Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Λ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ
Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Λ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.1
Not analysed yet
᾿Εν τῷ παρόντι βιβλίῳ τῆς Μετὰ τὰ Φυσικά, ὃ λάμβδα τοῖς Περιπατητικοῖς ἐπιγράφειν σύνηθες, περὶ τῆς πρώτης καὶ ἀκινήτου ἀρχῆς τὸν λόγον ποιεῖται, δι’ ἣν καὶ ἅπασα αὕτη ἐκδέοται ἡ πραγματεία. ἀλλ᾿ ἐπεὶ τὸ τῆς ἀρχῆς ὄνομα πολλαχῶς λέγεται (λέγεται γὰρ ἀρχὴ καὶ ἡ ὕλη τὸ εἶδος καὶ ἡ στέρησις), πρῶτον κεφαλαιωδῶς καὶ συντόμως τὰ περὶ αὐτῶν διαρθροῖ, ἵνα ἔναυλον ἔν τὸν περὶ τούτων λόγον εὐμαρῶς γνῶμεν τὴν τῆς ζητουμένης ἀρχῆς πρὸς τὰς ἄλλας διαφοράν. ἄλλως τε έπειδὴ ἐν ταῖς ἀπορίαις πρὸς τοῖς ἄλλοις καὶ τὸ πότερον πάντων αἱ αὐταί εἰσιν ἀρχαὶ ἢ ἄλλων ἄλλαι ἐζητεῖτο, οὐ τετύχηκε δέ πω λύσεως, διὰ τοῦτο πάλιν τὸν περὶ τῶν αἰτίων προχειρίζεται λόγον, ἵνα δείξῃ ὅτι τρόπον μέν τινά εἰσι πάντων αἱ αὐταὶ ἀρχαί, τρόπον δέ τινα οὔκ εἰσιν. Περὶ τῆς οὐσίας ἡ θεωρία. Επεὶ δέδεικται ὅτι ἡ προκειμένη ἐπιστήμη πρώτη πασῶν ἐστι τῶν ἄλλων, τῆς δὲ πρώτης καὶ τὸ ὑποκείμενον πρῶτον, ἔστι δὲ ἡ οὐσία πρώτη τῶν ἄλλων κατηγοριῶν, ἡ οὐσία ἄν εἴη τὸ ὑποκείμενον τῇ σοφίᾳ· καὶ ἐπεὶ πάλιν τῶν οὐσιῶν ἡ μέν ἐστι πρώτη ἡ δὲ δευτέρα, ἡ πρωτίστη ἄν εἴη τὸ ὑποκείμενον αὐτῇ. εἰπὼν δὲ ὅτι περὶ ἰῆς οὐσίας ἡ θεωρία, συντόμως τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν τῶν γὰρ οὐσιῶν αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητοῦνται. ὁ γὰρ τὰς ἀρχὰς καὶ τἂ αἴτια τῆς οὐσίας ζητῶν αὐτὴν ζητεῖ τὴν οὐσίαν, ὥσπερ καὶ ὁ τὴν τῆς ἐλλείψεως αἰτίαν ζητῶν αὐτὴν ζητεῖ τὴν ἔκλειψιν. ἡ γὰρ αἰτία τῆς ἐκλείψεως, ὡς ἐν τῷ δευτέρῳ τῶν ῾Υστέρων ἀναλυτικῶν εἴρηται, ὁ ὅρος τῆς ἐλλείψεως ἐστιν, οὗτος δὲ αὐτή ἐστιν ἡ ἔκλειψις. ἔχων οὖν δεδειγμένον ὅτι ἡ προκειμένη ἐπιστήμη ἐστὶν ἡ πρώτη καὶ ὅτι ἡ πρώτη τῶν πρώτων, δείκνυσιν ὅτι ἡ οὐσία τῶν ἄλλων κατηγοριῶν πρώτη ἐστίν· ὥστε εἰ ἡ σοφία πρώτη, ἡ δὲ πρώτη τῶν πρώτων, εἰ δειχθήσεται ὅτι ἡ οὐσία πρώτη, ἡ παροῦσα σοφία τῆς οὐσίας ἄν εἴη θεωρητική. πρῶτον δὲ προσδιορίζεται τοὺς τρόπου. καθ’ οὓς δυνατόν ἐστιν ἐννοεῖν τὴν οὐσίαν μετὰ τῶν δέκα κατηγοριῶν, λέγων καὶ γὰρ εἰ ὡς ὅλον τι τὸ πᾶν, ἡ οὐσία πρῶτον μέρος, τουτέστιν εἴτε ξύμπασαν τὴν αἰσθητὴν οὐσίαν μετὰ τῶν συμβεβηκότων ὡς ἕν τι λαμβάνομεν ἡ οὐσία πρῶτον μέρος, εἴτε ἀπολελυμένας καὶ κεχωρισμένας ἀπ᾿ ἀλλήλων καὶ ἐφεξῆς κειμένας τὰς δέκα νοήσομεν κατηγορίας, οἷον πρῶτον ’φερε εἰπεῖν τὸ πόσον, εἶτα τὸ ποῖον, εἶτα τὴν οὐσίαν, εἶτα τὰς λοιπάς, καὶ οὕτως ἡ οὐσία πρώτη τῶν ἄλλων ἐστίν, εἶτα τὸ ποιόν, εἶτα τὸ ποσόν. καὶ αἱ λοιπαὶ ὁμοίως· τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἰ καὶ τῷ ἐφεξῆς, τουτέστιν εἰ καὶ μὴ ὡς ἓν ἀλλ’ ἐφἑξῆς οὔσας τὰς κατηγορίας νοοῦμεν καὶ μὴ ἐν τῇ οὐσίᾳ οὔσας. ἀλλ’ ἐπεὶ ἀσαφέστερόν πὼς ἔτι ἐστὶ τὸ λεγόμενον. γινέσθω σαφέστερον ἐπὶ ὑποδείγματος. ὁ Σωκράτης ἐστὶ μὲν καὶ οὐσία, ἀλλὰ καὶ λευκός, ἀλλὰ καὶ φιλόσοφος, ἀλλὰ καὶ μουσικός. τῆς οὖν ὁλότητος τῆς ἐκ τῆς τοῦ Σωκράτους οὐσίας καὶ τοῦ λευκοῦ καὶ φιλοσόφου καὶ μουσικοῦ ἀποτελεσθείσης μέρος ἐστὶ τὸ μουσικόν· ὁμοίως καὶ ὁ Σωκράτης μέρος ἐστὶ τοῦ συνόλου τοῦ ἐκ λευκοῦ καὶ μουσικοῦ καὶ φιλοσόφου καὶ Σωκράτους ἀποτελεσθέντος. ὡς δὲ ἐπὶ τούτων, καὶ ἐπὶ τῆς ξυμπάσης αἰσθητῆς οὐσίας καὶ τῶν ἐννέα κατηγοριῶν. καὶ γὰρ ἐπὶ τούτων τῆς ἀπὸ τῆς αἰσθητῆς οὐσίας καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ καὶ τῶν λοιπῶν ὁλότητος μέρος ἔσται ἡ οὐσία· ὁμοίως δὲ καὶ τὸ ποσὸν μέρος τοῦ ἐκ τῆς οὐσίας καὶ τοῦ ποσοῦ καὶ τῶν ἄλλων ἀπογεννήματος. εἰπὼν δὴ ὅτι εἴτε ὡς ἕν τι καὶ μίαν τινὰ φύσιν ἑτέραν παρὰ ταύτας γινομένην τὰς δέκα φαντασθῶμεν κατηγορίας, εἴτε ἐφεξῆς, ἀμφοτέρως ἡ οὐσία πρώτη τῶν ἄλλων ἐστί, καὶ προσαποδείκνυαι λέγων ἅμα δ’ οὐδ’ ὄντα ἁπλῶς ὡς εἰπεῖν ταῦτα, λέγων ταῦτα τὰς παρὰ τὴν οὐσίαν κατηγορίας. αὐτὸς δὲ καὶ δηλῶσαι βουληθείς, τίνα ἐστὶ τὰ παρὰ τὴν οὐσίαν, ἐπήγαγεν, οἷον ποιότητες κινήσεις. ἔστι δὲ τὸ λεγόμενον δυνάμει· ὅλως γὰρ πῶς ἄν αἱ ἄλλαι κατηγορίαι πρῶται ἦς οὐσίας ὑπονοηθεῖεν, αἵτινες καθ’ αὑτὰ μὴ ὄντα εἰσί, λέγεται δὲ ὄντα καὶ ὀντότητος μετέχουσιν, ὅτι τῆς οὐσίας εἰσὶ πάθη. εἰ οὖν διὰ ταύτην εἰσὶν ὄντα καὶ τὸ εἶναι αὐταῖς αὐτὴ δίδωσι, φανερὸν ὅτι ἡ οὐσία πρώτη πασῶν αὐτῶν ἐστι. τὸ δὲ ἢ καὶ τὸ οὐ λευκὸν καὶ τὸ οὐκ εὐθὺ ἴσον ἐστὶ τῶ ἀλλὰ καὶ τὸ οὐ λευκὸν καὶ τὸ οὐκ εὐθὺ ὄντα λέγεται διὰ τὸ λευκὸν καὶ τὸ εὐθύ· φαμὲν γὰρ ὅτι ἔστιν οὐ λευκὸν καὶ ἔστιν οὐκ εὐθύ. ἐπεὶ οὖν τὸ λευκὸν καθ’ αὑτὸ μὴ ὂν ἀπὸ τῆς οὐσίας τὸ εἶναι ἔχει, τὸ δὲ μὴ λευκὸν στέρησις ὂν λευκοῦ διὰ τὴν ἕξιν ἤτοι τὸ λευκὸν ὃν καὶ ἔστι καὶ λέγεται, τοῦτο δεῖγμα λαμπρὸν τοῦ πρώτην εἶναι τῶν ἄλλων τὴν οὐσίαν. δι’ αὐτὴν γὰρ αἱ ἕξεις. ,οἷον λευκότητες θερμότητες, διὰ δὲ τὰς ἕξεις αἱ μὴ λευκότητες, μὴ θερμότητες ὄντα καὶ εἰσὶ καὶ προσαγορεύονται. ἔτι, φησίν, οὐδὲν τῶν ἄλλων χωδέκα] ριστόν ἐστι τῆς οὐσίας, ἀλλ’ ἐν αὐτῇ τὸ εἶναι ἔχει καὶ αὐτῆς δεῖται εἰς τὸ εἶναι. τὸ οὖν οὗ χωρὶς τὰ ἄλλα οὐκ εστιν, ἐκεῖνο δὲ τῶν τῶν ὢν, ἐκεῖνο πρότερόν ἐστιν ἐκείνων. ὅτι δὲ ἡ οὐσία προτέρα ἐστὶ τῶν ἄλλων συνίστησι καὶ ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας. καὶ ἐκεῖνοι γάρ, φησί, τῆς οὐσίας τἀς ἀρχὰς ἐζήτουν οὐδενὸς δὲ ἄλλου, ὡς οὕσης τῶν ἄλλων προτέρας· οὐδεὶς γὰρ τῶν πρώτων καὶ κυρίως ὄντων τὰς ἀρχὰς καταλιπὼν ζητεῖ τἀς τῶν ὑστέρων. Οἱ μὲν οὖν νῦν τὸ καθόλου οὐσίας μᾶλλον τιθέασι. Δείξας ὅτι ἡ οὐσία προτέρα τῶν ἄλλων ἐστὶ καὶ ἐπὶ τούτῳ ἡ σοφία ὡς πρώτη τῶν ἄλλων ἁπασῶν τὰς τῶν οὐσιῶν ἀρχὰς καὶ αἴτια ζητεῖ, λέγει ἀκολούθως τίνες τίνα τῶν ὄντων οὐσίας εἶναι ὑπελάμβανον, καί φησιν οἱ μὲν οὖν νῦν ὄντες μᾶλλον εἶναι οὐσίας φασὶ τὰ καθόλου, καὶ τίνα ἐστὶ τὰ καθόλου ἐπάγει· τὰ γὰρ γένη, φησί, καθόλου, ἃ καὶ ἀρχὰς καὶ οὐσίας ἀποφαίνονται, διὰ τὸ λογικῶς καὶ κενῶς ζητεῖν· καταλελοιπότες γὰρ τὰ πράγματα καὶ τὰ κυρίως ὄνια τὴν ζήτησιν ἐποιοῦντο περὶ τὰ μὴ ὄντα· τὰ γὰρ καθόλου μὴ ὄντα· τῇ ἐπινοίᾳ γὰρ ἔχει τὸ εἶναι. οἱ μὲν δὴ νῦν οὐσίας τὰ καθόλου φασίν. καὶ οὐκ ἄν διὰ τούτων αἰνίττοιτο τὸν Πλατωνα (οὐκ ἔστι γὰρ αὕτη τοῦ Πλάτωνος ἡ δόξα), ἀλλὰ λέγοι ἂν περὶ τοὺς αὐτοὺς αὐτῷ ὄντας χρόνους. οἱ δὲ πάλαι τοὐναντίον οὐσίας ἔλεγον τὰ καθ’ ἕκαστα· ὁ μὲν ῾Ηράκλειτος οὐσίαν καὶ ἀρχὴν ἐτίθετο τὸ πῦρ, Παρμενίδης δὲ ἐν τοῖς πρὸς δόξαν πῦρ καὶ γῆν, Θαλῆς ὕδωρ, καὶ ἄλλος ἄλλο. τὸ δὲ κοινὸν καθόλου σῶμα τὸ κατὰ παντὸς σώματος κατηγορούμενον οὐδεὶς εἶπεν ἀρχήν. ταῦτα εἰπὼν λέγει ὅτι αἱ οὐσίαι τρεῖς εἰσι, κἂν ἄλλοι ἄλλως περὶ αὐτῶν ἐδόξασαν, καὶ τίνες αὗται καταλέγει. μία μέν, φησίν, οὐσία ἐστὶν ἡ αἰσθητή, ἣν ἅπαντες εἶναι ὁμολογοῦσι· τὴν γὰρ νοητὴν καὶ θείαν πολλοὶ μὴ εἶναι ἀνοήτως ἀπεφήνατο, ὧν εἷς ἦν Ἵππων ὁ ἄθεος ἐπικληθείς· οὗτος γὰρ παρὰ τὴν αἰσθητὴν φύσιν οὐδὲν ἔφασκεν εἶναι. μία μὲν οὖν ἐστιν οὐσία ἡ αἰσθητή, ἣν ἅπαντες ὁμολογοῦσι· ταύτης δὲ τῆς αἰσθητῆς ἡ μέν ἐστι φθαρτή, οἷον τὰ φυτὰ καὶ τὰ ζῷα, ἡ δέ ἐστιν ἀίδιος, οἷον αἱ σφαῖραι καὶ οἱ ἐν αὐταῖς ἀστέρες. τὸ δὲ ἧς ἀνάγκη τὰ στοιχεῖα λαβεῖν, εἴτε ἓν εἴτε πολλά οὐ τῆς ἀιδίου οὐσίας λέγει, ἀλλὰ τῆς οὐσίας τῆς αἰσθητῆς, ἥτις καὶ κατὰ τῶν φθαρτῶν καὶ κατὰ τῶν ἀφθάρτων κατηγορεῖται σωμάτων. ταύτης δὴ τὰ στοιχεῖα ζητητέον· ὥσπερ γὰρ τῶν ζῴων ἐστὶ στοιχεῖα καὶ τῶν φυτῶν ἡ ὑποκειμένη αὐτοῖς ὕλη, οὕτω καὶ τῶν σφαιρῶν καὶ τῶν ἐν αὐταῖς ἀστέρων ἐστὶ στοιχεῖον τὸ ὑποκείμενον αὐτοῖς, αὐτὸ δὴ τὸ πέμπτον σῶμα. δύο μὲν οὖν οὐσίαι αὗταί εἰσι, τρίτη δὲ ἡ νοητὴ ἀίδιος οὖσα καὶ ἀκίνητος, ἣν καί φασί τινες χωριστὴν καὶ ἑτέραν τῶν τῇδε. ἀλλὰ καὶ ταύτην οἱ μέν, ὥσπερ Πλάτων, εἰς δύο διαιροῦσιν, εἴς τε τὰ μαθηματικά (χωριστὰ γὰρ καὶ καθ’ αὑτὰ εἶναι τὰ μαθηματικὰ ὁ Πλάτων ἔλεγε) καὶ καὶ τὰ εἴδη ἤιοι τὰς ἰδέας· τινὲς δὲ τῶν Πυθαγορείων τὰ μαθηματικὰ καὶ τὰ εἴδη εἰς μίαν φύσιν ἐτίθεντο μηδὲν διαφέρειν λέγοντες τὰ μαθηματικὰ τῶν ἰδεῶν· ἄλλοι δὲ τούτων ἤτοι τῶν Πυθαγορείων (οὐ γὰρ πάντες οἱ Πυθαγόρειοι τῆς αὐτῆς γεγόνασιν αἱρέσεως) τὰ μαθηματι· κὰ μόνον εἶναι ἔλεγον, τὰς ἰδέας μὴ προσηκάμενοι. εἰπὼν οὖν ὅτι τρεῖς εἰσιν αἱ οὐσίαι ἐπάγει, εἰ, ἐκεῖναι μέν λέγων ἐκείνας τήν τε αἰσθητὴν καὶ φθαρτὴν οὐσίαν καὶ τὴν αἰσθητὴν καὶ ἄφθαρτον) τῆ φυσικῇ ὑπόκεινται, καὶ τὴν αἰτίαν συντόμως ἔπηξε· μετὰ κινήσεως γὰρ, φησιν, εἰσιν· ἐν ὄις γάρ ἐστιν ἀρχὴ κινήσεως καὶ ἠρεμία, τῆς φυσικῆς ἐστι τὸ περὶ αὐτῶν σκοπεῖν. ἡ δὲ νοητὴ καὶ θεία οὐσία οὐ τῆς φυσι· κῆς ἀλλὰ τῆς προκειμένης φιλοσοφίας. καὶ τοῦ μὴ τῆς φυσικῆς εἶναι τὸ περὶ αὐτῆς θεωρεῖν τὴν αἰτίαν τέθεικε διὰ τοῦ εἰ μηδεμία ία αὐτοῖς ἀρχὴ κοινή, ὅπερ ἴσον ἐστὶ τῷ ἐπειδὴ οὐδαμῶς κατ’ οὐδὲν ἡ αἰσθητὴ οὐσία κοινωνεῖ τῇ νοητῇ, οὐδέ ἐστί τις αὐταῖς ἀρχ’ ἡ κοινή, οὐκ ἄν εἴη τῆς φυσικῆς τὸ περὶ αὐτῆς θεωρεῖν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια οἶμαι ὅτι τοιαύτη τίς ἐστιν· τὸ δὲ ἐν ἀρχῇ τῆς λέξεως συνεχὲς τοιοῦτον· οὐσίαι δὲ τρεῖς, μία μὲν αἰσθητή, ἣν · πάντες ὁμολογοῦσιν, ἧς καὶ ἀναγκαῖον τὰ στοιχεῖα λαβεῖν, εἴτε ἓν εἴτε πολλά· εἶτα τὸ ἧς, δηλονότι αἰσθητῆς, ἡ μέν ἐστι φθαρτὴ ἡ δὲ ἀίδιος. Ἡ δ’ αἰσθητὴ οὐσία μεταβλητή. Ἦν ἄν τὰ λεγόμενα σαφέστερα, εἰ ἀντὶ τοῦ ἡ δὲ αἰσθητὴ οὐσία μεταβλητὴ γεγραμμένον ἦν ἐπειδὴ δὲ ἡ αἰσθητὴ οὐσία μεταβλητή. εἰπὼν γὰρ ἀνωτέρω ὅτι αἱ οὐσίαι τρεῖς εἰσιν, ὧν ἡ μέν ἐστιν αἰσθητή, ἧς ἀνάγκη τὰ στοιχεῖα λαβεῖν, ἐντεῦθεν ζητεῖ τίνα ἐστὶ τὰ στοιχεῖα τῶν τε αἰσθητῶν καὶ φθαρτῶν καὶ τῶν αἰσθητῶν καὶ ἀφθάρτων οὐσιῶν. λέγει οὗν ὅτι ἐπειδὴ ἡ αἰσθητὴ οὐσία μεταβλητή ἐστι, πᾶσα δὲ μεταβολὴ ἐκ τῶν ἀντικειμένων καὶ τῶν μεταξύ, οὐκ ἐκ τῶν τυχόντων δὲ ἀντικειμένων ἀλλ’ ἐκ τῆς οἰκείας ἀποφάσεως, ὡς ἐν τῷ Α τῆς Φυσικῆς παραδέδωκεν ἀκροάσεως (γίνεται γὰρ τὸ λευκὸν χρῶμα ἐκ μὴ λευκοῦ ἀλλ’ οὐκ ἐκ τυχόντος· λέγεται γὰρ καὶ ἡ φωνὴ μὴ λευκή, ἀλλ’ οὐκ ἐξ αὐτῆς γίνεται τὸ λευκὸν χρῶμα, ἀλλ’ ἐκ τοῦ μὴ λευκοῦ χρώματος, ὅπερ ἐστὶν ἀπόφασις τοῦ λευκοῦ· καὶ ὁ μουσικὸς γίνεται ἐκ μὴ μουσικοῦ, ἀλλ’ οὐκ ἐκ τῆς οἰκίας· μὴ μουσικὸν γὰρ καὶ ἡ οἰκία· ἀλλ’ ἐκ τῆς οἰκείας ἀποφάσεως· καὶ ὁ ἄνθρωπος ἐκ μὴ ἀνθρώπου, ἀλλ’ οὐκ ἐξ ἅπαντος, ἀλλ’ ἐκ τῆς οἰκείας στερήσεως· ὁμοίως τούτοις καὶ τὰ ἄλα πάντα ὅ σὰ γίνεται), ἐπεὶ οὖν πᾶσα μεταβολὴ ἢ ἐκ τῶν ἀντικειμένων γίνεται ἡ τῶν μεταξύ (γίνεται γὰρ καὶ ἐκ φαιοῦ λευκόν), τὸ δὲ ἀντικείμενον τῇ τοῦ ἀντικειμένου παρουσίᾳ οὐχ ὑπομένει οὐδὲ γίνεται αὐτῷ ὑποκείμενον (οὐδαμῶς γὰρ ὑπόκειται ἡ θερμότης τῇ ψυχρότητι, ἀλλὰ τῇ τοῦ ψυχροῦ παρουσίᾳ φ· θείρεταί γε καὶ οὐκ ἔστι τὸ θερμόν)· εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ἀνάγκη εἶναι τρίτον τι, καὶ τοῦτό ἐστιν ἡ ὕλη, ἣ μεταβάλλει ἐκ θερμοῦ εἰς ψυχρὸν καὶ ἐκ ψυχροῦ εἰς θερμόν. ἐπειδὴ δὲ ἡ μὲν κίνησις ἐν τρισὶ κατηγορίαις οὖσα ἐδείχθη ἐν τῷ πέμπτῳ τῇς Φυσικῆς ἀκροάσεως, ποιῷ, ποσῷ, ποῦ, ἡ δὲ μεταβολὴ καὶ ἐν ταύταις καὶ ἐν τῇ οὐσίᾳ (τὸ γὰρ κατὰ τὸ τί τοῦ καὶ οὐσιώδους εἴδους ἐστὶ δηλωτικόν), καὶ γένεσις μὲν ἁπλὴ καὶ φθορά ἐστι κατὰ τόδε, τουτέστι μεταβολὴ κατὰ οὐσίαν (ἁπλῆν γὰρ γένεσιν τὴν τῶν οὐσιῶν ἐλέγομεν ἐν τῇ Περὶ γενέσεως), αὔξησις δὲ καὶ φθίσις ἡ κατὰ τὸ ποσόν, φορὰ δὲ μεταβολὴ ἡ κατὰ τόπον, ἀλλοίωσις δὲ μεταβολὴ κατὰ πάθος, οἷον θερμέτητος, λευκότητος· ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, εἰς ἐναντιώσεις ἄρα καθ’ ἕκαστόν ἐστι πᾶσα μεταβολή, ἡ μὲν κατὰ ποσὸν μεταβολὴ εἰς τὴν κατὰ ποσὸν ἐναντίωσιν (αὕτη δ’ ἐστὶ τὸ μέγα καὶ ἢ τὸ τέλειον καὶ ἀτελές), ἡ δὲ κατ’ οὐσίαν μεταβολὴ εἰς τὴν κατ’ οὐσίαν ἐναντίωσιν (ἔστι δὲ αὕτη τὸ εἶδος καὶ ἡ στέρησις), καὶ αἱ λοιπαὶ ὁμοίως. εἰ δὲ τοῦτο, ἀνάγκη εἶναι τρίτον τι τήν ὕλην τὴν δυναμένην ἐξ εἴδους εἰς στέρησιν καὶ ἐκ στερήσεως εἰς εἶδος μεταβάλλειν· ὁμοίως καὶ ἐκ μεγάλου ἢ τελείου εἰς μικρὸν ἢ ἀτελές. ἐπεὶ δὲ διττὸν ὂν μεταβάλλει πᾶν ἐκ τοῦ δυνάμει οντος. Ταῦτα πάντα ἅ τε προερρήθη καὶ τὰ λεχθησόμενα ἀκριβῶς ἐν τῇ Φυσικῇ εἴρηται ἀκροάσει, μέμνηται δὲ τούτων ἐνταῦθα δι’ ἃς εἴπομεν ἀρχόμενοι τοῦ βιβλίου αἰτίας. ἐπεὶ τὸ ὂν διττὸν δυνάμει καὶ ἐνεργείᾳ (τὸ γὰρ ὕδωρ ἐνεργείᾳ ὂν ὕδωρ δυνάμει ἐστὶν ἀήρ), μεταβάλλει πᾶν ἐκ τοῦ δυνάμει ὄντος εἰς τὸ ἐνεργείᾳ· καὶ οὔτε ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται τὰ γινόμενα οὔτε πάλιν τὸ ὂν γίνεται, ἀλλ’ ἐκ τοῦ πῇ μὲν ὄντος πῇ δὲ μὴ ὄντος. ἡ γὰρ ὕλη ὂν μέν ἐστι καθ’ αὑτήν, μὴ ὃν δὲ διὰ τὴν ἐν αὐτῇ στέρησιν, καὶ ὁ Σωκράτης ἐστὶ μὲν ὄν, ἀλλὰ καὶ μὴ ὂν διὰ τὴν ἐν αὐτῷ ἑτερότητα· ἕτερος γὰρ ὢν ἵππου ἐστὶ μὴ ὄν· οὐ γάρ ἐστιν ἵππος. ὥστε πάντα τὰ γινόμενα καθ’ αὑτὸ μὲν γίνεται ἐξ ὄντος, κατὰ συμβεβηκὸς δὲ ἐκ μὴ ὄντος· τὸ γὰρ λευκὸν γίνεται ἐκ μὴ |λευκοῦ, ὅπερ μὴ λευκὸν καθ’ αὑτὸ μέν ἐστιν ὄν, κατὰ συμβεβηκὸς δὲ μὴ ὄν· συμβέβηκε γὰρ αὐτῷ μὴ εἶναι λευκῷ. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· τῷ γὰρ ὕδατι συμβέβηκε μὴ εἶναι ἀέρι καὶ τῷ Καλλίᾳ μὴ εἶναι ἵππῳ. οὐ μόνον δέ, φησίν, ἐξ ὄντος μὲν γίνεται τὰ γινόμενα, κατὰ συμβεβηκὸς δὲ μὴ ὄντος, ἀλλὰ καὶ ἀναστρέψαντι ἔστι λέγειν, ἐξ ὄντος μὲν δυνάμει, ἐνεργείᾳ δὲ μὴ ὄντος· τὸ γὰρ ὕδωρ ἐξ οὗ ὁ ἀὴρ γίνεται, ἐνεργείᾳ μὴ ὄν ἐστιν· οὔπω γάρ ἐστιν ἀήρ. ὥστε ἐνεργείᾳ ἐστὶ μὴ ἀὴρ ἤτοι μὴ ὄν, δυνάμει δὲ ἀὴρ ἤτοι ὄν. οὕτως οὖν ἀναπτύξας ἡμῖν τί ποτέ ἐστι τὸ γινόμενον καὶ μεταβάλλον ἐξ εἴδους εἰς στέρησιν καὶ ἐκ ταύτης εἰς ἐκεῖνο, ὅτι ἡ ὕλη ἐστίν, ἐπήγαγε καὶ τοῦτό ἐστι τὸ Ἀναξαγόρου ἐν, δυνάμει λέγων ὅτι ὅταν ὁ Ἀναξαγόρας λέγῃ ὡς ἦν ὁμοῦ πάντα χρήματα καὶ ἓν ἦν τὸ πᾶν, ὁ δὲ νοῦς ἤρξατο ἀπὸ ἀρχῆς τινος ταῦτα διαχωρίζειν, ἐνδείκνυται ὡς ὠνείρωττε μὲν τὴν ὕλην, οὐ κατέλαβε δέ, καὶ ἐπὶ τούτῳ οὐδὲ σαφῶς ἡμᾶς ταύτην ἐδίδαξε. βέλτιον οὖν, φησί, λέγειν ὅτι ἐξ ἑνὸς μὲν γίνεται πάντα, δυναμένου τοῦ ἑνὸς εἰς πάντα μεταβάλλειν, εἶτα καὶ σαφηνίζειν ὅτι τοῦτο τὸ ἓν ἡ ὕλη ἐστίν, ἤπερ λέγειν ὅτι ἦν ὁμοῦ πάντα χρήματα· τίς γὰρ ἀκούων ὅτι ἦν ὁμοῦ πάντα, δύναται νοεῖν ὅτι αὕτη ἡ φωνὴ τῆς ὕλη ἐστὶ δηλωτικὴ τῆς δυνάμει πάντα οὔσης; ὡς οὖν Ἀναξαγόρας διὰ τοῦ λέγειν ὡς ἦν ὁμοῦ πάντα τὴν ὕλην ἐφαντάσθη μέν, οὐκ ἔγνω δέ, οὕτω καὶ ᾿Εμπεδοκλῆς ἐκ τοῦ μίγματος λέγων γενέσθαι τὰ τῇδε (λέγοι δ’ ἄν μῖγμα τὸν τὴν ὕλην ἐφαντάζετο· μὴ δυνηθεὶς δὲ ἅψασθαι αὐτῆς, ἀντὶ τοῦ λέγειν ἐξ ὕλης, ἔλεγεν ὅτι ἐκ τοῦ μίγματος ἔστι τὰ τῇδε. ἀλλὰ καὶ ὁ Δημόκριτος διὰ τοῦ ‟ἦν ὁμοῦ πάντα δυνάμει“ ἐμφαίνει ὡς ἔσχεν ἀμυδρῶς ἔννοιαν τῆς ὕλης· τὸ γὰρ ἦν ὁμοῦ πάντα δυνάμει ἴσον ἐστὶ τῷ ἔστιν ἐν ἡμῖν, ὃ δύναται πάντα. Πανία δ’ ὕλην ἔχει ὅσα μεταβάλλει, ἀλλ’ ἑτέραν. Ζητήσας ἐν ταῖς ἀπορίαις πότερον μία ἐστὶ πάντων ἀρχὴ καὶ ἓν στοιχεῖον ἢ πλείω, διὰ τῶν λεγομένων τε καὶ παραδιδομένων ἐνταῦθα δείκνυσιν ὅτι οὐ μία, δείξει δὲ πάλιν ὅτι καὶ μία, ὥστε ἔσται πάντων καὶ μία ἀρχὴ καὶ οὐ μία. πῶς δέ, τὴν λέξιν ἐπερχόμενοι δείξομεν. πάντα οὖν τὰ αἰσθητὰ καὶ φθαρτὰ καὶ τὰ αἰσθητὰ καὶ ἄφθαρτα ὕλην ἔχει ἀλλ’ ἑτέραν. ἡ μὲν γὰρ τῶν φθαρτῶν ὕλη δύναται μεταβάλλειν ἐξ ἄλλου εἴδους εἰς ἄλλο, διὸ καὶ καλέσοι ἄν τις αὐτὴν φθαρτήν· ἡ δὲ τῶν ἀγενήτων ὕλη οὐ τοιαύτη, ἀλλὰ μόνον κινητή ἐστι κατὰ φοράν· ὁ γὰρ ἥλιος νῦν ἐν ὑδροχόῳ ὢν ἔστι μετ’ ὀλίγον ἐν τοῖς ἰχθύσιν. ᾿Απορήσειε δ’ ἄν τις ἐκ ποίου μὴ ὄντος ἡ γένεσις. Πάνυ τεταραγμένως καὶ φύρδην καὶ οὐ τεταγμένως οὐδ’ ἀκολούθως ἐπάγει τὰ ἐν τῷ βιβλίῳ τούτῳ |λεγόμενα, δι’ οὐδὲν ἕτερον ἢ δι’ ἣν ἀρχῆθεν ἐπετήδευσεν ἀσάφειαν. εἰπὼν γὰρ ἄνωθεν ὅτι τὰ γινόμενα οὐ μόνον ἐξ ὄντος γίνεται ἀλλὰ καὶ ἐκ μὴ ὄντος, καὶ μεταξὺ πολλὰ παρεμβαλών, ἐνταῦθα τὴν αἰτίαν δι’ ἣν ἐκείνων ἐκεῖσε ἐμνήσθη τίθησι, δυνάμει λέγων ῾ὡς ὡς ἐν παρέργῳ οὐδεμίαν ἐκείνων ἐκεῖσε μνήμην πεποίημαι ἀλλὰ καὶ ἀναγκαίως.’ ἀπορήσειε γὰρ ἄν τις, ἐπειδὴ τὸ μὴ ὂν τριχῶς λέγεται, ἕνα μὲν τρόπον τὸ ψεῦδος, ὥσπερ ὂν τὸ ἀληθές, ἄλλον δὲ τὸ μηδαμῆ μηδαμῶς ὅν, ἄλλον τὸ δυνάμει ὅν, ἐκ τίνος τούτων ἡ γένεσίς ἐστιν. καὶ ἐρωτήσας ἀπορητικῶς ἀποκρίνεται λέγων, εἰ δὴ ἔστι τὸ δυνάμει, τουτέστιν, εἰ ἔστι τι δυνάμει μὴ ὄν, ἐξ ἐκείνου ἔσται ἡ γένεσις. ἐλλιπῶς δὲ τοῦτο ἀπηγγέλθη, καὶ οἶμαι διὰ τὸ σαφῶς περὶ τούτου πρὸ ὀλίγου εἰπεῖν. δεῖ δέ, ὡς οἶμαι, προσυπακούειν τοῦ ἐνεργείᾳ μὲν μὴ ὄν, δυνάμει δὲ ὄν· ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον ῾εἰ δὴ ἔστιν ἐνεργείᾳ μὲν μὴ ὄν, δυνάμει δὲ ὄν, ἐκ τούτου ἄν ἡ γένεσις εἴη.’ ἔστω δὲ σαφὲς τὸ λεγόμενον ἐπὶ ὑποδείγματος· τὸ ὕδωρ ἐνεργείᾳ μὴ ὂν ἀὴρ δυνάμει ἐστὶν ἀήρ. ὅμως οὐκ ἐκ τοῦ τυχόντος ἐνεργείᾳ μὴ ὄντος δυνάμει δὲ ὄντος πάντα γίνεται, ἀλλ’ ὁ μὲν ἄνθρωπος ἐκ τοῦ ἀνθρωπείου σπέρματος καὶ τοῦ καταμηνίου, ἐλαία δὲ ἐξ ἄλλου καὶ ἄμπελος ἐξ ἑτέρου. καὶ ἐπεί, ὡς λέγομεν, ἄλλα ἐξ ἄλλων γίνεται, οὐχ ἱκανῶς εἴρηκεν Ἀναξαγόρας εἰπὼν ῾ἦν ὁμοῦ πάντα᾿ ,τουτέστιν ἦν ἡ ὕλη ἐξ ἧς τὰ πάντα, ἀλλ’ ἔδει αὐτὸν εἰπεῖν ὁποῖα πράγματα ἐξ ὁποίας ὕλης γίνεται. διαφέρουσι γὰρ οὐ τῷ εἴδει μόνον ἀλλὰ καὶ τῇ ὕλῃ. ἀνθρώποις μὲν γὰρ ὕλη σάρκες καὶ ὀστᾶ, ἀνδριάντι δὲ χαλκὸς καὶ χαλκῷ ὕδωρ καὶ ἄλλῳ ἄλλη. εἰ γὰρ μὴ ἦσαν αἱ προσεχεῖς ἑκάστῳ ὗλαι σχεδὸν ἄπειροι (οὐδὲν γὰρ ἐκ τῆς ἀνειδέου γίνεται, εἰ μὴ μόνα τὰ ἀπλᾶ), ἓν ἦν τὸ πᾶν· ἐπειδὴ γὰρ τὸ ποιητικὸν ὁ νοῦς ἕν ἐστιν, εἰ καὶ ἡ προσεχὴς ἑκάστῳ ὕλη μία ἦν, ἓν ἄν ἦν τὸ γεγονός. τὸ γὰρ ἐκεῖνο ἐγένετο ἐνεργείᾳ, ᾇ, οὗ ἡ ὕλη ἦν δυνάμει, δηλωτικόν ἐστι τοῦ ἓν ἄν ἐγεγόνει, ὃ ἠδύνατο γενέσθαι ἡ ὕλη, ἀλλ’ οὐ πολλά. ὡς γὰρ ὁ σῖτος δυνάμει ὢν ἄσταχυς ἐξ αὐτοῦ μόνος ὁ ἄσταχυς γίνεται, οὐκέτι δὲ καὶ ἄμπελος ἢ ἐλαία, οὕτως εἰ ἦν ἡ ὕλη μία, ἓν ἄν ἦν τὸ γεγονός, καὶ οὐ τὸ τυχὸν ἀλλ’ ὃ ἦν δυνάμει. ταῦτα εἰπὼν ὥσπερ συμπέρασμα τῶν λεχθέντων ἐπήγαγε τὸ τρία δὴ τὰ αἴτια καὶ αἱ ἀρχαί, ὕλη εἶδος στέρησις. Μετὰ ταῦτα ὅτι οὐ γίνεται οὔτε ὕλη οὔτε εἶδος. ἐλλείπει τῇ λέξει τὸ δεῖ δεῖξαι, ἵνα ᾖ τὸ ὅλον τοιοῦτον ῾μετὰ ταῦτα δεῖ δεῖξαι ὅτι οὐ γίνεται οὔτε ὕλη οὔτε εἶδος.’ καὶ ὅτι |μὲν ἡ πρώτη καὶ ἀνείδεος ὕλη οὐ γέγονε, δέδειχεν ἐν τῷ τέλει τοῦ Α τῆς Φυσικῆς ἀκροάσεως· ὅτι δὲ οὐδὲ τὸ εἶδος, ἔδειξεν ἐν τῷ Z ταύτης τῆς πραγματείας. καὶ τάχα ἐπειδὴ εἶπεν ὅτι τρεῖς εἰσιν αἱ ἀρχαί, ὕλη εἶδος στέρησις, ἐξ ἀκολουθίας τοῦτο ζητεῖ, πότερον γίνονται ἢ οὔ. δείκνυσι δὲ αὐτὸ πάνυ διὰ βραχέων, διὰ τὸ ἐν τῷ Z διεξοδικῶς αὐτὸ δεῖξαι. δεῖ οὖν, φησί, δεῖξαι ὅτι οὐ γίνεται ἡ ὕλη καὶ τὸ εἶδος τὰ ἔσχατα· τὸ δὲ ἔσχατα πρόσκειται ὅτι οἱ τέσσαρες χυμοὶ ὕλη ὄντες Σωκράτους γεγόνασιν, ἀλλ’ οὔκ εἰσιν ἡ ἐσχάτη καὶ ἀνείδεος ὕλη πάλιν ἐστὶν ἡ σὰρξ εἶδός τι ἀλλ’ οὐ τὸ ἔσχατον, ἀλλ’ ὁ Σωκράτης ἐστὶ τὸ ἔσχατον. οὕτως οὖν προσδιορισάμενος ποίαν ὕλην καὶ ποῖον εἶδος οὔ φησι γενέσθαι, δείκνυσι τὸ προκείμενον, λέγων, εἰ οὐ μόνον ὁ χαλκὸς γίνεται στρογγύλος ἀλλὰ καὶ τὸ στρογγύλον ἤτοι τὸ εἶδος, εἰς ἄπειρον ἔσται ἡ ἄνοδος· ἔσται γάρ τι ὑποκείμενον τῇ στρογγυλότητι· πᾶν γὰρ ἐξ ὑποκειμένου τινὸς γίνεται. καὶ πάλιν περὶ τοῦ ὑποκειμένου τῇ στρογγυλότητι ὁ αὐτὸς λόγος, πότερον γίνεται ἢ οὔ. εἰ μὲν γὰρ γίνεται, ἔσται κἀκείνῳ ὑποκείμενόν τι, καὶ τοῦτο εἰς ἄπειρον. πάλιν εἰ γίνεται ὁ χαλκὸς ἐξ ὑγρᾶς ἀναθυμιάσεως καὶ αὕτη ἐξ ὕδατος καὶ τοῦτο ἐκ τῆς ἀνειδέου ὕλης κἀκείνη ἐξ ἄλλου, εἰς ἄπειρον ἔσται ἡ ὁδός, ὅπερ ἀδύνατον· δέδεικται γὰρ ἐν τῷ ἐλάττονι Α τῆς προκειμένης πραγματείας. Μετὰ ταῦτα ὅτι ἑκάστη ἐκ συνωνύμου γίνεται οὐσία. Καὶ ἐνταῦθα προσυπακουστέον τοῦ εἰπεῖν δεῖ. μετὰ τὰ ῥηθέντα, φησίν, εἰπεῖν δεῖ καὶ ὅτι ἑκάστη οὐσία ἐκ συνωνύμου ἑαυτῇ γίνεται· ἢ γὰρ τέχνῃ, φησί, γίνεται τὰ γινόμενα ἢ φύσει, ἀμφότερα δὲ ἐκ συνωνύμου ἑαυτοῖς. καὶ ὅτι μὲν τὰ ἀπὸ τέχνης γινόμενα ἐκ συνωνύμου ἑαυτοῖς γίνεται δῆλον. ἡ γὰρ οἰκία ἐκ τοῦ εἴδους τῆς οἰκίας τοῦ ἐν τῇ ψυχῇ τοῦ οἰκοδόμου ὄντος γίνεται, καὶ ἡ ἐν τῷδε τῷ σώματι ὑγίεια ἐκ τοὐ εἴδους καὶ τοῦ λόγου τῆς ὑγιείας τοῦ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ γίνεται. ὅτι δὲ καὶ τὰ φυσικὰ ἐκ συνωνύμου φανερώτατον· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου. τὰ δὲ ἐξ αὐτομάτου καὶ ἀπὸ τύχης γινόμενα ἀποτυχίαι εἰσὶ τῆς τε φύσεως καὶ τῆς τέχνης. εἰπὼν δὲ ὅτι ἢ τέχνῃ ἢ φύσει γίνεται τὰ γινόμενα, τί διαφέρει τέχνη φύσεως λέγει, ὅτι ἡ τέχνη ἀρχή ἐστιν ἐν τῷ ποιοῦντι καὶ οὐ τῷ ποιουμένῳ, ἡ δὲ φύσις ἀρχὴ ἐν αὑτῷ τῷ γινομένῳ οὖσα. ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· τοῦτο δὲ συνεχές ἐστι τῷ μετὰ ταῦτα ῥητέον ὅτι ἑκάστη ἐκ συνωνύμου γίνεται οὐσία· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ. τὸ δὲ πρὸ τούτου παρεμβληθὲν τὸ τὰ γὰρ φύσει οὐσίαι καὶ τἄλλα ἴσον τῷ οὐ μόνον τὰ |φύσει γινόμενά εἰσιν οὐσίαι, ἀλλὰ καὶ τὰ ἄλλα ἤιοι τὰ ὑποκείμενα ταῖς τέχναις οὐσίαι εἰσίν. ἢ τὸ τὰ γὰρ φύσει οὐσίαι καὶ τὰ ἄλλα ἴσον ἄν εἴη τῷ τὰ γὰρ φύσει γινόμενα ἐξ οὐσιῶν ἤτοι ἐκ συνωνύμων ἑαυτοῖς γίνεται, ὁμοίως καὶ τὰ ἄλλα ἤτοι τὰ τέχνῃ γινόμενα. καὶ ἔσται τὸ σύνολον τοιοῦτον· μετὰ ταῦτα ῥητέον ὅτι ἐκ συνωνύμου ἑκάστη γίνεται οὐσία· τὰ γὰρ φύσει οὐσίαι καὶ τὰ ἄλλα. σημεῖον δὲ τούτου· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ. αἱ δὲ λοιπαὶ αἰτίαι, ἤτοι ἡ τύχη καὶ τὸ αὐτόματον, στερήσεις καὶ ἀποτυχίαι καὶ ἁμαρτήματά εἰσι τῶν ὑπὸ φύσεως καὶ τέχνης γινομένων. εἰπὼν δὲ πρότερον ὅτι ἡ οὐσία τριχῶς λέγεται, ἥ τε αἰσθητὴ διχῶς ἡ μὲν φθαρτὴ ἡ δὲ ἀγέννητος καὶ τρίτη ἡ νοητή, ἐπάγει ἄλλην τριάδα οὐσίας τὴν ὕλην τὸ εἶδος καὶ τὸ ἐξ ὕλης καὶ εἴδους. οὐσίαι γάρ, φησί, τρεῖς, ἡ μὲν ὕλη τόδε τι οὖσα τῷ φαίνεσθαι. ὃ δὲ λέγει τοιοῦτον ἄν εἴη. ἐπειδὴ Σωκράτους ὕλη ἐστὶ σάρκες νεῦρα ὀστᾶ χεῖρες πόδες κεφαλὴ καὶ τὰ λοιπά, ὅταν αὐτὰ σωρηδὸν καὶ ὡς ἔτυχε νοῶμεν κείμενα καὶ οὐ συμπεφυκότα καὶ ἡνωμένα ἀλλήλοις, ἀλλὰ μόνον ἁπτόμενα ἀλλήλων ὥσπερ οἱ σῖτοι ἐν τῷ σωρῷ, ὡς εἶναι, φέρε εἰπεῖν, τὰς μὲν χεῖρας καὶ τὸν σπλῆνα καὶ τὸ ἧπαρ ἐν τῷ ἐδάφει κείμενα, ἐπάνω δὲ τούτων τὴν κεφαλὴν καὶ τὴν κοιλίαν, καὶ ἐπάνω τούτων τοὺς πόδας καὶ τὰ ἔντερα· ὅταν οὖν ταῦτα ὕλην ὄντα Σωκράτους οὕτως ἔχοντα καὶ οὕτω κείμενα νοῶμεν. τότε εἰσὶ τόδε τι τῷ φαίνεσθαι, τόδε τι λέγων τὸν Σωκράτην ἢ ὅλως τὸ ζῷον, ὅπερ ἄν ἀποτελέσαιεν εἰ λάβοι τάξιν τε καὶ ἕνωσιν καὶ σύμφυσιν ὑπὸ φύσεως. εἰσὶν οὖν αἱ χεῖρες καὶ οἱ πόδες καὶ ἡ κεφαλὴ καὶ τὰ λοιπὰ ἀτάκτως καὶ ὡς ἔτυχε κείμενα ὁ Σωκράτης τῷ φαίνεσθαι, τουτέστι κατὰ φαντασίαν· φανταζόμεθα γὰρ ὅτι, εἰ λάβοι δύναμιν ἡ φύσις ὥστε τάξαι καὶ ἑνῶσαι τὴν προκειμένην ὕλην, γενήσεται ὁ Σωκράτης· ὅταν δὲ ἑνωθῶσι καὶ συνεχισθῶσι καὶ τάξιν λάβωσι, τότε οὐ κατὰ φαντασίαν ἐστὶν ἡ τοιαύτη ὕλη ὁ Σωκράτης, ἀλλ’ ἤδη ἐστὶ Σωκράτης, καὶ ἀληθὲς εἰπεῖν ὅτι ταῦτα Σωκράτης ἐστίν. ὅσα οὖν ὑλικὰ ἁφῇ εἰσιν ἓν ἀλλὰ μὴ συμφύσει καὶ ἑνώσει, κατὰ φαντασίαν εἰσὶ τόδε τι. ὁμοίως καὶ ἐπὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς. ὅταν μὲν γὰρ κατὰ ἁφήν εἰσιν ἕν, κατὰ φαντασίαν εἰσὶν ὁ Σωκράτης· ὅταν δὲ ὑπὸ τῆς φύσεως κραθέντα ἀλλοιωθῶσι καὶ γένωνται Σωκράτης, τότε εἰσὶ κατ’ ἀλήθειαν ὁ Σωκράτης. μία μὲν οὖν οὐσία ἐστὶν ἡ ὕλη, ἄλλη δὲ πάλιν οὐσία ἐστὶ φύσις τόδε τι οὖσα καὶ ἕξις τις εἰς ἥν. λέγει δὲ φύσιν καὶ τόδε τι καὶ ἕξιν τὸ εἶδος· ἐκ παραλλήλου γὰρ ταῦτα κεῖται. τὸ δὲ εἰς ἥν ἀντὶ τοῦ εἰς ἣν φύσιν καὶ εἶδος ἡ γένεσίς ἐστιν· πᾶσα γὰρ γένεσις ὁδός ἐστιν εἰς εἶδός τι. ἄλλη δὲ πάλιν οὐσία ἐστὶ τὸ ἐξ ὕλης καὶ εἴδους, οἷον Σωκράτης Καλλίας. εἰπὼν δὲ ὅτι τρίτη δὲ οὐσία ἐστὶ τὸ καθ’ ἕκαστον Σωκράτης Καλλίας, λέγει ὅτι ἐπί τινων μὲν φανερόν ἐστιν ὅτι οὐκ ἔστιν εἴδη ἤτοι ἰδέαι αὐτῶν τῶν καθ’ ἕκαστα, καὶ τοῦτο ἀρέσκει καὶ αὐτοῖς τοῖς τὰς ἰδέας θεμένοις· τῶν γὰρ ὑπὸ τέχνης γινομένων ἰδέας εἶναι οὐκ ἔλεγον, ἀλλὰ τῶν ὑπὸ φύσεως. ἐπί τινων οὖν οὔκ εἰσιν ἰδέαι· τῆς γὰρ οἰκίας καὶ πρίονος καὶ ἀνδριάντος οὐκ ἔστιν εἶδος ἤτοι ἰδέα, εἰ μή τις, φησί, καὶ ἐπὶ τούτων λέγει ἰδέας τὰς τέχνας, δι’ ὧν ταῦτα γίνεγεννᾷ. τᾶι. εἴδη μὲν οὖν τῶν τεχνητῶν ἐν ὑποστάσει οὔκ εἰσιν ἀλλὰ μόνῃ τῇ ἐπινοίᾳ· καὶ ἐπὶ τούτῳ οὔτε διὰ γενέσεως καὶ χρονικῆς παρατάσεως καὶ ὅλως μεταβολῆς τινος ὑποκειμένου τὸ εἶναι αὐτοῖς οὕτε διὰ φθορᾶς τὸ μὴ εἶναι. τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐδ’ ἔστι γένεσις καὶ φθορὰ τούτων, ἀλλ’ ἄλλον τρόπον εἰσὶ καὶ οὔκ εἰσι, τουτέστιν ἄνευ γενέσεώς εἰσι καὶ ἄνευ φθορᾶς οὔκ εἰσιν, ὥσπερ αἱ ἁφαί. ὅταν γὰρ φαντάζωμαι εἶδος οἰκίας, ἔστι τὸ τοιοῦτον εἶδος οὐ διὰ γενέσεως· οὐδὲν γὰρ ἀλλοιωθὲν τὸ τοιοῦτον γέγονεν εἶδος, ἀλλ’ ἀχρόνως καὶ ἐν τῷ νῦν. καὶ γὰρ καὶ ἡ φαντασία αὐτοῦ ἐν τῷ νῦν μοι γέγονεν. ὅταν δὲ μὴ φαντάζωμαι, οὐκ ἔστιν· καὶ γὰρ καὶ τὸ μὴ φαντάζεσθαι ἐν τῷ νῦν ἀπογίνεται. ἄνευ δὲ ὕλης οἰκίαν καὶ ὑγίειαν αὐτὸ τὸ εἶδος τὸ ἐν τῇ ἡμετέρᾳ φαντασίᾳ τῆς οἰκίας καὶ τῆς ὑγιείας εἶπε. διό, φησίν, οὐ κακῶς εἶπε Πλάτων ὅτι τῶν τεχνητῶν εἴδη οὐκ ἔστιν ἀλλὰ τῶν φύσει. εἰ γὰρ ἔστιν ὅλως εἴδη, τῶν φύσει ἄν εἶεν ἀλλ’ οὐ τῶν ἀπὸ τέχνης γινομένων. τὸ γὰρ ἄλλα τούτων μηνυτικόν ἐστι τοῦ τῶν φύσει ἔσονται εἴδη, ἄλλα ὄντα τούτων, ἤτοι τῶν δεῦρο καὶ αἰσθητῶν. τὸ δὲ οἷον πῦρ σὰρξ κεφαλή· ἅπαντα γὰρ ὕλη ἐστί, καὶ τῆς μάλιστα οὐσίας ἡ τελευταία οὐδεμίαν ἔχει ἀκολουθίαν τοῖς προσεχῶς λεχθεῖσιν, οὐδέ ἐστι συνῳδὰ τούτοις, ἀλλὰ συνᾴδοι ἄν τῷ ὅσα γὰρ ἁφῇ καὶ μὴ συμφύσει, ὕλη καὶ ὑποκείμενον. καὶ ἔστι τὸ συνεχὲς τῶν λεγομένων τοιοῦτον ὅσα γὰρ ἁφῇ καὶ μὴ συμφύσει, ὕλη καὶ ὑποκείμενον, οἷον πῦρ σὰρξ κεφαλή· ἅπαντα γὰρ ὕλη ἐστὶ καὶ τῆς μάλιστα οὐσίας ἡ τελευταία· εἶτα τὸ ἡ δὲ φύσις τόδε τι εἰς ἣν καὶ ἕξις καὶ τὰ λοιπά. λέγει δὲ μάλιστα οὐσίαν τὴν ἄτομον Σωκράτην Καλλίαν. ἔστι γὰρ τῆς τοιαύτης οὐσίας ὕλη τὸ πῦρ, μάλιστα δέ ἐστιν ὕλη αὐτῆς ἡ τελευταία ἤτοι ἡ προσεχής, οἷον σὰρξ νεῦρα ὀστᾶ. Τὰ μὲν οὖν κινοῦντα ὡς προγεγενημένα ὄντα. Καὶ τοῦτο οἰκεῖόν ἐστι τῷ περὶ τῶν αἰτίων λόγῳ. ἔστι δὲ τὸ λεγόμενον ὅτι τὰ κινοῦντα, τουτέστι τὰ ποιητικὰ αἴτια. ι πρότερά ἐστι τῶν ποιουμένων τῷ χρόνῳ. πρότερος γὰρ Σωφρονί|σκος Σωκράτους καὶ οἰκοδόμος οἰκίας. ἔχει δέ τινα ἀσάφειαν ἡ λέξις. τὰ μὲν οὖν κινοῦντά φησιν ὡς προγεγενημένα ὄντα, τὸ ὄντα ἀντὶ τοῦ ὑπάρχοντα, ἵν’ ᾖ τὸ λεγόμενον ῾τὰ ποιητικὰ ὑπάρχουσι καὶ λόγον ἔχουσι πρὸς τὰ ποιούμενα τὸν πρότερον κατὰ χρόνον· τὰ δὲ εἰδικὰ αἴτια ἅμα.’ ἅμα γὰρ τῷ εἶναι χαλκῆν σφαῖραν ἔστι καὶ τὸ στρογγύλον, ὅπερ ἐστὶ τὸ εἶδος τῆς σφαίρας· ὁμοίως ἅμα τῷ εἶναι τὸν ὑγιαίνοντα ἔστιν ἡ ὑγίεια ἕξις τις οὖσα καὶ εἶδος. ὅτι μὲν οὖν τὰ εἰδικὰ αἴτια ἅμα ἐστὶ τοῖς ὧν εἰσιν αἴτια δῆλον· εἰ δὲ καὶ χωριζόμενα τὰ εἴλη μετὰ τὸν χωρισμὸν μένει καὶ ἔστιν, ἀλλὰ μὴ εἰς τὸ μὴ εἶναι ἀπέρχεται, τοῦτο δεῖται πολλῆς τῆς σκέψεως. ὅμως, φησίν, ἐπί τινων οὐδὲν κωλύει, οἷον ἐπεὶ ἡ ψυχὴ εἶδός ἐστι τῶν ἐμψύχων, οὐδὲν κωλύει τινὰ ψυχήν, οἷον τὸν νοῦν ἤτοι τὴν λογικὴν ψυχήν, μένειν· αἱ γὰρ ἄλογοι θνηταί εἰσιν. καὶ διὰ τοῦτο πρόσκειται τὸ ἴσως. καὶ ἐπεὶ ἁπάντων τὰ αἴτια δῆλά ἐστιν, οὐδεμία χρεία τῶν ἰδεῶν εἰς τὴν τούτων γένεσιν. γίνεται γὰρ Σωκράτης ἐκ Σωφρονίσκου καὶ Πλάτων’ ἐξ Ἀρίστωνος· ὁμοίως καὶ ἐπὶ τῶν τεχνητῶν· ἐκ γὰρ τῆς ἰατρικῆς τέχνης, ἥτις λόγος ἐστὶ καὶ εἶδος τῆς ὑγιείας, γίνεται ἡ ὑγίεια. Τὰ δὲ αἴτια καὶ αἱ ἀρχαὶ ἄλλαι ἄλλων ἔστιν ὥς. ἐντεῦθεν ἡ λύσις τῆς λεγούσης ἀπορίας πότερον τὰ αἴτια καὶ αἱ ἀρχαὶ αἱ αὐταί εἰσι πάντων ἢ οὔ. λέγει οὖν ὅτι τρόπον μέν τινά εἰσιν αἱ αὐταί, τρόπον δέ τινα ἕτεραι. καθόλου μὲν οὖν, φησί, καὶ τί δηλοῖ τὸ καθόλου σαφηνίζων ἐπήγαγε καὶ κατὰ ἀναλογίαν εἰσὶν αἱ αὐταί. ἐπεὶ γὰρ πάντων τῶν γινομένων ἐστὶν ὕλη καὶ εἶδος καὶ στέρησις, καὶ πάντα τὰ γινόμενα ὑπὸ ὕλην καὶ εἶδος καὶ στέρησίν εἰσιν, εἰσὶ κατὰ τὸ καθόλου πάντων αἱ αὐταὶ ἀρχαί· παντὸς γὰρ αἴτια ὕλη εἶδος καὶ στέρησίς ἐστιν. τοῦ μὲν γὰρ ἀνδριάντος ὕλη ὁ χαλκός, εἶδος τὸ τοιονδὶ σχῆμα, στέρησις οὗ ἐστέρηται εἴδους οἷον ἱππείου· καὶ θύρας ὕλη ξύλον, εἶδος τὸ τοιονδὶ σχῆμα, στέρησις δὲ φέρε εἰπεῖν κιβωτίου. ὥστε καθόλου μὲν καὶ κατὰ ἀναλογίαν (ὡς γὰρ χαλκὸς πρὸς ἀνδριάντα, ξύλον πρὸς θύραν) αἱ αὐταί εἰσιν ἀρχαί, ὕλη εἶδος στέρησις· κατὰ δὲ τὰ προσεχῆ καὶ συντεταγμένα ἕτεραι· ἄλλη γὰρ ὕλη ἀνδριάντος, ἄλλη θύρας, ἄλλη Σωκράτους. ὁμοίως καὶ ἐπὶ εἴδους καὶ στερήσεως· ἄλλο εἶδος ἀνδριάντος καὶ ἄλλη στέρησις, καὶ ἄλλο θύρας καὶ ἄλλο Σωκράτους. καὶ ἐπὶ τοῦ ποιητικοῦ ὁμοίως· κατὰ γὰρ τὸ καθόλου πάντων τὸ ὡς κινοῦν αἴτιον τὸ τοιητικόν ἐστι, τὰ δὲ προσεχῆ ἕτερα· τοῦ μὲν γὰρ Σωκράτους ποιητικὸν ὁ Σωφρονίσκος, τοῦ δὲ ἀνδριάντος ὁ ἀνδριαντοποιός. ὥστε ἐρωτώμενοι πότερον πάντων αἱ ἀρχαὶ |καὶ τὰ αἴτια τὰ αὐτὰ ἢ ἕτερα, ῥητέον ὅτι τρόπον μέν τινα τὰ αὐτὰ τρόπον δέ τινα ἕτερα, κατὰ μὲν τὸ καθόλου τὰ αὐτά, κατὰ δὲ τὰ προσεχῆ ἕτερα. εἰπὼν δὲ ὅτι τὰ αἴτια καὶ αἱ ἀρχαὶ ἄλλαι ἄλλων, τὸ εὔλογον τοῦ μνησθῆναι τοῦ λόγου τούτου δεικνὺς ἐπήγαγεν ῾ἀπορήσειε γὰρ ἄν τις πότερον τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ τῆς οὐσίας τοῦ ποσοῦ τοῦ ποιοῦ τοῦ πρός τι καὶ τῶν λοιπῶν κατηγοριῶν ἕτερά εἰσιν ἢ τὰ αὐτά.’ καὶ δείκνυσιν ὅτι κυρίως μὲν καὶ κατὰ τὰ προσεχῆ οὔκ εἰσι τὰ αὐτά. ἄτοπον γάρ, φησί, τὸ λέγειν πάντων τὸ αὐτὸ στοιχεῖον. δείκνυσι δὲ τοῦτο ἐκ διαιρέσεως. εἰ γάρ ἐστιν ἓν πάντων στοιχεῖον, ἢ ἕτερόν ἐστι πασῶν τῶν κατηγοριῶν, ἢ μία αὐτῶν ἔσται τῶν λοιπῶν στοιχεῖον. καὶ ὅτι μὲν ἕτερον τῶν δέκα κατηγοριῶν οὐκ ἔστι, δῆλον· ἐπεὶ γὰρ τὰ στοιχεῖα πρότερά ἐστι τῶν ὧν ἐστι στοιχεῖα ἤτοι τῶν στοιχειωτῶν, εἴπερ ἐστὶ τῶν δέκα γενικωτάτων γενῶν οὐσίας ποσοῦ ποιοῦ καὶ τῶν λοιπῶν, τὸ αὐτὸ στοιχεῖον, ἔσται πρότερον αὐτῶν· οὐδὲν δὲ πρότερον οὐσίας καὶ τῶν λοιπῶν κατηγοριῶν, οὐδὲ ὅλως οὐδέν ἐστι παρ’ αὐτάς· οὐκ ἄρα ἐστὶ πάντων ἓν στοιχεῖον. ἀλλὰ μὴν οὐδὲ ἡ οὐσία στοιχεῖόν ἐστι τῶν πρός τι καὶ τῶν λοιπῶν κατηγοριῶν· πῶς γὰρ ἐκ τῆς οὐσίας γενήσεται μὴ οὐσία; ἐξ οὐσίας γὰρ ἀεὶ οὐσία γίνεται. οὐδὲ δὴ τὰ πρός τι ἔσται τῆς οὐσίας στοιχεῖα. πῶς γὰρ ἐκ συμβεβηκότος γενήσεται οὐσία; τὸ δὲ ἔτι πῶς ἐνδέχεται πάντων εἶναι ταὐτὰ στοιχεῖα; οὐδὲν γὰρ οἷόν τ’ εἶναι τῶν στοιχειων τῳ ἐκ στοιχείων συγκειμένῳ τὸ αὐτό, τοῦτο τὸ ἐπιχείρημα τὸ αὐτό ἐστι τῷ πρὸ αὐτοῦ, ἄλλως δὲ ἐφοδευθέν· ἐκεῖ μὲν γὰρ ἔλεγεν ὅτι τὸ στοιχεῖον πρότερόν ἐστιν ὧν ἐστι στοιχεῖον, ἐνταῦθα δὲ λέγει ὅτι τὸ στοιχεῖον ἕτερόν ἐστιν ὧν ἐστι στοιχεῖον· οὐκ ἔστι γὰρ ὁ συγκείμενος Σωράτης ἐκ πυρὸς καὶ γῆς καὶ τῶν μεταξὺ ὁ αὐτὸς τῷ πυρὶ καὶ τῇ γῇ, ἀλλ’ ἕτερος. εἰ δὴ τὰ στοιχεῖα ἕτερά ἐστι τῶν ὧν ἐστι στοιχεῖα, εἴπερ ἐστὶν ἕν τι καὶ τὸ αὐτὸ στοιχεῖον τῶν δέκα κατηγοριῶν, ἕτερον ἔσται πασῶν τῶν κατηγοριῶν. οὐκ ἔστι δέ τι παρὰ ταύτας· οὐκ ἄρα ἐστὶ πάντων ἓν στοιχεῖον. ὅτι δὲ τὰ στοιχεῖα ἕτερά ἐστι τῶν συγκειμένων ἐξ αὐτῶν δείκνυσιν ἐκ τῆς ἐπαγωγῆς· τὸ γὰρ βῆτα, φησί, στοιχεῖον ὂν τῆς βᾶ συλλαβῆς, ἕτερόν ἐστιν αὐτῆς. Οὐδὲ δὴ τῶν νοητῶν στοιχείων, οἷον τὸ ὂν καὶ τὸ ἕν. τίνα λέγει νοητὰ στοιχεῖα αὐτὸς ἐδήλωσεν, ὅτι τὸ ἓν καὶ τὸ ὄν. οὐ δὴ τὸ ὄν, φησί, καὶ τὸ ἓν δυνατόν ἐστι πάντων εἶναι στοιχεῖα. δείκνυσι δὲ τοῦτο ἐπὶ τῷ προαξιωθέντι τῷ ὅτι τὰ στοιχεῖα ἕτερά εἰσι τῶν ἐξ αὐτῶν γεγονότων. εἰ οὖν τὸ ἓν καὶ τὸ ὂν στοιχεῖά εἰσι πά|των, τὰ πάντα ἕτερα ἔσται τοῦ ἑνὸς καὶ τοῦ ὄντος. ἀλλ’ ὥσπερ τὸ ἐκ πυρὸς καὶ γῆς οὔτε πῦρ ἐστιν οὔτε γῆ, οὕτως οὐδὲ τὸ ἐξ ἑνὸς καὶ ὄντος οὔτε ἓν ἔσται οὔτε ὄν, ὥστε ἔσται καὶ ἡ οὐσία τὸ ποσὸν τὸ ποιὸν καὶ αἱ λοιπαὶ μὴ ὄντα καὶ μὴ ἕνα, ὅπερ ἀδύνατον. εἰ δὲ τοῦτο ἀδύνατον, ψεῦδος δι’ οὗ τοῦτο συνῆκται· ἦν δὲ τὸ ὅτι τὸ ἓν καὶ τὸ ὂν στοιχεῖά ἐστι πάντων. ἐπὶ δὲ τοῦ ὑπάρχει γὰρ ταῦτα ἐν ἑκάστῳ καὶ τῶν συνθέτων προσυτακουστέον τοῦ τῶν ἁπλῶν, ἵν’ ᾖ ῾ταῦτα γάρ, τὸ ὂν καὶ τὸ ἕν, ἐνυπάρχει ἑκάστῳ τῶν ἁπλῶν καὶ τῶν συνθέτων.’ τὸ δὲ οὐδὲν ἄρα ἔσται αὐτῶν οὔτε οὐσία οὔτε πρός τι τοιοῦτον ἂν εἴη· αὐτῶν, ἤτοι τῶν ὡς ἐκ στοιχείου τοῦ ὄντος καὶ τοῦ ἑνὸς γεγονότων, οὐδὲν ἔσται ἤτοι οὐδαμῶς ἔσται οὐδὲ ἕξει ὕπαρξίν τινα· ὥσπερ γάρ, ὡς εἴρηται, τὸ ἐκ πυρὸς καὶ γῆς οὐ πῦρ οὐδὲ γῆ, οὕτως οὐδὲ τὸ ἐξ ἑνὸς καὶ ὄντος ἔστι ἓν καὶ ὄν, ἀλλ’ ἔσται οὐχ ἓν καὶ οὐκ ὄν. τὸ δὲ οὔτ’ οὐσία οὔτε πρός τι δύναταί τις ἀκούειν ὡς ἴσον τῷ ὡς οὔτε ἡ οὐσία ἔσται ὂν οὔτε τὸ πρός τι. δύναται δὲ καὶ οὕτως αὐτοῦ ἀκούειν. εἰ μὲν οὖν τὸ ὂν ἐρεῖ τις στοιχεῖον, ἐπειδὴ ἕτερόν ἐστι τὸ στοιχεῖον τῶν ἐξ αὐτοῦ, ἢ αὐτὸ ἔσται μὴ ὂν ἢ τὰ ἐξ αὐτοῦ· οὐ γὰρ δυνατὸν καὶ τὸ ὂν ἤτοι τὸ στοιχεῖον εἶναι ὂν καὶ τὰ ἐξ αὐτοῦ ὄντα. εἰ δὲ τὴν οὐσίαν λέγει τις στοιχεῖον, ἢ αὐτὴ οὐκ ἔσται οὐσία ἢ τὰ ἐξ αὐτῆς, οἷον ὁ Σωκράτης ὁ Πλάτων’ καὶ τὰ λοιπά. ὁμοίως εἰ ἔστι τὸ πρός τι στοιχεῖον, ἔσται τὸ πρὸς τι οὐ πρὸς τι. καὶ συμπεραινεται λέγων οὐκ ἔστιν ἄρα πάντων τὰ αὐτὰ στοιχεῖα καὶ αἴτια, ἀλλὰ τρόπον μέν τινα τὰ αὐτὰ τρόπον δέ τινα ἕτερα. ᾗ μὲν γὰρ πάντων ἐστὶ στοιχεῖα ὕλη εἶδος στέρησις ποιητικὸν καὶ πάντα ὑπ’ αὐτά εἰσι, κατὰ δὴ τοῦτό εἰσιν αἱ αὐταὶ πάντων ἀρχαί· ᾗ δὲ ἄλλη μὲν ἀνδριάντος ὕλη ἑτέρα δὲ ζῴου, ὁμοίως καὶ ἄλλο μὲν εἶδος καὶ ποιητικὸν ἀνδριάντος ἕτερον δὲ ἑτέρου, ταύτῃ εἰσὶν ἕτεραι αἱ ἀρχαὶ καὶ οὐχ αἱ αὐταὶ πάντων. κατὰ μὲν οὖν τὰ καθόλου, εἶδός φημι καὶ ὕλην καὶ τὰ λοιπά, πάντων εἰσὶν αἱ αὐταὶ ἀρχαί, κατὰ δὲ τὰ συντεταγμένα ἕτεραι καὶ οὐχ αἱ αὐταί. ὅτι δὴ πάντα ὑπὸ ὕλην εἶδος στέρησιν καὶ ποιητικόν εἰσι, δείκνυσιν ἐξ ἐπαγωγῆς. τῶν μὲν γὰρ αἰσθητῶν, φησί, σωμάτων ἴσως, τουτέστι λόγου χάριν, ὡς μὲν εἶδός ἐστι τὸ θερμόν, ὡς δὲ στέρησις τὸ ψυχρόν, ὕλη δὲ τὸ δυνάμενον γενέσθαι θερμὸν ἢ ψυχρόν. τὸ δὲ καθ’ αὑτὸ πρόσκειται, ἐπεί φαμεν ὡς τὸ λευκὸν γέγονεν ψυχρόν, ἀλλ’ οὐ καθ’ αὑτό· καθ’ αὑτὸ δὲ γίνεται ψυχρὸν τὸ ὑποκείμενον τῷ λευκῷ. εἶδος μὲν οὖν τὸ θερμόν, στέρησις τὸ ψυχρόν, ὕλη τὸ δυνάμει ταῦτα. οὐσίαι δέ εἰσι τὸ θερμόν (εἶδος γὰρ καὶ πυρὸς τὸ θερμόν) καὶ ἡ ὕλη. καὶ οὐ μόνον εἰσὶ ταῦτα οὐσίαι, ἀλλὰ καὶ τὸ ἐκ θερμοῦ καὶ ψυχροῦ, τουτέστιν ἐκ πυρὸς καὶ ὕδατος· εἴτε γὰρ σάρξ ἐστι τοῦτο εἴτε ὀστοῦν εἴτε ὁτιοῦν ἕτερον. τὸ δὲ |ἕτερον γὰρ ἀνάγκη ἐκείνων εἶναι τὸ γενόμενον οὐδαμῶς συνᾴδει τοῖς προσεχῶς ῥηθεῖσιν· εἴη δ’ ἂν συνεχὲς τῷ πρὸ ὀλίγου ῥηθέντι τῷ οὐδὲν ἄρα ἔσται αὐτῶν οὔτε οὐσία οὔτε πρός τι. καὶ εἴη ἄν τοῦτο κατασκευὴ τοῦ μὴ εἶναι τὴν οὐσίαν οὐσίαν, μηδὲ τὸ πρός τι πρός τι· ἕτερον γὰρ ἀνάγκη ἐκείνων εἶναι τὸ γενόμενον· ὡς γὰρ εἴρηται, ἕτερόν ἐστι τὸ ἐκ στοιχείου γεγονὸς τῶν στοιχείων. τούτων μὲν οὖν τῶν προσεχῶς ῥηθέντων τὸ μὲν θερμόν ἐστιν εἶδος, τὸ δὲ ψυχρὸν ὡς στέρησις, τὸ δὲ δυνάμενον αὐτὰ ὡς ὕλη, καὶ τὸ μὲν φῶς ὡς εἶδος, τὸ δὲ σκότος ὡς στέρησις. καὶ ἐκ μὲν ἀέρος καὶ φωτός, ἤτοι ἐξ ὕλης καὶ εἴδους, ἡμέρα, ἐκ δὲ ἀέρος καὶ σκότους, τουτέστιν ὕλης καὶ στερήσεως, νύξ. ὥστε πάντων μὲν οὕτω, τουτέστι κατ’ ἀναλογίαν μὲν πάντων εἰσὶν αἱ αὐταὶ ἀρχαί, ὥσπερ εἴπομεν, κυρίως δὲ οὔ. καὶ ἐπεί, φησίν, οὐ μόνον τὰ κατασυντεταγμένα ἡμῖν εἰσιν αἴτια, ἀλλὰ καὶ τὸ ἐκτός, οἷον τὸ κινοῦν ἤτοι τὸ ποιητικόν, ἕτερον ἀρχὴ καὶ στοιχεῖον· καθολικώτερον γὰρ ἡ ἀρχὴ τοῦ στοιχείου. τὸ μὲν γὰρ στοιχεῖον καὶ ἀρχή, οὐ πᾶσα δὲ ἀρχὴ στοιχεῖον· ὁ γὰρ πατὴρ ἀρχὴ μέν, στοιχεῖον δὲ οὔ. καὶ διαιρεῖται ἡ ἀρχὴ ὡς καθολικώτερον ὡς εἰς μερικώτερα ταῦτα, λέγω δὴ τὴν ὕλην τὸ εἶδος τὴν στέρησιν τὸ ποιητικόν. εἰ δὴ εἰς ταῦτα διαιρεῖται ἡ ἀρχή, δῆλον ὅτι τὸ κινοῦν καὶ ἱστῶν ἤτοι τὸ ποιητικὸν ἀρχή τίς ἐστιν· ὥστε τὰ κατὰ ἀναλογίαν πανταχοῦ εὑρισκόμενα στοιχεῖα τρία ἐστίν, ὕλη εἶδος στέρησις, ἀρχαὶ δὲ καὶ αἴτια τέτταρα, ὕλη εἶδος στέρησις καὶ ποιητικόν. ταῦτα δὲ τὰ τέτταρα ἄλλα ἐν ἄλλοις, οἷον ἐπὶ μὲν τῶν ζῴων ὡς μὲν ὕλη τὸ τῶν ζῴων σῶμα, ὡς δὲ εἷος ἡ ὑγίεια, ὡς στέρησις ἡ νόσος, ὡς ποιητικὸν ἡ ἰατρική. πάλιν ὡς μὲν εἶδος ἡ οἰκία, ὡς στέρησις ἡ τοιαδὶ ἀταξία, ὡς ὕλη οἱ πλίνθοι, ὡς ποιητικὸν ὁ οἰκοδόμος. ὥστε πάντων αἴτιά ἐστιν ὕλη εἶδος στέρησις ποιητικόν, ἄλλα δὲ ἄλλων. ἐπεὶ δὲ τὸ κινοῦν ἐν μὲν τοῖς φυσικοῖς ἀνθρώποις ἄνθρωπος. Φυσικοὺς ἀνθρώπους εἶπε διὰ τὸν αὐτοάνθρωπον· ἐκεῖνος γὰρ οὐ φυσικός. ὃ δὲ νῦν λέγει, εἴρηκε καὶ ἐν τῇ Φυσικῇ, ὅτι τὸ ποιητικὸν καὶ τὸ εἰδικὸν πολλάκις τὸ αὐτό ἐστιν. Σωφρονίσκος γὰρ καὶ Σωκράτης ἀριθμῷ μὲν ἕτεροι εἴδει δὲ οἱ αὐτοί, καὶ ἡ ἐν τῷ σώματι ὑγίεια καὶ τὸ ποιητικὸν αὐτῆς ἡ ἰατρικὴ τῷ εἴδει τὰ αὐτά ἐστιν (ἡ γὰρ ἰατρικὴ ὁ λόγος ἐστὶ ὑγιείας), ὁμοίως καὶ ἡ οἰκία καὶ ἡ οἰκοδομική· ὥστε τὸ ποιητικὸν καὶ τὸ εἰδικόν, οὐ πᾶν ἀλλά τι, τῷ ἀριθμῷ μέν ἐστι δύο τῷ εἴδει δὲ ἕν. καὶ ἐπὶ τούτῳ τρόπον μέν τινα τὰ αἴτιά ἐστι τρία, τρόπον δέ τινα τέτταρα. ἔτι παρὰ ταῦτα τὰ αἴτιά ἐστι τὸ πάντων πρῶτον, ὅπερ ἐστὶν ἡ ζητουμένη ἐνταῦθα ἀρχή. |᾿Επεὶ δέ ἐστι τὰ μὲν χωριστὰ τὰ δ’ οὐ χωριστά, οὐσίαι ἐκείνα. Διὰ τούτων δείκνυσιν ὅτι αἱ τῶν οὐσιῶν ἀρχαὶ καὶ τῶν συμβεβηκότων εἰσὶν ἀρχαὶ καὶ αἴτια τοῦ εἶναι. ἐπεὶ γάρ, φησί, τῶν ὄντων τὰ μέν ἐστι χωριστὰ καὶ καθ’ αὑτὰ ὑπάρχοντα ὥσπερ αἱ οὐσίαι, τὰ δὲ ἀχώριστα καὶ μὴ δυνάμενα καθ’ αὑτὰ εἶναι ἀλλ’ ἐν ἄλλοις τὸ εἶναι ἔχοντα οἷον τὰ συμβεβηκότα, διὰ τοῦτό εἰσιν οὐσί αἰ ἐκεῖνα ἤτοι τὰ χωριστὰ καὶ καθ’ αὑτὰ ὑπάρχοντα, καὶ διὰ τοῦτο ταῦτα ἤτοι αἱ τῶν οὐσιῶν ἀρχαὶ καὶ τῶν ἄλλων ἀπάντων αἴτια τοῦ εἶναι. καὶ τὴν αἰτίαν γοργῶς ἐπήγαγεν εἰπὼν ὅτι τῶν οὐσιῶν ἄνευ οὐκ ἔστι τὰ πάθη καὶ αἱ κινήσεις. ἐπεὶ γὰρ αἱ τῶν οὐσιῶν ἀρχὶ αἴτιαί εἰσι τοῦ τὰς οὐσίας εἶναι, οὐσίαι δὲ αἴτιαι πάλιν εἰσὶ τοῦ καὶ τὰ συμβεβηκότα εἶναι, εὔδηλον ὅτι αἱ τῶν οὐσιῶν ἀρχαὶ αἴτιαί εἰσι τοῦ καὶ τὰ συμβεβηκότα εἶναι. εἶτα λέγει καὶ ἴνα εἰσὶ τὰ λίαν προσεχέστατα τοῦ τὰ ἔμψυχα εἶναι αἴτια· ταῦτα γάρ, φησίν, ἔστι ψυχὴ ἴσως καὶ σῶμα, ὥσπερ ἐπὶ φυτῶν, ἢ νοῦς καὶ σῶμα καὶ ὄρεξις, ὡς ἐπὶ ἀνθρώπων, ἢ σῶμα καὶ ὄρεξις, ὡς ἐπὶ τῶν ἀλόγων ἔστιν ἰδεῖν. Ἕτι δὲ ἄλλον τρόπον τῷ ἀνάλογον ἀρχαὶ αἱ αὐταί. εἰπὼν ὅτι πάντων ἀρχαί εἰσιν ὕλη εἶδος στέρησις ποιητικόν, καὶ τῷ μὲν ἀνάλογόν εἰσιν αἱ αὐταί, κυρίως δὲ οὐχ αἱ αὐταὶ ἀλλ’ ἕτεραι, ἐπειδὴ καὶ ἡ δύναμις καὶ ἡ ἐνέργει ἀρχαί εἰσιν (ἐκ γὰρ τοῦ ἐνεργείᾳ τουδὶ δυνάμει δὲ τουδὶ τὰ γινόμενα γίνεται, καὶ ὡς αὐτὸς ἐν τῇ Φυσικῇ εἴρηκεν, ‘αὕτη γὰρ ἂν ἡ φύσις ὀφθεῖσα πᾶσαν ἔλυσεν ἀποφίαν᾿ ),λέγει ὅτι ὥσπερ ἐν ἅπαντι ὁρῶντες ὕλην εἶδος ποιητικὸν στέρησιν ἐλέγομεν ὅτι πάντων αἱ ἀρχαὶ αἱ αὐταί εἰσιν, οὕτως ἐπειδὴ ἐν παντὶ ὁρᾶται τὸ δυνάμει καὶ ἐνεργείᾳ, κατὰ τὸ καθόλου δυνάμει καὶ καθόλου ἐνεργείᾳ, ὕφ’ ἃ πάντα τὰ ἐν γενέσει, εἴποιμεν ἄν τὰς αὐτὰς εἶναι πάντων ἀρχάς, κατὰ δὲ τὴν ἑκάστῳ ἐνοῦσαν δύναμιν καὶ ἐνέργειαν ἑτέρας καὶ οὐ τὰς αὐτάς. ὥστε ποτὲ μὲν εἰς τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὰ λοιπὰ ἀποβλέποντες ἢ τὰς αὐτὰς ἡ ἑτέρας εἶναι τῶν ἁπάντων ἀρχὰς ἐροῦμεν, ποτὲ δὲ εἰς τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. ἔτι οὖν, φησίν, ἄλλον τρόπον καὶ κατ’ ἄλλην ἀναλογίαν (οὐ γὰρ κατὰ τὴν πρὸς τὸ εἶδος καὶ ὕλην καὶ τὰ λοιπὰ ἀναλογίαν, κατὰ τὴν πρὸς τὸ δυνάμει καὶ ἐνεργείᾳ) αἱ ἀρχαὶ αἱ αὐταί εἰσιν. ὅμως καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἄλλοτε ἄλλοις καὶ ἄλλως. ἐνίοις μὲν γὰρ τὸ αὐτὸ ὁτὲ μὲν ἐνεργείᾳ ἐστίν, ὁτὲ δὲ δυνάμει. τῷ γὰρ Σωκράτει ἡ ὑγίεια ποτὲ μὲν ἐνεργείᾳ ἐστὶ ποτὲ δὲ δυνάμει· ὑγιαίνοντος γὰρ Σωκράτους ὑπάρχει αὐτῷ ἡ μὲν ὑγίεια ἐνεργείᾳ ἡ δὲ νόσος δυνάμει, νοσοῦντος δὲ ἔμπαλιν. ὥστε ἡ ὑγίεια ποτὲ μὲν τούτοις ὑπάρχει οἷον Σωκρατει καὶ Πλάτωνι, ποτὲ δὲ ἄλλοις οἷον Ἀχιλλεῖ καὶ Ἀλκιβιάδῃ. ἀλλὰ καὶ ἄλλως· ὁτὲ μὲν γὰρ δυνάμει ὁτὲ δὲ ἐνεργείᾳ. τὸ δὲ οἷον οἶνος ἢ σὰρξ ἢ ἄνθρωπος παραδείγματά ἐστι τοῦ ὁτὲ μὲν ἐνεργείᾳ ὁτὲ δὲ δυνάμει. ἡ γὰρ ὑγρότης, ἥπερ νῦν ἐστιν ἐνεργείᾳ οἶνος, δυνάμει ἐστὶν ὄξος· ὡσαύτως καὶ ἥτις νῦν ἐστιν ἐνεργείᾳ ὄξος, δυνάμει ἐστὶν οἶνος· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν δύο. ὡς δὲ ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ πάντων. ἀλλὰ καὶ ἡ δύναμις, φησί, καὶ ἡ ἐνέργεια καὶ τὸ ὑποκείμενον αὐταῖς εἰς τὰ εἰρημένα πίπτει ἤτοι ἀνάγεται αἴτια, εἰς ὕλην εἶδος στέρησιν· ἡ μὲν γὰρ ἐνέργεια ἔοικε τῷ εἴδει καὶ τὸ εἶδος τῇ ἐνεργείᾳ, ἡ δὲ δύναμις τῇ στερήσει καὶ ἡ στέρησις τἄ δυνάμει, τὸ δὲ ὑποκείμενον αὐταῖς τῇ ὕλῃ. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια οἶμαι τοιαύτη· κατὰ δὲ τὴν λέξιν τὸ μὲν ἐνεργείᾳ μὲν τὸ εἶδος ἀντὶ τοῦ ἡ ἐνέργεια ἀναλογεῖ εἴδει καὶ τὸ εἶδος τῇ ἐνεργείᾳ. τὸ δὲ ἄν ᾖ χωριστὸν ἀντὶ τοῦ τὸ τῇ ἐπινοίᾳ χωρισόν. τὰ γὰρ ἔνυλα εἴδη τῇ ἐπινοίᾳ μόνον χωρίζεται τῆς ὕλης. τὸ δὲ καὶ τὸ ἐξ ἀμφοῖν ἀντὶ τοὐ οὐ μόνον τὸ εἶδός ἐστιν ἐνέργεια, ἀλλὰ καὶ τὸ ἐξ ὕλης καὶ εἴδους. ἢ τὸ ἐνεργείᾳ μὲν γὰρ τὸ εἶδος, ἐὰν ᾖ χωριστόν, ἀντὶ τοῦ τὸ φῶς εἴρηκεν, ἵν’ ᾖ ὅτι ἡ ἐνέργεια ἤτοι τὸ φῶς τὸ χωριστόν· χωρίζεται γὰρ ἀπὸ τοῦ ἐν τῷ ἀέρι διαφανοῦς καθ’ ἑκάστην. ἐξ ἀμφοῖν δὲ λέγει τὴν ἡμέραν, ἐκ τοῦ φωτὸς καὶ τοῦ πεφωτισμένου διαφανοῦς. καὶ ὅτι ἐνέργειαν τὸ φῶς, ὃ καὶ χωριστὸν λέγει, εἴρηκε, τεκμαίρομαι ἐκ τοῦ εἰπεῖν στέρησις δὲ τὸ σκότος. Ἄλλως δὲ ἐνεργείᾳ καὶ δυνάμει διαφέρει, ὧν μή ἐστιν ἡ αὐτὴ ὕλη, ὧν οὐκ ἔστι τὸ αὐτὸ εἶδος. ἐπειδὴ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος, εἰσὶ δὲ ἀμφότεροι ὅ τε ἥλιος καὶ ὁ Σωφρονίσκος ποιητικὰ Σωκράτους, ἡ μὲν οὖν τοῦ Σωφρονίσκου ὕλη αἱ σάρκες καὶ τὰ ὀστᾶ καὶ νεῦρα, ὁμοίως καὶ τὸ εἶδος καὶ ἡ ἐνέργεια αὐτοῦ οὐδὲν διαφέρει τῷ λόγῳ τῆς τοῦ Σωκράτους ὕλης καὶ τοῦ εἴδους· σάρκες γὰρ καὶ νεῦρα αἱ ἀμφοτέρων ὗλαι. ὁμοίως δὴ καὶ τὰ εἴδη τὰ αὐτά, μόνῳ δὲ τῷ προτέρῳ καὶ ὑστέρῳ διαφέρει. προτέρα γὰρ ἡ Σωφρονίσκου ὕλη καὶ τὸ εἶδος τῆς τοῦ Σωκράτους φύσεως. ἡ δὲ τοῦ ἡλίου ὕλη καὶ τὸ εἶδος οὐ τῷ χρόνῳ μόνῳ προτέρα τῆς τοῦ Σωφρονίσκου ὕλης καὶ τοῦ εἴδους, ἀλλὰ καὶ τῷ λόγῳ. ἡ μὲν γὰρ τοῦ Σωφρονίσκου ὕλη σάρκες, ἡ δὲ τοῦ ἡλίου οὐ τοιαύτη, ἀλλὰ πέμπτον τι σῶμα. ὅτι δὲ καὶ τὸ τοῦ ἡλίου εἶδος ἕτερόν ἐστι τοὐ Σωφρονίσκου εἴδους, οὐ δεῖ με λέγειν. ταῦτα δὴ αἰνίττεται διὰ τοῦ ἄλλως ἐνεργείᾳ καὶ δυνάμει διαφέρει ὧν μή ἐστιν ἡ αὐτὴ ὕλη, ὧν οὐκ ἔστι τὸ αὐτὸ εἶδος. ἐλλιπὴς δέ ἐστιν ἡ λέξις· εἴη δ’ ἄν πλήρης, εἰ οὕτως εἶχεν ῾ἄλλως δὲ ἐνεργείᾳ καὶ δυνάμει, ὧν μή ἐστιν ἡ αὐτὴ ὕλη μηδὲ τὸ αὐτὸ εἶδος, ὧν οὐκ ἔστι τὸ αὐτὸ εἶδος μηδὲ ἡ αὐτὴ ὕλη.’ εἴη |δ’ ἄν τὸ λεγόμενον, ἐπειδὴ καὶ ὁ Σωφρονίσκος ποιητικός ἐστι Σωκράτους, ἀλλὰ καὶ ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος, διαφέρει ἡ ἐνέργεια καὶ τὸ εἶδος τοῦ ἡλίου καὶ τοῦ λοξοῦ κύκλου τῆς ἐνεργείας καὶ τοῦ εἴδους τοῦ Σωφρονίσκου καὶ τοῦ Σωκράτους· ὁμοίως δὴ καὶ αἱ δυνάμεις αὐτῶν ἤτοι αἱ ὗλαι. καὶ τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν οὔτε ὕλη ὄντα οὔτε εἶδος οὔτε στέρησις, ὃ ἴσον ἐστὶ τῷ ἡ μὲν γὰρ ὕλη τοῦ Σωφρονίσκου καὶ τὸ εἶδος τὰ αὐτά εἰσι τῇ τοῦ Σωκράτους ὕλῃ καὶ τῷ εἴδει, ὁμοίως καὶ ἡ στέρησις· ἀμφότεροι γὰρ στέρησιν ἔχουσι τὴν ἀντικειμένην τῷ ἀνθρωπείῳ εἴδει· τὸ δὲ τοῦ ἡλίου καὶ τοὐ λοξοῦ κύκλου εἶδος καὶ ἡ ὕλη οὔκ εἰσι τὰ αὐτὰ τῇ τοῦ Σωφρονίσκου καὶ Σωκράτους ὕλῃ καὶ τῷ εἴδει. ὧν οὖν, ἡλίου καὶ λοξοῦ κύκλου, ἡ ἐνέργεια καὶ ἡ δύναμις διαφέρει τῆς τοῦ Σωφρονίσκου καὶ Σωκράτους ὕλης καὶ ἐνεργείας, ταῦτα, ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος, ἕτερά ἐστι Σωφρονίσκου καὶ Σωκράτους, ὧν τὸ εἶδος καὶ ἡ ὕλη οὐκ ἔστιν ἡ αὐτὴ τῇ τοῦ ἡλίου καὶ λοξοῦ κύκλου ὕλῃ καὶ τῷ εἴδει. εἰ δὲ ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος διαφέρει Σωφρονίσκου καὶ Σωκράτους, καὶ ἀναστρέψαντι ἡ τοῦ ἡλίου καὶ τοῦ λοξοῦ κύκλου ἐνέργεια καὶ δύναμις διαφέρει τῆς τοῦ Σωφρονίσκου καὶ Σωκράτους ἐνεργείας καὶ δυνάμεως. Ἔτι δὲ ὁρᾶν δεῖ ὅτι τὰ μὲν καθόλου ἔστιν εἰπεῖν τὰ δ’ οὔ. Τὸ δὲ λεγόμενον τοιοῦτον, ὅτι τῶν αἰτίων τὰ μὲν δυνάμεθα λέγειν καθόλου, τὰ δ’ οὔ. τοῦ μὲν γὰρ καθόλου ἀνδριάντος ἐροῦμεν αἴτιον τὸν καθόλου ἀνδριαντοποιόν, τουδὶ δὲ τοῦ ἀνδριάντος τόνδε τὸν ἀνδριαντοποιόν. τοῦτο θεὶς λέγει πάντων δὲ ἀρχαὶ πρῶται ἤτοι προσεχεῖς πρῶτον τοδί, τουτέστι τὸ μερικόν· τοῦ γὰρ Σωκράτους ἀρχὴ καὶ αἴτιον ὅδε ὁ Σωφρονίσκος. ἔστιν οὖν πάντων ἀρχὴ ἥδε ἡ ἐνέργεια καὶ τόδε τὸ μερικὸν δυνάμει, τουτέστιν αὕτη ἡ μερικὴ ὕλη. τῶν γὰρ καθ’ ἕκαστον αἴτιον καθ’ ἕκαστον· Ἀχιλλέως γὰρ Πήλευς, καὶ τοδὶ τὸ β τῆσδε τῆς βᾶ συλλαβῆς. τὰ γὰρ καθόλου οὔκ εἰσι, κἂν εἰ ἦν τὰ καθόλου ἐν ὑπάρξει καὶ καθ’ αὑτά, καὶ τὰ αἴτια αὐτῶν καθόλου ἄν ἦν· εἰ γὰρ ἦν ἄνθρωπος καθόλου, ἦν ἄν καὶ τὸ αἴτιον αὐτοῦ τῶν καθόλου, καὶ τῆς ὅλως ἤτοι τῆς βᾶ συλλαβῆς τὸ καθόλου βῆτα· οὐκ ἔστι δέ. πρὸς τοῖς εἰρημένοις αἰτίοις εἰσὶ καὶ ἄλλα αἴτια καὶ ἄλλαι ἀρχαί· ταῦτα δέ ἐστι τὰ εἴδη τῶν οὐσιῶν· ἄλλα δὲ ἄλλων, ὥσπερ εἴρηται· ἄλλα γὰρ ἵππων καὶ ἄλλα ἀνθρώπων. οὐ μόνον δὲ τῶν ἑτέρων γενῶν ἕτερα τὰ αἴτια, ἀλλὰ καὶ τῶν ὁμοειδῶν ἕτερα, τῷ ἀριθμῷ δέ· ἄλλη γὰρ ἡ σὴ ὕλη καὶ ἄλλη ἡ ἐμὴ τῷ ἀριθμῷ, ὁμοίως καὶ τὸ εἶδος καὶ τὸ ποιητικόν, τῷ καθόλου δὲ λόγῳ τὰ αὐτά· τουτέστι καθὸ γὰρ ἅπαντα ὑπὸ ὕλην εἶδος στέρησιν καὶ ποιητικόν εἰσιν, εἰσὶ πάν|των τὰ αἴτια τὰ αὐτά, ᾗ δὲ τὰ ἐμὰ αἴτια ἕτερα τῶν σῶν αἰτίων, οὐ τὰ αὐτά. Τὸ δὴ ζητεῖν τίνες ἀρχαὶ ἢ στοιχεῖα τῶν οὐσιῶν καὶ πρός τι καὶ ποιῶν. Διὰ τούτων διδάσκει ἡμᾶς, εἴπερ ἐρωτώμεθα πότερον πάντων αἱ ἀρχαὶ αἱ αὐταὶ ἢ ἕτεραι, τί ὀφείλομεν ἀποκρίνασθαι· καί φησιν ὅτι πολλαχῶς τε λέγομέν ὢν, τουτέστι καθόλου ἤτοι ὡς καθόλου ὕλη καὶ ὡς καθόλου εἶδος καὶ ποιητικόν, καὶ ὅλως τῷ ἀνάλογον καὶ μὴ ὡς τοῦδε ἢ τοῦδε λαμβανόμενα, ἐστὶν ἑκάστου, τουτέστι πάντων εἰσὶν αἱ αὐταὶ ἀρχαί· διαιρεθέντων δὲ τοῦ τε καθόλου εἴδους καὶ τῆς καθόλου ὕλης καὶ τῶν λοιπῶν εἴς τε τὰ Σωκράτους καὶ Πλάτωνος καὶ τῶν ἄλλων αἴτια, οὔκ εἰσι τὰ αὐτὰ ἀλλ’ ἕτερα, πλὴν ὡδί, ἤτοι τῷ ἀνάλογον δέ εἰσι τὰ αὐτά. καὶ τοῦτο φανερώτερον ποιῶν πάλιν ἐπανείληφε τὸν λόγον, καί φησιν ὅτι ὡδὶ μὲν τὰ αὐτὰ ἢ τῷ ἀνάλογον, ὅτι ὕλη εἶδος στέρησις, ἴσον λέγων, ἐπεὶ πάντα ὑπὸ ὕλην εἶδος στέρησίν εἰσιν, ἔσονται πάντων αἱ αὐταὶ ἀρχαὶ τῷ ἀνάλογον. τὸ δὲ καὶ ὡδὶ τὰ τῶν οὐσιῶν αἴτια ὡς αἴτια πάντων δυνάμει τοιοῦτόν ἐστιν. ὅταν δὲ ἐρωτώμενοι πότερον τὰ τῶν οὐσιῶν αἴτια καὶ τῶν συμβεβηκότων εἰσὶν αἴτια, λεκτέον ὅτι ναί, καὶ τὴν αἰτίαν προσθετέον ὅτι ἀναιρουμένων γὰρ τῶν οὐσιῶν ἀναιρεῖται καὶ τὰ λοιπά· αἴτιον δὲ τὸ συναναιροῦν τοῦ συναναιρουμένου. ἀλλὰ περὶ τούτων εἴρηται πρὸ ὀλίγου ἀκριβῶς. ἔτι τὸ πρῶτον ἐντελεχείᾳ. ἔτι, φησίν, ἐρωτώμενοι πότερον τὸ πορρώτερόν ἐστιν αἴτιον ἢ τὸ προσεχὲς, ῥητέον ὅτι τὸ πρῶτον, τουτέστι τὸ προσεχές. προσεχὲς δὲ αἴτιον καὶ ἐντελεχείᾳ, ὡς πολλάκις εἴρηται, ὁ Σωφρονίσκος τοῦ Σωκράτους. ὣδὶ δὲ ἕτερα πρῶτα ὅσα τὰ ἐναντία, τουτέστιν ἄλλον δὲ τρόπον λεκτέον πρῶτα αἴτια τὰ ἐναντία, ἤτοι τὸ εἶδος καὶ τὴν στέρησιν· ὥστε τὸ λεγόμενόν ἐστιν ὅτι ποτὲ μὲν λεκτέον πρῶτον αἴτιον τὸ ἐντελεχείᾳ ἤτοι τὸ ποιητικόν, ποτὲ δὲ τὰ ἐναντία ἤιοι τὸ εἶδος καὶ τὴν στέρησιν, ἅπερ ἐναντία, φησίν, οὔτε ὡς γένη λέγεται, τουτέστιν ὡς ὕλη, οὕτε πολλαχῶς, τουτέστιν οὕτε ὡς καθόλου, ἀλλ’ ὡς συγκατατεταγμένα. ἐν δὲ τῇ λέξει τῇ ὡδὶ δὲ πρῶτα ὅσα τὰ ἐναντία τὸ ὅσα παρέλκον ἐστίν. ἔτι, φησίν, ἄλλον τρόπον αἴτια λεχθήσονται αἱ ὗλαι. καὶ συμπεραίνεται λέγων, τίνες μὲν ἀρχαὶ τῶν αἰσθητῶν, ὅτι ὕλη εἶδος καὶ τὰ λοιπά, καὶ πόσαι, ὅτι τρόπον μέν τινα τρεῖς τρόπον δέ τινα τέσσαρες, καὶ πῶς αἱ αὐταί, ὅτι τῷ ἀνάλογον, καὶ πῶς ἕτεραι, ὅτι ὡς προσεχεῖς, εἴρηται. ἐπεὶ δ’ ἦσαν τρεῖς αἱ οὐσίαι, δύο μὲν αἱ φυσικαί. ἐντεῦθεν περὶ τοῦ πρώτου αἰτίου καὶ τῆς πρώτης οὐσίας, ὃν καὶ θεὸν ἐνταῦθα καλεῖ, διαλέγεται. συνίστησι δὲ πρῶτον ὅτι ἔστι τις τοιαύτη οὐσία ἀίδιος οὕτως. λαβὼν ὅτι ἡ οὐσία πρώτη τῶν ἄλλων (τοῦτο δέδεικται) λέγει ὅτι εἰ μὴ ἔστιν οὐσία ἀίδιος ἀλλὰ πᾶσαι φθαρταί, φθαρτὰ πάντα ἔσται· ἀχώριστα γὰρ τὰ ἄλλα τῆς οὐσίας καὶ χωρὶς αὐτῆς εἶναι οὐ δύνανται. οὐκ ἔστι δὲ πάντα φθαρτά, οὐδ’ αἱ οὐσίαι πᾶσαι φθαρταί. ὅτι δὲ οὐ πάντα τὰ παρὰ τὴν οὐσίαν ἐστὶ φθαρτὰ δῆλον· ἡ γὰρ κίνησις δέδεικται ὅτι ἀίδιος καὶ ἄφθαρτος· εἰ γὰρ εἴη γενητή, ἐπεὶ πᾶν τὸ γινόμενον ὑπό τινος καὶ ἔκ τινος γίνεται, εἴη ἄν καὶ τὰ ἐξ ὧν ἡ κίνησις. ἃ εἰ μὲν οὕτως εἶχεν ὥστε μήτε τὸ ποιοῦν μήτε τὸ πάσχον πρὸς τὸ δύνασθαι τὸ μὲν πάσχειν τὸ δὲ ποιεῖν δεῖσθαί τινος μεταβολῆς, ἦν ἄν καὶ ἡ κίνησις ἤδη ἀλλ’ οὐκ ἐγίνετο. εἰ δέ τι ἦν ἐμποδὼν ἐκείνοις, ἔδει τινὰ κίνησιν γενέσθαι, ὥστε τὸ μὲν ποιῆσαι τὸ δὲ παθεῖν καὶ γενέσθαι τὴν κίνησιν ἐξ αὐτῶν· οὕτω δὲ ἀνάγκη ἔσται πρὸ τοῦ γενέσθαι τὴν κίνησιν κίνησιν εἶναι οὐ γενητήν. ἐπεὶ οὖν ἀίδιος ἡ κίνησις, ἡ δὲ κίνησις ἐν τῷ κινουμένῳ τὸ εἶναι ἔχει, καὶ τὸ κινούμενον ἄρα τὴν ἀίδιον κίνησιν ἀίδιόν ἐστιν· οὐ γὰρ οἷόν τε ἀίδιόν τι κίνησιν κινεῖσθαι μὴ ἀίδιον ὄν. εἰ γάρ τις λέγοι ἀίδιον εἶναι κίνησιν τῷ ἄλλο ἐξ ἄλλου σῶμα διαδέχεσθαι αὐτήν, πρῶτον μὲν οὐ συνεχῆ τὴν κίνησιν ποιήσει καὶ μίαν· ἡ γὰρ συνεχὴς ἑνὸς ὄντος τοῦ κινουμένου αὐτήν ἐστιν. ἔπειτα ἐνδεχόμενον ἔσται ἀπολιπεῖν τὴν κίνησιν, εἰ μή τι ἄλλο ἀίδιον τῆς εὐτάκτου καὶ ὡρισμένης τῶν κινουμένων διαδοχῆς αἴτιον εἴη. ἓν ἄρα καὶ ἀίδιόν ἐστι τὸ τὴν ἀίδιον κίνησιν κινούμενον σῶμα. ἀλλὰ μὴν ἀίδιος καὶ συνεχὴς μόνη τῶν κινήσεων ἡ κυκλοφορία· τὸ ἄρα ταύτην κινούμενον τὴν κίνησιν σῶμα ἀίδιον. καὶ ἄριστον δὴ τῶν σωμάτων τοῦτο· τὸ γὰρ ἀίδιον τῶν οὐκ ἀιδίων ἄμεινον. καὶ τὸ τὴν πρώτην τῶν κινήσεων ἁπασῶν κινούμενον καὶ ἔμψυχον δὴ τοῦτο. τὸ γὰρ ἄριστον τῶν σωμάτων ἔμψυχον· ἄμεινον γὰρ σῶμα τὸ ἔμψυχον τοῦ ἀψύχου· τὸ δὲ κυκλοφορητικὸν σῶμα ἄριστον, ὥστε καὶ ἔμψυχον· τὸ γὰρ τῶν σωμάτων ἀπάντων ἄριστον ἔμψυχον, τὸ δὲ κυκλοφορητικὸν σῶμα τοιοῦτον. ἀλλὰ μὴν πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται. καὶ διὰ τοῦτο οὖν καὶ τὸ κατὰ ψυχὴν κινούμενον πᾶν ὑπό τινος, εἴ γε τὸ κατὰ τὴν ψυχὴν κινούμενον καθ’ ὁρμὴν κινεῖται, ἡ δὲ ὁρμὴ κατ’ ἔφεσίν τινος· ὥστε εἴη ἄν καὶ τὸ ἀίδιον σῶμα καθ’ ὁρμὴν καὶ κατ’ ἔφεσίν τινος κινούμενον. τὸ δὲ καθ’ ὁρμὴν καὶ κατ’ ἔφεσιν κινούμενον δεῖ εἶναί τι οὗ ἐφιέμενον τοῦτο κινεῖται τὴν ἀίδιον κίνησιν, ἀίδιον καὶ αὐτὸ ὂν καὶ ἐνεργείᾳ· πάν γὰρ τὸ κινητικόν τινος ἐνεργείᾳ τι ὂν κινεῖ, καὶ τὰ ἀεὶ ἄρα καὶ συνεχῶς κινοῦν ἀεὶ τὸ αὐτὸ ἔσται ἐνεργείᾳ, ἄμοιρον παντάπασι δυνάμεως. |εἰ γὰρ ἔσται δυνάμει, οὐδεμία δὲ δύναμις, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται, ἐπ’ ἄπειρόν ἐστιν, εἰ οὖν ἔχει δύναμιν τοῦ μὴ εἶναι, ἔσται ποτὲ ἐνεργείᾳ μὴ ὄν· ὥστε οἷόν τε ἔσται καὶ τὴν κίνησιν φθαρῆναι μὴ ὄντος ἐνεργείᾳ τοῦ κινήσοντος αὐτήν. ἄμοιρον ἄρα παντάπασίν ἐστι δυνάμεως. ἀλλὰ καὶ ἀκίνητον ἔσται· εἰ γὰρ καὶ τοῦτο κινήσει κινούμενον, δεήσει καὶ τούτῳ πάλιν ἄλλου κινοῦντός τινος καὶ τοῦτο εἰς ἄπειρον. ἀλλ’ εἰ ἀκίνητον, ἔστι καὶ ἀσώματον· πᾶν γὰρ σῶμα καθὸ σῶμα κινητόν. ἔσται ἄρα ἀίδιός τις οὐσία ἁπλῆ καὶ ἀκίνητος ἐνεργεία αἰτία οὖσα τῆς τοῦ κυκλοφορητικοῦ σώματος ἀιδίου τε καὶ συνεχοῦς κινήσεως. σεως. κινηθήσεται δ’ ὑπ’ αὐτοῦ τὸ κυκλοφορητικὸν σῶμα τῷ νοεῖν τε αὐτὸ καὶ ἔφεσιν καὶ ὄρεξιν ἔχειν τῆς οἰκειώσεως αὐτοῦ· πᾶν γὰρ τὸ κινούμενον ὑπ’ ἀκινήτου τινὸς κεχωρισμένον τοῦτον κινεῖται τὸν τρόπον. ἡ δὲ δεῖξις κατὰ ἀνάλυσιν γέγονεν· οὐ γὰρ οἷόν τε τῆς πρώτης ἀρχῆς ἀπόδειξιν εἶναι, ἀλλὰ δεῖ ἀπὸ τῶν ὑστέρων καὶ φανερῶν ἀρξαμένους κατὰ τὴν πρὸς ταῦτα συμφωνίαν ἀναλύσει χρωμένους συστῆσαι τὴν ἐκείνου φύσιν. ὅτι δὲ καὶ πρῶτον νοητὸν καὶ μάλιστα καὶ πρῶτον ὀρεκτὸν καὶ μάλιστα τὸ κινητικὸν τῆς κύκλῳ κινήσεως εἶδος, ἐντεῦθεν ἄν δεικνύοιτο. κυρίως νοητὸν τὸ εἶδος· ἡ γὰρ ὕλη οὐδὲν οὖσα τῶν ὄντων ἐνεργείᾳ κατὰ ἀναλογίαν ἐστὶ νοητὴ καὶ ὡς ὁ λάτων φησὶ νόθῳ λογισμῷ· τὸ δὲ εἶδος νοητόν, ἐνέργειά τις ὄν, καὶ τῶν εἰδῶν μᾶλλον νοητὸν τὸ ἐν οὐσίᾳ καὶ καθ’ αὑτὸ ὂν ἢ τὸ ἐν ἄλλῳ τινὶ ὄν, ὅτι καὶ μᾶλλον ἔστι, καὶ τῶν ἐν τῇ οὐσίᾳ τὸ μάλιστα ἁπλοῦν καὶ ἀεὶ ὂν ἐνεργείᾳ· μάλιστα γὰρ νοητὸν τοῦτο τῷ τε μάλιστα εἶναι ἀεὶ ὂν ἐνεργείᾳ καὶ τῷ τῇ αὑτοῦ φύσει ἁπλοῦν καὶ νοητὸν εἶναι. καὶ γὰρ τὰ ἐν τοῖς συνθέτοις τότε εἰσὶ νοητά, ὅταν ὁ νοῦς αὐτὰ χωρίσῃ τῶν ἐν οἷς εἰσι καὶ ὥσπερ ἁπλᾶ αὐτὰ θεωρῇ. τοιαύτη δὲ ἡ κινητικὴ τοῦ παντὸς οὐσία, λέγω δὴ χωριστὴ καὶ ἁπλῆ καὶ ἐνεργείᾳ. αὕτη ἄρα μάλιστά ἐστι νοητή. ἀλλὰ μὴν καὶ μάλιστα ὀρεκτή· μάλιστα γὰρ ὀρεκτὸν τῇ ἑαυτοῦ φύσει τὸ τῇ αὑτοῦ φύσει καλὸν μάλιστα, τοιοῦτον δὲ τοῦτο. τὸ γὰρ καλὸν ἐν τῷ εἴδει μᾶλλον ἢ ἐν τῇ ὕλῃ· ἐν γὰρ τῷ ποιοῦντι μᾶλλον ἢ ἐν τῷ [εὖ] πάσχοντι· καὶ ἔστι πάσχον τὸ δυνάμει τι ποιοῦν δὲ τὸ ἐνεργείᾳ ὄν· καὶ ἐν τῷ ὡρισμένῳ μᾶλλον ἢ ἐν τῷ ἀορίστῳ. ἐν τῷ εἴδει ἄρα τὸ καλὸν μᾶλλον ἢ ἐν τῇ ὕλῃ, καὶ ἐν εἴδει τῷ ἐν οὐσίᾳ μᾶλλον ἢ ἔν τινι ἄλλῳ τῶν γενῶν· διὰ γὰρ τοῦτο καὶ τὰ ἄλλα ἔστι· καὶ τῶν ἐν οὐσίᾳ τὸ μάλιστα ὂν καὶ |ἁπλοῦν καὶ ἄμοιρον τοῦ δυνάμει καλὸν μάλιστα· τοιαύτη δὲ οὖσα δέδεικται ἡ προειρημένη φύσις· κυρίως ἄρα καὶ πρώτως αὕτη ὀρεκτή τε καὶ νοητή. ᾿Επεὶ εἰ δ’ ἦσαν τρεῖς οὐσίαι, δύο μὲν αἱ φυσικαί, μία δὲ ἡ ἀκίνητος. Περὶ τῆς πρώτης ἀρχῆς, ὡς προείπομεν, ἐντεῦθεν διαλέγεται τίς τε ἡ φύσις αὐτῆς καὶ ἡ διαγωγή. πρῶτον δὲ συνίστησιν ὡς ἔστιν ἀρχὴ τοιαύτη, καὶ οὕτω τίς λέγει. ἐπεὶ γάρ, φησίν, ἦσαν ὡς ἐλέγομεν τρεῖς αἱ οὐσίαι, δύο μὲν αἱ φυσικαί, ἃς καὶ πάντες εἶναι ὁμολογοῦσιν, καὶ τούτων ἡ μὲν μία ἀγένητος καὶ ἄφθαρτος, ἡ δὲ λοιπὴ κατὰ μὲν τὰς ὁλότητας καὶ αὐτὴ ἀγένητος καὶ ἄφθαρτος, εἴπερ καὶ ὁ κόσμος, κατὰ δὲ τὰ μέρη γενητὴ καὶ φθαρτή, ἦν δὲ καὶ ἄλλη ἡ ἀκίνητος, περὶ ἰῆς ἀκινήτου, φησί, λεκτέον καὶ δεικτέον ὅτι ἀνάγκη εἶναί τινα οὐσίαν ἀκίνητον καὶ ἀίδιον. ἔχων οὖν δεδειγμένον, ὅτι αἱ οὐσίαι πρῶται τῶν ἄλλων ποσοῦ ποιοῦ καὶ τῶν λοιπῶν, τούτῳ χρώμενος δείκνυσι τὸ προκείμενον, δυνάμει συλλογιζόμενος ὧδε. εἰ πᾶσά ἐστιν οὐσία φθαρτή, οὐδὲν ἔσται ἀίδιον τῶν ἄλλων τῶν παρὰ τὴν οὐσίαν ὄντων· πάντα γὰρ ἐν αὐτῇ τὸ εἶναι ἔχει. ἀλλὰ μὴν ἔστι τι τῶν παρὰ τὴν οὐσίαν ἀίδιον καὶ ἄφθαρτον, ἥ τε κίνησις καὶ ὁ χρόνος· ἔστιν ἄρα καὶ οὐσία τις ἀίδιος, ἥτις τὴν ἀίδιον κίνησιν κινεῖται· πᾶσα γὰρ κίνησίς τινος. καὶ ὅτι μὲν ἡ κίνησις ἀίδιος, δέδεικται ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως· ὅτι δὲ καὶ ὁ χρόνος ἀίδιος, παραμυθίας ἀξιοῖ, λέγων, εἰ ἔστιν ὁ χρόνος γενητὸς καὶ φθαρτός, πρότερον οὐκ ἦν οὐδ’ ὕστερον ἔσται· ἀλλὰ μὴν τὸ πρότερον καὶ ὕστερον χρόνου τί εἰσιν· ἦν ἄρα πρὸ τοῦ γενέσθαι τὸν χρόνον χρόνος, εἴπερ πρὸ χρόνου ἐστὶ τὸ πρότερον, καὶ ἔσται πάλιν μεθ’ ὕπαρξιν χρόνου χρόνος, εἴπερ μετὰ τὴν τοῦ χρόνου φθοράν ἐστι τὸ ὕστερον. δείξας δὲ ὅτι ἔστι τις οὐ σία ἥτις ἀιδίως κινεῖται, προσαποδείκνυσιν πρότερον καὶ τίς ἐστιν αὕτη οὕτως. ἡ ἀίδιος κίνησις μία ἐστίν, ἡ μία συνεχής ἐστιν, ὥσπερ καὶ ὁ χρόνος· ἢ γὰρ ὁ αὐτός ἐστι τῇ κινήσει ἤ τι τῆς κινήσεως· κίνησις δὲ συνεχὴς οὐκ ἔστιν ἄλλη ἢ ἡ κατὰ τόπον, καὶ ταύτης ἡ κύκλῳ. ἡ ἀίδιος ἄρα κίνησίς ἐστιν ἡ κύκλῳ· ὥστε ἡ ἀίδιος οὐσία ἐστὶν ἡ ταύτην κινουμένη τὴν κίνησιν. δείξας οὖν οὕτως ὅτι ἔστι τις οὐσία ἀίδιος, ἥτις τὴν κύκλῳ καὶ ἀίδιον κίνησιν κινεῖται, ἔχων δὲ δεδειγμένον ἐν τῇ Φυσικῇ καὶ ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, συνάγει ὅτι ἔστιν ἄρα τι κινητικὸν καὶ ποιητικὸν τὸ τὴν ἀίδιον κίνησιν κινοῦν, ἀκίνητον ὂν καὶ ἀίδιον, εἶδος ὂν καὶ ἐνέργεια πάντῃ πάντως ἀμοιροῦσα δυνάμεως. ἐν δὲ τῇ λέξει τῇ ἀλλὰ μὴν εἰ ἔστι κινητικὸν ἢ ποιητικόν, μὴ ἐνεργοῦν δέ τι τὸ μὴ ἐνεργοῦν ἀντὶ τοῦ μὴ εἴη δὲ ἐνέργεια πάντῃ ἀμοιροῦσα δυνάμεως, |ἔσται ὅτε οὐκ ἔστι κίνησις· τὸ γὰρ δυνάμενον μὴ ἐνεργῆσαι ἔσται ποτὲ μὴ ἐνεργοῦν. δέδεικται δὲ ὅτι ἀδύνατόν ἐστι μὴ εἶναι κίνησιν· ἀδύνατον ἄρα καὶ τῷ κινοῦντι τὴν ἀίδιον κίνησιν δύναμίν τινα ἐνυπάρχειν. ἀλλ’ εἰ καὶ τὰ κυκλοφορητικὰ σώματα ἀπήλλακται τοῦ δυνάμει, ἀίδια ὄντα, τί ἄν τῆς πρώτης ἀρχῆς διαφέροιεν; ἢ οὐ πάντῃ ἀπήλλακται τοῦ δυνάμει· τῆς μὲν γὰρ καθ’ ἣν τὰ γινόμενα καὶ φθειρόμενα γίνεται καὶ φθείρεται δυνάμεως ἀπήλλακται, τῆς δὲ τοῦ κινεῖσθαι οὐδαμῶς· τὸ γὰρ ὑπὲρ γῆν ἐνεργείᾳ ὂν ἡμισφαίριον δυνάμει ἐστὶν ὑπὸ γῆν. εἰπὼν οὖν ὅτι ἡ πρώτη καὶ ἀίδιος ἀρχὴ ἐνέργειά ἐστι πάντῃ δυνάμεως ἀμοιροῦσα ἐπάγει οὐδὲν ἄρα ὄφελος οὐδ’ ἂν οὐσίας ποιήσωμεν ἀιδίους καὶ τὰ ἑξῆς, ἴσον λέγων τῷ εἴτε ἰδέας ὑποθώμεθα εἶναι τὰς πρώτας ἀρχὰς εἴτε ἀριθμούς, οὐδὲν ὠφελήσει πρὸς τὸ εἶναι ἀεὶ τὰ ὄντα ὡς ἔχει, εἰ μὴ ἔσται τι εἶδος καί τις φύσις αὐτὸ τοῦτο ἐνέργεια οὖσα δυναμένη μεταβάλλειν καὶ κινεῖν τὴν ἀίδιον κίνησιν· οὐδ’ ἄν ἄλλη τις φύσις καὶ οὐσία ὑποτεθῇ ἑτέρα παρὰ τὰ εἴδη μὴ οὖσα δὲ ἐνέργεια, οὐδ’ αὐτὴ ἔσται ἱκανὴ τὴν ἀίδιον κίνησιν κινεῖν. τὸ δὲ εἰ γὰρ μὴ ἐνεργήσει, οὐκ ἔσται κίνησις ταὐτόν ἐστι τῷ εἰ γὰρ μὴ ἐνεργεῖ ἡ παρὰ τὰ εἴδη οὐσία ἀλλὰ μένει μὴ ἐνεργοῦσα, ὡς οἱ τὰ εἴδη τιθέμενοι ἀπεφαίνοντο (λέγοντες γὰρ τὰς ἰδέας καὶ ἀκινήτους καὶ μηδὲν ἐνεργούσας, ἐκπίπτειν ἐξ αὐτῶν ἔφασκον ἀπορροίας τινὰς καὶ τῇδε τῇ ὕλῃ συμπιπτούσας οὕτω γίγνεσθαι πάντα τὰ ἄτομα), εἰ οὖν οὕτως, ὥσπερ αἱ ἰδέαι, ἔχει ἣν ἄν ὑποθῆταί τις οὐσίαν, οὐκ ἔσται κίνησις. κίνησις γὰρ ἄνευ τοῦ ἐνεργοῦντος καὶ κινοῦντος οὐκ ἔστι. τὸ δὲ ἔτι οὐδ’ εἰ ἐνεργήσει ἴσον ἐστὶ τῷ ἀλλὰ μὴν οὐδ’ εἰ ἐνεργεῖ καὶ κινεῖ ἡ παρὰ τὰ εἴδη οὐσία, ἔστι δὲ ἡ οὐσία καὶ ἡ φύσις αὐτῆς δύναμίς τις, τουτέστιν εἰ συνέζευκται αὐτῇ δύναμίς τις, καὶ μὴ εἴη ἄμοιρος πάντῃ δυνάμεως, οὐδ’ οὕτως ἔσται ἡ κίνησις ἀίδιος. ἀνάγκη γὰρ τὸ δυνάμει ὄν, ἤτοι τὸ δύναμιν ἔχον μὴ ἐνεργῆσαι, ποτὲ μὴ ἐνεργεῖν. δεῖ ἄρα εἶναι ἀρχὴν τοιαύτην ἧς ἡ οὐσία ἐστὶν ἐνέργεια ὅλως ἀμοιροῦσα τοῦ δυνάμει. τὸ δὲ ἔτι τοίνυν ταύτας δεῖ τὰς οὐσίας εἶναι ἄνευ ὕλης τὸ ταύτας, οἶμαι, ἀντὶ, τοῦ τὰς λοιπὰς εἴληπται, καὶ εἴη ἄν λέγων ὅτι οὐ μόνον τὸ κινητικὸν τῆς ἀπλανοῦς δεῖ τοιοῦτον εἶναι οἷον εἴπομεν, ἀλλὰ καὶ τὰς λοιπὰς ἀρχὰς τὰς κινούσας τὴν Κρονικὴν καὶ τὴν Διιὸν καὶ τὰς λοιπὰς σφαίρας, αἵτινες ἀρχαὶ ὑπὸ τὴν πρώτην εἰσί, καὶ ταύτας οὖν δεῖ ἀύλους εἶναι καὶ ἀιδίους, εἴπερ γε καὶ ἄλλο τι ἀίδιον· ἐπεὶ γάρ ἐστι καὶ ἄλλο τι, οἷον τὸ τῆς ἀπλανοῦς κινητικὸν ἀίδιον, δεῖ καὶ ταύτας ἀιδίους εἶναι. ἢ τὸ εἴπερ γε καὶ ἄλλο τι ἀίδιον λέγοι ἄν, ἐπειδὴ ἡ τῶν ἑπτὰ σφαιρῶν ἑνὰς ἀίδιός ἐστι, δεῖ καὶ τὰ τούτων κινητικὰ ἀίδια εἶναι. |Καίτοι ἀπορία· δοκεῖ γὰρ τὸ μὲν ἐνεργοῦν πᾶν δύνασθαι. Δείξας ὅτι ἡ ζητουμένη ἀρχὴ ἐνέργειά ἐστι πάντῃ ἀμοιροῦσα δυνάμεως, ἀπορία, φησί, τοῖς δειχθεῖσιν ἀναφαίνεται. ἀπορήσειε γὰρ ἄν τις πρὸς ταῦτα· εἰ ἡ δύναμις προτέρα τῆς ἐνεργείας (καὶ τούτου πίστις ἐκ τῆς ἐπαγωγῆς), ἔστι δὲ ἡ πρώτη ἀρχὴ ἐνέργεια, ἦν πρὸ αὐτῆς ἡ δύναμις· ἔστιν ἄρα τῆς πρώτης ἀρχῆς ἄλλη ἀρχή, ἡ δύναμις, ἐξ ἧς γέγονεν ἡ ἐνέργεια. αὐτὸς δὲ καὶ ἐπιχειρεῖ δεικνύναι ὅτι ἡ δύναμις προτέρα ἐστὶ τῆς ἐνεργείας· δοκεῖ γάρ, φησί, τὸ μὲν ἐνεργοῦν πᾶν δύνασθαι· ὥσπερ γὰρ διὰ τὸ πάντα ἄνθρωπον ζῷον εἶναι, οὐ πᾶν δὲ ζῷον ἄνθρωπον, φαμὲν τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου, οὕτω καὶ ἐπεὶ πᾶν τὸ ἐνεργοῦν δύναται, τὸ δὲ δυνάμενον οὐ πᾶν ἐνεργεῖ, εἴη ἄν ἡ δύναμις προτέρα ἐνεργείας. ἀλλὰ μὴν εἰ ἐστι προτέρα ἡ δύναμις τῆς ἐνεργείας, οὐδὲν ἔσται τῶν ὄντων, ὃ ἴσον ἄν εἴη τῷ ἦν ἄρα ὅτε οὐδὲν ἦν τῶν ὄντων· ἐνδέχεται γὰρ τὸ δυνάμενον εἶναι μήπω εἶναι. καὶ οἶμαι ἐν τῇ λέξει τῇ δοκεῖ γὰρ τὸ μὲν ἐνεργοῦν τὸ δοκεῖ ἐμφαντικὸν εἶναι τοῦ μὴ ἀρέσκειν αὐτῷ τὴν ὅτι πᾶν τὸ ἐνεργοῦν δύναται λέγουσαν πρότασιν, ἵν’ ᾖ τὸ λεγόμενον ὅτι δοκεῖ ἄλλοις. τὸ δὲ ἀλλὰ μὴν εἰ τοῦτο, οὐδὲν ἔσται τῶν ὄντων· ἐνδέχεται γὰρ δύνασθαι μὲν εἶναι μήπω δ’ εἶναι, οἶμαι ὅτι ὡς λύσις ἐπῆκται τοῦ λέγοντος λόγου ὅτι ἡ δύναμις προτέρα τῆς ἐνεργείας· εἰ γὰρ ἐκ τοῦ λέγειν ὅτι πᾶσα δύναμις προτέρα πάσης ἐνεργείας ἐστί, συνάγεται τὸ ἦν ὅτε οὐδὲν ἦν τῶν ὄντων, τοῦτο δὲ ἀδύνατον δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ, ψεῦδος ἄρα τὸ λέγειν ὅτι πάσης ἐνεργείας προηγεῖται δύναμις. ἀλλ’ εἰ, ὡς ἔφαμεν, ταῦτα λύσις εἰσὶ τῆς ἀπορίας, πῶς κατιὼν πάλιν αὐτὴν λύει; ἢ οὐκ ἔστι τοῦτο ἀλλότριον τῆς Ἀριστοτελικῆς ἀγχινοίας· πρὸς παράστασιν γὰρ τῆς ἀληθείας πανταχοῦ, καὶ μάλιστα ἐν ταύτῃ τῇ πραγματείᾳ, δὶς τῶν αὐτῶν μέμνηται καὶ τοσαυτάκις τὰ περὶ αὐτῶν διαρθροῖ. δείξας οὖν ὅτι ἡ ἐνέργεια προτέρα δυνάμεως ἤτοι τὸ εἶδος τῆς ὕλης (πᾶσα γὰρ δύναμις ὡς ὕλη· ὁ γὰρ Σωκράτης δύναμις καὶ ὕλη τοῦ γράφειν ἐστίν), αἰτιᾶται τοὺς θεολόγους προτέραν ποιοῦντας τὴν δύναμιν καὶ τὴν ὕλην τῆς ἐνεργείας. ὅταν γὰρ Ἡσίοδος λέγῃ ‟ἤτοι μὲν πρώτιστα Χάος γένετ’, αὐτὰρ ἔπειτα Γαῖ’ εὐρύστερνος· “καὶ ‟τὴν δ’ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,“ διὰ τοῦ Χάους καὶ τῆς Νυκτὸς τὴν ὅλην ᾐνίττετο· σκότος γὰρ καὶ Νὺξ κατὰ τὸ ἄληπτον αὐτῆς ἡ ὕλη, Χάος δὲ διὰ τὸ χωρητικὸν καὶ δεκτικὸν αὑτῆς τῶν εἰδῶν. καὶ ὁ Ἀναξαγόρας διὰ τοῦ ‟ἦν ἦν ὁμοῦ πάντα χρήματα“ τὴν ὕλην ᾐνίττετο. αἰτιᾶται δὲ οὐ τοὺς φυσικούς, τόν τε |Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν (οὗτοι γὰρ προτέραν τὴν ἐνέργειαν ἔλεγον δυνάμεως, ὡς ἐρεῖ· ὁ μὲν γὰρ αὐτῶν φιλίαν καὶ νεῖκος ἐτίθετο τὴν ἐνέργειαν, ὁ δὲ Ἀναξαγόρας τὸν νοῦν), ἀλλὰ τοὺς θεολόγους. τὸ γὰρ τὸ αὐτὸ αἴτιον οὐ τοῦτο σημαίνοι ἄν, ὅτι τὰ αὐτὰ ἄτοπα ἕπεται τοῖς τε θεολόγοις καὶ τοῖς φυσικοῖς, ἀλλὰ τὸ αἴτιον ἴσον ἐστὶ τῷ τὸ αὐτὸ ἄτοπον ἕπεται πᾶσι τοῖς θεολόγοις, ὅσοι προτέραν τὴν δύναμιν τῆς ἐνεργείας ποιοῦσιν. ἢ λέγοι ἄν ὅτι τὸ αὐτὸ ἄτοπον ἕψεται καὶ τοῖς θεολόγοις καὶ τοῖς φυσικοῖς, οὐ πᾶσιν ἀλλ’ ὅσοις τῶν τε φυσικῶν τῶν τε θεολόγων ἐπῆλθε ποιεῖν προτέραν τὴν δύναμιν τῆς ἐνεργείας. εἰ γάρ ἐστιν ἡ δύναμις, φησί, κατ’ αὐτοὺς προτέρα τῆς ἐνεργείας, πῶς ἐξ αὐτῆς κινηθήσεται ἡ ὕλη μὴ οὔσης τῆς ἐνεργείας τῆς κινούσης; οὐ γὰρ τὰ ξύλα κινεῖ αὐτὰ ἑαυτὰ εἰς τὸ γενέσθαι κιβώτιον, ἀλλ’ ἡ τεκτονικὴ ἥτις ἐστὶν ἐνέργεια, οὐδὲ τὰ καταμήνια πάλιν κινεῖ ἑαυτὰ εἰς τὸ γενέσθαι ζῷον ἀλλ’ ἡ γονή, οὐδὲ ἡ γῆ εἰς τὸ γενέσθαι φυτὸν ἀλλὰ τὸ σπέρμα. διὸ φεύγοντές τινες ταῦτα τὰ ἄτοπα ποιοῦσι προτέραν τὴν ἐνέργειαν τῆς δυνάμεως, οἷον Λεύκιππος καὶ Πλάτων’, τὴν δὲ ἐνέργειαν ταύτην εἶναι τὴν κίνησιν· ἀεὶ γὰρ εἶναι κίνησιν καὶ Λεύκιππος καὶ Πλάτων’ ἔλεγον. ‘παραλαβὼν γάρ’, φησὶν ὁ Πλάτων’, ἰτὴν ὕλην πλημμελῶς καὶ ἀτάκτως φερομένην.’ καὶ Λεύκιππος δὲ ἐν τῷ κενῷ τἀς ἀτόμους κινεῖσθαι τὸν ἄπειρον χρόνον ἔφασκεν. καὶ ὅτι ἡ μὲν κίνησις ἐνέργειά ἐστιν ἀπεφαίνοντο· ἀλλὰ διὰ τί ἐστιν ἐνέργεια ἡ κίνησις, καὶ τίς ἐστιν αὕτη ἡ κίνησις, πότερον ἡ κύκλῳ ἢ ἄλλη τις, καὶ διὰ τί ὡδὶ μὲν τάδε κινοῦνται ὡδὶ δὲ τάδε, τούτων τὴν αἰτίαν οὐ λέγουσιν. ἐπεὶ γὰρ δεῖ εἶναί τι ἀεί, ὡς δέδεικται, ἔδει τὴν αἰτίαν λέγειν δι’ ἣν ἡ μὲν ἀπλανὴς ἀπὸ ἀνατολῆς ἐπὶ δυσμὰς κινεῖται, αἱ δὲ πλανώμεναι ἀνάπαλιν. οὐ γὰρ ὡς ἔτυχε πᾶν ὃ κινεῖται τὴν κίνησιν ποιεῖται, ἀλλὰ φύσει μὲν ὁ λίθος ὡδί, οἷον κάτω, καὶ τὸ πῦρ ἄνω, βία δὲ ὡδί, ὁ λίθος ἄνω καὶ τὸ πῦρ κατω. φύσει μὲν οὖν ὁ λίθος κινεῖται κάτω, ὑπὸ νοῦ δὲ οἱ ἄνθρωποι· ἐφιέμενοι γάρ τινος κινοῦνται, βιαζόμενοι τὸ σῶμα φέρεσθαι ἐν ὑπερῴῳ ἢ δένδρῳ, ᾗ οὐ πέφυκε φέρεσθαι· κάτω γὰρ ἡ τοῦ ἡμετέρου σώματος κατὰ φύσιν φορά. ὑπ’ ἄλλου δὲ κινοῦνται βίᾳ οἷον τῆς φαντασίας τὰ ἄλογα ζῷα. ἔδει οὖν τούτων τὴν αἰτίαν λέγειν καὶ πρὸς τούτοις ποία τῶν κινήσεών ἐστιν ἡ πρώτη· πολὺ γὰρ διαφέρει τὸ κατὰ φύσιν τοῦ παρὰ φύσιν κινεῖσθαι, καὶ ἡ πρώτη κίνησις τῶν ἄλλων. αἰτιᾶται δὲ καὶ ἄλλο τῷ Πλάτωνι· εἰπὼν γὰρ ὁ Πλάτων ὅτι ἡ κίνησις ἦν καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι, εἴπερ ἀτάκτως ἐκινεῖτο ἡ ὕλη, πά|λιν λέγει ὅτι ἡ ψυχὴ ἡ ἅμα τῷ οὐρανῷ γεγονυῖα καὶ αὐτὴ ἑαυτὴν κινοῦσά ἐστι πηγὴ καὶ αἰτία τοῦ κίνησιν εἶναι· ὥστε πρὸ τοῦ τὸν οὐρανὸν καὶ τὴν σὺν αὐτῷ γεγονυῖαν ψυχὴν γενέσθαι εἶναι κίνησίν φησιν. εἰ οὖν πρὸ τοῦ γενέσθαι τὸν οὐρανὸν καὶ τὴν σὺν αὐτῷ γεγονυῖαν ψυχὴν ἦν ἡ κίνησις, ψεῦδος ὅτι ἡ ψυχὴ ἡ αὐτὴ ἑαυτὴν κινοῦσά ἐστιν ἡ πηγὴ τῆς κινήσεως. ταῦτα εἰπὼν πάλιν ὡς λύσιν τινὰ τῆς προαπορηθείσης ἀπορίας τῆς λεγούσης ὅτι εἴπερ ἐστὶν ἡ δύναμις προτέρα ἐνεργείας οὐκ ἔσται ἡ ἀρχὴ ἐνέργεια, ἐπάγει τὸ τὸ μὲν οὖν τὴν δύναμιν οἴεσθαι ἐνεργείας προτέραν τρόπον μέν τινα καλῶς λέγεται, τρόπον δέ ἄλλον οὐ καλῶς. ἐπὶ μὲν γὰρ τοῦ αὐτοῦ καὶ ἑνὸς ἀληθὲς ὅτι ἡ δύναμις προτέρα τῆς ἐνεργείας· ὁ γὰρ Σωκράτης δυνάμει ἦν πρότερον μουσικὸς καὶ οὕτω γέγονε καὶ ἐνεργείᾳ· ὅμως ἦν ἄλλο τι πρότερον ἐνεργείᾳ μουσικὸν τὸ εἰς ἐνέργειαν τὸν Σωκράτην ἄξαν· ὥστε πρὸς μὲν τὸν αὐτὸν καὶ ἕνα ἐπὶ τῶν γενητῶν καὶ φθαρτῶν προτέρα ἐστὶν ἡ δύναμις τῆς ἐνεργείας, πρὸς δὲ τὸ χύμα πάντων τῶν ἀνθρώπων οὐδαμῶς ἐστιν ἡ ἐνέργεια ὑστέρα τῆς δυνάμεως. εἰ δὲ ἐπὶ τούτων οὐ προηγεῖται ἡ δύναμις, πολλῷ μᾶλλον ἐπὶ τῆς κυρίως ἐνεργείας ὑστερήσει. ἀλλὰ περὶ μὲν τούτων εἴρηται ἐν τῇ Περὶ ψυχῆς. Ὅτι δ’ ἐνέργεια πρότερον, μαρτυρεῖ Ἀναξαγόρας. Μετὰ τὰς ἀποδείξεις εἴωθεν ὁ Ἀριστοτέλης καὶ τὰς τῶν ἄλλων εἰς πίστιν τῶν ὑπ’ αὐτοῦ λεγομένων ἐπάγειν ὑπολήψεις. δείξας γὰρ ὅτι ἡ ἐνέργεια προτέρα ἐστὶ δυνάμεως μαρτύρεται καὶ τὸν Ἀναξαγόραν καὶ ᾿Εμπεδοκλῆν. ὁ μὲν γὰρ ἦν τοῦ μίγματος προτέραν ποιῶν τὴν ἐνέργειαν ἤτοι τὸν νοῦν, ὁ δὲ Ἐμπεδοκλῆς τὴν φιλίαν καὶ τὸ νεῖκος. ἀλλὰ καὶ οἱ ἀεὶ λέγοντες εἶναι κίνησιν προτέραν ἐτίθεντο τὴν ἐνέργειαν, ἤτοι τὴν κίνησιν, τῆς δυνάμεως. ὥστε εἰ προτέρα δυνάμεως ἐνέργεια, οὐκ ἦν ἄπειρον χρόνον χάος καὶ νύξ, τουτέστιν οὐκ ἦν ἡ δύναμις προτέρα τῆς ένεργείας, ἀλλὰ τὰ αὐτὰ ἅπερ ἔστι νῦν, οἷον ἦν ἀεὶ ὁ κόσμος, ἢ περιόδῳ, ὡς Ἐμπεδοκλῆς ἔφασκεν, ἢ ἄλλως, ὡς Ἀριστοτέλης βούλεται. εἰ δὴ τὸ αὐτὸ ἀεὶ περιόδῳ. ἐλλίποι ἂν τῇ λέξει τὸ ἢ ἄλλως, ἵν’ ᾖ τὸ πᾶν ἱεῖ δὴ ὁ κόσμος οὗτος ἀεί ἐστιν, ἢ περιόδῳ, ὡς Ἐμπεδοκλῆς λέγει, ἢ ἄλλως, ὥσπερ ἡμεῖς, δεῖ τι ἀεὶ μένειν ὡσαύτως ἐνεργοῦν καὶ εἶναι τὴν φύσιν αὐτοῦ ἐνέργειαν.’ εἰ δὲ ἀνάγκη καὶ γένεσιν ἀεὶ εἶναι, δεῖ εἶναί τι ἐνεργοῦν ἄλλως, ἤτοι λοξῶς κινεῖσθαι, ἵνα προσάγῃ καὶ ἀπάγῃ τὸ γεννητικόν, ὅπερ ἐστὶν ὁ ἥλιος. ἀνάγκη ἄρα τὸ λοξῶς κινούμενον καθ’ αὑτὸ μὲν ὡδὶ ἐνεργεῖν, ἤτοι λοξῶς κινεῖσθαι καὶ προσάγειν καὶ |ἀπάγειν τὸν ἥλιον, ὡδὶ δὲ κατ’ ἄλλο, τουτέστι τὸ γίνεσθαι δὲ καὶ καθ’ ἑκάστην τὸν ἥλιον ὑπὸ γῆν καὶ ὑπὲρ γῆν κατ’ ἄλλο. ἤτοι δὲ καθ’ ἕτερον τοῦτο πάσχει ὁ ἥλιος, οἷον φέρε εἰπεῖν διὰ τὴν Κρονιακήν, ἢ κατὰ τὸ πρ[ντον, οἷον κατὰ τὴν ἀπλανῆ. καὶ διαρθρῶν τὸν λόγον λέγει ῾ἀνάγκη ἄρα κατὰ τὴν τῆς ἀπλανοῦς κίνησιν γίνεσθαι ὑπὸ γῆν καὶ ὑπὲρ γῆν τὸν ἥλιον παρὸ κατὰ τὴν Κρονιακήν. ᾿καὶ τὴν αἰτίαν τοῦ ἀνάγκη κατὰ 15 τὴν ἀπλανῆ τὴν τοῦ ἡλίου ὑπὲρ γῆν καὶ ὑπὸ γῆν γίνεσθαι καθ’ ἑκάστην φοράν, ἐπήγαγεν εἰπὼν πάλιν γὰρ ἐκεῖνο αὐτῷ τε αἴτιον κἀκείνῳ, τουτέστι πάλιν γὰρ τὸ τῆς ἀπλανοῦς σῶμα αἴτιον ἔσται τῷ ἐν τῇ Κρονιακῇ σφαίρᾳ ἀστέρι ὑπὲρ γῆν καθ’ ἑκάστην γίνεσθαι καὶ ὑπὸ γῆν κἀκείνῳ, ἤτοι τῷ ἡλίῳ· ἡ ἀπλανὴς γάρ ἐστιν αἰτία τοῦ καθ’ ἑκάστην καἲ τὸν Κρόνον καὶ τὸν ἥλιον δύνειν καὶ πάλιν ἀνατέλλειν. ὥστε κάλλιόν ἐστι τὴν ἀπλανῆ λέγειν αἰτίαν εἶναι τοῦ τὸν ἥλιον ἀνατέλλειν καὶ δύνειν ἤπερ τὴν τοῦ Κρόνου σφαῖραν· ἐκεῖνο γάρ, ἤτοι ἡ ἀπλανής, ἦν αἰτία τῷ ἡλίῳ τοῦ ἀεὶ ὡσαύτως ἤτοι ὑπὸ γῆν καὶ ὑπὲρ γῆν φέρεσθαι, τοῦ δὲ ἄλλως, ἤτοι ποτὲ μὲν ἐν τῷ σκορπίῳ γίνεσθαι ποτὲ δὲ ἐν αἰγοκέρωτι, ἡ λόξωσις τοῦ ζῳδιακοῦ, καθ’ ἣν φέρεται. τὸ δὲ τοῦ δ’ ἀεὶ ἄλλως, ἄμφω δηλονότι (καὶ εἰς τὸ ἄλλως) δηλωτικὸν ἄν εἴη τοῦ δ’ ἀεὶ μέν, τουτέστιν εὐτάκτως καὶ ἀνὰ μέρος γίνεσθαι νύκτα καὶ ἡμέραν καὶ γένεσιν καὶ φθοράν, αἴτιά εἰσιν ἀμφότερα, ἥ τε ἀπλανὴς καὶ ἡ λοξῶς φερομένη τοῦ ἡλίου σφαῖρα, ἡ μὲν οὖν ἀπλανὴς τοῦ νύκτας γίνεσθαι καὶ ἡμέρας, ἡ δὲ ἡλιακὴ σφαῖρα καὶ ὁ ἥλιος τοῦ γένεσιν καὶ φθοράν. ταῦτα εἰπὼν ἐπιφέρει οὐκοῦν οὕτω καὶ ἔχουσιν αἱ κινήσεις, ἴσον λέγων τῷ οὐ μόνον ἡμεῖς ταῦτα περὶ τῶν τῆς ἀπλανοῦς καὶ τῆς ἡλιακῆς σφαίρας κινήσεων οὕτω λέγομεν, ἀλλὰ καὶ οὕτως ἔχουσιν. εἰ οὖν αὗται αἱ κινήσεις αἴτιαι τοῦ τὰ γινόμενα ἔχειν ὡς γίνεται, τί δεῖ ζητεῖν ἄλλας ἀρχὰς οἵας φασὶν οἱ τὰς ἰδέας τιθέμενοι; Ταῦτα εἰπὼν λέγει ἐπεὶ δ’ οὕτω τε ἐνδέχεται, λύοιτ’ ἂν ταῦτα· καὶ εἰ μὴ οὕ τὼς (καὶ ὑποστικτέον εἰς τὸ οὕτως), ἐκ νυκτὸς ἔσται ὁμοῦ πάντων καὶ ἐκ μὴ ὄντος. οὕτω γάρ ἐστι τὸ συνεχὲς τῆς λέξεως. ἔστι δὲ τὸ λεγόμενον· ἐπεί, ὡς δέδεικται, προτέρα ἐστὶν ἡ ἐνέργεια τῆς δυνάμεως, καὶ ὅτι ἡ τῆς ἀπλανοῦς καὶ τῆς ἡλιακῆς σφαίρας κίνησις, αἵτινες σφαῖραι καὶ αὐταὶ ἐνέργειαί εἰσιν, εἰ καὶ μὴ ὡς ἡ κυρίως λεγομένη, αἴτιαί εἰσιν ἡμερῶν καὶ νυκτῶν καὶ γενέσεως καὶ φθορᾶς, λύοιτ’ ἄν πᾶσα ἀπορία, ἥ τε ἀποροῦσα εἰ ἔστι προτέρα ἡ δύναμις τῆς ἐνεργείας, καὶ ἡ λέγουσα διὰ τί ὡδὶ κινεῖται ἡ ἀπλανὴς καὶ ὡδὶ ἡ τοῦ ἡλίου σφαῖρα, καὶ ἡ ζητοῦσα ποία τῶν κινήσεων ἐστιν ἡ πρώτη· περὶ τούτων γὰρ ἁπάντων εἴρηται ὅτι ἡ τὰς ἄλλας ἑαυτῇ συγκινοῦσα, ἥπερ ἐστὶν ἡ τῆς ἀπλανοῦς, ἐστὶν ἡ πρώτη τῶν κινήσεων, κινεῖται δὲ ὡς κινεῖται διὰ τὸ γίνεσθαι νύκτας τας καὶ ἡμέρας, ἡ δὲ ἡλιακὴ σφαῖρα ἀνάπαλιν, διότι δεῖ γένεσιν εἶναι καὶ φθοράν, γένεσις δέ ἐστιν ἀεὶ καὶ φθορά, ὅτι δεῖ τι ἀεὶ εἷναι. εἰ οὖν οὕτως ἔχειν ἐνδέχεται, ὥσπερ φαμέν, λύοιτ’ ἄν πάντα· καὶ εἰ μὴ οὕτως, τουτέστιν εἰ δὲ λέγοι τις μὴ οὕτως ἔχειν, ἐκ νυκτὸς ἔσται καὶ ἐξ ὁμοῦ πάντων καὶ μὴ ὄντος, τουτέστιν ἔσται ἡ δύναμις προτέρα ἐνεργείας, καὶ ἔσται πάντα ἐκ δυνάμεως, ὅπερ δέδεικται ἀδύνατον. ταῦτα εἰπὼν πάλιν λέγει ἐξ ἀναλύσεως περὶ τῆς πρώτης ἀρχῆς. ἔστι γάρ, φησί, τὶ ἀεὶ κινούμενον ἄπαυστον κίνησιν, καὶ αὕτη ἐστὶν ἡ κύκλῳ. καὶ τὸ ἀίδιον εἶναι τὴν κύκλῳ κίνησιν οὐ μόνον ἐστὶ τῷ λόγῳ δῆλον καὶ τῇ ἀποδείξει, ἀλλὰ καὶ ἔργῳ καὶ τῇ παραδόσει τῶν προγόνων. ἔστιν οὖν ὁ πρῶτος ούρανός, ἡ ἀπλανής, ὃς κινεῖται τὴν ἀίδιον κίνησιν, ἔστι δὲ καὶ ὃ κινεῖ, τὸ πλανώμενον πᾶν σῶμα· τὸ γὰρ πλανώμενον ὑπὸ τοῦ πρώτου τοῦ ἀπλανοῦς κινεῖται. δεῖ οὖν εἶναι καὶ τὸ μόνως κινοῦν. ἐπεὶ γὰρ ἔστι τὸ κινούμενον μόνως ὅπερ ἐστὶ τὸ πλανώμενον, ἔστι δὲ καὶ μέσον τὸ κινούμενον ἅμα καὶ κινοῦν οἵα ἐστὶν ἡ ἀπλανής, δεῖ εἶναι καὶ τρίτον τὸ κινοῦν μόνως. καὶ ἔστιν ὃ οὐ κινούμενον κινεῖ ἀίδιον οὐσία καὶ ἐνέργεια ὄν. ἡ μὲν οὖν τῶν λεγομένων πάντων διάνοια εἴρηται. ἐν δὲ τῇ λέξει τῇ ἐπεὶ δὲ κινούμενον καὶ κινοῦν καὶ μέσον, τοίνυν ἐστὶν ὃ οὐ κινούμενον κινεῖ πρῶτον ὑποστικτέον εἰς τὸ καὶ μέσον· εἶτα προσυπακουστέον τοὐ ἔστι δὲ καὶ τὸ κινούμενον μόνως· εἶτα ἐπακτέον τὸ τοίνυν ἔστι τι ὃ οὐ κινούμενον κινεῖ, καὶ τὰ ἑξῆς, ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον ἐπεὶ δέ ἐστι τοῦ κινουμένου μόνως καὶ τοῦ κινοῦντος μόνως μέσον τὸ κινοῦν ἅμα καὶ κινούμενον, εἰσὶ δὲ τὰ δύο, τό τε κινούμενον μόνως καὶ τὸ κινοῦν ἑο ἄμ καὶ κινούμενον, δεῖ εἶναι καὶ τὸ ἀκίνητον. Κινεῖ δὲ ὧδε τὸ ὀρεκτὸν καὶ τὸ νοητόν. εἰπὼν ὅτι τὸ ὀρεκτὸν καὶ τὸ νοητὸν οὕτω κινεῖ, συντόμως τὸν τρόπον τοῦ πῶς κινεῖ ἐπήγαγεν εἰπὼν οὐ κινούμενα. οὕτω γάρ, φησί, πὰν ὀρεκτὸν καὶ πᾶν νοητὸν κινεῖ ὥστε μὴ κινεῖσθαι ἀλλ’ ἀκίνητα μένοντα κινεῖν τὰ ἄνα, ὡς ὁ χόρτος τὸν ὄνον καὶ ἡ εἰκὼν τὸν ἐραστήν. ἐπειδὴ δὲ πᾶν ὀρεκτὸν καὶ πᾶν νοητὸν ἀπὸ τοῦ πρώτου καὶ καθ’ αὑτὸ νοητοῦ καὶ ὀρεκτοῦ λέγεται, καὶ εἰσί τινα μὲν ὀρεκτά, μὴ νοητὰ δέ, ὡς ὁ ἄρτος, καὶ ἔμπαλιν νοητὰ μὴ ὀρεκτά, ὡς τὰ κακά, δείκνυσιν ὅτι τὸ πρώτως καὶ κυρίως νοητὸν καὶ κυρίως ὀρεκτὸν ταὐτόν ἐστιν. πρῶτον δὲ διδάσκει ἡμᾶς τὴν διαφορὰν τοῦ ἐπιθυμητοῦ καὶ τοῦ βουλητοῦ, λέγων ἐπιθυμητον ἦτόν μέν ἐστι τὸ φαινόμενον καλόν· |τὸ γὰρ κυρίως καλὸν οὐκ ἐπιθυμητὸν ἀλλ’ ἐφετὸν καὶ ὀρεκτόν· ἕτερον γὰρ ἐπιθυμία ἐφέσεως· ἡ μὲν γὰρ ἐπιθυμία ἐν τῷ ἐπιθυμητικῷ καὶ ἀλόγῳ μέρει τῆς ψυχῆς ἐστιν, ἡ δὲ ἔφεσις ἐν τῷ λογιστικῷ· βουλητὸν δὲ πρῶτον καὶ κυρίως οὐ τὸ φαινόμενον καλόν, ἀλλὰ τὸ ὂν ἐν τῇ ἑαυτοῦ φύσει καλόν. ὀρεγόμεθα δὲ διότι ἔδοξε μᾶλλον, ἢ καὶ ἔμπαλιν δοκεῖ διότι ὀρεγόμεθα. οὕτως οὖν περὶ τούτων εἰπὼν συνάγει ὅτι τὸ πρῶτον νοητὸν καὶ τὸ πρῶτον ὀρεκτὸν τὸ αὐτό ἐστι, λέγων ἀρχὴ γὰρ ἡ νόησις, τουτέστιν ἀρχὴ τῆς κινήσεως ἐστι τὸ ὀρεκτόν (προσυπακουστέον γὰρ τῷ ἀρχὴ γὰρ νοήσεως τοῦ τὸ ὀρεκτόν)· τοῦτο γὰρ κινεῖ τὸν νοῦν, κίνησις δὲ νοῦ νόησις· κινεῖ γὰρ τὸν νοῦν τὸ ὀρεκτὸν εἰς τὸ νοῆσαι εἴτε ὀρεκτόν ἐστιν εἴτε οὐκ ἔστιν. ἀλλὰ μὴν κινεῖται ὁ νοῦς καὶ ὑπὸ τοῦ νοητοῦ. εἰ οὖν αὐτὸν κινεῖ καὶ τὸ νοητὸν καὶ ποιεῖ κατ’ ἐνέργειαν νοῦν, κινεῖ δὲ αὐτὸν καὶ τὸ ὀρεκτόν, τὸ νοητὸν ἄρα καὶ τὸ ὀρεκτὸν ταὐτόν ἐστι. νοητὸν δὲ κυρίως καὶ νοῦς τῇ ἑαυτοῦ φύσει ἐστὶ τὸ πρῶτον αἴτιον. ἐκεῖνο ἄρα ἐστὶ καὶ κυρίως νοητὸν καὶ κυρίως νοῦς καὶ κυρίως ὀρεκτόν. εἰπὼν δὲ ὅτι νοῦς δὲ ὑπὸ τοῦ νοητοῦ κινεῖται, ἐπάγει νοητὴ δὲ καὶ καθ’ ἑαυτὴν νοητὴ ἡ ἑτέρα συστοιχία. τίνα δὲ τὰ καθ’ αὑτὰ νοητὰ καὶ τίνα τὰ μὴ καθ’ αὑτὰ μετ’ ὀλίγον εἰσόμεθα. ἑτέραν δὲ συστοιχίαν λέγει τὴν τοῦ καλοῦ, ὑφ’ ἥν ἐστι κατὰ τοὺς Πυθαγορείους οὐσία φῶς τρίγωνον περιττὸν καὶ ὅσα ἐκεῖσε κατηρίθμηνται. εἰσὶν οὖν πάντα νοητὰ τὰ ὑπὸ τὴν τοῦ ἀγαθοῦ συστοιχίαν, ἀλλὰ μάλιστα τούτων ἐστὶ νοητὴ ἡ οὐσία, καὶ τῆς οὐσίας πάλιν μάλιστά ἐστι νοητὴ ἡ ἁπλὴ καὶ κατ’ ἐνέργειαν, ἥτις καὶ κυρίως νοητὴ καὶ κυρίως ὀρεκτή ἐστιν. ἐπεὶ δὲ εἴρηκε καθ’ αὑτὴν νοητὴν οὐσίαν καὶ κατ’ ἐνέργειαν πρὸς ἀντιδιαστολὴν πάντως τινῶν νοητῶν, μὴ καθ’ αὑτὸ δὲ νοητῶν μηδὲ ἐνεργείᾳ, ἄξιόν ἐστι μᾶλλον δ’ ἀναγκαῖον εἰπεῖν, τίνα τὰ καθ’ αὑτὸ καὶ ἐνεργείᾳ νοητὰ καὶ τίνα τὰ μὴ τοιαῦτα. ὅσα τῶν εἰδῶν ἔνυλά ἐστι καὶ ἐν ὕλῃ τὸ εἶναι ἔχει, ταῦτα ὑπὸ τοῦ νοῦ γίνεται νοητά, δυνάμει ὄντα νοητὰ καὶ μὴ καθ’ αὑτὰ μηδὲ ἐνεργείᾳ. χωρίζων γὰρ αὐτὰ τῆς ὕλης ὁ νοῦς, μεθ’ ἧς ἐστιν αὐτοῖς τὸ εἶναι, ἐνεργείᾳ νοητὰ αὐτὸς αὐτὰ ποιεῖ, καὶ τότε ἕκαστον αὐτῶν, ὅταν νοῆται, ἐνεργείᾳ τε νοητόν ἐστι καὶ νοῦς γίνεται, οὐ πρότερον οὐδὲ τῇ ἑαυτῶν φύσει ὄντα τοιαῦτα. ὁ γὰρ κατ’ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ νοούμενον εἶδός ἐστιν. ὥστε καὶ τούτων ἕκαστον τῶν οὐκ ὄντων ἁπλῶς νοητῶν, ὅταν νοῆται, νοῦς γίνεται. ὡς γὰρ ἡ κατ’ ἐνέργειαν αἴσθησις ἡ αὐτή ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν τῇ κατ’ ἐνέργειαν αἰσθήσει, οὕτως ὁ κατ’ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι |τῷ κατ’ ἐνέργειαν νοητῷ καὶ τὸ κατ’ ἐνέργειαν νοητὸν τῷ κατ’ ἐνέργειαν νῷ· ὁ γὰρ νοῦς τὸ εἶδος τοῦ νοουμένου λαβὼν καὶ τῆς ὕλης αὐτὸ χωρίζων κατ’ ἐνέργειαν ἐκεῖνό τε νοητὸν ποιεῖ καὶ αὐτὸς κατ’ ἐνέργειαν νοῦς γίνεται. εἰ δ’ ἔστι τῶν ὄντων, ὥσπερ δέδεικται, ἀσώματον καὶ καθ’ αὑτὸ ὂν καὶ ἄυλον, τοῦτό ἐστιν ἐνεργεία νοητὸν τῇ τε ἑαυτοῦ φύσει, καὶ ἐξ αὑτοῦ τὸ εἶναι ἐνεργείᾳ νοητὸν ἔχει, καὶ οὐ παρὰ τοῦ χωρίζοντος αὐτὸ τῆς ὕλης νοῦ (ἄυλον γὰρ νοῦς καὶ νοητόν ἐστιν), ἀλλ’ ἐστιν ἐνεργείᾳ νοῦς καὶ ἐνεργείᾳ νοητόν, ὡς μετ’ ὀλίγον ἐρεῖ. ὥστε ὅσα μὲν τῶν εἰδῶν ὁ νοῦς χωρίζει τῆς ὕλης καὶ νοητὰ αὐτὰ ποιεῖ, ταῦτα οὐκ ἔστι κυρίως νοητὰ καὶ καθ’ αὑτά (σημεῖον δέ· καὶ γὰρ χωρισθέντα τοῦ νοοῦντος αὐτὰ νοῦ καὶ χωρίσαντος ἀπὸ τῆς ὅλης καὶ ἐκ μερικῶν ποιήσαντος καθόλου, φθείρεται καὶ οὐκ ἔστιν)· ὅσα δὲ ἐξ ἑαυτῶν τὸ εἶναι καθ’ αὑτὰ ἔχει, ταῦτα κυρίως νοῖ καὶ κυρίως νοητά. Ἔστι δὲ τὸ ἓν καὶ ἁπλοῦν οὐ τὸ αὐτό. ἔνστασίν τινα διὰ τούτων λύει δυναμένην πρὸς τὰ λεγόμενα φέρεσθαι τοιαύτην· εἰ ἡ πρώτη οὐσία καὶ ἀκίνητος ἁπλῆ ἐστι, τὸ δὲ ἁπλοῦν ἕν ἐστιν, ἡ ἄρ ἀκίνητος οὐσία μία ἐστίν. δείξει δὲ αὐτὸς ὅτι εἰσὶ καὶ ἄλλαι ἀκίνητοι οὐσίαι ἐν τούτῳ τῷ βιβλίῳ. λύει δὴ ταύτην λέγων, ὅτι οὐκ ἔστι τὸ ἀπλοῦν καὶ ἓν ταὐτόν. τὸ μὲν γὰρ ἓν μέτρον σημαίνει· ἕνα γὰρ ἄνθρωπον καὶ ἕνα ἵππον λέγομεν δι’ οὗ τοὺς ἀνθρώπους καὶ ἵππους μετροῦμεν. τὸ δὲ ἁπλοῦν οὐ σημαίνει μέτρον ἀλλὰ πῶς ἔχον ἐστὶ τὸ ἀπλοῦν, ὅτι οὐ σύνθετον. τὸ δὲ ἀλλὰ μὴν καὶ τὸ καλὸν καὶ τὸ αἱρετὸν ἐν τῆ αὐτῇ συστοιχίᾳ, ἤτοι ἐν ἡ ἐστι τὸ καθ’ αὑτὸ νοητόν, ὥστε τὸ πρῶτον αἴτιον καὶ καθ’ αὑτὸ νοητὸν καὶ καλόν ἐστι καὶ καθ’ αὑτὸ καὶ δι’ αὑτὸ αἱρετὸν καὶ ἄριστον. κατ’ ἀναλογίαν δὲ καὶ ὃ ἂν εἴη πρῶτον λεχθήσεται ἄριστον. οὕτως ἄριστον ἄν φήσαιμεν τὸν ἐνεργείᾳ νοῦν ὡς πρότερον τῷ ἀξιώματι καὶ τῷ καλῷ τοῦ καθ’ ἕξιν, καὶ τὴν κύκλῳ κίνησιν πάλιν εἴποιμεν ἄριστον τῆς κατ’ εὐθεῖαν. ταῦτα εἰπὼν λέγει ὅτι δὲ ἔστι πρὸς οἷς εἴπομεν ἐν τοῖς ἀκινήτοις καὶ τὸ οὗ ἕνεκα, δηλοῖ ἡ διαίρεσις, λέγων διαίρεσιν ἐν ᾗ πολλάκις εἴρηκε τὴν τῶν ἐναντίων πεποιηκέναι ἀναγωγήν· ταύτην δὲ πεποίηκεν ἐν τῷ Περὶ τἀγαθοῦ ἐπιγραφομένῳ βιβλίῳ. ἐν δὲ τῇ λέξει τῇ ἔστι γάρ τινι τὸ οὗ ἕνεκα, τὸ γάρ ἀντὶ τοῦ δέ συνδέσμου ἐκληπτέον, ἵν’ ᾖ ‘τὸ δὲ οὗ ἕνεκά τινί ἐστι·’ τὰ γὰρ γινόμενα καὶ πραττόμενα ἕνεκά τινός τινι καὶ γίνεται καὶ πράττεται· τὰ γὰρ γινόμενα καὶ πραττόμενα ἕνεκα τῆς εὐδαιμονίας |τινὶ πράττεται, οἷον τῷ Σωκράτει. τοῦ δὲ ὧν τὸ μὲν ἔστι τὸ δ’ οὐκ ἔστι ‘ὧν’ λέγοι ἄν τὰ ὧν ἕνεκα ἡ πρᾶξις, τὸ δὲ τὸ δ’ οὐκ ἔστι τὸ πρᾶττον. εἴη δ’ ἄν τὸ λεγόμενον· τὸ οὗ ἕνεκα, ὅπερ ἔστι, τοῦτό ἐστιν· τὸ δὲ τούτου ἕνεκα οὐκ ἔστιν ὅπερ ἐκεῖνο. τὸ γὰρ κινούμενον ἕνεκα τοῦ ἀγαθοῦ οὐκ ἔστιν ἀγαθόν, τὸ δὲ ἀγαθόν, ὅπερ ἐστὶν οὗ ἕνεκα, ἀγαθόν ἐστιν. κινεῖται δὲ ἕως οὗ καταλάβοι τὸ ἀγαθόν· καταλαβὸν δὲ ἵσταται. εἰ δὲ τὸ πρῶτον αἴτιον, ὅπερ καὶ πρῶτον ἀγαθόν ἐστιν, ἄπειρόν ἐστιν, οὐδέποτε ἄν τὴν ὁλότητα τῆς ἀγαθότητος αὐτοῦ, ὥσπερ ἐπὶ τῶν μερικῶν ἀγαθῶν ἔχει, τὸ ἐφιέμενον αὐτοῦ καταλήψεται· διὰ τοῦτο ἀεὶ κινήσει ὡς ἐρώμενον ἀκατάληπτον. ταῦτα εἰπὼν λέγει καὶ πῶς κινεῖ τὸ πρῶτον αἴτιον πάντα, ὅτι κινεῖ μὲν τὸ κυλοφορητικὸν σῶμα ὡς ἐρώμενον καὶ ἐφετόν. κινούμενος δὲ ὑπ’ αὐτοῦ προσεχῶς ὁ οὐρανὸς αὐτὸς τὰ ἄλλα κινεῖ. ἐπεὶ δὲ πᾶσα κίνησις δοκεῖ ἐξιστᾶν τὸ πρᾶγμα ἀφ’ οὗ ἐστιν, εἶπε δὲ ὅτι ὁ οὐρανὸς κινεῖται, αἰνὰ μή τις ὑπολάβῃ ὅτι τῆς ἑαυτοῦ φύσεως ἐξίσταται, λέγει εἰ μὲν οὖν τι κινεῖται, ἐνδέχεται ἄλλως ἔχειν, τουτέστιν ἐπεὶ κινεῖται ὁ οὐρανός, ἐνδέχεται αὐτὸν ἄλλως ἔχειν. καὶ πῶς ἐνδέχεται κινούμενον ἅλλως ἔχειν [κινούμενος] ὥστε εἰ φορὰ ἡ πρώτη καὶ ἐνέργειά ἐστιν ᾗ κινεῖται, ταύτῃ δὲ ἐνδέχεται. καὶ ὑποστικτέον εἰς τὸ κινεῖται. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἐάν ἐστιν ἡ ἐνέργεια τοῦ οὐρανοῦ ἡ πρώτη φορά, διότι κινεῖται καὶ καθὸ ὅλως κίνησιν ἔχει, ταύτῃ λεχθήσεται ὡς ἐνδέχεται ἄλλως ἔχειν, ἤτοι κατὰ τόπον φέρεσθαι ἤτοι κύκλῳ κινεῖσθαι. τὸ δὲ καὶ εἰ μὴ κατ’ οὐσίαν ἀντὶ τοῦ εἰ καὶ μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν κινεῖται, μηδὲ ἐξίσταται αὐτῆς (ἀίδιος γάρ ἐστι), κατὰ τὸ κύκλῳ φέρεσθαι οὐδὲν κωλύει, εἰ μὴ καὶ κινεῖσθαι. ταῦτα εἰπὼν λέγει ἐπεὶ δὲ ἔστι τι κινοῦν ἐνεργείᾳ ὄν, ὡς εἴρηται, καὶ ἀκίνητον, τοῦτο οὐκ ἐνδέχεται ἄλλως ἔχειν ἢ ὅλως κινεῖσθαι. καὶ δείκνυσι τοῦτο δυνάμει λέγων, ὡς εἴπερ ὅλως δυνατὸν ἦν κινεῖσθαι, τὴν πρώτην ἂν ἐκινεῖτο τῶν κινήσεων. πρώτη δὲ τῶν κινήσεων ἡ κύκλῳ· ταύτην δὲ δέδεικται ὅτι κινεῖ· εἰ δὲ τὴν κύκλῳ κινεῖ, οὐκ ἂν αὐτὴν καὶ κινηθείη διὰ τὸ τὴν μίαν κίνησιν ἑνὸς εἶναι. εἰ δὲ ἡ κύκλῳ κίνησις ἐξ ἀνάγκης ἐστίν, ἐξ ἀνάγκης ἄρα καὶ τὸ κινοῦν αὐτήν ἐστιν ὄν. καὶ ᾗ ἀνάγκη, καλῶς, καὶ οὕτως ἀρχή. ὑποστικτέον εἰς τὸ ἀνάγκη. τὸ δὲ λεγόμενόν ἐστιν ὅτι ἐπεὶ τὸ ἀναγκαῖον ἕνα μὲν τρόπον λέγεται τὸ βίᾳ, ἄλλον δὲ οὗ οὐκ ἄνευ τὸ εὖ (ἄνευ γὰρ μαθήσεως ἐπιστήμη οὐ ἄλλον δὲ τρόπον λέγεται |ἀναγκαῖον τὸ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν, οἷαί εἰσιν αἱ ἀποδεικτικαὶ ἀρχαί, λέγει ὅτι ἐπειδὴ ἐξ ἀνάγκης ἐστὶ τὸ πρῶιον αἴτιον, καθὸ ἐξ ἀνάγκης ἐστί, καλῶς, καὶ οὕτω, τουτέστιν ὡς τὸ οὗ οὐκ ἄνευ λέγεται, ἀρχή. ὥστε ἐρωτώμενοι ὅτι τὸ πρῶτον αἴτιον ἀναγκαῖον ὂν πῶς ἐστιν ἀναγκαῖον, ῥητέον ὅτι οὕτως ἐστὶν ἀναγκαῖον ὅτι ἄνευ αὐτοῦ οὐκ ἔστι τὸ εὖ. καὶ συμπεραίνεται λέγων ὁ οὐρανὸς ἄρα καὶ ἡ φύσις πᾶσα ἐκ τοιαύτης ἤρτηται ἀρχῆς. Διαγωγὴ δέ ἐστιν οἵα ἡ ἀρίστη μικρὸν χρόνον ἡμῖν. Ὁ ἡμέτερος νοῦς δυνάμει ὢν τὰ νοητὰ ὅταν ἐκ τῆς ἄκρας ἐπιστήμης καὶ τῆς ἄγαν εὐζωίας ἐνεργείᾳ γένηται τὰ νοητά, τότε ζῶμεν τὴν ἀρίστην καὶ μακαριωτάτην καὶ πάσης ἡδονῆς ἐπέκεινα ζωήν, ἥτις λόγῳ μέν ἐστιν ἀνερμήνευτος, γινώσκεται δὲ τοῖς τὸ μακάριον τουτὶ παθοῦσι πάθος. λέγει οὖν ὅτι οἵα ἐστὶν ἡ ἀρίστη ἡμῖν διαγωγὴ ἐπὶ μικρὸν χρόνον (οὐ γὰρ ἀλλ’ ὅταν ἐνεργείᾳ γένηται ὁ ἡμέτερος νοῦς τὰ νοητά), ταύτην τὴν ζωὴν ἀεὶ ἔχει τὸ πρῶτον αἴτιον. ἡμῖν μὲν γὰρ ἀδύνατον τοιαύτην ζωὴν ζῆν ἀεὶ ἀλλὰ ποτέ, τῷ δὲ πρώτῳ αἰτίῳ, ὡς μικρὸν ὕστερον εἰσόμεθα, δυνατόν. ἐπεὶ γὰρ ἡ ἐνέργεια αὐτοῦ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ νοεῖν ἑαυτόν, ἡ δὲ ἐνέργεια αὐτοῦ ἡδονὴ αὐτοῦ ἐστιν, ἐπὶ τούτῳ ἄρα ταύτην ἀεὶ ζῇ τὴν ζωήν, λέγω δὴ τὸ νοεῖν ἑαυτόν. ἥτις οὗν ἡμῖν ποτε ζωὴ καὶ διαγωγὴ γίνεται, ταύτην ἀεί ἐστι τὸ πρῶτον αἴτιον, τουτέστιν αὐτός ἐστιν ἀεὶ ἡ ἀρίστη ζωή. καὶ διὰ τοῦτο, φησί, καὶ τὴν αἴσθησιν καὶ τὴν ἐγρήγορσιν καὶ τὴν νόησιν ἥδιστά φαμεν, ὅτι ἐνέργειαί τινες οὖσαι ἰνδάλματά τινα καὶ σκιαί εἰσιν τῆς ἣν ἐνεργοῦμεν ἐνεργείας καὶ ἣν ζῶμεν ζωήν, ὅταν ὁ ἡμέτερος νοῦς γένηταί πὼς τὰ νοητά. τὰς δὲ ἐλπίδας πάλιν καὶ μνήμας φιλοῦμεν διὰ τὰς ἐναργείας· μεμνημένοι γάρ τινος ἐνεργείας ἢ ἐλπίζοντες ἐνεργῆσαι φιλοῦμεν τὴν ἐλπίδα καὶ τὴν μνήμην. εἰ οὖν ἐλπίδας καὶ μνήμας ἀγαπῶμεν διὰ τἀς ἐνεργείας, ταύτας δ’ οὕτως ἀσπαζόμεθα διὰ τὴν γινομένην ἡ μῖν ποτε ἐνέργειαν, θαυμαστή τις ἄν αὕτη εἴη. καὶ ἔστι, φησίν, ἡ καθ’ αὑτὴν νόησις τὸ ὖ καθ’ αὑτὸ ἀρίστου. λέγοι δ’ ἄν καθ’ αὑτὴν νόησιν τὸν κατ’ ἐνέργειαν γειν νοῦν, ὅστις διαφέρει τοῦ καθ’ ἕξιν, ὅστις πάλιν καθ’ ἕξιν διαφέρει τοῦ δυνάμει. ἔστι γὰρ ὁ καθ’ ἕξιν νοῦς εἶδος καὶ δύναμις καὶ τελειότης τοῦ δυνάμει νοῦ, ἥτις ἕξις ἐν αὐτῷ γίνεται ἔκ τε τῆς τοῦ καθόλου περιλήψεως καὶ ἐκ τοῦ τὰ εἴδη χωρίζειν ἀπὸ τῆς ὕλης δύνασθαι, ἃ τρόπον τινὰ ταὐτά ἐστιν ἀλλήλοις. ὅ τε γὰρ τὸ εἶδός τινος χωρὶς τῆς ὕλης λαβὼν ἔχει τὸ κοινόν τε καὶ καθόλου (ὁ γὰρ τὸ εἶδος τοῦ |ἀνθρώπου λαβὼν χωρὶς τῶν ὑλικῶν περιστάσεων ἔχει τὸν κοινὸν ἄνθρωπον· ἡ γὰρ τῶν καθ’ ἕκαστα πρὸς ἀλλήλους διαφορὰ παρὰ τῆς ὕλης λαμβάνεται· τοῦτο γὰρ ἐν αὐτῇ γίνεται, ἐπεὶ τά γε εἴδη αὐτῶν, καθ’ ἅ εἰσιν ἄνθρωποι, οὐδεμίαν ἔχει διαφοράν), ὅ τε τὸ κοινὸν τὸ ἐπὶ τοῖς καθ’ ἕκαστα συνιδὼν τὸ εἶδος πάλιν χωρὶς τῆς ὕλης λαμβάνει· τοῦτο γὰρ ἐν αὐτοῖς τὸ κοινόν τε καὶ τόν. ἐγγίνεται δὲ ἡ τοιάδε ἕξις τῷ νῷ τὴν ἀρχὴν κατὰ μετάβασιν ἀπὸ τῆς περὶ τὰ αἰσθητὰ συνεχοῦς ἐνεργείας, ὥσπερ ὄψιν τινὰ ἀπ’ αὐτῶν λαμβάνοντος τοῦ καθόλου θεωρητικήν, ὃ κατ’ ἀρχὰς μὲν νόημα καὶ ἔννοια καλεῖται, πλεονάσαν δὲ καὶ ποικίλον καὶ πολύτροπον γινόμενον ὡς δύνασθαι καὶ χωρὶς τῆς αἰσθητικῆς ὑποβάθρας ποιεῖν τοῦτο, νοῦς ἤδη. ὅταν γὰρ ἐν ἕξει γένηται διὰ τὰς συνεχεῖς ἐνεργείας τοιαύτῃ, ὡς δι’ ἑαυτοῦ λοιπὸν ἐνεργεῖν δύνασθαι, τότε ὁ ὡς ἕξις καλούμενος νοῦς γίνεται, ἀνάλογος ὢν τῷ ἐπιστήμονι, ὃς τοῦ τε κατὰ δύναμιν ἐπιστήμονος λεγομένου καὶ τοῦ κατ’ ἐπιστήμην ἐνεργοῦντός ἐστι μεταξύ· ὃς ὅσον ἀπολείπεσθαι δοκεῖ τοῦ κατ’ ἐπιστήμην ἐνεργοῦντος, τοσοῦτον πλεονεκτεῖ τὸν κατὰ δύναμιν ἐπιστήμονα. ἐνεργοῦσα δὲ ἥδε ἡ ἕξις ὁ κατ’ ἐνέργειαν γίνεται νοῦς· ὁ γὰρ κατὰ ἕξιν νοῦς ἀποκείμενα πώς ἐστιν ἀθρόα καὶ ἠρεμοῦντα τὰ νοήματα. καὶ ἐπεί ἐστιν ὁ κατ’ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ εἶδος τὸ νοούμενον, ὥσπερ ἡ κατ’ ἐνέργειαν αἴσθησις τὸ κατ’ ἐνέργειαν αἰσθητόν, ὁ ἐν ἕξει νοῦς (οὗτος δέ ἐστιν ὁ ὑφ’ αὑτοῦ νοεῖν δυνάμενος καὶ τὰ τῶν νοητῶν εἴδη λαμβάνειν καθ’ αὑτά), οὗτος ἤδη δύναται καὶ ἑαυτὸν νοεῖν· ἐπεὶ γὰρ τὸ νοούμενον εἶδος αὐτός ἐστιν, εἴ γε νοῶν ὃ νοεῖ γίνεται. ὁ ἄρα ἕξιν ἔχων του τὰ ειοη νοεῖν, οὗτος ἕξιν καὶ δύναμιν ἔχει του νοεῖν ἑαυτόν· ὃ γὰρ δύναται νοεῖν, τοῦτο αὐτὸ νοῶν γίνεται, καὶ ἔστιν, ὅταν νοῇ, προηγουμένως μὲν καὶ καθ’ αὑτὸ νοῶν τὸ νοητὸν εἶδος, κατὰ συμβεβηκὸς δὲ ἑαυτόν τῷ συμβεβηκέναι αὐτῷ, ὅταν νοῇ, γίνεσθαι ἐκεῖνο ὃ νοεῖ. πρὸ μὲν οὖν τοῦ κατ’ ἐνέργειαν τὸν νοῦν νοεῖν πρὸς ἄλληλά ἐστι τὸ νοοῦν καὶ τὸ νοούμενον καὶ ἀντικείμενα ἀλλήλοις ὡς τὰ πρός τι· ὅταν δὲ ἐνεργῶσιν, ἓν γινόμενα παύεται τῆς ἀντιθέσεως· οὐδὲ γὰρ ὑφαρμόζειν αὐτοῖς οἷόν τέ ἐστι τὸν τοῦ πρός τι λόγον. διὸ ὁ κατ’ ἐνέργειαν νοῦς ὁ αὐτὸς γινόμενος τῷ νοητῷ, εὐλόγως ἑαυτὸν λέγεται νοεῖν. ὁ δὴ νοῦς ὁ κατ’ ἐνέργειαν ἑαυτὸν νοεῖ· ὃ γὰρ νοεῖ, τοῦτο αὐτὸ γίνεται· τὰ γὰρ εἴδη χωρὶς ὕλης νοεῖ· οὐ γὰρ τόδε ἀλλὰ τὸ τῷδε εἶναι νοεῖ, ὡς προείρηται. ἐπεὶ οὗν ὁ κατ’ ἐνέργειαν νοῦς καθ’ αὑτὸ ἄριστός ἐστιν, ἡ τούτου νόησις, ἣν αὐτὸς ἑαυτὸν νοεῖ, ἡ καθ’ αὑτὸ νόησις καὶ τοῦ καθ’ αὑτὸ ἀρίστου ἐστίν. ἔστι δ’ ὁ κατ’ ἐνέργειαν νοῦς ἄριστον, οὐχ ὅτι τὰ εἴδη χωρὶς ὕλης νοῶν ἐκεῖνα γίνεται, ἀλλ’ ὅτι καὶ τὸν πρῶτον νοῦν ὡς δυνατὸν νοῶν ἐκεῖνός πὼς γίνεται. εἰ οὖν ἡ καθ’ αὑτὸ νόησις τοῦ καθ’ αὑτὸ ἀρίστου ἐστί, καὶ ἡ καθ’ αὑτὸ μάλιστα νόησις ἔσται τοῦ καθ’ αὑτὸ μάλιστα ἀρίστου. αὕτη δ’ ἐστὶν ἡ τοῦ πρώτου νοῦ, καθ’ ἣν αὐτὸς ἑαυτὸν νοεῖ καὶ καθ’ ἣν αὐτός ἐστι τὸ νοοῦν, αὐτὸς τὸ νοούμενον. ἑαυτὸν οὖν νοεῖ ὁ ἐνεργείᾳ νοῦς κατὰ μετάληψιν τοῦ νοητοῦ· ἕξιν γὰρ ἔχων, ὥσπερ εἴρηται, τοῦ τὰ εἴδη νοεῖν θιγγάνων αὐτῶν. ἔστι δὲ καὶ ὁ ἐνεργείᾳ νοῦς οἷον εἶδος τοῦ δυνάμει νοῦ· ἔχει ἄρα ἕξιν καὶ τοῦ ἑαυτὸν νοεῖν· ὥστε ὅταν ἑαυτὸν νοῇ, ταὐτὸν γίνεται ὁ νοῦς καὶ τὸ νοητόν· τὸ γὰρ δεκτικὸν τοῦ νοητοῦ καὶ τῆς οὐσίας, ἤτοι τοῦ νοός, αὐτός ἐστιν ὁ νοῦς. ἐνεργεῖ δὲ ὁ τοιοῦτος νοῦς ἔχων ἐν ἑαυτῷ τὰ νοητὰ χωρίσας· ἐχώρισε γὰρ τῆς ὕλης καὶ παρ’ ἑαυτῷ ἔχει καὶ νοεῖ. Ὥστε ἐκεῖνο μᾶλλον τούτου ὃ δοκεῖ ὁ νοῦς θεῖον ἔχειν. Πάντων τῶν τοῦ νοὸς θειότατόν ἐστιν ἡ θεωρία. ὃ οὖν θεῖον ἔχει ὁ ἐνεργείᾳ νοῦς (ἔχει δὲ θεῖον τὸ νοεῖν ἑαυτόν), τοῦτο μᾶλλον ἐκείνου, τουτέστι τοῦ πρώτου νοός ἐστιν· ἐκεῖνο οὖν φησιν, ὅπερ δοκεῖ τοῦ ἐνεργείᾳ νοῦ θειότατον καὶ τιμιώτατον, τοῦτο δ’ ἐστὶ τὸ νοεῖν ἑαυτόν, τοῦτο μᾶλλον ἐκείνου τοῦ πρώτου νοός ἐστιν· μᾶλλον γὰρ καὶ ἀκριβέστατα νοεῖ ἑαυτὸν ὁ πρῶτος νοῦς, ἤπερ ὁ ἐνεργείᾳ νοῦς ἑαυτόν. οὔτε οὖν ὁ ἐνεργείᾳ νοῦς ἑαυτὸν νοεῖ, ὥσπερ ὁ πρῶτος νοῦς ἑαυτόν, οὔτε ἀεί, ἀλλὰ ποτὲ καὶ ὀλιγάκις· ὁ δὲ πρῶτος νοῦς ἑαυτὸν ἀεὶ νοεῖ. οὐδὲν γὰρ ὁ πρῶτος νοῦς ἄλλο νοεῖ ἢ ἑαυτόν· τῷ μὲν γὰρ εἶναι νοητὸς νοεῖται πρὸς ἑαυτοῦ, καὶ τῷ ἐνεργείᾳ καὶ φύσει τῇ ἑαυτοῦ νοητὸς εἶναι ἀεὶ νοούμενος ἔσται, δηλονότι ὑπὸ τοῦ ἐνεργείᾳ νοοῦντος· ἀεὶ δὲ ἐνεργείᾳ νοῶν ἐστι νοῦς αὐτὸς μόνος· ἀεὶ ἄρα ἑαυτὸν νοήσει. μᾶλλον δὲ καθ’ ὅσον ἐστὶν ἁπλοῦς· ὁ γὰρ ἀπλοῦς νοῦς ἁπλοῦν τι νοεῖ, οὐδὲν δὲ ἄλλο ἁπλοῦν ἐστι νοητὸν πλὴν αὐτός· ἀμιγὴς γὰρ οὗτος καὶ ἄυλος καὶ οὐδὲν ἔχων ἐν ἑαυτῷ δυνάμει· ἑαυτὸν ἄρα μόνον νοήσει. καθὸ μὲν γὰρ νοῦς ἐστιν, ἑαυτὸν ὡς νοητὸν νοήσει· καθὸ δὲ ἐνεργείᾳ καὶ νοῦς ἐστι καὶ νοητόν, ἑαυτὸν νοήσει ἀεί· καθὸ δὲ ἀπλοῦς μόνος, ἑαυτὸν μόνον νοήσει· αὐτός τε γὰρ μόνος ἁπλοῦς ὢν ἁπλοῦ τινος νοητικός ἐστι, καὶ μόνος ἀπλοῦς τῶν νοητῶν ἐστι [τινός]. καὶ ἡ θεωρία, ἐν ἡ ἑαυτὸν νοεῖ, τὸ ἥδιστον καὶ ἄριστον. εἰ οὖν ὁ θεὸς ἀεὶ οὕτως εὖ ἔχει ὥσπερ ἡμεῖς ποτε εὖ ἔχομεν, θαυμαστὸν ἂν εἴη τὸ θεῖον. εἰ δὲ μᾶλλον καὶ πλέον ὅσον οὐδὲ εἰπεῖν ἔχει τοῦ ἐνεργείᾳ νοῦ, τοσοῦτον ἔσται θαυμασιώτερον ὅσον καὶ πλεονεκτεῖ. ἀλλὰ μὴν ἔχει οὕτω· θαυμασιώτατον ἄρα καὶ πολυτίμητον τὸ θεῖον. ἀλλὰ μὴν καὶ ζωὴ ὑπάρχει τῷ πρώτῳ νῷ· ἡ γὰρ νοῦ ἐνέργεια ζωή, ἐκεῖνο δέ ἐστιν ἡ ἐνέργεια, ἐκεῖνο ἄρα ἡ ζωή. ἡ ἐνέργεια οὖν ἐκείνου, ἥτις καὶ |καθ’ αὑτήν ἐστιν ἐνέργεια, ζωή ἐστιν ἀρίστη καὶ ἀίδιος. εἶτα ἐκ τῶν δειχθέντων ὑπάρχειν τῷ πρώτῳ νῷ ὁρίζεται αὐτόν, λέγων ὅτι ἐστὶν ὁ πρῶτος νοῦς ζῶον ἀίδιον ἄριστον· εἰσὶ γὰρ καὶ ἄλλα ζῷα ἀίδια, ἀλλὰ τὸ ἄριστον αὐτός ἐστι μόνος ὁ πρῶτος νοῦς. ὥστε εἰ ζῷον ἀίδιόν ἐστιν ὁ θεός, πᾶν δὲ ἀίδιον ἐν συνεχείᾳ θεωρεῖται (εἰ γὰρ διαλιμπάνει, οὐκ ἀίδιον), ζωὴ καὶ αἰὼν συνεκής (αἰὼν γάρ ἐστιν ἡ ἑκάστῳ συμπαρεκτεινομένη ζωή) ὑπάρχει θεῷ. τοῦτο γάρ ἐστιν ὁ θεός, ἡ αἰώνιος καὶ ἀρίστη ζωή. Ὅσοι δ’ ὑπολαμβάνουσιν ὥσπερ οἱ Πυθαγόρειοι ὄρειοι καὶ Σπεύσιππος. Δείξας ὅτι ὁ θεὸς ἡ πρώτη ἀρχὴ ζῷον ἀίδιον ἄριστόν ἐστιν, αἰτιᾶται τοὺς Πυθαγορείους καὶ Σπεύσιππον εἰπόντας ὅτι τὸ κάλλιστον καὶ ἄριστον οὐκ ἔστιν ἐν ἀρχῇ, οὐδὲ δυνατὸν λέγειν τὴν ἀρχὴν ἄριστον, διότι τὸ σπέρμα καὶ τὸ καταμήνιον ἀρχαὶ μέν εἰσι τῶν ζῴων καὶ οὔκ εἰσιν ἄριστα, ἀλλ’ ἔστι μᾶλλον ἄριστον τὸ ἐκ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου γεγονός. οὐκ ὀρθῶς οὖν, φησίν, οἴονται ὅτι τὸ σπέρμα τὸ ἀτελὲς καὶ τὸ καταμήνιόν εἰσιν ἀρχαί, ἀλλ’ ὁ πατὴρ καὶ ἡ μήτηρ, οἵτινες πρὸς τῷ τέλειοι εἶναι καὶ πρότεροί εἰσι τοῦ σπέρματος καὶ τοῦ καταμηνίου. ὥστε πρότερός ἐστιν ὁ ἄνθρωπος τοῦ σπέρματος, οὐχ ὁ ἐκ τοῦ σπέρματος γεγονώς, ἀλλ’ ὁ πατὴρ ἐξ οὗ τὸ σπέρμα. καὶ συμπεραίνεται λέγων ὅτι μὲν οὖν ἔστιν οὐσία ἀίδιος καὶ κεχωρισμένη καὶ ἄλλη τῶν αἰσθητῶν, δῆλον. δἐἁπλοῦς δεικται δὲ καὶ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως ὅτι καὶ ἀσώματος καὶ ἀμερής ἐστιν ἡ τοιαύτη οὐσία. καὶ ὑπομιμνήσκει τῶν ἐκεῖ ῥηθέντων ὅτι ἡ τοιαύτη ἀρχὴ κινεῖ ἀίδιον κίνησιν, τὸ δὲ ἀίδιον κινοῦν κίνησιν ἀπειροδύναμου εἶναι ἀνάγκη· δέδεικται γὰρ καὶ τοῦτο ἐκεῖσε. ἡ δὲ ἄπειρος δύναμις ἐν πεπερασμένῳ σώματι εἶναι οὐ δύναται· δέδεικται γὰρ καὶ τοῦτο ἐκεῖσε. ἄπειρον δὲ σῶμα ὅτι οὐκ ἔστιν ὅλως, δέδεικται καὶ ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως, δέδεικται δὲ καὶ ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ. ἀσώματον ἄρα τὸ ἀπειροδύναuόν ἐστιν. ἀλλὰ μὴν καὶ ἀπαθές ἐστι τὸ πρῶτον αἴτιον καὶ ἀναλλοίωτον· εἰ γὰρ ὅλως ἐκινεῖτο, τὴν πρώτην ἄν ἐκινεῖτο τῶν κινήσεων τὴν κατὰ τόπον, ταύτην δὲ δέδεικται ὅτι οὐ κινεῖται· εἰ δὲ μὴ ταύτην, σχολῇ γε τὰς ἄλλας. Πότερον δὲ μίαν θετέον τὴν τοιαύτην οὐσίαν ἢ πλείους. Δείξας ὅτι ἡ πρώτη ἀρχὴ μία ἐστὶν ἀσώματος οὖσα καὶ μήτε καθ’ αὑτὸ μήτε κατὰ συμβεβηκὸς κινουμένη, ἀλλ’ ἔστι πάντῃ ἀκίνητος, ζητεῖ πότερον μία ἐστὶν ἡ τοιαύτη οὐσία ἢ πλείους καὶ εἰ μή ἐστι μία ἀλλὰ πλείους, πόσας δεῖ ταύτας |τιθέναι; δεῖ δὲ μὴ λανθάνειν ἀλλὰ μεμνῆσθαι καὶ ἐνθυμεῖσθαι καὶ τὰς τῶν ἄλλων ἀποφάσεις καὶ γνώμας. καὶ τίνος χάριν δεῖ μεμνῆσθαι ἐπάγει, ὅτι σαφὲς οὐδέν τι περὶ τοῦ πλήθους τῶν τοιούτων αἰτίων εἰρήκασι, πότερον τὰ τοιαῦτα αἴτια τρία εἰσὶν ἢ εἴκοσιν ἢ ἄλλος τις ἀριθμός. οἱ μὲν γὰρ τὰς ἰδέας αἰτίας τῶν τῇδε τιθέμενοι πότερον καὶ τῶν κινήσεων αἰτίας ἐτίθεντο οὐδὲν λέγουσιν. ὅμως ἐπεὶ ὅλως αἰτίας αὐτὰς τίθενται, οὐδὲν περὶ τοῦ πλήθους αὐτῶν ἐσκεμμένως λέγουσι· καίτοι ἔδει περὶ τοῦ τῶν αἰτίων ἀριθμοῦ εἰρηκέναι· ἀλλὰ μόνον τὰς ἰδέας ἀριθμοὺς λέγοντες, τὸν δὲ ἀριθμὸν ὁτὲ μὲν ἄχρι τῆς δεκάδος ὁρίζοντες καὶ εἰς αὐτὴν ἀποπερατοῦντες, ὁτὲ δὲ ἄπειρον αὐτὸν λέγοντες φαίνονται ὅτι ποτὲ μὲν ἀπείρους αὐτάς φασιν, ὁτὲ δὲ πεπερασμένας. εἰ γὰρ αἱ ἰδέαι ἀριθμοί, ὁ δ’ ἀριθμὸς ἄχρι τῆς δεκάδος ἵσταται, αἱ ἰδέαι ἄρα δέκα. πάλιν εἰ αἱ ἰδέαι ἀριθμός, ὁ δ’ ἀριθμὸς ἄπειρος, αἱ ἰδέαι ἄρα ἄπειροι. ὥστε οὐδαμῶς ἰδίᾳ περὶ τούτων ἀπεφήναντο, εἴτε μόνως ἀπείρους αὐτὰς δεῖ λέγειν εἴτε μόνως πεπερασμένας, ἀλλὰ ἄνευ ἀποδεικτικῆς σπουδῆς τὰ περὶ τῶν ἰδεῶν αὐτοῖς λέγεται. αἰτιασάμενος δὲ αὐτοὺς διὰ τὸ μηδὲν ἀποδεικτικῶς εἰρηκέναι περὶ τοῦ τῶν ἰδεῶν πλήθους, καὶ ταῦτα αὐτὰς αἰτίας εἶναι τῶν τῇδε λέγοντας, αὐτὸς περὶ τοῦ ἀριθμοῦ τῶν κινητικῶν αἰτίων ὁπόσα ἐστὶν εἰπεῖν προτίθεται. πρῶτον δὲ συνίστησιν ὅτι εἰσὶ καὶ ἄλλα αἴτια κινητικὰ τοῦ Κρόνου καὶ Δῖός καὶ τῶν λοιπῶν πλανήτων ἀστέρων· ὡς γὰρ ἐρεῖ, καὶ αἱ σφαῖραι διὰ τοὺς ἀστέρας γεγόνασιν· εἶτα εὑρὼν ὁπόσαι αἱ σφαῖραι, ἀποφανεῖται ὅτι καὶ τὸ πλῆθος τῶν κινούντων αἰτίων τοσοῦτόν ἐστιν ὅσον τὸ τῶν σφαιρῶν· ἓν γὰρ ἑνός ἐστι κινητικόν. ταῦτα δὲ πάλιν πάντα ἀνάξει ὑπὸ τὸ πρῶτον αἴτιον, λέγω δὴ τὸ ζῷον ἀίδιον ἄριστον, ὃ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς εἶναι ἀκίνητον ἀπέδειξεν, ὁμοίως καὶ τὰ τῶν· ἄλλων σφαιρῶν κινητικά· καὶ αὐτὰ γὰρ καθ’ αὑτά ἐστιν ἀκίνητα καὶ κατὰ συμβεβηκός. τί δὲ ἡ πρώτη καὶ ἀπλανὴς οὐχ ὑπὸ τῆς οἰκείας ψυχῆς κινηθήσεται; ἢ κινεῖται μὲν καὶ ἡ ἀπλανὴς καὶ αἱ λοιπαὶ σφαῖραι ὑπὸ τῶν οἰκείων ψυχῶν, ἀλλ’ οὐχ ὡς τὰ ζῷα (τούτων γὰρ αἱ ψυχαὶ ῥιπτοῦσι καὶ βιάζονται τὰ ἐν οἷς εἰσι σώματα), ἀλλ’ οὕτως ὥσπερ ἐν τῷ Β τῆς Περὶ οὐρανοῦ εἴρηται, ὑπὸ δὲ τοῦ πρώτου κινοῦνται ὡς ἐφετοῦ καὶ ὀρεκτοῦ. ἀλλὰ ταῦτα μὲν προδιωρίσθω, ἡμῖν δέ, φησὶν ὁ Ἀριστοτέλης, ἐκ τῶν ὑποκειμένων καὶ δεδειγμένων ῥητέον ὅτι ἡ πρώτη ἀρχὴ τὸ πρῶτον πάντων τῶν ὄντων ἀκίνητόν ἐστι καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, κινοῦν δὲ ὡς ἐφετὸν δηλονότι τὴν πρώτην καὶ ἀίδιον καὶ μίαν κίνησιν. Ἐπεὶ δὲ τὸ κινούμενον ἀνάγκη ὑπό τινος κινεῖσθαι, καὶ τὸ πρῶτον κινοῦν ἀκίνητον εἶναι καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός (αἱ γὰρ ψυχαὶ εἰ καὶ πρῶτα κινητικά ἐστι τῶν ζῴων, ὅμως κινοῦνται κατὰ συμβεβηκός), καὶ ἐπεὶ ἀνάγκη τὴν ἀίδιον κίνησιν ὑπὸ ἀιδίου κινητικοῦ γίνεσθαι καὶ τὴν μίαν καὶ συνεχῆ ὑφ’ ἑνός (δέδεικται γὰρ καὶ τοῦτο ἐν τῇ Φυσικῇ ἀκροάσει), εἰ μὲν ἦν μία κίνησις, ἐπειδή, ὡς δέδεικται, ἡ μία ὑφ’ ἑνὸς κινητικοῦ γίνεται, ἀναγκαῖον ἦν λέγειν καὶ τὸ κινοῦν ἕν. ἐπεὶ δὲ ὁρῶμεν παρὰ τὴν τοῦ παντὸς ἀπλῆν κίνησιν (λέγει πᾶν τὴν ἀπλανῆ, ἥν φαμεν κινεῖν ὡς ἐφετὸν τὴν πρώτην καὶ ἀκίνητον οὐσίαν) ἄλλας φορὰς τὰς τῶν πλανητῶν ἀιδίους καὶ αὐτάς (ἀίδιον γὰρ ἄστατον τὸ κύκλῳ σῶμα καὶ οὐδέποτε ἠρεμοῦν δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ), ἐπειδὴ οὖν τοῦθ’ ὁρῶμεν, ἀνάγκη καὶ τῶν πλανωμένων ἑκάστην φορὰν ὑπὸ ἀκινήτου τε κινεῖσθαι καὶ καθ’ αὑτὴν ἀκινήτου οὐσίας. εἰ δὲ εἴη γεγραμμένον ὑπὸ ἀκινήτου τε κινεῖσθαι καθ’ αὑτό, καὶ διὰ ταύτης τῆς γραφῆς τὸ αὐτὸ δηλοῖ. καὶ οὐ μόνον ὑπὸ ἀκινήτου καθ’ αὑτὸ οὐσίας ἀνάγκη αὐτὴν κινεῖσθαι, ἀλλὰ καὶ ὑπὸ ἀιδίου. καὶ τὴν αἰτίαν τοὐ καὶ ἀίδια καὶ οὐσίας ἀναγκαῖον εἶναι τὰ κινητικὰ τῶν σφαιρῶν τῶν πλανητῶν ἐπήγαγεν εἰπὼν ἥ τε γὰρ τῶν ἄστρων φύσις ἀίδιος, ἴσον λέγων τῷ ἐπεὶ τὰ ὑπ’ αὐτῶν κινούμενα ἄστρα ἀεί ἐστιν, ἀνάγκη καὶ τὸ κινοῦν, ἐπειδὴ πρότερόν ἐστι τοῦ κινουμένου, ἀίδιον εἶναι· ἀλλ’ εἰ πρότερον, ἀνάγκη οὐσίαν αὐτὸ εἶναι· τὸ γὰρ τῶν οὐσιῶν πρότερον οὐσία διὰ τὸ μὴ δύνασθαι χωρὶς οὐσίας τῶν ἄλλων τι εἶναι. εἰ οὖν τὸ ἀπλοῦν αἴτιον μιᾶς καὶ ἁπλῆς ἐστι κινήσεως κινητικόν, ὡς δέδεικται, καὶ ἡ μία καὶ ἁπλῆ κίνησις ὑφ’ ἑνὸς καὶ ἁπλοῦ αἰτίου γίνεται, φανερὸν ὅτι ὅσαι εἰσὶν αἱ κινήσεις, ἤτοι τὰ κινούμενα, καὶ τὰ κινοῦντα τοσαῦτα ἔσται, τήν τε φύσιν ἀίδια καὶ ἀκίνητα καθ’ αὑτά. καὶ τούτων τὸ μὲν πρῶτον ἔσται, τὸ δὲ δεύτερον, τὸ δὲ τρίέν τον· ὡς γὰρ ἔχει τὰ ὑπ’ αὐτῶν κινούμενα, οὕτως ἕξει καὶ τὰ κινοῦντα. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια εἴρηται, ἡ δὲ λέξις ἡ ὅτι περὶ πλήθους οὐδὲν εἰρήκασιν ὅ τι καὶ σαφὲς εἰπεῖν, περιπέφρασται· ἔστιγὰρ τὸ λεγόμενον ἴσον τῷ περὶ πλήθους οὐδὲν σαφὲς εἰρήκασι. ταῦτα εἰπὼν καὶ μέλλων λέγειν ὅσον ἐστὶ τὸ πλῆθος τῶν σφαιρῶν, ἐπειδὴ ἁπλῶς οὕτως καὶ χωρὶς ἀποδείξεως ἐρεῖ ὅτι πεντήκοντα καὶ πέντε εἰσί (τὴν αἰτίαν τοῦ τοσαύτας εἶναι ἐν ἄλλοις εἴρηκε), λέγει ὅτι τὸ δὲ πλῆθος ἤδη τῶν σφαιρῶν ἐκ τῆς οἰκειοτάτης φιλοσοφίᾳ τῶν μαθηματικῶν ἐπιστημῶν δεῖ σκοπεῖν ἴσον λέγων τῷ ἡμεῖς μὲν νῦν κωρὶς ἀποδείξεως λέγομεν ὅτι |πεντήκοντα καὶ πέντε εἰσίν, ἵν’ ἐκ τούτων εὕροιμεν καὶ τὸ τῶν κινούντων πλῆθος· οὐ γὰρ νῦν ἡμῖν πρόκειται περὶ τῶν σφαιρῶν δεικνύναι ὅσαι τυγχάνουσιν οὖσαι. εἰ δέ τις καὶ τὴν ἀπόδειξιν τούτου ζητεῖ, μετερχέσθω ἀστρονομίαν. εἰπὼν δὲ ὅτι ἐκ τῆς ἀστρολογίας τῆς οἰκειοτάτης τῇ φιλοσοφίᾳ δεῖ θεωρεῖν ὅσον ἐστὶ τὸ πλῆθος τῶν σφαιρῶν, τοῦ πῶς ἡ ἀστρολογία οἰκειοτάτη παρὰ τὰς ἄλλας μαθηματικὰς ἐπιστήμας, γεωμετρίαν ἀριθμητικήν, ἐστὶ τῇ φιλοσοφίᾳ τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν ὅτι αὕτη περὶ οὐσίας αἰσθητῆς μὲν ἀιδίου δὲ τὴν θεωρίαν ποιεῖται, ἡ δὲ γεωμετρία καὶ ἡ ἀριθμητικὴ ἡ μὲν τὰ τοῖς μεγέθεσι συμβεβηκότα, ἡ δὲ ἀριθμητικὴ περὶ τὰ τοῖς ἀριθμοῖς. ἐπεὶ δὲ ἀνωτέρω εἴρηκεν ὅτι πλείους εἰσὶν αἱ φοραί, ἐπάγει ὅτι μὲν οὖν πλείους εἰσὶν αἱ φοραὶ φανερόν ἐστι τῷ καὶ μετρίως ἡμμένῳ μαθημάτων. καὶ ὅτι μὲν πλείους εἰσὶ δῆλον. πόσαι δὲ τυγχάνουσιν αἱ φοραί, ἤτοι αἱ σφαῖραι, ἡμεῖς λέγομεν ἅ φασι τῶν μαθηματικῶν τινες (λέγει δὲ τὸν Εὔδοξον καὶ Κάλλιππον) χάριν ἐννοίας καὶ τοῦ ὁρίσαι πόσον αὐτῶν τὸ πλῆθός ἐστιν, ἵν’ ἐκ τούτων ὁδηγηθείημεν πρὸς τὴν τῶν κινητικῶν αἰτίων εὕρεσιν. δεῖ δέ, φησίν, ἡμᾶς μὴ ἐμμένειν τοῖς πρὸ ἡμῶν ῥηθεῖσι περὶ τοῦ πλήθους τῶν σφαιρῶν, ἀλλὰ ζητεῖν καὶ ἡμᾶς καὶ εὑρίσκειν τι, πυνθάνεσθαι δὲ καὶ τοὺς λοιπούς, ὅσοι περὶ τούτων ζητοῦσι, καὶ ὅ τι φαίνεται λεγόμενον τοῖς περὶ ταῦτα πραγματευομένοις παρὰ τὰ νῦν ὑφ’ ἡμῶν λεγόμενα, φιλεῖν τοὺς ἐς ὕστερον καὶ ἡμᾶς καὶ τοὺς πρὸ ἡμῶν ὡς εὑρηκότας τι, πείθεσθαι δὲ τοῖς ἀκριβεστέροις. τοῦτο εἰπὼν εὐθὺς ἱστορεῖ ἅ τε Εὔδοξος περὶ τῶν σφαιρῶν ἔλεγε καὶ τοῦ πλήθους αὐτῶν καὶ ἃ ὁ Κάλλιππος· καὶ δεξάμενος τὴν προσθήκην τῶν σφαιρῶν, ἣν ὁ Κάλλιππος προσέθηκεν (ὁ Εὔδοξος εἴκοσι καὶ ἓξ τὰς πάσας ἐτίθετο, Κάλλιππος δὲ τριάκοντα καὶ τρεῖς), οὕτως αὐτὸς ταῖς τριάκοντα καὶ τρισὶν ἄλλας εἴκοσι καὶ δύο προστίθησιν. Εὔδοξος μὲν οὖν ἡλίου καὶ σελήνης τὴν φορὰν ἐν τρισὶν ἐτίθετο εἶναι. Οσας μὲν οὖν τὰς σφαίρας καὶ οἵως κινεῖσθαι καὶ διὰ τίνα αίτίαν Εὔδοξος καὶ Κάλλιππος καὶ ὕστερον Ἀριστοτέλης ἔλεγον, ἐν τῷ δευτέρῳ τῆς περὶ οὐρανοῦ κατὰ τὴν τῆς λέξεως ἐξήγησιν τὴν “καὶ ἔτι διὰ τοῦτο δὲ ἓν ἔχουσι σῶμα καὶ αἱ ἄλλαι φοραί, ἕως τοῦ “παντὸς δὲ πεπερασμένου σώματος πρὸς πεπερασμένον ἡ δύναμίς ἐστι,” μετὰ πολλῆς εἴρηται τῆς πιμελείας, σχεδὸν καὶ τὸ ἐνεστὼς χωρίον τὸ Εὔδοξος μὲν οὖν ἡλίου καὶ σελήνης τὴν φορὰν ἐν τρισὶν ἐτίθετο εἶναι ἕως τοῦ τὸ μὲν οὖν πλῆθος τῶν σφαιρῶν ἔστω τοσοῦτον ἐκεῖσε ἐξηγησάμενοι. διὸ ἐκεῖθεν τὴν τούτου σαφήνειαν ὁ βου|λόμενος ποριζέσθω. ἐπεὶ δέ τινες τῶν λέξεων ἐκεῖσε οὐκ ἐσαφηνίσθησαν, νῦν ἄξιόν ἐστιν αὐτὰς ἐπισκέψασθαι. ὧν διὰ τῆς πρώτης τῆς ὧν τὴν μὲν πρώτην τὴν τῶν ἀπλανῶν ἄστρων εἶναι οὐ τοῦτό φησιν, ὡς ἄν τῳ δόξειεν, ὅτι ἡ ἀπλανὴς πρώτη ἐστί, καίτοι καὶ οὔσης πρώτης, ἀλλ’ ὅ φησι τοῦτό ἐστιν, ὅτι τριῶν οὐσῶν σφαιρῶν κατὰ Εὔδοξον τῶν φερουσῶν τὸν ἥλιον, ἡ μὲν πρώτη καὶ περιέχουσα τὰς λοιπὰς δύο καὶ τὴν αὐτὴν τῇ ἀπλανεῖ κινουμένη κίνησιν (ἀπὸ ἀνατολῆς γὰρ ἐπὶ δύσιν ἔλεγον αὐτὴν κινεῖσθαι, καὶ δι’ ἣν αἰτίαν εἴπομεν ἐν τῇ Περὶ οὐρανοῦ), αὕτη οὖν ἡ πρώτη ὡς ἀπλανὴς ἐνομίζετο τῷ Εἐδόξῳ πρὸς τὰς λοιπὰς δύο τὰς ὑπ’ αὐτῆς περιεχομένας. καὶ οὐ μόνον τὴν τοῦ ἡλίου πρώτην σφαῖραν ἀπλανῆ ἔλεγεν, ἀλλὰ καὶ τὴν τοῦ Κρόνου καὶ τὴν τοῦ Δῖός καὶ τὰς ἑκάστου τῶν ἄλλων ἀστέρων πρώτας καὶ μείζονας ἀπλανεῖς ἔλεγεν, ὡς εἶναι μίαν μὲν ἀπλανῆ τὴν πρώτην, ἐν ᾗ τὸ χῦμα τῶν τὰ ζῴδια ἀναπληρούντων ἀστέρων εἰσίν, ἑτέραν δὲ τὴν τοῦ Κρόνου, καὶ ἄλλην τὴν τοῦ Δῖός, καὶ ἐφεξῆς ἃς ἀνάστρους Θεόφραστος ἔλεγεν. τὸ δὲ τὴν δὲ τρίτην κατὰ τὸν λελοξωμένον ἐν τῷ πλάτει τῶν ζῳδίων λελοξωμένον κύκλον ἐν τῷ πλάτει τῶν ζῳδίων ἔλεγεν, ὡς ἐν τῇ Περὶ οὐρανοῦ εἴρηται, ὃν δοκεῖ ὁ ἥλιος τῷ ἑαυτοῦ κέντρῳ γράφειν φερόμενος ὑπὸ τῆς ἐν ᾗ δέδεται σφαίρας, ὃς καὶ δοκεῖ ἐκπίπτειν τὰ τροπικὰ σημεῖα διὰ τὸ μὴ ἀεί, ὅταν τὰς τροπὰς ὁ ἥλιος ποιῆται, ὁρᾶσθαι ἀπὸ τῶν αὐτῶν τόπων ἀνατέλλων. τὸ δὲ ἐν μείζονι δὲ πλάτει λελοξῶσθαι καθ’ ὃν ἡ σελήνη φέρεται ἢ καθ’ ὃν ὁ ἥλιος ἴσον ἐστὶ τῷ τὸ δὲ πλάτος τῆς λοξώσεως τοῦ κύκλου, ὃν ἡ σελήνη τῷ ἑαυτῆς κέντρῳ γράφειν δοκεῖ, μεῖξόν ἐστι τοῦ πλάτους τῆς λοξώσεως τοῦ κύκλου, ὃν ὁ ἥλιος τῷ οἰκείῳ κέντρῳ γράφειν δοκεῖ· κατείληπτο γὰρ καὶ τοῦτο ἐκ τοῦ μὴ ἐκ τῶν αὐτῶν τόπων τὰς ἀνατολὰς ἐν ταῖς τροπαῖς τὸν ἥλιον καὶ τὴν σελήνην ποιεῖσθαι. ἔστω γὰρ ὁ ὁρίζων κύκλος ὁ αηβμγδ, ἰσημερινὸς δὲ ὁ δεβ, ὁ λελοξωμένος δὲ ἐν τῷ πλάτει τῶν ζῳδίων, ὃν ὁ ἥλιος τῷ ἑαυτοῦ κέντρῳ δοκεῖ γράφειν, ἔστω ὁ αεγ, ὃν δὲ πάλιν ἡ σελήνη τῷ ἑαυτῆς κέντρῳ γρά· φειν δοκεῖ ἔστω ὁ ηεμ· καὶ ἀνατελλέτω ὁ ἥλιος καθ’ ἣν ὥραν ποιεῖται τὴν θερινὴν τροπὴν ἀπὸ τοῦ α σημείου, καθ’ ἣν δὲ τὴν ἰσημερίαν, ἀπὸ τῆς δ σημείου. δῆλον δ’ ὅτι τὸ μεῖζον πλάτος τῆς λοξώσεως ἡ δᾶ περιφέρειά ἐστιν. ἡ δὲ σελήνη ὅταν τὴν πρὸς