# In Aristotelis metaphysica commentaria ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Ε ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΓΣΙΚΑ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.1

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Ε ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΓΣΙΚΑ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-metaphysica-commentaria/%CE%A3%CE%A7%CE%9F%CE%9B%CE%99%CE%91%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%95%20%CE%A4%CE%A9%CE%9D%20%CE%9C%CE%95%CE%A4%CE%91%20%CE%A4%CE%91%20%CE%A6%CE%93%CE%A3%CE%99%CE%9A%CE%91%20%CE%A4%CE%9F%CE%A5%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3.1

Πολλάκις τὴν προκειμένην ἐπιστήμην τὸ ὂν ᾗ ὂν εἰδέναι ἀποφηνάμενος αἱ γὰρ ἄλλαι μέρος τι τοῦ ὄντος ἀποτεμόμεναι περὶ ἐκεῖνο πραγματεύονται, οὐχὶ τὴν φύσιν ἐκείνου ζητοῦσαι, οὐδὲ θεωροῦσαι αὐτὸ ὡς ὄν, ἀλλ’ ὃ συνέβη αὐτῷ· ἡ γὰρ ἀστρονομία οὐ τὴν φύσιν τῶν ἀστέρων ζητεῖ καὶ θεωρεῖ, ἀλλὰ κινήσεις αὐτῶν καὶ προποδισμοὺς καὶ ἀναποδισμούς) — πολλαχοῦ δή, ὡς εἴρηται, τὴν προκειμένην ἐπιστήμην τὸ ὂν ᾗ ὂν γιγνώσκειν εἰπών, ἐξ ὧν ἐν τῷ παρόντι βιβλίῳ σκιωδῶς ἐμφαίνει καὶ ἐν τῷ μετὰ τοῦτο ἐμφανέστερον καὶ ἐν τοῖς ἐφεξῆς λαμπρότερον. ἐκείνην λέγει τὴν ἐπιστήμην εἰδέναι τὸ ὂν ᾗ ὂν τὴν ἑκάστου ὁρισμὸν εἰδυῖαν καὶ ὅπως ἕκαστον ὁρίζεσθαι προσήκει διορίζουσαν, εἴτε νοητὸν εἴτε ἄλλο τι, καὶ τίνων μέν εἰσιν ὁρισμοὶ τίνων δὲ οὔκ εἰσιν. εἰ δὲ ἡ προκειμένη πραγματεία τοιαύτη τις ἀναφανείη, αὕτη ἂν εἴη ἡ τὸ ὂν ἡ ὂν γινώσκουσα. καὶ εἴπερ ἔστιν ὁποίαν αὐτήν φαμεν εἶναι, εἴτε μή, ἐν τοῖς ἑξῆς ἅπασι βιβλίοις εἰσόμεθα. ἐπὶ δὲ τὴν τῶν λεγομένων ἐξήγησιν ἰτέον. p. 1025b3 Αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητεῖται τῶν ὄντων. Ὑπομιμνήσκει πάλιν ἡμᾶς τῶν πολλάκις ῥηθέντων ὅτι τῇ προκειμένῃ πραγματείᾳ ζητεῖται τὰ αἴτια καὶ αἱ ἀρχαὶ τῶν ὄντων. ζητεῖται δὲ τὰ αἴτια τῶν ὄντων δηλαδὴ ᾗ ὄνια εἰσίν. ἀλλ’ ὅτι μὲν ἡ ἀρχὴ καθολικωτέρα ἐστὶ τοῦ αἰτίου καὶ διὰ τί καὶ πῶς καθολικωτέρα πολλάκις εἴρηται· ὅτι δὲ τὰ αἴτια τῶν ὄντων ἡ ὄντα ἐστὶν ἡ προκειμένη πραγματεία σκοπεῖται, δείκνυσιν ἐκ τοῦ μηδεμίαν τῶν ἄλλων ἐπιστημῶν τοῦτο ποιεῖν, ἀλλὰ πάσας παραχωρεῖν τῇ προκειμένῃ τῆς τοιαύτης ζητήσεως, ὡς κυρίᾳ καὶ δεσποίνῃ αὐτῶν. ἔστι γάρ, φησίν, αἴτιον ὑγιείας καὶ εὐεξίας, ὑγιείας φέρε εἰπεῖν καθάρσεις καὶ φλεβοτομίαι, εὐεξίας δὲ εἰ τύχοι γυμνάσια· καὶ τῶν μάθη ματικῶν εἰσιν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα, καὶ ὅλως πᾶσα ἐπίστη μὴ διανοητικὴ ἢ πρακτική (ταύτην γὰρ ἐδήλωσε διὰ ἢ μετέχουσά τι διανοίας· οὐ γὰρ ἄνευ διανοίας τὰ πρακτὰ πράττεται) περὶ αἰτίας καὶ ἀρχάς ἐστιν, ἢ ἀκριβεστέρας ἢ ἁπλουστέρας. ἀκρι- βέστεραι μὲν γὰρ αἱ ἀρχαὶ γεωμετρίας τῶν τῆς ἀστρονομίας ἀρχῶν, εἰ καὶ τὸ ὑποκείμενον αὐτῆς τοῦ τῆς γεωμετρίας τιμιώτερον, ὡς ἐν τῇ Περὶ ψυχῆς ἡμῖν εἴρηται. ἀκριβέστεραι μὲν οὖν αἱ τῆς γεωμε|τρίας, ὅτι ἐξ ὧν αἱ ἀποδείξεις αὐτῆς λίαν εἰσὶν ἀναντίρρητοι· πᾶσαι δέ, ὥσπερ λέγομεν, περὶ ἀρχὰς καὶ αἰτίας. ἀλλὰ πᾶσαι αὗται περὶ ὄν τι, ἀλλ’ οὐχὶ τοῦ ὄντος ᾗ ὄν, ἀλλὰ τὶ τοῦ ὄντος καὶ γένος τι καὶ ὑποκείμενον περιγραψάμεναί τε καὶ ἀποτεμόμεναι περὶ τὰς αἰτίας τούτου πραγματεύονται, ἀλλ’ οὐ περὶ τὰς τοῦ ὄντος ἁπλῶς, οὐδὲ τὸ ὂν ᾗ ὂν ζητοῦσιν· οὐδὲ τοῦ τί ἐστι καὶ τῆς οὐσίας οὐδένα λόγον ποιοῦνται, ἀλλ’ ἐκ τούτου αἱ μὲν αἰσθήσει ποιήσασαι αὐτὸ δῆλον, ὥσπερ ἡ ἰατρικὴ τὰ αἴτια τῶν συνθέτων σωμάτων καὶ τὰ στοιχεῖα τῇ αἰσθήσει πεποίηκε δῆλα. ὁρῶσα γὰρ εἰς τὰ τέτταρα ἁπλᾶ σώματα διαλυόμενα ἔγνω ὅτι ἐξ αὐτῶν συνίστανται. ἀλλὰ δὴ ὅτι καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ τὸ μὲν ψυχρὸν καὶ ὑγρόν, τὸ δὲ πῦρ ξηρὸν καὶ θερμόν, καὶ ταῦτα τῇ αἰσθήσει δῆλα ποιεῖται, οὐ τῷ λόγῳ. φυσικοῦ γάρ ἐστιν ἢ καὶ τοῦ ὑπὲρ ἐκεῖνον τὸ τῷ λόγῳ καὶ τῇ ἀποδείξει δείκνυσθαι τὸ πῦρ ξηρὸν καὶ θερμὸν ἢ τὴν γῆν ξηρὰν καὶ ψυχράν, τὸν δ’ ἀέρα θερμὸν καὶ ὑγρόν. ἀλλ’ ἡ μὲν ἰατρική, ὥσπερ εἴρηται, αἰσθήσει ταῦτα δῆλα ποιήσασα ἀποδείκνυσι τὰ ὑποβεβλημένα αὐτῇ. ἡ δὲ ἀριθμητικὴ οὔτε τῆ αἰσθήσει οὔτε τῷ λόγῳ δῆλον ποιεῖ τί ἐστι μονάς, ἀλλ’ ὑποτίθεται ὅτι μονάς ἐστιν οὐσία ἄθετος, καὶ ἡ γεωμετρία ὅτι τὸ σημεῖόν ἐστιν οὐσία θετὴ ἢ οὗ μέρος οὐθέν· καὶ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. καὶ τὰ λοιπὰ δὲ διὰ τούτων οὕτως ἀποδεικνύουσι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ γένει καὶ τῷ ὑποκειμένῳ περὶ ὅ εἰσιν· ἀριθμητικὴ μὲν γὰρ τὰ τῶν ἀριθμῶν πάθη περὶ οὕς ἐστι, γεωμετρία δὲ τὰ τῶν μεγεθῶν, καὶ ὅλως τὰ καθ’ αὑτὰ ὑπάρχοντα τοῖς μεγέθεσι πάθη. ὁμοίως δὲ ταύταις καὶ ἡ ἰατρικὴ τὰ οἰκεῖα. διὰ δὴ τούτων ἑκάστη τὰ οἰκεῖα δείκνυσιν ἢ ἀναγκαιότερον ἢ μαλακώτερον. ὧν μὲν γὰρ αἱ ἀρχαὶ ἀκριβέστεραι, καὶ αἱ ἀποδείξεις ἀναγκαιότεραι, ὡς αἱ τῆς γεωμετρίας· ὧν δὲ αἱ ἀρχαὶ τὴν ἀκρίβειαν ἐκπεφεύγασι, τούτων καὶ αἱ ἀποδείξεις μαλακώτεραι, ὡς αἱ τῆς ἀστρονομίας καὶ τῆς ἰατρικῆς. οὕτω μὲν οὖν τὸ τί ἐστι καὶ τὴν οὐσίαν καὶ τὸν ὁρισμὸν τῶν οἰκείων ἑκάστη ἀρχῶν δῆλον ποιήσασα ἢ τῇ αἰσθήσει ἢ ὑπόθεσιν λαβοῦσα δείκνυσι τὰ ὑπ’ αὐτήν. ἀλλ’ ἡ ἐκ τῆς αἰσθήσεως καὶ τῆς ἐπαγωγῆς πίστις οὐκ ἔστιν ἀπόδειξις, ὡς ἐν τῇ Ἀποδεικτικῇ δέδεικται· πρὸς πᾶσαν γὰρ ἐπαγωγὴν δύναταί τις ἐνίστασθαι καὶ μὴ ἐᾶν τὸ καθόλου συμπεραίνειν· διόπερ φανερὸν ὅτι ἀπόδειξις οὐσίας καὶ τοῦ τί ἐστι καὶ τοῦ ὁρισμοῦ οὐκ ἔστιν ἐκ τῆς τοιαύτης ἐπαγωγῆς, ἀλλ’ ἔστιν ἄλλος τις τρόπος, ὃν ἐν τῷ μετὰ τοῦτο βιβλίῳ παραδώσει. οὐ μόνον δὲ τὸ τί ἐστι τοῦ πυρὸς ἡ ἰατρική φέρε γὰρ ἐπὶ ταύτης τὸν λόγον ποιήσωμεν) οὐκ ἀποδείκνυσιν, ἀλλ’ οὐδ’ εἰ ἔστιν ἢ μή ἐστιν ἄνθρωπος περὶ ὃν πραγματεύεται οὐδὲν λέγει. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ οὐκ ἄλλως ἦν δυνατὸν δειχθῆναι ὅτι ἔστιν ἄνθρωπος, εἰ μὴ ἐδείχθη ὅτι ἔστι ζῷον πεζὸν δίπουν, ἀδύνατον δὲ τοῦτο δειχθῆναι τοῦ γὰρ ὁρισμοῦ ἀπόδειξις μὲν οὐκ ἔστι, δι’ ἀποδείξεως δὲ δηλοῦται, ὡς αὐτὸς αὐτοῖς ῥήμασιν ἐν τῷ Β τῶν Ὑστέρων ἀναλυτικῶν εἴρηκεν), φανερὸν ὅτι οὐδ’ ὡς ἔστιν ἄνθρωπος δειχθήσεται. ἐπεὶ δέ, ὡς εἴρηται, τῆς αὐτῆς ἐστι διανοίας τὸ τί ἐστι δῆλον ποιεῖν καὶ τὸ εἰ ἔστι, τὸ δὲ τί ἐστι δῆλον οὐ ποιεῖ οὐδ’ ἀποδείκνυσιν, δῆλον ὡς οὐδὲ τὸ εἰ ἔστιν ἀποδείξει. ὅτι δὲ ἐξ ἀνάγκης τῇ τοῦ εἰ ἔστι δείξει ἕπεται καὶ τὸ τί ἐστι δεικνύναι, καὶ ἀδύνατόν ἐστι τὸν τὸ εἰ ἔστι δεικνύντα μὴ καὶ τὸ τί ἐστι δεικνύναι, δῆλον. εἰ γάρ τις ὅτι ἔστιν ἄνθρωπος ἡμῖν παρακελεύεται δεῖξαι, εἰ λέγοιμεν πρὸς αὐτόν, ἆρά γε εἴ τις δείξειεν ὡς ἔστι ζῷον, δώσεις ὅτι ἔστι καὶ ἄνθρωπος, φανερόν ἐστιν ὅτι οὐ συμφήσει· ἐρεῖ γὰρ προχείρως ὅτι καὶ ὁ ἵππος ζῷόν ἐστι· πῶς δὴ ἐκ τοῦ ὅτι ζῷον ἔστι δεῖξαι δειχθήσεται ὅτι ἔστιν ἄνθρωπος; εἰ δὲ λέγοιμεν ‘τί δέ, εἴπερ δειχθείη ὡς ἔστι ζῷον πεζὸν δίπουν, ὁμολογήσεις ὅτι ἔστιν ἄνθρωπος;’ φανερόν ἐστιν ὡς δώσει τοῦτο καὶ ὁμολογήσει. εἰ δὲ τοῦτο, καλῶς ἄρα ἐλέγετο ὅτι τῷ εἰ ἔστιν ἄνθρωπος δεικνύναι μέλλοντι ἕπεται τὸ καὶ τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν αὐτοῦ δεικνύναι. Ἐπεὶ δὲ καὶ ἡ φυσικὴ ἐπιστήμη τυγχάνει οὖσα περὶ γένος τι του ὄντος. Πρόκειται αὐτῷ δεῖξαι ὅτι ἡ φυσικὴ θεωρητική τίς ἐστιν ἀλλ’ οὐ πρακτική, καὶ ὅτι περὶ τοιοῦτον ὂν ἀναστρέφεται ἔχον ἀρχὴν κινήσεως καὶ ἠρεμίας ἐν ἑαυτῷ, τοῦτο δέ ἐστι τὸ φυσικὸν σῶμα. ἀλλ’ εἰ περὶ σῶμα ἔχον ἀρχὴν κινήσεως καὶ ἠρεμίας καταγίνεται, τὸ δὲ κυκλοφορικὸν ἅπαν καὶ οὐράνιον σῶμα ἀρχὴν τοῦ κινεῖσθαι ἔχει τοῦ δ’ ἠρεμεῖν ἀρχὴν οὐκ ἔχει, τὸ οὐράνιον οὐκ ἔστι σῶμα φυσικόν. ἢ καὶ αὐτὸ τοῦ ἠρεμεῖν ἔχει ἀρχήν. αὐτὸ γὰρ τὸ ἀεὶ περὶ τὸ αὐτὸ περιστρέφεσθαι καὶ μὴ ἀμείβειν τόπον ἠρεμεῖν ἐστι, καὶ κινεῖται ἀκινήτως καὶ ἠρεμεῖ θαυμαστῶς κινούμενον. ἀναγκαίως δὲ τὴν τοῦ ὅτι ἡ φυσικὴ θεωρητική τίς ἐστι δεῖξιν ποιεῖται· διὰ γὰρ τοῦ δεῖξαι ὅτι θεωρητική τις τυγχάνει οὖσα δείκνυσιν ὅτι τῆς ὕλης καὶ μᾶλλον τὸ εἶδος ἐπισκέπτεται, τὸ δὲ εἶδός ἐστι τὸ τί ἦν εἶναι ἑκάστῳ. εἰ δὲ μᾶλλον τὸ τί ἦν εἶναι ἑκάστου θεωρεῖ, δεῖ μὴ λᾶν θανεῖν τὸ τί ποτέ ἐστι τὸ τί ἦν εἶναι, ὃ καὶ πρόκειται ζητηθῆναι. ἀλλὰ καὶ ἡ τοῦ τί ἦν εἶναι ζήτησις ἀναγκαίως ἀναφαίνεται. ἐπειδὴ γὰρ ἡ παροῦσα ἐπιστήμη τὸ ὂν ᾗ ὂν ζητεῖ καὶ τὰς | τούτου ἀρχάς, τὸ δὲ τὸ ὂν ᾗ ὂν γιγνώσκειν ἐστὶ τὸ δύνασθαι παντὸς τὸ τί ἦν εἶναι δῆλον ποιὲ φανερὸν ὅτι καὶ ἡ τούτου ζήτησις ἀναγκαία ἐστί. δείκνυσι δὲ ὅτι ἡ φυσικὴ θεωρητική ἐστι δυνάμει συλλογιζόμενος ὧδε· ἡ φυσικὴ ἐπιστήμη ἐστί, πᾶσα ἐπιστήμη ἢ θεωρητικὴ ἢ πρακτικὴ ἢ ποιητική ἐστιν· καὶ ἡ φυσικὴ ἔσται] ἐπιστήμη ἢ θεωρητικὴ ἢ πρακτικὴ ἢ ποιητικὴ ἔσται· ἀλλὰ μὴν οὔτε πρακτικὴ οὔτε ποιητική ἐστι· θεωρητικὴ ἄρα. καὶ ὅτι μὲν ἡ φυσικὴ ἐπιστήμη ἐστὶ καὶ ὅτι πᾶσα ἐπιστήμη ἢ πρακτικὴ ἢ θεωρητικὴ ἢ ποιητική ἐστιν, ὡς σαφὲς καὶ λίαν ἐναργὲς παρείασε καὶ οὐκ ἀποδείκνυσι· τὴν δὲ πρόσληψιν τὴν ‘ἀλλὰ μὴν οὔτε πρακτικὴ οὔτε ποιητικὴ’ δείκνυσιν ὧδε. σημειωτέον δὲ ὅτι κοινότερον καὶ τὰς τέχνας ἐπιστήμας λέγει. δείκνυσιν οὖν τὴν πρόσληψιν ὧδε. τῶν πρακτῶν καὶ ποιουμένων αἱ ἀρχαὶ καὶ τὰ αἴτια τῆς κινήσεως καὶ τῆς ἠρεμίας οὔκ εἰσιν ἐν αὐτοῖς. τῶν φυσικῶν αἱ ἀρχαὶ καὶ τὰ αἴτια ἐν αὐτοῖς εἰσι· τὰ φυσικὰ ἄρα οὔτε πρακτά εἰσιν οὔτε ποιητά. καὶ ἡ περὶ τὰ φυσικὰ ἄρα ἐπιστήμη οὔτε πρακτική ἐστιν οὔτε ποιητική. καὶ ἡ μὲν συναγωγὴ τοῦ λόγου καὶ ἡ ἔφοδος τοιαύτη τις ἄν εἴη. αὐτὸς δὲ εἰπὼν τῶν μὲν γὰρ ποιητικῶν ἐν τῷ ποιοῦντι ἡ ἀρχὴ ἐπήγαγεν ἢ νοῦς ἢ τέχνη ἢ δύναμίς τις· τὰ γὰρ ποιοῦντα ἢ νοὶ ἢ τέχνῃ ἢ τῇ ἀπὸ τοῦ νοὸς καὶ τῆς τέχνης δυνάμει τὸ ποιούμενον ποιεῖ. μήποτε δὲ τοῦ τῶν μὲν γὰρ ποιητικῶν οὐκ ἐνεργητικῶς δεῖ ἀκούειν, ἵνα ἐπὶ τῶν αἰτίων ἐξακούηται, ἀλλὰ παθητικῶς, ἵν’ ᾖ τῶν μὲν γὰρ ποιητικῶν ἀντὶ τοῦ τῶν ποιουμένων. καὶ ὅτι τοῦτο ἀρχὴν οὕτως αὐτῷ εἴληπται, τεκμαίρομαι ἐκ τοῦ ἐπαγομένου τοὐ τῶν δὲ πρακτῶν ἐν τῷ πράττοντι ἡ προαίρεσις, καὶ εἴπερ οὕτως ἀκούειν αὐτοῦ χρή, σαφὲς ἂν εἴη τὸ λεγόμενον καὶ μάτην τὸ ἐν τῷ ποιοῦντι ἀντὶ τοῦ ἐν αὐτοῖς ἐξελάβομεν. δεῖ οὖν, εἴ τι χρὴ τῇ ἐμῇ μαντείᾳ προσέχειν, οὕτως ἀκούειν τοῦ ῥητοῦ. ὥσπερ γὰρ ἡ ἀρχὴ τῶν ποιουμένων, εἴτε νοῦς ἐστιν εἴτε τέχνη εἴτε δύναμίς τις, ἐν τῷ ποιοῦντί ἐστιν ἀλλ’ οὐκ ἐν τοῖς ποιουμένοις, οὕτως καὶ τῶν πρακτῶν ἀρχὴ οὖσα ἡ προαίρεσις οὐκ ἐν τῷ πρακτῷ ἀλλὰ ἐν τῷ πράττοντι. εἰ γὰρ ταὐτὸν τὸ πρακτὸν καὶ τὸ προαιρετόν, οὐκ ἔστι δὲ ἐν τῷ προαιρετῷ ἡ προαίρεσις, δῆλον ὡς οὐδ’ ἐν τῷ πρακτῷ. ἔστι | δὲ ποιητικὴ μὲν ἐπιστήμη, ὡς ἐν τοῖς Νικομαχείοις ἐπιγραφομένοις 409 ἠθικοῖς εἴρηκε πλατύτερον, ἧς τὸ ἔργον καὶ μετὰ τὴν ἐνέργειαν μένει, ὡς ἡ οἰκοδομική (μετὰ γὰρ τὴν οἰκοδόμησιν ἔστι τὸ ἔργον αὐτῆς οἰκία), πρακτικὴ δὲ ἡ ὀρχηστική· οὐδὲν γὰρ μετὰ τὴν ὄρχησιν λείπεται. δείξας οὖν ὅτι ἡ φυσικὴ θεωρητική τίς ἐστι, συμπεραίνεται καί φησιν ὥστε εἰ πᾶσα διάνοια ἢ πρακτικὴ ἢ ποιητικὴ ἢ θεωρητική, ἡ φυσική, εἰ μήτε πρακτικὴ μήτε ποιητική ἐστι τοῦτο γὰρ δεῖ προσυπακούειν), θεωρητική τις ἂν εἴη, ἀλλὰ θεωρητικὴ περὶ φυσικὸν πρᾶγμα· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ περὶ τοιοῦτον ὄν, ὅ ἐστι δυνατὸν κινεῖσθαι. ἐπεὶ δὲ ὡς ἐν τῇ Φυσικῇ εἴρηται ὅτι καὶ ἡ ὕλη οὐσία ἐστὶ καὶ μάλιστα τὸ εἶδος, εἰπὼν ὅτι θεωρητική ἐστι περὶ τοιοῦτον ὄν, ὅ ἐστι δυνατὸν κινεῖσθαι, ἐπήγαγε καὶ περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον ὡς ἐπὶ τὸ πολύ, ἴσον λέγων, ὅτι ἔστι μὲν ἡ φυσικὴ καὶ περὶ τὴν ὑλικὴν οὐσίαν, ἀλλ’ ἐπ’ ἔλαττον, ἐπὶ πλέον δὲ καὶ ὡς ἐπὶ τὸ πολύ ἐστι περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον καὶ τὸ εἶδος. εἰπὼν δὲ ὅτι περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον ὡς ἐπὶ τὸ πολύ, καὶ προσθεὶς τὸ οὐ χωριστὴν μόνον, δοκεῖ λέγειν ὅτι περὶ εἶδός ἐστιν οὐ χωριστὸν μόνον ἀλλὰ καὶ ἀχώριστον. οὐ τοῦτο δὲ λέγει ὅτι καὶ περὶ χωριστόν ἐστι καὶ περὶ ἀχώριστον, ἀλλὰ τὸ οὐ χωριστὸν μόνον ἀντὶ τοῦ μόνον οὐ χωριστὸν εἶπεν· ἤτοι περὶ οὐσίαν μόνον ἀχώριστον καὶ μὴ δυναμένην χωρίζεσθαι τῆς ὕλης. Ταῦτα εἰπὼν ἐπάγει δεῖ δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον πῶς ἐστι μὴ λανθάνειν, τουτέστι δεῖ μὴ λανθάνειν πῶς ἐν τοῖς φυσικοῖς δεῖ ζητεῖν τὸ τί ἐστι καὶ τὸν λόγον, ἆρα δεῖ ὁριζομένους φυσικὸν πρᾶγμα καὶ τὴν ὑποκειμένην τῷ ὁριστῷ ὕλην περιλαμβάνειν ἐν τῷ ὁρισμῷ ἢ οὔ. εἰ γὰρ περὶ τοῦ τί ἦν εἶναι καὶ περὶ τοῦ ὁρισμοῦ τὴν ζήτησιν ποιούμενοι ἀγνοοῦμεν εἴτε μετὰ τῆς ὕλης εἴτε ἄνευ αὐτῆς χρὴ ὁρίζεσθαι, μηδέν ἐστι ποιεῖν. εἰπὼν οὖν ὡς ἄνευ τούτου τὸ ζητεῖν οὐδὲν ποιεῖν ἐστι, διαίρεσιν ποιεῖται, δεικνὺς ὅτι ἀνάγκη τὸν ὁριζόμενον φυσικόν τι πρᾶγμα καὶ τὴν ὕλην ἐν τῷ ὁρισμῷ παραλαμβάνειν καὶ ὅτι ἀδύνατόν ἐστιν ἄνευ αὐτῆς ὁρίζεσθαι. ταῦτα δὲ πάντα προοπλίζει τε καὶ προκατασκευάζει, ἵνα ἐκ τούτων δείξῃ ὅτι φυσικὸν εἶδος χωριστὸν αὐτὸ καθ’ αὑτὸ ἄνευ ὕλης οὐ δύναται εἶναι, ὡς οἱ τὰς ἰδέας τιθέμενοι ἔλεγον. ποιεῖται δὲ διαίρεσιν λέγων ἔστι δὲ τῶν ὁριζομένων καὶ τῶν τί ἐστι, τουτέστι τῶν ὁριζομένων καὶ ὧν τὸ τί ἐστιν