ἐξ ἀνάγκης ἕπεται τὸ εἶναι δυνατὸν καὶ τὸ β (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ τὸ γὰρ δυνατὸν εἶναι ἐξ ἀνάγκης τὸ β εἶναι, εἰ τὸ α δυνατόν), τὸ οὖν λέγειν ὅτι εἰ τὸ α δυνατόν, ἐξ ἀνάγκης καὶ τὸ εἶναι τὸ β δυνατὸν συμβαίνει, τοῦτο σημαίνει ὅτι ἐὰν ᾖ τὸ α καὶ ὅτε ᾖ, τότε εἶναι καὶ τὸ β. τὸ δὲ καὶ ὡς ἦν δυνατὸν εἶναι ἴσον ἂν εἴη τῷ καὶ εἰ ἐστιν ἀναγκαῖον τὸ α, ἔσται καὶ τὸ β ἀναγκαῖον, καὶ εἰ δυνατόν, δυνατόν. Ἁπασῶν δὲ τῶν δυνάμεων οὐσῶν τῶν μὲν συγγενῶν, οἷον τῶν αἰσθήσεων. Βούλεται διὰ τούτων εἰπεῖν τίνες τῶν δυνάμεων ἄνευ τοῦ προενεργῆσαι οὔκ εἰσιν ἐν οἷς εἰσι καὶ τίνες καὶ χωρὶς ὅλως τοῦ προενεργῆσαί εἰσι. καί φησιν ὅτι ἀπασῶν τῶν δυναμεων τῶν μὲν οὔσων συγγενῶν, τουτέστι συγγινομένων καὶ συμπλαττομένων ἡμῖν (αἱ γὰρ αἰσθήσεις συγγίνονται καὶ συμπλάττονται ἡμῖν· οὐ γὰρ ὕστερον ἐπιγίνονται μετὰ τὸ γεννηθῆναι τὸ ζῷον), τῶν δὲ οὐσῶν ἔθει ἡ γὰρ δύναμις καθ’ ἣν δύναται ὁ αὐλητὴς αὐλεῖν οὐ συγγεννᾶται αὐτῷ ἀλλ’ ἐξ ἔθους αὐτῷ ἐγγίνεται), τῶν δὲ μαθήσει ὡς ἡ οἰκοδομικὴ καὶ ἁπλῶς αἱ τέχναι, αἱ μὲν ἐξ ἔθους καὶ λόγου δυνάμεις ἄνευ τοῦ προενεργῆσαι οὐκ ἐγγίνονται, τὰς δ’ ἄνευ λόγου δυνάμεις εἴτε τοῦ ἐνεργεῖν εἴτε καὶ τοῦ πάσχειν οὐκ ἀνάγκη ἐστὶ προενεργῆσαι. οὔτε γὰρ τὸ πῦρ προηνέργησε καὶ οὕτως ἐγένετο αὐτῷ ἡ τοῦ κίειν δύναμις οὔτε τῷ ξύλῳ ἡ τοῦ καίεσθαι, ἀλλ’ ἅμα τῷ εἶναι καίει τὸ πλησιάζον, ὁμοίως καὶ τὸ ξύλον καίεται εἰ πλησιάζει. ἐπεὶ δὲ τὸ δυνατὸν τὶ δυνάμενον λέγεται δυνατὸν καὶ ποτέ οὐ γὰρ κατὰ πάντα τρόπον τὸ πῦρ καίει, ἀλλ’ ὅταν πλησιάζῃ τῷ καυστῷ ἢ ὅταν μὴ ὑπό τινος κωλύηται); ὅσα μὲν κατὰ λόγον δύνανται κινεῖν, καὶ αἱ δυνάμεις αὐτῶν μετὰ λόγου, ὅσα δὲ ἀλόγως ὡς τὸ πῦρ, καὶ αἱ δυνάμεις αὐτῶν ἄλογοι. καὶ τὰς μὲν μετὰ λόγου δυνάμεις ἀνάγκη ἐν ἐμψύχῳ εἶναι, τὰς δὲ ἀλόγους ἐν ἀμφοῖν καὶ ἐν ἐμψύχῳ καὶ ἀψύχῳ. ἄλογοι γὰρ δυνάμεις ἐν ἐμψύχῳ εἰσὶν αἱ ἐν ταῖς ἀλόγοις οὖσαι ψυχαῖς. καὶ τὰς μὲν ἀλόγους δυνάμεις ἀνάγκη, ὅταν πλησιάζῃ τό τε δυνάμενον ποιεῖν καὶ δυνάμενον πάσχειν, τὸ μὲν ποιεῖν ὣς δύναται ποιεῖν, τὸ δὲ πάσχειν ὡς δύναται πάσχειν, τὰς δὲ μετὰ λόγου οὐκ ἀνάγκη· οὐ γάρ ἐστιν ἀνάγκη, ὅταν ὁ διδάσκαλος πλησιάζῃ τῷ μαθητῇ, τὸν μὲν διδάσκειν τὸν δὲ μανθάνειν καὶ αἱ μὲν ἄλογοι δυνάμεις κυρίω ἑνός εἰσι ποιητικαί, οἷον ἡ τοῦ πυρὸς τοῦ θερμαίνειν (τὸ δὲ κυρίως πρόσκειταί μοι ὅτι ψύχει καὶ τὸ πῦρ κατὰ συμβεβηκὸς στραφέν πὼς καὶ ἀπελθόν), αἱ δὲ μετὰ λόγου τῶν ἐναντίων· ἡ γὰρ ἰατρικὴ ὑγιείας καὶ νόσου. εἰ δέ τις λέγοι ὅτι καὶ αἱ μετὰ λόγου δυνάμεις ἅμα τῷ πλησιάσαι (ἐξ ἀνάγκης· τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει ὥσπερ καὶ αἱ ἄλογοι ἐξ ἀνάγκης γὰρ τὸ πῦρ ἄμα τῷ πλησιάσαι τῷ καυστῷ καίει), εἰ οὖν τοῦτό τις λέγει καὶ δίδωσι τὴν ἀνάγκην ταῖς μετὰ λόγου δυνάμεσιν ὥσπερ καὶ ταῖς ἀλόγοις, οὗτος οὐδὲν ἄλλο ἀξιοῖ ἢ ἅμα τὰ ἐναντία τῷ αὐτῷ παρεῖναι. ὡς γάρ τὸ πῦρ δυνάμενον θερμαίνειν ἅμα τῷ πλησιάσαι τῷ θερμαντῷ ἐξ ἀνάγκης θερμαίνει αὐτό, οὕτω καὶ ὁ ἰατρὸς ἐπεὶ δύναται καὶ ὑγιάζειν καὶ νοσάζειν, εἰ ἐξ ἀνάγκης ἅμα τῷ πλησιάζειν ἐνεργεῖ ἃ δύναται, ἅμα ἂν ὑγιάζοι τὸν αὐτὸν καὶ νοσάζοι. τοῦτο δὲ ἀδύνατον, τὸ τὸν αὐτὸν ἅμα ὑγιαίνειν καὶ νοσεῖν. ὥστε ἔστι τὸ κύριον ἐν ταῖς μετὰ λόγου δυνάμεσι τὸ μὴ ἐῶν τὰ ἐναντία ποιεῖν, ἀλλὰ θάτερον, οὗ ἄν ὀρέγηται· τοῦτο δ᾿ ἐστὶν ἡ ὄρεξις ἢ προαίρεσις. ὁποτέρου γὰρ ἂν κυρίως ὀρέγηται, τοῦτο καὶ ποιήσει, ὅταν ὡς δύναται ὑπάρχῃ καὶ πλησιάζῃ τῷ παθητικῷ· οἷον εἰ δύναται ὑγιάζειν καὶ νοσάζειν., οὗ ἄν ὀρέγηται, τοῦτο ὡς δύναται ποιήσει ἀλλ’ οὐχ ὡς οὐ δύναται· ὥστε πᾶν τὸ κατὰ λόγον δυνατὸν ἀνάγκη, ὅταν ὀρέγηται, οὗτινος ἔχει τὴν δύναμιν καὶ ὡς ἔχει, τοῦτο ποιεῖν. εἰ γὰρ ἔχει δύναμιν τοῦ ὑγιάζειν, τοῦτο καὶ ποιήσει. ἀλλὰ μὴν ἔχει ὁ ἰατρὸς δύναμιν τοῦ ὑγιάζειν· ὥστε παρόντος τοῦ παθητικοῦ, ἤτοι τοῦ ἀνθρώπου, καὶ ὡδὶ ἔχοντος, ἤγουν νοσοῦντος, ὑγιάσοι ἂν αὐτόν. εἰ δὲ μὴ ἔχοι δύναμιν του ὑγιάζειν, οὐ δύναται ὑγιάσαι. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰ δὲ μή, ποιεῖν οὐ δυνήσεται. εἰπὼν δὲ ὅτι τὸ δυνατὸν οὗ ἔχει τὴν δύναμιν 30 καὶ ὡς ἔχει ποιήσει πρὸς τὸ παθητικόν, ἐπειδὴ ἔδει προσκεῖσθαι ἐν τῷ προσδιορισμῷ τὸ καὶ μηδενὸς τῶν ἔξωθεν κωλύοντος, ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον, ὅτι τὸ δυνατὸν οὗ ἔχει τὴν δύναμιν καὶ ὡς ἔχει καὶ μηδενὸς τῶν ἔξωθεν κωλύοντος ποιήσει εἰ γὰρ ἔχει δύναμιν τοῦ ποιῆσαι, κωλύεται δὲ ὑπό τινος, πάντως οὐ ποιήσει), τοῦτο δὴ εἰπὼν καὶ μὴ προσθείς, ὡς εἴρηται, τὸ καὶ μηδενὸς τῶν ἔξωθεν κωλύοντος, λέγει ὅτι τὸ γὰρ μηδενὸς τῶν ἔξωθεν κωλύοντος προσδιορίζεσθαι οὐδὲν ἔτι δεῖ· εἰπόντες γὰρ ὅτι ὧς ἔχει συμπεριειλήφαμεν καὶ τὸ μηδενὸς τῶν ἔξωθεν κωλύοντος. ὡς γάρ ἐστιν ἡ δύναμις τοῦ ποιεῖν, οὕτως ἔχει αὐτήν· ἔχει δ’ οὐχ ὡς ἔτυχε καὶ πάντως, ἀλλ’ ὡδί πὼς ἔχον, ἐν οἷς τῷ τε ὡς ἔχει καὶ τῷ ὡδί πὼς ἔχειν, συμπεριείληπται καὶ τὸ μηδενὸς τῶν ἔξωθεν κωλύοντος. ὁ γὰρ λέγων ὅτι τὸ ποιοῦν ποιεῖ ὡς ἔχει καὶ ὡδί πὼς ἔχον, λέγει καὶ τὸ μηδὲ κωλυόμενον ὑπό τινος· ἔνια γὰρ τῶν προσόντων τῷ προσδιορισμῷ, οἷον τὸ ἔχει ἢ τὸ ὡδί πὼς ἔχει, συμπεριειλημμένον ἔχει ἐν ἑαυτοῖς τό τε μηδενὸς κωλύοντος μηδὲ ἐμποδίζοντος, καὶ ἀφαιρεῖται ταῦτα, λέγω δὴ τὸ μὴ κωλύειν μηδὲ ἐμποδίζειν, καὶ οὐκ ἐᾷ κεῖσθαι ἐν τῷ προσδιορισμῷ. καὶ ἐπεὶ τὸ ποιοῦν οὕτω ποιεῖ ὡς ἔχει καὶ ὡς δύναται, οὐ ποιήσει ἅμα νόσον καὶ ὑγίειαν ὁ ἰατρός· οὐ γὰρ οὕτως ἔχει τὴν δύναμιν ὥστε ἅμα ταῦτα ποιεῖν, ἀλλὰ ἀνὰ μέρος, ἐπεὶ ὧν ἐστι, τουτέστιν ἐπεὶ ὧν ἔχει δύναμιν ὥστε ἅμα ποιεῖν αὐτά, οὕτω ποιήσει, ἤτοι ἅμα καὶ ὡς ἔχει τὴν τοῦ ποεῖν αὐτὰ δύναμιν. ἐπεὶ δὲ περὶ τῆς κατὰ κίνησιν λεγομένης δυνάμεως εἴρηται, περὶ ἐνεργείας διορίσωμεν. εἰπὼν περὶ τῆς κατὰ κίνησιν δυνάμεως (αὕτη δὲ ἦν ἡ πρώτη καὶ ἀνείδεος ὕλη), νῦν διορίζει καὶ περὶ ἐνεργείας τί τέ ἐστι καὶ ποῖόν τι. διορίζοντες δέ, φησί, περὶ τοῦ ἐνεργείᾳ ἅμα δῆλον ἔσται καὶ περὶ τοῦ δυνατοῦ ὅτι οὐ μόνον τοῦτο λέγομεν δυνατὸν ὃ πέφυκε κινεῖν ἄλλο· τὸ γὰρ πῦρ (εἰλήφθω δὲ τοῦτο εἰς ὑπόδειγμα) πέφυκε θερμαίνειν, τὸ δὲ ὕδωρ πέφυκε κινεῖσθαι καὶ θερμαίνεσθαι ὑπὸ τοῦ πυρὸς ἢ ὑπ’ ἄλλου του θερμαντικοῦ. τὸ δὲ ἢ ἁπλῶς ἢ τρόπον τινὰ πρόσκειται ὅτι εἴρηκεν ἐν τῷ Δ τῆσδε τῆς πραγματείας, ὅτε περὶ τοῦ δυνατοῦ διώριζεν ὁσαχῶς λέγεται, ὅτι τὰ δυνατὰ κινεῖσθαι ἢ ὅταν ἁπλῶς καὶ ὡς ἔτυχεν εἴτε ἐπὶ τὸ χεῖρον καὶ τὴν φθορὰν εἴτε ἐπὶ τὸ κρεῖττον, λέγεται δυνατά, ἢ ὅταν μὲν ἐπὶ τὸ χεῖρον κινῇ, οὐ λέγεται δυνατά, ὅταν δὲ ἐπὶ τὸ κρεῖττον, λέγεται. τὸ οὖν ἁπλῶς εἴρηται ἀντὶ τοῦ ὡς ἔτυχε καὶ ἀδιορίστως, τὸ δὲ τρόπον τινὰ διωρισμένως, εἴτε καὶ ἄλλως. διορίζοντες δή, φησί, περὶ τοῦ ἐνεργείᾳ δῆλον ἔσται ὅτι οὐ μόνον τοῦτο λέγομεν δυνατὸν ὃ | πέφυκε κινεῖν εῖ ἢ ἄλλο ἢ κινεῖσθαι ὑπ’ ἄλλου, ἁλλ’ ὅτι τὸ δυνατὸν λέγεται καὶ ἑτέρως. διὸ ζητοῦντες, φησί, περὶ τοῦ τοιούτου τοὐ καὶ ἑτέρως δυνατοῦ λεγομένου διήλθομεν καὶ περὶ τούτων τῶν δυνατῶν τῶν πεφυκότων κινεῖν ἢ κινεῖσθαι, ὡς ἐντεῦθεν ἐσομένου κἀκείνου δήλου. ταῦτα εἰπὼν τὰ περὶ τῆς ἐνεργείας διορίζεται, ἔστι, λέγων, ἐνέργεια ὅταν ὑπάρχῃ τὸ πρᾶγμα οὐχ ὥστε μὴ ἐνεργεῖν, δυνάμενον δὲ ἐνεργῆσαι, τὸ δὲ ἐνεργείᾳ, τουτέστιν ἀλλ’ ἐκεῖνό ἐστιν ἐνέργεια τὸ οὕτως ἐνεργείᾳ ὂν καὶ ἐνεργοῦν, καθ’ ὃ πρότερον μὴ ἐνεργοῦν, δυνάμενον δὲ ἐνεργῆσαι ἤδη ἐνεργεῖ. οὕτω μὲν οὖν τὸ ἑξῆς ἐστι τῶν λεγομένων καὶ οὕτως ἀναγνωστέον. εἶτα τὸ λέγομεν δὲ δυνάμει οἷον ἐν τῷ ξύλῳ Ἑρμῆν· καὶ εἰσὶ ταῦτα ἐζηηγτικὰ τοῦ μὴ οὕτως ὥσπερ λέγομεν δυνάμει· πῶς δὲ λέγομεν τὸ δυνάμει ἐπάγει, οἷον ἐν τῷ ξύλῳ τῷ μὴ ἔχοντι τὸ τοῦ Ἑρμοῦ εἶδός φαμεν ὅτι ἔστιν ἐν αὐτῷ Ἑρμῆς, διότι δύναται δέξασθαι τὸ τοῦ Ἑρμοῦ εἶδος· καὶ ἐν τῇ διαμέτρῳ λέγομεν εἶναι τὴν ἡμίσειαν, ὅτι δύναται ἀπ’ αὐτῆς ἀφαιρεθῆναι καὶ εἶναι καθ’ ἑαυτὴν ἐνεργείᾳ· καὶ ἐπιστήμονα τὸν μὴ θεωροῦντα, δυνάμενον δὲ θεωρῆσαι. εἰπὼν δὴ ὅτι ἔστιν ἐνέργεια τὸ ὑπάρχειν τὸ πρᾶγμα μὴ οὕτως ὥσπερ λέγομεν δυνάμει καὶ μὴ ἐνεργεῖν, τὸ δὲ ἐνεργείᾳ ὂν καὶ ἤδη ἐνεργοῦν, λέγει ὅτι δῆλον δέ ἐστιν ὃ βουλόμεθα ἐνέργειαν λέγειν ἐπὶ τῶν καθ’ ἕκαστα τῇ ἐπαγωγῇ, καὶ οὐ χρὴ παντὸς πράγματος ὅρον ζητεῖν· οὐ γὰρ πάντα τοῖς ὅροις γινώσκομεν, ἐπεὶ μηδὲ πάντων εἰσὶν ὅροι, ὡς δέδεικται ἐν τῷ Z τῆσδε τῆς πραγματείας, ἀλλ’ ἔνια καὶ δι’ ἐπαγωγῆς καὶ δι’ ἀναλογίας συνορῶμεν καὶ γινώσκομεν. εἰ δὲ τοῦτο, καὶ τὴν ἐνέργειαν ἐκ τῶν καθ’ ἕκαστα καὶ τῆς ἐπαγωγῆς δεῖ γινώσκειν ἀλλ’ οὐ δι’ ὅρου. ἔστω δὴ σαφηνείας ἕνεκεν ὅτι βουλόμεθα δηλῶσαι τὴν ἐνέργειαν καὶ τὸ ἐνεργεῖν τὸν Σωκράτην περὶ τὸ γράφειν. δηλώσομεν δὴ τοῦτο δι’ ἀναλογίας καὶ τῶν κατὰ μέρος οὕτως· ὡς ἔχει τὸ οἰκοδομοῦν καὶ τὸ ἐνεργοῦν ἤδη πρὸς τὸ οἰκοδομικὸν καὶ μὴ ἐνεργοῦν δυνάμενον δὲ οἰκοδομῆσαι, καὶ τὸ ἐγρηγορὸς πρὸς τὸ καθεῦδον καὶ δυνάμενον ἐγρηγορῆσαι, καὶ τὸ ὁρῶν πρὸς τὸ μύον μὲν ὄψιν δὲ ἔχον, καὶ τὸ ἀποκεκριμένον ἐκ τῆς ὕλης πρὸς τὴν ὕλην. ὃ δὴ ἀσαφῶς εἴρηται· δοκεῖ γὰρ λέγειν ὅτι καὶ τὸ χωρισθὲν εἶδος ἐκ τῆς ὕλης, οὐ τοῦτο δέ φησιν· οὐ γὰρ βούλεται οὗτος εἶδος εἶναί ποτε φυσικὸν χωρὶς ὕλης· ἀλλ’ ἀποκεκριμένον λέγοι ἂν τὸν ἀνδριάντα, ὡς τύπῳ εἰπεῖν, πρὸς τὸν χαλκὸν τὸν μήπω τὸ τοῦ ἀνδριάντος εἶδος ἔχοντα, δυνάμενον δὲ δέξασθαι τὸ τοῦ ἀνδριάντος εἶδος. καὶ πάλιν ὡς ἔχει τὸ ἀπειργασμένον κιβώτιον πρὸς τὸ ἀνέργαστον ξύλον, δυνάμενον δὲ ἐργασθῆναι καὶ γενέσθαι κιβώτιον. ὡς δὴ ταῦτα ἔχει, ἔστι τέ τι, τουτέστιν οὕτως ἔστι καὶ ὁ Σωκράτης | ὁ γράφων πρὸς τὸν μὴ γράφοντα. τοῦτο δὴ εἰπόντες φανερόν ἐστιν ὡς δεδήλωται ἡ ἐνέργεια τοῦ Σωκράτους, ἣν ἐνεργεῖ, λέγω δὴ τὸ γράφειν. ταύτης δὲ τῆς δι’ τῆς διαφορᾶς διαφορὰν λέγων τὴν ἐξ ἀναλογίας συζυγίαν, οἷον ὡς τὸ ὁρῶν πρὸς τὸ μύον καὶ τὸ ἐγρηγορὸς πρὸς τὸ καθεῦδον), ταύτης δὴ τῆς διαφορᾶς θάτερον μόριον ἔστω ἡ ἐνέργεια, τό τε ὁρᾶν καὶ τὸ ἐγρηγορέναι, θάτερον δὲ τὸ δυνατόν, τό τε μύον καὶ τὸ καθεῦδον, ὅτι δύναται τὸ μὲν ἀναβλέψαι τὸ δὲ ἐγρηγορέναι. εἰπὼν δὴ ὅτι τῆς ἐνεργείας οὐ δεῖ ὁρισμὸν ζητεῖν, ἀλλ’ ἐξ ἀναλογίας αὐτὴν οἵα ἂν καὶ εἴη δηλοῦν δεῖ, καὶ εἰπὼν ὅπως τοῦτο ποιητέον, λέγει, εἰ καὶ πάντα τὰ ἐνεργείᾳ κατ’ ἀναλογίαν λέγειν προσήκει, πλὴν οὐχ ὁμοίως πάντα λέγεται, ἀλλὰ τὰ μὲν γὰρ ὡς κίνησις πρὸς δύναμιν λέγεται, τὰ δ’ ὡς οὐσία πρὸς τὴν ὕλην, οἷον εἰ λέγοι τι, ὡς ὁ βαδίζων πρὸς τὸν καθήμενον, οὕτως Ἀλέξανδρος πρὸς τὸ καταμήνιον. τὸ μὲν γὰρ βαδίζον λέγεται ὡς κίνησις πρὸς δύναμιν, τουτέστιν ὡς πάθος πρὸς πάθος, ὁ δ’ Ἀλέξανδρος πρὸς τὸ καταμήνιον ὡς οὐσία πρὸς ὅλῳ· ὕλη γὰρ τοῦ ἀνθρώπου τὸ καταμήνιον. τὸ δὲ μεταξὺ ἐμβληθὲν τὸ ἀλλ’ ἢ τῷ ἀνάλογον ὡς τοῦτο ἐν τούτῳ ἢ πρὸς τοῦτο τόδε ἐν τῷδε ἢ πρὸς τό ’δε ὑπόμνησίς ἐστι τῆς ἀναλογίας, ὡς εἰ ἔλεγεν ὅτι τὰ ἀνάλογον λεγόμενα πῶς δὲ λεγόμενα; ὅτι ὡς τοῦτο ἐν τούτῳ, οἷον ὡς ὄψις ἐν 10 ὀφθαλμῷ νοῦς ἐν ψυχῇ, καὶ ὡς ὁ οἰκ·οδομ.ῶν πρὸς τὸ οἰκοδομούμενον ὃ γράφων πρὸς τὸ γραφόμενον, ἢ πρὸς τοῦτο, οὕτω τοῦτο ἐν τούτῳ ἢ πρὸς τοῦτο) οὐ πάντα ὁμοίως λέγεται, ἀλλά τὰ μὲν, ὡς κίνησις πρὸς δύναμιν, τὰ δ’ ὡς οὐσία πρὸς ὕλην. Ἄλλως δὲ τὸ ἄπειρον καὶ τὸ κενὸν καὶ ὅσα τοιαῦτα, λέγεται. Ἐπειδὴ οἱ τὸ ἄπειρον εἶναι λέγοντες ἔν τισι δυνάμει ἔλεγον εἶναι (ὲν μὲν γὰρ ἰοῖς κούφοις σώμασιν ἐνεργείᾳ, ἐν δὲ τοῖς βαρέσι δυγάμει), λέγει ὅτι τὸ δυνάμει καὶ ἐνεργείᾳ ἄλλως λέγεται ὑπάρχειν πολλοῖς τῶν ὄντων, οἷον τῷ ὁρῶντι καὶ βαδίζοντι καὶ μὴ ὁρῶντι καὶ μὴ βαδίζοντι ἄλλως λέγεται ὑπάρχειν τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ. λέγεται γὰρ ὁρᾶν ὁ μὴ ὁρῶν, ὅτι δύναται ἐνεργῆσαι καὶ γενέσθαι ἐνεργείᾳ ὁρῶν· ὁμοίως καὶ ὁρῶν λέγεται μὴ ὁρᾶν, ὅτι δύναται ἐνεργείᾳ γενέσθαι μὴ ὁρῶν. ἄλλως οὖν τὸ δυνάμει ἐν τούτοις λέγεται καὶ ἄλλω; ἐν τῷ ἀπείρῳ καὶ κενῷ· λέγεται γὰρ δυνάμει ἄπειρον μέγεθος οὐχ ὅτι δύναται καὶ ἐνεργείᾳ γενέσθαι, ἀλλ’ ὅτι δύναται ἐπ’ ἄπειρον τέμνεσθαι. δέδεικται γὰρ ἐν τῇ Φυσικῇ ὡς οὔτε ἄπειρόν ἐστιν ἐν τοῖς οὖσιν οὔτε κενόν. τὸ μὲν γὰρ ὁρώμενον, φησίν, ὅτι ὁρᾶται, τὸ δ᾿ ὅτι ὁρᾶσθαι δυνατόν, τουτέστι τὸ μὲν γὰρ ὁρώμενον λέγεται μὴ ὁρᾶσθαι, ὅτι ὁρώμενον δύναται μὴ ὁρᾶσθαι (οὕτω γὰρ δεῖ τοῦ ῥητοῦ ἀκούειν)· τὸ δὲ μὴ ὁρώμενον λέγεται ὁρᾶσθαι. ὅτι δυνατόν ἐστιν ὁρᾶσθαι. τὸ δ’ ἄπειρον οὐχ οὕτως, ὥστε καὶ ἐσόμενον χωριστόν, ἤτοι ἐνεργείᾳ καὶ καθ’ αὑτό, ἀλλὰ τῆ γνώσει· νοοῦμεν γὰρ ἐπ’ ἄπειρον αὐξόμενον τὸν ἀριθμὸν καὶ τὸ μέγεθος τεμνόμενον, ἐνεργεία δὲ οὐδέποτέ ἐστιν. καὶ τὴν αἰτίαν τοῦ πῶς δυνάμει μὲν ἀεὶ ἔστιν ἐπ’ ἄπειρον τέμνε. σθαι ἐπάγει λέγων τὸ γὰρ μὴ ὑπολείπειν· τὴν διαίρεσιν ἀποδίδωσι τὸ εἶναι δυνάμει ταύτην τὴν ἐνέργειαν, τουτέστι τὸ δύνασθαι ἐνεργεῖν κατὰ τὴν ἐπ’ ἄπειρον τομὴν τὰ μεγέθη δίδωσι. τί δέ ἐστι τὸ διδόν; τὸ μὴ ὑπολείπειν τὴν διαίρεσιν. ἐπειδὴ γὰρ οὐχ ὑπολείπει ἐν τοῖς μεγέθεσιν ἡ διαίρεσις, ἀλλ’ ὃ ἄν δοθείη δύναται δίχα τέμνεσθαι, ἐπὶ πούτῳ ἡ χορηγία καὶ ἡ πηγὴ τοῦ δύνασθαι ἐπ’ ἄπειρον τέμνεσθαι ἐν τοῖς μεγέθεσι. δῶ οὐχ ὑπολείπει τὸ εἶναι δυνάμει ταύτην τὴν ἐνέργειαν, τουτέστι τὸ δύναμιν ἔχειν τὰ μεγέθη ἐνεργεῖν κατὰ τὸ ἐπ’ ἄπειρον τέμνεσθαι δίδωσιν οὐδὲν ἄλλο ἢ τὸ τὴν διαίρεσιν μὴ ὑπολείπειν. εἰ μὲν γὰρ ἡ διαίρεσις καὶ τὸ δίχα τέμνεσθαι τὰ μεγέθη ὑπελείπετο, οὐκ ἄν ἐπ’ ἄπειρον ἐτέμνετο οὐδ᾿ εἶχε τούτου δύναμιν· ἐπειδὴ δὲ οὐχ ὑπολείπει, διὰ τοῦτο ἐπ’ ἄπειρον ἔχει δύναμιν τοὺ τέμνεσθαι. καὶ τοῦτο μέν, φημὶ δὴ τὸ ἐπ’ ἄπειρον τέμνεσθαι, δίδωσι τὸ μὴ υπολείπειν τὴν διαίρεσιν ἀλλ’ ἀεὶ εἶναι διαίρεσιν, τὸ δὲ χωρίζεσθαι καὶ ἐνεργείᾳ εἷναι τὸ ἄπειρον οὐ δίδωσιν. Τὸ μὲν οὗν ἐνεργείᾳ τί τέ ἐστι καὶ ποῖον, ἐκ τούτων καὶ τῶν τοιούτων δῆλον ἡμῖν ἔστω. Ἐν τῷ Δ λέγων τὰ σημαινόμενα τῆς δυνάμεως καὶ ἐνεργείας, εἰρηκὼς ὅτι πότε δὴ τὰ τοιαῦτα καὶ | δυνάμει καὶ ἐνεργείᾳ λέγεται καὶ πότε οὔ, ἐν ἄλλοις διοριστέον, νῦν τὰ περὶ τοὺ ἐνεργείᾳ συμπερανάμενος καὶ εἰπὼν τὸ μὲν οὖν ἐνεργείᾳ τί τέ ἐστι καὶ ποῖον, δῆλον ἡμῖν ἐκ τῶν τοιούτων ἔστω, ὅπερ ἐκεῖσε ἐπηγγείλατο εἰπεῖν, νῦν λέγει, ὅτι πότε δυνάμει ἐστὶν ἕκαστον καὶ πότε οὔ, διοριστέον· οὐ γὰρ τὰ τυχόντα λέγεται. καὶ τάχ‘α, εἴ τι συνίημι, τὴν ἑκάστῳ προσεχῆ ὕλην βουλεῖά δυνάμει λέγειν ἐκεῖνο εἶναι ὃ δύναται, τὴν δὲ πόρρω οὐδαμῶς. ἐρωτᾷ δή, ἆρα ἡ γῆ ἐστι δυνάμει ἄνθρωπος; καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἢ οὔ, ἤτοι οὐκ ἔστιν, ἀλλὰ μᾶλλον ὅταν γένηται σπέρμα. καὶ οὐδὲ τότε ἐστὶ δυνάμει ἄνθρωπος, ἀλλ’ ὅταν ἐν τῷ θήλει καταβληθῇ. καὶ ἴσως οὐδὲ τοῦτο, εἰ μὴ ἐπιτήδειον εἴη τὸ δεξάμενον. ὥσπερ γὰρ οὐ πᾶν ὑπὸ ἰατρικ,ῆς ὑγιασθείη ἄν οὐδὲ ἀπὸ τύχης (οὐ γὰρ δὴ καὶ ξύλα καὶ λίθοι, καὶ διὰ τοῦτο οὐ φαμεν τὰ ξύλα δυνάμει ὑγιαντά), οὕτως οὐδὲ τὴν γῆν φαμεν. ταῦτα εἰπὼν ἐπειδὴ τινὰ μὲν τῶν δυνάμει ἀπὸ διανοίας εἰς ἐνέργειαν ὡς τὰ τεχνητά, τινὰ δὲ καὶ ἀπὸ τύχης (τὸ γὰρ δυνάμενον ὑγιᾶναι ὑγιάναι ἄν καὶ ἀπὸ τύχης), ὑποτίθεται ἡμῖν ὅπως ὁρίζεσθαι χρὴ οὐ μόνον τὸ ἀπὸ διανοίας εἰς ἐνέργειαν ἄγον τὸ δυνάμενον ἀχθῆναι, ἀλλὰ καὶ τὸ γινόμενον. λέγει οὖν ὅτι ὅρος μἑν τοῦ μὲν ἀπὸ διανοίας [ἐν] ἐντελεχείᾳ γινομένου ἐκ τοῦ δυνάμει ὄντος, τουτέστιν ὁρισθείη ἄν τὸ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἰόν, ἐλθὸν δὲ οὐκ ἀπὸ τύχης ἀλλ’ ἀπὸ διανοίας, οὑτωσί. καὶ τοῦτο θεὶς ἐπάγει τὸν ὁρισμὸν ὅταν βουληθέντος γίνηται μηδενὸς κωλύοντος τῶν ἐκτός· ὥστε εἴποι τις ὅτι τὸ ἀγόμενον ἀπὸ διανοίας ἐκ τοῦ δυνάμει εἰς ἐντελέχειαν ἐκεῖνό ἐστιν, ὅπερ εἰς ἐνέργειαν ἄγεται, ὅτε καὶ ἡνίκα βουληθῇ τὸ ἄγον μηδενὸς κωλύοντος τῶν ἐκτός. οἷον ὁ ἰατρὸς ἐκ τοῦ δυνάμει εἰς ὑγίειαν ἄγει τὸν νοσοῦντα, ὅταν βουληθεὶς οὐδὲν κωλύῃ τῶν ἐκτός, ἢ τόπος ἢ χρόνος ἢ ἄλλο τι. ὅταν μὲν οὖν ὁρίζηταί τις τὴν ἐνέργειαν τοῦ ποιοῦντος ἀπὸ διανοίας οὕτως ὁρίσαιτο ἄν· ὅταν δὲ τοῦ παθόντος, οὕτως ὅταν μηδὲν κωλύῃ τῶν ἐν αὐτῷ. ἐρεῖ γάρ τις ὅτι ἀπὸ διανοίας ὁ νοσῶν ὑγιάζεται, ὅταν οὐθὲν τῶν ἐν αὐτῷ κωλύῃ ὑγιασθῆναι, ἀλλ’ ἐπιτηδείως πάντα τὰ ἐν αὐτῷ μέρη ἔχῃ δέξασθαι τὴν ὑγίειαν. ὁμοίως δυνάμει οἰκία λέγεται τὰ ξύλα καὶ οἱ λίθοι, ὅταν μηδὲν κωλύῃ τῶν ἐν τούτ’ ᾦ. τί δὲ σημαίνει τοῦτο, ἐπήγαγε καὶ τῇ ὕλῃ, ἴσον λέγων τῷ ὅτι τότε ταδὶ λέγεται οἰκία δυνάμει, ὅταν μηδὲν κωλύῃ τῶν ἐν τῇ ὕλῃ, οὐδ’ ἔστι τῶν ἐν τῇ ὕλῃ, ὃ δεῖ προσγενέσθαι ἢ μεταβαλεῖν. εἰ γὰρ δεῖ προσγενέσθαι ξύλα ἢ λίθους ἢ εἴπερ πλεονάζει ἀπογενέσθαι ἢ μεταβαλεῖν ὥστε ὄντα ἀργὰ δεῖσθαι τοῦ πρισθῆναι ἢ | λεανθῆναι, οὐ λέγεται οἰκία· εἰ δὲ μηδὲν δεῖ ἐν τῇ ὕλῃ ἢ προσγενέσθαι ἢ ἀπογενέσθαι ἢ μεταβαλεῖν, τότε εἰσί τε καὶ λέγονται δυνάμει οἰκία· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὅσων ἔξωθεν ἡ ἀρχὴ τῆς γενέσεως, ὡς ἐπὶ τῶν τεχνητῶν ἔχει, καὶ ὅσων ἐν αὐτῷ τῷ ἔχοντι ταύτην τὴν ἀρχήν, ὡς τὰ φυσικὰ δυνάμει λέγεται, ὅταν μηδενὸς τῶν ἔξωθεν ἐμποδίζοντος ἔσται δι’ αὑτοῦ, τουτέστιν ἐνεργεῖ ἀφ’ ἑαυτοῦ, εἰ φυσικὸν εἴη, ὃ ἐδύνατο ἐνεργῆσαι· τὸ γὰρ δι᾿ αὑτοῦ οὐ πρὸς ἄμφω ἀπεδόθη καὶ τὰ τεχνητὰ καὶ τὰ φυσικά, ἀλλὰ πρὸς μόνα τὰ φυσικά. οἷον τὸ σπέρμα (ἔστω δὲ ὁ σῖτος) ὅταν ἐν τῷ ἀγγείῳ εἴη, οὐ λέγεται δυνάμει στάχυς· δεῖ γὰρ ἐν ἄλλῳ ἤτοι ἐν τῇ γῇ πεσεῖν καὶ μεταβάλλειν. ὅταν δὲ ἐν τῇ γῇ πέσῃ καὶ ἤδη διὰ τῆς ἐν αὐτῷ φυσικῆς ἀρχῆς ᾖ τοιοῦτον, τουτέστι δυνάμενον βλαστάνειν, τότε λέγεται δυνάμει στάχυς. ἐκεῖνο δέ, λέγω δὴ ὁ ἐν τῷ ἀγγείῳ σῖτος, οὐ λέγεται δυνάμει ἄσταχυς, ὅτι ἑτέρας ἀρχῆς δεῖται οἷον τῆς γῆς, καὶ ἡ γῆ οὐ λέγεται δυνάμει ἀνδριάς, ὅτι μεταβάλλουσα οὐ γίνεται ἀνδριὰς ἀλλὰ χαλκός, ὁ δὲ χαλκὸς λέγεται, ὅτι μεταβάλλων γίνεται ἀνδριάς. Ἔοικε δ’ ὃ λέγομεν οὐ τόδε ἀλλ’ ἐκείνινον, οἷον τὸ κιβώτιον οὐ ξύλον ἁλλἁ ξύλινον. ἐπειδὴ ἡ ὕλη δυνάμει ἐστὶ τὰ εἴδη καὶ ἑτέρα ἐστὶ τοῦ εἴδους, διὰ τοῦτο οὔ φαμεν