# In Aristotelis metaphysica commentaria ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Κ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ..1

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Κ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-metaphysica-commentaria/%CE%A3%CE%A7%CE%9F%CE%9B%CE%99%CE%91%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%9A%20%CE%A4%CE%A9%CE%9D%20%CE%9C%CE%95%CE%A4%CE%91%20%CE%A4%CE%91%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%91..1

’Ev τῷ παρόντι βιβλίῳ δεκάτῳ ὄντι τῆς ὅλης πραγματείας, κάππα δὲ ἐπιγραφομένῳ, ἐπαναλαμβάνει τὰ ἀποδειχθέντα αὐτῷ καὶ ἀναγνωρίζει ἡμῖν ὡς ἡ τοιαύτη πραγματεία ἑτέρα ἐστὶ τῆς φυσικῆς καὶ τῆς μαθηματικῆς καὶ μόνη ἀξία καλεῖσθαι σοφία. ἀλλ’ ἡ μὲν πρόθεσις τοῦ παρόντος βιβλίου αὕτη ἐστίν, ἄνωθεν δὲ πάλιν ῥητέον. ζητήσας ἐν τοῖς πρώτοις λόγοις περὶ τῆς πασῶν κρείττονος ἐπιστήμης πότερον τῶν πρακτικῶν τίς ἐστιν ἢ τῶν θεωρητικῶν, ἔδειξεν ὅτι πάσης πρακτικῆς ἡ ὁποιαοῦν θεωρητικὴ κρείττων ἐστί, πάλιν δὲ τῶν θεωρητικῶν πασῶν ἡ σοφία, ἣν ἐνταῦθα ζητοῦμεν, διὰ τὸ κρείττους εἶναι τὰς τῆς σοφίας ἀρχὰς τῶν τῶν ἄλλων ἐπιστημῶν ἀρχῶν. ἐπεὶ δὲ ἄδηλον ἦν εἰ ὅλως εἰσὶν ἀρχαὶ τῆς προκειμένης ἐπιστήμης, ἐτράπετο εἰς τοῦτο καὶ ἔδειξεν ὅτι εἰσὶν ἀρχαὶ τῆς προκειμένης ἐπιστήμης καὶ χρῆται ἀρχαῖς. εἶτα μέλλων δεῖξαι τίνες εἰσὶν αἱ τῆς σοφίας ἀρχαί, καὶ ὅτι κρείττους τῶν ταῖς ἄλλαις ὑποβεβλημένων ἐπιστήμαις ἀρχαί, ἱστόρησε τὰς τῶν παλαιοτέρων ἃς εἶχον περὶ ἀρχῶν δόξας, καὶ ἀποσεισάμενος εἴ τι τούτοις περὶ αὐτῶν μὴ καλῶς εἴρηται, ἀκόλουθον ἔγνω εἰπεῖν τὴν περὶ τῶν ζητουμένων ἀρχῶν αὐτῷ βούλησίν τε καὶ δόξαν. ἐπεὶ δὲ πᾶσα γνῶσις καὶ μάθησις ἐκ τῶν σαφεστέρων γίνεται, εἶπεν ὅτι “ἀνάγκη πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον. ἔστι γὰρ τοῖς εὐπορεῖν βουλομένοις προύργου τὸ διαπορῆσαι καλῶς.’’ καὶ ἀπορήσας ἐν τῷ Β ταύτης τῆς πραγ- ματείας ὅσα ἐκεῖσε αὐτῷ ἠπόρηται, ἐν τοῖς μετὰ τὸ Β ἄχρι τοῦ παρόντος, ὃ κάππα τοῖς Περιπατητικοῖς ἔθος καλεῖν, λέγων τὰ δοκοῦντα αὐτῷ τε καὶ τῇ ἀληθείᾳ εἶναι ἐχόμενα τῆς πραγματείας ταύτης, ἔλυσε τῶν ἐκεῖ ἀπορηθέντων ῥηθέντων ὅσα τοῖς λεγομένοις ἀκολούθως καὶ οἰκείως παρενέπιπτε. μέλλων δὲ καὶ τὰ λοιπὰ λῦσαι διά τε τοῦ παρόντος βιβλίου καὶ τῶν ἐφεξῆς, πάλιν ὑπομιμνήσκει ἀπὸ τῶν ἐκεῖσε ἀπορηθέντων ὅσα ἢ ὅλως οὐ τετύχηκε λύσεως ἢ οὐκ αὐταρκῶς. καὶ πρότερόν φησιν ὅτι μὲν ἡ προκειμένη ἡμῖν σοφία ἐπιστήμη τίς ἐστιν ἀρχὰς ἔχουσα δῆλον ἡμῖν ἐκ τῶν πρώτων λόγων γέγονεν, ἐν οἷς διηποροῦμέν τε πρὸς τὰ ὑπὸ τῶν ἄλλων περὶ ἀρχῶν εἰρημένα καὶ ἐζητοῦμεν εἴτε καλῶς λέγουσιν εἴτε μὴ καλῶς. τὰ περὶ ἐκείνων γὰρ σκοποῦντες ἅμα ἀπεδείκνυμεν ὅτι ἡ ζητουμένη σοφία ἀρχαῖς χρῆται. Ἀπορήσειε δ’ ἄν τις, πότερον μίαν ὑπολαβεῖν εἶναι δεῖ τὴν σοφίαν. Ἀνάμνησιν, ὥς μοι εἴρηται, τῶν ἐν τῷ Β ταύτης τῆς πραγματείας ἀπορηθέντων ποιεῖται, καί φησιν ἀπορήσειεν ἄν τις πότερον ἡ σοφία μία τίς ἐστιν ἐπιστήμη ἢ πλείους, μία δὲ οὐχ οὕτως ὥς φαμεν τὴν ἀριθμητικὴν καὶ γεωμετρίαν καὶ φυσικὴν καὶ ἀστρονομίαν ἁπάσας μίαν, ὅτι πᾶσαι ἐν μιᾷ τυγχάνουσιν οὖσαι τῇ τοῦ Σωκράτους ψυχῇ λέγονται γὰρ καὶ αὖται μία τις, ὅτι ἅπασαι ἐν μιᾷ ψυχῇ συναθροισθεῖσαι ἀπετέλεσαν μίαν τινὰ καθολικωτέραν ἑκάστης ὁποιασοῦν τούτων), οὐχ οὕτω δὴ ζητοῦμεν εἰ ἔστιν ἡ σοφία μία, ἀλλ’ εἰ μία ἐστὶ τῷ ἀριθμῷ ἢ οὐκ ἔστι μία τῷ ἀριθμῷ ἀλλὰ πλείους. καὶ εἰπὼν πρῶτον συλλογίζεται ὅτι οὐ μία, λέγων τῆς μιᾶς ἐπιστήμης τῷ ἀριθμῷ αἰ ἀρχαὶ ἐναντίαι εἰσί· τῶν γὰρ ἐναντίων μία ἡ ἐπιστήμη καὶ ἡ μία τῶν ἐναντίων· τῆς δὲ σοφίας αἱ ἀρχαὶ οὔκ εἰσιν ἐναντίαι· καὶ συμπεραίνει, ἡ προκειμένη ἄρα ἐπιστήμη, ἡ σοφία, οὐκ ἔστι μία. ἀλλὰ καὶ ὅτι αἱ | τῆς σοφίας ἀρχαὶ οὔκ εἰσιν ἐναντίαι δείκνυσιν οὕτω. τῆς σοφίας αἱ ἀρχαὶ αἱ πρώτισται οὐσίαι καὶ ἀίδιοί εἰσι· τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον· τῆς σοφίας ἄρα αἱ ἀρχαὶ οὔκ εἰσιν ἐναντίαι. εἰ γὰρ ταῖς μερικαῖς ταύταις καὶ αἰσθηταῖς οὐσίαις οὐδέν ἐστιν ἐναντίον, ταῖς νοηταῖς καὶ ἀιδίοις, εἰπεῖν δὲ καὶ ὑπερουσίοις τί ἄν εἴη ἐναντίον; τοῦτο καὶ ἐπινοηθῆναι φαυλότατον. τοιαύτη μὲν ἡ ἐπιχείρησις, καθ’ ἣν ἐνέστη ὅτι ἡ σοφία οὐκ ἔστι μία. ἐπιχειρεῖ δὲ καὶ εἰς τοὐναντίον λέγων ‘εἰ δὲ μὴ ἔστι μία ἀλλὰ πλείους, τίνες αὗται, πότερον ἀριθμητικὴ ἡ ἄλλη τις, καὶ πότερον ἑπτὰ ἢ πέντε ἢ ἄλλος τις ἀριθμός, ἔχει οἷον ἂν ῥηθείη πολλὴν ἀπορίαν.’ ἀλλὰ καὶ τὰς ἀποδεικτικὰς ἀρχάς εἰσὶ δὲ τὸ ἐπὶ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, καὶ τὸ εἰ τῷ αὐτῷ ἴσα, καὶ ἀλλήλοις ἴσα, καὶ τὰ ὅμοια), τὸ περὶ τούτων θεωρῆσαι μιᾶς ἐστιν ἢ πλειόνων; εἰ μὲν γὰρ μιᾶς, οἷον φέρε τῆς ἀριθμητικῆς, διὰ τίνα λόγον ταύτης ἐστὶ τοῦτο καὶ οὐ τῆς γεωμετρίας, ἢ διὰ τί ταύτης καὶ οὐκ ἄλλης ὁποιασοῦν; εἰ δὲ μὴ μιᾶς ἐστι τὸ τὰς ἀποδεικτικὰς ἀρχὰς ἐπισκέπτεσθαι ἀλλὰ πλειόνων, ποίας δεῖ ταύτας τιθέναι, πρακτικὰς ἢ θεωρητικάς; καὶ τῶν θεωρητικῶν φυσικὴν ἢ ἄλλην τινά; ἔτι πασῶν τῶν οὐσιῶν μία ἐστὶν ἐπιστήμη ἢ οὔ; εἰ μὲν γὰρ μή ἐστι μία πασῶν τῶν οὐσιῶν, ποίων οὐσιῶν ποία ἐστὶ χαλεπὸν ἀποδοῦναι. εἰ δὲ πάλιν τις θήσει πασῶν τῶν οὐσιῶν μίαν εἶναι ἐπιστήμην, ἄδηλον πῶς πλειόνων ἐνδέχεται μίαν εἶναι· ἡ γὰρ μία τῶν ἐναντίων, αἱ δὲ οὐσίαι οὐκ ἐναντίαι. ἔτι ζητήσειεν ἄν τις εἰ ἡ ἀπόδειξις περὶ τὰς οὐσίας ἐστὶν ἢ περὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα ταῖς οὐσίαις. ἢ εἰ ἔστιν ἡ ἀπόδειξις περὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα, τῶν δὲ οὐσιῶν καὶ τοῦ τί ἦν εἶναι ἀπόδειξις οὐκ ἔστιν, ὡς δέδεικται ἐν τῷ δευτέρῳ τῶν Ὑστέρων ἀναλυτικῶν, οὐκ ἄν εἴη τῶν οὐσιῶν ἡ ἀπόδειξις, ἀλλ’ ἑτέρα τις. ἀλλ’ ἐὰν ἡ τῶν οὐσιῶν ἑτέρα τῆς τῶν συμβεβηκότων, τίς ἐστιν ἑκατέρα αὐτῶν, καὶ ποία τούτων ἡ σοφία, ἡ τῶν συμβεβηκότων ἢ ἡ τῶν οὐσιῶν; καί φησιν ὅτι ἐπ’ εἰ ἡ ἀποδεικτικὴ σοφία περὶ τὰ συμβεβηκότα ἐστίν, ἡ περὶ τὰ πρῶτα, τουτέστιν ἡ περὶ τὰς πρώτας ἀρχὰς οἷαι ἄν καὶ εἶεν, Μίνη ἐστὶν ἡ τῶν οὐσιῶν. οὔτε οὖν ἐν οὐδενὶ τούτων τὴν ἐπιζητουμένην σοφίαν θετέον, οὔτε περὶ τὰς ἐν τοῖς Φυσικοῖς εἰρημένας αἰτίας, ὕλην, εἶδος, ποιητικὸν καὶ τελικόν. καὶ ὅτι περὶ ὕλην καὶ εἶδος καὶ ποιητικὸν οὐκ ἔστιν, εἴρηται ἐν τοῖς πρώτοις ταύτης τῆς πραγματείας βιβλίοις. ἄυλος γὰρ ἦν ἣν ἐνταῦθα ζητοῦμεν ἀρχήν, ἀλλ’ οὐδέ ἐστί τι ταύτης ποιητικόν αὕτη γάρ ἐστι τὸ πάντων πρῶτον καὶ πάντων | αἴτιον), ἀλλὰ καὶ ὑπὲρ εἶδος αὕτη· εἰδῶν γὰρ ποιητική. ὅτι δὲ οὐδὲ περὶ τελικόν ἐστιν ἡ σοφία, δείκνυσι λέγων οὔτε γὰρ περὶ τὸ ἕνεκά τινος· ἕνεκα γάρ τινος τὸ τελικόν φησιν, αὐτὸ δὲ εἶπε καὶ τἀγαθόν. εἰπὼν δὲ οὔτε γὰρ περὶ τὸ ἕνεκά τινος δέδωκεν ἡμῖν προσυπακούειν ὅτι οὕτε περὶ τὰ λοιπὰ τρία, εἶδος ὕλην ποιητικόν· ὁ γὰρ σύνδεσμος ὁ γάρ ἐλλείποντός ἐστιν ἀποδοτικός. δείκνυσιν οὖν τὸ προκείμενον οὕτως. ἡ σοφία περὶ τὰ ἀκίνητα· τὸ ἀγαθὸν καὶ τὸ ἕνεκά τινος ἐν τοῖς ἀκινήτοις οὐκ ἔστι· παντέλεια γὰρ ἐκεῖνα καὶ ἀνενδεῆ καὶ οὐδενὸς ἐφιέμενα· καὶ συμπεραίνει ἡ σοφία ἄρα οὐκ ἔστι περὶ τὸ ἕνεκά του. εἰπὼν δὲ ὅτι ἡ σοφία περὶ τὸ ἕνεκά του οὐκ ἔστι, λέγει ἐν τίσιν ἔστι τὸ ἕνεκά του. τὸ ἕνεκά του, φησί, τοιοῦτον δ’ ἐστὶ τἀγαθόν, ἐν τοῖς πρακτοῖς ὑπάρχει· ὃ γάρ τις πράττει, ἕνεκεν ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ πράττει. ἐν τοῖς πρακτοῖς οὖν τἀγαθὸν καὶ ἐν τοῖς οὖσιν ἐν κινήσει, ἤτοι τοῖς φυσικοῖς καὶ τεχνητοῖς. καὶ τοῦτο πρῶτον κινεῖ· τὸ γὰρ ἀγαθὸν ἢ τὸ φαινόμενον ὀφθὲν ἐκίνησε τὴν ὄψιν καὶ αὕτη τὴν φαντασίαν καὶ αὕτη τὴν ὄρεξιν καὶ αὕτη τὸ ζῷον, ὥστε τὸ πρῶτον κινοῦν τὸ ἕνεκά του καὶ τὸ ἀγαθόν ἐστιν. εἰ δὴ ἡ σοφία περὶ τὰ ἀκίνητα, ἐν δὲ τοῖς ἀκινήτοις τὸ ἕνεκά τινος οὐκ ἔστιν, ἡ σοφία ἄρα οὐκ ἔστι πεῖ τὸ ἕνεκά του. Ὅλως δ’ ἀπορίαν ἔχει, πότερόν ποτε περὶ τὰς αἰσθητὰς οὐσίας ἐστίν. Τὸ λεγόμενόν ἐστιν· ἡ ζητουμένη ἐπιστήμη περὶ αἰσθητάς ἐστιν οὐσίας ἢ οὐ περὶ αἰσθητὰς ἀλλὰ περί τινας ἑτέρας. ἀλλ’ εἰ περὶ ἑτέρας καὶ οὐ περὶ τὰς αἰσθητάς, τίνες οὖσαι τυγχάνουσιν αἵπερ εἰσὶ παρὰ τὰς αἰσθητάς, περὶ ἅς ἐστιν ἡ σοφία, πότερον τὰ εἴδη, τουτέστιν αἱ ἰδέαι, ἢ τὰ μαθηματικά; ἀλλ’ ὅτι μὲν οὗν οὔκ εἰσιν ἰδέαι δέδεικται διὰ πλειόνων· κἄν δῶμεν εἶναι τὰ εἴδη, διὰ τί. φησίν, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν οὐχ οὕτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων ὧν ἔστιν εἴδη, τουτέστι διὰ τί, ὥσπερ μεταξὺ τοῦ αὐτοτριγώνου καὶ τῶν αἰσθητῶν τριγώνων εἶναί φασι τὰ μαθηματικὰ τρίγωνα ἐν ὑπάρξει καὶ καθ’ αὑτὰ ὄντα, ἀλλ’ οὐ τῇ ἐπινοίᾳ τὸ εἶναι ἔχοντα οὐχ οὕτως ἐστὶ μεταξὺ τοῦ αὐτοανθρώπου καὶ τῶν καθ’ ἕκαστα ἀνθρώπων τρίτος ἄνθρωπος ἐν ὑπάρξει καὶ καθ’ αὑτὸν ὤν; τὸν γὰρ αὐτοάνθρωπον εἶπε παρ’ αὐτόν, τουτέστι παρὰ τὸν αὐτοάνθρωπον. ἐνστὰς οὖν οὕτω πρὸς τὰς ἰδέας ἐπιχειρεῖ καὶ εἰς τοὐναντίον, λέγων εἰ δ’ αὖ μή ἐστιν ὡς λέγουσι, τουτέστιν εἰ δὲ μὴ δῶμεν μηδὲ συγχωρήσομεν εἶναι ἰδέας, περὶ ποῖα πραγματεύεσθαι φήσομεν τὸν μαθηματικόν; οὐ γὰρ δὴ περὶ τὰ καθ’ ἕκαστα καὶ αἰσθητά· οὐδὲν γὰρ | τῶν ἐνταῦθα μῆκος ἀπλατὲς ἢ εὐθὺ ἢ σφαῖρα κατὰ σημεῖον ἁπτομένη τοῦ ἐπιπέδου. περὶ γὰρ τοιαῦτα ὁ μαθηματικὸς πραγματεύεται καὶ ταῦτα ζητεῖ. εἰ οὖν ἐνταῦθα οὐδέν ἐστι τοιοῦτον, εἰ μὴ δῶμεν εἶναι αὐτομῆκος καὶ αὐτοσφαῖραν, ἔσται ὁ μαθηματικὸς περὶ τὰ μὴ ὄντα, οὐδεμία δὲ ἐπιστήμη περὶ τὸ μὴ ὄν ἐστι. ταῦτα εἰπὼν οὐδὲν πρὸς τοῦτο λέγει ὡς πολλάκις εὐθύνας ταύτην τὴν δόξαν, λέγει δὲ ὅτι οὐδὲ περὶ τὰ μαθηματικά ἐστιν ἡ σοφία· οὐδὲν γὰρ αὐτῶν ἐστι χωριστὸν καὶ καθ’ αὑτὸ ὑπάρχον, ἀλλ’ ἐν μόνῃ τῇ ἐπινοίᾳ ἔχει τὸ εἶναι, ἡ δὲ σοφία περὶ τὰ καθ’ αὑτὸ ὄντα καὶ ὄντως ὄντα ἐστίν. οὔτε δὴ τῶν μαθηματικῶν ἐστιν ἡ σοφία οὔτε τῶν αἰσθητῶν καὶ μερικῶν οὐσιῶν· ταῦτα γὰρ φθαρτά ἐστιν, ἡ δὲ σοφία τῶν ἀφθάρτων καὶ ἀιδίων. Ὅλως δ’ ἀπορήσειεν ἄν τις, ποίας ἐστὶν ἐπιστήμης τὸ διαπορῆσαι περὶ τῆς τῶν μαθηματικῶν ὕλης. Καὶ τοῦτο ζητήσειεν ἄν τις, φησί, ποίας ἐπιστήμης ἐστὶ τὸ ζητεῖν τὴν ὑποκειμένην τοῖς μαθηματικοῖς ὕλην. τῆς φυσικῆς προφανῶς οὐκ ἔστιν· αὕτη γὰρ περὶ τῶν ἐχόντων ἀρχὴν κινήσεως καὶ στάσεως ἐν αὑτοῖς τοῦ κινεῖσθαι καὶ ἵστασθαι] ἐστὶ καὶ περὶ τὴν ὑποκειμένην τούτοις ὕλην, τὰ δὲ μαθηματικὰ ἀκίνητα. ἀλλ’ οὐδὲ τῆς ἀποδεικτικῆς. ἡ γὰρ ἀποδεικτικὴ τὸ γένος καὶ τὸ ὑποκείμενον τοῖς μαθηματικοῖς λαβοῦσα ὡς ὁμολογούμενον, οἷον ὅτι ἔστω τὸ μέγεθος, ζητεῖ τὰ καθ’ αὑτὰ συμβεβηκότα αὐτῷ, τί τὸ εὐθὺ καὶ τί τὸ συμπίπτειν τὰς εὐθείας ἢ μὴ συμπίπτειν, οὐ μὴν τὴν τοῦ μεγέθους ἢ ὅ τί ποτ’ ἄν εἴη τὸ τοῖς μαθηματικοῖς ὑποκείμενον φύσιν ζητεῖ. τὸ δὲ περὶ γὰρ αὐτὸ τοῦτο τὸ γένος τὴν ζήτησιν ποιεῖται ἐλλιπῶς καὶ λίαν ἀρχαιοπρεπῶς εἴρηται· εἴη δ’ ἄν ἴσον τῷ αὐτὸ τοῦτο τὸ γένος καὶ τὴν ὑποκειμένην τοῖς μαθηματικοῖς ὕλην ὁμολογούμενον λαβὼν ὅτι ἔστι τοδί, τὴν ζήτησιν καὶ τὴν σκέψιν ποιεῖται τῶν συμβεβηκότων αὐτῷ καθ’ αὑτό· τοῦτο γὰρ δεῖ προσυπακούειν. εἰ οὖν μήτε τῆς φυσικῆς ἐστι μήτε τῆς ἀποδεικτικῆς τὸ ζητεῖν τὴν τῶν μαθηματικῶν ὕλην, τὸ λειπόμενόν ἐστι τὴν σοφίαν περὶ αὐτῆς ζητεῖν. Ταῦτα εἰπὼν ἔτι, φησίν, ἀπορήσειεν ἄν τις εἰ ἡ ζητουμένη σοφία περὶ τὰς ἀρχάς ἐστι καὶ τὰ καλούμενα ὑπό τινων στοιχεῖα λέγει δὲ πῦρ καὶ γῆν καὶ τὰ τούτων μεταξύ) ἢ οὔ. καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ταῦτα δὲ πάντες ἐνυπάρχοντα τοῖς συνθέτοις τιθέασι, δυνάμει λέγων ‘ἢ οὐκ ἔστι περὶ τὰς τοιαύτας ἀρχὰς ἡ ζητουμένη σοφία· αἱ μὲν γὰρ τοιαῦται ἀρχαί, τὸ πῦρ καὶ ἡ γῆ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, ἐνυπάρχουσι τοῖς συνθέτοις ζῴοις καὶ φυτοῖς καὶ τοῖς τοιούτοις, καὶ | ὅτι τούτοις ἐνυπάρχουσι, πάντες ὁμολογοῦσιν· ἡ δὲ σοφία τῶν χωριστῶν ἐστι καὶ παντελῶς ἀμεθέκτων.’ τῶν μὲν οὖν τοιούτων ἀρχῶν καὶ στοιχείων οὐκ ἔστιν ἡ σοφία, μάλιστα δὲ δόξειεν ἂν εἶναι τῶν καθόλου· πᾶς γὰρ λόγος καὶ πᾶσα ἐπιστήμη τῶν καθόλου, αὕτη δὲ ὅσῳ τῶν ἄλλων μᾶλλον τιμιωτέρα καὶ καθολικωτέρα, τοσούτῳ μᾶλλον τῶν καθολικωτάτων ἔσται, καθολικώτατα δὲ πάντων τὸ ἓν καὶ τὸ ὄν. ταῦτα γὰρ τῶν πάντων περιεκ- τικά· ἅπαν γὰρ οὐσίαν τινὰ καὶ φύσιν ἔχον καὶ ὕπαρξιν καὶ ὄν ἐστι καὶ ἕν. διὰ τὸ καθολικώτατα δὴ εἶναι καὶ διὰ τὸ συναναιρεῖν, μὴ συναναιρεῖσθαι δέ, ἔσονται τὸ ὂν καὶ τὸ ἓν ἀρχαί. τοῦτο γὰρ τῆς ἀρχῆς οἰκειότατον τὸ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι. ὅτι δὲ συναναιρεῖ δῆλον· μὴ γὰρ ὄντος τοῦ ἑνὸς ἢ τοῦ ὄντος οὐδὲν ἔσται τῶν ἀπὸ τούτων λεγο- μένων. οὕτω ἐπιχειρήσας ὅτι μάλιστα τὸ ὂν καὶ τὸ ἓν ἔσονται ἀρχαί, ἐνίσταται πρὸς τοῦτο λέγων ᾗ δὲ τὰς διαφορὰς αὐτῶν ἀνάγκη μετέ- χειν. ἔστι δὲ ὃ λέγει δυνάμει τοιοῦτον. ὡς μὲν καθολικώτατα τὸ ὂν καὶ τὸ ἓν δόξειεν ἄν εἶναι ἀρχαί· καθὸ δὲ συμβαίνει ταῦτα κατηγορεῖσθαι τῶν διαφορῶν ἡ γὰρ λογικότης καὶ ὄν ἐστι καὶ ἕν, καὶ ἡ θνητότης καὶ αἱ λοιπαί), τὰ δὲ γένη τῶν διαφορῶν ὅτι οὐ κατηγορεῖται ἀπειράκις εἴρηται, ταύτῃ οὐκ ἔσονται τὸ ὂν καὶ ἓν γένη καὶ ἀρχαὶ ἀλλ’ ὀνόματα μόνον. καθὸ οὖν, φησίν, εἴ τις τὸ ὃν καὶ τὸ ἓν ἀρχὰς θήσει, συμβαίνει τούτων μετέχειν τὰς διαφοράς, τουτέστι κατηγορεῖσθαι ταῦτα τῶν διαφορῶν, κατὰ τοῦτο οὐκ ἄν δόξειε τιθέναι αὐτὰ γένη καὶ ἀρχάς. Ἔτι δ’ εἰ μᾶλλον ἀρχὴ τὸ ἁπλούστερον τοῦ ἧττον τοιούτου. Κἀνταῦθα λείπει τὸ ἔτι ζητήσειεν ἄν τις πότερον τὰ γένη εἰσὶν ἀρχαὶ ἢ τὰ εἴδη. καὶ ἔστι τὸ μὲν ἔτι δ’ εἰ μᾶλλον ἀρχὴ τὸ ἁπλού- στερον τοῦ ἧττον τοιούτου κατασκευαστικὸν τοῦ ὅτι μᾶλλον ἀρχαὶ τὰ εἴδη τῶν γενῶν. πρόεισι δὲ ἡ ἐπιχείρησις ἐπὶ ἀξιώματι τῷ τὰ συνθετώτερα ἧττόν εἰσιν ἀρχαὶ τῶν ἀπλουστέρων οἰκεῖον γὰρ ἀρχῇ τὸ ἁπλοῦν. ἐπεὶ οὗν τὰ συνθετώτερα ἧττόν εἰσιν ἀρχαὶ ἤπερ τὰ ἁπλούστερα, τὰ δὲ γένη συνθετώτερα καθὸ πλειόνων περιεκτικά, τὰ δὲ εἴδη ἁπλούστερα ᾗ πάλιν ταῦτα ἐλαττόνων περιεκτικά, τὰ εἴδη ἄν εἴη μᾶλλον ἀρχαὶ ἤπερ τὰ γένη. ἔσχατα δὲ τῶν ἐκ τοῦ γένους εἶπε τὰ εἰδικώτατα εἴδη. ἔνδοξος δὲ ἡ ἐπιχείρησις καὶ προφανῆ μᾶλλον τῶν ἄλλων ἔχουσα τὸν παραλογισυόν. οὕτω μὲν οὖν δόξειεν ἄν τὰ εἴδη μᾶλλον εἶναι ἀρχὰς ἤπερ τὰ γένη. ᾗ δὲ πάλιν τὰ γένη συναναιρεῖ τὰ εἴδη, οὐ συναναιρεῖται δὲ τοῖς εἴδεσι, δόξει ὅτι τὰ γένη εἰσὶν ἀρχαί. καὶ τοῦτο γὰρ ἀρχῆς ἀρετὴ τὸ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι. | ὰ μὲν οὖν τὴν ἀπορίαν ἔχοντα ταῦτα καὶ τοιαῦτά ἐστιν. Εἰπὼν ὅτι τὰ τὴν ἀπορίαν ἔχοντα ταῦτα καὶ προσθεὶς τὸ καὶ τοιαῦτα, ὡς μηνυτικὸν τοῦ εἶναι καὶ ἄλλας ἀπορίας παρὰ τὰς εἰρημένας εὐθὺς ἐπάγει ἀπορίαν λέγων ἔτι δεῖ θεῖναί τι παρὰ τὰ καθ’ ἕκαστα, ἐν οἷς ἔσται ἡ σοφία, ἢ οὔ, ἀλλὰ τῶν καθ’ ἕκαστά ἐστιν ἡ σοφία, διὰ τὸ μηθὲν εἶναί τι παρὰ τὰ καθ’ ἕκαστα; καὶ λύει λέγων ὅτι τὰ καθ’ ἕκαστα φθαρτά ἐστιν, ἡ δὲ σοφία τῶν ἀφθάρτων καὶ ἀιδίων. ἀλλ’ οὐδὲ τῶν παρὰ τὰ καθ’ ἕκαστά ἐστιν ἡ σοφία. τὰ γὰρ παρὰ τὰ καθ’ ἕκαστα ἢ γένη ἢ εἴδη. ταῦτα δὲ ἐν τοῖς καθ’ ἕκαστα, καὶ εἰσὶν ὁμοιώματα τῶν ἐν οἷς ὑπάρχουσιν, ἡ δὲ σοφία περὶ τὰ ὄντως ὄντα καὶ ἀμέθεκτα. αἰνιξάμενος δὲ διὰ τοῦ εἰπεῖν ὅτι διότι γὰρ τοῦτο ἀδύνατον εἴρηται, ὅτι περὶ ἄλλα τινά ἐστιν ἡ σοφία καὶ οὐ περὶ τὰ γένη ἢ τὰ εἴδη. ἐπάγει καὶ γὰρ ὅλως ἀπορίαν ἔχει πότερον δεῖ ὑπολαβεῖν οὐσίαν εἶναι χωριστήν, ἴσον λέγων εἰ μὴ ἔστιν ἕτερά τινα περὶ ἃ ἔσται ἡ σοφία, ἀπορίαν ἔχει πότερον ἔστι τινὰ χωριστὰ παρὰ τὰς δεῦρο οὐσίας ἢ οὐκ ἔστιν, ἀλλὰ τὰ αἰσθητά ἐστι τὰ ὄντα, ἐν οἷς καὶ περὶ ἃ ἀνάγκη ὑπάρχειν τὴν σοφίαν. ἐοίκαμεν γὰρ ζητεῖν ἄλλην οὐσίαν παρὰ ταύτας καὶ σκοποῦμεν ἰδεῖν εἴ τί ἐστι χωριστὸν καὶ καθ’ αὑτὸ καὶ μηδὲν ὃν τῶν αἰσθητῶν. Ἔτι δ’ εἰ παρὰ τὰς αἰσθητὰς οὐσίας ἑτέρα οὐσία. Τὸ ἀπορούμενον τοιοῦτον· εἰ ἔστι παρὰ τὰς αἰσθητὰς οὐσίας τις ἑτέρα, οἷόν φασί τινες τὸν αὐτοάνθρωπον, παρὰ ποίας τῶν αἰσθητῶν δεῖ τιθέναι ταύτην εἶναι, τουτέστι τίνων εἰσὶν ἰδέαι καὶ τίνων οὔ; εἰ γὰρ ἔστιν ἀνθρώπου ἰδέα καὶ ἵππου, διὰ τί οὐ καὶ φυτοῦ; εἰ δὲ ἔστι καὶ φυτοῦ, καὶ οἰκίας καὶ ὅλως τῶν ἀψύχων διὰ τί οὐκ ἔσται; τῶν γὰρ τεχνητῶν οὔ φασιν ἰδέας οἱ ταύτας τιθέμενοι. εἰ δέ εἰσιν ἰδέαι καὶ τῶν φυσικῶν καὶ τῶν τεχνητῶν καὶ ἁπλῶς ἀπάντων τῶν αἰσθητῶν, ἄλογον τὸ ἰσαρίθμους τοῖς τῇδε κατασκευάζειν ἰδέας. ὁ γὰρ τῶν δύο γνῶσιν σχεῖν μὴ δυνηθεὶς πολλῷ μᾶλλον τῶν τεττάρων οὐχ ἕξει· ἡ γὰρ γνῶσις τῶν ἐλαττόνων μᾶλλόν ἐστι καὶ πεπερασμενωτέρων. οὗτοι δὲ τὰς ἰδέας διὰ συστολὴν τῶν τῇδε πεποιηκότες λελήθασιν ἑαυτοὺς διπλασίονα λαμβάνοντες. εἴρηται δὲ περὶ τούτου ἐν τῷ μείζονι Α αὐταρκῶς. εἰ μὲν οὖν χωριστάς τις ἀρχὰς τὰ εἴδη λέγει, ταῦτα συμβαίνει· εἰ δὲ μὴ χωριστὴν τῶν σωμάτων λέγει τὴν ζητουμένην ἀρχήν, τίνα ταύτην φήσειεν εἶναι εἰ μὴ τὴν ἀνείδεον ὕλην; αὕτη γὰρ ἐνεργείᾳ μὲν οὐδέν ἐστιν οὐδὲ ἔχει οἰκεῖόν τι εἶδος, δυνάμει δέ ἐστι πάντα, πλὴν οὐδέποτε χωρὶς εἴδους. εἰ οὖν τὴν ἀνείδεον ὕλην λέγει τις εἶναι τὴν ζητουμένην ἀρχήν, μᾶλλον ἔσται τὸ εἶδος ἀρχὴ τὸ ταύτην ὁρίζον καὶ κοσμοῦν, καὶ οὐχὶ αὕτη. ἀλλ’ οὐδὲ τὸ εἶδος | δυνατὸν λέγειν εἶναι τὴν ζητουμένην ἀρχήν· ἡ γὰρ ζητουμένη ἀρχὴ ἀίδιος, πᾶν δὲ ἔνυλον εἶδος φθαρτόν. εἰ οὖν τις θείη τὴν ζητουμένην ἀρχὴν τὸ ἔνυλον εἶναι εἶδος, πᾶν δὲ ἔνυλον εἶδος φθαρτόν ἔνυλα δὲ λέγω τὰ μετὰ τὴν σεληνιακὴν σφαῖραν), ὅλως οὐκ ἔσται ἀίδιος ἀρχὴ καὶ καθ’ αὑτὴν καὶ χωριστή. ἀλλ’ ἄτοπον ἔστι γὰρ καὶ ζητεῖται ὑπὸ τῶν χαριεστάτων καὶ σοφωτάτων. ἄλλως τε εἰ μὴ ἔστι τοιαύτη ἀρχή, πῶς ἔσται τάξις, μηδενὸς ὄντος ἀιδίου καὶ μένοντος καὶ τάττοντος ἅπαντα ὥσπερ ἔχει; εἰ δὲ ἔστι τις οὐσία καὶ ἀρχὴ οἵαν ζητοῦμεν ἀίδιος καὶ χωριστή, καὶ μία καὶ ἡ αὐτὴ τῶν ἀιδίων ἐστὶν ἀρχ’ ἡ καὶ φθαρτῶν, ἀπορία πολλή, διὰ τί πάντων ἀπὸ μιᾶς ὄντων ἀρχῆς τὰ μέν ἐστι φθαρτὰ τὰ δὲ ἄφθαρτα· ἄτοπον γάρ. εἰ δὲ ἄλλη μὲν ἡ τῶν φθαρτῶν ἄλλη δὲ ἡ τῶν ἀφθάρτων ἀρχή, ἡ τῶν φθαρτῶν ἀρχὴ φθαρτή ἐστιν ἢ ἄφθαρτος. εἰ μὲν ἄφθαρτος, διὰ τί τὰ ἀπ’ αὐτῆς μὲν φθαρτά, τὰ δὲ ἀπὸ τῆς ἑτέρας ἄφθαρτα, ἀφθάρτων ἀμφοῖν οὐσῶν; εἰ δὲ φθαρτὴ ἡ τῶν φθαρτῶν ἀρχή, ἔσται τις ἄλλη εἰς ἣν φθαρήσεται, ἐκείνη δὲ φθαρτή ἐστιν ἢ ἄφθαρτος. εἰ μὲν ἄφθαρτος, διὰ τί τὰ ἀπ’ αὐτῆς φθαρτά; καὶ τοῦτο ὁμοίως ἐπὶ πάντων· εἰ δὲ πᾶσαι φθαρταί, εἰς ἄπειρον ἥξει· τοῦτο δὲ ὅτι ἀδύνατον δέδεικται ἐν τῷ ἐλάττονι α. εἰ δὲ δεῖ τὴν ζητουμένην ἀρχὴν ἀκίνητον εἶναι, τὸ δὲ ἓν καὶ ὂν ἀκίνητα δοκεῖ εἶναι, ταῦτα ἔσονται ἀρχαί. ἢ εἴ τις, φησί, ταῦτα ἀρχὰς θήσει, πρῶτον μέν, εἰ δέδεικται πολλάκις καὶ ἔτι δειχθήσεται ὅτι τὸ ὂν καὶ ἓν οὐ σημαίνει τόδε τι καὶ τί δύναται τὸ τόδε τι ἐπήγαγεν οὐσίαν), εἰ οὖν μὴ σημαίνει ἑκάτερον αὐτῶν οὐσίαν οὐδ’ ἔστιν οὐδέτερον τούτων οὐσία, οὐκ ἔσονται χωριστὰ καὶ καθ’ αὑτά. οὐδὲν γὰρ τῶν παρὰ τὴν οὐσίαν χωριστὸν καὶ καθ’ αὑτό, ἀλλ’ ἐν τῇ οὐσίᾳ πᾶν τὸ τοιοῦτον τὸ εἶναι ἔχει· τὰς δὲ ἀιδίους καὶ πρώτας ἀρχὰς τοιαύτας ζητοῦμεν χωριστάς τε καὶ καθ’ αὑτάς. εἰ δέ ἐστιν οὐσία καὶ τὸ ὃν καὶ τὸ ἕν, καὶ διὰ τοῦτο καὶ ἀρχαί, πάντα ἔσονται ἀρχαί· ὡς γὰρ ὧν τὸ ζῷον κατηγορεῖται πάντα ἔμψυχα αἰσθητικά ἐστιν, οὕτως εἴπερ εἰσὶν οὐσίαι τὸ ὂν καὶ τὸ ἕν, πάντα ὧν ταῦτα κατηγορεῖται οὐσίαι ἔσονται, καὶ ἔσται καὶ τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ αἱ λοιπαὶ κατηγορίαι οὐσία· ψεῦδος δὲ τὸ εἶναι πάντα οὐσίαν. τὸ δὲ ἐπ’ ἐνίων γὰρ καὶ τὸ ἓν κατηγορεῖται οὐ παρέργως πρόσκειται, ἀλλὰ διὰ τοὺς ἀριθμοὺς καὶ τὰ πλήθη. εἰ γὰρ καὶ μονάδες εἰσίν, ἐξ ὧν οἱ ἀριθμοὶ καὶ ἐξ ὧν τὰ πλήθη, ᾗ τοσάσδε ἐν ἑαυτῷ ὁ ἀριθμὸς ἔχει μονάδας, οὐκ ἔστιν εἷς· ὁμοίως καὶ ἐπὶ τοῦ πλήθους. ἔτι, φησί, τοῖς λέγουσι τὸ αὐτοὲν οὐσίαν, ἐκ δὲ τούτου καὶ τῆς ὅλης γεννῶσι τοὺς ἀριθμοὺς πρῶτον, φάσκουσί τε καὶ αὐτοὺς οὐσίας, ἐκ δὲ τῶν ἀριθμῶν πάλιν τἆλλα γεννῶσι, πῶς ἔσται τὸ λεγόμενον ἀληθές; ἐξ ὧν γὰρ λέγουσι, συμβαίνει τὴν δυάδα καὶ τοὺς λοιπὺς ἀριθμοὺς ἓν εἶναι καὶ κατηγορεῖσθαι κατ’ αὐτῶν τὸ ἐν· ὡς γὰρ τὰ ἐξ ὕλης καὶ τοῦ ἀνθρωπείου εἴδους ὄντα ἄνθρωποί εἰσιν, οὕτως καὶ τὰ ἐκ τοῦ ἑνὸς καὶ τῆς ὕλης ἕν. πῶς δὲ ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος ἤτοι τῆς ὕλης πρῶτον τοὺς ἀριθμοὺς ἐποίουν, ἐκ ᾖέ τῶν ἀριθμῶν τὰ ἄλλα, εἴρηται ἐν τῶ μείζονι Α. ἀλλὰ μὴν οὐδὲ γραμμὰς οὐδὲ ἐπιφανείας θετέον τὰς ζητουμένας ἀρχάς· οὐδὲν γὰρ τούτων χωριστὸν καὶ οὐσία ἐστίν, ἀλλὰ τομαὶ μόνον, στιγμὴ γραμμῆς καὶ αὕτη ἐπιφανείας. ἄλλως τε καὶ πῶς ἄν τις τὴν στιγμὴν ἢ τὸ ταύτῃ ἰσοδυναμοῦν ἓν οὐσίαν ὑπολάβοι; πάσης γὰρ φυσικῆς οὐσίας ἐστὶ γένεσις, καὶ διὰ χρονικῆς παρατάσεως ἡ ὕπαρξις αὐτῆς γίνεται, τῆς δὲ στιγμῆς γένεσις οὐκ ἔστιν, ὡς πολλάκις δέδεικται ἐν τῇδε τῆ πραγματείᾳ. ἔτι, φησίν, ἔχει ἀπορίαν εἰ πᾶσα ἐπιστήμη περὶ τὰ καθόλου, ταὐτὸν δὲ εἰπεῖν περὶ ἀρχάς, οὐδὲν δὲ τῶν καθόλου ἐστὶν οὐσία, ὡς δέδεικται ἐν τῷ Z ταύτης τῆς πραγματείας, πῶς ἄν αἱ ἀρχαὶ οὐσίαι εἶεν. ζητοῦμεν δὲ τοιαύτας ἀρχὰς αἵτινες ἔσονται οὐσίαι καὶ αἱ κυρίως οὐσίαι. εἰ δὲ τοῦτο, οὐκ ἄρα εἰσὶν αἱ ζητούμεναι ἀρχαὶ τὰ καθόλου. ἡ μὲν οὖν διάνοια τοῦ παρέχει δ’ ἀπορίαν καὶ τὸ πᾶσαν μὲν ἐπιστήμην εἶναι τῶν καθόλου καὶ τῶν ἑξῆς αὕτη, ἡ δὲ κατὰ μέρος αὐτῶν σαφήνεια τοιαύτη. πᾶσα ἐπιστήμη τῶν καθόλου ἐστὶ καὶ τοῦ τοιουδί, τουτέστι τοῦ ὁμοιώματος τῶν κατὰ μέρος τὰ γὰρ καθόλου ὁμοιώματα καὶ ἀπομάξεις τῶν μερικῶν), ἡ δὲ οὐσία, ὡς δέδεικται ἐν τῷ Ζ, οὐκ ἔστι τῶν καθόλου, ἀλλὰ μερική. μᾶλλον γάρ, ἤτοι κυρίως γὰρ οὐσία τόδε τι, τουτέστι μερική ἐστι καὶ χωριστὴ καὶ καθ’ αὑτὸ ἀλλ’ οὐ τοιόνδε καὶ ὁμοίωμα. πανταχῇ γὰρ τὸ τόδε τι ἐπὶ τῆς οὐσίας τῷ Ἀριστοτέλει λαμβάνεται, ὥσπερ τὸ τοιόνδε ἐπὶ τῶν ποιοτήτων. τὰ δὲ ὁμοιώματα ποιότητες, τὸ δὲ καθόλου ὁμοίωμα· τὸ καθόλου ἄρα ὁμοίωμα καὶ ποιότης καὶ τοιόνδε. εἰ οὖν ἡ ἐπιστήμη περὶ ἀρχάς, αἱ δὲ ἀρχαὶ καθόλου, τὰ δὲ καθόλου οὐκ οὐσίαι, αἱ ἀρχαὶ ἄρα οὐκ οὐσίαι. ἔτι, φησίν, ἔστι τι παρὰ τὸ σύνολον, λέγων σύνολον τὸ ἐξ ὕλης καὶ εἴδους, ἢ οὔ; εἰ γὰρ μὴ ἔστι τι παρὰ τὰ σύνολα, ταῦτα δὲ πάντα φθαρτά, ἄτοπον τὸ τὴν σοφίαν φθαρτῶν εἶναι· δεῖ γὰρ εἶναί τινων. εἰ δὲ ἔστι τι παρὰ τὸ σύνολον, τὸ εἶδος ἄν εἴη καὶ ἡ μορφή. τοῦτο δὲ ἐπὶ τίνων μὲν χωρίζεται, ἐπὶ τίνων δ’ οὔ, οὐ ῥᾴδιον συνιδεῖν· ἐπ’ ἐνίων γὰρ δῆλον ὡς οὐκ ἔστι χωριστὸν τὸ εἶδος, οἷον ἐπὶ οἰκίας. ἐπεὶ δὲ αἱ λογικαὶ ψυχαὶ εἴδη εἰσὶ τῶν ἐχόντων αὐτάς, ὥσπερ καὶ | αἱ ἄλογοι τῶν ἀλόγων, οὐ δέδεικται δέ που ἐν ταύτῃ τῇ πραγματείᾳ εἰ χωρίζονται, προσέθηκε τὸ ἐπ’ ἐνίων, ἴσον λέγων ὡς εἰ μὴ ἐπὶ πάντων ἐστὶ φανερὸν εἴτε χωρίζοντι τὰ εἴδη εἴτε μή, ἐπ’ ἐνίων δ’ οὗν φανερὸν ὥς εἰσιν ἀχώριστα. ἔτι, φησίν, αἱ ἀρχαὶ τῷ εἴδει εἰσὶν αἱ αὐταὶ ἢ τῷ ἀριθμῷ. εἰ μὲν γὰρ ἀριθμῷ, ἓν ἔσται πάντα, τουτέστιν οὐκ ἔσται πλῆθος· ἐπειδὴ γὰρ τὰ ἄλφα τῷ μὲν εἴδει ἐστὶν ἓν τῶ δὲ ἀριθμῷ πολλά, διὰ τοῦτό εἰσι καὶ πολλαὶ συλλαβαὶ ἔχουσαι τὸ α, ὡς τὸ Ἀρίσταρχος, Ἀριστοτέλης· εἰ δὲ ἓν ἦν τῷ ἀριθμῷ τὸ α, μία ἄν ἦν· συλλαβὴ ἢ ἓν ὄνομα ἢ εἷς λόγος, ἐν ᾧ ἄν τὸ α ηὑρίσκετο. ἀλλὰ περὶ τούτου εἴρηταί μοι ἐν τῶ Β πλατύτερον· ἐμνήσθη γὰρ τούτου καὶ ἐκεῖσε. Ἐπεὶ δέ ἐστιν ἡ τοῦ φιλοσόφου ἐπιστήμη τοῦ ὄντος ᾗ ὂν καθόλου καὶ οὐ κατὰ μέρος. Θεὶς τὰς ἀπορίας ἐντεῦθεν ἐπάγει τὰς λύσεις τούτων, καὶ πρῶτον τῆς λεγούσης πότερον τῆς μιᾶς ἐστιν ἐπιστήμης θεωρῆσαι τὴν τοῦ ὄντος ᾗ ὂν φύσιν ἢ οὔ. καὶ δείκνυσιν ὅτι μιᾶς ἐστι, λέγων ὅτι τὸ ὂν οὐχ ὁμωνύμως καθ’ ὧν λέγεται κατηγορεῖται, οὔτε μὴν συνωνύμως, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἅπερ εἰσὶ μεταξὺ τῶν συνωνύμων καὶ ὁμωνύμων. τὰ μὲν γὰρ· ὁμώνυμα μόνου τοῦ ὀνόματος κοινωνεῖ, τὰ δὲ συνώνυμα καὶ ὀνόματος καὶ πράγματος· τὰ δὲ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν οὔτε ταὐτά εἰσι τοῖς συνωνύμοις ἐκοινώνει γὰρ ὅν καὶ τῆς φύσεως σὺν τῷ ὀνόματι) οὔτε μὴν τοῖς ὁμωνύμοις· μόνου γὰρ ἂν τοῦ ὀνόματος ἐκοινώνουν. αἱ οὖν δέκα κατηγορίαι ὧν τὸ ὂν κατηγορεῖται οὔτε συνώνυμοί εἰσιν αἱ αὐταὶ γὰρ ἄν ἦσαν καὶ οὐκ ἄν διέφερεν ἡ οὐσία τοῦ ποσοῦ οὔτε αὗ τὸ ποσὸν τῆς οὐσίας, οὐδὲ αἱ λοιπαὶ ἀλλήλων)· ἀλλὰ μὴν οὐδὲ ὁμωνύμως αὐτῶν τὸ ὂν κατηγορεῖται μετέχουσι γὰρ ὀντότητος καί εἰσιν ἐν ὑπάρξει καὶ τῆς τοῦ ὄντος οὐ πάντῃ ἐστέρηνται φύσεως, ἀλλ’ οὐ πρώτως, ἀλλὰ πρώτως μὲν ἡ οὐσία, δευτέρως δὲ καὶ αἱ λοιπαὶ ἐννέα κατηγορίαι. ὥστε ᾗ μὲν μετέχουσι τοῦ ὄντος καὶ ᾗ εἰσι, ταύτῃ ἀφεστήκασι τῶν ὁμωνύμων, ᾗ δὲ οὔκ εἰσιν αἱ αὐταὶ τῇ οὐσίᾳ ἀλλ’ ἕτεραι καὶ χωρὶς αὐτῆς ἢ εἶναι ἢ ὑφίστασθαι οὐ δύνανται, ταύτῃ ἠλλοτρίωνται τῆς τῶν συνωνύμων φύσεως. ἐπεὶ οὖν τὰ ὄντα καὶ τοῦ ὀνόματος ὡς εἴρηται κοινωνοῦσι καὶ τῆς φύσεως αὐτοῦ, οὐδὲν κωλύει μίαν αὐτῶν εἶναι ἐπιστήμην. ὅτι δὲ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν μίαν εἶναι ἐπιστήμην δυνατόν ἐστιν, - ἔδειξεν ἐν τῷ Β ταύτης τῆς πραγματείας. ἀλλ’ ἡ μὲν τῶν λεγομένων ἔννοια τοιαύτη ἄν εἴη· τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτα. ἐπειδὴ ἡ σοφία τοῦ ἁπλῶς ὄντος ἐστὶν ᾗ ὂν καὶ οὐ τινὸς ὄντος περὶ γὰρ τὸ τὶ ὂν γεωμετρία ἐστὶ καὶ φυσικὴ καὶ αἱ λοιπαὶ αἱ κατὰ μέρος), ἐπεὶ οὖν ἡ πρώτη φιλοσοφία τοῦ ὄντος ᾗ ὄν ἐστι θεωρητική οὐ γὰρ ᾗ βαρύτητα ἔχει ἢ καθὸ θερμότητα ἢ ἄλλην τινὰ τῶν αἰσθητῶν ἐναντιώσεων τοῦτο θεωρεῖ, ἀλλ’ ᾖ μόνον ὄν ἐστι καὶ ὀντότητος καὶ ὑπάρξεως μετέχει), τὸ δὲ ὂν λέγεται πολλαχῶς καὶ οὐ καθ’ ἕνα τρόπον, τουτέστιν οὐ λέγεται συνωνύμως καθ’ ὧν λέγεται.· εἰ μὲν οὖν τὸ ὄν, φησίν, ὁμωνύμως καθ’ ὧν λέγεται ἐκατηγορεῖτο καὶ κατὰ μηδὲν κοινόν, τουτέστιν εἰ μὲν τὰ ὄντα μόνου τοῦ ὀνόματος τοῦ ὄντος μετεῖχον, τῆς δὲ φύσεως τοῦ ὄντος πάντῃ πάντως ἠλλοτρίωντο, ὥστε μὴ ἐν ὑπάρξει εἶναι μηδὲ ὀντότητος μετέχειν ἀλλ’ εἶναι ταύτης ἐστερημένα, εὔλογον τὸ λέγειν μὴ εἶναι αὐτῶν μίαν ἐπιστήμην, ἅτε ὁμώνυμα ὄντα καὶ μὴ κοινωνοῦντα γένους τινὸς καὶ ὑποκειμένου· ὧν γὰρ οὐχ ἓν τὸ γένος καὶ τὸ ὑποκείμενον, τούτων οὐκ ἔστι μία ἐπιστήμη. ἐπεὶ δὲ οὐκ ἔστιν ὁμώνυμα ἀλλὰ σὺν τῷ ὀνόματι καὶ κατὰ κοινόν τί εἰσιν ὄντα, κατ’ αὐτὸ δὴ καθ’ ὃ μετέχουσιν ὑπάρξεως τινος εἴη ἄν ὑπὸ μίαν ἐπιστήμην καὶ ἔσται αὐτῶν μία ἐπιστήμη ἡ σοφία. ταῦτα εἰπὼν διὰ παραδείγματος σαφηνίζει πῶς ἐνδέχεται τοῦ ὄντος εἶναι μίαν ἐπιστήμην καὶ πῶς ὅλως ὄντα λέγεται, λέγων ‘ὡς γὰρ ἰατρικὸν λέγεται ὄργανον καὶ ἰατρικὸν θεώρημα καὶ ὑγιεινὸν οὖρον καὶ ὑγιεινὸν φάρμακον καὶ ὑγιεινὸν σιτίον, καὶ ἕκαστος τῶν τρόπων τούτων ὁ μὲν λέγεται ἀπὸ τοῦ ἰατρικοῦ ἔργου τοῦ ἐν τῷ νοσοῦντος σώματι γεγονότος ὑπὸ τοῦ ἰατροῦ ἀπ’ αὐτοῦ γὰρ καὶ τὸ φάρμακον καὶ τὰ λοιπὰ λέγεται ἰατρικά), ὁ δὲ ἀπὸ τῆς ὑγιείας ἀπὸ ταύτης γὰρ ὑγιεινὸν ὠνόμασται σιτίον καὶ οὖρον), οὕτω καὶ τὰ ὄντα ἀπὸ ἑνός τινος, τῆς οὐσίας, ἥπερ κυρίως ὄν ἐστι, τὴν προσηγορίαν ταύτην εἴληφε· διὰ γὰρ τὸ ἕξεις εἶναι αὐτῆς ἢ πάθη λέγεται ὄντα.’ ἐστὶ δὲ πάθος μὲν ὅταν θερμαίνηταί τι ἐπιπολαίως, διάθεσις δὲ ὅταν διατεθῇ κατὰ τὴν θερμότητα ὡς καὶ λέγεσθαι θερμόν, ἕξις δὲ ὅταν μόνιμος ἡ διάθεσις γένηται. ἐπεὶ δὲ παντὸς τοῦ ὄντος πρὸς ἕν τι καὶ κοινὴ ἀναγωγὴ γινεται. Τὸ λεγόμενον τοιοῦτον ἂν εἴη. ὥσπερ τὰ παρὰ τὴν οὐσίαν εἰσὶ δὲ ταῦτα ποσὸν ποιὸν ποῦ καὶ αἱ λοιπαὶ κατηγορίαι) διὰ τὸ πάθη ἢ ἕξεις εἶναι τῆς οὐσίας πρὸς ταύτην τε ἀνάγεται καὶ διὰ ταύτην ὄντα λέγεται, οὕτω καὶ ἑκάστη πασῶν τῶν ἐναντιώσεων, θερμότης ψυχρότης ξηρότης ὑγρότης ἰσότης ἀνισότης καὶ αἱ λοιπαί, πρὸς τὰς πρώτας διαφορὰς καὶ πρώτας τοὐ ὄντος ἐναντιώσεις ἀναχθήσονται καὶ ἀπὸ τούτων ἐναντιώσεις ῥηθήσονται θήσονται· ὡς γὰρ τὰ ὄντα πρὸς τὴν οὐσίαν, οὕτως αἱ ἐναντιώσεις πρὸς τὴν πρώτην τοῦ ὄντος ἐναντίωσιν. τὰ δὲ ὄντα διὰ τὴν οὐσίαν καὶ λέγεται καὶ ἔστιν ὄντα· καὶ αἱ ἐναντιώσεις ἄρα διὰ τὴν αὐτῆς πρώτην ἐναντίωσιν ῥηθήσονται ἐναντιώσεις. αὗται δέ, φησίν, αἱ πρῶται τοῦ ὄντος ἐναντιώσεις εἴτε τὸ πλῆθος καὶ ἕν εἰσιν εἴτε | ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης εἴτε ἄλλαι τινές, ἔστωσαν τεθεωρημέναι. εἴρηκε γὰρ τίνες αὗταί εἰσιν ἐν τῷ Περὶ τἀγαθοῦ ἐπιγραφομένῳ αὐτοῦ βιβλίῳ. ἐπεὶ δὲ τὰ ὄντα οὐ μόνον πρὸς τὸ κυρίως ὄν, τὴν οὐσίαν, ἀνάγεται καὶ ἀπ’ αὐτῆς ὄντα λέγεται, ἀλλὰ καὶ πρὸς τὸ κυρίως ἕν, ὅπερ καὶ αὐτὸ ἡ οὐσία ἐστίν, οὐδέν, φησί, διαφέρει εἴτε πρὸς τὸ ὂν τὴν τοῦ ὄντος ἤτοι τῶν ὄντων ἀναγωγὴν ποιούμεθα εἴτε πρὸς τὸ ἕν· καὶ γὰρ καὶ ἀπὸ τοῦ ὄντος ἕνα λεχθήσεται καὶ ἀπὸ τοῦ ἑνὸς ὄντα. εἰ γὰρ καὶ ὡς ἓν καὶ ὡς ὄντα λεγόμενα ἕτερά εἰσι κατ’ αὐτὴν τὴν προφορὰν τοῦ λόγου καὶ οὐ ταὐτά, ἀλλὰ τῇ γε φύσει ταὐτόν ἐστι τὸ ὗν καὶ ἕν. καὶ ἐπεὶ καὶ ὁ βροτὸς καὶ ὁ ἄνθρωπος ἕτερα μὲν ἄν δόξαιεν κατ’ αὐτὴν τὴν τῶν δι’ ὧν δηλοῦνται στοιχείων ἐκφώνησιν (ἐστὶ γὰρ ἀρκτικὸν μὲν τοῦ βροτὸς τὸ βῆτα, τοὐ δὲ ἄνθρωπος τὸ ἄλφα), ἀλλ’ οὐ διὰ τοῦτο καὶ ἕτερά εἰσιν· οὕτως οὐδὲ τὸ ὂν καὶ τὸ ἓν ἕτερα ἔσται, διότι ὑπ’ ἄλλων μὲν τὸ ὂν δηλοῦται στοιχείων ὑπ’ ἄλλων δὲ τὸ ἕν, ἀλλ’ ἔσονται τὰ αὐτά· ὃ γὰρ ὄν ἐστι τοῦτο καὶ ἓν καὶ ὅπερ ἓν καὶ ὄν. κατὰ δὲ τὴν λέξιν τὴν εἰ γὰρ καὶ μὴ ταὐτόν ἐστι τὸ ὂν καὶ ἓν ἐλλείποι ἄν τὸ τῇ ἐκφωνήσει καὶ τοῖς δι’ ὧν δηλοῦνται στοιχείοις, ἀλλ’ ἕτερα, ὅμως ἀντιστρέφει καὶ εἴ τι ὄν ἐστι καὶ ἕν ἐστι καὶ εἴ τι ἓν καὶ ὄν. Έπεὶ δ’ ἐστὶ τὰ ἐναντία πάντα τῆς αὐτῆς καὶ μιᾶς ἐπιστήμης θεωρῆσαι· λέγεται γὰρ ἕκαστον αὐτῶν κατὰ στέρησιν· καίτοι γε ἔνια ἀπορήσειέ τις ἄν. Ἀσάφειαν πεποίηκε τὸ καίτοι γε κείμενον· ἔσται δὲ σαφὲς τὸ λεγόμενον, εἰ τὸ καίτοι γε ἀφέλωμεν, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ἑ πεῖ δέ ἐστι τὰ ἐναντία πάντα τῆς αὐτῆς καὶ μιᾶς ἐπιστήμης θεωρῆσαι, λέγεται δ’ ἕκαστον αὐτῶν κατὰ στέρησιν, ἀπορήσειέ τις ἄν πῶς λέγεται κατὰ στέρησιν καὶ τὰ ἑξῆς. ὃ δὲ ζητεῖ τοιοῦτον ἂν εἴη. ἐπειδὴ τὰ ἐναντία λέγεται κατὰ στέρησιν (ἐπὶ πάσης γὰρ τὸ χεῖρον αὐτῶν στέρησιν καλεῖ· ἐπὶ μὲν γὰρ τῆς τοῦ λευκοῦ καὶ μέλανος ἐναντιώσεως τὸ μὲν μέλαν στέρησιν τὸ δὲ λευκὸν εἶδος καὶ ἕξιν, καὶ τὸ μὲν φῶς ἕξιν τὸ δὲ σκότος στέρησίν φαμεν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως), ἐπεὶ οὖν πάσης ἐναντιώσεως τὸ ἕτερον λέγεται κατὰ στέρησιν, φαμὲν δὲ καὶ τὸ φαιὸν ἐναντίον τῷ λευκῷ, καὶ ἀπλῶς τὰ μεταξὺ ἐναντία τοῖς ἄκροις, ἔσται καὶ τὸ φαιὸν στέρησις καὶ πᾶν μεταξύ. εἰ οὖν καὶ τὸ μέλαν στέρησίς ἐστι τοῦ λευκοῦ, ἔστι δὲ τοῦ λευκοῦ στέρησις καὶ τὸ φαιόν, ἔσται τὸ μέλαν καὶ τὸ φαιὸν ταὐτόν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀπορήσειέ τις ἂν πῶς λέγεται κατὰ στέρησιν, ὧν ἐστιν ἀνὰ μέσον, τουτέστιν, ὧν ἐναντίων ἔστι τι μεταξύ, πῶς τὸ μεταξὺ στέρησις τοῦ | κρείττονος τῆς ἐναντιώσεως λεχθήσεται; ἀνάγκη γάρ, εἰ ἐναντίον τὸ μέσον λέἐν γεται, καὶ στέρησιν λέγεσθαι. ταύτην τὴν ζήτησιν λύων λέγει ὅτι καὶ τὸ φαιὸν στέρησίς ἐστι τοῦ λευκοῦ, ἀλλ’ οὐχ ὥσπερ τὸ μέλαν· τὸ γὰρ μέλαν παντελῶς στέρησιν ἔχει τοῦ λευκοῦ, τὸ δὲ φαιὸν πῇ ἐστέρηται τοῦ λευκοῦ. ἀσαφῶς δὲ καὶ περινενοημένως ἀπήγγελται τὸ περὶ πάντα δὴ τὰ τοῖ αὐτὰ τὴν στέρησιν δεῖ τιθέναι, μὴ τοῦ ὅλου λόγου, τοῦ τελευταίου δὲ εἴδους· καὶ εἴη ἂν τὸ λεγόμενον, περὶ πάντα τὰ τοιαῦτα, λέγων τὰ τοιαῦτα τὰ ἔμμεσα ἐναντία, περὶ δὴ τὰ ἔμμεσα ἐναντία τὴν στέργσιν δεῖ τιθέναι, λέγων ἐνταῦθα στέρησιν τὸ φαιὸν ἡ ὅ τι ἄν εἴη τὸ μεταξύ· περὶ οὗν τὰ ἔμμεσα ἐναντία τὸ μεταξὺ αὐτῶν οὕτως δεῖ στέρησιν λέγειν, μὴ ὥστε δύνασθαι τὸν ὅλον λόγον τοῦ τελευταίου εἴδους ἤτοι τοῦ μέλανος ἀναδέξασθαι, ὥστε λέγεσθαι τὸ φαιὸν χρῶμα συγκριτικὸν ὄψεως καὶ διὰ τοῦτο ἀμέτοχον εἶναι παντελῶς τοῦ ὁρισμοῦ τοῦ λευκοῦ, οὐχ οὕτω ταῦτα χρὴ στερήσεις λέγειν, ἀλλ’ οὕτως· γινέσθω δὲ ἡμῖν ὁ λόγος ἐπὶ τοῦ λευκοῦ καὶ μέλανος· οὐχ οὕτω λεκτέον τὸ φαιὸν στέρησιν ὥστε μηδ’ ὅλως ἐπιδέχεσθαι τὸν τοῦ λευκοῦ ὁρισμόν, ἀλλὰ δύνασθαι μὲν τὸν τοῦ λευκοῦ ἐπιδέχεσθαι ὁρισμόν, οὐχ ὅλον δέ (ἦν γὰρ ταὐτὸν τὸ φαιὸν τῷ λευκῷ) ἀλλά πῇ. τοῦ τελευταίου οὖν εἴδους, λέγω δὴ τοῦ μέλανος, ἐστὶν ὅλος ὁ λόγος ὁ χρῶμα συγκριτικὸν ὄψεως λέγων, τοῦ δὲ φαιοῦ οὐδαμῶς· καὶ διὰ τοῦτο δύναται τὸ φαιόν πῃ δέξασθαι τὸν τοῦ λευκοῦ ὁρισμόν· καὶ εἴη ἂν ὁ τοῦ φαιοῦ ὁρισμὸς χρῶμά πῃ διακριτικὸν ὄψεως. ὥστε οὐκ ἔστι τὸ φαιὸν οὕτω στέρησις λευκοῦ. ὥσπερ τὸ μέλαν, οὐδὲ ἐστέρηται ὅλου τοῦ ὁρισμοῦ τῆς λευκότητος. τελευταῖον δὲ εἶδος εἶπε τὸ μέλαν ἢ ὅτι μετὰ τὸ φαιὸν τὸ μέλαν ἐστίν, ἢ τελευταῖον ἀντὶ τοῦ ἔσχατον· ἔσχατον γὰρ καὶ τέλος μελάνσεως τὸ μέλαν, ὥσπερ καὶ λευκάνσεως τὸ λευκόν. ὃ μὲν οὖν διὰ τούτων εἰπεῖν βούλεται, τοιοῦτον ἄν εἴη - αὐτὸς δὲ τὸν λόγον ἐπὶ τοῦ δικαίου καὶ ἀδίκου πεποίηκε λέγων οἷον εἰ ἔστιν ὁ δίκαιος ὁ καθ’ ἕξιν τινὰ πειθαρχικὸς τοῖς νόμοις, τουτέστιν, εἰ ἔστι δικαίου ὁρισμὸς τὸ καθ’ ἕξιν τινὰ πειθαρχεῖν τοῖς νόμοις, οὐ πάντως ὁ ἄδικος λέγων ἄδικον τὸν μήτε δίκαιον μήτε ἄδικον, ἀλλὰ τὸν μέσον ὄντα δικαίου καὶ ἀδίκου), οὐ πάντως οὖν, φησίν, ὁ μεταξὺ δικαίου καὶ ἀδίκου ἐστερημένος ἔσται ὅλου τοῦ λόγου καὶ ὁρισμοῦ τοῦ δικαίου, ὥσπερ οὐδὲ τὸ φαιὸν τοῦ τῆς λευκότητος, ἀλλ’ ἔσται ὁ μεταξὺ δικαίου καὶ ἀδίκου ὁ ἐκλείπων πῃ περὶ τὸ πειθαρχεῖν τοῖς νόμοις· ὥστε ᾗ μὲν ὅλως πειθαρχεῖ ἀφέστηκε τοῦ μηδ’ ὅλως πειθαρχοῦντος ἀδίκου, ᾗ δὲ ἐκλείπει καὶ οὐ πάντῃ ὡς ὁ δίκαιος πειθαρχεῖ οὐκ ἔστιν ὁ αὐτὸς τῷ δικαίῳ. καὶ κατὰ τοῦτο καθ’ ὃ ἐκλείπει πῃ περὶ τὸ πειθαρχεῖν τοῖς νόοις, ὑπάρξει αὐτῷ ἡ | στέρησις τοῦ δικαίου. πρόσκειται δ’ ἐν τῷ τοῦ δικαίου ὁρισμῷ τὸ καθ’ ἕξιν, ὅτι πράξειεν ἄν τις τὰ δικαίου καὶ ἄκων βιαζόμενος· ἀλλ’ οὐχ οὗτος ὁ δίκαιος ἀλλ’ ὁ ἀπὸ ἕξεως τινος ταῦτα πράττων. τὸ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων εἴρηται ἀντὶ τοῦ καὶ ἐπὶ τῶν λοιπῶν τῶν μεταξύ τινων ὄντων, οἷον φαιοῦ χλιαροῦ καὶ τῶν ὁμοίων· οὕτω γὰρ καὶ αὐτὰ στερήσεις δεῖ λέγειν ὥσπερ εἴρηται. Καθάπερ δὲ ὁ μαθηματικὸς περὶ τὰ ἐξ ἀφαιρέσεως τὴν θεωρίαν ποιεῖται. Διὰ τούτων δύο τινὰ ὁμοῦ διδάσκει, πῶς ὁ φιλόσοφος τό τε ὂν σκοπεῖ καὶ τὴν περὶ τούτου θεωρίαν ποιεῖται, καὶ πῶς ἐπιστήμης ἐστὶ μιᾶς θεωρῆσαι τὸ ὂν ᾗ ὄν, λέγων καθάπερ ὁ μαθηματικὸς ἀφελὼν τῷ λόγῳ ἀπὸ τῶν σωμάτων σκληρότητας βαρύτητας μαλακότητας θερμότητας καὶ ὅλως τὰ αἰσθητά, ἤτοι τὰς αἰσθητὰς ἐναντιώσεις, μόνον καταλείπει τὸ συνεχὲς μέγεθος, τοῦτο δ’ ἐστὶ γραμμαὶ ἐπίπεδα στερεά (τούτων γάρ δηλωτικὸν τὸ τῶν μὲν ἐφ’ ἓν τῶν δ’ ἐπὶ δύο τῶν δ’ ἐπὶ τρία) καὶ τὰ τούτοις ᾗ ποσά ἐστι καὶ συνεχῆ καθ’ αὑτὰ ὑπάρχοντα σκοπεῖ (ᾖ ποσὸν ἕκαστον τούτων καὶ ᾗ συνεχές, ἀλλ’ οὐχ ᾗ βαρὺ οὐδ’ ἡ λευκὸν τὰ τούτοις συμβεβηκότα σκοπεῖ), ὥσπερ οὖν ὁ μαθηματικός, οὕτω καὶ ὁ φιλόσοφος, τὰ συμβεβηκότα καθ’ αὑτὸ τῷ ὄντι θεωρῶν, οὐχ ᾗ κινούμενόν ἐστιν οὐδ’ ᾗ ἄλλο τι τοῦτό τε καὶ τὰ τούτῳ ὑπάρχοντα θεωρεῖ, ἀλλ’ ᾗ ὄντα καὶ ᾗ ὀντότητος μετέχει· ὥστε τὰ τῷ ὄντι ᾗ ὂν συμβεβηκότα καὶ τὰς τούτου ἐναντιώσεις, εἴτε τὸ ἕν εἰσι καὶ τὸ πλῆθος εἴτε ἄλλο τι, θεωρεῖν οὐκ ἄλλης τινός ἐστι πλὴν τῆς σοφίας. ἡ μὲν γὰρ φυσικὴ οὐχ ἡ ὄντα ταῦτα θεωρεῖ, ἀλλ’ ᾗ ἔχει ἐν ἑαυτοῖς ἀρχὴν καθ’ ἣν δύναται κινεῖσθαι· ἥ τε διαλεκτικὴ καὶ ἡ σοφιστικὴ περὶ τὰ συμβεβηκότα τοῖς οὖσίν ἐστιν, οὐχ ἡ δὲ ὄντα ταῦτα θεωρεῖ, ἀλλ’ εἴτε συμβέβηκε τῳδὶ τῷ ὑποκειμένῳ εἴτε μὴ τὴν θεωρίαν ποιεῖται· ὥστε λείπεται τὸν φιλόσοφον εἶναι θεωρητικὸν τοῦ ὄντος καὶ τῶν τοιούτων ἐναντιώσεων ᾗ ὄντα εἰσίν. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια τοιαύτη τις ἂν εἴη. κατὰ δὲ τὴν λέξιν ὅταν λέγῃ τῶν μὲν γὰρ τὰς πρὸς ἄλληλα θέσεις σκοπεῖ καὶ τὰ ταύταις ὑπάρχοντα, τῶν μὲν λέγοι ἂν τῶν γραμμῶν· σκοπεῖ γὰρ ὁ μαθηματικὸς τὴν τῶν κύκλων θέσιν, πότερον οὕτω κεῖνται ὥστε καθ’ ἓν σημεῖον ἀλλήλων ἅπτεσθαι ἢ ὥστε ἀλλήλους τέμνειν· ἀλλὰ καὶ αἱ εὐθεῖαι οὕτω κεῖνται ὡς ἀμβλεῖαν φέρε εἰπεῖν περιέχειν γωνίαν ἢ οὔ, καὶ πότερον αἱ εὐθεῖαι αἵδε σύμμετροί εἰσιν ἢ οὔκ εἰσι, πότερον οἱ ἐκκείμενοι ἀριθμοὶ ἡμιόλιον ἔχουσι πρὸς ἀλλήλους λόγον ἢ ἐπίτριτον ἢ ἄλλον ποιόν. ὥσπερ δὲ ἐπὶ τῶν ποσῶν ἑτέρου ὄντος τοῦ ἐφ’ ἑνὸς συνεχοῦς τῶν ἐπὶ δύο συνεχῶν καὶ ταῦτα τῶν ἐπὶ τρία, μιᾶς ἐστι τῆς γεωμετρίας περὶ αὐτῶν θεωρεῖν (καὶ σημειωτέον ὅπως ἣν οἱ νεώτεροι στερεομετρίαν φασί, αὐτὸς φάσκει), οὕτω καὶ ἐπὶ τοῦ ὄντος, καίτοι ἑτέρων οὐσῶν τῶν ἐννέα κατηγοριῶν τοῦ ποιοῦ καὶ τοῦ ποσοῦ καὶ τῶν λοιπῶν τῆς τε οὐσίας καὶ ἀλλήλων, οὐδὲν κωλύει μιᾶς εἶναι τὸ περὶ αὐτῶν θεωρεῖν. ἐπεὶ δὲ καὶ ὁ μαθηματικὸς χρῆται τοῖς κοινοῖς ἰδίοις. Κοινὰ λέγει τὰ ἀξιώματα, τό τε ἀπὸ ἴσων ἴσα ἂν ἀφαιρεθῇ, τὰ καταλειπόμενα ἴσα ἐστί, καὶ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις, καὶ τὰ λοιπά. ἰδίοις δὲ λέγοι ἄν, ἐπειδὴ τὰ τῷ αὐτῷ ἴσα ὁ γεωμέτρης ἰδίως ἐπὶ γραμμῶν λαμβάνει, καὶ ὡς ἐπὶ αὐταῖς μόναις ἀληθεῦον· εἰ δὲ ἐπὶ ἀριθμοῖς, οὐδὲν ὅλως προσλογίζεται. ὁμοίως καὶ ὁ ἀριθμητικὸς ὡς ἐπὶ μόνοις τοῖς ἀριθμοῖς ἀληθεῦον τοῦτο θεωρεῖ, εἰ δὲ ἐπὶ γραμμαῖς, οὐ φροντίζει. καὶ ταῦτα μὲν πρὸς τὴν λέξιν. ἡ δὲ τῶν λεγομένων διάνοια σαφής. ἔστι δὲ τὰ λεγόμενα· ἐπεὶ γὰρ καὶ ὁ μαθηματικὸς πρὸς τῷ φυσικῷ καὶ τοῖς λοιποῖς ἐπιστήμοσι χρῆται ταῖς ἀρχαῖς ὡς ἀληθέσιν ἀναποδείκτως, ὁ φιλόσοφος οὐ ποιήσει τοῦτο, ἀλλ’ ἐπισκέψεται καὶ δείξει τὰς τοιαύτας ἀρχάς, ὡς ἐνδέχεται δειχθῆναι. τὸ μὲν οὗν ἀπὸ τῶν ἴσων ἴσα ἄν ἀφαιρεθῇ, ἴσα τὰ λειπόμενα, κοινὸν μέν ἐστιν, ὥσπερ εἴπομεν, ἐπὶ πάντων καὶ χρῶνται αὐτῷ πᾶσαι αἱ ἐπιστῆμαι, ὁ δὲ μαθηματικὸς ποιεῖται τὴν τούτων θεωρίαν ὡς χρησίμων ὄντων εἰς μόνην τὴν ὑποκειμένην τοῖς μαθήμασιν ὕλην καὶ τῶν ταύτῃ καθ’ αὑτὰ ὑπαρχόντων, οὐχ ᾗ δὲ ὄντα ἐστὶ σκοπεῖ τὰς γραμμὰς καὶ γωνίας καὶ ἐπίπεδα, αἵπερ εἰσὶν ὕλη τῇ μαθηματικῇ, ἀλλ᾿ ᾗ συνεχὲς ἕκαστον αὐτῶν ἐστιν, εἴτε ἐφ’ ἓν ὡς ἡ γραμμή, εἴτε ἐπὶ δύο ὡς ἡ ἐπιφάνεια, εἴτε ἐπὶ τρία ὡς τὸ στερεόν. ἀλλ’ ἡ μὲν μαθηματικὴ καὶ αἱ λοιπαὶ περὶ τὰ μερικά εἰσι, καὶ οὕτως εἰσὶ περὶ αὐτά, ὥσπερ εἴρηται, ἡ δὲ φιλοσοφία τὰ μερικὰ οὐ θεωρεῖ, οὐδὲ σκοπεῖ εἰ ἑκάστῳ τούτων συμβέβηκέ τι· εἰ δὲ καὶ σκοπεῖ τὰ καθ’ ἕκαστα, ἀλλὰ περὶ ἕκαστον τῶν τοιούτων θεωρεῖ ᾗ ὄντα ἐστί. καὶ ὥσπερ ἡ μαθηματικὴ τὰ οἰκεῖα αὐτῇ θεωρεῖ οὐχ ἧ ὄντα ἀλλ’ ᾗ ἐφ’ ἕν εἰσι συνεχῆ ἢ καθὸ ἐπὶ δύο ἢ ἐπὶ τρία, οὕτω καὶ ἡ φυσικὴ τὰ συμβεβηκότα τοῖς φυσικοῖς καὶ τὰς ἀρχὰς τῶν φυσικῶν (ταῦτα γὰρ εἶπεν ὄντα· οὐ γὰρ μὴ ὄντα τὰ φυσικά) οὐχ ᾗ ὄντα, ἀλλ’ ᾗ κινούμενα καὶ ᾗ ἀρχὴν ἔχει τοῦ κινεῖσθαι. ἡ δὲ πρώτη ἐπιστήμη τὰ φυσικά πὼς θεωρεῖ οὐχ ᾗ κινεῖται οὐδὲ ᾗ | ἀρχὴν ἔχει τοῦ κινεῖσθαι ἀλλ’ ἡ ὄντα εἰσίν. εἰ τάχα δὲ ἡ μὲν μαθηματικὴ τὰ ὄντα, γραμμάς φημι καὶ τὰ ὅμοια, ὡς συνεχῆ θεωρεῖ, ἡ δὲ φυσικὴ ὡς κινούμενα, καὶ οὐδετέρα τούτων ὡς ὄντα ᾗ ὄντα θεωρεῖ, ἀλλ’ οὖν ἐπειδὴ ἀποδείκνυσι καὶ ὁ μαθηματικὸς καὶ ὁ φυσικός, καὶ οὐδέποτε ψεύδονται, ὥσπερ ὁ διαλεκτικὸς καὶ ὁ σοφιστής (ὁ μὲν γὰρ διὰ τὸ βούλεσθαι πάντως πεῖσαι ἐνίοτε λαμβάνει καὶ ψευδῆ, ὁ δὲ σοφιστὴς ἀεί), ἐπεὶ οὖν ἀποδεικνύουσι καὶ οὐ ψεύδονται, ὅπερ τῆς πρώτης καὶ μᾶλλον καὶ μάλιστά ἐστι σοφίας, ἔσονται δι’ αὐτὸ τοῦτο καὶ ἡ μαθηματικὴ καὶ ἡ φυσικὴ μέρη τῆς φιλοσοφίας. Ἔστι δέ τις ἐν τοῖς οὖσιν ἀρχή, περὶ ἣν οὐκ ἔστι διεψεῦσθαι. Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι οὐ συναληθεύει ἡ ἀντίφασις· οὐχ ἁπλῶς δὲ καὶ κυρίως τοῦτο δείκνυσιν (ἐκ προυπαρχουσῶν γὰρ ἂν καὶ γνωριμωτέρων τοῦτο ἐπεποιήκει, οὐδὲν δὲ τῆς ἀντιφάσεως γνωριμώτερον), ἀλλ’ ἐλέγχει καὶ δείκνυσι ψευδομένους τοὺς τὴν ἀντίφασιν συναληθεύειν λέγοντας· καὶ τοῦτό ἐστι τὸ δεῖξαι μὴ συναληθεύειν τὴν ἀντίφασιν τὸ τοὺς τοῦτο φάσκοντας ἐλέγξαι. καὶ ἡ μὲν πρόθεσις αὕτη. λέγει δ’ ὅτι ἔστιν ἐν τοῖς οὖσιν ἀρχή, λέγων ἀρχὴν τὴν ἀντίφασιν, περὶ ἣν οὐ διαψευδόμεθα, ἔστι δὲ μάλιστα ἀναγκαῖον ποιεῖν ἡμᾶς τοὐναντίον, καὶ ἑρμηνεύων ὅπερ ἀναγκαῖον ἡμᾶς ποιεῖν τί ἐστιν ἐπήγαγε λέγων λέγω δὲ ἀληθεύειν. καὶ τοῦτο πάλιν σαφηνίζων ἐπιφέρει οἷον οὐκ ἐνδέχεται τὸ αὐτὸ καθ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον εἶναι καὶ μὴ εἶναι. καὶ εἴη ἂν τὸ λεγόμενον δυνάμει τοιοῦτον· τοσοῦτον ἀποδέω λέγειν ὅτι ἔστι περὶ τὴν ἀντίφασιν τὸ ψεύδεσθαι ὥστε καὶ ἀνάγκη ἀληθεύειν ἀλλ’ οὐκ ἐνδεχόμενον· ἀληθεύειν δέ φημι οὐχ ὥστε τὴν ἀντίφασιν ἀληθεύειν, ἀλλὰ θάτερον μόριον τῆς ἀντιφάσεως· φάσεως· ἢ γὰρ ἡ κατάφασις ἢ ἀπόφασις. οὐ γὰρ ἐγχωρεῖ κατὰ τὸν αὐτὸν χρόνον τὸ αὐτὸ καὶ ἓν πρᾶγμα καὶ εἶναι καὶ μὴ εἶναι, οἷον καθήμενον καὶ μὴ καθήμενον, ἢ εἶναι ἄνθρωπον καὶ μὴ εἶναι ἄνθρωπον. τὸ δὲ καὶ τὰ ἄλλα τὰ τοῦτον αὑτοῖς ἀντικείμενα τὸν τρόπον εἴρηκε διὰ τὰς ἕξεις καὶ στερήσεις· ἀδύνατον γὰρ ἅμα τὸ αὑτὸ καὶ ἓν ζῷον καὶ ὄψιν ἔχειν καὶ τυφλὸν εἶναι. καὶ περὶ μὲν τούτων, τῆς τε ἀντιφάσεως καὶ τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων, ὥσπερ εἴρηται, κυρίως μὲν οὐκ ἔστιν ἀπόδειξις, ἀλλὰ πρὸς τὸν λέγοντα ὡς συναληθεύει ἡ ἀντίφασις ἔστιν ἀπόδειξις ἤτοι ἔλεγχος καὶ δεῖξις τοῦ ὅτι ψεύδεται· ὥστε οὐ προηγουμένως τὴν ἀντίφασιν | δείκνυμεν, ἀλλὰ τὸν ταύτην ἀναιροῦντα ἐλέγχοντες ἐκείνην βεβαιοτάτην εἶναι ἀποφαινόμεθα. εἰπὼν δὲ ὅτι τῆς ἀντιφάσεως ἀπόδειξις οὐκ ἔστι, τοῦ πῶς οὐκ ἔστι τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν οὐ γὰρ ἔστιν ἐκ πιστοτέρας ἀρχῆς αὐτοῦ τούτου συλλογισμὸν ποιήσασθαι. ἐπειδὴ γὰρ πᾶσα ἀπόδειξις καὶ πᾶς ἀποδεικτικὸς συλλογισμὸς ἐκ προτέρων καὶ γνωριμωτέρων γίνεται, τῆς δ’ ἀντιφάσεως οὐδέν ἐστι γνωριμώτερον, οὐκ ἂν εἴη ταύτης συλλογισμὸς καὶ ἀπόδειξις· ὥστε εἰ μέλλει εἶναι ταύτης συλλογισμὸς καὶ ἀπόδειξις, δεῖ εἶναι ταύτης γνωριμώτερόν τι καὶ πιστότερον· οὐκ ἔστι δέ, οὐδ’ ἄρα ἀπόδειξις. Πρὸς δὲ τὸν λέγοντα τὰς ἀντικειμένας φάσεις τῷ δεικνύντι διότι ψεύδεται ληπτέον τι τοιοῦτον. Εἰπὼν ὅτι τῆς ἀντιφάσεως ἀπόδειξις οὔκ ἐστιν, ἀλλ’ εἴπερ ἄρα, πρὸς τὸν λέγοντα τὴν ἀντίφασιν συναληθεύειν, ὑποτίθησιν ἡμῖν καὶ κανόνας τινὰς καὶ παραγγέλματα παραδίδωσι, πῶς ἄν δι’ αὐτῶν τὸν οὕτω λέγοντα ἐλέγξαιμεν. τῷ μέλλοντι καὶ διὰ φροντίδος ἔχοντι δεῖξαι ψευδόμενον τὸν ἀναιροῦντα τὴν ἀντίφασιν δεῖ λαβεῖν τοιοῦτόν τι πρᾶγμα, λίθον ἢ ξύλον ἢ ἄνθρωπον, ὅστις λίθος ἢ τὸ ξύλον κατ’ ἀλήθειαν τὸ αὐτὸ ἔσται καὶ νῦν καὶ ὕστερον, κἄν μὴ τοῦτο δοκῇ τῷ τὴν ἀντίφασιν ἀναιροῦντι. οὕτω γὰρ μόνως, ἤτοι λαβόντι τι πρᾶγμα ὃ ταὐτὸ ἔσται καὶ νῦν καὶ ὕστερον, κἄν μὴ τῶ ταύτην ἀναιροῦντι δοκῇ, ἐλεγχθήσεται ὁ λέγων συναληθεύειν, ἤτοι ὁ ἀναιρῶν τὴν ἀντίφασιν. ἓν μὲν οὖν τοῦτο καὶ τοιοῦτο παράγγελμα. ἄλλο δὲ δεῖ ἡμᾶς λέγειν πρὸς αὐτόν· ἄρα συνίης καὶ αἰσθάνῃ ἔχεις τε ἔννοιάν τινα καὶ γνῶσιν τῶν ὑφ’ ἡμῶν σοι λεγομένων ἢ οὔ; δεῖ γὰρ αὐτὸν καὶ αἴσθησιν ἔχειν καὶ γνῶσιν· εἰ γὰρ οὐδὲν τούτων ἔχει, ἔοικε φυτῷ, πρὸς δὲ τὸ πεφυτευμένον οὐδεὶς φρονῶν διαλέγοιτ’ ἄν. τρίτον παράγγελμα τοιοῦτον· λεκτέον πρὸς αὐτὸν ὅτι ἕκαστον τῶν ὀνομάτων ἔστω γνώριμον ἐπὶ τίνος λέγεται καὶ δηλοῦν τι· οὐ γάρ ἐστι τὸ ἄνθρωπος ὄνομα ἀσήμαντον οὐδὲ ἐπὶ τοῦ τυχόντος λέγεται. ἀλλὰ καὶ σημαίνει καὶ δηλωτικόν ἐστι τοῦ ζῴου δίποδος· ὁμοίως δὴ καὶ τὰ ἄλλα ὀνόματα οὕτως ἔχει. τέταρτον ὅτι ἓν ἕκαστον τῶν ὀνομάτων ἑνὸς ἔστω δηλωτικὸν καὶ μὴ πολλῶν· εἰ δὲ ἔστι τι ὄνομα πλείω σημαῖνον ἀλλὰ μὴ ἕν, ὥσπερ τὸ κύων, διαιρετέον καὶ ὁριστέον ἐπὶ τίνος τῶν ὑπὸ τοῦ κύων ὀνόματος σημαινομένων τὸν λόγον ποιεῖται, πότερον ἐπὶ τοῦ χερσαίου ἢ τοῦ ἀστέρος. τούτων γὰρ προληφθέντων τε καὶ τεθέντων, ῥᾳδίως τὸν τοιοῦτον ἐξελέγξομεν. ὥστε τέτταρα ἢ πέντε (δυνατὸν γάρ ἐστιν αὐτὰ πέντε ποιεῖν) τὰ παραγγελθέντα, ἓν μὲν καὶ πρῶτον τὸ λαβεῖν τι ὅπερ ἔσται τὸ αὐτὸ καὶ νῦν καὶ ὕστερον· δεύτερον δὲ τὸ συνιέναι ἀλλήλων καὶ γινώσκειν τὰ ὑφ’ ἑκατέρων λεγόμενα· | τρίτον τὸ ἕκαστον τῶν ὀνομάτων εἶν γνώριμον, οἷον τὸ ἄνθρωπος ὄνομα λέγεται ἐπὶ τοὐ ζῴου δίποδος, τὸ ἵππος ἐπὶ τοῦ ζῴου τετράποδος χρεμετιστικοῦ· τέταρτον τὸ δηλωτικὰ εἶναι καὶ σημαντικά τινων πραγμάτων τὰ ὀνόματα ἀλλὰ μὴ ἀσήμαντα· πέμπτον τὸ ἑνὸς πράγματος ἕκαστον ὄνομα δηλωτικὸν εἶναι καὶ μὴ πολλῶν· εἰ δὲ καὶ πολλῶν ἐστι σημαντικόν, διορίζειν ἐπὶ τίνος τούτων τὸν λόγον ποιεῖται. ἀλλ’ ἡ μὲν τῶν προκειμένων ἔννοια τοιαύτη τις ἄν εἴη, τὰ δὲ κατὰ τὴν λέξιν ὧδε ἄν ἔχοι. πρὸς δὲ τὸν λέγοντα τὰς ἀντικειμένας φάσεις τῷ δεικνύντι, τουτέστι τῷ δεικνύντι ἀνθρώπῳ καὶ ἐλέγχοντι τὸν λέγοντα τὰς ἀντικειμένας ἅμα εἶναι φάσεις· τῷ οὖν τοιούτῳ ἀνθρώπῳ πρὸ τῶν ἐλέγχων ἀναγκαῖόν ἐστι λαβεῖν τοιοῦτόν τι πρᾶγμα, ὅπερ κατὰ μὲν τὴν ἀλήθειαν τὸ αὐτὸ καὶ τῆς αὐτῆς φύσεως ἔσται· καὶ προσυπακουστέον τοῦ καὶ νῦν καὶ ὕστερον. ὁ δὴ τὸν ἀναιροῦντα τὴν ἀντίφασιν ἐλέγξαι βουλόμενος λαβέτω πρᾶγμά τι, ὅπερ νῦν τε καὶ ἐς ὕστερον κατὰ τὸ ἀληθὲς τὸ αὐτὸ ἔσται. καὶ τὴν αἰτίαν τοῦ ὅτι τὸ αὐτὸ ἔσται ἐπήγαγε διὰ τοῦ τῷ μὴ ἐνδέχεσθαι τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, τουτέστι διὰ τὸ μὴ ἐνδέχεσθαι τὸν ὄντα νῦν ἄνθρωπον μὴ εἶναι καὶ ἐς ὕστερον ἄνθρωπον εἴπερ ζῇ ἀλλὰ μὴ τέθνηκεν· εἰ γὰρ ὥσπερ τήμερον ἄνθρωπός ἐστι, καὶ αὔριον εἰ ζῇ ἄνθρωπος ἔσται. τὸ δὲ μὴ δόξει δ’ εἶναι τὸ αὐτὸ συντακτέον τῷ ὃ ταὐτὸν μὲν ἔσται· τούτῳ γάρ ἐστι συνεχές. τοιοῦτον γάρ, φησί, ληπτέον ὃ τὸ αὐτὸ μὲν ἔσται, κἄν μὴ δόξῃ τοῦτο τῷ ἀναιροῦντι τὴν ἀντίφασιν. οὕτω μὲν οὖν κατὰ τὸν ὑφηγημένον τρόπον δεῖ ἡμᾶς ποιεῖν· οὕτω γὰρ ἂν μόνως ἀποδειχθείη τὸ προκείμενον ἡμῖν πρὸς τὸν φάσκοντα συναληθεύειν τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ. καὶ πρὸς τούτοις τοὺς μέλλοντας κοινωνήσειν λόγου ἤτοι διαλεχθῆναι δεῖ συνιέναι αὑτῶν, τουτέστιν ἀλλήλων. καὶ τὴν αἰτίαν δι’ ἣν δεῖ συνιέναι ἀλλήλων προσέθηκεν εἰπὼν μὴ γινομένου γὰρ τούτου, ἤτοι μὴ συνιέντων γὰρ ἀλλήλων μηδὲ ὅλως νοούντων τὰ ὑπ’ ἀλλήλων λεγόμενα, πῶς ἄν κοινωνήσαιεν λόγου; καὶ πρὸς τούτοις δεῖ ἕκαστον τῶν ὀνομάτων, οἷς χρώμεθα διαλεγόμενοι, γνώριμον εἶναι καὶ ἑνὸς δηλωτικόν· εἰ δὲ πλειόνων, φανερὸν ποιεῖν ἐπὶ τίνων τῶν ὑπὸ τοὐ ὀνόματος σμηαινομένων τὸν λόγον ποιεῖται. Ὁ δὴ λέγων εἶναι τοῦτο καὶ μὴ εἶναι, ὅ φησιν ου φησιν. Εἰπὼν ὅσα προειλῆφθαι δεῖ πρὸς ἔλεγχον τῶν ἀναιρούντων τὴν ἀπόφασιν, ἐντεῦθεν τοὺς ἐλέγχους ἐπάγει δυνάμει λέγων· ἐπεὶ κεῖται ἡμῖν ὡς τὰ ὀνόματα ἑνός εἰσι δηλωτικὰ καὶ ὅτι ἕκαστον τῶν ὀνομάτων γνώριμόν ἐστιν ἐπὶ | τίνος λέγεται καὶ ἐπὶ τίνος οὔ, εἰ συναληθεύει ἡ ἀντίφασις, ἀναιρεῖται τὰ κείμενα. εἰ γὰρ τὸ ἄνθρωπος ὄνομα ἑνός ἐστι δηλωτικόν, ἔστι δὲ γνώριμον καὶ τίνος δηλωτικόν (τοῦ ζῴου γὰρ δίποδος), οὖν τὸ ἄνθρωπος τὸ ζῷον δίπουν δηλοῖ, εἴπερ ἀληθεύει ἐπ’ αὐτοῦ καὶ τὸ μὴ ἄνθρωπος, οὐκ ἦν τὸ ἄνθρωπος ἑνὸς δηλωτικὸν οὐδὲ τοῦ ζῴου δίποδος μόνου ἀλλὰ καὶ ἄλλου, καθ’ οὗ τὸ οὐκ ἄνθρωπος λεχθήσεται. οὐκ ἄρα δυνατόν ἐστιν, εἰ τὸ ἄνθρωπος ἑνός ἐστι δηλωτικόν, ἐφ’ οὗ λέγεται ἐπὶ τούτου ἀληθεύειν καὶ τὸ μὴ ἄνθρωπο·ς. αὐτὸς δὲ εἶπεν ὁ δὴ λέγων εἶναι τοῦτο καὶ μὴ εἶναι, ὅ φησιν οὔ φησιν, τουτέστιν ὁ λέγων τόδε τὸ προκείμενον φέρε εἰπεῖν ἄνθρωπον, εἰ ἀληθεύει ἐπ’ αὐτοῦ καὶ τὸ μὴ ἄνθρωπος, ὅ φησιν ἄνθρωπον οὐκ ἦν ἄνθρωπος, ἀλλ’ ἕτερόν τι ἦν παρὰ τὸν ἄνθρωπον, καὶ διὰ τοῦτο ἀληθεύει ἐπ’ αὐτοῦ τὸ μὴ ἄνθρωπος. εἰ γὰρ ζῷον δίπουν ἐστὶν ὅ φησιν ἄνθρωπον, εἰ ἀληθεύει ἐπ’ αὐτοῦ καὶ τὸ μὴ ἄνθρωπος, οὐδὲν ἄλλο φησὶν ἢ ὅτι τὸ ἄνθρωπος ὄνομα σημαῖνον τὸ ζῷον δίπουν οὐ σημαίνει τὸ ζῷον δίπουν. τοῦτο