ἀποδίδομεν, τὰ μέν ἐστιν ὡς τὸ σιμόν· ὥσπερ γὰρ τὸ σιμὸν ἀδύνατόν ἐστιν ὁρίσασθαι μὴ λαμβάνοντας τὴν ῥῖνα τὴν ὡς ὕλην ὑποκειμένην αὐτῷ, οὕτω καὶ τὰ φυσικὰ εἴδη ἀδύνατον ὁρίζεσθαι χωρὶς ὕλης, ὕλην λέγων, ὡς ἐν τῷ μετὰ τοῦτο βιβλίῳ ἐρεῖ, τὸ γένος καὶ τὰς πρὸ τῆς τελευταίας διαφορᾶς διαφοράς. ἀλλὰ τοῦτο μὲν ὅπως λέγεται ἐροῦμεν ὅταν καὶ αὐτὸς προηγουμένως περὶ τούτου λέγῃ. τὰ μὲν οὖν εἰσιν ὡς τὸ σιμὸν τὰ δ’ ὡς τὸ κοῖλον. διαφέρει δὲ τὸ σιμὸν καὶ τὸ κοῖλον ὅτι τοῦ μὲν σιμοῦ τὸ ὑποκείμενον ὡρισμένον ἐστίν, ἡ ῥίς ἄνευ γὰρ ῥινὸς τὸ σιμὸν οὐκ ἔστι· σιμὸν γὰρ λέγοντες ῥῖνά φαμεν κοίλην), ἡ δὲ κοιλότης οὐχ ὡρισμένον ἔχει τὸ ὑποκείμενον, ἀλλ’ ἔστι καὶ ἐν αἰσθητῇ καὶ φυσικῇ ὕλῃ, ἔστι δὲ καὶ χωρὶς ὕλης αἰσθητῆς. καὶ ἐν μὲν αἰσθητῇ ὕλῃ ὅτι ἔστι δῆλον· ἔστι γὰρ καὶ γῆ κοίλη καὶ σίδηρος καὶ ξύλον καὶ ἄλλα πολλά. ἀλλὰ καὶ ἐν μὴ αἰσθητῇ ἐστι· δυνάμεθα γὰρ νοεῖν κοῖλον μ ἐν σιδήρῳ ὂν μήτε ἐν ξύλῳ μήτε ἔν τινι τῶν ὄντων καὶ αἰσθητῶν· σιμὸν δὲ ἄνευ ὑποκειμένου οὐ δύναταί τις νοεῖν. εἰπὼν οὗν ὅτι τῶν ὁριζομένων τὰ μέν ἐστιν ὡς τὸ σιμὸν τὰ δὲ ὡς τὸ κοῖλον ἐπάγει εἰ δὴ πάντα τὰ φυσικὰ ὁμοίως τῷ σιμῷ λέγονται, τουτέστιν ὥσπερ ἐκεῖνο, οὕτως καὶ ταῦτα ἄνευ ὑποκειμένου καὶ ὕλης οὐ δύναται νοεῖσθαι τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ οὐδενὸς γὰρ ἄνευ κινήσεως αὐτῶν ὁ λόγος, κίνησιν εἰπὼν τὴν ὕλην), δῆλον ὅτι ἐν τοῖς φυσικοῖς τὸ τί ἐστι καὶ τὸ ὁρίζεσθαι μετὰ τῆς ὕλης δεῖ ζητεῖν. τοσοῦτον δὲ χρεία τῷ φυσικῷ τῆς ὕλης εἰς τὸ ὁρίζεσθαι, ὥστε καὶ τὰς ἀλόγους ψυχὰς θεωρεῖ καὶ ὁρίζεται ὁ φυσικὸς διὰ τὸ μὴ ἄνευ ὕλης εἶναι, μηδὲ χωριστοὺς τοῦ ὑποκειμένου αὐταῖς· εἰ δὲ καὶ τὰς λογικὰς θεωρεῖ, ἐν τῇ Περὶ ψυχῆς ἡ αἰτία ἡμῖν εἴρηται. εἰπὼν δὴ ἀνωτέρω εἰ δὴ πάντα τὰ φυσικὰ ὁμοίως τῷ σιμῷ λέγονται, τίνα ἐστὶν ὁμοίως τῷ σιμῷ λεγόμενα φυσικὰ σαφῶς κατέλεξεν, οἷον ῥίς, ὀφθαλμὸς καὶ τὰ λοιπά. Ὅτι μὲν οὖν ἡ φυσικὴ θεωρητική τίς ἐστι φανερὸν ἐκ τούτου. ἀλλ’ ἔστι καὶ ἡ μαθηματικὴ θεωρητική. Διακρίνας τὴν φυσικὴν ἀπὸ τῆς πρακτικῆς καὶ ποιητικῆς τῷ ταύτην μὲν δεῖξαι θεωρητικὴν οὖσαν ἐκείνας δὲ μή, νῦν διακρίνει αὐτὴν καὶ τῆς μαθηματικῆς, δυνάμει κἀνταῦθα οὑτωσὶ συλλογιζόμενος· ἡ μαθηματικὴ διανοητικὴ οὖσα περὶ ἀκίνητα καὶ χωριστά ἐστιν. ἡ φυσικὴ διανοητικὴ οὖσα οὔτε περὶ ἀκίνητα οὔτε περὶ χωριστά ἐστιν· ἡ φυσικὴ ἄρα οὐκ ἔστι μαθηματική. καὶ ὁ μὲν συλλογισμὸς τοιοῦτός τις ἄν εἴη. τῶν δὲ προτάσεων τὴν μὲν ὅτι ἡ φυσικὴ οὔτε περὶ ἀκίνητα οὔτε περὶ χωριστά, ἀλλὰ 30 περὶ κινούμενα καὶ ἀχώριστα ἔδειξε πολλαχοῦ. τὴν δ’ ὅτι ἡ μαθηματικὴ περὶ ἀκίνητά ἐστι καὶ χωριστὰ οὐκ ἔδειξεν, ἀλλὰ δείξει ἐν τοῖς ἐφεξῆς βιβλίοις ὅπως ἔχει. τέως δ’ οὖν εἶπε τὸ ἀλλ’ εἰ ἀκινήτων καὶ χωριστῶν ἐστιν ἄδηλον νῦν, ἴσον | λέγων ὅτι ἡμεῖς μὲν ὡς περὶ ἀκίνητα καὶ χωριστὰ τὴν μαθηματικὴν οὖσαν λαμβάνομεν, ἀλλ’ εἰ περὶ τοιαῦτά ἐστιν ἀληθῶς νῦν μὲν ἄδηλον, ὅτι δὲ ἔνια, ἵνα μὴ πάντα λέγωμεν, μαθήματα ᾗ ἀκίνητά ἐστι καὶ ᾗ χωριστὰ θεωρεῖ ἡ μαθηματική, δῆλον. οὕτως οὖν τὴν φυσικὴν τῶν ἄλλων διακρίνας νῦν διακρίνει τὴν πρώτην φιλοσοφίαν τῆς φυσικῆς καὶ μαθηματικῆς λέγων εἰ δ’ ἔστιν ἀίδιον καὶ ἀκίνητον καὶ χωριστόν, φανερὸν ὅτι θεωρητικῆς τὸ γνῶναι, ἀλλὰ θεωρῇ· τικῆς οὗτε φυσικῆς οὔτε μαθηματικῆς. οὐκ εἶπε δὲ ὅτι ἔστιν ἀίδιον καὶ ἀκίνητον, ἀλλ’ εἰ ἔστιν, ἐπειδὴ οὔπω δέδεικται τοῦτο. εἴπερ οὖν ἔστιν ἀίδιον καὶ ἀκίνητον, οὔτε φυσικῆς οὔτε μαθηματικῆς ἐστι τὸ περὶ αὐτοῦ θεωρῆσαι, ὅτι ἡ μὲν φυσικὴ περὶ κινητὰ καὶ ἀχώριστά ἐστιν, οὖσα δὲ περὶ τοιαῦτα οὐ θεωρήσει τὰ ἀκίνητα καὶ χωριστά. ἀλλὰ μὴν οὐδὲ μαθηματικῆς ἐστι τὸ περὶ τοιούτων θεωρεῖν, ὅτι εἰ καὶ περὶ ἀκίνητά ἐστιν, ἀλλ’ οὖν οὐ χωριστά, ὡς δείξει, ἐστίν ἀλλ’ ἐν ὑποκειμένῳ καὶ ὕλῃ. τὸ δὲ ἔνια πρόσκειται διὰ τὰ ὀπτικὰ καὶ ἁρμονικὰ καὶ ἀστρονομικά· ὁ γὰρ ὀπτικὸς οὐ περὶ χωριστὰς γραμμὰς καταγίνεται, ἀλλὰ περὶ ἐνύλους, ὁμοίως καὶ ὁ μουσικὸς καὶ οἱ τοιοῦτοι. καὶ τὸ ἴσως κεῖται διὰ τὸ μήπω καθόλου δειχθῆναι ὅτι οὐδὲν τῶν μαθηματικῶν χωριστόν ἐστι καὶ καθ’ αὑτό. Ἀνάγκη δὲ πάντα τὰ αἴτια ἀίδια < εἶναι> , μάλιστα ταύτα. εἰπὼν ὅτι εἰ ἔστιν ἀίδιον καὶ ἀκίνητον καὶ χωριστόν, φανερὸν ὅτι θεωρητικῆς τὸ γνῶναι, τοῦτο δέ, ὁποῖον ἄν εἴη, ἐξ ἅπαντος αἴτιον ἔσται τῶν ἄλλων, λέγει ὅτι πᾶσαν αἰτίαν καὶ ἀρχὴν ἀνάγκη ἀίδιον εἶναι. εἰ γὰρ πᾶν αἴτιον γίγνεται, ἐξ ἄλλου γενήσεται, καὶ τοῦτο εἰς ἄπειρον. μάλιστα δέ, φησί, τὰ αἴτια ταῦτα ἀίδια εἶναι ἀνάγκη, ταῦτα λέγων τὰ χωριστὰ καὶ ἀκίνητα. καὶ τὴν αἰτίαν τοῦ ταῦτα ἀίδια εἶναι ἐπήγαγε, ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν θείων· ὃ δὴ διὰ τὴν βραχυλογίαν ἀσαφέστερον εἴρηται. ἔστι δέ, οἶμαι, τὸ λεγόμενον τοιοῦτον. ταῦτα γὰρ τὰ ἀκίνητα καὶ χωριστὰ αἴτια τῶν θείων ἤτοι τῶν σφαιρῶν καὶ θείων σωμάτων, αἵτινες σφαῖραι αἴτιαι τοῖς φανεροῖς, τουτέστι τοῖς ὑπὸ γένεσιν, τοῦ γίνεσθαι καὶ φθείρεσθαί εἰσιν· ἡ γὰρ τούτων κίνησις τὴν γένεσιν καὶ φθορὰν ἀπεργάζεται. ἀλλ’ εἰ τὸ κυκλοφορητικὸν ἀίδιον δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ, τὸ αἴτιον τοῦ κυκλοφορητικοῦ σώματος πολλῷ μᾶλλον ἔσται ἀίδιον. ἢ τὸ ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν θείων τὸ ταῦτα ἀντὶ τοῦ τοῦτο εἴρηται, καὶ εἴη ἄν λέγων, ἐπειδὴ καὶ ἐν τοῖς αἰσθητοῖς εἰσι θεῖα τὸ γὰρ κυκλοφορητικὸν πᾶν σῶμα), αἴτιόν ἐστι τὸ πρῶτον αἴτιον τῶν τοιούτων αἰσθητῶν καὶ θείων, ἴσον λέγων, ὅτι εἰ καί τισι τῶν νοητῶν καὶ θείων αἴτιόν ἐστι τὸ πρῶτον καὶ ἀκίνητον αἴτιον, ἄδηλον· τέως | δ’ οὖν ὅτι τοῖς αἰσθητοῖς καὶ θείοις καὶ κυκλοφορητικοῖς σώμασιν αἴτιόν ἐστι, δῆλον τυγχάνει. γράφεται δὲ καὶ ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν αἰσθητῶν τυγχάνει· καὶ εἴη ἄν ὃ λέγει τοιοῦτον, ὅτι ταῦτα τὰ ἀκίνητα καὶ χωριστὰ αἴτιά ἐστι τοῖς φανεροῖς τῶν αἰσθητῶν, ἀντὶ τοῦ τοῖς φανεροῖς τῇ αἰσθήσει αἰτίοις. αἴτιον γὰρ καὶ ἡ ὕλη καὶ τὸ εἶδος, ἀλλ’ οὔκ εἰσι τῇ αἰσθήσει φανερά· τὰ δὲ κυκλοφορητικὰ σώματα τῇ αἰσθήσει εἰσὶ φανερά, ὅτι γενέσεως εἰσι καὶ φθορᾶς αἴτια· βορειότερος γὰρ 35 γινόμενος ὁ ἥλιος γενέσεως ἐστιν αἴτιος, νοτιώτερος δὲ φθορᾶς. εἰ δὴ τῶν ὅτων τὰ μέν ἐστιν ἀχώριστα καὶ κινούμενα, τὰ δὲ ἀχώριστα καὶ ἀκίνητα, τὰ δὲ χωριστὰ καὶ πάντῃ ἀκίνητα, δῆλον ὡς τρεῖς ἔσονται αἱ πραγματοῖαι, ἡ μὲν φυσικὴ περὶ τὸ ἀχώριστον καὶ κινούμενον, ἡ δὲ μαθηματικὴ περὶ τὸ ἀχώριστον καὶ ἀκίνητον, ἡ δὲ θεολογικὴ περὶ τὸ χωρισ καὶ ἀκίνητον. οὐ γὰρ ἄδηλον, φησίν, ὅτι εἴ που τὸ θεῖον ὑπάρχει, ἐν τῇ τοιαύτῃ φύσει ὑπάρχει, ἤτοι οὐ γὰρ ἄδηλον ὅτι τὸ θεῖον τῆς χωριστῆς καὶ ἀκινήτου φύσεως ἐστιν. εἰ δέ ἐστιν, ὥσπερ δὴ καὶ ἔστι, τὸ θεῖον ἀπάντων τιμιώτατον, ὁμοίως καὶ ἡ θεολογικὴ τῶν ἄλλων ἐστὶ τιμιωτάτη ἐπιστημῶν, περὶ τὸ θεῖον γένος ἔσται, ἡ τιμιωτάτη περὶ τὸ τιμιώτατον. ὥσπερ γὰρ αἱ θεωρητικαὶ αἱρετώτεραι τῶν πρακτικῶν καὶ ποιητικῶν εἰσιν, οὕτω καὶ ἡ θεολογικὴ τῶν θεωρητικῶν, φυσικῆς καὶ μαθηματικῆς. ὅτι δὲ τῶν ἄλλων αἱρετωτάτη ἐπάγει ἀπορήσειε γὰρ ἄν τις πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία καθόλου ἐστίν, ὥστε περιέχειν ἁπάσας καὶ ὑπ’ αὐτὴν εἶναι ὡς τὰ κατὰ μέρος ὑπὸ τὰ καθόλου, ἢ οὐκ ἔστι καθόλου, ἀλλ’ ὥσπερ ἡ ἰατρικὴ καὶ ἡ ἀστρονομία καὶ αἱ λοιπαὶ μέρος τι τοῦ ὄντος καὶ φύσιν τινὰ μίαν ἀποτεμόμεναι τοῦτο θεωροῦσιν, οὕτως καὶ αὕτη. ὥσπερ γὰρ καὶ ἐν τοῖς μαθηματικοῖς τοῦτο εὑρίσκεται, καὶ ἡ μὲν γεωμετρία περὶ μεγέθη, ἡ δὲ ἀστρονομία περὶ ἀστέρας, ἄλλη δὲ περὶ ἄλλο, ἡ δὲ ἁπλῶς μαθηματικὴ κοινή ἐστι πασῶν, οὕτως τί κωλύει καὶ τὴν φυσικὴν μὲν περί τι τοῦ ὄντος εἶναι καὶ τὴν μαθηματικὴν περὶ ἄλλο, καὶ τὴν θεολογικὴν εἶναι κοινὴν ἁπασῶν; οὕτως οὖν ἀπορητικῶς τὸν λόγον ἐρωτήσας ἀποκρίνεται καί φησιν ὅτι, εἰ μὲν οὖν μή ἐστί τις ἑτέρα οὐσία παρὰ τὰς φύσει συνεστηκυίας, ἤτοι εἰ μὲν οὖν μή ἐστί τις οὐσία παρὰ τὰς φυσικὰς καὶ αἰσθητάς, ἡ φυσικὴ πρώτη ἄν εἴη καὶ καθόλου. εἰ δὲ ἔστι καὶ ἄλλη τις οὐσία ἀκίνητος καὶ χωριστή, αὕτη ἡ οὐσία προτέρα ἔσται τῆς φυσικῆς, καὶ ἡ περὶ ταύτην ἐπιστήμη ἔσται φιλοσοφία καὶ πρώτη πάντων καὶ καθόλου ὡς πρὸς τὰς ἄλλας, οὐχ ὡς περιέχουσα ἐκείνας ἀλλ’ ὡς πρώτη, καὶ ταύτης ἂν εἴη τὸ ζητῆσαι καὶ | θεωρῆσαι περὶ τοῦ ὄντος ᾗ ὄν, καὶ τί ἐστιν ἡ φύσις τοῦ ὄντος καὶ τίνα τὰ ὑπάρχοντα τῷ ὄντι ᾗ ὄν. εἰ δὴ καθόλου ἐστὶν ὡς πρὸς τὰς ἄλλας, τὰ δὲ καθόλου καὶ τιμιώτερα αἱρετώτερα τῶν μὴ τοιούτων, αἱρετωτέρα ἄρα αὕτη τῶν ἄλλων. καὶ οἶμαι ὅτε ἠρώτα ὅτι πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία καθόλου ἐστί, τὸ καθόλου οὐ τοιοῦτον ἠρώτα οἷον ἡμεὶς ἐξεδεξάμεθα ἀντὶ τοῦ περιέχον τὰς ἄλλας, ἀλλὰ τὸ καθόλου ἀντὶ τοῦ βελτίων καὶ τιμιωτέρα. καὶ εἰ μέλλει τοῖς ἑξῆς συνᾴδειν οὕτω χρὴ ἐρωτᾶν καὶ ἀκούειν, πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία καθόλου ἐστὶ καὶ τιμιωτέρα καὶ τῶν ἄλλων αἱρετωτέρα, καὶ ἔστι κατάλληλος αὕτη ἡ ἔννοια καὶ συνᾴδουσα τῇ ἀποκρίσει, τῇ εἰ μὲν οὖν μή ἐστί τις ἑτέρα οὐσία παρὰ τὰς φύσει συνεστηκυίας. Ἀλλ᾿ ἐπεὶ τὸ ὂν τὸ ἁπλῶς λεγόμενον λἑγεται πολλαχῶς. εἰπὼν ὅτι πρώτη τῶν ἄνων ἐπιστημῶν ἐστιν ἡ θεολογικὴ καὶ ταύτης μόνης ἐστὶ τὸ θεωρῆσαι τὸ ὂν ᾗ ὂν· καὶ τὰ τούτῳ συμβεβηκότα, λέγει· ἐπειδὴ τὸ ὂν πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον, ὡς εἴρηται, τὸ κατὰ συμβεβηκός, ὥσπερ ὁ Πολύκλειτος τοῦ ἀνδριάντος αἴτιος καθ᾿ αὑτὸ μὲν γὰρ αἴτιος τῷ ἀνδριάντι ὁ ἀνδριαντοποιός ἐστιν, ὁ δὲ Πολύκλειτος κατὰ συμβεβηκός· συνέβη γὰρ τῷ ἀνδριαντοποιῷ Πολυκλείτῳ εἶναι), ἄλλον δὲ τρόπον ὂν λέγεται τὸ ἀληθές, ὥσπερ ἔμπαλιν τὸ ψεῦδος μὴ ὄν τὸ γὰρ καθημένου τοῦ Σωκράτους λέγειν ὅτι Σωκράτης κάθηται, ἀληθὲς ὑπάρχον, ὂν λέγεται· τὸ γὰρ ὄν, τοῦτο δ’ ἐστὶ τὸ καθῆσθαι, φαμὲν ὅτι ἔστιν), ἄλλον δὲ τρόπον ὂν λέγεται τὰ σχῆ μάτα τῆς κατηγορίας, οἷον τὸ μὲν τί, τουτέστιν οὐσία, τὸ δὲ ποσόν, τὸ δὲ ποιόν, καὶ εἴ τι ἄλλο σημαίνει τὸν τρόπον τοῦ ’τον, ἔτι παρὰ πάντα ταῦτα ὃν λέγεται τὸ δυνάμει καὶ ἐνεργείᾳ λέγομεν γὰρ τὸ ἐνεργείᾳ ὕδωρ ὅτι ὕδωρ ἐστίν, ἀλλὰ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ φαμεν ὕδωρ ὅτι δύναται ὕδωρ γενέσθαι)· ἐπειδὴ οὖν, ὡς εἴρηται, πολλαχῶς λέγεται τὸ ὄν, πρῶτον περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος ῥητέον ὅτι οὐδεμία ἐστὶν αὐτοῦ ἐπιστήμη, οὐδὲ θεωρεῖ τις περὶ αὐτοῦ. σημεῖον τὸ μηδεμιᾷ ἐπιστήμῃ ἐπιμελὲς εἶναι περὶ αὐτοῦ, οὔτε πρακτικῇ οὔτε ποιητικῇ οὔτε θεωρητικῇ. οὐδεὶς γὰρ ποιῶν οἰκίαν ποιεῖ ἢ ὅλως σκοπεῖ τίνα συμβαίνει τῇ γινομένῃ οἰκίᾳ· ἄπειρα γάρ ἐστι, τῶν δ’ ἀπείρων οὐθεὶς φροντίζει. οὐδεὶς γὰρ τῶν οἰκοδόμων φροντίζει, εἰ ἡ γινομένη οἰκία τῷ Σωκράτει φέρε εἰπεῖν νοσώδης ἐστὶ καὶ τῷ Πλάτωνι ὑγιεινή, ἢ Θεοφράστῳ μὲν ἡδεῖα Ἀλεξάνδρῳ δὲ λυπηρά. ὁμοίως δὲ οὐ σκοπεῖ εἴπερ ἡ γινομένη οἰκία ἑτέρα ἐστὶν ἢ ἡ αὐτὴ τῷ ἀνθρώπῳ, καὶ ἁπλῶς εἰ ὑπάρχει ἑτέρα ἀπάντων τῶν | ὄντων αἰσθητῶν καὶ νοητῶν, οὐδὲν ἐννοεῖ. ὥστε δῆλον ὡς, εἴπερ καὶ τῶν εἰρημένων οὐ φροντίζει, οὔτε τοῦ νοσώδη εἶναι τὴν οἰκίαν ἐστὶν ἡ οἰκοδομικὴ ποιητικὴ οὔτε τοῦ ὑγιεινὴν οὗτε ἄλλου οὐδενὸς τῶν συμβαινόντων τῇ γενομένῃ οἰκίᾳ. τὸν αὐτὸν δὲ τρόπον οὐδὲ ὁ γεωμέτρης τὰ κατὰ συμβεβηκὸς ὑπάρχοντα τοῖς σχήμασι σκοπεῖ· οὐ θεωρεῖ γὰρ εἴτε ξύλινά ἐστιν εἴτε λίθινα τὰ σχήματα, οὐδὲ εἰ ἔστι, φησίν, ἕτερον τρίγωνον καὶ τρίγωνον δύο ὀρθὰς ἔχον, σκοπεῖ. τοῦτο δὲ ἐλλιπῶς εἴρηται, δεῖ δὲ προσυπακούειν τὸ ξύλινον ἢ ἄλλο τι τοιοῦτον, ἵνα τὸ πᾶν ᾖ τοιοῦτον· οὐδ’ εἰ ἕτερόν ἐστι τὸ ξύλινον τρίγωνον καὶ ἕτερον αὐτὸ τὸ τρίγωνον καὶ ἡ φύσις αὐτοῦ, ἀντὶ τοῦ τὸ ἔχον τὰς τρεῖς δυσὶν ὀρθαῖς ἴσας, θεωρεῖ, ἀλλὰ τοῦτο μόνον ζητεῖ, εἰ παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· εἴτε δὲ ξύλινά εἰσιν εἴτε λίθινα, οὐδαμῶς θεωρεῖ. Καὶ τοῦτο, φησί, λέγων τοῦτο τὸ τὸ κατὰ συμβεβηκὸς μηδένα θεωρεῖν, εὐλόγως συμπίπτει· ὥσπερ γὰρ ὄνομά τι μόνον τὸ κατὰ συμβεβηκός ἐστιν. ὥσπερ γὰρ ὁ τραγέλαφος ὄνομα μέν ἐστι, πρᾶγμα δὲ καὶ φύσις τις καὶ ὅλως τι ὂν οὐδαμῶς ἐστιν, οὕτω καὶ τὸ κατὰ συμβεβηκὸς ὂν ὄνομα μόνον ἐστί. τὸ γὰρ τὴν οἰκίαν νοσώδη ἢ ὑγιεινὴν λέγειν ὄνομα μόνον, πρᾶγμα δὲ οὐδαμῶς. εἰ γὰρ ἦν πῦρ παντὸς τοῦ εἰς αὐτὸ ἐμπίπτοντός ἐστι καυστικόν, οὕτω καὶ ἡ οἰκία πάντων τῶν εἰς αὐτὴν εἰσιόντων ἦν ἄν ἢ νοσώδης ἢ ὑγιεινή· νῡν δὲ οὐκ ἔστιν, ἀλλὰ τῶν μέν ἐστιν ὑγιεινὴ τῶν δὲ νοσώδης· ὥστε ὄνομα μόνον ἐστὶν ἀλλ’ οὐ πρᾶγμα· οὐδεὶς δὲ περὶ τῶν μὴ ὄντων σκοπεῖ, ὥστε εὐλόγως συμπίπτει μηδένα περὶ αὐτοῦ σκοπεῖν. καὶ διὰ τοῦτο, φημὶ δὴ διὰ τὸ τὸ κατὰ συμβεβηκὸς ὄνομα μόνον εἶναι, οὐ μὴν καὶ ὄν τι, ἄνας φεται δὲ ἡ σοφιστικὴ πε·ρὶ τὸ κατὰ συμβεβηκός, ἔταξεν αὐτὴν ὁ Πλάτων περὶ τὸ μὴ ὄν, ὡς ὄντος τοῦ συμβεβηκότος μὴ ὄντος. ὅτι δὲ οἱ τῶν σοφιστῶν λόγοι πάντες περὶ τὸ συμβεβηκὸς καὶ τὸ μὴ ὄν εἰσι, δῆλον. ἐρωτῶσι γάρ, πότερον ταὐτόν ἐστι τὸ γραμματικὸν τῷ μουσικῷ ἢ οὗ; εἰ μὲν οὖν ἐρεῖς ὅτι οὔ, ἀποκρίνονται λέγοντες ‘ὁ Σωκράτης γραμματικός ἐστιν· ἔστι δὲ ὁ γραμματικὸς Σωκράτης ὁ αὐτὸς τῷ Σωκράτει· ἀλλ’ ὁ Σωκράτης καὶ μουσικός ἐστιν· ἔστιν ἄρα ὁ μουσικὸς Σωκράτης ὁ αὐτὸς τῷ Σωκράτει· ὁ μουσικὸς ἄρα Σωκράτης ὁ αὐτός ἐστι τῷ γραμματικῷ Σωκράτει· εἰ δὲ τοῦτο, καὶ τὸ μουσικὸν ταὐτόν ἐστι τῷ γραμματικῷ. ψεῦδος ἄρα ὅτι τὸ μουσικὸν οὐ ταὐτόν ἐστι τῷ γραμματικῷ· ταὐτὸν ἄρα. καὶ πάλιν, εἰ τὸ μουσικὸν ἕτερόν ἐστι τοῦ γραμματικοῦ, καὶ ὁ γραμματικὸς Σω|κράτης 415 ἕτερος ἔσται τοῦ μουσικοῦ Σωκράτους· ὁ Σωκράτης ἄρα ἕτερός ἐστιν αὐτὸς ἑαυτοῦ.’ ἐγγίνεται δὲ ὁ παραλογισμὸς ἐκ τοῦ εἶναι ταὐτὸν τὸν μουσικὸν Σωκράτη τῷ γραμματικῷ Σωκράτει καὶ μὴ εἶναι, τῷ μὲν ὑποκειμένῳ ταὐτόν, τῷ λόγῳ δὲ ἕτερον. εἰ μὲν οὗν ἕτερον ἐρεῖς τὸ μουσικὸν τοῦ γραμματικοῦ, οὕτω παραλογίζονται· εἰ δὲ ταὐτόν, ἀποκρίνονται ὡς εἰ ταὐτόν ἐστι τὸ γραμματικὸν τῷ μουσικῷ, ὅπου γραμματικός, ἐκεῖ ἔστα. καὶ μουσικός, ὥσπερ καὶ ὅπου βροτός, ἐκεῖ καὶ ἄνθρωπος. ἀλλ’ ὁ μὲν Ἀρίσταρχος γραμματικὸς μέν ἐστι, μουσικὸς δὲ οὐκ ἔστιν· οὐκ ἄρα ταὐτὸν τῷ μουσικῷ τὸ γραμματικόν. πάλιν κοινῶς πάντων δοξαζόντων ὅτι πᾶν τὸ ὂν ἤτοι ἀίδιόν ἐστιν ἢ γεγονός, οἱ σοφισταὶ τοῦτο ἀναιρεῖν πειρῶνται διὰ λόγου τινός, παρασχόμενοί τινα ἅ ἐστιν οὔτε ἀεὶ ὄντα οὔτε γεγονότα. λαμβάνοντες γὰρ τὸ τῶν ὄντων τι εἶναι τὸ μουσικὸν ὄντα γραμματικὸν εἶναι, δεικνύουσιν ὅτι τοῦτο οὔτε ἀίδιόν ἐστιν οὐ γὰρ ἀεὶ ἦν ὁ γραμματικὸς μουσικός, ἀλλ’ ἦν ποτε ὅτε οὐκ ἦν). ἀλλ’ οὐδὲ γενόμενον· οὐ γὰρ γίνεται ὁ μουσικὸς γραμματικός. εἰ γὰρ γίνεται, ἤτοι ὡς ἐξ ὕλης τοῦ μουσικοῦ γίνοιτο ἄν ὁ γραμματικός, ὡς ἐκ τοῦ χαλκοῦ ὁ ἀνδριάς· ἀλλ’ οὐκ ἔστιν ὕλη τὸ μουσικὸν τοῦ γραμματικοῦ· ἢ ὡς ἐξ ἐναντίου, ὡς ἐκ τοῦ λευκοῦ τὸ μέλαν· οὐκ ἔστι δὲ ἐναντίον τὸ γραμματικὸν τῷ μουσικῷ, ὅ γε καὶ συνυπάρχει αὐτῷ. οὐκ ἄρα τὸ μουσικὸν γραμματικὸν γίνεται. ἐξ ὧν συνάγουσι τὸ οὐ πὰν ἄρα τὸ ὂν η γενόμενον ἐστιν η αιοιον. ετι εἰ μήτε ὁ γραμματικὸς γενόμενος μουσικὸς γραμματικὸς μουσικὸς ἐγένετο μήτε ὁ μουσικὸς γενόμενος γραμματικὸς μουσικὸς γραμματικὸς ἐγένετο, ἔστι δὲ μουσικὸς γραμματικός, ὃ μὴ γέγονεν ἔστιν. ἔτι οὐδεμία τέχνη ἐστὶν ἢ ἐπιστήμη ἣ διδάσκει τὸν μουσικὸν γραμματικόν· οὐδεὶς γὰρ καθὸ μουσικός ἐστι γραμματικὸς γίνεται· οὐ γὰρ ἀπὸ τούτου εἰς ἐκεῖνο ἡ μεταβολή, ἀλλ’ ἀμφότερα καθὸ ἄνθρωπος. δύναται τὸ λεγόμενον ὑπὸ τῶν σοφιστῶν καὶ οὕτω λέγεσθαι. ἂν ᾖ γεγονώς τις γραμματικὸς πρῶτον, εἶτα μουσικός, οὗτος οὐ γέγονε μὲν μουσικὸς ὢν γραμματικος, ἐστι δὲ μουσικὸς ὢν γραμματικός. ὁ οὖν λέγων ‘μουσικὸς ὢν γραμματικός ἐστι’ λέγει καὶ μουσικός ἐστι γραμματικός. περὶ δὲ τῶν καθ’ αὑτὰ ὄντων ἦν λεγόμενον τὸ ἀίδια αὐτὰ ἢ γενόμενα εἶναι. ἔτι ὡς ἔστι, κατὰ συμβεβηκὸς δὲ ἔστιν, οὕτω καὶ ἐγένετο· ὁ γὰρ μουσικὸς γενόμενος εἰ προϋπῆρχεν ὢν γραμματικός οὐ γὰρ δὴ ἄμφω ἅμα ἐγέ|νετο καὶ γραμματικὸς καὶ μουσικός), κατὰ συμβεβηκὸς ὁ γραμματικὸς μουσικὸς ἐγένετο. ὡς οὖν τὰ τοιαῦτα ἔστιν, οὕτω καὶ γίνεται. τὰ μὲν οὖν ὑπὸ τῶν σοφιστῶν τοιαῦτα, ὁ δ’ Ἀριστοτέλης τὸν λόγον αὐτῶν οὕτως ἐξήνεγκεν· ἐρωτῶσι γάρ, φησίν, εἰ πᾶν ὃ ἂν ᾐ, μὴ ἀεὶ δέ, γέγονε, τουτεστιν εἰ πὰν ὅπερ ἤδη ἐστίν, ἦν δέ ποτε ὅτε οὐκ ἦν, ἄρα γέγονεν· εἰ γὰρ πρότερον μὴ ὂν νῦν ἐστι, φανερὸν ὅτι γέγονεν· ὥστε εἰ ὁ Κορίσκος μουσικὸς ὢν γραμματικός ἐστι, πρότερον μὴ ὤν, γέγονεν ὁ μουσικὸς γραμματικὸς καὶ ἔμπαλιν ὁ γραμματικὸς μουσικὸς· κἂν ἄλλο τι ἐρωτῶσι τοιοῦτόν ἐστιν· ὥστε τὸ συμβεβηκός, ὥσπερ λέγομεν, ἐγγὺς τοὐ μὴ ὄντος ἐστίν. ἀλλὰ καὶ ἐκ τῶν ἤδη ῥηθησομένων φανερὸν ὅτι τὸ συμβεβηκὸς ἐγγύς ἐστι τοῦ μὴ ὄντος. τῶν μὲν γἁρ ἄλλον τρόπον νὄντων, ἤτοι τῶν μὴ κατὰ συμβεβηκὸς ὄντων ἀλλὰ κυρίως ὄντων, ἔστι γένεσις καὶ φθορά, τῶν δὲ κατὰ συμβεβηκὸς ὄντων γένεσις καὶ φθορὰ οὐκ ἔστι· τὰ ἄρα κατὰ συμβεβηκὸς ὄντα μὴ ὄντα ἐστί. πῶς δὲ τῶν κατὰ συμβεβηκὸς ὄντων γένεσις καὶ φθορὰ οὐκ ἔστιν αὐτὸς μετ’ ὀλίγον ἐρεῖ, καὶ ἐγὼ ἐκεῖσε γενόμενος ἐρῶ. Ἀλλ’ ὅμως λεκτέον ἔτι περὶ τοῦ συμβεβηκότος ἐφ’ ὅσον ἐνδέχεται, τίς ἡ φύσις αὐτοῦ. εἰπὼν ὅτι τὸ συμβεβηκὸς ἐγγύς ἐστι τοῦ μὴ ὄντος, νῦν λέγει τὴν αἰτίαν τοῦ πῶς, εἰ καὶ τῶν μὴ ὄντων ὄν, ὅλως μετὰ τῶν ὄντων συνηρίθμηται. λέγει δὲ ὅτι εἰ καὶ τῶν μὴ ὄντων τρόπον τινά ἐστιν, ὅμως, ᾗ μὲν ὅλως ὅταν γένηται ἔστι, ἐπὶ τούτῳ λέγεταί ὄν, ᾗ δέ, ὡς ἐρεῖ, τῶν ἐπ’ ἔλαττόν ἐστι καὶ σπανίως γινομένων, ἐστὶ μὴ ὄν. καὶ διὰ τοῦτο οὐδ’ ἔστιν αὑτοῦ ἐπιστήμη· αἱ γὰρ ἐπιστῆμαι ἢ τῶν ἀεὶ ἢ τέως τῶν ὡς ἐπὶ τὸ πολύ εἰσιν. ὅμως, φησίν, λεκτέον ἔτι περὶ τοῦ συμβεβηκότος ὅσον ἐνδέχεται, τίς ἡ φύσις αὐτοῦ καὶ διὰ τίνα αἰτίαν ἔστι, καὶ διὰ τί ἐστί τι τῶν ὄντων καὶ ὅλως ὄν· ἅμα δὲ εἰποῦσι τὴν φύσιν αὐτοῦ δῆλον ἔσται καὶ διὰ τί οὐκ ἔστιν αὐτοῦ ἐπιστήμη. καὶ λέγει ὅτι ἐπ’ ὄντων τὰ μὲν ἀεὶ καὶ ἐξ ἀνάγκης ἐστίν ἀεὶ γὰρ καὶ ἐξ ἀνάγκης ὁ ἄνθρωπος ζῷόν ἐστιν· ἐπειδὴ δὲ ἀναγκαῖον λέγεται καὶ τὸ βίαιον, ὡς ἐν τῷ πρὸ τούτου εἴρηται βιβλίῳ, προσέθηκεν οὐ τῆς κατὰ τὸ βίαιον ἀνάγκης· ἀεὶ γὰρ ὁ ἄνθρωπος καὶ ἐξ ἀνάγκης ζῷόν ἐστιν, ἀλλ’ οὐχ ὅτι βία ζῷόν ἐστι, τοῦτό φαμεν, ἀλλ’ ὅτι οὐκ ἐνδέχεται μὴ εἷναι ζῷον), ἐπειδὴ οὖν τὰ μὲν ἀεὶ καὶ ἐξ ἀνάγκης ἐστί, τὰ δὲ ἐξ ἀνάγκης μὲν οὐκ ἔστιν οὐδὲ ἀεί, ὡς ἐπὶ τὸ πολὺ δέ (οὔτε γὰρ ἐξ ἀνάγκης εἰσὶν οἱ πενταδάκτυλοι οὔτε ἀεί, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ), τοῦτο δὴ ἀρχή ἐστι καὶ αἴτιον τοῦ εἶναι τὸ συμβεβηκός. τὸ γὰρ τοῦ ὡς ἐπὶ τὸ πολὺ διάλειμμα τοῦτό | ἐστι τὸ συμβεβηκός. ὑπὸ κύνα γὰρ ἀεὶ πνίγους γινομένου εἴ ποτε γένηται ψῦχος, τοῦτο δὴ τὸ τὴν συνέχειαν τοῦ ὡς ἐπὶ πολὺ ἐκκόψαν λέγει συμβεβηκός, καί φαμεν ὅτι συνέβη ψῦχος ὑπὸ κύνα γενέσθαι. ὥσπερ εἰ νοήσαις γραμμὰς δύο συνεχῶς αὐξομένας, ἀλλὰ τὴν μὲν μίαν ἀεὶ συνεχῶς καὶ ἐπ’ ἄπειρον αὐξομένην, τὴν δὲ λοιπὴν καὶ αὐτὴν μὲν συνεχῶς ἄχρι δέ τινος αὐξομένην, εἶτα στᾶσαν καὶ πάλιν ἀρξαμένην γίνεσθαι· ἡ μὲν οὖν προτέρα ἡ συνεχῶς ἀεὶ γινομένη ἢ αὐξομένη ἀναλογεῖ τῷ ἀεὶ ὄντι καὶ ἀναγκαίῳ, ἡ δὲ λοιπὴ τῷ ὡς ἐπὶ πολὺ γινομένῳ, οὐκ ἀεὶ δὲ ὄντι. ὥστε ἄν ὑπὸ κύνα χειμὼν γένηται ἢ ψῦχος, φαμὲν ὅτι συνέβη χειμῶνα ἢ ψῦχος γενέσθαι, ἄν δὲ ἀλέα ἢ πνῖγος, οὔ φαμεν ὅτι συνέβη· ἀεὶ γὰρ ἢ ὡς ἐπὶ τὸ πολὺ ὑπὸ κύνα πνῖγος γίνεται. ἀλλὰ καὶ τὸ ὑγιάζειν τὸν οἰκοδόμον συμβεβηκὸς λέγει· οὔτε γὰρ ἀεὶ ὁ οἰκοδόμος ὑγιάζει οὔθ’ ὡς ἐπὶ τὸ πολύ· οὐ γὰρ πέφυκεν ὁ οἰκοδόμος ὑγιάζειν ἀλλ’ ὁ ἰατρός. ἀλλὰ καὶ ὁ ὀψοποιός, ἡδονὴν ποιῆσαι διὰ τῶν βρωμάτων στοχαζόμενος, ποιήσειεν ἄν τινι τὸ τοιόνδε βρῶμα ὑγιεινὸν κατὰ συμβεβηκός· συνέβη γὰρ ὑγίειαν ποιῆσαι τὸ τοιόνδε βρῶμα. καὶ τρόπον μέν τινα ποιεῖ ὑγιεινόν, ἁπλῶς δ’ οὔ· ᾗ μὲν γὰρ ὑπὸ τοῦ ὀψοποιοῦ γέγονεν ἡ τοιάδε τροφὴ δι’ ἧς ὑγίανεν ὁ νοσῶν, ἐποίησεν ὑγιεινὸν ὁ ὀψοποιός· ᾗ δὲ οὐ τοῦ ποιῆσαι ὑγιεινὸν ἐστοχάζετο ἀλλὰ μόνον ποιητικὸν ἡδονῆς, οὐ ποιεῖ ὑγιεινόν. καὶ τῶν μὲν ἄλλων, ἤτοι τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐξ ἀνάγκης, εἰσὶν αἰτίαι καὶ δυνάμεις ποιητικαὶ ὡρισμέναι, τῶν δὲ κατὰ συμβεβηκὸς γινομένων οὐδεμία τέχνη ἢ δύναμίς ἐστιν ὡρισμένη. τοῦ γὰρ ἐντυχεῖν ὅπερ ἐπόθεις καὶ πάλαι ἐζήτεις βιβλίον οὐδεμία τέχνη ἢ δύναμίς ἐστιν ὡρισμένη, ἀλλ’ αἴτια μυρία ἄν εἴη· καὶ γὰρ τὸ εἰς ἀγορὰν ἐλθεῖν καὶ τὸ διώκεσθαι ἢ διώκειν καὶ ἄλλα μυρία· τῶν γὰρ κατὰ συμβεβηκὸς ὄντων ἢ γινομένων καὶ τὰ αἴτια κατὰ συμβεβηκὸς καὶ ἀόριστα. ὥστε ἐπεὶ οὐ πάντα ἐστὶν ἐξ ἀνάγκης καὶ ἀεὶ ὄντα ἢ γινόμενα, ἀλλ’ εἰσὶ τὰ πλεῖστα τῶν ὡς ἐπὶ πολύ, φησὶν εἶναι τὸ κατὰ συμβεβηκὸς ὄν· ἐπεὶ γὰρ οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολύ ἐστι λευκὸς ὁ ἄνθρωπος, ἀλλὰ γίγνεταί ποτε, κατὰ συμβεβηκός ἐστιν· ἢ μᾶλλον ἐπειδὴ οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ γίνεται θησαυροῦ εὕρεσις, κατὰ συμβεβηκός ἐστιν. εἰ δ’ οὐ λέγει τις τὴν θησαυ- ροῦ εὕρεσιν καὶ τὰ τοιαῦτα κατὰ συμβεβηκὸς ὄντα, ἐξ ἀνάγκης αὐτὰ ἐρεῖ· καὶ ἔσονται πάντα ἐξ ἀνάγκης. ἀλλὰ τῶν ἐξ ἀνάγκης ὄντων καὶ τὰ αἴτια ὡρισμένα, τούτων δ’ οὐδενός ἐστι τὸ αἴτιον ὡρισμένον. ἄλλως τε δέδεικται κἀν τῷ δευτέρῳ τμήματι τοῦ Περὶ ἑρμηνείας ὅτι οὐ πάντα ἐξ ἀνάγκης εἰσὶν ἀλλ’ ἔστι | τὸ ἐνδεχόμενον. ἀλλὰ τί αἴτιον τοῦ εἶναι τὸ συμβεβηκός; ἡ ἡ ὕλη ἡ ἐνδεχομένη ἄλλως ἔχειν παρὰ τὸ ὡς ἐπὶ τὸ πολύ. ἐπειδὴ γὰρ ἡ ὕλη αὕτη μὲν ἐπιτηδεία γέγονε δέξασθαι τὸ γενέσθαι τουτουσὶ πενταδακτύλους, αὕτη δ’ οὔ, καὶ ἔχει τοιαύτην φύσιν τοῦ ποτὲ μὲν τοῦτο δύνασθαι, τὸ πενταδακτύλους γίνεσθαι, ποτὲ δὲ καὶ ἄλλως, ἤτοι τὸ τετραδάκτυλον ἢ ἑξαδάκτυλον ἡ ἄλλον τινὰ ἀριθμόν, αὕτη ἐστὶν ἡ αἰτία τοῦ ὑπάρχειν τὸ συμβεβηκός. εἰπὼν δὲ τί ποτέ ἐστι τὸ συμβεβηκός, δίδωσιν ἡμῖν μέθοδον ἢ κανόνα, πῶς ἂν ἀποδεικνύοιμεν ὅτι ἔστι τὸ συμβεβηκός. καί φησιν ὅτι εἰ μέλλοι τις δεικνύναι ὅτι ἔστι τὸ συμβεβηκός, ὡς ἀρχὴν λαμβανέτω τὸ εἶναί τι παρὰ τὸ ἀεὶ καὶ ὡς ἐπὶ τὸ πολύ. τοῦτο δὲ λάβοι ἄν, εἴπερ ἐρωτᾶ τὸν προσδιαλεγόμενον, ἀρά γε ἔστι τι παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἀεί, ἢ οὔ; ἐκεῖνος δὲ ὑπὸ τῆς ἐναργείας πειθόμενος πάντως δώσει τὸ εἶναί τι παρὰ ταῦτα· τοῦτο δέ ἐστι τὸ ὁπότερον ἔτυχεν ἤτοι τὸ συμβεβηκός. τοῦτο εἰπὼν ἐρωτᾷ πότερον τὸ μὲν ὡς ἐπὶ τὸ πολύ ἐστιν ἐν τοῖς οὖσι, τὸ δὲ ἀεὶ καὶ ἐξ ἀνάγκης οὐκ ἔστιν, ἢ ἔστιν ἄττα ἀίδια, ὥσπερ καὶ ἐπὶ τὸ πολύ; καὶ ἐρωτήσας ἀποκρίνεται ὅτι περὶ τούτων ὕστερον ἔσται ἐπισκέψασθαι· καὶ ἐρεῖ ἐν τῷ Κ μὲν ἀμυδρότερον τῆσδε τῆς πραγματείας, τελείως δὲ ἐν τῶ Λ. ταῦτα εἰπὼν λέγει ὅτι φανερόν ἐστιν ἐκ τούτων ὡς τοῦ συμβεβηκότος οὐκ ἔστιν ἐπιστήμη. αἱ ἐπιστῆμαι γὰρ ἢ τῶν ἀεί εἰσιν ἢ τῶν ὡς ἐπὶ τὸ πολύ, καὶ δεῖ ὧν ἐστιν ἐπιστήμη ὡρίσθαι ταῦτα καὶ ἐν αὐτοῖς εἶναι, λέγω δὴ ἢ ἐν τῷ ἀεὶ ἢ ἐν τῷ ὡς ἐπὶ τὸ πολύ, καὶ μὴ ὑπερβαίνειν αὐτά. τὸ γὰρ ὑπὲρ αὐτὰ τὸ συμβεβηκός ἐστιν· οἷον διδάξει τίς τινα ὅτι τὸ μελίκρατον τῷ πυρέττοντι ὠφέλιμόν ἐστιν, ὅτι ὡς ἐπὶ τὸ πολὺ ὠφελεῖ τοὺς πυρέττοντας· τὸ δὲ παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ οὐχ ἕξει διδάξαι, ὅτι τῇ νουμηνίᾳ φέρε ἔσται ὠφέλιμον· τοῦτο γὰρ ἐπ’ ἔλαττον γίνεται. οὐ γὰρ ὡς ἐπὶ τὸ πολὺ ὠφελεῖται ὁ ἐν τῇ νουμηνίᾳ τὸ μελίκρατον πίνων, ἀλλὰ μᾶλλον διὰ τὸ ὡς ἐπὶ τὸ πολὺ πίνων ὠφελεῖσθαι συμβαίνει εἶναι καὶ τῇ νουμηνίᾳ ὠφέλιμον. ὥστε καὶ ἔμπαλιν τὸ ἐν τῇ νουμηνίᾳ ὠφέλιμον ἢ ἀεί ἐστιν ὠφέλιμον ἢ ὡς ἐπὶ τὸ πολύ. τὸ δὲ συμβεβηκός ἐστι παρὰ τὸ καὶ τὸ ὡς ἐπὶ τὸ πολύ· ὥστε τοῦ συμβεβηκότος ἐπιστήμην οὐκ ἔχομεν. Τί μὲν οὗν ἐστι τὸ συμβεβηκὸς καὶ διὰ τίνα αἰτίαν καὶ ὅτι ἔπιστήμη οὐκ ἔστιν αὐτοῦ εἴρηται. Εἰπὼν τίς ἡ φύσις τοῦ συμβεβηκότος ὅτι τὸ ἐπίσης καὶ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον, καὶ διὰ τίνα αἰτίαν ἐστίν, ὅτι διὰ τὴν ὕλην τὴν δυναμένην καὶ παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἄλλως ἔχειν, καὶ ὅτι ἐπιστήμη (??) οὐκ ἔστιν αἱ γὰρ ἐπιστῆμαι ἢ τῶν ἀεὶ ἢ τῶν ὡς ἐπὶ τὸ πολύ εἰσι, τοῦτο δὲ παρὰ ταῦτα εἴρηται), ἐπιφέρει | Ὅτι δέ εἰσιν ἀρχαὶ καὶ αἴτια ἄνευ τοῦ γίγνεσθαι φανερὀν. Πρόκειται αὐτῷ δεῖξαι ὅτι τῶν κατὰ συμβεβηκὸς ὄντων καὶ τὰ αἴτια κατὰ συμβεβηκός εἰσι, καὶ ἄνευ γενέσεως καὶ φθορᾶς εἰσι καὶ οὗκ εἰσιν, ὥσπερ καὶ αἱ ἁφαὶ καὶ τὰ νῦν τὰ τῶν χρόνων πέρατα. ὡς γὰρ αἱ ἁφαὶ καὶ τὰ νῦν ἄνευ γενέσεως εἰσι καὶ πάλιν ἄνευ φθορᾶς οὔκ εἰσιν, οὕτω καὶ τῶν κατὰ συμβεβηκὸς ὄντων καὶ τὰ αἴτια κατὰ συμβεβηκὸς ὄντα ἄνευ τοῦ γίνεσθαί εἰσι καὶ ἄνευ τοῦ φθείρεσθαι οὔκ εἰσιν. ἡ γὰρ οἰκοδομηθεῖσα οἰκία τῷ μέν ἐστιν ἡδεῖα τῷ δὲ βλαβερά, καὶ τῷδε μὲν τῷ γειτονοῦντι σκιὰν ποιεῖ τῷδε δὲ οὐ ποιεῖ. ὁ μὲν οὖν οἰκοδόμος, ὅς ἐστι καθ’ αὑτὸ ἀρχὴ καὶ αἴτιον τῆς οἰκίας, καὶ τοῦ συμβάντος τῇ οἰκίᾳ ἢ τοῦ λυπηρὰν εἶναι ἢ τοὺ σκιάζειν αἴτιος μέν ἐστιν, ἀλλὰ κατὰ συμβεβηκός· ὥστε ὁ οἰκοδόμος ὡς μὲν αἴτιος τῆς οἰκίας γέγονε διὰ γενέσεως ἤτοι μαθήσεως εἰς τὸ εἶναι οἰκοδόμος ἤχθη), καὶ φθείρεται πάλιν ὡς αἴτιος τῆς οἰκίας. ἐπεὶ γὰρ συνέβη τῷ οἰκοδόμῳ τῷ αἰτίῳ ὄντι καθ’ αὑτὸ τῆς οἰκίας γενέσθαι αἰτίῳ καὶ τοῦ σκιάζειν αὐτὴν τὸν γείτονα ἢ λυπεῖν, ἔστι μὲν αἴτιος καὶ τοῦ σκιάζειν αὐτήν, ἀλλ’ οὐ διὰ γενέσεως καὶ μαθήσεως εἰς τοῦτο ἤχθη, ὥσπερ εἰς τὸ εἶναι οἰκοδόμος. ὡς γὰρ ἐκ μὴ ἀνθρώπου διὰ γενέσεως εἰς τὸ εἶναι ἄνθρωπος ἤχθη, οὕτω καὶ ἐκ μὴ οἰκοδόμου διὰ γενέσεως τινος καὶ μαθήσεως καὶ ὅλως χρονικῆς παρατάσεως εἰς τὸ εἶναι οἰκοδόμος καὶ δύνασθαι ποιεῖν οἰκίαν ἧκεν· εἰς δὲ τὸ τῷ μὲν ἡδεῖαν εἶναι τὴν οἰκίαν, τῷ δὲ λυπηράν, οὐδαμῶς διὰ τοιούτου τινὸς ἧκεν. ὅλως γὰρ οὐδ’ ἐσπούδασεν οὐδ’ ἐφρόντισε περὶ τούτου ὥσπερ περὶ τοῦ ποιεῖν οἰκίαν, ἀλλ’ ἀχρόνως συνέβη αὐτῷ τὸ γίνεσθαι αἴτιον αὐτὸν τοῦ λυπεῖν τὴν οἰκίαν. διὰ γὰρ τὸ τὸν λυπηθέντα οὕτω διακεῖσθαι ὥστε ῥᾳδίως καὶ ὑπὸ τῶν τυχόντων πάσχειν, ἐπὶ τούτῳ γέγονεν ὁ οἰκοδόμος ὁ ταύτην ποιήσας αἴτιος τοῦ λυπηρὰν αὐτὴν εἶναι, ἐπεὶ εἴ τις ἕτερος τῶν ὑγιεινῶς διακειμένων εἰσέλθοι, οὐκ ἄν λυπηθείη. καὶ περὶ τούτου ἐρεῖ πάλιν ἐν τῷ Κ ταύτης τῆς πραγματείας. ὥσπερ δὲ αἴτιος ὢν καθ’ αὑτὸ ὁ οἰκοδόμος τῆς οἰκίας διὰ γενέσεως τοῦτο ἐγένετο, οὕτως πάλιν ὡς μὲν αἴτιος τῆς οἰκίας διὰ φθοράς φθαρήσεται, καὶ ὡς ἀχρόνως αἴτιος γέγονε τοῦ λυπηρὰν αὐτὴν εἶναι, οὕτω πάλιν καὶ ἀχρόνως φθείρεται. αὐτὸς δὲ δείκνυσι τοῦτο πρότερον μὲν ὡς ὁμολογούμενον