τὸ σύνθετον τὴν ὕλην· οὐ γὰρ λέγομεν τὸ κιβώτιον ξύλον, ἀλλὰ παρωνυμιάζοντές φαμεν αὐτὸ ἐκείνινον, οἷον ξύλινον. ἢ οὐ τοῦτο ἄν διὰ τούτου λέγοι, ἀλλ’ ὅτι δῆλον ἐκ τούτου ἐστὶν ὡς ἡ πόρρω ὕλη οὐ λέγεται δυνάμει. τί δή ποτε; ὅτι οὐ παρωνυμιάζομεν τὰ πράγματα ἐκ τῆς πόρρω ἀλλ’ ἐκ τῆς προσεχοῦς· λέγομεν γὰρ τὸ κιβώτιον ξύλινον ἐκ τῆς προσεχοῦς, ἀλλ’ οὐ γήινον ἐκ τῆς πόρρω. ἢ οὐδὲ τοῦτο ἄν εἴη τὸ λεγόμενον, ἀλλ’ οἶμαι κανόνα ἡμῖν παραδίδωσιν ὅπως τὴν ἐσχάτην ὕλην γνωριοῦμεν, καὶ ἧς οὐκ ἔστιν ἄλλη προτέρα, δυνάμει λέγων ὅτι ὅσα μὲν ἐξ ἄλλων παρωνυμιάζονται ἐκεῖνα προσεχεῖς εἰσιν ὗλαι, καὶ οὐκ ἔστιν οὐδεμία τούτων ἐσχάτη·. εἰς ἣν δὲ καταντήσομεν, ἥτις οὐκ ἐξ ἄλλης παρωνθμιάζεται, αὕτη ἐστὶν ἡ ἐσχάτη. καὶ ὅ τι βούλεται διὰ τούτων λέγειν, δῆλον πεποίηκεν εἰπὼν πάλιν ἡ γῆ εἰ οὕτω μὴ ἄλλο. τουτέστιν πάλιν ἡ γῆ εἰ οὕτως, τουτέστιν εἰ παρωνύμως λέγεται, οἷον ἀέρινος, καὶ οὐ λέγεται ἄλλο, οἷον γῆ ἁπλῶς, ὃ ἄλλο λέγεται καὶ οὐκ ἐκείνινον, τὸ ὕστερον ἁπλῶς καὶ κυρίως ἐκεῖνό ἐστιν. οἷον πρῶτον μὲν ὡς πρὸς τὸ κιβώτιον τὸ ξύλον, ὕστερον δὲ ἡ γῆ· ἀλλ’ οὐχὶ καὶ τὸ ἁπλῶς ὕστερον αὕτη ἐστίν, ἀλλ’ ἡ ἐσχάτη | ὕλη. εἰ δή, ὥσπερ εἴρηται, ἔστι τι πρῶτον ὃ γὰρ πρότερον ὕστερον εἶπε, τοῦτο νῦν πρῶτον ἐκάλεσεν ἄλλον τρόπον· κάτωθεν γὰρ ἀρχομένοις πρῶτόν ἐστιν), εἰ ἔστιν οὗν πρῶτόν τι καὶ οὐ κατ’ ἄλλο λέγεται οὐδ’ ἀπό τινος παρονομάζεται, τοῦτό ἐστιν ἡ πρώτη ὕλη· οἷον ἡ γῆ ἀερίνη, οὗτος δὲ πύρινος, τὸ δὲ πῦρ μὴ κατ’ ἄλλο, τὸ πῦρ ἔσται ἡ πρώτη ὕλη τόδε τι οὖσα καὶ μὴ ἀπό τινος λεγομένη. καὶ κατὰ τοῦτο διαφέρει ἔρει τὸ καθόλου καὶ τὸ ὑποκείμενον (καθόλου λέγων νῦν ἁπλῶς πᾶν τὸ κατηγορούμενον, ἄντε οὐσία ᾖ ἄντε συμβεβηκός, ὑποκείμενον δὲ τὴν οὐσίαν) κατὰ δὴ τοῦτο διαφέρει τὸ καθόλου καὶ τὸ ὑποκείμενον τῷ τὸ μὲν ὑποκείμενον εἶναι τόδε τι καὶ λέγεσθαι παρωνύμως ἀπὸ τῶν παθῶν, τὰ δὲ πάθη ἐξ αὐτῶν οὐκέτι. καὶ λέγεται τῆς μουσικῆς γεγονυίας τῇ ψυχῇ ἡ ψυχὴ οὐ μουσικὴ ἀλλὰ μουσικόν, καὶ ὁ ἄνθρωπος οὐ λευκότης ἀλλὰ λευκόν, οὐδὲ βάδισις ἢ κίνησις ἀλλὰ βαδίζον ἢ κινούμενον, καὶ ἁπλῶς ὥσπερ λέγεται τὸ ἐκείνινον, οὕτω δὴ καὶ τὸ λευκὸν κατὰ ταύτην τὴν ἔννοιαν· κἀκεῖνο γὰρ καὶ τοῦτο παρωνύμως λέγεται· τὸ γὰρ λευκὸν ἴσον δύναται τῷ ξύλινον, οἱονεὶ λεύκινον. καὶ ὅσα μὲν οὕτω οἷον λευκὸν ἢ μουσικὸν καὶ ὅλως ὡς τὰ κατὰ πάθος λέγεται, τὸ ἔσχατον καὶ τὸ ὑποκείμενον αὐτοῖς ἐστιν οὐσία. ὅσα δὲ μὴ οὕτως ἀλλ’ εἶδος καὶ τόδε τι τὸ κατηγορούμενον. εἰ γὰρ λέγοιμι λευκόν, οὔ φημι εἶδός τι καὶ τόδε τι, εἰ δὲ φαίην ἀνδριάντα, τὸ ἀνδριὰς εἶδός τί ἐστι καὶ τόδε τι, ὁμοίως δὲ καὶ <ei> εἰκόνα καὶ οἰκίαν. τὰ δ’ ὑποκείμενα τῷ ἀνδριάντι ἢ τῇ οἰκίᾳ ἢ τῇ εἰκόνι οὐχ ὡς εἴδη ὑπόκειται αὐτ·οῖ-̀ ἀλλ’ ὡς ὕλη καὶ ὑλικὴ οὐσία. καὶ ὅρα δὴ τγ̀.ίν διαφορὰν τῶν ὡς εἴδη λεγομένων πρὸς τὴν τῶν ὡς πάθη, ὅτι ἐπὶ μὲν τῶν παθῶν λέγεται ἰὰ ὑποκείμενα ἀπ’ αὐτῶν (ἀπὸ γὰρ τῆς μουσικῆς μουσικὸς καὶ ἀπὸ τοῦ λευκοῦ λευκός), τὰ δὲ πάθη ἀπὸ τῶν ὑποκειμένων οὐ λέγεται εἰ μὴ κατὰ συμβεβηὶός· φαμὲν γάρ ποτε τὸ λευκὸν ἄνθρωπον εἶναι κατὰ συμβεβηκός, καθ’ αὑτὸ δ οὔ· ἀνάπαλιν δὲ ἐπὶ τῶν ὡς εἴδη λεγομένων τὰ μὲν εδ̓η λέγεται ἀπὸ τῆς ὕλης καὶ τοῦ ὑποκειμένου· φαμὲν γὰρ τὸν ἀνδριάντα χαλκοῦν, ἁλλ’ οὐ τὸν χαλκὸν ἀνδριάντα, καὶ τὸ κιβώτιον ξύλινον, ἀλλ’ οὐ τὸ ξύλον κιβώτιον. ταῦτα εἰπὼν ἐπιφέρει ὅτι ὀρθῶς τὸ ἐκείνινον λέγεται κατὰ τὴν ὕλην καὶ τὰ παίῃ ἐπειδὴ γὰρ καὶ τὰ πάθη ὑπὸ τοῦ ὑποκειμένου ὁρίζεται (καθ’ αὑτὸ γὰρ τὸ λευκὸν ἀόριστόν ἐστιν· οὐδὲ γάρ ὅλω, δύναται χωρίς τινος ὑποκειμένου εἶναι), ὁμοίως δὲ καὶ ἡ ὕλη ὑπὸ τοῦ εἴδους, εὐλόγως κατὰ θατέρου λεγόμενον τὸ ἐκείνινον λέγεται καὶ κατὰ θα.ιέρου. | ἐπεὶ δὲ τὸ πρότερον διώρισται ποσα·χῶς λέγεται. Τὸ προκείμενόν ἐστι δεῖξαι ὡ̣ς ἡ ἐνέργεια τῆς δυνάμεως προτέρα ἐστὶ καὶ λόγῳ (λόγον λέγων τὴν γνῶσιν) καὶ χρόνῳ καὶ φύσει. καὶ λέγει ὅτι ἐπειδὴ διώρισται πρότερον (ἐν τῷ Δ γάρ τοῦτο διώρισται ταύτης τῆ̣ς πραγματείας), ὁσαχῶς λέγεται τὸ πρότερον, φανερὸν ὅτι ἡ ἐνέργεια τῆς δυνάμεω, προτέρα ἐστίν, οὐ μόνον τῆς ὁρισθείσης δυνάμε,ως πρὸ ὀλίγου, ἥ τις ἐλέγειο ὅτι δύναμίς ἐστιν ἀρχὴ μεταβλητικὴ ἐν ἄλλῳ ᾗ ἄl̀λο, ἀλλ’ ὅλως ἡ ἐνέργεια πάσης ἀρχῆς κινητικῆς ἢ στατικῆς προτέρα ἐστίν. ἀρχὴν δὲ κινητικὴν καὶ οτατικὴν τὴν φύσιν λέγει· οὕτω γὰρ αὐτὴν ἐν τῇ Φ̣υσ̣ιχ̣ῇ ὡρίσατο, ὅτι ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτῳ καθ’ αὑτὸ πέφυκε καὶ μὴ κατὰ συμβεβηκός. εἰπὼν δὲ τὴν φύσιν ἀρχὴν κινητικήν, καὶ πρότερον τὴν δύναμιν ἀρχὴν κινητικήν, ἐπήγαγε καὶ γὰρ ἡ φύσις ἐν ταὐτῷ γένει τῇ δυνάμει, ὡς εἰ ἔλεγε ‘καὶ γὰρ ἡ φύσις καὶ ἡ δύναμις ἀρχαὶ κινητικαί.’ ἔδει δὲ εἰπεῖν ὅτι ἡ ἐνέργεια καὶ τῆς φύσεώς ἐστι προτέρα· ἀλλ’ ἐπειδὴ καὶ ἡ δύναμις καὶ ἡ φύσις ὡς ἐν γένει εἰσί, καὶ γένος ἐστὶν ἡ ἀρχὴ ἡ κινητικὴ τῆς τε δυνάμεως καὶ τῆς φύσεως, ἀντὶ τοῦ φάναι φύσεως εἴργται ἀρχῆς κινητικῆς. διαφέρει δὲ δυνάμεως ἡ φύσις, ὅτι ἡ δύναμις ἐν ἄλλῳ οὔσα ᾖ ἄλλο ἐν ἐκείνῳ ἐστίν, ἡ δὲ φύσις ἐν ᾧ ἐστιν οὐχ ᾗ ἄλλο ἐν ἐκείνῳ· ἐστίν, ἀλλ’ ᾗ αὐτὸ καὶ καθ’ αὑτό· ἡ γὰρ Δίωνος φύσις ᾗ τοιοῦτόζ̣ ἐστιν ὑπάρχει ἐν αὐτῷ καὶ καθ’ αὑτό. ἔστιν οὖν, φῆσί, πάσης δυνάμεως τῆς τε ὁρισθείσης καὶ τῆς φύσεως (δύναμιν λέων καὶ τὴν φύσιν διὰ τὸ ἐν τῷ αὐτῶ γένει εἶναι τῆς δυνάμεως, ὥσπερ εἴρηται) ἡ ἐνέργεια προτέρα καὶ λό-ιῳ καὶ φύσει. τῷ δὲ χρόνῳ τρόπον μέν τινά ἐστι προτέρα, τρόπον δέ τινα ὑστέρα. καὶ τέως ὅτι τῷ λόγῳ προτέρα ἐστὶ δείκνυσιν ὧδε. τὸ πρώτως, φησί, δυνατόν, τουτέστιν ἡ προσεχὴς δύναμις ἤτοι ἡ προσεχ.ὴς ὕλη, δυνατὴ λέγεται διὰ τὸ ἐνδέχεσθαι ἐνεργῆσαι· δυνατὸν γάρ φαμεν τὸν χαλκὸν γενέσθαι ἀνδριάντα, ὅτι δύναται ἐνεργείᾳ γενέσθαι ἀνδριάς· ὁμοίως οἰκοδομικὸν λέγεται τὸ δυνάμενον οἰκοδομεῖν καὶ ἐνεργεῖν περὶ τοῦτο, καὶ ὁρατικὸν τὸ ἐνεργεῖν δυνάμενον περὶ τὸ ὁρᾶν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. εἰ οὖν ἡ δύναμις τῇ ἐνεργείᾳ γινώσκεται, ἀνάγκη τὸν λόγον καὶ τὴν γνῶσιν προϋπάρχειν τῆς ἐνεργείας τοῦ λόγου καὶ τῆς νώσεως τῆς δυνάμεως. τὸ γὰρ δι’ οὗ τι διδάσκεται πρότερόν ἐστι τοῦ διδασκομένου, ὡς τὸ αἴτιον τοῦ αἰτιατοῦ. ὅτι δὲ πρότερον φανερόν· ἐπειδὴ γάρ φαμεν ὅτι δυνατόν ἐστι τὸ δυνάμενον ἐνεργῆσαι, καὶ διὰ τῆς ἐνεργείας τὴν δύναμιν σαφῆ ποιεῖν σπεύδομεν, δῆλον ὡς γνωριμωτέραν καὶ προτέραν οὖσαν τῆς δυνάμεως λαμ·βάνομεν τὴν ἐνέργειαν εἰς τὴν γνῶσιν τῆς δυνάμεως, ὅτι πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἐμάθομεν. τῷ δὲ χρόνῳ πρότερον ὧδε· τὸ τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν πρότερον. Δείξας ὅτι τῷ λόγῳ προτέρα ἐνέργεια δυνάμεως δείκνυσιν ὅτι τῷ χρόνῳ τρόπον μέν τινά ἐστιν ἐνέργεια δυνάμεως προτέρα, τρόπον δέ τινα οὐκ ἔστιν. λαμβάνει δὲ εἰς τὴν τούτου δεῖξιν λίαν ὁμολογούμενον καὶ ἐναργὲς ἀξίωμα ἢ λῆμμα, ὅτι τὸ τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν πρότερόν ἐστιν. ὁ γὰρ Σωφρονίσκος ὁ τὸν Σωκράτην ἐνεργήσας, τουτέστι ποιήσας, τῷ εἴδει ὄντα τὸν αὐτὸν τῷ Σωφρονίσκῳ ἀλλ’ οὐ τῷ ἀριθμῷ, πρότερός ἐστι Σωκράτους· ὁ γὰρ Σωφρονίσκος καὶ ὁ Σωκράτης τῷ μὲν εἴδει οἱ αὐτοί εἰσι, τῷ δ’ ἀριθμῷ οὔ. τὸ μὲν οὖν τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν, ὥσπερ εἴρηται, πρότερον, τὸ δὲ γεγονός, ἓ ὂν καὶ ταὐτὸν τῷ ἀριθμῷ, ὕστερον ἀλλὰ καὶ ὁ σῖτος ὁ καταβληθεὶς ἐν τῇ γῇ καὶ ποιήσας ἕτερον σῖτον τῷ εἴδει ὄντα τὸν αὐτὸν τῷ ποιήσαντι πρότερός ἐστι τοὐ ποιηθέντος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τοῦτο προληφθὲν λέγει ὅτι εἰ μὲν ὡς πρὸς τὸ γεγονὸς καὶ τὸ ποιηθὲν ἀποβλέγειέ τις, ἐστὶ τὸ σπέρμα καὶ ἡ ὕλη καὶ ὅλως ἡ δύναμις (δύναμιν γὰρ τὴν ὕλην λέγει) προτέρα τῷ χρόνῳ τοῦ εἴδους καὶ τῆς ἐνεργείας. τὸ γὰρ σπέρμα καὶ τὸ καταμήνιον, ἅπερ δυνάμει ἦσαν Σωκράτης, ἐνεργείᾳ δὲ οὔπω, πρότερά εἰσι τῷ χρόνῳ τοῦ Σωκράτους, καὶ τουδὶ τῶ σίτου ἡ ὕλη ἥτις ἦν δυνάμει ὅδε ὁ σῖτος, προτέρα ἦν τῷ χρόνῳ αὐτοῦ. εἰ μὲν οὖν, ὡς εἴρηται, πρὸς τὴν ὕλην ἐπιβλέψειέ τις καὶ τὴν δύναμιν, εὑρήσει τὴν δύναμιν ἐνεργείας προτέραν. ἐπεὶ δὲ τ.ὸ σπέρμα ἐξ ἐνεργείᾳ ὄντος ἀνθρώπου γέγονε καὶ τὸ ὁρατικὸν ἐκ τοῦ ἐνεργείᾳ ὁρῶντος καὶ τὰ λοιπὰ ὡσαύτως, ἐστὶν ἡ ἐνέργεια δυνάμεως προτέρα τῷ χρόνῳ. ἀλλὰ τούτων, φησί, λέγων τούτων τῶν ὑλῶν καὶ δυνάμεων.