δὲ ἀδύνατον· κεῖται γὰρ τὰ ὀνόματα εἶναι ἑνὸς δηλωτικά· ὥστε εἰ τοῦ ζῴου δίποδος σημαντικόν ἐστι τὸ ἄνθρωπος, ψεῦδος τὸ κατ’ αὐτοῦ λέγειν καὶ τὸν μὴ ἄνθρωπον. ἀλλ’ εἰ τοῦτο, δῆλον ὡς ἀδύνατόν ἐστι συναληθεύειν τὴν ἀντίφασιν. ἔτι, φησίν, εἰ σημαίνει τι τὸ ὄνομα καὶ δηλωτικόν ἐστί τινος καὶ ἀληθῶς καθ’ οὗ κατηγορεῖται λέγεται, ἀνάγκη τοῦτο εἶναι. εἰ γὰρ τὸ πῦρ δηλωτικὸν θερμῆς καὶ ξηρᾶς φύσεως, ἀνάγκη ταύτην τὴν φύσιν θερμὴν εἶναι καὶ ξηράν. ὃ δὲ ἀνάγκη εἶναι, τοῦτο οὐκ ἐνδέχεται μὴ εἶναι· ὥστε οὐκ ἂν ἐπ’ αὐτοῦ ἀληθεύσοι καὶ τὸ πῦρ καὶ τὸ μὴ πῦρ, ἤτοι τὸ μὴ θερμὸν μηδὲ ξηρόν. ψεῦδος ἄρα τὸ λέγειν ὡς συναληθεύει ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ. τι δ’ εἰ μηδὲν μᾶλλον ἡ φάσις ἢ ἡ ἀπόφασις ἀληθεύεται. Πληκτικώτατον τοῦτο τὸ γενναιότατον. ὃ δέ φησι τοιοῦτόν ἐστιν. εἰ μηθὲν μᾶλλον ἡ κατάφασις ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ ἀληθεύεται ἤπερ ἡ ἀπόφασις, ἀλλ’ ἐπίσης ἀμφότεραι ἐπ’ αὐτοῦ λέγονται, ὁ λέγων τὸν Σωκράτην ἄνθρωπον οὐδὲν μᾶλλον ἀληθεύσει τοῦ λέγοντος αὐτὸν οὐκ ἄνθρωπον· εἰ δὲ ὁ λέγων αὐτὸν οὐκ ἄνθρωπον ἀληθεύει, πολλῷ μᾶλλον ὁ λέγων αὐτὸν οὐχ ἵππον ἀληθεύσει· οὐκ ἔστι γὰρ ἵππος ὁ Σωκράτης. εἰ δὲ ἀληθεύοι ἐπὶ Σωκράτους τὸ οὐχ ἵππος, ἀληθεύσει ἐπ’ αὐτοῦ καὶ τὸ ἵππος, ἐπεὶ κατ’ αὐτοὺς συναληθεύει ἡ ἀντίφασις. ἔσται ἄρα ὁ Σωκράτης, ἢ κάλλιον εἰπεῖν ὁ Πρωταγόρας, καὶ ἄνθρωπος καὶ ἵππος. πάλιν ἐπεὶ ἐπὶ τοῦ Πρωταγόρου ἀληθεύει τὸ μὴ βοῦς, ἀληθεύσει καὶ ὁ βοῦς. ἔσται ἄρα ὁ Πρωταγόρας ἄνθρωπος ἵππος βοῦς καὶ τἆλλα πάντα. καὶ ἡ μὲν διανοια τῶν λεγομένων | αὕτη. τὸ δὲ κατὰ τὴν λέξιν τὴν δόξειε δὲ κἄν οὐχ ἵππον εἶναι φάσκων τὸν ἄνθρωπον ἢ μᾶλλον ἢ οὐχ ἧττον ἀληθεύειν ἢ οὐκ ἄνθρωπον τοιοῦτόν ἐστιν· εἰπὼν γὰρ ὅτι ὁ λέγων ἄνθρωπον, εἰ συναληθεύει ἡ ἀντίφασις, οὐδὲν μᾶλλον ἀληθεύει τοῦ λέγοντος οὐκ ἄνθρωπον, ἐπήγαγε τὸ δόξειε δὲ κἂν οὐχ ἵππον λέγων, τουτέστι καὶ ὁ λέγων τὸν ἄνθρωπον οὐχ ἵππον μᾶλλον ἀληθεύει τοῦ λέγοντος αὐτὸν μὴ ἄνθρωπον· οἰκειότερον γάρ ἐστι τὸν ἄνθρωπον λέγειν μὴ ἵππον, ἤπερ μὴ ἄνθρωπον. ὁ δὴ λέγων τὸν ἄνθρωπον μὴ ἵππον μᾶλλον ἀληθεύει ἤπερ ὁ λέγων μὴ ἄνθρωπον· ἤ, φησίν, εἰ μὴ μᾶλλον, ἀλλ’ οὐδὲ ἧττον. ταῦτα εἰπὼν ἐπάγει τούτων τῶν ἐπιχειρήσεων οὐδεμία ἐστὶν ἁπλῶς καὶ κυρίως ἀπόδειξις, ἀλλὰ πρὸς τὸν τιθέμενον συναληθεύειν τὴν ἀντίφασίν ἐστιν ἀπόδειξις ἤτοι ἔλεγχος. οὕτως ἀντειπὼν πρὸς ταύτην τὴν δόξαν λέγει ὅτι ἐάν τις οὕτω τε καὶ τοιαῦτα ἠρώτα τὸν ῾ Ηράκλειτον, ταχέως ἄν ἐπεπείκει αὐτὸν μὴ λέγειν τὸ αὐτὸ καὶ ἓν καὶ ἀγαθὸν καὶ οὐκ ἀγαθὸν καὶ λευκὸν καὶ οὐ λευκόν. ἀλλ’ ἐκεῖνον μὲν εἴ τις ταῦτα ἠρώτα ταχέως ἄν μετέπεισεν, αὐτὸς δὲ μὴ συνιεὶς ἑαυτοῦ μηδὲ ἐπιστήσας τοῖς ὑπ’ αὐτοῦ λεγομένοις ταύτην ἔλαβε τὴν δόξαν. εἰ γὰρ ἐπέστησεν ὡς οὐκ ἐνδέχεται τὸ αὐτὸ καὶ ἀληθὲς καὶ μὴ ἀληθὲς καὶ ἀγαθὸν καὶ μὴ ἀγαθὸν εἶναι, οὐκ ἄν ἔφασκε συναληθεύειν τὴν ἀντίφασιν. Ὅλως δ’ εἰ τὸ λεγόμενον ὑπ’ αὐτοῦ ἐστιν ἀληθές, οὐδ’ ἄν αὐτὸ τοῦτο εἴη ἀληθές. Εἰ τὸ λεγόμενον, φησίν, ὑπὸ τοῦ Ἡρακλείτου ἐστὶν ἀληθές (τί ἐστὶ τὸ ὑπ’ αὐτοῦ λεγόμενον ἐπάγει, λέγω δἑ τὸ ἐνδέχεσθαι τὸ αὐτὸ καθ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον εἶναί τε καὶ μὴ εἶναι), εἰ οὖν κατὰ τὴν ῾ Ηρακλείτειον δόξαν ἀληθές ἐστι τὸ συναληθεύειν τὴν ἀντίφασιν, αὐτὸ τοῦτο, τουτέστι τὸ λέγον τοῦτο ῥητόν, ψεῦδος ἔσται. εἰ γάρ ἐστιν ἀληθὲς τὸ λέγειν ὡς συναληθεύει ἡ ἀντίφασις, ἔσται ἀληθὲς τὸ λέγειν καὶ ὅτι οὐ συναληθεύει· εἰ δὲ ἀληθὲς τὸ λέγειν ὅτι οὐ συναληθεύει, ψεῦδος τὸ ἀποφαίνεσθαι ὡς συναληθεύει. ψευδὴς ἄρα ὁ ῾ Ηρακλείτειος λόγος. Καθάπερ γὰρ καὶ διῃρημένων αὐτῶν οὐδὲν μᾶλλον ἡ κατάφασις ἢ ἡ ἀποφὰς ἲς ἀληθεύεται. Ἔτι πρὸς Ἡράκλειτον ὁ λόγος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ γὰρ καθ’ Ἡράκλειτον τὸ λέγειν ἰδίως καὶ χωρὶς ὅτι ὁ Σωκράτης ἄνθρωπός ἐστιν ἀληθές ἐστι καὶ πάλιν χωρὶς ὅτι ὁ Σωκράτης ἄνθρωπος οὐκ ἔστιν ἀληθὲς καὶ (ταῦτα ταῦτα δὲ εἶπε διῃρημένα), οὕτω καὶ συνῃρημένα ἡνωμένα καὶ ὡς μία κατάφασις λεγόμενα ἔσονται ἀληθῆ· ὥστε ἀληθές ἐστι λέγειν ἅμα ὅτι ὁ Σωκράτης ἄνθρωπος καὶ οὐκ ἄνθρωπος. ἀλλ’ εἰ τοῦτο, ἔσται ἐπ’ αὐτοῦ καὶ ἡ ἀπόφασις ἡ ὁ Σωκράτης οὔτε ἄνθρωπός ἐστιν οὔτε οὐκ ἄνθρωπος. τοῦτο δὲ ἀλογώτατον τὸ τὸν Σωκράτην εἶναι καὶ ἄνθρωπον καὶ οὐκ ἄνθρωπον καὶ οὔτε ἄνθρωπον οὔτε οὐκ ἄνθρωπον. διῃρημένα δέ, ὥσπερ εἶπον, λέγει τὸ χωρὶς μὲν τὴν κατάφασιν χωρὶς δὲ τὴν ἀπόφασιν λέγεσθαι· συναμφότερα δὲ καὶ συμπεπλεγμένα τὸ λέγειν αὐτὰ ὡς μίαν κατάφασιν. τὸ δὲ οὐθὲν μᾶλλον ἡ ἀπόφασις ἢ τὸ ὅλον ὡς ἐν καταφάσει τιθέμενον ἀληθεύεται ἴσον ἐστὶ τῷ ὥσπερ γὰρ καθ’ ῾ Ηράκλειτον ἐν ᾧ ἂν ἡ κατάφασις ἀληθεύηται, ἐπὶ τούτου καὶ ἡ ἀπόφασις, οὕτω καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἅμα ὡς μία κατάφασις λεγόμεναι ἀληθεῖς ἔσονται, οἷον ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν. εἰ ἕ τοῦτο ἀληθές, ἀληθὴς καὶ ἡ τούτου ἀπόφασις ἡ οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθὸν λέγουσα. ἔτι δ’ εἰ μηθέν ἐστιν ἀληθὲς καταφῆσαι, κἂν αὐτὸ τοῦτο ψεῦδος εἴη. τὸ εἰ μηθέν ἀληθὲς καταφῆσαι ἴσον ἐστὶ τῷ εἰ πᾶσα κατάφασις ψευδής ἐστι (πᾶν γὰρ τὸ μὴ ἀληθὲς ψεῦδος), εἰ οὖν πᾶσα κατάφασις ψευδής ἐστι, καὶ αὐτὸ τοῦτο τὸ λέγειν ὅτι πᾶσα κατάφασις ψευδής ἐστι (τούτου γάρ ἐστι δηλωτικὸν φάναι μηδεμίαν ἀληθῆ κατάφασιν ὑπάρχειν), αὐτὸ δὴ τοῦτο ψεῦδος ἔσται. εἰ γὰρ πᾶσα κατάφασις ψευδής ἐστιν, αὐτὸ δὲ τὸ λέγειν ὅτι πᾶσα κατάφασις ψευδὴς κατάφασίς ἐστι, ψεῦδος ἄρα τὸ λέγειν ὅτι πᾶ κατάφασις ψευδής. εἰ δ’ ἔστι τι, τουτέστιν εἰ δὲ λέγοιεν ὅτι πᾶσα κατάφασις ψευδὴς πλὴν αὐτῆς τῆς λεγούσης ὅτι πᾶσα κατάφασις ψευδής ἐστιν (αὕτη γὰρ μόνη ἐστὶν ἁπασῶν τῶν καταφάσεων ἀληθής), καὶ οὕτω ψεῦδος τὸ πᾶσαν λέγειν ψευδῆ. ὥσπερ γὰρ εἴ τις λέγει πάντα ἄνθρωπον λευκόν, εἴπερ εὑρεθῇ εἷς μὴ λευκός, ψευδὴς ἡ λέγουσα πάντα λευκόν, οὕτω καὶ ἐπὶ τούτων. ὥστε λύοιτ’ ἄν τὸ λεγόμενον ὑπὸ τῶν τὰ τοιαῦτα ἐν ἵστα μένων καὶ ἀναιρούντων τὸ διαλέγεσθαι. εἰ γάρ ἐστι ταὐτὸν ἡ κατάφασις τῇ ἀποφάσει, οὐκ ἔσται διαλέγεσθαι. Παραπλήσιον δὲ τοῖς ὑπὸ τοῦ Ἡρακλείτου λεγομένοις, φησίν, ἐστὶ καὶ τὸ ὑπὸ τοὐ Πρωταγόρου λεγόμενον· κἀκεῖνος γὰρ ἔλεγεν ὅτι πάντων τῶν πραγμάτων μέτρον ἐστὶν ὁ ἄνθρωπος, οὐδὲν ἄλλο λέγων ἢ ὅτι εἰ τοισδὶ μὲν δοκεῖ τὸ μέλι γλυκὺ τοισδὶ δὲ πικρόν, ἔστι τὸ μέλι καὶ γλυκὺ καὶ πικρὸν βεβαίως καὶ ἀμετακινήτως μένον ἐν τῷ εἶναι γλυκὺ καὶ πικρόν. Λύοιτο δ’ ἄν αὕτη ἡ ἀπορία θεωρήσασι πόθεν ἡ ἀρχὴ τῆς ὑπολήψεως ταύτης. Μέλλων λύειν καὶ τὸν Πρωταγόρου λόγον λέγει ὅτι ῥητέον πρῶτον τὴν αἰτίαν ἐξ ἧς ταῦτα λέγειν αὐτός τε καὶ οἱ λοιποὶ ὥρμηνται· καί φησιν ὅτι ἔνιοι μὲν ἐκ τῆς τῶν φυσιολόγων δόξης ταῦτα λέγειν ὡρμήθησαν, καὶ τίς | ἐστιν ἡ τῶν φυσιολόγων δόξα, ἐπάγει. τὸ γὰρ μηδὲν ἐκ μὴ ὄντος γίνεσθαι τοῦτο δὲ ταὐτόν ἐστι τῷ τὸ γὰρ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι, ἀλλὰ πᾶν ἐξ ὄντος τινὸς καὶ ὑποκειμένου) σχεδὸν πάντων ἐστὶ τῶν φυσικῶν δόγμα κοινόν· οὕτω γὰρ τὸ τῆς λέξεως ἀκόλουθόν ἐστιν. εἶτα τὸ τοῖς δ’ ἐκ τοῦ μὴ ταὐτὰ περὶ τῶν αὐτῶν ἅπαντας γινώσκειν, τουτέστι τοῖς δὲ συνέβη τοιαῦτα περί τε τῶν πραγμάτων καὶ τῆς ἀντιφάσεως ἀποφαίνεσθαι ἐκ τοῦ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἅπαντας γινώσκειν· ὃ γὰρ τοῖσδε δοκεῖ ἡδύ, τοῦτο ἄλλοις πικρόν, ὥστε οὐχ ἅπαντες τὸ αὐτὸ ἡδὺ γινώσκουσιν, οὐδ’ αὖ πάλιν πικρόν. εἰπὼν δὲ ὅτι οἱ μὲν ἐκ τῆς κοινῆς τῶν φυσιολόγων δόξης ταῦτ’ ἔλεγον, οἱ δὲ ἐκ τοῦ μὴ πᾶσι τὰ αὐτὰ φαίνεσθαι. πρότερον τὴν αἰτίαν λέγει δι’ ἣν ἐκ τῆς τῶν φυσιολόγων δόξης ὥρμηνται λέγειν, ὅτι τὸ λευκὸν καὶ οὐ λευκόν ἐστιν, ὁμοίως καὶ τὸ γλυκὺ οὐ γλυκύ. ἀσαφῶς δὲ πάνυ καὶ μεμελανωμένως ἑρμηνεύει ταῦτα ἐπεὶ οὗν, φησίν, οὐ λευκὸν γίνεται ἐκ λευκοῦ τελέως ὄντος καὶ μηδαμῇ μὴ λευκοῦ, τουτέστιν ἐπεὶ κατ ἐμέ τε τὸν Ἀριστοτέλην καὶ τὴν ἀληθείαν τὸ μὴ λευκὸν γίνεται ἐκ λευκοῦ τελέως ὄντος ἤτοι καθαρῶς λευκοῦ καὶ μηδαμῇ μὴ λευκοῦ, τουτέστι καὶ οὐ τῇ μὲν λευκοῦ τῇ δὲ μὴ λευκοῦ, ἀλλ’ ἐκ τελειοτάτου λευκοῦ (εἰ γίνεται μὴ λευκὸν ἐκ λευκοῦ πάντως γενήσεται), ἐπεὶ οὖν μὴ λευκόν, ὡς εἴρηται, ἐκ λευκοῦ γίνεται, νῦν δὲ γεγενημένον μὴ λευκόν, τουτέστι κατὰ δὲ τοὺς λέγοντας συναληθεύειν τὴν ἀντίφασιν τὸ γινόμενον μὴ λευκὸν οὐ γίνεται ἐκ λευκοῦ. ὡς ἡμεῖς φαμεν, ἀλλ’ ἐκ μὴ λευκοῦ (τὸ γὰρ μὴ λευκὸν ἐκ μὴ λευκοῦ γεννῶσι), κατ’ ἐκείνους δή, εἰ γίνεταί τι μὴ λευκόν, οὐδὲν ἄλλο συμβήσεται ἢ τὸ γινόμενον μὴ λευκὸν γίνεσθαι ἐκ μὴ λευκοῦ. ἔδει δὲ ἐκ λευκοῦ. εἰ δὲ γίνεται μὴ λευκὸν ἐκ μὴ λευκοῦ, γενήσεται τὸ μὴ λευκὸν κατ’ ἐκείνους ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, εἰ μὴ ὑπῆρχε τὸ λευκὸν τὸ αὐτὸ καὶ μὴ λευκόν, τουτέστιν εἰ μὴ ὑπῆρχε τὸ μὴ λευκὸν τὸ αὐτὸ καὶ λευκόν· ὑπερβατῶς γὰρ ἀναγνωστέον. καὶ τὰ μὲν κατὰ τὴν λέξιν τοιαῦτα, ἡ δὲ τῶν προκειμένων ἔννοια τοιαύτη τις ἂν οἶμαι εἴη· οἱ ἐκ τῆς τῶν φυσιολόγων δόξης ὁρμηθέντες τοιαῦτα οἷα εἴπομεν λέγουσι, λαμβάνοντες πρότασιν ἐξ ἐπαγωγῆς ψευδῆ· ὥσπερ γάρ, φασίν, ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου γίνεται, οὕτω καὶ τὸ μὴ λευκὸν ἐκ μὴ λευκοῦ γενήσεται, ἀλλ’ οὐκ ἐκ λευκοῦ. ψευδὴς δὲ ἡ πρότασις αὕτη. εἰ γὰρ καὶ ὅτι μάλιστα ὁ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται, ἀλλὰ προσεχῶς ἐκ σπέρματος καὶ καταμηνίου, ἅπερ οὔκ εἰσιν ἄνθρωποι. ταύτην δὴ τὴν ψευδῆ πρότασιν τὴν ὅτι τὸ μὴ λευκὸν οὐκ ἐκ λευκοῦ ἀλλ’ ἐκ μὴ λευκοῦ γίνεται λαμβάνοντες, | καὶ ἑτέραν ψευδῆ καὶ ταύτην, ὅτι αἱ ἀποφάσεις μὴ ὄντα καὶ μὴ ὄντων δηλωτικαί εἰσι, συνελογίζοντο οὑτωσί· εἰ τὸ μὴ λευκὸν γίνοιτο, ἐκ μὴ λευκοῦ ἂν γίνοιτο, τὸ δὲ μὴ λευκὸν μὴ ὄν ἐστι, τὸ μὴ λευκὸν ἄρα γενήσεται ἐκ μὴ ὄντος. οὐδὲν δὲ ἐκ μὴ ὄντος κατὰ τὴν τῶν φυσιολόγων δόξαν γίνεται. οὐκ ἄρα τὸ μὴ λευκὸν ἐκ μὴ λευκοῦ ἤτοι ἐκ μὴ ὄντος γενήσεται· ἐξ ὄντος ἄρα. ἀλλ’ εἰ τὸ μὴ λευκὸν μὴ ὂν ἔσται, δηλονότι τὸ λευκὸν ὄν· ὥστε ἐπειδὴ δεῖ τὸ γινόμενον ἐξ ὄντος γίνεσθαι, ἔσται ἐξ οὗ τὸ μὴ λευκὸν γίνεται λευκόν, ταὐτὸν δὲ εἰπεῖν ὄν· καθὸ δὲ πάλιν τὸ μὴ λευκὸν ἐκ μὴ λευκοῦ γίνεται κατ’ ἐκείνους. ἔσται τὸ ἐξ οὗ γενήσεται τὸ μὴ λευκὸν μὴ λευκόν· τὸ ἄρα ἐξ οὗ τὸ μὴ λευκὸν γίνεται ἔστι καὶ λευκὸν καὶ οὐ λευκόν, καὶ τὸ ἐξ οὗ τὸ γλυκὺ καὶ γλυκὺ καὶ μὴ γλυκύ· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. εἰ δὲ τοῦτο, συναληθεύει ἡ ἀντίφασις. ταύτην δὴ λύων τὴν ἀπορίαν λέγει ὅτι ἀληθές ἐστι τὸ λέγειν ὅτι τὸ μὴ λευκὸν ἐκ τοῦ μὴ ὄντος γίνεται, ἀλλ’ οὐκ ἐκ τοῦ ἀπλῶς μὴ ὄντος ἀλλ’ ἐκ τοῦ τὶ μὲν ὄντος τὶ δὲ μὴ ὄντος. εἴρηται δὲ περὶ τούτων ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως. ἀπορήσειε δ’ ἄν τις πρὸς τὰ ἐν ἀρχῇ τῆς λέξεως λεγόμενα, πῶς φησι τὸ μὴ λευκὸν ἐκ τοῦ τελείως λευκοῦ γίνεσθαι· γίνεται γὰρ μὴ λευκόν τι, οἷον τὸ φαιόν, ἐκ μὴ λευκοῦ, οἷον τοῦ μέλανος. ἤ, οἶμαι, πρὸς τὴν ἡμετέραν φαντασίαν ἀποβλέψας τοῦτο εἴρηκεν· ἐπειδὴ γὰρ πᾶν τὸ γινόμενον ἐκ τῆς ἀποφάσεως αὐτοῦ γίνεται, ἅμα τῷ ἀκοῦσαι ὅτι γίνεται μὴ λευκόν, εὐθὺ τὴν ἀπόφασιν αὐτοῦ τὸ λευκὸν φανταζόμεθα. Τό γε μὴν ὁμοίως προσέχειν ταῖς δόξις καὶ ταῖς φαντασίαις τῶν πρὸς αὑτοὺς ἀμφισβητούντων εὔηθες. Τὸ πρὸς αὑτοὺς σημαίνει τὸ πρὸς ἀλλήλους. τὸ δὲ λεγόμενόν ἐστι λύσις τοῦ λέγοντος λόγου τὸ αὐτὸ καὶ ἀγαθὸν καὶ οὐκ ἀγαθόν, καὶ λευκὸν καὶ μὴ λευκόν, διὰ τὸ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἅπαντας γινώσκειν. φησὶ δὴ ὅτι τὸ προσέχειν ταῖς δόξαις τῶν πρὸς ἀλλήλους ἀμφισβητούντων * * παντελῶς γὰρ ἀλόγιστον τὸ λέγειν τὸ αὐτὸ γλυκὺ καὶ οὐ γλυκὺ διὰ τὸ τῷ μὲν ὑγιαίνοντι δοκεῖν γλυκὺ τῷ δὲ νοσοῦντι μὴ γλυκύ. δῆλον γὰρ ὡς οἱ νοσοῦντες ψεύδονται· ὅτε γὰρ καὶ ὑγίαινον, οὐκ ἐδόκει αὐτοῖς μὴ γλυκὺ ἀλλὰ γλυκύ. δοκεῖ δὲ αὐτοῖς, ἐπειδὰν νοσήσωσι, πικρὸν διὰ τὸ λωβηθῆναι αὐτῶν τὸ αἰσθητήριον καὶ κριτήριον τῶν τοιούτων χυμῶν. τούτου δ’ οὕτως ἔχοντος | τοὺς μὲν ὑγιαίνοντας, ἅτε τὸ αἰσθητήριον ἔχοντας ὑγιές, νομιστέον μέτρον τῶν πραγμάτων, καὶ τοιαῦτα λεκτέον τὰ πράγματα, οἷα ἄν αὐτοὶ εἶναι φῶσι, τοῖς δὲ νοσοῦσι μὴ πειστέον. ὁμοίως καὶ ἐπὶ ἀγαθοῦ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ· ὅσα γὰρ ἄν εἴπωσιν ἀγαθὰ οἱ σπουδαῖοι, ταῦτα καὶ λεκτέον ἀγαθά, ὅσα δ’ ἄν οἱ φαῦλοι, οὐ ῥητέον· ὡς γὰρ ἔχουσιν οἱ ὑγιαίνοντες πρὸς τοὺς νοσοῦντας, οὕτως οἱ σπουδαῖοι πρὸς τοὺς φαύλους. οὐδὲν γὰρ διαφέρει τοῦτο ἀξιοῦν ἢ τὰ φαινόμενα τοῖς ὑπὸ τὴν ὄψιν ὑποβάλλουσι. Τὸ λεγόμενόν ἐστιν ὅτι τὸ λέγειν ὡς, ἐπειδὴ τῷ ὑγιαίνοντι φαίνεται γλυκὺ τὸ μέλι, τῷ νοσοῦντι δὲ πικρόν, ἔστι τὸ αὐτὸ καὶ γλυκὺ καὶ πικρόν, τοῦτο οὐδὲν διαφέρει τοῦ λέγειν ὡς, ἐπειδὴ τὸν δάκτυλον ὑποβαλὼν καὶ κινήσας τὴν ὄψιν, τὸ ἓν δύο μοι φαίνεται, ἄν δὲ μὴ κινῶ, πάλιν ἐν ἐστι, τὸ αὐτὸ καὶ ἓν καὶ οὐχ ἕν· ἄτοπον γὰρ τὸ λέγειν ὅτι τὸ ἓν δύο ἐστίν, ἐπειδὴ ἠρεμοῦσα ἡ ὄψις ἓν αὐτὸ ὁρᾷ κινουμένη δὲ καὶ παραφερομένη δύο. ὡς οὖν τοῦτο γελοῖον, οὕτω καὶ τὸ λέγειν ὅτι τὸ αὐτὸ καὶ γλυκύ ἐστι καὶ οὐ γλυκὺ διὰ τὸ τῷδε μὲν φαίνεσθαι γλυκὺ τῷδε δὲ οὐ γλυκύ. ταῦτα εἰπὼν λέγει ὅλως δὲ ἄτοπον διὰ τὸ ὁρᾶν ὅτι τὰ δεῦρο καὶ περὶ τὴν γῆν ἐν ῥοῇ ἐστιν, ἀπὸ τούτων τοιαῦτα ἀποφαίνεσθαι κατὰ τῆς ἀληθείας. ἔδει δὲ μᾶλλον ἐκ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ μηδεμίαν μεταβολὴν ποιουμένων πλὴν τὴν κατὰ τόπον, ἐκ τούτων τἀληθῆ θηρεύειν. κόσμον δὲ λέγοι ἄν τὰς σφαίρας καὶ τοὺς ἐν αὐταῖς ἀστέρας. Ἕτι δ’ εἰ κίνησίς ἐστι καὶ κινούμενόν τι, κινεῖται δὲ πὰν ἐκ τινος. Καὶ τοῦτο κατὰ τῶν λεγόντων συναληθεύειν τὴν ἀντίφασιν. λέγει δὲ ἐπειδὴ κινήσεως οὔσης ἀνάγκη εἶναι καὶ κινούμενόν τι, πᾶν δὲ τὸ κινούμενον ἔκ τινος εἴς τι κινεῖται, ἐπειδὴ ταῦθ’ οὕτως ἔχει, δεῖ ἄρα τὸ κινούμενον εἶναι ἐν ἐκείνῳ, τουτέστι συμβαίνει ἄρα κατὰ τοὺς φάσκοντας συναληθεύειν τὴν ἀντίφασιν, εἶναι τὸ κινούμενον εἰς ὃ κινεῖται καὶ μὴ εἶναι, ὁμοίως εἶναι ἐν ᾧ ἐκινήθη καὶ μὴ εἶναι. πῶς δὲ τοῦτο συμβαίνει, οὕτως ἔσται δῆλον. ἐπεὶ γὰρ τὸ ἔκ τινος κινηθῆναι μέλλον ἠρεμοῦν ἐν ἐκείνῳ ἐξ ἐκείνου κινεῖται, καθὸ ἐν ἐκείνῳ ἠρεμεῖ, ἔστιν ἐν ἐκείνῳ καὶ οὐκ ἔστι, διὰ τὸ συναληθεύειν τὴν ἀντίφασιν. εἰ γὰρ μέλλει τι κινεῖσθαι ἐκ λευκοῦ, ἔστιν ἐν τῷ λευκῷ καὶ ἠρεμεῖ ἐν αὐτῷ. ἀλλ’ ἐπεὶ κατ’ αὐτοὺς ἐπὶ τοὐ λευκοῦ ἀληθεύει καὶ τὸ μὴ λευκόν, οὐκ ἔσται ἐν τῷ λευκῷ· ἔστιν ἄρα ἐν τῷ λευκῷ καὶ οὐκ ἔστιν. πάλιν ἐπεὶ κινεῖται εἰς τὸ μέλαν, οὐκ ἔστι μέλαν· ἀλλ’ ἐπεὶ τὸ μὴ μέλαν κατ’ αὐτοὺς καὶ μέλαν ἐστί, κινεῖται εἰς τὸ μέλαν καὶ γίνεται ἐν τούτῳ, τουτέστι καὶ | ἔστιν ἐν τῷ μέλανι· τὸ γὰρ γίνεται ἀντὶ τοῦ ἔστιν εἴληπται αὐτῷ νῦν. τὸ δὲ ἐπαχθὲν τούτοις τὸ τὸ δὲ κατὰ τὴν ἀντίφασιν μὴ ἀληθεύεσθαι κατ’ αὐτοὺς πάνυ πολλὴν ἀσάφειαν ἐνεποίησεν. κεῖται γὰρ τὸ τό ἄρθρον καὶ ὁ δέ σύνδεσμος ἀντὶ τοῦ ἢ συνδέσμου· ἔδει γὰρ ἀντὶ τοῦ τὸ δὲ κατὰ τὴν ἀντίφασιν εἶναι ἢ κατὰ τὴν ἀντίφασιν μὴ συναληθεύεσθαι. καὶ εἴη ἄν τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· εἰ ἔστι κίνησις καὶ κινούμενόν τι, κινεῖται δὲ πᾶρ ἔκ τινος εἴς τι, ἢ ἔσται διὰ τὰ ὐπ αὐτῶν λεγόμενα τὸ κινούμενον, ἐξ οὗ κινεῖται, καὶ οὐκ ἔσται, ἢ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν. εἰ οὖν ἐκεῖνα ἀδύνατα, ἀληθὲς ἂν εἴη τὸ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν. Καὶ εἰ κατὰ τὸ ποσὸν συνεχῶς τὰ δεῦρο ῥεῖ καὶ κινειται. Ἐπειδὴ τὰ πράγματα διὰ μὲν τὸ εἶδος ἔχουσι καὶ τὸ εἶναι καὶ τὸ λέγεσθαι ὃ λέγονται, διὰ δὲ τὴν ὕλην (ταύτην γὰρ εἶπε ποσόν, ὥσπερ ὀλίγον εἴποι ἂν τὸ εἶδος ποιόν) διὰ οὖν τὴν ὕλην ἔχουσι τὸ συνεχῶς ῥεῖν, λέγει ὡς εἴ τις συγχωρήσει τὰ δεῦρο συνεχῶς κατὰ τὴν ὕλην ῥεῖν καίπερ οὐκ ὂν ἀληθές (οὔτε γὰρ τὰ αὐξόμενα καὶ εἰς ἐπίδοσιν ἀγόμενα ῥεῖ, οὔτε μὴν λίθοι καὶ ἄλλα πάμπολλα), διὰ τί κατὰ τὸ ποιὸν καὶ τὸ εἶδος οὐκ ἄν μένοι; τὸ γὰρ ποιὸν ἤτοι τὸ εἶδος καὶ ἡ οὐσία οὐ ῥεῖ, ἀλλὰ τὸ αὐτὸ μένει. εἰ οὑν φαίνονται οὔτοι κατηγορουντες κατὰ του αυτου και ἑνὸς τὰ κατὰ τὰς ἀντιφάσεις, τουτέστι τὰς ἀντιφάσεις, ἐκ τοῦ ὑπειληφέναι τὸ ποσὸν καὶ τὴν ὕλην μὴ μένειν, μένει δὲ τὸ ποιὸν καὶ τὸ εἶδος καὶ ὡρισμένον τυγχάνει, δι’ οὗ καὶ τὸ εἶναι τοῖς πράγμασι δίδοται, διὰ τοῦτο μᾶλλον οὐκ ἂν λεχθείη ἐπ’ αὐτῶν ἡ ἀντίφασις. εἰ γὰρ διὰ τὸ ὑπολαμβάνειν αὐτὰ συνεχῶς ῥεῖν φασι συναληθεύειν τὴν ἀντίφασιν, εἰ μὴ ῥεῖ, οὐ συναληθεύσει. ἔτι, φησίν, εἰ συναληθεύει ἡ ἀντίφασις, ἔσται ὁ ἄρτος καὶ μὴ ἄρτος. ὅταν οὖν προστάξῃ αὐτοῖς ὁ ἰατρὸς φαγεῖν ἄριον καὶ προσενέγκωσιν αὐτοῖς ἄρτον, διὰ τί οὔ φασιν ὅτι τουτὶ ἄρτος οὐκ ἔστι καὶ ἀπόφερε τοῦτον, ἀλλὰ προσίενται ὡς ἄρτον καὶ ἐσθίουσιν; ἐξ αὐτῶν δὴ τῶν ἔργων δεικνύουσιν ὅτι οὐχ ὡς λέγουσιν οὕτω καὶ φρονοῦσιν. τὸ δὲ οὐδὲν ἄν οιεχοι φαγεῖν τὸ οιεχοι ἀντὶ του οιαφεροι. οὐδὲν ἄν οὖν διαφέροι φαγεῖν καὶ μὴ φαγεῖν, εἴ γε τὸ φαγεῖν ταὐτὸν τῷ μὴ φαγεῖν. τὸ δὲ καίτοι οὐκ ἔδει μὴ διαμενούσης παγίως μηδεμιᾶς φύσεως ἀντὶ τοὐ οὐκ ἔδει ὃ προσφέρονται ὡς ἄρτον εἶναι ἄρτον μηδὲν κατ’ αὐτοὺς ἐν ταὐτότητι μένον ἐν οὐδενὶ χρόνῳ. ἔτι, φησίν, ἐπεὶ συνεχῶς κατ’ αὐτοὺς ἀλλοιούμεθα καὶ μηδέποτε διαμένομεν οἱ αὐτοί, διὰ τοῦτο οὐδέποτε ἡμῖν τὰ αὐτὰ φαίνεται καὶ οὐ διὰ τὸ τὰ πράγματα εἶναι καὶ ἡδέα καὶ μὴ ἡδέα καὶ ἀγαθὰ καὶ μὴ ἀγαθά. ὡς γὰρ τοῖς κάμνουσι διὰ τὸ μὴ ὁμοίαν ἔχειν τὴν ἕξιν νῦν τε | κάμνουσι καὶ πρότερον ὅτε ὑγίαινον οὐχ ὁμοίως φαίνονται τὰ κατὰ τὰς αἰσθήσεις ἀπὸ τῶν αἰσθητῶν ἐγγινόμενα αἰσθήματα, τὸν αὐτὸν δὴ τρόπον ἀναγκαῖόν ἐστιν ἔχειν, καὶ προσυπακουστέον τοῦ καὶ ἐφ’ ἡμῖν· ὥστε τὰ μὲν πράγματα τὰ αὐτά ἐστιν, ἡμῖν δ’ ἄλλτοε ἄλλα φαίνεται τῆς εἰρημένης, λέγω δὴ συνεχοῦς, μεταβολῆς γινομένης ἐν ἡμῖν. εἰ δὴ συνεχῶς ἡμάς λέγει τις μεταβάλλειν, τὰ εἰρημένα ἕψεται. εἰ δὲ μὴ μεταβάλλομεν ἀλλ’ οἱ αὐτοὶ διατελοῦμεν ὄντες καὶ ἐν ταυτόητι ὑπάρχοντες, εἰσὶν ἄρα τινὰ μένοντα καὶ μὴ ῥέοντα, περὶ ἃ οὐκ ἂν συναληθεύοι ἡ ἀντίφασις. Πρὸς μὲν οὗν τοὺς ἐκ λόγου τὰς ἀπορίας ἔχοντας οὐ ῥᾴδιον διαλῦσαι μὴ τιθέντων τι. Διδάσκει ἡμᾶς διὰ τούτων τίνες τῶν ταῦτα λεγόντων εὐίατοί τέ εἰσι καὶ ταύτης ἀποσχέσθαι τῆς δόξης δύνανται, τίνες δὲ οὔ. ὅσοι μὲν οὖν, φησίν, οὕτω διετέθησαν ὑπὸ τῶν πεισάντων αὐτοὺς λόγων ὥστε μὴ μόνον λέγειν ὅτι ὁ δεικνὺς λόγος ὅτι τὸ αὐτὸ καὶ λευκὸν καὶ οὐ λευκόν ἐστιν ἀληθὴς καὶ ἀναντίρρητός ἐστιν, ἀλλὰ λέγειν ὅτι καὶ τουτὶ ὅπερ ὁρῶ καὶ ὡς ἄνθρωπον ὁρῶ καὶ ὡς μὴ ἄνθρωπον, πρὸς τούτους οὐ ῥᾴδιον ἢ καὶ ὅλως ἀδύνατον διαλῦσαι τοὺς δι’ ὧν ἀνεπείσθησαν ταῦτά τε λέγειν καὶ φρονεῖν λόγους, μὴ τιθέντων αὐτῶν μηδὲ συγχωρούντων τι, μήτε μὴν ἀπαιτούντων λόγον ὃς ἂν λῦσαι δυνηθείη τοὺς δι’ ὧν ἀνεπείσθησαν λόγους. εἰ γὰρ τοσοῦτον αὐτοὺς ἠσπάσαντο ὥστε μηδὲ τῇ ἑαυτῶν αἰσθήσει πιστεύειν, ἀλλὰ λέγειν ὅτι ὃν ὁρῶ Σωκράτην καὶ ὡς ἄνθρωπον αὐτὸν ὁρῶ καὶ ὡς μὴ ἄνθρωπον, πῶς ἄν οὗτοι ἀνέξονται ἀκοῦσαί τινος τἀναντία κατασκευάζοντος ἢ ὅλως συγχωρήσαιέν τι; εἰ δὲ μὴ τίθενται μηδὲ συγχωροῦσί τι, πῶς ἂν αὐτοὺς λύσομεν; πᾶς γὰρ λόγος καὶ πᾶσα ἀπόδειξις ἐκ τοῦ τιθέναι τι καὶ ὁμολογεῖν γίνεται. ἐλλιπῶς δὲ πάνυ εἴρηται ἐν ἀρχῇ ἡ λέξις ἡ λέγουσα πρὸς μὲν οὖν τοὺς ἐκ λόγου τὰς ἀπορίας ἔχοντας οὐ ῥᾴδιον διαλῦσαι μὴ τιθέντων τι· ἐλλείποι δὲ ἂν τὸ καὶ λέγοντας αὐτοῖς φαίνεσθαι καὶ τὰ πράγματα τοιαῦτα. ὥστε ἔσται τὸ πλῆρες τοιοῦτον· πρὸς μὲν οὖν τοὺς ἔχοντας ἀπορίας ἐκ λόγου τινὸς γενομένου πρὸς αὐτούς, καὶ πείσαντος αὐτοὺς λέγειν ὅτι καὶ τὰ πράγματα αὐτοῖς τοιαῦτα φαίνεται οἷα καὶ λέγουσι, πρὸς δὴ τοὺς τοιούτους λόγος καὶ ἔλεγχος οὐκ ἔστι. πρὸς δὲ τοὺς ἀποροῦντας καὶ λέγοντας ὅτι τουτὶ μὲν ἄνθρωπός ἐστιν, οὐ φαίνεται δὲ ἡμῖν καὶ μὴ ἄνθρωπος, ἀλλὰ διὰ τοὺς πεπεικότας ἡμᾶς λόγους λέγομεν γομεν αὐτὸ καὶ ἄνθρωπον καὶ μὴ ἄνθρωπον, πρὸς τούτους ῥᾴδιον ἀπαντᾶν καὶ λύειν τὰ τούτων ἄπορα ἐκ τῶν προειρημένων· οὗτοι γὰρ διὰ τὸ πιστεύειν τῇ αἰσθήσει διψῶσιν ἀκοῦσαι καὶ λόγου σύμφωνα τοῖς φαινομένοις φθεγγομένου. | ὥστε φανερὸν ἐκ πάντων τῶν εἰρημένων ὅτι οὐκ ἐνδέχεται τὰς ἀντικειμένας φάσεις περὶ τοῦ αὐτοῦ καθ’ ἕνα χρόνον ἀληθεύειν, οὐδὲ τὰ ἐναντία, διὰ τὸ λέγεσθαι κατὰ στέρησιν καὶ ἕξιν· στέρησιν δὲ καὶ ἕξιν τοῦ αὐτοῦ ἅμα εἶναι οὐκ ἐνδέχεται. ὅτι δὲ τἀναντία κατὰ στέρησιν λέγεται, δῆλον, φησίν, ἐπ’ ἀρχὴν τοὺς λόγους ἀναλύουσι τοὺς τῶν ἐναντίων, τουτέστι τοὺς λόγους λαμβάνουσι τῶν ἐναντίων· εἰ γάρ ἐστιν ὑγίεια συμμετρία θερμῶν καὶ ξηρῶν, ἔσται ἡ νόσος ἀσυμμετρία τούτων, ἡ δ’ ἀσυμμετρία στέρησίς ἐστι συμμετρίας. οὔτε δὴ τὰ ὡς στέρησις καὶ ἕξις ἐναντία ἅμα κατηγορεῖσθαι κατὰ τοῦ αὐτοῦ ἐνδέχεται, οὔτε μὴν τῶν ἀνὰ μέσον οὐδὲν ἐναντίων (λέγει δὲ τὸ καὶ τὰ τοιαῦτα) οἷόν τε κατηγορεῖσθαι ἅμα καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ. εἰ γάρ ἐστι τόδε λευκόν, οὐχ οἷόν τε λέγειν αὐτὸ οὔτε μέλαν οὔτε λευκόν, τουτέστιν εἰ ἔστι λευκόν, οὐχ οἷόν τε λέγειν αὐτὸ καὶ φαιόν· συμβήσεται γὰρ εἶναι τὸ αὐτὸ λευκὸν καὶ μὴ λευκόν. ἐπεὶ δὲ συνέπλεξε τὸ μέλαν καὶ λευκὸν καὶ εἶπεν οὔτε μέλαν οὔτε λευκόν, εἶτα εἰπὼν ὅτι ψεῦδος τὸ λευκὸν οὔτε μέλαν οὔτε λευκὸν λέγειν ἐπήγαγε θάτερον γὰρ τῶν 8 ἠσπάσαντο L: ἐσπάσαντο Α 9 ὅτι L: om. Α 11 μηδὲ L: μὴ συμπεπλεγμένων ἀληθεύεται κατ’ αὐτοῦ, ἤτοι τὸ ἕτερον, τουτέστι τὸ λευκόν, ἀληθεύεται κατὰ τοῦ λευκοῦ, καὶ οὐ τὸ ἀνὰ μέσον ἤτοι τὸ φαιόν, τὸ δὲ τοῦτο δ’ ἐστὶν ἀντίφασις τοῦ λευκοῦ εἴρηκε διὰ τὸ οὐ λευκόν, καὶ εἰ ἔστι τὸ οὐ λευκὸν ἀντίφασις τοῦ λευκοῦ, οὐκ ἂν· ἀληθεύσοι κατὰ τοῦ λευκοῦ· δέδεικται γὰρ ὡς ἀδύνατον τὰς ἀντιφάσεις ἀληθεύειν. ἀληθεύσει ἄρα κατὰ τοῦ λευκοῦ αὐτὸ τὸ λευκόν· ἀληθὲς γὰρ τὸ τὸ λευκὸν λέγειν λευκόν. καὶ συμπεραίνεται λέγων οὔτε δὴ καθ’ ῾ Ηράκλειτον λέγοντας ἐνδέχεται ἀληθεύειν (καὶ εἴη ἄν τὸ οὔτε δὴ εἰ τὸ αὐτὸ λέγομεν ἀγαθὸν καὶ οὐκ ἀγαθόν, ὥσπερ ῾ Ηράκλειτος, ἀληθεύσομεν), οὔτε κατὰ Ἀναξαγόραν. εἰ δὲ οὕτω λέγοντες ὡς ἐκεῖνοι ἔλεγον ἀληθῆ λέγειν ὑπολάβοιμεν, συμβήσεται τἀναντία τοῦ αὐτοῦ κατηγορεῖν, ὅπερ ἐδείχθη ἀδύνατον. πῶς δὲ καὶ κατὰ Ἀναξαγόραν τὰ ἐναντία ἐν τῷ αὐτῷ ἅμα εἶναι συμβαίνει, λέγει. ὅταν γὰρ ἐν παντὶ καὶ τῷ τυχόντι πράγματι λέγῃ ὁ Ἀναξαγόρας εἶναι πάντα καὶ γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν καὶ ἁπλῶς πάντα (πάντα γὰρ ἐν πᾶσι καὶ οὐ ἀλλ’ ἐνεργείᾳ καὶ ἀποκεκριμένα καὶ καθ’ αὑτά), οὐδὲν ἕτερον λέγει ἢ τὰ ἐναντία ἐν τῶ αὐτῶ εἶναί. ῾Ομοίως δὲ οὐδὲ πάσας ψευδεῖς οὐδὲ ἀληθεῖς τὰς φάσεις ουνατον. Καὶ οἱ πάντα ἀληθῆ λέγοντες ψεύδονται καὶ οἱ πάντα ψευδῆ· φάσεις γὰρ τὰς περὶ τὰ πράγματα ὑπολήψεις φησίν. εἰ γὰρ πᾶσα φάσις ψευδής, δῆλον ὡς καὶ ἡ λέγουσα ὅτι πᾶσα φάσις ψευδὴς ψευδής ἐστιν· ὥστε ψεῦδος τὸ λέγειν πάσαν κατάφασιν ψευδῆ. εἰ δὲ πᾶσα κατάφασις ἀληθής, καὶ ἡ λέγουσα ὅτι πᾶσα κατάφασις ψευδὴς | ἀληθὴς ἔσται. εἰ δὲ ἀληθὲς τὸ πᾶσαν κατάφασιν ψευδῆ εἶναι ψεῦδος τὸ πᾶσαν κατάρασιν ἀληθῆ εἶναι. ὥστε καὶ τὸ λέγειν πᾶσαν ψευδῆ ψεῦδος καὶ τὸ λέγειν πᾶσαν ἀληθῆ. Πᾶσα δ’ ἐπιστήμη ζητεῖ τινας ἀρχὰς καὶ αἴτια. Τὸ προκείμενόν ἐστι δεῖξαι τίνι διαφέρει ἡ σοφία τῶν ἄλλων ἐπιστημῶν. δείκνυσι δὲ τὴν διαφορὰν αὐτῆς πρὸς τἀς ἄλλας διὰ τοῦ δεῖξαι ὅτι αἱ μὲν ἄλλαι ἐπιστῆμαι λαβοῦσαι μέρος τι τοῦ ὄντος ὡς ὑπάρχον καὶ ἀντότητος μετέχον δεικνύουσι τὰ καθ’ αὑτὸ συμβαίνοντα αὐτῷ ᾗ τοιοῦτόν ἐστιν καὶ οὐχ ᾗ ὄν. ἡ γὰρ γεωμετρία λαβοῦσα γραμμὰς σκοπεῖ τὰ συμβαίνοντα αὐταῖς ᾗ τοιαίδε εἰσίν, οἷον ᾗ ποσαὶ καὶ ἡ συνεχεῖς