λαβὼν ὅτι ὧν τὰ αἴτια καὶ αἱ ἀρχαὶ διὰ γενέσεως γέγονε, ταῦτα ἐξ ἀνάγκης ἐστίν. εἰ οὖν ὧν τὰ αἴτια, ὥσπερ ἐπὶ τῆς οἰκίας, διὰ γενέσεως | γέγονε, ταῦτα ἐξ ἀνάγκης εἰσίν, ἅπερ ἄρα οὐκ ἐξ ἀνάγκης εἰσί, τούτων τὰ αἴτια ἄνευ γενέσεως εἰσι καὶ ἄνευ φθορᾶς οὔκ εἰσιν. εἰ γὰρ μὴ τοῦτο, φησί, τουτέστιν εἰ μὴ τῶν κατὰ συμβεβηκὸς ὄντων τὰ αἴτια κατὰ συμβεβηκός ἐστι καὶ γενητὰ καὶ φθαρτὰ τυγχάνει ἄνευ τοῦ γίνεσθαι καὶ φθείρεσθαι, ἀλλ’ ἀναγκαῖά ἐστι καὶ καθ’ αὑτὸ τὰ αἴτια αὐτῶν, καὶ γενητὰ καὶ φθαρτὰ διὰ γενέσεως καὶ φθορᾶς, εἰ οὖν μὴ τῶν κατὰ συμβεβηκὸς ὄντων τὰ αἴτια κατὰ συμβεβηκὸς ἀλλ’ ἐξ ἀνάγκης, καὶ αὐτὰ ἐξ ἀνάγκης ἔσται· κεῖται γὰρ ὅτι ὧν τὰ αἴτια ἐξ ἀνάγκης, καὶ αὐτὰ ἐξ ἀνάγκης. ἀλλ’ εἰ τοῦτο, πάντα ἐξ ἀνάγκης ἔσται, ὅπερ ἀδύνατον. ὅτι δὲ ὧν τὰ αἴτια ἐξ ἀνάγκης, καὶ αὐτὰ ἐξ ἀνάγκης εἰσὶ δῆλον. τῆς γὰρ οἰκίας τῆς οἰκοδομουμένης ἡ τῆς ἣν ᾠκοδόμησεν αἴτιος ὢν ἐξ ἀνάγκης καὶ καθ’ αὑτὸ ὁ οἰκοδομῶν καὶ ὃς ᾠκοδόμησεν, ὅταν οἰκοδομῆται ἐξ ἀνάγκης ἐστὶ καὶ ὁ οἰκοδομῶν, καὶ τοῦ οἰκοδομοῦντος ὄντος ἐξ ἀνάγκης οἰκοδομεῖται, καὶ ἡ ἤδη οὖσα οἰκία ἐξ ἀνάγκης ᾠκοδομήθη. τὸ γὰρ ὂν ὅτε ἔστιν ἐξ ἀνάγκης ἔστιν. ἐπειδὴ δέ ἐστιν ἡ οἰκία ἐξ ἀνάγκης, ἕπεται αὐτῇ τὸ οἰκοδομηθῆναι· εἰ γὰρ μὴ ᾠκοδομήθη, οὐκ ἄν ἦν. πάντα δή, φησίν, ἐξ ἀνάγκης ἔσται, εἰ τοῦ γινομένου καὶ φθειρομένου μὴ κατὰ συμβεβηκὸς ἀνάγκη αἴτιόν τι εἶναι. δεῖ δὲ προσυπακούειν τὸ παντός, ἴνα ᾖ, εἰ παντὸς τοῦ γιγνομένου καὶ τοῦ φθειρομένου μὴ κατὰ συμβεβηκὸς αἴτιόν τι ἀνάγκη εἶναι. καὶ εἴη ἄν τὸ λεγόμενον τοιοῦτον· εἰ πάντων τῶν γινομένων καὶ φθειρομένων οὐκ ἔστιν αἴτιον κατὰ συμβεβηκός, ἵνα ἐκ τούτου ὑπάρχῃ τινὰ γενητὰ καὶ φθαρτὰ ἄνευ τοῦ γίγνεσθαι καὶ φθείρεσθαι, ἤτοι ἄνευ γενέσεως καὶ φθορᾶς, ἀλλ’ ἐστὶ παντὸς τοῦ γινομένου καὶ φθειρομένου τὸ αἴτιον καθ’ αὑτό, ἐξ ἀνάγκης πάντα ἔσται καὶ οὐδὲν ὅλως ἔστι συμβεβηκός. ὧν γάρ, ὡς πολλάκις εἴρηται, τὰ αἴτια ἐξ ἀνάγκης, καὶ αὐτὰ ἀναγκαῖα. ταῦτα εἰπὼν τρέπεται εἰς τὴν δεῖξιν τοῦ ὅτι ἔστιν αἴτια κατὰ συμβεβηκὸς ἄνευ τοῦ γίγνεσθαι καὶ φθείρεσθαι, καί φησι πότερον ἔσται τοδὶ ἢ οὔ; οἷον εἰ παρακαθημένων μένων τὴν πόλιν πολεμίων λέγομεν πότερον ἔσται τοδὶ ἢ οὔ, ἤτοι πότερον ἀποθανεῖται Νικόστρατος ἢ οὔ; φαμὲν ὡς ἐὰν τοδὶ γένηται, τουτέστιν εἴπερ ἐξέλθῃ καὶ κρατηθῇ ὑπὸ τῶν πολεμίων, θανεῖται· ἐστὶ δὴ αἴτιον τοῦ θανεῖν αὐτὸν τὸ ἐξελθεῖν. τοῦ δ’ ἐξελθεῖν πάλιν ἐστὶν αἴτιον τὸ πιεῖν ὕδωρ, τούτου δὲ τὸ διψῆσαι, τοῦ διψῆσαι δὲ τὸ δριμέα φαγεῖν, τοῦτο δὲ κατὰ συμβεβηκός ἐστιν αἴτιον καὶ οὐ καθ’ αὑτὸ· ἐνδέχεται γὰρ διψῆσαι καὶ ᾶνευ τοῦ δριμέα φαγεῖν· καὶ γὰρ ἐκ τοῦ | πολλὰ κινηθῆναι καὶ ἐκ τοῦ πλεῖστον οἶνον πιεῖν καὶ ξ ἄλλων πολλῶν. εἰ δ’ ἣν τὸ τὰ δριμέα φαγεῖν τοῦ διψῆσαι καθ’ αὑτὸ αἴτιον, εἰ μὴ ἔφαγε δριμἰ οὐκ ἂν ἐδίψησεν , ὥσπερ εἰ μὴ ἔστιν οἰκοδόμος οὐκ ἔσται οἰκία· νῦν δὲ καὶ ἄνευ τοῦ φαγεῖν τὰ δριμέα διψῇ· οὐκ ἔστιν ἄρα κα0 αὗ αἴτιον τοῦ διψῆσαι τὸ φαγεῖν ταῦτα. γέγονε δὴ τὸ διψῆσαι, αἴτιον ὂν καὶ αὐτὸ τοῦ ἐξελθεῖν, ἄνευ γενέσεως. εἰ μὲν γὰρ ὑπέκειτό τις ὕλη τῇ δέψῃ, ἥτις ἀλλοιουμένη γίνεται ὅπερ ἡ δίψα, ὥσπερ τὸ καταμήνιον ἀλλοιούμενον γίνεται ὅπερ τὸ ζῷον, τότε ἢν εἰκός μᾶλλον δ’ ἀναγκαῖον λέγειν ὅτι διὰ γενέσεως ἡ δίψα γέγονεν· ἐπεὶ δὲ οὐ τοῦτο γίνεται, οὐκ εἰκός ἐστι τοῦτο λέγειν. ἀλλὰ πῶς ὅλως γίγνεται; ἢ γινομένων τινῶν περὶ τὸ σῶμα πα. θῶν ἐπιγ ίνεται αὐτοῖς ἀχρόνως ἡ δίψα ὥσπερ καὶ τὸ εἶὸος τ -ἱι ὕλῃ. εἰπὼν οὖν ὅτι ἐάν γ ε τὸ δὶ γένηται, εἰ δὲ μ ἡ, οὓ, τοῦτο δ ἄν ἄλλο, ἐπήγαγε καὶ οὕτω δῆλον ὅτι ἁεἰ χρόνου ἀφαιτουμένου ἀπὸ πεπερασμένου ἥξει ἐπὶ τὸ νῦν, τουτέστιν ἀναλυομένου τοῦ χρόνου τοῦὸε εἰς τόνδε καὶ τοῦδε εἰς τόνδε ἥξει ἐπὶ τὸ νῦν, τουτέστιν εἰς ὃ νῦν ὑπάρχει, ποῦ δὲ ὑπάρχει ὁ διψῶν, ὸηλονότι εἰς τὸ διψῆν. εἶτα καὶ παράδειγμα τοῦ ἀποθανεῖν βία τίθησι τὸ ἄν ἐξέλθῃ. τοῦ δὲ ἀποθανεῖν νόσῳ οὐ τίθησιν, ἡμεῖς δ’ ἐροῦμεν μετ’ ὀλίγον, ὅταν πάλιν αὐτοῦ μν ἡσθῇ· μνησθήσεται γάρ. εἰπὼν οὗν ὅτι καὶ οὕτως ἥξει εἰς ὃ νῦν ὑπάρχει, ἐπήγαγε παράδειγμα τοῦ εἰς ὃ νὺν ὒ πάρχει τὸ ἀποθανεῖται εἰ ἐξέλθοι· τοῦτο δὲ ἄν ἄλλο· καὶ οὕτως ἥξει εἰς ὃ νῦν ὑπάρχει, καὶ τοῦτο εἰπὼν προστίθησι τὸ ἢ εἰς τῶν γεγονότων τι. δοκεῖ δὲ τὸ ἑπόμενον παρά̣δειγμα, τὸ οἷον ἐὰν διψήσῃ· τοῦτο δὲ εἰ ἐσθίει δριμέα, τοῦ ἢ εἰς τῶν γ εγονότων τι εἶναι, οὐκ ἔστι δὲ αὐτοῦ, ἀλλὰ τοῦ προτέρου ἐστὶ καὶ τοῦτο. ὃ δὴ καὶ συννενοηκὼς ἐπαναλαμβάνει πάλιν μετ’ ὀλίγον τὸν λόγον, ἵνα καὶ αὐτοῦ θήσει παράδειγμα, ὅταν λέγῃ ὁμοίως δὲ κἂν ὑπερπηδήσῃ τις εἰς τὰ γενόμενα. τὸ γὰρ γενόμενα καὶ τὸ γενομενων παρεληλυθότων εἰσὶ δηλωτικά. τέως δ οὗν εἰπὼν οἷον ἐὰν διψήσῃ, τοῦτο δ’ εἰ ἐσθίει δριμέα, ἐπήγαγε τοῦτο δὲ τὸ ἐσθίειν δριμέα ἢ ὒ πάρχει ἢ οὐχ ὑπάρχει. τὸ δὲ ὥστε ἐξ ἀνάγκης ἀποθανεῖται ἢ οὐκ ἄπο θάν’ εἶτα ι συμπέρασμά ἐστι τῶν εἰρημένων, ἴσον λέγων τῷ ὥστε τούτων οὕτως ἐχόντων, εἰ μὲν ἐξέλθοι πιεῖν, ἐξ ἀνάγκης ἀποθανεῖται, εἰ δὲ μὴ ἐξέλθοι, οὐκ ἀποθανεῖται. οὕτω ταῦτα εἰπὼν ἐπαναλαμβάνει, ὥσπερ εἴρητα·ι, τὸν λόγον, καὶ τίθησι κα.̀ τῶν γεγονότων παραδείγματα. ὁμοίως δὲ κἂν ἀπὸ τῶν παρεληλυθότων ἄρξηταί τις καὶ πρὸς τὰ μέλλοντα καταντήσῃ, ἀλλὰ μὴ ἀπὸ τῶν μελλόντων, ὥσπερ καὶ πρός προν, | καὶ ἐπὶ τὸν ἐνεστῶτα, τὸ αὐτὸ γενήσεται. ἤδη γὰρ τὸ γεγονὸς ὑπάρχει ἔν τινι. εἰ δὴ ἀπὸ τούτου ἀρξόμεθα, ὡς εἴρηται, ἥξομεν ἐπὶ τὸ νῦν, ὅπερ ἔσται κατὰ συμβεβηκὸς αἴτιον. ἀλλὰ τί ποτέ ἐστι τὸ ἤδη γὰρ γεγονὸς γονὸς ὑπάρχει ἔν τινι; ἢ τὸ τὰ στοιχεῖα εἶναι ἐν τῆ ζῶντι· ἐπειδὴ γὰρ ἤδη ζῇ, ὑπάρχει ἐν αὐτῷ τὰ στοιχεῖα. ὅδε οὖν ζῇ, ὅτι τὰ ἐναντία πῦρ καὶ γῆ καὶ τὰ μεταξὺ ἐν τῷ αὐτῷ γέγονε· καὶ εἰ τοῦτο, ἀποθανεῖται. ἐξ ἀνάγκης ἄρα τὸ ἐξ ἐναντίων γεγονὸς ἀποθανεῖται. ἀλλὰ τὸ αἴτιον τοῦ θανάτου ἄδηλον, διότι ἐστὶ κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὑτό· ἐνδέχεται γὰρ καὶ νόσῳ καὶ βίᾳ ἀποθανεῖν. ἔσται δὴ ὁ λόγος, ἵνα πάλιν ἐπαναλάβωμεν, τοιοῦτος· ὁδὶ ἀποθανεῖται, ὅτι τὰ ἐναντία ἐν αὐτῷ γέγονεν· ἀποθανεῖται δὲ εἰ νοσήσει· ἕπεται γὰρ τοῖς ἐξ ἐναντίων οὖσι διὰ τὴν τούτων μάχην τὸ νοσεῖν· νοσήσει δὲ φέρε εἰπεῖν ὕδρωπα, τοῦτο δὲ ἢν ὕδωρ πίῃ· ὥστε εἰ πίοι ὕδωρ ὕδρωπι περιπεσεῖται, τοῦτο δὲ παθὼν θανεῖται. καὶ ἔστι τὸ ὕδωρ πιεῖν αἴτιον τοῦ ὕδρωπος, ὥσπερ καὶ οὗτος τοῦ θανεῖν; ἀλλ’ οὐ καθ’ αὑτό· ἐνδέχεται γὰρ καὶ μὴ πιόντα ὕδωρ ὕδρωπα νοσῆσαι. ταῦτα οὗν ἐστιν ἅπερ ἀνωτέρω ἐπηγγειλάμεθα εἰπεῖν παραδείγματα περὶ τοῦ ὅπως νόσῳ θανεῖται· εἴρηται δὲ ἀνωτέρω καὶ τοῦ βίᾳ, ἦν δὲ τὸ ὑπὸ πολεμίων κρατηθῆναι. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι οὐκ ἐπ’ ἄπειρον βαδίζομεν ἄλλο ἄλλου αἴτιον ἀποδιδόντες, ἀλλὰ καταντῶμεν εἴς τι αἴτιον, οἷον τὸ δριμέα φαγεῖν, καὶ ἀρχὴν ἧς οὐκ ἔστιν ἄλλο αἴτιον· καὶ ἔστιν αὕτη ἀρχὴ τοῦ ὁπότερ’ ἔτυχε, λέγω δὴ τοῦ ἀποθανεῖν. εἰ μὲν γὰρ ἐξέλθῃ, θανεῖται, εἰ δὲ μή, οὐ θανεῖται· ἐστὶ δὴ τοῦ ὁπότερ’ ἔτυχεν, ἤτοι τοῦ συμβεβηκότος, καὶ τὸ αἴτιον κατὰ συμβεβηκός· συνέβη γὰρ δριμέα φαγόντα διψῆσαι. ταῦτα εἰπὼν λέγει ὅτι τὸ τοιοῦτον αἴτιον, λέγει δὲ τὸ κατὰ συμβεβηκός, πότερον ὑλικὸν χρὴ λέγειν ἢ τελικὸν ἢ κινητικὸν ἤτοι ποιητικόν; καὶ ἐρωτήσας οὐκ ἐπικρίνει διὰ τὸ δῆλον εἶναι ὅτι τοῖς 25 ποιητικοῖς αἰτίοις συναριθμεῖν αὐτὸ χρὴ καὶ οὐδενὶ τῶν ἄλλων. Περὶ μὲν οὖν τοῦ κατὰ συμβεβηκὸς ὄντος ἀφείσθω· διώρισται γὰρ · τὸ δὲ ὡς ἀληθὲς ὄν. Εἰπὼν περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος ὅσα εἰκὸς ἦν εἰπεῖν ὡς πρὸς τὴν παροῦσαν χρείαν λέγει ὅτι τὸ μὲν κατὰ συμβεβηκὸς ὂν ἀφείσθω· ἱκανῶς γὰρ περὶ τούτου διώρισται. ἐπεὶ δὲ λέγεται καὶ τὸ ἀληθὲς ὂν καὶ τὸ ψεῦδος μὴ ὄν, λέγει ὅτι παρὰ σύνθεσιν καὶ διαίρεσίν ἐστιν. ὅταν γὰρ τὸ ὑπάρχον τινὶ συνθῶμεν αὑτῷ, οἷον εἰ τὸ καθῆσθαι ὑπάρχει Σωκράτει καὶ λέγομεν ὅτι Σωκράτης κάθηται, τουτὶ ὂν λέγεται ἀληθὲς ὄν, διὰ τὸ τὸ ὑπάρχον συνθεῖναι | ἤτοι κατηγορῆσαι τοῦ ὑποκειμένου. εἰ δὲ καθημένου λέγομεν ὅτι οὐ κάθηται, ψεῦδος· ὂν μὴ ὂν λέγεται, διὰ τὸ ψευδῶς διελεῖν ἤτοι ἀποφῆσαι τοῦ Σωκράτους τὸ καθῆσθαι. ἐπειδὴ οὖν παρὰ σύνθεσιν καὶ διαίρεσίν ἐστι τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος, τὸ δὲ σύν ὀλὸν, τουτέστιν ὡς ἁπλῶς εἰπεῖν τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ ὡς ψεῦδος μὴ ὄν, περὶ μερισμόν ἐστιν ἀντιφάσεως· τὸ μὲν γὰρ ἀληθὲς ὂν ἔχει τὴν κατάφασιν ἐπὶ τῷ συγκειμένῳ, ἤτοι τὸ ἀληθὲς ὂν συνίσταται, ὅταν τὸν κατηγορούμενον ἀληθῶς συνθῶμεν, καθ’ οὗ κατηγορεῖται, τὸ δὲ ὡς ψεῦδος μὴ ὄν ἐστιν, ὅταν ψευδῶς ἀπὸ τοῦ ὑποκειμένου διαιρῶμεν, καὶ ὅλως τὸ ψεῦδος τούτου τοῦ μερισμοῦ τὴν ἀντίφασιν εἰσάγει, τουτέστι θάτερον μόριον τῆς ἀντιφάσεως ἐστιν. ἀλλὰ τὸ μὲν ὡς ἀληθὲς ὄν ἐστιν, ὅταν ἀληθῶς συνάπτωμεν τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, τὸ δὲ ψεῦδος τοὐναντίον εἰ δ’ ἔστιν ἄττα ἅπερ χωρὶς λεγόμενα δύναται καὶ ἅμα νοεῖσθαι, ὡς τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν ταῦτα γὰρ· καὶ χωρὶς λεγόμενα δύναται καὶ ὡς ἓν νοεῖσθαι), περὶ τούτου, φησίν, ἄλλος λόγος. ἐρεῖ γὰρ ἐν τῷ μετὰ τοῦτο βιβλίῳ, καὶ ἐπὶ τούτῳ νῦν ὑπερτίθεται τὴν τούτου ζήτησιν. εἰπὼν δὲ πῶς δὲ τὸ ἅμα ἢ τὸ χωρὶς συμβαίνει νοεῖν ἄλλος λόγος, ἑρμηνεύει πῶς τὸ ἅμα καὶ χωρὶς εἴρηκε λέγων λέγω δὲ τὸ ἄμα καὶ χωρὶς ὥστε μὴ τὸ ἐφεξῆς ἀλλ’ ἕν τι γίγνεσθαι. τουτέστιν οὐχ ἅμα μὲν λέγω τὰ ἐφεξῆς, ὥσπερ ἡ Ἰλιάς ἐφεξῆς γὰρ τῷ α΄ τὸ β΄ καὶ τὰ λοιπὰ ὁμοίως), μὴ ἅμα δὲ τὰ μὴ ἐφεξῆς, ἀλλὰ τὰ μὲν δυνάμενα ἓν γίνεσθαι λέγω ἅμα, τὰ δὲ μὴ δυνάμενα μὴ ἅμα. εἰπὼν δὲ ἀνωτέρω ὅτι τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος ἐπειδὴ παρὰ σύνθεσίν ἐστι καὶ διαίρεσιν, καὶ μεταξὺ ἐπεμβαλών τινα, ἐπήγαγε τὴν αἰτίαν τοῦ ὅπως παρὰ σύνθεσιν καὶ διαίρεσίν ἐστι τό τε ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος διὰ τοῦ οὐ γάρ ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ἐν τοῖς πράγμασιν. ὥστε ἡ τοῦ λόγου συνέχεια τοιαύτη τίς ἐστι· τὸ δὲ ὡς ἀληθὲς ὃν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος ἐπειδὴ παρὰ σύνθεσιν καὶ διαίρεσίν ἐστιν· οὐ γάρ ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ἐν τοῖς πράγμασιν. εἰ γὰρ μὴ πάθος τι τῆς ἡμετέρας διανοίας καὶ παρὰ σύνθεσιν ἢ διαίρεσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀλλ’ ἐν τοῖς πράγμασιν ἦν, ὡς αὐτός φησι, τῷ μὲν ἀγαθὸν εἰπεῖν εὐθὺς ἔδει λέγειν ἀληθές, καὶ ἦν ἂν τὸ ἀγαθὸν ἀληθές, τῷ δὲ κακὸν ψεῦδος. καὶ ἔμπαλιν, τῷ μὲν κακὸν εἰπεῖν εὐθὺς ἀληθὲς ἔδει λέγειν, τῷ δὲ ἀγαθὸν ψεῦδος. ἀλλὰ μὴν οὔτε ἀγαθὸν εἰπόντες ἀληθὲς λέγομεν ἢ ψεῦδος, οὔτε κακόν. οὐκ ἄρα ἐν τοῖς πράγμασι τὸ ἀληθὲς καὶ τὸ ψεῦδός ἐστιν, ἀλλ’ ἐν τῇ διανοίᾳ. οὐ μόνον δ’ ἐν τοῖς πράγμασιν οὐκ ἔστι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀλλ’ οὐδ’ ἐν τοῖς ἁπλοῖς τοῖς ἐν τῇ διανοίᾳ, ἁπλᾶ λέγων τὰ πράγματα αὐτὰ καθ’ αὑτὰ νοούμενα ἄνευ συνθέσεως καὶ διαιρέσεως. ταῦτα εἰπὼν ἀποδίδωσι τὸν λόγον, λέγων ὅσα μὲν οὖν δεῖ θεωρῆσαι περὶ τὸ οὕτως ὂν καὶ μὴ ὄν, ἴσον λέγων τῷ ἐπειδὴ εἴρηται ὅτι τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ ὡς ψεῦδος μὴ ὂν παρὰ σύνθεσίν ἐστι καὶ διαίρεσιν, ὅσα δὴ περὶ τὸ οὕτως ὄν, ἤτοι τὸ ὡς ἄλη θές, καὶ τὸ μὴ ὂν ὡς ψεῦδος θεωρῆσαι δεῖ, ὕστερον ἐπισκεπτέον. ἐπεὶ δ’, ὡς δέδεικται, ἡ συμπλοκή ἐστι καὶ ἡ διαίρεσις ἐν τῇ διανοία ἀλλ᾿ οὐκ ἐν τοῖς πράγμασι, συμπλοκὴν καὶ διαίρεσιν λέγων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τὸ δ’ οὕτως, ἤτοι τὸ ὡς ἀληθές, τὸ παρὰ σύνθεσιν καὶ διαίρεσιν, ἕτερον ὄν ἐστι τῶν κυρίως ὄντων, κυρίως ὄντα λέγων τὰς ἀτόμους οὐσίας, ὡς ἐν τῷ μετὰ τοῦτο βιβλίῳ ἐρεῖ· περὶ γὰρ τῶν νοητῶν ἄλλος λόγος. εἶτα καὶ πῶς ἕτερόν ἐστι τὸ ὡς ἀληθὲς ὂν τῶν κυρίως ὄντων λέγει. ἢ γάρ, φησίν, ἡ διάνοια τὸ τί ἐστι καὶ οὐσίαν μετὰ οὐσίας συνάπτει ἢ διαιρεῖ, ἢ πάλιν ποιὸν μετὰ οὐσίας ἢ ποσὸν ἢ ἄλλην τινὰ τῶν κατηγοριῶν. ἐπειδὴ οὖν ταῦθ’ οὕτως ἔχει, τὸ μὲν ὡς συμβεβηκὸς ὄν, ἐπειδὴ ἱκανῶς εἴρηται περὶ αὐτοῦ, ἀλλὰ μὴν καὶ τὸ ὡς ἀληθές ῥηθήσεται γάρ) νῦν ἀφετέον. αὐτὸς δὲ τοῦ ταῦτα νῦν παραλιπεῖν αἰτίαν ἀπέδωκε τὸ τὸ γἁρ αἴτιον τοῦ μὲν κατὰ συμβεβηκὸς ὄντος ἀόριστον, τῶν δ’ ἀορίστων οὐ φροντιστέον· τὸ δ’ ὡς ἀληθὲς ὄν τι πάθος ἐστὶ καὶ βούλημα διανοίας, τὸ δὲ ζητεῖν τὸ ἑκάστω δοκοῦν οὐ σφόδρα ἀναγκαῖον. ἄλλως τε καὶ ἀμφότερα περὶ τὸ λοιπὸν γένος ὄντα τοῦ ὄντος. λέγοι δ’ ἄν λοιπὸν τοῦ ὄντος γένος τὸ κυρίως ἀλλ’ οὐ τὸ κατὰ συμβεβηκός. καὶ ἐπεὶ περὶ τὸ λοιπὸν τοῦ ὄντος εἰσὶ γένος, καὶ οὐ δηλοῦσι φύσιν τινὰ ἔω οὖσαν καὶ ὑπερεκπίπτουσαν τὸ ὂν ἀλλ’ ὑπ’ αὐτό εἰσιν, ἡ δὲ ζήτησίς ἐστι περὶ τὰ αἴτια τοῦ ὄντος ᾗ ὄν, δῆλον ὡς καὶ περὶ αὐτῶν ἐστι, καὶ οὐ χρεία ἀποτεμόντας ἰδίᾳ περὶ αὐτῶν σκοπεῖν. τότε γὰρ ἂν τοῦτο ἐποιοῦμεν, εἴπερ περὶ τοῦ ὄντος ᾗ ὂν ζητοῦντες ταῦτα οὐκ ἦν ὑπ’ αὐτό· ἐπειδὴ δ’ εἰσίν, ἀφετέον καὶ τὰ αἴτια τοῦ ὄντος ζητητέον. τὸ δὲ ὂν ὅτι πολλαχῶς λέγεται εἴρηται, ὅτε διωρισάμεθα ποσαχῶς ἕκαστον λέγεται. |

---

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg004.local001/.