‘ ἐστὶ προτέρα τῷ χρόνῳ ἑτέρα ἐνέργεια, ἐξ ὧν ἐνεργειῶν γεγόνασιν αἱ δυνάμεις. ἀεὶ γὰρ ἐκ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου, ὄντων δυνάμει ἄνθρωπος, γίνεται ὁ ἐνεργείᾳ ἄνθρωπος, ἀλλὰ πάλιν τὸ σπέρμα καὶ τὸ καταμήνιον ὑπὸ ἐνεργείᾳ ἀνθρώπων γίνεται· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου ἐνεργείᾳ γίνεται καὶ μουσικὸς ὑπὸ μουσικοῦ, καὶ ἀεὶ τὰ γινόμενα ἐκ κινοῦντός τινος | πρώτου γίνεται. εἴρηται δὲ ἐν τῷ Ζ ἐκεῖσε γὰρ περὶ οὐσίας εἶπεν) ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεταί τι, καὶ τοῦτο τὸ γινόμενον φυσικῶς ἀλλ’ οὐ τεχνητῶς τῷ εἴδει ἐστὶ τὸ αὐτὸ τῷ κινοῦντι· ὥστε καὶ προτέρα ἐνέργεια δυνάμεως. εἰ δὲ πᾶν τὸ γινόμενον τὶ γίνεται καὶ ὑπό τινος πρώτου κινοῦντος, ἀδύνατον ἐστιν οἰκοδόμον εἶναι μὴ οἱκοδομησαντα μηοεν ἢ κιθαριστὴν μὴ κιθαρίσαντα· ὁ γὰρ μανθάνων κιθαρίζειν κιθαρίζων μανθάνει κιθαρίζειν. ἐξ οὗ, λέγω δὴ ἐκ τοῦ πᾶν τὸ γινόμενον ἐκ κινοῦντος πρώτου καὶ ἐνεργεία ὄντος γίνεσθαι, οἱ σοφιστικοὶ ἔλεγχοι ἐγίνοντο. ἠρώτων γὰρ οἱ σοφισταί, μᾶλλον δὲ καὶ νῦν ἐρωτῶσιν, ἆρά γε ὁ μὴ ἔχων ἐπιστήμην τινὸς ποιήσει τὴν ἐπιστήμην; καὶ τὸ μὲν πρότερον σημαινόμενον τῆς ἐπιστήμης ἐλάμβανον ἐπ’ αὐτῆς τῆς ἐν τῇ ψυχῇ ἕξεως, τὸ δὲ ᾿ποιήσει τὴν ἐπιστήμην,’ ἐπιστήμην ἐνταῦθα τὸ ἐπιστητὸν λέγοντες τὸ κατὰ τὴν ἐπιστήμην λεγόμενον. κοινότερον δὲ νῦν καὶ τὰς τέχνας ἐπιστήμας εἴρηκεν. ἠρώτων οὗν οὕτως, καὶ ἀπεκρίναντο οἱ προσδιαλεγόμενοι ὅτι οὐ ποιήσει· ὁ γὰρ μὴ ἔχων τὴν τοῦ ποιεῖν ἀνδριάντα ἐπιστήμην οὐκ ἂν ποιήσειεν ἀνδριάντα. οὕτω δὴ τὸν λόγον ἐρωτῶντες οἱ σοφισταὶ καὶ λαμβάνοντες παρὰ τῶν προσδιαλεγομένων ὅτι οὐ ποιήσει τὸ τῆς ἐπιστήμης ὁ μὴ ἔχων τὴν ἐπιστήμην, ἐπῆγον ὅτι ὁ μανθάνων κιθαρίζειν μὴ ἔχων τὴν τοῦ κιθαρίζειν ἐπιστήμην κιθαρίζει· εἰ γὰρ εἶχεν, οὐκ ἂν ἐμάνθανεν· ὁ ἄρα μὴ ἔχων τινὸς ἐπιστήμην καὶ ποιήσει καὶ οὐ ποιήσει τὸ τῆς ἐπιστήμης· ὅπερ ἄτοπον. καὶ λύει τὸ σόφισμα λέγων ὅτι ἀλλὰ διὰ τὸ τοῦ γινομένου γεγενῆσθαί τι καὶ ὅλως τοῦ κινουμένου κεκινῆσθαι, καὶ προσυπακουστέον τοῦ δεῖξαι ἡμάς, ἵν’. ᾖ τὸ πᾶν τοιοῦτον· ἀλλὰ διὰ τὸ δεῖξαι ἡμᾶς ὅτι παντὸς τοὐ γινομένου καὶ κινουμένου γεγενῆσθαί τι καὶ κεκινῆσθαι λύεται τὸ σόφισμα. ἔδειξε γὰρ ἐν τοῖς τελευταίοις τῆς Φυσικῆς ἀκροάσεως βιβλίοις ἐκεῖνα γὰρ Περὶ κινήσεως λέγει) ὅτι πᾶν τὸ κινούμενον πρότερον κεκίνηται καὶ πᾶν τὸ κεκινημένον πρότερον ἐκινήθη. εἰ δὲ τοῦτο, καὶ ὁ μανθάνων κιθαρίζειν κιθαρίζων πρότερον κεκιθάρικεν· τὸ δὲ κεκιθαρικέναι τὸ ἠρεμῆσαί ἐστιν ἔν τινι μέρει τῆς κιθαρίσεως, ὥστε ἔχων τι πρότερον εἰ καὶ μὴ τὸ πᾶν τῆς ἐπιστήμης κιθαρίζει, καὶ ὅλως ἐκεῖνο ὃ ποιεῖ ἔχει εἰ καὶ ἄρρυθμόν ἐστιν. οὐκ ἄμ ὃ οὐκ ἔχει ποιεῖ ἀλλ’ ὅπερ ἔχει. ὥστε, φησί, δῆλον καὶ ἐκ τούτων ὅτι ἡ ἐνέργεια προτέρα δυνάμεως κατὰ γένεσιν καὶ χρόνον. ἐν γὰρ τῷ γίνεσθαι προηγεῖται τὸ γεγενῆσθαι, ὅπερ ἐστὶ τέλος τινὸς γενέσεως. Ἀλλὰ μὴν καὶ οὐσίᾳ γε, πρῶτον μὲν ὅτι τὰ τῇ γενέσει ὕστερα τῷ εἴδει καὶ τῇ οὐσίᾳ πρότερα. Δείκνυσιν ὅτι ἡ ἐνέργεια καὶ τῇ φύσει καὶ τῷ τέλει προτέρα ἐστὶ δυνάμεως. δείκνυσι δὲ τοῦτο κατηγορικῶς ἐν | πρώτῳ σχήματι ὧδε· ἡ ἐνέργει γενέσει ὑστέρα ἐστί, τὰ τῇ γενέσει ὕστερα τῇ φύσει καὶ τῷ τέλει πρότερα· ἡ ἐνέργεια ἄρα τῷ εἴδει καὶ τῇ οὐσίᾳ καὶ τῷ τέλει προτέρα ἐστίν. ὅτι δὲ τὰ τῆ γενέσει ὕστερα τῇ φύσει πρότερα φανερόν. ὡς γὰρ ὁ οἰκοδόμος πρότερον τὸ τῆς οἰκίας εἶδος ἀνατυποῖ παρ’ ἑαυτῷ καὶ οὕτω καταβάλλεται θεμέλιον καὶ τοίχους καὶ ὄροφον, οὕτω καὶ ἡ φύσις σκοπὸν ἔχουσα ἄνδρα, εἰ τύχοι, ποιῆσαι (ἕνεκα γάρ του ποιεῖ, ὡς ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται) πρότερον μὲν σπέρμα καὶ καταμήνιον, εἶτα καρδίαν, εἶτα ἧπαρ, εἶτα σάρκας, νεῦρα, ὀστᾶ, εἶτα βρέφος, εἶτα παῖδα, εἶτα ἔφηβον, εἶτα ἄνδρα ποιεῖ· ὥστε τὰ τῇ γενέσει ὕστερα τῇ φύσει πρότερα, τὰ δὲ τῇ φύσει ὕστερα, σπέρμα καὶ καταμήνιον, ἡμὶν πρότερα. ἔστιν οὖν τῇ φύσει ὁ μὲν ἀνὴρ πρότερος παιδὸς καὶ παῖς σπέρματος. ἀλλ’ ὁ μὲν παῖς ἤδη ἔχει τὸ εἶδος καὶ τὴν ἐνέργειαν, καὶ τὸ σπέρμα οὐκ ἔχει ἀλλὰ δύναται. δείκνυσι δὲ τὸ αὐτὸ τοῦτο καὶ ἄλλως, λέγων, οὗ ἕνεκα πάντα γίνεται, τοῦτο τέλος ἐστίν, < καὶ> ὡς ἐπ’ ἀρχὴν καὶ πρότερον πρὸς τὰ γινόμενα βαδίζει· πάντα δὲ ἕνεκα τῆς ἐνεργείας γίνεται· ἡ ἐνέργεια ἄρ καὶ τέλος καὶ προτέρα δυνάμεως. εἰ οὖν ἡ γένεσις ὁδός ἐστιν ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν καὶ ἕνεκα τῆς ἐνεργείας ἐστίν, ἡδ᾿ ἐνέργεια τὸ οὗ ἕνεκα καὶ τέλος, τὸ δὲ τέλος ἀρχὴ καὶ πρότερον διὰ γὰρ τὴν ἐνέργειαν ἡ δύναμις καὶ ἡ γένεσις), δῆλον ἄρα ὅτι ἡ ἐνέργεια καὶ τῷ τελείῳ δυνάμεώς ἐστι προτέρα. ὅτι δὲ ἕνεκα τῆς ἐνεργείας ἡ δύναμίς ἐστι, καὶ ἐπὶ τούτῳ ἡ ἐνέργεια δυνάμεως προτέρα τὸ γὰρ οὗ ἕνεκα ὡς τέλειον πρότερον τοῦ ἕνεκά του), δῆλον. ἔχουσι γὰρ τὰ ζῷα τὴν ὄψιν ἤτοι τὴν ὀπτικὴν δύναμιν ἕνεκα τοῦ ὁρᾶν καὶ ἐνεργεῖν, οὐ μὴν ὁρῶσι καὶ ἐνεργοῦσιν, ἵνα ὄψιν ἤτοι δύναμιν ἔχωσιν. ὁμοίως δὲ τὴν δύναμιν τοῦ οἰκοδομεῖν αὕτη δ’ ἐστὶν ἡ οἰκοδομική) ἔχουσιν, ἵνα οἰκοδομῶσιν, ἀλλ’ οὐκ οἰκοδομοῦσιν καὶ τὴν ἐνέργειαν ἔχουσιν, ἵνα οἰκοδομικὴν ἔχωσιν· καὶ τὴν θεωρητικήν, ἵνα θεωρῶσιν, ἀλλ’ οὐ θεωροῦσιν, ἵνα θεωρητικὴν ἔχωσιν. ἐπειδὴ δὲ οἱ μελετῶντες θεωροῦσιν ἵνα δυνηθῶσι θεωρεῖω, ἔμελλέ τις λέγειν ὡς αὕτη ἡ περὶ τὸ μελετᾶν ἐνέργεια ἕνεκα τῆς περὶ τὸ δύνασθαι θεωρεῖν δυνάμεως ἐστι· ψεῦδος ἄρα ὡς αἱ δυνάμεις ἕνεκα τῶν ἐνεργειῶν εἰσιν, ἀλλ’ αὗται μᾶλλον διὰ τὰς δυνάμεις, καὶ εἰ τοῦτο, προτέρα ἡ δύναμις τῆς ἐνεργείας· τὸ γὰρ οὗ ἕνεκα πρότερον τοῦ ἕνεκά του. ἐπειδὴ οὗν | ταῦτα πρὸς τὰ λεγόμενα ἀντέπιπτε, λύων φησίν, ὡς οἱ μελετῶντες οὐ θεωροῦσιν· εἰ μὲν γὰρ ἐθεώρουν, δυνατὸν ἦν λέγειν ὅτι θεωροῦσιν, ἵνα τὴν τοῦ δύνασθαι θεωρεῖν δύναμιν σχήσουσιν, ἐπειδὴ δὲ οὐ θεωροῦσιν, οὐκ ἔστι τοῦτο λέγειν. λύσας οὖν αὐτὴν κατὰ ἔνστασιν λύει αὑτὴν καὶ κατὰ ἀντιπαράστσιν, λέγων ἀλλ’ ἢ ὡδί, τουτέστιν οἱ μελετῶντες ἢ τρόπον τινὰ θεωροῦσιν, ἢ ὅτι οὐ δέονται τοῦ θεωρεῖν· ὃ ἴσον ἂν εἴη τῷ ἢ οὐ δέονται τῆς κατὰ μελέτην θεωρίας, ἀλλὰ καὶ αὕτη ἡ κατὰ τὴν μελέτην θεωρία, ἀτελὴς οὖσα καὶ σχεδὸν μηδέν, ἕνεκα τῆς τελειοτάτης καὶ κυριωτάτης γίνεται θεωρίας. ἔτι ἡ ὕλη δυνάμει ἐστὶ καὶ λέγεται, ὅτι δύναται εἰς τὸ εἶδος ἐλθεῖν· ὅταν δὲ ἔλθῃ καὶ ἐνεργείᾳ ᾗ, ἐν τῷ εἴδει ἵσταται, ὥστε κἂν τούτῳ προτέρα ὡς ἐφετὸν καὶ τάσσον καὶ εἰς κόσμον ἄγον δυνάμεως. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, φησί, καὶ ὧν τὸ τέλος κίνησις· τῆς γὰρ ὀρχηστικῆς τὸ τέλος οὐδὲν ἄλλο ἐστὶν ἡ τὸ τοιωσδὶ κινεῖσθαι· καὶ τούτων ὸὴ ἐνέργεια δυνάμεως προτέρα. διόπερ ὥσπερ οἱ διδάσκοντες τὸν μανθάνοντα τότε οἴονται εἰς τέλος τῆς ἐπιστήμης ἐλθεῖν καὶ τέλος ἀποδεδωκέναι, ὅταν αὐτὸν κατὰ τὴν ἐπιστήμην ἐνεργοῦντα ἀποδείξωσιν (ἡ γὰρ ἐνέργεια τὸ ἔργον, τὸ δὲ ἔργον· τὸ τέλος, ἡ ἐνέργεια ἄρα τὸ τέλος· ὥστε ὅταν ἐνεργῇ, τότε οἴονται τὸ τέλος ἔχειν· οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως), οὕτω καὶ ἡ φύσις τότε οἴεται τὸ γενόμενον τέλος ἀπειληφέναι, ὅταν εἰς τὴν ἐνέργειαν ἔλθῃ. τὸ δὲ εἰ γὰρ μὴ οὕτω γένηται, ὁ Πάσωνος ἔσται Ἑρμῆς, συνεχές ἐστι τῷ διὸ ὥσπερ οἱ διδάσκοντες ἐνεργοῦντα ἐπιδείξαντες. καὶ εἴη ἂν ὃ λέγει τοιοῦτον. εἰ γὰρ μὴ οὕτω γένηται, τουτέστιν, εἰ μὴ οἱ διδάδκοντες ἐνεργοῦντα ἐπιδείξωσι τὸν μανθάνοντα, ἀλλὰ φάσκωσιν ὡς ἐδιδάχθη παρ’ αὐτῶν, κἂν μὴ ἐνεργῇ; ἄδηλόν ἐστιν εἴτε ἔχει τὴν ἐπιστήμην εἴτε καὶ μή· ἐκ γὰρ τῶν ἔργων κρίνομεν πάντα τεχνίτην καὶ ἐπιστήμονα· εἰ γάρ μὴ ἐνεργεῖ, πόθεν δῆλον· ὅτι ἔχει τὴν ἐπιστήμην; ἄδηλον γὰρ εἴτε ἐντὸς ἔχει αὐτὴν εἴτε ἐκτός, τουτέστιν εἴτε ἔχει εἴτε μὴ ἔχει, ὡς καὶ ὁ Πάσωνος Ἑρμῆς· ἄδηλ’ ὂν γὰρ εἴτε ἐντός ἐστι τοῦ λίθου εἴτε ἐκτός. ἡ δὲ κατὰ τὸν Πάσωνα ἱστορία, ὅτῳ φίλον καὶ ταύτην εἰδέναι, τοιαύτη τίς ἐστιν. οὗτος ὁ Πάσων ἑρμογλύφος ὢν πεποίηκεν ἔν τινι λίθῳ τὸ τοῦ Ἑρμοῦ εἶδος, καὶ ἑωρᾶτο ἐν τῷ λίθῳ ὁ Ἑρμῆς· εἴτε δὲ ἐκτὸς ἦν τοῦ λίθου εἴτε ἐντός, οὐ δῆλον ἦν. ἐκτ·ὸς μὲν εἶναι λέγειν οὐχ οἷόν τε ἦν. εἰ γὰρ ἦν ἐκτός, ἔδει τὸν λίθον ἐγκεκολαμμένον εἶναι καὶ ἔχειν ἀνωμαλίας, οὗτος δὲ ἅπα λειότατος ἦν, ὥσπερ τὰ κάτοπτρα. διὰ τοῦτο μὲν οὗν ἐκτὸς εἶναι οὐκ ἦν δυνατὸν λέγειν. ἀλλά μὴν οὐδ’ ἐντός· εἰ μὲν γὰρ εἶχεν ἁρμονίας ἢ ὅλως ἐφαρμογάς τινας ὁ λίθος ἐν ᾧ ἦν τὸ τοὺ Ἑρμοῦ πρόχειρον ἦν λέγειν ὅτι ἐν ἑτέρῳ λίθῳ τὸν Ἑρμῆν πεποιηκὼς ἐκτὸς ἐπέθηκε τοὺς λειοτάτους λίθους καὶ ἀπέκλεισε τὸν Ἑρμῆν ἐντός, ὁρᾶται δὲ διὰ τὸ λαμπροὺς καὶ διαφανεστάτους, ὁμοίως δὲ καὶ λείους τοὺς ἐπικειμένους λίθους εἶναι, ὥσπερ εἴ τις ἐν κηρῷ πλασας τι κήρινον καὶ ἐκτὸς ἐπιθεὶς ὕελον ἢ ἄλλο τι τῶν διαφανῶν, ὁρᾶται τὸ ἐντὸς αὐτῆς κήρινον εἶδος. εἰ μὲν οὗν τοῦτο ἦν, εἰκὸς ἦν ταῦτα λέγειν· ἐπειδὴ δὲ πάντῃ συνεχὴς ἦν ὁ λίθος καὶ εἷς καὶ οὐδεμίαν ἔχων ἁρμονίαν καὶ ἐφαρμογήν, οὐκ ἐνῆν τοῦτο λέγειν. ὥστε ἄδηλος ἦν ὁ Ἐρμῆς κἄν ἐντὸς κἄν ἐκτὸς ὑπῆρχεν, ἐκτὸς μὲν ὅτι ἀνωμαλίαν οὐδεμίαν ὁ λίθος. ὥσπερ εἴρηται, εἶχεν, ἐντὸς δὲ ὅτι οὐχ οἷόν τε ἦν ὑπονοῆσαι πῶς ἐντὸς τοῦ λίθου πεποίηκε τὸν Ἑρμῆν, συνεχοῦς ὄντος. Ἐπεὶ δὲ τῶν μὲν ἔσχατον ἡ χρῆσις, οἷον ὄψεως ἡ δοασις. Πρὸ τῆς τῶν λεγομένων σαφηνείας ἀνάγκη ἐστὶν ὑπομνησθῆναι ἡμᾶς τινων, ἵν’ ἐκ τούτων εὐπαρακολούθητοι τοῖς ὑπ’ αὐτοῦ λεγομένοις γενώμεθα. ἰστέον δὲ ὅτι ἡ ὄψις, καθ’ ἣν ὁρῶμεν, καὶ δύναμίς ἐστι καὶ ἐνέργεια, δύναμις μὲν ὡς πρ.