ἀλλ’ οὐχ ᾗ ὄντα· καὶ ἡ φυσικὴ δὲ τὰ ὧν ἐστι θεωρητικὴ οὐχ ᾗ ὄντα θεωρεῖ, ἀλλ’ ᾗ ἔχει ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως· καὶ αἱ ἄλλαι ὁμοίως. ὥστε τοῦτο διαφέρει ἡ σοφία τῶν ἄλλων ὅτι ἐκείνων ἡ μὲν τὰ ὑπ’ αὐτὴν θεωρεῖ ὡς ποσὰ καὶ ὡς συνεχῆ. ἡ δὲ ὡς κινούμενα ἄλλη δὲ ἄλλως, οὐδεμία δὲ σκοπεῖ ἢ δείκνυσι τίς φύσις συνεχοῦς καὶ τίς γραμμῆς, ἡ δὲ σοφία τὸ εἶναι καὶ τὴν φύσιν αὐτῶν θεωρεῖ καὶ ὅλως ᾗ ὄντα· ἡ γὰρ ἑκάστου φύσις τὸ εἶναι αὐτοῦ ἐστι. πᾶσα δή, φησίν, ἐπιστήμη ζητεῖ καὶ λαμβάνει ἀρχάς, ἀλλ’ οὐδεμία τούτων οὔτε τὰς ἀρχὰς οὔτε τὰ ἐκ τῶν ἀρχῶν ᾗ ὄντα ἐστὶ θεωρεῖ, ὥσπερ εἴπομεν, ἀλλ’ ἑτέρα τίς ἐστι, τουτέστιν ἡ σοφία, ἡ θεωροῦσα τὰς φύσεις καὶ τοὺς ὁρισμοὺς καὶ ὅλως τὸ εἶναι αὐτῶν τί ποιέ ἐστι. τῶν δὲ λεχθεισῶν ἐπιστημῶν, ἰατρικῆς καὶ φυσικῆς καὶ μαθηματικῆς καὶ τῶν λοιπῶν, τούτων ἑκάστη λαβοῦσα τὸ τί ἐστιν ἤτοι τὸν ὁρισμὸν ἑκάστου γένους ὡς προφανῶς ὄντα αὐτοῦ (τὸ γὰρ μῆκος ἀπλατὲς ὅτι ὁρισμός τῆς γραμμῆς οὐκ ἀποδείκνυσιν ὁ μαθηματικὸς ἀλλ’ ὁμολογούμενον λαμβάνει ὅτι τῆς γραμμῆς ἐστι), τούτων δὴ ἑκάστη ὁμολογούενον λαβοῦσα ὅτι ὅδε ὁ ὁρισμὸς ἢ ἡ ὑπογραφὴ τῆσδε τῆς ἀρχῆς ἐστι, δείκνυσι τὰ ὑπὸ τὰς ἀρχ’ ἅς, ἡ μὲν μαλακώτερον ὡς ἡ ἀστρονομία, ἡ δ’ ἀκριβέστερον ὡς ἡ γεωμετρία. ἀλλ’ οὐδὲ πᾶσαι ὁμοίως τὰς ἀρχὰς λαμβάνουσιν, ἀλλ’ ἡ μὲν φυσικὴ φέρε εἰπεῖν δι’ αἰσθήσεως λαβοῦσα ὅτι τὸ πῦρ θερμὸν καὶ ξηρόν, τὸ δ᾿ ὕδωρ ψυχρὸν καὶ ὑγρόν, σκοπεῖ τὰ ἔργα αὐτῶν καὶ τὰ πάθη, ἡ δὲ γεωμετρία οὐκ ἀπὸ αἰσθήσεως, ἀλλ’ ὑπέθετο ὅτι ἔστω σημεῖον οὗ μέρος οὐθέν. καὶ ἐπεὶ πᾶσαι αἱ ἐπιστῆμαι. ὡς εἴρηται, οὔτε τοὺς τῶν οἰκείων ἀρχῶν ὁρισμοὺς ἀποδεικνύουσιν, ἀλλ’ ὁμολογούμενον λαμβάνουσιν ὅτι ὅδε ὁ ὁρισμὸς τοῦδέ ἐστιν, οὔτε μὴν τοὺς ἐκ τῶν ἀρχῶν (καὶ γὰρ ὁμολογουμένους λαμβάνουσι), φανερόν ἐστιν ἐκ τῆς τοιαύτης ἐπαγωγῆς ὅτι τῆς οὐσίας καὶ τοῦ τί ἐστιν ἤτοι τοῦ ὁρισμοῦ οὐκ ἔστιν ἀπόδειξις. τοῦτο δὲ ἦν ἓν τῶν ζητουμένων· ἐζητεῖτο γὰρ πότερον ἔστιν ἀπόδειξις τοῦ τί ἔστιν ἢ οὔ. ἀλλ’ ἡ μὲν τῶν προκειμένων διάνοια οἶμαι τοιαύτη. ποιγτικὴν δὲ λέγει ἐπιστήμην οἰκοδομικὴν τεκτονικὴν καὶ ἁπλῶς πάσας ὧν μετὰ τὴν πρᾶξίν ἐστιν ἔργον τι καὶ ποίημα μένον· πρακτικὴ δέ ἐστιν ἧς μετὰ τὴν πρᾶξιν οὐδέν ἐστιν, ὁποία ἐστὶν ἥ τε ὀρχηστικὴ καὶ ἡ κιθαριστική, περὶ ὤν ἐν τοῖς ἠθικοῖς τοῖς ἐπιγραφομένοις Νικομαχείοις εἴρηται ἀκριβῶς. τοῦ δὲ ἑκάστη γὰρ τούτων περιγραψαμένη τι γένος αὐτὴ περὶ τοῦτο πραγματεύεται ὡς ὑπάρχον καὶ ὂν τὸ ὡς ὑπάρχον καὶ ὂν οὐ τοῦτό φησιν ὅτι ὃ περιεγράψατο καὶ ἔλαβεν οἷον ἡ γεωμετρία ᾗ ὂν τοῦτο σκοπεῖ, ἀλλὰ λέγοι ἄν ὅτι ὃ περιεγράψατο ὡς ὑπάρχον λαβοῦσα καὶ ὀντότητος μετέχον, ἀλλ’ οὐχ ὡς ἀνύπαρκτον, σκοπεῖ τὰ τούτῳ συμβεβηκότα καθ’ αὑτό, ἡ δὲ πρώτη φιλοσοφία ᾗ ὄντα αὐτὰ θεωρεῖ. Ἐπεὶ δὲ ἔστι τις ἡ περὶ φύσεως ἐπιστήμη, δῆλον ὅτι καὶ πρακτικῆς ἑτέρα καὶ ποιητικῆς ἔσται. Εἰπὼν τίνι διαφέρει ἡ σοφία τῶν ἄλλων ἐπιστημῶν λέγει καὶ τὴν διαφορὰν τῆς φυσικῆς πρὸς τὰς πρακτικὰς καὶ ποιητικάς. εἴπομεν δὲ προσεχῶς τίνες αἱ πρακτικαὶ καὶ τίνες αἱ ποιητικαί. συλλογίζεται δὴ οὕ· τως. πάσης πρακτικῆς καὶ ποιητικῆς ἡ ἀρχὴ τῆς κινήσεως καθ’ ἣν ποιποιεῖται καὶ πράττεται τὰ ποιούμενα καὶ πραττόμενα ἐν ἄλλοις, ἤτοι τῷ ποι. οὗντι καὶ τῷ πράττοντί ἐστι. τῆς φυσικῆς ἡ ἀρχὴ οὐκ ἐν ἄλλῳ ἀλλ’ ἐν τοῖς ὑπὸ φύσεως γενομένοις ἐστίν. ἡ φυσικὴ ἄρα οὕτε πρακτικὴ οὗτε ποιητική ἐστι. καὶ ὅτι μὲν τῆς ποιητικῆς ἡ ἀρχ.ὴ καὶ πρακτικῆς οὐκ ἔστιν ἐν τῷ ποιουμένῳ καὶ πραττομένῳ, δῆλον· οὐ γάρ ἐστιν ἡ τοῦ οἰκοδοῳῖσθαι τὴν οἰκίαν ἀρχὴ ἐν τῇ οἰκία ἀλλ’ ἐν τῷ οἰκοδόμῳ, οὐδὲ τῆς ὀρχήσεως ἐν τῇ ὀρχήσει ἀλλ’ ἐν τῷ ὀρχουμένῳ , οὐδὲ τῆς κιθαρίσεως ἐν τῇ κιθάρᾳ ἀλλ’ ἐν τῷ κιθαρίζοντι. ὅτι δὲ καὶ ἡ τῆς φυσικῆς ἀρχὴ καθ’ ἣν τὰ φυσικῶς γινόμενα γίνεται ἐν τοῖς γινομένοις ἐστίν, οὐδεὶς τῶν καὶ μετρίως ἡμμένων λόγου ἀγνοεῖ· ἔστι γὰρ ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτως καθ’ αὑτὸ πέφυκε καὶ μὴ κατὰ συμβεβηκός. κατὰ δὲ τὴν λέξιν τὴν καὶ τοῦτό ἐστιν εἴτε τέχνη τις εἴτε ἄλλη τις δύναμις τέχνη μὲν ἡ οἰκοδομική, ἄλλην δέ τινα δύναμιν λέγοι ἄν τὴν τῶν ἀλόγων ζῴων φυσικὴν ὁρμήν, καθ’ ἣν ὁ ἀράχνης ἐργάζεται τὸ ἀράχνἱιν καὶ ἡ χελιδὼν τἀς νεοττιάς· ταῦτα γὰρ οὐ τέχνῃ ἐργάζεται ἀλλὰ φυσικῇ τινι ὁρμῇ. ἐπεὶ δὲ πᾶσα ἐπιστήμη ἢ θεωρητική ἐστιν ἢ πρακτικὴ ἢ ποιητική, ἡ δὲ φυσικὴ ἐπιστήμη οὖσα οὔτε πρακτική ἐστιν ουντε ποιητική, ἔστιν ἄρα θεωρητική. τὸ γὰρ εἰς ἓν τούτων τῶν γενῶν ἀνάγκη πίπτειν δηλωτικόν ἐστι τοῦ ἀνάγκη ἢ θεωρητικὴν ἢ πρακτικὴν ἢ ποιητικὴν τὴν φυσικὴν εἶναι. ταῦτα εἰπὼν ὡς θεο|λόγος καὶ ὑπεραναβεβηκὼς πάντων τῶν ἐπισ-rluιόνων λέγει καὶ πῶς ὁ φυσικὸς τρόπον τινά (οὐ γὰρ ὡς θεόλογος) ὀφείλει ὁρίζεσθαι. ἐπειδὴ γάρ, φησί, τὸ τί ἐστιν ἀναγκαῖον ἑκάστῃ πως τῶν ἐπιστημῶν εἰδέναι (τὸ δὲ πῶς προσκείμενον μηνυτικόν ἐστι τοῦ ἀναποδείκτως), ἐπεὶ οὖν ἀναγκαῖον ἑκάστῃ τῶν ἐπιστηῶν εἰδέναι τὸ τί ἐστι, δεῖ ut, λανθάνειν ὅπως ὁ φυσικὸς ὁριεῖται καὶ πῶς τὸν τῆς οὐσίας ὁρισμὸν λήψεται , πότερον ὣς τὸ σιμὸν ἢ ὡς τὸ κοῖλον. ἤ, φησίν, ὡς τὸ σιμόν· τὸ μὲν γὰρ σιμὸν ἀεὶ μετὰ τῆς ἐν αὐτῷ ὑποκειμένης ὕλης τῆς ῥινὸς ὁριζόμεθα· φαμὲν γὰρ ὅτι σιμότης ἐστὶ κοιλότης ἐν ῥινί. καὶ τοῦτο ποιοῦμεν διὰ τὸ ὡρισμένον εἶναι τὸ τῆς σιμότητος ὑποκείμενον· ἡ γὰρ σιμότης ἀεὶ ἐν ῥινί ἐστι. τὸ δὲ κογͅον ἐπειδὴ καὶ ἐν χαλκῷ καὶ ξύλῳ καὶ γῇ καὶ οὐρανῷ καὶ κύκλῳ καὶ σχεδὸν ἐν ἅπασιν εὑρίσκεται, διὰ τὸ μὴ ἔχειν ὡρισμένον ὑποκείμενον χωρὶς ὕλης αὐτὸ ὁριζόμεθα. ὡς οὖν τὸν ὁριζόμ̓νον τὸ σιμὸν ἀνάγκη εἰς τὸν ὁρισμὸν αὐτοῦ συμπεριλαβεῖν καὶ τὴν ὑποκειμένην αὐτῷ ὕλην, λέγω δὴ τὴν ῥῖνα, οὕτω καὶ τῷ φυσικῷ, εἴτε τὸ τῆς σαρκὸς εἷὸος ὁρίζεται εἴτε τὸ τοῦ ὀφθαλμοῦ εἴτε ἄλλου τινὸς φυσικοῦ εἴδους, ἀναγκαῖόν ἐστι λαβεῖν καὶ τὴν ὑποκειμένην αὐτοῖς ὕλην. ταῦτα εἰπὼν λέγει ῾ἐπεὶ δέδεικται ὡς ἔστι τις ἐπισιήμη τοῦ ὄντος ᾗ ὄν, τὸ δὲ κυρίως ὂν καὶ χωριστόν ἐστι καὶ πάντῃ ἄυλον, πότερον ταύτην τὴν ἀρχὴν ὁ φυσικὸς ἐπισκέψεται καὶ ζητήσει ἢ ὁ μαθηματικός;᾿ καὶ λέγει ὅτι οὔτε ὁ φυσικὸς οὔτε ὁ μαθηματικός. ἡ μὲν γὰρ φυσικὴ ἤτοι ὁ φυσικὸς περὶ τὰ κινήσεως ἔχοντα ἀρχὴν ἐν ἑαυτοῖς ἐστι, τὸ δὲ κυρίως ὄν, ἡ πρώτη καὶ ἄυλος ἀρχή, πάντῃ καὶ πάντως ἐστὶν ἀκίνητος. ἡ δὲ μαθηματικὴ θεωρητικὴ μέν ἐστιν ἀκινήτων καὶ μενόντων, ἀλλὰ μόνῃ τῇ ἐπινοίᾳ χωριστῶν, ἐν ὕλῃ δὲ ὄντων· ὥστε οὐδὲ ταύτης ἂν εἴη τὸ περὶ τῆς πρώτης ἀρχῆς θεωρεῖν. ἑτέρα ἄρα τίς ἐστι τῆς τε φυσικῆς καὶ μαθηματικῆς ἡ τὸ ἀκίνητον καὶ πάντῃ χωριστὸν θεωρεῖν σπεύδουσα. καὶ εἴπερ ἔστι, φησί, φύσις τις τοιαύτη χωριστὴ καὶ ἀκίνητος, ἐνταῦθα ἂν εἴη που καὶ τὸ θεῖον, τουτέστιν αὕτη ἂν εἴη ὁ θεός ὅς ἐστιν ἡ πρώτη καὶ κυριωτάτη ἀρχή. ἐκ δὴ τῶν εἰρημένων ὥσπερ πόρισμα ἡμῖν ἀνεφάνη ὅτι τρία ἐστὶ τὰ γένη τῶν θεωρητικῶν ἐπιστημῶν, μαθηματικὴ φυσικὴ θεολογική. καὶ τῶν μὲν πρακτικῶν καὶ ποιητικῶν ἐπιστημῶν ἢ τεχνῶν βέλτιστον τὸ τῶν θεωρητικῶν γένος, τῶν δ᾿ αὗ θεωρητικῶν βελτίστη πάλιν ἡ βελτίοσιν ἀρχαῖς χρωμένη, βελτίοσι δὲ ἀρχαῖς χρῆται ἡ τελευταία ῥηθεῖσα, τουτέστιν ἡ θεολογική. πρὸς τούτοις οὐκ ἀνοίκειον ἀλλ’ οἰκειότατόν τι ἀπορεῖ λέγων, πότερον ἐπεὶ ἡ μαθηματικὴ ὤρος τι τοῦ ὄντος λαβοῦσα καὶ ἡ φυσικὴ καὶ αἱ λοιπαὶ τὰ συμβεβηκότα τούτοις σκοποῦσιν, ἡ δὲ καθόλου, τουτέστι τοῦ ἄντος, οὐ μέρος τι τοῦ ὄντος σκοποῦσα ἀλλὰ τὸ ὂν ᾗ ὄν, ἄρα καθόλου ἐστὶν αὕτη ἡ ἐπιστήμη καὶ γένος τῆς τε μαθηματικῆς τῆς τε φυσικῆς καὶ τῶν λοιπῶν ἢ οὔ; εἰ μὲν γάρ, φησίν, ἦσαν αἱ φυσικαὶ οὐσίαι πρῶται τῶν ἄλλων, ἦν ἂν ἡ φυσικὴ ἡ πρώτη καὶ καθόλου ἐπιστήμη· εἰ δ᾿ ἐστὶν ἑτέρα τις φύσις προτέρα τῶν φυσικῶν οὐσιῶν καὶ χωριστὴ καὶ ἄυλος, ἑτέραν ἀνάγκη καὶ τὴν ἐπιστήμην αὐτῆς εἶναι καὶ προτέραν καὶ καθόλου. καὶ πῶς ταύτην εἶπε καθόλου, σαφηνίζων ἐπήγαγε τὸ τῶ προτέραν, δυνάμει λέγων οὕτως τὴν προκειμένην ἐπιστήμην φημὶ καθόλου, οὐχ ὡς κατηγορουμένην κατὰ τῶν λοιπῶν, ἀλλ’ ὡς προτέραν καὶ συναναιροῦσαν τὰς ἄλλας· ἀναιρεθείσης γὰρ τῆς θεολογίας δῆλον ὅτι ἀναιροῦνται καὶ αἱ ἀρχαὶ αὐτῆς· τῶν γὰρ ἀρχῶν μενουσῶν μένοι ἂν καὶ αὐτή. ἀλλὰ μὴν τῶν ἀρχῶν τῶν τῆς θεολογίας ἀναιρουμένων ἀναιροῦνται καὶ τὰ λοιπὰ ἅπαντα. επιστησον οὗν ὅτι ἐπεὶ τὴν θεολογίαν οὐχ ὡς κατὰ πλειόνων λεγομένην λέγει καθόλου, ἀλλ’ ὡς προτέραν καὶ συναναιροῦσαν τἀς ἄλλας, δῆλον ὅτι καὶ ὅτε τὸ ὂν καὶ κυρίως ἴως ὄν, τὴν πρώιην ἀρχήν φημι, καθόλου ἔλεγεν, οὐχ ὡς κατὰ πλειόνων λεγομένην οὕτως αὐτὴν ἔρασκεω ἀλλ᾿ ὡς συναναιροῦσαν τὰς ἄλλας ἀρχάς. ἀλλὰ διὰ τίνα αἰτίαν ὅλως καθόλου τὴν παροῦσαν λέγει ἐπιστήμην καὶ τὴν ἀρχὴν αὐτῆς; ἢ ἐπειδὴ τὰ συναναιροῦντα καθολικώτερα λέγειν εἰώθαμεν τῶν συναναιρουμένων, συναναιρεῖ δὲ καὶ ταῦτα, τῇ συνηθεία κατακολουθῶν εἶπεν αὐτὰ καθόλου. ἐπεὶ δὲ τὸ ἁπλῶς ὂν κατὰ πλείους λέγεται τρόπους, ὧν εἷς ἐστιν ὁ κατὰ συμβεβηκὸς εἶναι λεγόμενος. Ἁπλῶς ὂν νῦν τὸ καθόλου λέγει· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἐπειδὴ τὸ καθόλου ὂν κατὰ πλείονας λέγεται τρόπους, τῶν δὲ τοιούτων τρόπων εἷς ἐστιν ὁ κατὰ συμβεβηκὸς εἶναι λεγόμενος, σκεπτέον περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος· τούτου γὰρ μηνυτικὸν τὸ σκεπτέον πρῶτον περὶ τὸ ὖ οὕτ’ ὡς ὄντος. ἐλλείποι δ’ ἄν τῇ λέξει τὸ πότερον ζητεῖ τοῦ τό τις τῶν ἐπιστημῶν ἢ τεχνῶν ἢ οὔ. πρὸς τοῦτο γὰρ τείνει τὸ ἐπαχθὲν τὸ ὅτι μὲν οὐδεμία τῶν παραδεδομένων ἐπιστημῶν πραγματεύεται περὶ τοῦ συμβεβηκότος, δῆλον. καὶ εἴη ἂν τὸ ὅτι μὲν οὐδεμία πραγματεύεται τῶν παραδεδομένων ἐπιστημῶν λύσις τοῦ ἐλλείποντος τοῦ πότερον ζητεῖ τοῦτό τις τῶν ἐπιστημῶν ἢ τεχνῶν. λύων οὖν ὅτι οὐκ ἔστι τοῦ κατὰ συμβεβηκὸς ὄντος ἐπιστήμη ἢ τέχνη λέγει οὔτε γἁρ ἡ οἰκοδομικὴ σκοπεῖ εἰ λυπηρῶς οἰκήσουσιν οἱ ἐν αὐτῇ οἰκοῦντες, οὔθ’ ἡ ὑφαντικὴ εἰ ὑγιεινῶς ἡ νοσωδῶς οἱ τὸ ἱμάτιον φοροῦντες διάξουσιν, οὔτ’ ἄλλη τις οὐδεμία, ἀλλ’ ἑκάστη τούτων μόνον τὸ καθ’ ἑαυτὴν ἴδιον | σκοπεῖ. ἔστι δὲ οἰκοδομικῆς ἴδιον τὸ ποιῆσαι τοιονδὶ εἶδος, οἷον σκέπασμα κωλυτικὸν ὄμβρων καὶ χρημάτων φυλακτικόν, καὶ τοῦτο μόνον σκοπεῖ ὅπως ἂν γένηται εἶδος δυνάμενον κωλύειν τοὺς ὄμβρους καὶ φυλάττειν τὰ χρήματα, οὐδαμῶς δὲ προσλογίζεται εἰ λυπηρῶς ἢ ἡδέως διάξουσιν οἱ ἐν αὐτῷ οἰκήσοντες· τὸ γὰρ λυπηρὰν εἶναι τὴν οἰκίαν τοῖς οἰκοῦσι συμβέβηκε τῇ οἰκίᾳ καὶ ἔστι τοῦτο κατὰ συμβεβηκὸς ὄν. ὥσπερ οὖν ἡ οἰκοδομικὴ οὐ σκοπεῖ τὸ τῇ οἰκίᾳ συμβησόμενον, οὕτως οὐδ’ ἄλλη τις τῶν ἐπιστημῶν ἢ τεχνῶν θεωρεῖ τὸ κατὰ συμβεβηκὸς ὄν. οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς τὰ αμφοτερα ἅμα ἔσται πρότερον οὐκ ὢν. Ὃ νῦν παρατίθεται σόφισμα ὑπὸ τῶν σοφιστῶν λεγόμενον, τοιοῦτόν ἐστι καὶ οὕτως ὑπ’ αὐτῶν ἐπεραίνετο. ὑπετίθεντο ἄνθρωπον, οἷον τὸν Καλλίαν, πρότερον μουσικὸν ὄντα χωρὶς τοῦ εἷναι γραμματικόν, ὕστερον γεγονότα καὶ γραμματικόν, καὶ ἔλεγον ‘οὑτοσὶ ὁ Καλλίας νῦν ἅμα ἐστὶ μουσικὸς καὶ γραμματικός. εἰ δὲ τοῦτο, καὶ ὅτε ἐγένετο γραμματικός, ἐγένετο καὶ μουσικός· ἅμα γὰρ ὢν γραμματικὸς νῦν καὶ μουσικὸς ἅμα καὶ ἐγίνετο γραμματικὸς καὶ μουσικός. ὅτε ἄρα ἐγίνετο γραμματικός, οὐκ ἦν μουσικός. ἀλλὰ μὴν καὶ ἦν μουσικὸς πρὸ τοῦ γενέσθαι γραμματικός (τοῦτο γὰρ ἦν ἄρα πρὸ τοῦ ἄρξασθαι γίνεσθαι γραμματικὸς μουσικὸς καὶ οὐκ ἦν.’ ὁ δὲ παραλογισμὸς συμβαίνει ἐπὶ ἀξιώματι λίαν ἐναργῶς ψευδεῖ, τῷ λέγοντι, ὧν ἡ ὕπαρξις ἅμα, τούτων καὶ ἡ γένεσις· οὐ γὰρ εἰ τήμερόν ἐστι Σωσιγένης καὶ Ἀλέξανδρος, ἀληθὲς τὸ λέγειν ὅτι, ὅτε ἐγίνετο ὁ Σωσιγένης, ἐγίνετο καὶ ὁ ᾿ Αλέξανδρος. ὕστερος γὰρ Σωσιγένης Ἀλεξάνδρου τῷ χρόνῳ, εἰ καὶ συνέβη. ὅτε ἦν ᾿ Αλέξανδρος, εἷναι καὶ τὸν Σωσιγένην. τὸ μὲν οὗν σόφισμα τοιοῦτον, καὶ τὸ τὸν Καλλίαν μουσικὸν ὄντα εἶναι καὶ γράμματι. κὸν ὂν μέν ἐστι, κατὰ συμβεβηκὸς δὲ ὄν· συμβέβηκε γὰρ ὄντα μουσικὸν γενέσθαι γραμματικόν. εἰπὼν δὲ ὁ ᾿ Αριστοτέλης ὅτι οὐδεμία ἐπιστήμη τὸ κατὰ συμβεβηκὸς ὃν ζητεῖ, οὔτε ἡ οἰκοδομικὴ οὔτε ἄλλη τις, λέγει ὅτι ἐπειδὴ ἐκ τῶν κατὰ συμβεβηκὸς ὄντων ἐστὶ τὸ τὸν Καλλίαν νῦν ἅμα μουσικὸν ὄντα καὶ γραμματικὸν εἶναι, οὐδεμία τῶν ἐπιστημῶν ζητεῖ εἰ ὅτε ἐγίνετο γραμματικὸς ἅμα καὶ μουσικὸς ἐγίνετο. αἱ γὰρ ἐπιστῆμαι τῶν ἄντων, τὸ δὲ κατὰ συμβεβηκὸς ὂν σχεδὸν μὴ ὄν ἐστι, περὶ ὃ ἡ σοφιστικὴ διατρίβει· διὸ πάνυ καλῶς ὁ Πλάτων’ ἔφησε τὸν σοφιστὴν περὶ τὸ μὴ ὂν διατρίβειν. ἔστι δὲ ἀκατάλληλος καὶ πάνυ ἀσαφὴς ἡ λέξις ἡ οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς καὶ τὰ ἑξῆς. οὕτω δέ, ὡς οἴμαι, ταύτην ὑπερβιβάζειν χρή. ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικός. εἶτα τούτῳ συναπτέον τὸ οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς ἅμα ἔσται τὰ ἀμφότερα, πρότερον οὐκ ὤν· καὶ οὕτως ἀναγνωστέον τὸ τοῦτο οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως οὐσῶν ἐπιστημῶν καὶ τὰ ἑξῆς, ἵν ᾗ τὸ ὅλον καὶ τὸ τοῦ λόγου συνεχὲς τοιοῦτον. ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικὸς· τὸ οὑν ’τον ὄντα μουσικὸν ὅτι γραμματικὸς ἔσται, πρότερον οὐκ ὤν, τοῦτο οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως ἐπιστημῶν, καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικός, κατασκευή, δι’ ἧς κατεσκεύαζον οἱ σοφισταὶ ὅτι ὁ Καλλίας, ὅτε ἦν μουσικός, οὐκ ἦν μουσικός. εἴη δ’ ἂν ὡς ἀπὸ τῶν σοφιστῶν λεγόμενον τὸ ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τὸ τὸ.. ἔστι δὲ τοιοῦτον· ὅπερ μὴ ἀεὶ ὂν μηδὲ πρότερον ὃν νῦν ἔστι, τοῦτο ἐγένετο, ὁ δὲ Καλλίας νῦν ὢν ἅμα μουσικὸς καὶ γραμματικός, πρότερον δὲ μὴ ὢν ἀμφότερα (δηλονότι γραμματικὸς καὶ μουσικός· γὰρ μόνον ἦν), ἅμ γινόμενος γραμματικὸς ἐγίνετο καὶ μουσικός· τὸ δὲ γινόμενον οὐκ ἔστιν· ὁ Καλλίας ἄρα γινόμενος μουσικὸς οὐκ ἦν μουσικός. ἀλλὰ καὶ ἦν. αὐτὸς δὲ τὸ ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικὸς θείς, τὸ ῾ τὸ δὲ γινόμενον᾿ καὶ τὸ ῾ ὁ Καλλίας ἄρα ἦν μουσικὸς καὶ οὐκ ἦν’ οὐκ ἔθηκε διὰ τὴν συνήθη βραχυλογίαν. ἀλλὰ ταῦτα μὲν ὡς ἀπὸ τῶν σοφιστῶν λεγόμενα ἱμὰς λαμβάνειν χρή· τὸ δὲ οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενομενος γραμματικὸς τὰ σμφοτερα ἄμα ἔσται, πρότερον οὐκ ὤν, τοῦτο οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως οὐσῶν ἐπιστημῶν, τοῦτο ὡς ἀπὸ Ἀριστοτέλους λεγόμενον νομιστέον. εἴη δ’ ἄν τὸ λεγόμενον, ὅτι οὐδὲ τὸν ὄνια μὲν πρότερον μουσικὸν νῦν δὲ ὄντα ἀμφότερα, καὶ μουσικὸν καὶ γραμματικόν , πρότερον δηλονότι μὴ ὄντα μουσικὸν καὶ γραμματικὸν ἅμα, ἀλλὰ μόνον μουσικόν (καὶ προσυπακουστέον τοῦ εἰ ἅμα τῷ γίνεσθαι γραμματικὸς ἐγίνετο καὶ μουσικός) 25 οὐδεμία τῶν ὁuιολογουαένως ἐπιστημῶν ζητεῖ. Ὅτι δὲ οὐδ’ ἐνδεχόμενό ν ἐστιν εἶναι τοῦ συμβεβηκότος τὴν ἐπιστήμην. Λαβὼν ἐξ ἐπαγωγῆ ς ὅτι τοῦ συμβεβηκότος οὐκ ἔστιν ἐπιστήμη , ὅτι, φησί, τοῦτο ἀληθές ἐστι δῆλον ἡμῖν γενήσεται ὁρισαμένοις τί ποτέ ἐστι τὸ συμβεβηκός· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ πειραθεῖσιν ἰδεῖν τί ποτέ ἐστι τὸ συμβεβηκός. μέλλων δὲ ὁρίσασθαι τὸ συμβεβηκὸς ποιεῖται διαίρεσιν τῶν ὄντων συντελοῦσαν αὐτῷ εἰς τὴν τοῦ ὁρισμοῦ τοῦ συμβεβηκότος ἀπόδοσιν, λέγων τῶν ὄντων τὰ μὲν ἀεί ἐστι καὶ ἐξ ἀνάγκης. ἐπεὶ δὲ τὸ ἀναγκαῖον πολλαχ ὡς λέγεται , ὡς ἐν τῷ Δ ταύτης τῆς πραγματείας ἐμά|θομεν, ὧν ἓν ἦν τὸ βίᾳ, ἐπάγει ἀνάγκης δὲ λέγω οὐ τῆς κατὰ βίαν, ἀλλ’ ᾗ χρώμεθα ἐν ταῖς ἀτοδείξεσιν. ἀεὶ γὰρ καὶ ἐξ ἀνάγκης τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἰσὶν ἴσα, καὶ τὰ λοιπὰ ἀξιώματα ὁμοίως. τὰ μὲν οὖν ἀεί ἐστι καὶ ἐξ ἀνάγκης , τὰ δ’ ὡς ἐπὶ τὸ πολύ· ὡς ἐπὶ τὸ πολὺ γὰρ οἱ ἄνθρωποι πενταδάκτυλοι· τὰ δὲ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ οὔτε ἐξ ἀνάγκης ἀλλ’ ὅπως ἔτυχε, τουτέστιν ἐπ’ ἔλαττον. καὶ ὅτι τὸ ὅπως ἔτυχεν ἀντὶ τοῦ ὡς ἐπ’ ἔλαττον ἔλαβε, δῆλον πεποίηκε διὰ τοὐ ἐπαχθέντος αὐτῷ παραδείγματος· ἐπ’ ἔλαττον γὰρ καὶ σπανίως ἐπὶ κυνὸς ἀνατολῇ γίνεται ψῦχος· ποτὲ γὰρ ἴσως τοῦτο συβήσεται. τὸ οὗν συμβεβηκός ἐστιν οὕτε τῶν ὡς ἐπὶ τὸ πολὺ οὔτε τῶν ἐξ ἀνάγκης καὶ ἀεί, ἀλλὰ τῶν ὡς ἐπ’ ἔλαττον. διελὼν οὖν οὕτω τὰ ὄντα ὁρίζεται τὸ. συμβεβηκὸς λέγων συμβεβηκός ἐστιν ὃ γίνεται μέν, οὐκ ἀεὶ δὲ οὐδὲ ἐξ ἀνάγκης οὐδ’ ὡς ἐπὶ τὸ πολύ· ὥστε τὸ ἐν τῷ κόρακι μέλαν οὐχ ἁπλῶς συμβεβηκὸς λεχθήσεται ἀλλὰ μετὰ πρὸ σθήκης ἐπὶ πολὺ συμβεβηκός· τὸ δὲ ἐπ’ ἔλαττον γινόμενον συμβεβηκὸς ἁπλῶς χωρίς τινος προσθήκης. εἰ δὴ πᾶσα ἐπιστήμη ἢ τῶν ἀναγκαίων ἐστὶν ἢ τῶν ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ συμβεβηκὸς οὐ τοιοῦτον, τοῦ συμβεβηκότος ἄρα οὐκ ἔστιν ἔπιστήμη. δείκνυσι δὲ καὶ ἄλλως ὅτι τοῦ συμβεβηκότος οὐκ ἔστιν ἐπιστήμη, δυνάμει συλλογιζόμενος οὕτως. ὧν ἐστιν ἐπιστήμη, τούτων εἰσὶν ἀρχαὶ καὶ αἴτια ὡρισμένα· τοῦ κατὰ συμβεβηκὸς ὄντος ἀρχαὶ καὶ αἴτια ὡρισμένα οὔκ εἰσι· τοῦ συμβεβηκότος ἄρα οὐκ ἔστιν ἐπιστήμη. τούτων τῶν δύο προτάσεων τὴν μείζονα τὴν ὧν εἰσιν ἐπιστῆμαι τούτων ἀρχαί εἰσι καὶ αἴτια ὡς πολλάκις δειχθεῖσαν οὐ κατασκευάζει, τὴν δὲ ἐλάττονα τὴν λέγουσαν ὅτι τοῦ συμβεβηκότος οὐκ ἔστιν ὡρισμένα αἴτια δείκνυσι δι’ ἀδυνάτου, ὑποθέμενος τὸ ἀντικείμενον ὅτι ἔστωσαν τοῦ κατὰ συμβεβηκὸς ὄντος αἴτια [καὶ] ὡρισμένα, καὶ συλλογίζεται πάλιν δυνάμει ὧδε. τὸ ὡρισμένα αἴτια ἔχει, ὡς ὑπόκειται· ὧν ἐστιν ὡρισμένα αἴτια, ταῦτα ἀναγκαῖά ἐστι· τὸ συμβεβηκὸς ἄρα ἀναγκαῖόν ἐστι. τούτῳ προσληθείσης ἑτέρας προτάσεως τῆς τὸ δὲ ἀναγκαῖον ἀεί ἐστι, συνάγεται ὅτι τὸ συμβεβηκὸς ὂν ἀεί ἐστι. τοῦτο δὲ ἀδύνατον· ἀδύνατον ἄρα καὶ δι’ οὗ τοῦτο συνῆκται· ἔστι δὲ τὸ τοῦ κατὰ συμβεβηκὸς ὄντος αἱ ἀρχαὶ ὡρισμέναι εἰσίν. εἰ δ’ οὔκ εἰσιν αἱ ἀρχαὶ αὐτοῦ ὡρισμέναι, οὐδ’ ἔστιν αὐτοῦ ἐπιστήμη. καὶ ἡ μὲν ἀγωγὴ τῶν λεγομένων τοιαύτη τις ἄν εἴη.. τὰ δὲ κατὰ τὴν λέξιν οὕτως ἂν ἔχοι. ὅτι δὲ τοῦ κατὰ συμβεβηκὸς ὄντος οὔκ εἰσιν ἀρχαὶ τοιαῦται, τουτέστιν ὡρισμέναι, δῆλον. εἰ γάρ εἰσιν αὐτοῦ τὰ αἴτια ὡρισμένα, ἔσται ἀναγκαῖον, ὥσπερ καὶ τὰ λοιπὰ ὧν ἐστι τὰ αἴτια ὡρισμένα· εἰ δὲ τοῦτο, ἔσται πάντα ἐξ ἀνάγκης· εἰ δὲ τοῦτο, | ἀναιροῖτ’ ἂν ἡ τοῦ ἐνδεχομένου φύσις. ὅτι δὲ ἔστιν ἡ τοῦ ἐνδεχομένου φύσις καὶ ἀδύνατόν ἐστιν αὐτὴν μὴ εἶναι, δέδεικται ἑν τῷ Περὶ ἑρμηνείας. εἰπὼν δὲ ὅτι πάντα ἐξ ἀνάγκης πὼς ἔσται, τοῦτο κατασκευάζει λέγων· εἰ γὰρ τοῦδε ὄντος ἔστι τόδε καὶ τοῦδε τόδε, τοῦτο δὲ γίνεται οὐκ ἐπὶ τῶν τυχόντων ἀλλ’ ἐπὶ τῶν ἀναγκαίων, εἰ οὖν καὶ ἐπὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος τοῦδε μὲν ὄντος ἔστι τόδε, τοῦδε δὲ ὄντος ἔστι τὸ συμβεβηκός, ἔσται τὸ συμβεβηκὸς ἀναγκαῖον. ὥσπερ γὰρ οἰκίας οὔσης ἐξ ἀνάγκης εἰσὶ τοῖχοι, τούτων δὲ ὄντων θεμέλιοι, καὶ τούτων ἐξ ἀνάγκης λίθοι, οὕτω καὶ τὸ συμβεβηκὸς ἐξ ἀνάγκης ἂν ἦν, εἴπερ ἦσαν αὐτοῦ τὰ αἴτια ὡρισμένα. οἷον σαφηνείας ἕνεκεν τοῦ ἡλίου κατὰ κάθετον γινομένου τῇ σελήνῃ ἐξ ἀνάγκης γίνεται ἔκλειψις, ἐκλείψεως δὲ γενομένης δεδόσθω ὡς συνέβη εὑρεθῆναι θησαυρόν· εἰ οὖν τῆς τοῦ θησαυροῦ εὑρέσεως τὰ αἴτια ὡρισμένα ἐστίν, ἔστωσαν αὐτοῦ αἴτια ἥ τε ἔκλειψις καὶ τὸ τῆς ἐκλείψεως αἴτιον· ὥστε ἐπεὶ τοῦ ἡλίου κτὰ κάθετον τῇ σελήνῃ γινομένου ἐξ ἀνάγκης γίνεται ἔκλειψις, ἡ δὲ ἔκλειψις αἰτία ἐστὶ τῆς τοῦ θησαυροῦ εὑρέσεως, ἐξ ἀνάγκης ἔσται ἡ τοῦ θησαυροῦ εὕρεσις, ἧς εὑρέσεως ἐστιν αἰτία ἡ ἔκλειψις. τοῦτο δέ, ἤτοι ἡ τοῦ θησαυροῦ εὕρεσις, ἦν συμβεβηκός· ἔστι γὰρ τῶν ἐπ’ ἔλαττον· νῦν δὲ ἐκ τοῦ λέγειν ὅτι ὡρισμένα ἐστὶν αὐτοῦ τὰ αἴτια συνάγεται ὅτι τῶν ἀναγκαίων ἐστίν. ἅπαντα ἄρα ἀναγκαῖά ἐστι καὶ οὐδέν ἐστιν ἐνδεχόμενον. τελευταῖον δὲ εἶδος εἶπε τὸ ἔσχατον αἰτιατόν. αἴτιον μὲν γὰρ πρῶτον ἡ κατὰ κάθετον τοῦ ἡλίου ἀπόστασις, αἰτιατὸν δὲ ἡ ἔκλειψις. πάλιν αἴτιον μὲν δεύτερον ἡ ἔκλειψις, αἰτιατὸν δὲ ἔσχατον ἡ τοῦ θησαυροῦ εὕρεσις· εἰ δὲ ἦν αὕτη ἡ εὕρεσις αἰτία τινός, ἦν ἄν ἐκεῖνο τὸ ἔσχατον αἰτιατόν. εἰ μὲν οὗν ὂν ὑποθώμεθα τὸ τοῦ συμβεβηκότος αἴτιον, συμβήσεται καὶ τὸ συμβεβηκὸς ἐξ ἀνάγκης εἶναι. εἰ δὲ μὴ ὄν, φησίν, ὑποθώμεθα ἀλλὰ γινόμενον, ἐξ ἀνάγκης γενήσεται καὶ τὸ συμβεηκός. εἰ γὰρ αὕριον γενήσεται θησαυροῦ εὕρεσις ἐκλείψεως γινομένης, ἔκλειψις δὲ γενήσεται εἰ ἀντίφραξις γένηται ὑπὸ τῆς γῆς, αὕτη δὲ εἰ κατὰ κάθετον ὁ ἥλιος γίνηται, καὶ τοῦτο πάλιν εἰ γίνεται βροχή, καὶ τοῦτο εἰ βροντᾷ, ἡ δὲ βροντὴ ἔστω τελευταῖον, ἀναποδιστέον ῾ ἐπεὶ βροντὴ γίνεται, βρέξει ἐξ ἀνάγκης, βροχῆς γινομένης ἐξ ἀνάγκης ὁ ἥλιος κατὰ κάθετον γίνεται τούτου γινομένου ἐξ ἀνάγκης ἀντίφραξις γίνεται, ταύτης γινομένης ἐξ ἀνάγκης ἔκλειψις, καὶ ταύτης ἐξ ἀνάγκης ἡ τοῦ θησαυροῦ εὕρεσις.’ ἅπαντα ἄρα ἐξ ἀνάγκης. ἐὰν οὖν, φησίν, ἀπὸ τοῦ ἐνεστῶτος νῦν ἀρξάμενοι λέγωμεν ὅτι αὔριον γίνεται νίψις, ἐπειδὴ πᾶν τὸ γεγονὸς ἐν πεπρασμένῳ χρόνῳ γίνεται, καταντήσομεν εἰς τὸ ὄν. ἔστω γὰρ ὅτι ἡ τοῦ θῆ σαύρου εὕρεσις γίνεται ἅμα τῷ παυθῆναι τὴν ἔκλειψιν, καὶ αὕτη ἅμα τῷ παῦσαι τοῦ βρέχειν, καὶ τοῦτο ἅμ τῷ παῦσαι τοῦ βροντᾶν· ἐπειδὴ ὁ πᾶς χρόνος πεπερασμέονς ἐστίν, ἐὰν ἀφέλωμεν τὸν τῆς ἐκλείψεως χρόνον, εἶτα τὸν τῆς βροχῆς, κἂν ἑκατονταμηναῖοί εἰσι κἂν χιλιουταμηναῖοι, ὅμως πεπερασμένοι, ἥξομέν ποτε εἰς τὸ ὂν ἤτοι τὴν βροντήν. ἐκεῖθεν οὖν ἀρξάμενοι εὑρήσομεν πάντα τὰ μετὰ τὴν βροντὴν ἐξ ἀνάγκης γινόμενα. Τὸ δ’ ὡς ἀληθῶς ὂν καὶ μὴ κατὰ συμβεβηκός. Ὡς ἀληθῶς ὂν ἔλεγεν, ὅτε περὶ τούτου τὸν λόγον ἐν ταύτῃ ἐποιεῖτο τῇ πραγματεία. τὴν ἀληθῆ κατάφασιν ἢ τὴν ἀληθῆ ἀπόφασιν, ὥσπερ καὶ ὡς ψεῦδος μὴ ὂν τὴν ψευδῆ κατάφασιν καὶ ἀπόφασιν. τὸ οὗν ὡς ἀληθῶς, φησίν, ὂν ἀλλ’ οὐ τὸ κατὰ συμβεβηκός ὄν, τὸ δὴ ὡς ἀληθῶς ὂν ἐν συμπλοκῇ ἐστι διανοίας καὶ πάθος διανοίας. ὅταν γὰρ ἀληθῶς συνάψῃ τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ ἡ διάνοια, λέγεται τοῦτο ὄν, οὐχ ἁπλῶς δὲ ὂν ἀλλ’ ὡς ἀληθῶς ὅν· οἷον εἰ γράφοντος Σωκράτους εἴπῃ ἡ διάνοια ὡς ὁ Σωκράτης γράφει, τοῦτο ὂν μέν ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς ὂν ἀλλ’ ὡς ἀληθὲς ὄν. τούτου οὗν τοῦ ὡς ἀληθῶς ὄντος αἰτία οὐ ζητεῖται· οὐθεὶς γὰρ ζητεῖ διὰ τί ἡ διάνοια συνέπλεξε τῷ Σωκράτει τὸ γράφει ἀλλὰ περὶ τὸ ἔξω ὂν καὶ χωριστὸν ἤτοι καθ’ αὑτὸ ὑπάρχον. περὶ τοῦτο ζητοῦμεν τὰ αἴτια. ἔξω δὲ ὂν λέγει τὸν Σωκράτην καὶ τὴν ἐνέργειαν αὐτοῦ, λέγω δὴ τὸ γράφειν· οὐ γάρ ἐστιν ὁ Σωκράτης καὶ ἡ ἐνέργεια αὐτοῦ ἐν τῇ λέγούσῃ διανοίᾳ ὅτι ὁ Σωκράτης γράφει, ἀλλ’ ἐκτὸς αὐτῆς καὶ ἐν τῳδὶ τῷ τόπῳ. περὶ δὴ τὸ ἔξω ὂν ζητοῦμεν τὰ αἴτια· ζητοῦμεν γὰρ τὴν αἰτίαν δι’ ἣν ὁ Σωκράτης γράφει. οὐ παρέργως δὲ τούτων ἐμνήσθη, ἀλλ’ ἐπειδὴ ἔδειξεν ὅτι τοῦ κατὰ συμβεβηκὸς ὄντος οὔκ εἰσιν αἴτια, ἀκολούθως εἴρηκεν ὅτι οὐδὲ τοῦ ὡς ἀληθῶς ὄντος εἰσὶν αἴτια. εἰπὼν δὴ ὅτι τοῦ ἔξω ὄντος τὰ αἴτια ζητοῦμεν, λέγει ὅτι τοῦ δὲ οὐκ ἀναγκαίου ἀλλ’ ἀορίστου καὶ ἐπ’ ἔλαττον ὄντος τὰ αἴτια ἀόριστα καὶ ἄτακτα, καὶ διὰ τοῦτο οὐ ζητεῖται· τοῦ γὰρ ἐντυχεῖν ὃν μὲν ἐβούλετό τις ἰδεῖν, μὴ ᾤετο δέ, ἄπειρα τὰ αἴτια, ὡς ἐν τοῖς Περὶ φύσεως εἴρηκεν. οὔτε οὗν αἴτιά εἰσι τοῦ κατὰ συμβεβηκὸς ὄντος, οὔτε ἔστιν ἐν αὐτῷ τὸ ἕνεκά του, ἀλλ’ ἔστι τὸ ἕνεκά του ἢ ἐν τοῖς φύσει γινομένοις ἢ τοῖς ἀπὸ διανοίας. Μέχρι δὴ τῶν ἐνταῦθα ἡμῖν ἐξηγητέον τὰ τοῦ παρόντος βιβλίου· τὰ γὰρ ἀπὸ τοῦ τύχη δέ ἐστιν, ὄταν τι τούτων γένηται κατὰ συμβεβηκὸς ἕως τοὺ τέλους τοῦ βιβλίου τὰ αὐτά εἰσιν ἀπᾶραλλάκτως τοῖς ἐν τῇ Φυσικῇ ἀκροάσει Ι λεγομένοις, καὶ δεῖ τούτων τὴν σαφήνειαν ἐκ τῶν εἰς ἐκεῖνα ὑπομνημάτων πορίζεσθαι, ἡμῖν δὲ ἡ τοὐ Α σαφήνεια προχειριζέσθω.

---

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg004.local001/.