ὸς τὴν ὅρασιν ἡ γὰρ ὄψις δύναμίς ἐστι καθ’ ἣν ὁρᾶν δυνάμεθα, ἐνέργεια δὲ ἡ ὅρασις), ἐστὶ μὲν δὴ ὡς πρὸς τὴν ὅρασιν δύναμις, ὡς πρὸς δὲ τὸ μὴ ὄψιν ἔχον, δυνάμενον δὲ λαβεῖν. ἐστὶν ἐνέργεια καὶ ἕξις. ἐπειδὴ γὰρ τὸν μὴ ἔχοντα ὄψιν καὶ δυνάμενον σχεῖν φαμεν δύνασθαι ὄψιν ἔχειν, ὅταν δὲ ἕξει, οὔ φαμεν δύνασθαι ὄψιν ἔχειν, φανερὸν ὡς ἡ ὄψις ἐνέργειά ἐστιν. ἀλλὰ καὶ ἡ οἰκοδομικὴ καὶ ἐνέργειά ἐστι καὶ δύναμις, δύναμις μὲν πρὸς τὴν οἰκοδόμησιν, ἐνέργεια δὲ πρὸς τὴν στέρησιν ἣν ὁ οἰκοδόμος εἶχε πρὸ τοῦ τὴν οἰκοδομικὴν ἐσχηκέναι· ἐκ γὰρ τοῦ δυνάμει οἰκοδόμου γέγονεν ἐνεργείᾳ οἰκοδόμος. οὐ μόνον δ’ οὕτω περὶ τῶν ἕξεων λέγεται, ἀλλὰ καὶ περὶ αὐτῶν τῶν ἐχόντων ταύτας· ὁ γὰρ γεωμέτρης ὁ μὴ ἐνεργῶν πρὸς τὸν ἐνεργοῦντα δυνάμει ἐσιὶ γεωμέτρης, πρὸς δὲ τὸ παιδίον τὸ δυνάμενον γενέσθαι γεωμετρικὸν ἐνεργεία. ἀλλὰ περὶ μὲν τούτων πάνυ πλατύτερόν μοι ἐν τῇ Περὶ ψυχῆς εἴρηται, καὶ νῦν ἕνεκα τῶν λεγομένων μένων μετρίως ὑπέμνησται. ὁ δ᾿ Ἀριστοτέλης διὰ τῶν προκειμένων τόδε φησίν· ἐπειδὴ τῶν μὲν ἔσχατον καὶ τέλος ἐστὶν αὐτὴ ἡ χρῆσις, λέγων χρῆσιν τὴν ἐνέργειαν, καὶ οὐδὲν γίνεται παρὰ τὴν ἐνέργειαν ἕτερόν τι (ὄψεως γὰρ χρῆσις καὶ ἐνέργεια τὸ ὁρᾶν ἐστι καὶ οὐδὲν ἕτερον γίνεται παρὰ τὴν ὅρασιν οὐδὲ παρὰ τὴν ὄρχησιν), ἐπ’ ἐνίων δὲ γίνεται (οἰκοδομικῆς κῆς γὰρ χρῆσις καὶ ἐνέργεια ἠ οἰκοδόμησις, ἀλλὰ καὶ γίνεται ἕτερόν τι παρὰ τὴν οἰκοδομικὴν ἡ οἰκία)· ἐπειδὴ οὖν, φησί, ταῦτα οὕτως ἔχει, οὐδὲν ἧττον καὶ ἐπὶ | τούτων ὧν μηδέν ἐστι παρὰ τὴν ἐνέργειαν, εἴαν, ἔστι τι τέλος, ἀλλ’ ὥσπερ ἔστι τέλος ὧν ἔστι τι παρὰ τὴν ἐνέργειαν, οὕτως ἔστι Τέλος καὶ τῶν μὴ ὧν ἔστι τι παρὰ τὴν χρῆσιν. ἔστι μὲν οὖν, φησί, καὶ ἔνθα οἷον ἐπὶ τῆς οἰκοδομικῆς τέλος, ἀλλ’ ἔνθα οἷον ἐπὶ τῆς ὄψεως μᾶλλον τέλος τῆς δυνάμεως ἐστι, δύναμιν λέγων τὴν ὀπτικὴν δύναμιν, αὐτήν φημι τὴν ὄψιν, τέλος δὲ καὶ ἐνέργειαν τὴν ὅρασιν. ὅπως δὲ ταῦτα λέγεται, εἴρηται προσεχῶς. καὶ ἔστιν ἴσον τὸ ἔνθα δὲ μᾶλλον τέλος τῆς δυ νάμεώς ἐστιν τῷ ἔστι μὲν καὶ ἡ ὄψις τέλος, ἀλλά μᾶλλον τέλος ἐστὶν ἡ ὅρασις τῆς δυνάμεως, τουτέστι τῆς ὄψεως. πῶς δὲ μᾶλλον τέλος ἐστὶν ἡ ὅρασις τῆς ὄψεως δείκνυσιν ἐξ ἀναλογίας τῆς οἰκοδομικῆς, λέγων ἡ γὰρ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ, καὶ ἅμα γίνεται καὶ ἔστι τῆ οἰκίᾳ, δυνάμει λέγων, ὡς ἡ οἰκοδόμησις πρὸς τὴν οἰκοδομικήν, ἡ ὅρασις πρὸς τὴν ὄψιν. ἀλλὰ μὴν ἡ οἰκοδόμησις μᾶλλον τέλος τῆς οἰκοδομικῆς, καὶ ἡ ὅρασις ἄρα τῆς ὄψεως. καὶ ἔστι τῆς προσλήψεως τῆς ᾿ἀλλὰ μὴν ἡ οἰκοδόμησις μᾶλλόν ἐστι τέλος τῆς οἰκοδομικῆς᾿ κατασκευὴ τὸ ἡ γὰρ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ καὶ ἅμα γίνεται καὶ ἔστι τῇ οἰκίᾳ. ἐπειδὴ γὰρ ἔργον τῆς οἰκοδομήσεως ἡ οἰκία ἐστίν ἅμα δὲ τῷ γίνεσθαι νεσθαι τὴν οἰκίαν γίνεται καὶ ἡ οἰκοδόμησις καὶ ἔστι (καὶ γὰρ μὴ γινομένης οἰκίας οὐδὲ οἰκοδόμησις γίνεται, καὶ ἔμπαλιν μὴ οἰκοδομήσεως οὐδὲ οἰκία), εἰ δὴ τὸ ἔργον κρεῖττόν ἐστι τῶν δυνάμεων (διὰ γὰρ τὸ ἔργον καὶ τὴν δύναμιν ἔχομεν· ἅμα γὰρ τῶ ἔργῳ ἔστι καὶ ἡ ἐνέργεια· ἡ δὲ δύναμις οἷον ἡ οἰκοδομικὴ καὶ οἰκίας μὴ γινομένης ἔστι), φανερὸν ὡς ἡ ἐνέργει δυνάμεως προτέρα καὶ μᾶλλον τέλος· εἰ δὲ τοῦτο, καὶ ἡ ὅρασις τῆς ὄψεως. εἴρηται γὰρ ὡς η οἰκοδόμησις πρὸς τὴν οικοδομικην η ὅρασις πρὸς τὴν ὄψιν. Ὅσων μὲν οὖν ἕτερόν τί ἐστι παρὰ τὴν χρῆσιν τὸ γινόμενον, τούτων μὲν ἡ ἐνέργεια ἐν τῷ ποιουμένῳ ἐστί. Δείξας ὅτι καὶ ὧν μὴ ἔστι τι τέλος παρὰ τὴν χρῆσιν, καὶ τούτων τὰ τέλη καὶ αἱ ἐνέργειαι μᾶλλόν εἰσι τῶν δυνάμεων καὶ κρείττω, νῦν λέγει καὶ τίνων μὲν αἱ ἐνέργειαι ἐν τῷ ποιουμένῳ εἰσί, τίνων δὲ ἐν τῷ ποιοῦντι, καί φησιν ὅτι ἐπειδὴ ἅμα τῷ οἰκοδομουμένῳ καὶ ὑφαινομένῳ ἡ αἰκοδόμησις καὶ ἡ ὕφανσίς ἐστι, φανερὸν ὅτι ἐν αὐτοῖς ἐστιν ἡ οἰκοδόμησις καὶ ἡ ὕφανσις. εἰ γὰρ ἐν τῷ οἰκοδομοῦντι ἦν ἡ οἰκοδόμησις ἀλλὰ μὴ ἐν τῷ οἰκοδομουμένῳ, ἦν ἂν ἡ οἰκοδόμησις μὴ ὄντος τοῦ οἰκοδομουμένου· τοῦτο δὲ ἀδύνατον· ἐν ἄρα τῷ οἰκοδομουμένῳ ἐστὶν ἡ οἰκοδόμησις καὶ τῷ ὑφαινομένῳ ἡ ὕφανσις. ὥστε καὶ ἐντεῦθεν δῆλον ὅτι ἐπειδὴ ἡ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ ἐστί, κρεῖττον δ’ ἐστὶ τῆς οἰκοδομικῆς τὸ οἰκοδομούμενον, κρείττων ἄρα καὶ ἡ οἰκοδόμησις τῆς οἰκοδομικῆς, καὶ ἡ ὅρασις τῆς ὄψεως. ὅσων μὲν οὖν ἔστι τι παρὰ | τὴν χρῆσιν, τούτων ἡ ἐνέργεια ἐν τῷ ποιουμένῳ ἐστίν. ὅσων δὲ μὴ ἔστι παρὰ τὴν ἐνέργειαν ἄλλο τι, ἐν αὐτοῖς ἐστιν ἡ ἐνέργεια· ἡ γὰρ ὅρασις ἐν τῷ ὁρῶντι ἀλλ’ οὐκ ἐν τῷ ὁρωμένῳ, καὶ ἡ ζωὴ ἐν τῇ ψυχῇ· ἐνέργεια γὰρ ψυχῆς ἡ ζωὴ ὡς ὅρασις ὄψεως. διὸ καὶ ἡ εὐδαιμονία ἐν τῇ ψυχῇ ἐστι· ζωὴ γὰρ ποιά τίς ἐστιν. ὥστε ἐκ πάντων τῶν λεχθέντων ἐκδηλότατόν ἐστιν, ὅτι ἡ οὐσία καὶ τὸ εἶδος ἐνέργειά ἐστιν. εἰ γὰρ τότε λέγομεν ἐνεργῆσαι τὸν εὐδαίμονα, ὅταν τὸ εἶδος τῆς εὐδαιμονίας αὐτήν φημι τὴν εὐδαιμονίαν, ἀπολάβῃ μακαρίως, καὶ τὸ καταμήνιον τὸ τοῦ ἀνθρώπου, τί χρὴ ἄλλο τι μαντεύεσθαι ἢ ὅτι τὸ εἰδός ἐστιν ἡ ἐνέργεια; καὶ συμπεραίνεται τὸν σύμπαντα λόγον λέγων κατά τε δὴ τοῦτον τὸν λόγον φανερὸν ὅτι πρότερον τῇ οὐσίᾳ ἡ ἐνέργεια δυνάμεως· καὶ ὥσπερ εἴρηται, τοῦ χρόνου ἀεὶ προλαμβάνει ἡ ἐνέργεια ἑτέρα πρὸ ἑτέρας. ἐνεργείᾳ γὰρ ὄντος τοῦ Σωκράτους πρὸ αὐτοῦ ἦν ἐνεργείᾳ ὁ Σωφρονίσκος· καὶ ἀεὶ οὕτως ἕως τῆς τοῦ ἀεὶ κινοῦντος· ἐκείνης γὰρ τῆς ἐνεργείας εἴας οὐ προηγεῖται ἐνέργεια, ἀλλὰ πρώτη πάντων καὶ αἰτία τοῦ εἶναί ἐστιν. Ἀλλὰ μὴν καὶ κυριωτέρως· τὰ μὲν γὰρ ἀίδια πρότερα τῇ οὐσίᾳ τῶν φθαρτῶν. Δείξας ὅτι ἡ ἐνέργεια δυνάμεως προτέρα ἐστὶ καὶ λόγῳ καὶ χρόνῳ καὶ οὐσίᾳ, νῦν δείκνυσιν ὡς οὐχ ἀπλῶς οὕτως ἐστὶ προτέρα ἀλλὰ καὶ κυριωτερως ἤτοι τιμιωτέρως. ἡ δὲ δειςις πρόεισι δία τινος ἴων ἐν τοῖς τόποις παραδιδομένων τόπων τόπου, λέγοντος ὅτι τὰ τοῖς κυριωτέροις καὶ κρείττοσιν ὑπάρχοντα κυριώτερά ἐστι καὶ κρείττονα. εἰ δὲ τοῦτο, εἴπερ ἐστὶν ἡ ἐνέργεια ἐν τοῖς ἀιδίοις, ἡ δὲ δύναμις ἐν τοῖς μὴ ἀιδίοις, κρείττω δὲ τὰ ἀίδια καὶ κυριώτερα, κρείττων ἄρα καὶ ἡ ἐνέργεια ἐν τοῖς ἀιδίοις οὖσα δυνάμεως οὔσης ἐν τοῖς μὴ ἀιδίοις. τὰ μὲν οὗν ἀίδια, φησί, τῶν φθαρτῶν πρότερα τῇ οὐσίᾳ, ἔστι δ’ οὐδὲν δυνάμει τῶν ἀιδίων, ἀλλ’ ἐνέργειαι, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται· ὥστε εἴπερ εἰσὶν ἐνέργειαι τὰ ἀίδια, κρείττων ἡ ἐνέργεια ἡ ἐν τοῖς κρείττοσιν οὖσα δυνάμεως. εἰπὼν δὲ ὅτι ἐν τοῖς ἀιδίοις οὐκ ἔστι δύναμις, δείκνυσιν αὐτὸ λέγων λόγος δὲ καὶ αἰτία τοῦ μὴ εἶναι δύναμιν ἐν τοῖς ἀιδίοις ἀλλ’ εἰσὶν ἐνέργειαι ὅδε· πᾶσα δύναμις τῆς ἀντιφάσεώς ἐστι. καὶ τοῦτο πᾶσιν ὡμολογημένον ἐστί. ὁ γὰρ ἔχων δύναμιν τοῦ ὑγιάζειν, ὁ αὐτὸς καὶ τοῦ μὴ ὑγιάζειν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰ δὴ πᾶσα δύναμις τῆς ἀντιφάσεώς ἐστι, καὶ τὸ μὴ δυνατὸν ὑπάρχειν οὐκ ἂν ὑπάρξειεν οὐδενί, πᾶν δὲ τὸ δυνατὸν ἐνδέχεται μὴ ἐνεργεῖν οὐ γὰρ ἀεὶ ὁ ὑγιάζειν δυνάμενος ὑγιάζει), δῆλον ὡς ἐνδέχεται καὶ εἶναι καὶ μὴ εἶναι. τὸ δὲ ἐνδεχόμενον μὴ εἶναι δύναται καὶ εἶναι καὶ μὴ εἶναι. τὸ δὲ δυνάμενον καὶ εἶναι καὶ μὴ εἶναι φθαρτόν ἐστιν ἢ ἁπλῶς, ὥσπερ τὸ ὕδωρ καὶ πάντα τὰ ἐν γενέσει (φθείρεται γὰρ τὸ ὕδωρ ἀέρος γινομένου καὶ οὗτος ὕδατος), ἢ οὐκ ἔστιν ἁπλῶς φθαρτόν, ἀλλὰ τοῦτο αὐτὸ ὃ λέγεται ἐνδέχεσθαι μὴ εἶναι ἢ κατὰ τόπον ἢ κατὰ ποσὸν ἢ κατὰ ποιόν. ὁ γὰρ ἥλιος ἁπλῶς μὲν φθαρτὸς οὐκ ἔστιν, ἐν αἰγοκέρωτι δὲ ὢν δύναται ἐν κριῷ γενέσθαι καὶ ἔστι κατά γε τοῦτο μὴ ὢν καὶ φθαρτός, ἀλλ’ οὐχ ἁπλῶς, ὡς εἴρηται, ἀλλὰ καθὸ δυνάμενος ἐν κριῷ εἶναι οὐκ ἔστιν. ἀλλὰ καὶ τὸ δίπηχυ φυτὸν δυνάμενον ἑξάπηχυ εἶναι φθαρτὸν λέγεται, οὐχ ἁπλῶς δὲ οὐδὲ τοῦτο, ἀλλὰ ὅτι ὃ δύναται τοῦτο οὐκ ἔστιν· τὸ γὰρ δυνάμενον εἶναι μήπω δὲ ὂν ἐφθαρμένον τρόπον τινά φαμεν. καὶ τὸ δυνάμενον λευκὸν εἶναι καὶ μὴ ὂν οὐχ ἀπλῶς ἐστι φθαρτὸν ἀλλὰ τῷ ποιῷ· ἁπλῶς δὲ φθαρτόν ἐστι τὸ κατὰ οὐσίαν δυνάμενον φθαρῆναι. ὥστε εἴπερ δυνατά φαμεν ἢ τὰ ἁπλῶς δυνάμενα φθαρῆναι ἢ τὰ· πῇ, οὐδὲν τῶν ἀιδίων καὶ ἁπλῶς ἀφθάρτων δυνάμει ἐστὶν ἁπλῶς, ὡς δύνασθαι τὴν φύσιν αὐτοῦ καὶ τὴν οὐσίαν φθαρῆναι. καὶ τὰ μὲν ὑπερκόσμια πάντα οὗτε ἁπλῶς εἰσι δυνάμει οὔτε κατά τι, τὰ δὲ κυκλοφορητικὰ καὶ θεῖα σώματα κατά τι εἶναι δυνατὰ οὐδὲν κωλύει, οἷον ποιὸν ἢ ποῦ, ποιὸν μὲν ὅτι ἡ σελήνη διχοτόμος οὖσα δύναται γενέσθαι πλησιφαής, ποῦ δὲ ὅτι ἐν διδύμοις ὢν ὁ ἥλιος δύναται γενέσθαι ἐν ταύρῳ. δῆλον ἄρα ὅτι ἐνεργείᾳ εἰσὶ τὰ ἀπλῶς ἄφθαρτα καὶ οὐ δυνάμει. οὔτε δὴ οὐδὲν τῶν ἁπλῶς ἀιδίων ἐστὶ δυνάμει οὔτε τῶν ἐξ ἀνάγκης ὄντων. εἰ γὰρ τὰ δυνατὰ καὶ εἶναι καὶ μὴ εἶναι ἐνδέεται, τὰ δ’ ἀναγκαῖα ἀεὶ ὡσαύτως ἔχει, οὐδὲν τῶν ἀναγκαίων ἄν εἴη δυνάμει. τὸ δὲ καίτοι ταῦτα πρῶτα, λέγων ταῦτα τὰ ἀίδια, ἴσον τῷ ἀλλὰ μὴν ταῦτα πρῶτα εἴρηται. καὶ ἤρτηται τοῖς ἄνω· εἰπὼν γὰρ ὅτι ἐν τοῖς πρώτοις καὶ ἀφθάρτοις τὸ δυνάμει οὐκ ἔστι καὶ δείξας αὐτὸ ἐπήγαγε τὸ καίτοι ταῦτα πρῶτα, ὡς εἰ ἔλεγεν ᾿ὅσα μὲν οὖν εἰσι πρῶτα, ἐν τούτοις τὸ δυνάμει οὐκ ἔστιν· ἀλλὰ μὴν τὰ ἀίδια πρῶτα· ἐν αὐτοῖς ἄρα τὸ δυνάμει οὐκ ἔστι.’ καὶ τοῦ ὅτι πρῶτα τὰ ἀίδια αἰτίαν ἐπήγαγεν εἰπὼν εἰ γὰρ αὐτὰ μὴ ἦν, οὐδὲν ἂν ἦν. εἰ γὰρ μὴ ἦν τὰ ἀίδια οὐδὲ.ν ἂν τῶν μὴ ἀιδίων ἦν. οὐ μόνον δὲ ἐν ταῖς ἀιδίοις οὐσίαις τὸ δυνάμει οὐκ ἔστιν, ἀλλ’ οὐδὲ εἴ τις ἔστιν ἀίδιος κίνησις, οὐδ’ εἴ τι κινούμενον ἀίδιον δύναμιν ἔχει τοῦ μὴ εἶναι, ἀλλὰ μόνην τὴν πόθεν ποῖ. ὁ γὰρ ἥλιος, ὡς καὶ ἔναγχος εἴρηται, ἀπὸ κριοῦ γίνεται εἰς ταῦρον, καὶ οὐδὲν κωλύει ἀίδιον αὐτὸν ὄντα ἔχειν δύναμιν τούτου, λέγω δὴ τοῦ κινεῖσθαι πόθεν ποῖ. καὶ διὰ | τὸ μὴ ἔχειν δύναμιν τὴν ἁπλῶς, ἀλλὰ μόνον τὴν πόθεν ποῖ, ἀεὶ ἐνεργεῖ καὶ ἥλιος καὶ σελήνη, καὶ οὐ φοβητέον, ὡς Ἐμπεδοκλῆς καὶ οἱ περὶ αὐτὸν οἴονται, μή ποτε στῇ. οὐ γὰρ κάμνει ὁ ἥλιος καὶ ὁ οὐρανὸς κινούμενος. οὐ γάρ ἐστιν ἡ κίνησις αὐτοῖς περὶ δύναμιν τῆς ἀντιφάσεως· οὐ γὰρ δυνάμενοι κινεῖσθαι δύνανται καὶ μὴ κινεῖσθαι, ὥσπερ τὰ φθαρτά· τούτων μὲν γὰρ ἡ κίνησις ἐπίπονός ἐστι, τοῦ δὲ οὐρανοῦ καὶ τοῦ ἡλίου ἡ συνεχὴς κίνησις οὐδαμῶς. ἡ γὰρ οὐσία ὕλη καὶ δύναμις οὖσα οὐδ’ ἐνέργεια αἰτία τούτου, τουτέστιν ἡ ὑλικὴ οὐσία ἤτοι ἡ ὕλη ἐστὶν αἰτία τούτου, λέγω δὴ τοῦ κάμνειν καὶ τοῦ δύναμιν ἔχειν τῆς ἀντιφάσεως. τὰ δὲ κυκλοφορητικὰ καὶ θεῖα σώματα ὕλην δυναμένην τἀναντία οὐκ ἔχει, ὥστε οὐδὲ κάμνει κινούμενα. Μιμεῖται δὲ τὰ φθαρτὰ καὶ τἂ ἐν μεταβολῇ ὄντα, οἷον γῆ καὶ πῦρ. εἰπὼν ὅτι ἐν τοῖς ἀιδίοις τὸ ἁπλῶς δυνάμει οὔκ ἐστιν, ἀλλ’, εἰ ἄρα, τὸ πῇ, λέγει ὅτι εἰ καὶ ἐν τοῖς φθαρτοῖς ἐστι τὸ δυνάμει, ἀλλ’ οὖν τὰ φθαρτὰ καὶ τὰ ἐν μεταβολῇ ὄντα μιμεῖται τὰ ἄφθαρτα. καὶ ποῖά ἐστι τὰ φθαρτὰ τὰ ἀίδια μιμούμενα ἐπάγει οἷον γῆ καὶ πῦρ. καὶ πῶς μιμεῖται ταῦτα ἥ τε γῆ καὶ τὸ πῦρ τὰ ἀίδια λέγει· ὡς γὰρ τὰ κυκλοφορητικὰ σώματα ἐν κινήσει εἰσὶ καὶ ἐνεργείᾳ, οὕτω καὶ ταῦτα ἀεὶ κινεῖται καὶ ἔχει καθ’ αὑτὰ κίνησίν τινα ἀεί· τὸ μὲν γὰρ πῦρ συμπεριφέρεται ἀεὶ τῇ σεληνιακῇ ἢ τῇ τοῦ παντὸς φορᾷ, ἡ δὲ γῆ ἢ μανοῦται ἢ πυκνοῦται ἢ ὅλως πάσχει, ὥστε κατὰ τὴν συνεχῆ ταύτην κίνησιν μιμεῖται τὰ ἀίδια. οὐ μόνον δὲ κατὰ τὴν συνεχῆ κίνησιν μιμεῖται τὰ φθαρτὰ τὰ ἀίδια, ἀλλὰ καὶ κατὰ τὸ ἄφθαρτον· αἱ γὰρ ὁλότητες τῶν ὑπὸ σελήνην σωμάτων, πυρὸς ἀέρος ὕδατος καὶ γῆς, ἄφθαρτοί εἰσιν. ἀλλὰ τὰ μὲν οὐράνια σώματα, ὥσπερ εἴρηται, οὐκ ἔχει δύναμιν ἰῆς ἀντιφάσεως, αἱ δ’ ἄλλαι δυνάμεις ἐξ ὧν διώρισται τῆς ἀντιφάσεως εἰσι, τουτέστι περὶ ὧν διώρισται. ἡ γὰρ ἰατρικὴ τοῦ ὑγιάζειν καὶ νοσάζειν καὶ αἱ ἄλλαι ὡσαύτως αἱ μετὰ λόγου· διαφέρουσι δὲ τῶν ἄνευ λόγου, ὅτι αἱ μετὰ λόγου οὐκ ἀνάγκη ἅμα τῷ παρεῖναι τό τε δυνάμενον ποιεῖν καὶ πάσχειν τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν, αἱ δ’ ἄλογοι δύνανται ἅμα τῷ παρεῖναι ποιεῖν καὶ τῷ μὴ παρεῖναι μὴ ποιεῖν. τὸ γὰρ θερμαντικὸν ἅμα τῷ πλησιάσαι τῷ θερμαντῷ τὸ μὲν θερμαίνει τὸ δὲ θερμαίνεται. ἐπειδὴ δὲ ὁ Πλάτων’ ἰδέας μὲν ἐτίθετο ἀνθρώπων καὶ ἵππων καὶ ἐπιστημῶν αὐτοεπιστήμην γὰρ λέγει ὥσπερ καὶ αὐτοάνθρωπον), ἰδέαν δὲ ἐπιστημόνων ἀνθρώπων καὶ λευκῶν ἀνθρώπων καὶ ὅλως τῶν κατὰ συμβεβηκὸς ὄντων οὐκ εἶναι ἐβούλετο, ἐκ τῶν εἰπημένων πρὸς ταύτην τὴν δόξαν ἀντιλογίαν πορίζεται καί φησιν εἴπερ εἰσὶ φύσεις τοιαῦται ἢ οὐσίαι οἵας λέγουσιν | οἱ ἐν τοῖς λόγοις ἤτοι τοῖς μαθήμασιν ἐντετραφότες, πολὺ μᾶλλον ἐπιστῆμον εἴη ἄν τι ζῷον ἤπερ αὐτοεπιστήμη ταῦτα γὰρ τὸ κινούμενον καὶ τὸ ἐπιστῆμόν εἰσιν οὐσίαι καὶ ἐνέργειαι, ἐκεῖνα δέ, ἡ ἐπιστήμη καὶ ἡ κίνησις, δυνάμεις εἰσὶ τοῦ τ’ ἐπιστήμονος καὶ τοῦ κινουμένου, μὴ δυνάμεναι καθ’ αὑτὰς εἶναι. Ὄτι δὲ βελτίων καὶ τιμιωτέρα τῆς σπουδαίας δυνάμεως ἡ ἐνέργεια, ἐκ τῶνδε δῆλον. Δείξας ὅτι ἡ ἐνέργεια τῆς δυνάμεως προτέρα καὶ συμπεραινόμενος εἰπὼν “ὅτι μὲν οὖν πρότερον ἐνέργεια δυνάμεως καὶ πάσης ἀρχῆς μεταβλητικῆς” ἤτοι καὶ πάσης δυνάμεως καὶ φύσεως, “φανερόν,” τοῦτο δείξας πάλιν δείκνυσιν ὅτι οὐ μόνον τῆς μὴ σπουδαίας δυνάμεως ἡ ἐνέργεια προτέρα ἀλλὰ καὶ τῆς σπουδαίας. ὅτι δέ εἰσι δυνάμεις καὶ σπουδαῖαι καὶ μὴ σπουδαῖαι πᾶσι δῆλον ὧν γὰρ δυνάμεων αἱ ἐνέργειαι σπουδαῖαι, καὶ αἱ δυνάμεις καθ’ ἃς δύνανται ταύτας ἐνεργεῖν σπουδαῖαί εἰσι. τέως δέ, φησί, φανερόν ἐστιν ὅτι ὅσα κατὰ τὸ δύνασθαι λέγεται, ταὐτόν ἐστι δυνατὸν τἀναντία. ὃ γὰρ δύναται ὑγιαίνειν, τοῦτο καὶ νοσεῖν ἅμα. καὶ οὐ τοῦτό φησιν ὅτι ἅμα νοσεῖ καὶ ὑγιαίνει, ἀλλ’ ὅτι ἅμα ἔχει τὴν τοῦ νοσεῖν καὶ ὑγιαίνειν δύναμιν ἡ αὐτὴ γὰρ δύναμις τοῦ ὑγιαίνειν καὶ κάμνειν καὶ τοῦ ἠρεμεῖν καὶ κινεῖσθαι, καὶ ὥσπερ εἴρηται, ἡ μὲν τῶν ἐναντίων δύναμις ἅμα ὑπάρχει, τὰ δ’ ἐναντία ἅμα καὶ τὰς ἐνεργείας ἀδύνατον ὑπάρχειν· ἀδύνατον γὰρ ἅμα ὑγιαίνειν καὶ νοσεῖν. ὥστε ἀνάγκη θάτερον τῶν ἐναντίων εἶναι τἀγαθόν. οἷον τὸ μὲν θερμὸν φέρε εἰπεῖν ἀγαθόν, τὸ δὲ ψυχρὸν φαῦλον, καὶ ὑγίεια μὲν ἀγαθόν, νόσος δὲ φαῦλον, καὶ ὅλως ὅσα εἴδει καὶ ἕξει ἀναλογεῖ ἀγαθά ἐστιν, ὅσα δὲ στερήσει καὶ ἀποφάσει φαῦλα. εἰπὼν δὴ ὅτι τῶν ἐναντίων ἀνάγκη θάτερον εἶναι ἀγαθόν, ἐπάγει τὸ δὲ δύνασθαι ὁμοίως ἀμφότερον ἢ οὐδέτερον· ἡ ἄρα ἐνέργεια βελτίων. καὶ ἔστιν οἶμαι κατασκευὴ τοῦ ὅτι ἡ ἐνέργεια καὶ τῆς σπουδαίας δυνάμεως βελτίων ἐστίν. ἀσαφῶς δὲ ὄντως ἐπήγγελται καὶ μαντείας δεόμενον. μένον. ἔστι δὲ τὸ μὲν διὰ τοῦ τὸ δὲ δύνασθαι ὁμοίως ἀμφότερον ἢ οὐδέτερον λεγόμενον τοιοῦτον. τὸ τὴν δύναμιν ἔχον τοῦ ὑγιαίνειν ἔστω δὴ τοῦτο εἰς ὑπόδειγμα), τὸ οὖν τὴν δύναμιν ἔχον τοῦ ὑγιαίνειν ὁμοίως ἔχει καὶ τοῦ νοσεῖν· εἰ δὲ μή, οὐδετέρου· διὰ τίνα γάρ ποτε αἰτίαν ἔχει μὲν δύναμιν τοῦ ὑγιαίνειν, μὴ ἐπίσης δ’ ἔχει καὶ τοῦ νοσεῖν; καὶ οὕτω δείξας ὅτι ἀμφοτέρων τὴν δύναμιν ὁμοίως ἔχει, ὅπως διὰ τούτου συνήγαγε τὸ τὴν ἐνέργειαν βελτίω εἶναι καὶ τῆς σπουδαίας δυνάμεως, λίαν ἐστὶ μεμελανωμένον. συναγεται δὲ οἶμαι οὑτωσί. τόπος παρεδόθη αὐτῷ ἐν τοῖς Τοπι κοῖς λέγων ‘τὸ ἄμικτον τοῦ χείρονος κρεῖττον καὶ βέλτιόν ἐστι τοῦ μεμιγμένου μετὰ τοῦ χείρονος.᾿ εἰ δὲ τοῦτο ἀληθές, καὶ ἡ σπουδαία δύναμις μέμικται τῇ τοῦ χείρονος δυνάμει ὁ γὰρ ἔχων τὴν σπουδαίαν δύναμιν καὶ κατ’ ἐκείνην πράττων καὶ ἐνεργῶν περὶ τὰ σπουδαῖα, οὗτος οὐκ ἀπώλεσε τὴν τοῦ χείρονος δύναμιν ἀλλ’ ἔχει αὐτήν, ὥστε τῇ σπουδαίᾳ δυνάμει ἐπιμέμικται ἡ τοῦ χείρονος δύναμις), εἰ δὴ ἡ σπουδαία δύναμις ἐπιμέμικται τῇ τοῦ χείρονος δυνάμει, ἡ δὲ ἐνέργεια τοῦ κρείττονος οὐ σύνεστι τῇ τοῦ χείρονος ἐνεργείᾳ, ἀλλ’ ἔστιν εἰλικρινὴς καὶ ἄμικτος, κρείττων ἄρα ἐστὶ τῆς σπουδαίας δυνάμεως διὰ τὸ τὰ ἄμικτα, ὡς ὁ τόπος διορίζεται, τῶν μεμιγμένων κρείττονα εἶναι. ἔμπαλιν δὲ ἐπὶ τῶν κακῶν ἡ ἐνέργεια τοῦ κακοῦ χείρων ἐστὶ τῆς δυνάμεως, διότι ἡ δύναμις τοῦ κακοῦ ἐπιμέμικται τῇ τοῦ ἀγαθοῦ δυνάμει, ἡ δὲ τοῦ κακοῦ ἐνέργεια ἄμικτός ἐστι τῇ τοῦ ἀγαθοῦ ἐνεργείᾳ. Δῆλον ἄρα ὅτι οὐκ ἔστι τὸ κακὸν παρὰ τὰ πράγματα. τοῦ Πλάτωνος λέγοντος ὅτι τοῦ ἀγαθοῦ ὄντος φύσεως τινος, ὥσπερ ὁ καθόλου ἄνθρωπος ὁ κατηγορούμενος κατὰ τῶν μερικῶν ἀνθρώπων ἕτερος ὢν αὐτῶν, οὕτως καἲ τὸ ἀγαθὸν ἕτερόν ἐστι τῶν καθ᾿ ἕκαστα ἀγαθῶν καὶ λέγεται κατ’ αὐτῶν, τῶν δ᾿ ἐναντίων ἄν θάτερον ᾖ, καὶ θάτερόν ἐστιν ἔστιν ἄα καὶ τὸ κακὸν ἕτερόν τι παρὰ τὰ καθ’ ἕκαστα κατ’ αὐτῶν λεγόμενον λέγει ὁ Ἀριστοτέλης ὅτι δῆλ’ ὄν ἐστιν ἐκ τῶν δειχθέντων (δέδεικται δὲ ὅτι κακὸν χεῖρόν ἐστι τῆς δυνάμεως), ἐκ τῶν οὗν δειχθέντων, φησί, δῆλόν ἐστιν ὅτι οὐκ ἔστι τὸ κακὸν παρὰ τὰ πράγματα. ἐκείνων γάρ φαμεν εἶναί τι παρὰ τὰ καθ’ ἕκαστα ὅσα εἰσὶν ἐνέργειαι, τὸ δὲ κακὸν τοσοῦτον δέει τοῦ ἐνέργεια εἶναι ὅσον ὅτι καὶ χεῖρόν ἐστι δυνάμεως. ὅτι δὲ ἐπὶ τῶν ἐνεργειῶν λαμβάνεται τὸ κοινὸν δῆλον· λέγομεν γὰρ καθόλου ἄνθρωπον τῶν καθ’ ἕκαστα ἀνθρώπων ἐνεργείᾳ ὄντων καὶ καθόλου ἵππον καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· καθόλου δὲ μὴ ἄνθρωπον ἢ μὴ ἵππον οὔ φαμεν διὰ τὸ στερήσεις εἶναι τὸν μὴ ἄνθρωπον τοῦ ἀνθρώπου που καὶ τὸν μὴ ἵππον τοῦ ἵππου. εἰ δὲ καὶ τὸ κακὸν στέρησίς ἐστι τοῦ ἀγαθοῦ καὶ τῆς ἐνεργείας; καὶ παρυφίσταται τοῖς πράγμασι διὰ τὴν τῆς ὕλης ἀνεπιτηδειότητα αὕτη γὰρ τὴν ἐνέργειαν καὶ τὸ ἀγαθὸν σκοπὸν ἔχουσα δέξασθαι καὶ μὴ δυνηθεῖσα ἔσχηκε τὸ κακὸν καὶ τὴν στέρησιν), οὐκ ἂν εἴη τι κακὸν παρὰ τὰ πράγματα. εἰ δὲ τὸ κακὸν διὰ τὴν ὕλην κὼ τὴν δύναμιν παρυφίσταται τοῖς πράγμασι, καὶ ἔστιν ἁμαρτήματα τῆς δυνάμεως, ἐν δὲ τοῖς ἀιδίοις δέδεικται ὅτι δύναμις οὐκ ἔστιν (ἐνέργεται γάρ εἰσιν), οὐκ ἔστιν ἄρα ἐν ἐκείνοις οὔτε κακὸν οὔτε ἁμάρτημα οὔτε διεφθαρμένον. ἡ γὰρ διαφθορὰ τῶν κακῶν ἐστιν. Εὑρίσκεται γὰρ καὶ τὰ διαγράμματα ἐνεργείᾳ διαιπρουντες γὰρ εὑρίσκουσιν. Ἀντιλέγει πρὸς τοὺς τὰ μαθήματα ἐνεργείας λέγοντας καὶ οὐσίας, λέγων μὴ εἶναι ἐνεργείας ἀλλὰ δυνάμεις· τὰ δὲ δυνάμει οὐκ οὐσία. καὶ λέγει ὅτι τὰ διαγράμματα ἐνεργείᾳ διαιροῦντες εὑρίσκονται, τουτέστιν ἐνεργήσας ὁ νοῦς καὶ διαίρεσιν ποιησάμενος εὑρίσκει αὐτὰ καὶ τὸ εἶναι αὐτοῖς δίδωσι. πρὸ δὲ τοῦ ἐνεργῆσαι δυνάμει εἰσίν· εἰ δὲ ἦ ’σαν ἐνεργείᾳ (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ διῃρημένα), ἅμα τῷ θεάσασθαί τινα τὴν ἐν τῷ ἡμικυκλίῳ γωνίαν δήλη ἄν ἦν αὐτῷ ὅτι ὀρθή ἐστιν. ὥσπερ γὰρ οἰκίας οὔσης ἐνεργείᾳ ἅμα τῷ ἰδεῖν αὐτὴν δῆλόν ἐστιν ἡμῖν ὅτι οἰκία ἐστὶ καὶ οὐ δεόμεθα διαιρέσεῶς τινος ἢ ἀποδείξεως, οὕτω καὶ τὰ μαθήματα εἰ ἦσαν ἐνεργείᾳ, ἅμα τῷ ἰδεῖν δύο στερεὰ παραλληλεπίπεδα ἔγνωστο ἂν ἡμῖν ὅτι ἀντιπεπόνθασιν αἱ βάσεις πρὸς τὸ ὕψος, καὶ ὡς τὸ ὕψος ἔμπαλιν πρὸς τὸ ὕψος, ἡ βάσις πρὸς τὴν βάσιν. νῦν δὲ οὐκ ἔστιν, ἀλλὰ διαιροῦμεν καί φαμεν ὅτι ἔστωσαν αἱ ἐφεστηκυῖαι εὐθεῖαι πρὸς ὀρθὰς ταῖς βάσεσι, καὶ ἔστω ἥδε ἡ εὐθεῖα τῇδε ἴση, καὶ ἄλα ἄττα διαιπροῦμεν καὶ λέγομεν, καὶ οὕτως ἐκ τῆς κατ’ ὀλίγον διαιρέσεως καὶ ἐκ τῶν δείξεων τῶν κατὰ τὰς διαιρέσεις γινομένων δῆλα ἡμῖν καὶ φανερὰ τὰ διαγράμματα γίνεται· ὥστε οὔκ εἰσιν ἐνεργείᾳ ἀλλὰ δυνάμει. εἰ δὲ τοῦτο ἀληθές, οὔκ εἰσιν οὐσίαι. αἱ γὰρ οὐσίαι καί τινος περὶ αὐτὰς μὴ ἐνεργοῦντος μηδὲ δεικνύντος εἰσί, ταῦτα δὲ τοῦ νοὸς περὶ αὐτὰ μὴ ἐνηργηκότος καὶ ὅλως μὴ εὑρηκότος καὶ τὸ εἶναι αὐτοῖς δεδωκότος οὐ δύνανται εἰνὶ. καὶ ὁ μὲν ὅλος τῶν λεγομένων νοῦς τοιοῦτος, ἐπισκεπτέον δ’ ἡ μῖν πῶς τὰ καθ’ ἕκαστα λέγεται καὶ ὅπως ἑκάστη λέξις ἔχει. διὰ τί, φησί, δύο ὀρθαὶ τρίγωνον, τουτέστι διὰ τί τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἐρωτηθέντες φαμὲν διότι αἱ περὶ μίαν στιγμὴν γωνίαι δύο ὀρθαῖς ἴσαι εἰσίν. ἔστω δὴ τρίγωνον τὸ αβγ. εἴ τις ἔροιτο διὰ τί αἱ τρεῖς δύο ὀρθαῖς ἴσαι, φαμὲν ὅτι αἱ δύο αἱ περὶ μίαν στιγμὴν δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ταύταις δὲ ἴσαι εἰσὶν αἱ τρεῖς τοῦ τριγώνου γωνίαι. εἰ δὴ ἐκεῖνος τοῦτο προῄδει ὅτι αἱ περὶ μίαν στιγμὴν ἤτοι τὸ γ γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί, καὶ ἀγάγωμεν τὴν βγ ἐπὶ τὸ δ τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἰ οὖν ἀνῆκτο ἡ παρ’ ἁ τὴν πλευράν), καὶ δείξομεν ὅτι αἱ ὑπὸ βαγ, αγβ, γβα, ἴσαι εἰσὶ ταῖς ὑπὸ αγβ, αγδ, δῆλον εὐθύς ἐστιν ἐκείνῳ τοῦτο ἰδόντι. ὅτι αἱ τρεῖς τοῦ τριγώνου δύο ὀρθαῖς ἴσαι. ὥστε οὔκ | εἰσιν ἐνεργείᾳ τὰ διαγράμματα. εἰ γὰρ ἦσαν, δῆλον ἂν ἦν εὐθὺς ἰδόντι τρίγωνον ὅτι αἱ τρεῖς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ὥσπερ τὴν οἰκίαν θεασαμένοις εὐθὺς δῆλόν ἐστιν ὅτι οἰκία ἐστίν οὐκ ἔστι δὲ εἰ μὴ δειχθῶσιν ὅτι αἱ περὶ μίαν στιγμὴν ἴσαι εἰσί. πάλιν ἐρωτώμενοι ὅτι διὰ τί ἐν ἡμικυκλίῳ ὀρθή ἐστι καὶ καθόλου διὰ τί ὀρθή ἐστιν, ὡς εἰ ἔλεγεν ὅτι ἢ οὕτως ἐρωτηθείημεν ‘διὰ τί ἐν ἡμικυκλίῳ ὀρθὴ᾿ ἢ οὕτω καθόλου διὰ τί ἡ ἐν ἡμικυκλίῳ ὀρθή’, ἐρωτώμενοι δὴ τοῦτό φαμεν ὅτι ἐὰν ἴσαι αἰ τρεῖς, ἥ τε βάσις δύο καὶ ἡ ἐκ μέσου σταθεῖσα ὀρθή, ἰδόντι δῆλον τῷ ἐκεῖνο εἰδότι· τουτέστι τῷ προεγνωκότι ὅτι ἐὰν αἱ τρεῖς εὐθεῖαι ἥ τε ἐπισταθεῖσα καὶ < αἱ> ἐκ μέσου δύο ἴσαι εἰσίν, ἐξ ἀνάγκης ἐκ τούτου δείκνυται ὅτι ὀρθή ἐστιν ἡ ἐν ἡμικυκλίῳ. εἰ γὰρ διαίρεσιν ποιήσομεν καὶ δείξομεν αὐτῷ ὅτι εὐθεῖαί εἰσι, δῆλον αὐτῷ γίνεται ὅτι ὀρθή ἐστιν. ἐπεὶ δὲ ἀσαφῶς καὶ αἰνιγματωδῶς τὸ παράδειγμα ἐπῆκται διὰ τὴν συνήθη βραχυλογίαν αὐτῷ, ῥητέον ὅπως δείκνυται ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου Στοιχειώσεων βιβλίῳ ὅτι ἡ ἐν ἡμικυκλίῳ γωνία ὀρθή ἐστιν, ἵνα ἐκ τούτου σαφὲς τὸ ἐνταῦθα λεγόμενον γένηται. ἔστω κύκλος ὁ αβγ, κέντρον δὲ αὐτοῦ τὸ ε, διάμετρος ἡ βγ, καὶ ἐπεζεύχθω ἡ βᾶ γα, ἤχθω δὲ πρὸς ὀρθὰς τῇ βγ ἡ αε καὶ διήχθω ἡ βᾶ ἐπὶ τὸ ζ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ εβ τῇ ἔα (ἐκ γὰρ τοῦ κέντρου) τῶν δὲ ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, ἴση ἄρα ἐστὶν ἡ ὑπὸ εαβ γωνία τῇ ὑπὸ αβε. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ εγα τῇ ὑπὸ εαγ. ὅλη ἄρα ἡ ὑπὸ βαγ ἴση ἐστὶ ταῖς ὑπὸ αβγ βγα. ἐστὶ δὲ καὶ ἡ ὑπὸ ζαγ ἐκτὸς τοῦ τριγώνου τοῦ αβγ δυσὶ ταῖς ὑπὸ αβγ αγβ ἴση, τὰ δὲ τῷ αὐτῷ ἴσα ἀλλήλοις ἐστὶν ἴσα· ἴση ἄρα καὶ ἡ ὑπὸ βαγ τῇ ὑπὸ ζαγ. ἐὰν δὲ εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ποιῇ, ὀρθαί εἰσιν αἱ γωνίαι. ὀρθὴ ἄρα ἐστὶ καὶ ἡ ὑπὸ βαγ καὶ ἡ ὑπὸ ζαγ· ἴσαι γὰρ ἐδείχθησαν. οὕτω μὲν οὗν ἐκεῖσε δείκνυται ὅτι ἡ ἐν ἡμικυκλίῳ ὀρθή ἐστιν. αὐτὸς δὲ εἶπεν ὅτι ἐὰν ἴσαι αἱ τρεῖς, καὶ τίνες αὗται ἐπάγει, ἥ τε βάσις δύο, τουτέστιν ἡ βγ τοῦ αβγ τριγώνου (διῂρηται γὰρ εἰς δύο ἴσας τήν τε εβ καὶ εγ· κέντρον γάρ ἐστι τὸ ε) καὶ ἡ ἐκ τοῦ μέσου ἐπισταθεῖσα ὀρθή, τουτέστι καὶ ἐὰν ἡ ἄε εὐθεῖα ἐκ μέσου ἢ ἐν τῷ μέσῳ ἤτοι ἐν τῷ κέντρῳ ἐπισταθῇ πρὸς ὀρθάς, ἰδόντι δῆλον τῷ ἐκεῖνο εἰδότι, ἤτοι φανερὸν γίνεται τῷ προειδότι ὅτι ἐὰν οὕτως αἱ εὐθεῖαι ἔχωσι, δειχθήσεται ἡ ἐν | ἡμικυκλίῳ ὀρθή. φανερὸν ἄρα ὅτι δυνάμει ὄντα καὶ ἐνεργήσας περὶ αὐτὰ ὁ νοῦς εὑρίσκεται· αὐτὸς γάρ ἐστιν ὁ αἴτιος ὁ ἄγων αὐτὰ εἰς ἐνέργειαν. ὥστε ἐξ ἐνεργείας ἡ δύναμις, ἤτοι ἐκ τοῦ ἐνεργεῖν ἡ δύναμις τῶν μαθημάτων εἰς ἐνέργειαν ἄγεται, καὶ ἐπὶ τούτῳ ποιοῦντες γινώσκουσιν. δῆλον ἄρα καὶ ἐκ τούτων ὅτι ἡ ἐνέργεια τῶν τὰ αὐτὰ ποιουσῶν δυνάμεων προτέρα· ἡ δὲ κατ’ ἀριθμὸν ἐνέργεια δυνάμεως ὑστέρα· εἴρηται γὰρ ἔναγχος ὅτι τῶν τὸ αὐτὸ εἶδος ποιουσῶν ἡ ἐνέργεια δυνάμεως προτέρα, ὡς ἐπὶ τοῦ Σωφρονίσκου καὶ τοῦ Σωκράτους ἐλέγομεν, τῷ δ’ ἀριθμῷ ὑστέρα. ἐπειδὴ δὲ τὸ ὂν λέγομεν καὶ τὸ μὴ ὂν τὸ μὲν κατὰ τὰ σχήματα τῶν κατηγοριῶν. τῶν πραγμάτων τῶν μὲν ὄντων τοιούτων ὥστε ἐνδέχεσθαι περὶ αὐτὰ καὶ ἀληθεύειν καὶ ψεύδεσθαι, τῶν δὲ ὡς ἀεὶ ἀληθεύειν, τῶν δὲ ὡς ἀεὶ ψεύδεσθαι, πρόκειται αὐτῷ περὶ τοιούτων διορίσαι, τίνα ἐστὶ τὰ ἐν οἷς ἀεὶ ἀληθεύομεν, καὶ τίνα τὰ ποτὲ μὲν ποτὲ δὲ μή, καὶ τίνα τὰ ἐν οἷς ἀεὶ ψευδόμεθα. πρῶτον δὲ διδάσκει ἁπλῶς καὶ καθόλου πότε γίνεται ἡ ἀλήθεια καὶ πότε τὸ ψεῦδος· καὶ οὕτω λέγει περὶ ὧν εἴπομεν προκεῖσθαι αὐτῷ εἰπεῖν. λέγει οὖν ὅτι ἐπεὶ τὸ ὂν λέγεται καὶ τὸ μὴ ὂν τὰ μὲν κατὰ τὰ σχήματα τῶν κατηγοριῶν, οἷον ὂν λέγεται ἡ οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ αἱ ἄλλαι κατηγορίαι, τὰ δὲ λέγεται ὄντα κατὰ δύναμιν ἢ ἐνέργειαν τούτων· λέγεται γὰρ ὂν καὶ λευκὸν καὶ τὸ μὴ ὂν λευκὸν δυνάμενον δὲ γενέσθαι λευκόν, ἀλλὰ λέγεται λευκὸν καὶ τὸ ἤδη ἐνεργείᾳ ὂν λευκόν, λέγεται δὲ πάλιν ἀὴρ καὶ τὸ μήπω ὂν ἀὴρ δυνάμενον δὲ γενέσθαι, ἀλλὰ λέγεται καὶ ὁ ὢν ἤδη. οὐ μόνον δὲ ὄντα λέγεται τὸ μὴ ὂν λευκὸν μηδ’ ἀήρ, δυνάμενα δὲ γενέσθαι, ἀλλὰ καὶ τἀναντία, τουτέστιν ἀλλὰ λέγεται καὶ μὴ ὄντα· τὸ γὰρ μὴ ὂν λευκὸν δυνάμενον δὲ γενέ σθαι λέγεται καὶ μὴ ὄν. κυριώτατα δὲ ὄν ἐστι τὸ ἀληθές, μὴ ὅν δὲ τὸ ψεῦδος· τὸ μὲν γὰρ καθημένου Σωκράτους λέγειν αὐτὸν καθῆσθαι ἀληθὲς ὂν κυριώτατόν ἐστιν ὄν, καθημένου δὲ λέγειν αὐτὸν μὴ καθῆσθαι ψεῦδος καὶ μὴ ὄν. ἄλλως δὲ ἐπὶ τῶν πραγμάτων ἐστὶ τὸ ὡς ἀληθῶς ὂν καὶ ἄλλως ἐπὶ τοῦ λόγου. ὅταν γὰρ ὑπάρχῃ τὸ καθῆσθαι τῷ Σωκράτει, ἔστι τὸ τοιοῦτον ἄλη θὲς καὶ ὂν ἐπὶ τοῦ πράγματος· ἐπὶ τοῦ λόγου δέ ἐστιν; ὅταν ἐγὼ τὸ ὑπάρχον περὶ αὐτὸν λέγω ὅτι ὑπάρχει αὐτῷ, οἷον ὄτα ὅταν φῶ ὅτι Σωκράτης κάθηται, ὑπάρχοντος αὐτῷ τοῦ καθῆσθαι· ὥστε ἀληθεύω μέν, ὅταν τὸ διῃρημένον καὶ μὴ | ὑπάρχον τῷ Σωκράτει οἴωμαι μὴ ὑπάρχειν, ψεύδομαι δὲ οἰόμενος ὑπάρχειν. ἐπειδὴ οὖν ταῦθ’ οὕτως ἔχει, πότε ἔστιν ἢ οὐκ ἔστι τὸ ἀληθὲς λεγόμενον ἢ ψεῦδος; τουτέστι πότε ἐστὶν ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθὴς καὶ πότε οὐκ ἔστιν; οὐ γὰρ διὰ τὸ ἡμᾶς οἴεσθαι καὶ λέγειν ὅτι Σωκράτης κάθηται ἢ λευκός ἐστιν, ὑπάρχειν ἀληθὲς αὐτῷ ταῦτα, ἀλλ’ ἔμπαλιν διὰ τὸ ὑπάρχειν αὐτῷ ταῦτα ἡμεῖς ἀληθεύομεν. οὐ γὰρ διὰ τοὺς λόγους, ὡς ἐν τῷ δευτέρῳ τμήματι τοῦ Περὶ ἑρμηνείας δέδεικται, τὰ πράγματά ἐστιν, ἀλλὰ διὰ τὰ πράγματα οἱ λόγοι ἀληθεύουσιν ἢ ψεύδονται. οὕτω δὴ περὶ τούτων διορισάμενος λέγει. ὅτι εἰ δὴ τά μὲν ἀεὶ σύγκειται καὶ ἀδύνατα διαιρεθῆναι (ἀεὶ γὰρ σύγκειται τὸ σφαιροειδὲς τῷ ἡλίῳ καὶ τὸ ἀσύμμετρον τῇ διαμέτρῳ καὶ ἀδύνατόν ἐστιν αὐτοῖν ταῦτα διαιρεθῆναι), τὰ δ’ ἀεὶ διῂρηται καὶ ἀδύνατα συντεθῆναι (ἀεὶ γὰρ διῄρηται ἀνθρώπου τὸ ἄψυχον καὶ ἀδύνατόν ἐστιν αὐτῷ τοῦτο συντεθῆναι), τὰ δ’ ἐνδέχεται τἀναντία συγκειμένου γὰρ τοῦ καθῆσθαι τῷ Σωκράτει ἐνδέχεται διαιρεθῆναι αὐτοῦ), ἐστὶ δὲ τὸ μὲν εἷναι καὶ τὸ ἀληθές, ἵνα πάλιν τοῦτο ὑπομνησθεῖμεν, τὸ συγκεῖσθαι τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ καὶ ἓν εἶναι, τὸ δὲ· μὴ εἶναι καὶ τὸ ψεῦδός ἐστι τὸ μὴ συγκεῖσθαι ἀλλὰ πλείω εἶναι καὶ κεχωρισμένα ἀπ’. ἀλλήλων· εἰ δή, ὥσπερ εἴρηται, τὰ μὲν ἀεὶ σύγκειται τὰ δὲ ἀεὶ διῄρηται τά δ᾿ ἐνδέχεται τἀναντία, περὶ μὲν τὰ ἐνδεχόμενα τἀναντία ἡ αὐτὴ γίνεται ψευδὴς καὶ ἀληθὴς δόξα, καὶ ἐνδέχεται ὁτὲ μὲν ἀληθεύειν ὁτὲ δὲ ψεύδεσθαι, οἷον εἰ σοῦ καθημένου δοξάζω ὅτι κάθησαι ἀληθεύω, εἰ δ’ ἀναστάντος στάντος σου ἔτι τὴν αὐτὴν ἔχω δόξαν τὴν ὅτι κάθησαι, ἡ αὐτὴ δόξα γέγγονε γόνε καὶ ἀληθὴς καὶ ψευδής, ἀληθὴς μὲν πρότερον ὅτε σοῦ καθημένου τοῦτο αὐτὸ ἐδόξαζον, ὕστερον δὲ ψευδής. περὶ δὲ τὰ ἀδύνατα ἄλλως ἔχειν οὐκ ἐνδέχεται ὁτὲ μὲν ἀληθεύειν ὁτὲ δὲ ψεύδεσθαι, ἀλλ’ εἰ μὲν δοξάζω ὅτι ὁ ἥλιος σφαῖρά ἐστιν ἀεὶ ἀληθεύσω· οὐ γὰρ ἐνδέχεται χωρισθῆναι αὐτοῦ τοῦτο τὸ σχῆμα, ὥστε δοξαζων αὐτὸν σφαῖραν ψεύδεσθαι, ὥσπερ ἀπό σου χωρισθὲν τὸ καθῆσθαι ψεύδομαι δ·οξάζων σε καθῆσθαι, ἀλλ’ ἀ.εί ἐστιν ὁ ἥλιος σφαῖρα· ὥστε καὶ ἐγὼ ἀεὶ δοξάζων τοῦτο ἀεὶ ἀληθεύσω, ἀλλ’ οὐ ποτὲ μὲν ποτὲ δ’ οὔ. πάλιν ὁ δοξάζων σύμμετρον τὴν πλευρὰν τῇ διαμέτρω ἀεὶ ψεύδειαι· οὐ γάρ δύναται σύμμετρος γενέσθαι, ὥστε οὐκ ἄν ἀληθεύσειέ ποτε ἀλλ᾿ ἀεὶ ψεύσεται. Περὶ δὲ δὴ τὰ ἀσύνθετα τί τὸ εἶναι ἢ μὴ εἶναι καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. Περὶ μὲν τῶν συνθέτων πῶς τὸ εἶναι καὶ τὸ ἀληθές ἐστι καὶ τὸ μὴ εἷναι καὶ τὸ ψεῦδος, εἴρηται, περὶ δὲ τῶν ἁπλῶν καὶ ἀσυνθέτων καὶ ὧν οὐδέν τι κατηγορεῖται (εἰ γὰρ κατηγορεῖται, σύνθετον ἔσται πάντως), πῶς, φησί, τὸ εἶναι καὶ τὸ μὴ εἶναι, τουτέστι πῶς ἐν αὐτοῖς τὸ εἷναί ἐστι καὶ μὴ εἶναι, ἤτοι πῶς ἔχουσι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι καὶ πῶς συμβαίνει ἐπ’ αὐτοῖς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος; οὐ γάρ ἐστι τὰ ἁπλά σύνθετα, ἵνα λέγωμεν ὡς ὅταν συγκεηται ο κατηγορουμενος καὶ ὑποκείμενος καὶ φωμεν αὐτὸν συγκεῖσθαι ἀληθεύομεν, μὴ συγκειμένου δὲ καὶ λεγομένου συγκεῖσθαι ψευδόμεθα, ὥσπερ ἐπὶ τοὺ λευκοῦ ξύλου ἔχει καὶ ἐπὶ πάντων τῶν συνθέτων ἐπὶ τούτων μὲν γὰρ λέγοντες περὶ τοῦ λευκοῦ ξύλου ὅτι τὸ ξύλον λευκόν ἐστιν ἀληθεύομεν, μὴ λευκὸν δὲ ψευδόμεθα· ἐπὶ δὲ τῶν ἁπλῶν καὶ ἀσυνθέτων τοῦτο οὐ συμβαίνει, οὐδὲ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὁμοίως ὑπάρξει ἐπὶ τούτων τε καὶ ἐπ’ ἐκείνων ἤτοι τῶν συνθέτων, ἀλλὰ κατ’ ἄλλον δηλαδὴ τρόπον. εἰ γὰρ ὁμοίως ἐπ’ ἀμφοῖν ὑπάρξει, ἀδιάφορα ἔσται, ὅπερ ἄλογον· πολλὴ γὰρ πάνυ τῶν συνθέτων ἡ διαφορὰ πρὸς τὰ ἀσύνθετα. οὕτω δὴ τὸν λόγον ἐρωτήσας ἀποκρίνεται λέγων ἢ ὥσπερ οὐδὲ τὸ ἀληθὲς ἐπὶ τούτων τὸ αὐτό, οὕτως οὐδὲ τὸ εἶναι, ὃ ἴσον ἄν εἴη τῷ ὥσπερ ἐπὶ τῶν ἀσυνθέτων ἄλλως ἀληθεύομεν καὶ οὐχ ὥσπερ ἐπὶ τῶν συνθέτων, οὕτω καὶ τὸ εἶναι ἄλλως ἐστὶ τοῖς ἀσυνθέτοις καὶ ἑτέρως τοῖς συνθέτοις. ἐπειδὴ γὰρ ὡς τὸ πρᾶγμα ἔχει, οὕτω καὶ ὁ περὶ αὐτὸ λόγος καὶ ἡ ἀλήθεια, ὡς δ’ ἄν ἕξει τὰ ἁπλᾶ, οὕτως ἕξει καὶ ἡ περὶ αὐτὰ ἀλήθεια, καὶ ἔμπαλιν ὡς ἡ περὶ αὐτὰ ἀλήθεια, καὶ αὐτά· καὶ ἔσται τὸ μὲν ἀληθές, ὅταν αὐτοῦ θιγγάνῃ ὁ νοῦς, τὸ δὲ ψεῦδος, ὅταν μὴ θιγγάνῃ, τουτέστιν ἄγνοια· καταχρηστικώτερον γὰρ ἀντὶ τοῦ ἄγνοια εἶπε τὸ ψεῦδος. ὅτι δὲ ἐν τῇ λέξει τῇ ἀλλ’ ἔστι τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος τὸ ψεῦδος καταχρηστικώτερον καὶ κοινότερον ἀντὶ τῆς ἀγνοίας ἔλαβε, δῆλον πεποίηκεν εἰπὼν τὸ μὲν θιγεῖν καὶ φάναι ἀληθές, ἤτοι τὸ θιγεῖν καὶ φάσιν ἔχειν, ἀλλ’ οὐ κατάφασιν ἢ ἀπόφασιν, ἀληθές, τὸ δ᾿ ἀγνοεῖν ἐστι τὸ μὴ θιγγάνειν, ὥστε τὸ ψεῦδος ἀντὶ τοῦ ἀγνοεῖν εἴληπται. ἐπὶ μὲν οὗν τῶν ἁπλῶν, ὥσπερ εἴρηται, ἢ θιγγάνει ὁ νοῦς αὐτῶν καὶ καθάπερ εἰσὶν ἅπτεται τῆς φύσεως αὐτῶν καὶ ἁπλῇ ἐπιβολῇ, ὥσπερ καὶ ἡ ὄψις τῶν χρωμάτων· καὶ ἀληθεύει οὐχ ὡς καταφάσκων αὐτῶν τι ἀλλ’ οἷον ὁρῶν αὐτά, ὡς καὶ ἡ ὄψις τὰ χρώματα· οὐδὲ γὰρ αὕτη τι καταφάσκει αὐτῶν ἀλλὰ μόνον ὁρᾷ. ὅταν οὗν ταῦτα οἷον ὁρᾷ ὁ νοῦς, φάσιν αὐτῶν ἔχει ἀλλ’ οὐ κατάφασιν· ἡ γὰρ κατάφασις ἐπὶ συνθέτου λέγεται ὑποκειμένου καὶ κατηγορουμένου. ἢ οὖν θιγγάνει καὶ ἅπτεται αὐτῶν καὶ ἀληθεύει, ἢ οὐ θιγμὲν γάνει οὐδ’ οἷον ὁρᾷ αὐτὰ οὐδ’ ὅλως ἐννοεῖ τι περὶ αὐτῶν, καὶ λέγεται ἔχειν περὶ αὐτῶν ἄγνοιαν, οὐ μὴν ψεύδεσθαι, | ἐπεὶ οὐδ’ ἡ ὄψις ὅταν ἐν νυκτὶ μὴ ὁρᾷ τὰ χρώματα, λέγεται ψεύδεσθαι ἀλλ’ ἀγνοεῖν αὐτά. τὸ γὰρ ψεύδεσθαι ἐπὶ συνθέτων λέγεται, ὅταν τὸ μὴ ὂν τόδε τι λέγῃ εἶναι αὐτό, οἷον τὸ μὴ ὂν λευκὸν ξύλον λέγῃ αὐτὸ λευκόν, ἡ τὸ ὂν λέγῃ μὴ ὄν, οἷον τὸ ἄνθρωπον μὴ εἶναι ζῷον. ὥστε ἀληθεύει μὲν περὶ τὰ ἁπλᾶ ὁ νοῦς, ὅταν καθάπερ εἰσὶ καὶ ἁπλαῖς ἐπιβολαῖς ἅπτηται αὐτῶν. ἔστι μὲν οὖν περὶ τὰ ἁπλᾶ ἀληθεύεσθαι, ὅταν αὐτῶν θιγγάνῃ ὁ νοῦς, καὶ οἷον φάσιν ἔχειν ἀλλ’ οὐ κατάφασιν, ἀπατηθῆναι δὲ ἢ ψεύδεσθαι περὶ αὐτὰ οὐκ ἐνδέχεται ἡ γὰρ ἀπάτη καὶ τὸ ψεῦδος περὶ τὰ σύνθετα ὑφίσταται, ὅταν τὸ μὴ κατά τινος ὑπάρχον ὑπάρχειν λέγηται ἡ τὸ ὑπάρχον μὴ ὑπάρχειν. εἰπὼν δὲ ὅτι ἀπατηθῇ ’ναι περὶ τὸ τί ἐστι καὶ τοὺς ὁρισμοὺς οὐκ ἔστ’ ἱν οὐ γὰρ χωρίζονται τῶν ὧν εἰσιν ὁρισμοί, ὡς τὸ καθῆσθαι καὶ γράφειν τῶν καθημένων καὶ γραφόντων), λέγει ὅτι οὐδὲ περὶ τὰς μὴ συνθέτους καὶ ἁπλᾶς ἔστιν ἀπατηθῆναι οὐσίας, περὶ ὧν ἤδη πεπαύμεθα λέγοντες κατὰ συμβεβηκὸς δὲ ἔστιν ἀπατηθῆναι, εἴ τις τὸ μὴ θιγγάνειν ἀπάτην βούλεται λέγειν. εἰσὶ δὲ πᾶσαι αἱ ἁπλαῖ οὐσίαι ἐνέργειαι, ἀλλ’ οὐ δυνάμει· πρῶτον μὲν ὡς εἴπερ ἦσαν δυνάμει, ἐγίνοντο ἂν περὶ αὐτὰς ἀπάται. εἰ γὰρ εἶχον ἔννοιαν περὶ τῆς ἁπλῆς οὐσίας ὡς ἔστι τοδί, αὕτη δὲ δυνάμει οὖσα τόδε τι κεκίνητο εἰς ὃ ἐδύνατο, ἠπατήθησαν ἄν· ὥσπερ γὰρ ὁ καθήμενος ὅταν σταίη, ὁ καθήμενον ἔτι αὐτὸν ὑπολαμβάνων ἀπατᾶται καὶ ψεύδεται, οὕτω δὴ συνέπεσεν ἄν καὶ ἐπ’ αὐτῆς. ἔπειτα εἰ ἦσαν δυνάμει, ἐγίνοντο ἂν καὶ ἐφθείροντο· τὸ γὰρ δυνάμενον τόδε τι γενέσθαι γίνεται ἐκεῖνο ὅπως δύναται· καὶ εἰ ἐγίνοντο, ἔκ τινος ἄν ἐγίνοντο καὶ τοῦτο εἰς ἄπειρον. νὺν δὲ τὸ ὂν αὐτὸ οὐ γίνετ’ αἰ. καὶ εἴη ἂν λέγων ὅτι τὸ κυρίως ὂν καὶ ἡ ἁπλῆ ὑπερούσιος οὐσία καὶ ἀκινήτως κινοῦσα, ὁ πολυτίμητος θεός, οὐ γίνεται οὐδὲ φθείρεται. ἢ τὸ νῦν δὲ τὸ ὃν αὐτὸ οὐ γίνεται οὐδὲ γθείρεται ἴσον ἄν εἴη τῷ νὺν δὲ τὸ ὂν καὶ ἡ οὐσία τοῦ ἁπλοῦ, ὁποῖον ἄν ποτε εἴη, οὐ γίνεται οὐδὲ φθείρεται· πᾶν γὰρ τὸ γινόμενον μένον σύνθετόν ἐστιν. ὅσα δέ, φησί, τῶν ὄντων ἐστὶν ὅπερ εἶναί τι καὶ ἐνεργείᾳ, τουτέσιιν ὅσα ἐστὶν ὅπερ ὄντα καὶ ἐνεργείᾳ, τουτέστιν ὅσα εἰσὶν ἐνέργειαι καὶ εἴδη, περὶ ταῦτα οὐκ ἔστιν ἀπατηθῆναι, ἀλλ’ ἢ ἅπτεσθαι αὐτῶν τὸν νοῦν καὶ ἀληθεύειν ἢ μὴ ἅπτεσθαι, καὶ οὐκ ἔστι τοῦτο ἀπάτη. καὶ ζητεῖται τὸ τί ἐστι περὶ αὐτῶν οὐχ ὡς κατηγοροῦντες αὐτῶν τι, ἀλλὰ μόνον νοοῦντες καὶ οἱονεὶ ὁρῶντες. τὸ δὲ ταῦτα οἷον ὁρᾶν ἐγγίνεται τοῖς εἰς ἄκρον ἐπιστήμης ἐλθοῦσι καὶ εὖ ζήσασιν. Tὸ δὲ εἶναι ὡς τὸ ἀληθὲς καὶ τὸ μὴ εἷναι ὡς τὸ ψεῦδος, ἓν μέν ἐστιν, εἰ σύγκειται, ἀληθές. Τὸ ὂν τὸ ὡς ἀληθές, φησί, καὶ τὸ μὴ ὃν τὸ ὡς τὸ ψεῦδος, ἕνα μέν ἐστι τρόπον, εἰ σύγκειται ὁ κατηγορούμενος τῷ ὑποκειμένω καί φαμεν αὐτὸν συγκεῖσθαι, τοῦτό ἐστιν ὂν τὸ ὡς ἀληθές· εἰ δὲ μὴ σύγκειται, λέγεται δὲ συγκεῖσθαι, μὴ ὂν τὸ ὡς ψεῦδος. τὸ δὲ ἕν, τουτέστιν ἄλλον δὲ τρόπον, εἴπερ ὂν οὕτως ὡς ἐστί, ἤτοι ἄνπερ ἐστὶν ἁπλοῦν, οὕτως ἐστὶν ἡ περὶ αὐτὸ ἀλήθει, οὐχ ὥστε καταφάσκειν τι αὐτοῦ ἀλλὰ κατά τινα φάσιν αὐτὸ νοεῖν καὶ οἷον ὁρᾶν. εἰ δὲ μὴ οὕτως, δηλονότι εἰ δὲ μή ἐστιν ἁπλοῦν, οὐκ ἔστι περὶ αὐτὸ τὸ ἄλη μόνον μόνον θιγγάνοντα. καὶ σαφηνίζει αὐτὸ λέγων τὸ δὲ ἀληθὲς τὸ νοεῖν ταῦτα, ἀπάτη δὲ περὶ αὐτὰ οὐκ ἔστιν ἀλλ’ ἄγνοια, ἄγνοια δ’ οὐχ οἵα ἡ τυφλότης ὡς μὴ δυνηθῆναί ποτε νοῆσαι, ἀλλὰ τοιαύτη οἵα ὑπάρχει, ὅταν τις μὴ περί τινος λογίζηται· ἡ δὲ τυφλότης τοιοῦτόν ἐστιν, ὁποία ἐστὶν ἡ ἄγνοια ὅταν τὸ νοητικὸν μηδαμῶς τις ἔχῃ· ὁ γὰρ τούτου ἐστερημένος οὐδέποτε ἄν τι νοήσειεν, ὥσπερ οὐδὲ ὁ ἐστερημένος τῶν ὀφθαλμῶν βλέψειέ ποτε. Φανερὸν δὲ καὶ ὅτι καὶ περὶ τῶν ἀκινήτων οὐκ ἔστιν ἀπάτη κατὰ τὸ ποιέ, εἴ τις ὑπολαμβάνει ἀκίνητα. Εἰ ἡ κατὰ τὸ ποιὲ ἀπάτη περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν ἐστί, τὰ δὲ ἀκίνητα καὶ ἀίδια οὐκ ἐνδέχεται ἄλλως ἔχειν, οὐκ ἂν εἴη περὶ αὐτὰ ἀπάτη ἡ κατὰ τὸ ποτέ, ἀλλ’ ἢ ὥσπερ εἴρηται πρὸ ὀλίγου, ἢ ἀεὶ ἀπατηθήσεται ἢ ἀεὶ ἀληθεύσει. εἰ γάρ τις καὶ μὴ οἴοιτο μεταβάλλειν τὸ τρίγωνον ἀλλ’ ἀκίνητον αὐτὸ ὑπολαμβάνοι, οὐκ ἂν ὑπολάβοι ὡς αἱ τρεῖς αὐτοῦ γωνίαι ποτὲ μὲν δυσὶν ὀρθαῖς ἴσαι εἰσὶ ποτὲ δὲ οὔ. εἰ γὰρ τοῦτο νοήσοι, ὑπολήψοιτο ἂν αὐτὸ καὶ μεταβάλλειν ἀλλ’ ὑπόκειται ὑπολαμβάνειν αὐτὸ ἀμετάβλητον. ἀλλὰ τοῦτο μὲν ὑπολαβεῖν οὐκ ἐνδέχεται, ἀλλὰ τὶ μὲν τὶ δ’ οὔ, τουτέστιν ἄρτιον μὲν ἀριθμὸν πρῶιον ὑπολαμβάνειν μηδένα εἶναι ἐνδέχεται, ἢ τινὰς μὲν εἶναι ἀρτίους πρώτους τινὰς δὲ οὔ, καὶ τοῦτο ἐνδέχεται· τὸ δὲ τὸν δύο λαβεῖν αὐτὸν καθ’ αὑτὸν καὶ ὑπολαμβάνειν αὐτὸν ποτὲ μὲν ἄρτιον πρῶτον ποτε ’δε οὐ πρῶτον, οὐκ ενοεχεται. τὸ ’δε οὐ γὰρ ἔτι τινὰ μὲν τινὰ δὲ οὐκ οἴησεται τοιοῦτον ἂν εἴη· οὐ γὰρ οἰήσεται ὁ τοὺς ἀριθμούς, ὥσπερ τὸ τρίγωνον, ἀκινήτους οἰόμενος ὅτι τὶς μὲν ἀριθμὸς πρῶτος ὢν ποτὲ ἔσται καὶ μὴ πρῶτος, ὁ δὲ κινουμένους αὐτοὺς οἰόμενος οὗτος τοῦτο πείσεται· ὥστε ἢ ἀληθεύσει, εἰ τὸν δύο ἄρτιον ὑπολαμβάνει, ἢ ἀεὶ ψεύσεται, εἰ μὴ οὕτως αὐτὸν ἔχειν ὑπολήψεται. μέχρι τῶν ὧδε πεπλήρωνται αἱ εἰς τὸ Θ τῶν Μετὰ τὰ φυσικὰ σχολαί.

---

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg004.local001/.