τὸ βόρειον τροπὴν ποιῆται, ἀνατελλέτω ἀπὸ τοῦ η σημείου· φανερὸν δὴ ὅτι τὸ μεῖζον πλάτος τῆς λοξώσεως αὐτῆς ἡ δὴ περιφέρειά ἐστι, καὶ ἔστι μεῖζον τῆς δᾶ περιφερείας, ἥτις ἦν τὸ μεῖζον πλάτος τῆς ἡλίου λοξώσεως. τούτου οὖν ἐστι δηλωτικὸν τὸ ἐν μείζονι πλάτει λελοξῶσθαι καθ’ ὃν ἡ σελήνη φέρεται |ἢ καθ’ ὃν ὁ ἥλιος. τὸ δὲ τῆς δὲ τρίτης ἀπάντων τοὺς πόλους ἐν τῷ διὰ μέσων τῶν ζῳδίων εἶναι ἀντὶ τοῦ πᾶσαι αἱ τρίται σφαῖραι τοὺς πόλους ἔχουσιν ἐν τοῖς κύκλοις τοῖς γραφομένοις διὰ μέσων τῶν ζῳδίων ὑπὸ τῶν κέντρων τῶν ἄστρων. τὸ δὲ τὴν αὐτὴν ἐτίθετο τάξιν, τουτέστι τῶν ἀποστημάτων, ἀντὶ τοῦ ὁποίας ἔλεγεν Εὔδοξος πρώτας καὶ δευτέρας σφαίρας, ταύτας καὶ ὁ Κάλλιππος πρώτας ἔφασκεν· καὶ ὅσον ἄν φέρε εἰπεῖν ἀφεστηκέναι τὴν Κρονιακὴν τῆς Ἑρμαϊκῆς σφαίρας ἔλεγεν ὁ Εὔδοξος, τοσοῦτον καὶ ὁ Κάλλιππος ἔφασκεν αὐτὴν ἀφεστηκέναι. τὸ δὲ καθ’ ἕκαστον τῶν πλανωμένων ἑτέρας σφαίρας μιᾷ ἐλάττονας εἶναι τὰς ἀνελιττούσας, ἀντὶ τοῦ ἐπειδὴ αἱ τὸν Κρόνον φέρουσαι σφαῖραι τέσσαρές εἰσιν, αἱ ἀνελίττουσαι τρεῖς ἔστωσαν· αἱ γὰρ τρεῖς μιᾷ ἐλάττονές εἰσι τῶν τεσσάρων. πάλιν ἐπεὶ αἱ τὸν Ἄρεα κατὰ Κάλλιππον φέρουσαι πέντε εἰσί, προσκείσθωσαν αὐταῖς ἀνελίττουσαι τέσσαρες· αἱ γὰρ τέσσαρες μιᾷ ἐλάττους εἰσὶ τῶν πέντε· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τίνα δὲ χρείαν τῷ Ἀριστοτέλει παρέσχεν ἡ τῶν ἀνελιττουσῶν προσθήκη, εἴρηται ἐν τῇ Περὶ οὐρανοῦ. τὸ δὲ εἰς τὸ αὐτὸ ἀποκαθιστάσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου δῆλον ἔσται γράψασι κύκλους τινάς. ἔστωσαν γὰρ τρεῖς κύκλοι, ὁ αβ καὶ ὁ ’δε καὶ ὁ ζῆ. ἐν δὲ τῷ ζῆ ἔστω ὁ ἀστήρ, οἷον ὁ Ζεύς, καὶ ἔστω τὸ κ σημεῖον. τὸ δὲ α ἔστω σημεῖόν τι καὶ τὸ δ καὶ τὸ ζ καὶ τὸ βέῃ· μὴ ἔστωσαν δὲ ἀστέρες, ἀλλὰ νενοήσθωσαν μόνον σημεῖά τινα, καὶ τὸ α καὶ τὸ δ καὶ τὸ ζ ἐπὶ τῆς αὐτῆς εὐθείας· ὁμοίως καὶ τὰ βέῃ· καὶ κεκινήσθω ἡ μὲν αβ σφαῖρα ὡς ἐπὶ τὸ β σημεῖον, ὥστε ἐλθεῖν τὸ α ἐν ᾧ τὸ β ἐστίν· ἡ δὲ ’δε καὶ ἡ ζῆ κεκινήσθωσαν ἰσοταχῶς ὡς ἐπὶ τὰ δζ, ὥστε ἔρχεσθαι τὰ ἔη 30 ἐπὶ τὰ δζ. ἐπεὶ οὖν ἐπὶ τὰ αὐτὰ κινοῦνται ἡ ἔδ’ καὶ ἡ ηζ σφαῖραι ἰσοταχεῖς οὖσαι, δῆλον ὅτι ἡ τῆς ηζ σφαίρας κίνησις διπλασίων ἐστὶ τῆς ἔδ’ σφαίρας κινήσεως· ὅση γάρ ἐστιν ἡ τῆς ηζ σφαίρας κίνησις, τοσαύτην αὐτῇ ἐνδίδωσι καὶ ἡ τῆς ἔδ’ σφαίρας κίνησις, ἐπειδὴ ἐπὶ τὰ αὐτὰ φέρονται· ὥστε ἐν ᾧ χρόνῳ τὸ ε ἐπὶ τὸ δ ἦλθεν, ἐν τῷ αὐτῷ χρόνῳ τὸ η τὸν ηζ κύκλον ὅλον διελθὸν ἦλθεν ἂν πάλιν ἐπὶ τὸ η, εἰ μὴ ἡ αβ σφαῖρα ἀντιφερομένη τῇ ’δε καὶ ὡς ἐπὶ τὸ β αὐτὴν ἕλκουσα οὐκ εἴα αὐτὴν ἐνδιδόναι τῇ ζῆ σφαίρᾳ ἄλλην τοσαύτην κίνησιν ὅσην αὐτὴ κινεῖται· ὥστε ἡ αβ ἐμποδίζουσα τὴν ’δε καὶ ὡς ἐπὶ τὸ β ἕλκουσα, καὶ ἡ ’δε ἐμποδίζει τὴν ζῆ, καὶ ἐπὶ τούτῳ ἀεὶ τὴν αὐτὴν θέσιν ἡ ζῆ περιφέρεια φυλάξει τῇ θέσει τῆς αβ· ὥστε ὅταν τὸ η ἐπὶ τὸ ζ ἔλθῃ, καὶ τὸ ζ ὅπου νῦν τὸ η ἐστί, τότε καὶ τὸ α ἐλεύσεται ὅπου νῦν τὸ β |ἐστί, τὸ δὲ β ὅπου τὸ α, καί εἴσι πάντοτε ἐν τῇ αὐτῇ εὐθείᾳ τὰ αζ καὶ βῆ σημεῖα, καὶ ὅταν μὲν ἀνατέλλῃ τὸ α, ἀνατέλλει καὶ τὸ ζ, καὶ πάλιν ὅταν δύνῃ τὸ β, τότε καὶ τὸ η, καὶ οὐδέποτε οὔτε προανατέλλουσιν οὔτε προδύνουσι τοῦ αζ. κἄν ἡ αβ καὶ ἡ ηζ ἐπὶ τὰ αὐτὰ φέρωνται, τὸ αὐτὸ συμβήσεται. ἡ δὲ ’δε σφαῖρα νενοήσθω ἀνελίττουσα. τοῦτο οὖν ἐστιν ὅ φησι καὶ εἰς τὸ αὐτὸ ἀποκαθιστάσας τῆ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου. καὶ εἴη ἄν τὸ λεγόμενον ‘οὕτω κινεῖσθαι νενοήσθωσαν αἱ ἀνελίττουσαι, ὥστε ποιεῖν τὴν πρώτην καὶ ἐξωτάτην τῶν σφαιρῶν τῶν φερουσῶν τὸν Δία σφαῖραν ἀεὶ τὴν αὐτὴν θέσιν φυλάττειν πρὸς τὴν σφαῖραν ἐν ᾗ ἐνδέδεται ὁ ἀστήρ, καὶ μηδέποτε ἡγεῖσθαι τὰ λαμβανόμενα ἐν τῇ πρώτῃ σφαίρᾳ σημεῖα τῶν λαμβανομένων ἐν τῇ φαίρᾳ ἐν ᾗ ὁ ἀστὴρ ἐνδέδεται σημείων, ἀλλ’ ἀεὶ συνανατέλλειν καὶ συνδύνειν.’ τὸ δὲ ὥστε ἐν αἷς μὲν αὐτὰ φέρεται σφαίραις αἱ μὲν ὀκτὼ αἱ δὲ πέντε καὶ εἴκοσίν εἰσιν, ἴσον ἐστὶ τῷ ὥστε κατὰ τὸν Κάλλιππον ὀκτὼ μὲν εἶναι τὰς τοῦ ἡλίου καὶ τῆς σελήνης, εἴκοσι δὲ καὶ πέντε τὰς τῶν ἄλλων, Κρόνου Δῖός καὶ τῶν λοιπῶν. τὸ γὰρ πρὸ ὀλίγου ῥηθὲν τὸ τῷ δ’ ἡλίῳ καὶ τῇ σελήνῃ δύο ᾤετο προσθετέας εἶναι ἴσον ἐστὶ τῷ ἀνὰ μίαν· ἐπεὶ γὰρ ὁ Εὔδοξος ἓξ ἐτίθετο τὰς τοῦ ἡλίου καὶ τῆς σελήνης, ὁ δὲ Κάλλιππος ὀκτὼ αὐτάς φησι, δῆλον ὅτι ἀνὰ μίαν αὐταῖς προσέθηκεν. ὁμοίως καὶ ταῖς λοιπαῖς τῶν πέντε ἀστέρων σφαίραις ἀνὰ μίαν προσέθηκε· τοῦ γὰρ Εὐδόξου τέτταρας λέγοντος εἶναι ἑκάστου τῶν λοιπῶν πέντε ἀστέρων, οὗτος πέντε αὐτὰς πεποίηκεν. τὸ δὲ τούτων δὲ μόνας ἀνελιχθῆναι οὐ δεῖ, ἐν αἷς τὸ κάτω φέρεται, ἀντὶ τοῦ μόνας τὰς τὴν σελήνην αὕτη γάρ ἐστι κατωτάτω πάντων τῶν ἀστέρων) φερούσας οὐ δεῖ ἔχειν ἀνελιττούσας. τὸ δὲ αἱ μὲν τὰς τῶν πρώτων δύο ἀνελίττουσαι ἓξ ἔσονται, ἀντὶ τοῦ αἱ τοῦ Κρόνου καὶ Δῖός ἀνελίττουσαι ἓξ ἔσονται· ἐπεὶ γὰρ τέτταρές εἰσιν αἱ τὸν Κρόνον φέρουσαι καὶ τέτταρες αἱ τὸν Δί’, δεῖ δὲ καθ’ ἕκαστον ἀστέρα τὰς ἀνελιττούσας μιᾷ ἐλάττους εἶναι, ἓξ ἔσονται αἱ τοὐ Κρόνου καὶ Δῖός ἀνελίττουσαι, ἐπὶ δὲ τῶν λοιπῶν τεττάρων, Ἄρεος Ἀφροδίτης ‘Ερμοῦ ἡλίου, πέντε καθ’ ἕκαστον οὐσῶν τῶν φερουσῶν, τέτταρες. γίνονται οὖν αἱ πᾶσαι ἀνελίττουσαι δὶς μὲν τρεῖς αἱ Κρόνου καὶ Δῖός, τετράκις δὲ τέτταρες Ἄρεος Ἀφροδίτης ‘Ερμοῦ ἡλίου· ὥστε πᾶσι δύο καὶ εἴκοσιν· ἦσαν δὲ αἱ φέρουσαι ὀκτὼ μὲν αἱ Κρόνου καὶ Δῖός, πέντε δὲ καὶ εἴκοσι τῶν λοιπῶν πέντε· τριῶν οὖν |τούτων καὶ τριάκοντα ταῖς δύο καὶ εἴκοσι συντεθεισῶν ἀνελιττούσαις, αἱ πᾶσαί εἰσι πέντε καὶ πεντήκοντα. ταῖς γὰρ τὴν σελήνην φερούσαις, ὡς εἴρηται, οὐδὲν δεῖ ἀνελιττουσῶν, ἐσχάτης οὔσης· οὕτω γὰρ Ἀριστοτέλης εἴρηκεν, ὅτι μόνας οὐ δεῖ ἀνελιχθῆναι ἐν αἷς φέρεται τὸ κάτω τεταγμένον ἄστρον. τὸ δὲ ἐπαχθὲν εἰ δὲ τῇ σελήνῃ τε καὶ τῷ ἡλίῳ μὴ προσθείη τις ἃς εἴπομεν κινήσεις, ἑπτὰ καὶ τετταράκοντα ἔσονται πᾶσαι, τοῦτο ταραχὴν ποιεῖ. ἐὰν γὰρ ἀφέλωμεν τὰς τοῦ ἡλίου δύο καὶ τὰς τῆς σελήνης δύο, ἃς προσέθηκε Κάλλιππος, καὶ δηλονότι δύο ἄλλας ἀπὸ τοῦ ἡλίου τὰς ἀνελιττούσας ἐκείνας ἀφῃρημένων γὰρ ἐκείνων δεῖ συναφαιρεῖν καὶ τὰς μελλούσας αὐτὰς ἀνελίττειν), ἓξ μὲν. ἔσονται ἀφῃρημέναι, δύο αἱ φέρουσαι τὸν ἥλιον καὶ δύο αἱ ταύτας ἀνελίττουσαι πρὸς ταῖς δύο ταῖς τῇ σελήνῃ προστεθείσαις ὑπὸ Καλλίππου· οὐκέτι δὲ συμβαίνει τούτων ἀφαιρεθεισῶν ἀπὸ τῶν πέντε καὶ πεντήκοντα λοιπὰς εἶναι πάσας ἑπτὰ καὶ τετταράκοντα, ἀλλὰ ἐννέα καὶ τετταράκοντα καταλιμπάνεσθαι· ἢ ὡς ἐπιλελησμένος ὅτι τῆς σελήνης οὐ τέτταρας ἀλλὰ δύο μόνας ἀφεῖλεν, εἰ μὴ ἄρα δεῖ λέγειν ὅτι τοῦ μὲν ἡλίου τὰς τέτταρας ἀφεῖλεν, ἃς αὐτὸς προστέθεικεν ἀνελιττούσας, καὶ ἀμφοτέρων, ἃς ὁ Κάλλιππος, καὶ οὕτως ὀκτὼ τῶν ἀφαιρεθεισῶν οὐσῶν ἀπὸ τῶν πεντήκοντα καὶ πέντε, αἰ λοιπαί εἰσιν ἑπτὰ καὶ τετταράκοντα, καὶ οὕτω συμβαίνει εἶναι ὃν Ἀριστοτέλης φησὶν ἀριθμόν· ἢ ὥς φησιν ὁ Σωσιγένης ἐπιστήσας, βέλτιον εἶναί φησι λέγειν τοῦ ἀριθμοῦ παρόραμα νομίζειν τοῖς γράφουσι γεγονέναι, ἢ τὰς αὐτὰς ἑβδόμας καὶ ὀγδόας σφαίρας ποιεῖν. Τὸ μὲν οὖν πλῆθος τῶν σφαιρῶν ἔστω τοσοῦτον, ὥστε καὶ τὰς οὐσίας καὶ τὰς ἀρχὰς τὰς ἀκινήτους. Ἱστορήσας τὸ πλῆθος τῶν σφαιρῶν καὶ εἰπὼν ὡς κατὰ μὲν τὸν Εὔδοξόν εἰσιν αἱ πᾶσαι σφαῖραι εἴκοσι καὶ ἕξ, κατὰ δὲ Κάλλιππον τριάκοντα καὶ τρεῖς, κατὰ δὲ τὴν αὐτοῦ παρατήρησιν πεντήκοντα καὶ πέντε, ἔχων δὲ καὶ δεδειγμένον ὅτι ἡ μία καὶ ἁπλῆ καὶ ἀίδιος κίνησις ὑφ’ ἑνὸς καὶ ἁπλοῦ καὶ ἀμεροῦς κινητικοῦ γίνεται, θαρρούντως ἀποφαίνεται ὅτι ὅσον τυγχάνει ὂν τὸ τῶν σφαιρῶν καὶ αἰσθητῶν οὐσιῶν πλῆθος, τοσαύτας εὔλογον ὑπολαβεῖν καὶ τὰς οὐσίας καὶ τὰς ἀρχὰς τὰς ἀκινήτους. ἐπεὶ δὲ ἱστόρησε μόνον, οὐ μὴν καὶ ἀπέδειξεν ὅτι αἱ σφαῖραι πεντήκοντα καὶ πέντε εἰσὶ καὶ εἶπεν ὅτι εὔλογον τὸ τὰς ἀκινήτους οὐσίας τοσαύτας ὑπολαβεῖν, ἐπάγει τὸ γὰρ ἀναγκαῖον ἀφείσθω τοῖς ἰσχυροτέροις λέγειν, ὡς ἄν εἰ ἔλεγεν ‘ἡμεῖς μὲν τἀς σφαίρας πεντήκοντα καὶ πέντε ἱστορή|σαντες οὕ φαμεν ὅτι ἀναγκαῖον τοσαύτας εἶναι· εἰ δέ τινες ἰσχυρότερον καὶ κρεῖττον ἡμῶν εἴποιεν, ἐκεῖνοι τὸ ἀναγκαῖον προσθέτωσαν, ἀλλ’ οὐ τὸ εὔλογον ὡς ἡμεῖς’, φιλοσόφως πάντως ταῦτα λέγων. ἀλλὰ τίνα τὰ τῶν σφαιρῶν ποιητικὰ αἴτια, ἃ νῦν παραδίδωσι; πότερον αἱ ψυχαὶ καὶ τὰ εἴδη αὐτῶν; ἢ οὐ τὰς τούτων ψυχάς φησιν, ἐπεὶ οὐχ αὗται θεοί; αὗται γὰρ εἴδη οὖσαι τῶν σφαιρῶν ἐν αὐταῖς εἰσι, καὶ κινοῦσιν αὐτὰς κύκλῳ διὰ μέσης τῆς φύσεως μιᾶς οὔσης καὶ τῆς αὐτῆς κινήσεως οὐ γὰρ ἄλλη ἡ τῆς ψυχῆς καὶ ἄλλη ἡ τῆς φύσεως κίνησις), καὶ ἔχουσιν ἀπὸ μὲν τῆς φύσεως αἱ σφαῖραι τὴν αὐτοφυᾶ καὶ ἀβίαστον καὶ κατ’ αὐτὸ τὸ εἶδος ἐπιτηδειότητα πρὸς τὸ κινεῖσθαι, ἀπὸ δὲ τῆς ψυχῆς τὴν μεταβατικὴν ἐνέργειν, πρὸς ἣν πεφύκασι διὰ τὴν φύσιν. οὐ τὰς τούτων οὖν ψυχὰς λέγει, ἀλλ’ ἑτέρας οὐσίας ἀσωμάτους καὶ χωρὶς σώματος, ὑφειμένας μὲν τοῦ πρώτου νοῦ ὅσον αἱ σφαῖραι, εἰ χρὴ λέγειν, τῆς ἀπλανοῦς, ὑπερτέρας δὲ τῶν ψυχῶν τῶν σφαιρῶν· ὥστε αἱ σφαῖραι ὑπὸ μὲν τῶν οἰκείων ψυχῶν κινοῦνται, ὥσπερ εἴρηται, ὑπὸ δὲ τῶν τοιούτων θεῶν, ὡς ἡ ἀπλανὴς ὑπὸ τοῦ πρώτου νοός. κινεῖται δὲ ἡ ἀπλανὴς ὑπὸ τοῦ πρώτου κινητικοῦ τὴν ἐπ’ ἄπειρον κίνησιν· οὐ γάρ ἐστιν ἡ ψυχὴ τῆς ἀπλανοῦς αἰτία τοῦ ἐπ’ ἄπειρον κινεῖσθαι, οὐδ’ ὑπ’ αὐτῆς τοῦτο ἔχει, ἀλλ’ ὑπὸ τοῦ πρώτου κινητικοῦ. ὥσπερ γὰρ τὴν κίνησιν ἀπὸ ψυχῆς ἔχει, ὥσπερ εἴρηται, οὕτω τὸ ἐπ’ ἄπειρον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ ὅσα τοιαῦτα ἀπὸ τῆς ἀκινήτου νοερᾶς αἰτίας ἐφήκει τῷ οὐρανῷ. ὡς οὖν ὁ οὐρανὸς ὑπὸ τοῦ πρώτου κινεῖται κινητικοῦ, οὕτω καὶ αἱ πλανώμεναι σφαῖραι ὑπὸ τῶν οἰκείων κινητικῶν, τελειουμένων καθ’ ἑκάστην καὶ ἀγαθυνομένων ὑπὸ τοῦ πρώτου κινητικοῦ, ἄλλα μὲν μᾶλλον ἄλλα δὲ ἧττον, τὰ μὲν τῆς Κρονιακῆς σφαίρας μᾶλλον, τὰ δὲ τῆς ἡλίου ἧττον, καὶ τὰ λοιπὰ ὁμοίως. λέγονται δὲ καὶ τὰ τοιαῦτα κινητικὰ αἴτια ἄριστα, οὐχ ὡς τὸ πρῶτον καὶ οὗ ταῦτα ἐξήρτηται (ἐκεῖνο μὲν γὰρ ἀνενδεὲς τῶν ἑαυτοῦ καλῶν ὑπέρπληρες, ταῦτα δὲ ἐπιστρέφεται πρὸς ἐκεῖνο καὶ τῆς ἐκείνου πληροῦται ἀγαθοδοσίας), ἀλλὰ λέγεται ἄριστα ὡς πρὸς τὰς σφαίρας ἃς κινοῦδιν· ὡς γὰρ ἀρίστων τούτων ἐφίενται· οὗ γάρ τι ἐφίεται, ὡς ἀρίστου τούτου ἐρᾷ. ὥστε ὁ πολυτίμητος νοῦς ἁπλῶς λέγεται ἄριστον, ὡς καὶ ὁ πρῶτος οὐρανὸς ἁπλῶς μέγας· ταῦτα δὲ λέγεται ἄριστα ὡς πρὸς τὰς ὑπ’ αὐτῶν κινουμένας σφαίρας, ὥσπερ καὶ τοδὶ τὸ μέγεθος λέγεται μέγα ἢ μεῖζον, οἷον φέρε τὸ δεκάπηχυ οὐχ ἁπλῶς ἀλλὰ πρὸς τοδὶ τὸ δίπηχυ ἢ πεντάπηχυ. |Εἰ δὲ μηδεμίαν οἷόν τε εἶναι φορὰν μὴ συντείνουσαν πρὸς ἄστρου φοράν. εἰπὼν ὅτι ὅσα ἐστὶ τὰ κινούμενα, τοσαῦτα καὶ τὰ κινοῦντα εἶναι εὔλογον ὑπολαβεῖν, ἐπειδή τις ἔμελλε λέγειν ὅτι ‘καὶ τί κωλύει εἶναί τινας οὐσίας ἀσωμάτους καὶ καθ’ αὑτάς, μηδὲν δὲ κινούσας; εἰ δὲ τοῦτο ἐνδέχεται, οὐκ εὔλογον, ὅσα ἐστὶ τὰ κινούμενα, τοσαύτας εἶναι καὶ τὰς ἀσωμάτους οὐσίας, καὶ οὔτε πλείους οὕτε ἐλάττους’, ταύτην δυναμένην τὴν ἔνστασιν πρὸς τὸν λόγον φέρεσθαι λύει λέγων· εἰ δὴ πᾶν τὸ τετευχὸς τοῦ ἀρίστου τέλος καὶ αὐτὸ τοῦτο ἄριστον καὶ ἐφετὸν ὄν (πᾶς γὰρ θεὸς ἄριστος καὶ εἰ μὴ ὡς ὁ πρῶτος), τούτου ἀνάγκη τι ἐφίεσθαι· πᾶν γὰρ ἐφετὸν ἐφιεμένου τινός ἐστιν ἐφετόν. εἴπερ οὖν εἰσι καὶ ἄλλαι τινὲς οὐσίαι ἄρισται, πᾶν δὲ ἄριστον ἐφετόν, ἐφετὰς ἀνάγκη αὐτὰς εἶναι· εἰ δὲ τοῦτο, ἀνάγκη καὶ τὰ ἐφιέμενα αὐτῶν εἶναι καὶ κινεῖσθαι δι’ αὐτάς. ἀλλ’ εἴπερ εἰσὶ τὰ κινούμενα, ἔσονται καὶ κινήσεις· οὐδὲν γὰρ κινούμενον ἄνευ κινήσεως. ἀλλὰ μὴν κινήσεις παρὰ τὰς πεντήκοντα καὶ πέντε οὔκ εἰσιν, οὐδὲ κινούμενα ἄρα παρὰ ταῦτα, οὐδὲ κινητικὰ ἄρα. προάγει δὲ τὸν λόγον ὑποθετικῶς λέγων εἰ δὲ μηδεμίαν οἷόν τ’ εἶναι φορὰν μὴ συντείνουσαν πρὸς ἄστρου φοράν, καὶ προσυπακουστέον τοῦ οὐκ ἄν εἴη κίνησις ἄλλη· εἰ γὰρ ἔσται, μάτην ἔσται. καὶ ἔστι τὸ λεγόμενον κατασκευαστικὸν τοῦ οὐκ ἔστιν ἄλλη κίνησις παρὰ τὰς εἰρημένας· εἰ δὲ τοῦτο, οὐδὲ κινούμενα, ὥστε οὐδὲ κινοῦντα. εἰ οὖν μὴ ἔστι τις φορὰ μὴ συντείνουσα πρὸς ἄστρου φοράν καὶ γὰρ (καὶ αἱ τῶν φερουσῶν τοὺς ἀστέρας σφαιρῶν φοραὶ καὶ αἱ τῶν ἀνελιττουσῶν πρὸς τἀς τῶν ἄστρων φορὰς συντελοῦσι), πᾶσαι δὲ αἱ συντείνουσαι κινήσεις πρὸς τὰς τῶν ἄστρων φοράς εἰσι καὶ οὐδεμία λείπει, οὐκ ἔστιν ἄλλη κίνησις παρ’ αὐτάς. εἰ γὰρ ἔστι, μάτην ἔσται, οὐδὲν δὲ μάτην οὔθ’ ὁ θεὸς οὔθ’ ἡ φύσις ποιεῖ. εἰ δὲ μὴ κίνησίς ἐστιν ἄλλη, οὐδὲ κινούμενον οὐδὲ κινοῦν• ὥστε τὸ μὲν τοιοῦτον ἐπιχείρημα ἐκ τοῦ μὴ εἶναι ἄλλην κίνησιν δεῖξαι συναπέδειξεν ὅτι οὐδὲ ἄλλη οὐσία. τὸ δὲ ἔτι δὲ πᾶσαν φύσιν καὶ πᾶσαν οὐσίαν ἀπαθῆ καὶ καθ’ αὑτὴν προηγουμένως ἐστὶ δεικτικὸν τοῦ μὴ εἶναι ἄλλας οὐσίας. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ἔτι εἰ πᾶσαν φύσιν καὶ οὐσίαν ἀπαθῆ καὶ καθ’ αὑτὴν ἤτοι ἀσώματον τοιαύτην εἶναι χρὴ ἡμᾶς νομίζειν, ἤτοι ἀρίστην καὶ ἐφετὴν καὶ τελικὴν αἰτίαν, οὐδεμία ἄν εἴη παρὰ τὰς εἰρημένας κινητικὰ αἰτίας ἑτέρα φύσις, ἀλλ’ ἀνάγκη πεντήκοντα εἶναι καὶ πέντε μὴ συναριθμουμένου καὶ τοῦ πρώτου αἰτίου· εἰ γάρ εἰσιν ἕτεραι οὐσίαι παρὰ ταύτας, κινοῖεν ἄν, ἐπειδὴ ἀνάγκη τελικὰ αἴτια καὶ ἐφετὰ εἶναι αὐτάς· τούτου γάρ ἐστι δεικτικὸν τὸ. ὡς τέλος οὖσαι φορᾶς. τὸ γὰρ ἐφετὸν τέλος ἐστὶ |τῆς δι’ αὐτὸ γινομένης φορᾶς ἢ ὅλως κινήσεως. ἀλλ’ ἀδύνατον ἄλλας εἶναι φορὰς παρὰ τὰς εἰρημένας. καὶ τοῦ ἀδύνατον καὶ ἄλλας εἶναι τὴν αἰτίαν ἐπάγει. εἰ γὰρ ἔστι καὶ ἄλλη φορά, ἢ χάριν φερομένου σώματος ἔσται ἢ ἕνεκεν ἄλλης φοράς. ἀλλ’ εἴπερ ἐστὶν ἡ φορὰ χάριν φορᾶς, ἢ χάριν ἑαυτῆς ἔσται, οἷον ἡ βάδισις χάριν βαδίσεως, ὅπερ καταγέλαστον, ἢ χάριν ἄλλης, οἷον ἡ λεύκανσις χάριν γλυκάνσεως· εἰ δὲ τοῦτο, ἔσται καὶ ἡ γλύκανσις χάριν ἄλλης καὶ τοῦτο εἰς ἄπειρον. λείπεται δὴ εἰ ἔστι παρὰ τὰς εἰρημένας περιφορὰς ἄλλη χάριν φερομένου σώματος εἶναι. ἀλλ’ αἱ συντελοῦσαι πρὸς τὰς τῶν φερομένων σωμάτων φορὰς πᾶσαί εἰσιν. οὐκ ἄρα ἔστιν ἑτέρα φορὰ παρὰ ταύτας, ὥστε οὐδὲ οὐσία ἄλλη τις ἀκίνητος καὶ ἀσώματος πλὴν ὅσας εἴπομεν. καὶ τὰ μὲν λεγόμενα οἶμαι τοιαῦτα. τὸ δὲ κατὰ τὴν λέξιν τὴν τέλος ἔσται πάσης φορᾶς τῶν φερομένων τι θείων σωμάτων κατὰ τὸν οὐρανόν, ἴσον ἐστὶ τῷ πᾶσα ἐγκύκλιος φορὰ τέλος ἔχει ἄστρον τι καὶ ἕνεκεν ἐκείνου γίνεται· οὗ γὰρ ἕνεκά τι γίνεται, ἐκεῖνο τέλος ἐστὶ τοῦ δι’ ἐκεῖνο γινομένου. Ταῦτα εἰπὼν δείκνυσιν ὅτι ὁ οὐρανὸς καὶ ὁ κόσμος εἷς ἐστιν. ἀναγκαῖον γὰρ ἦν τῷ δεδειχότι ὅτι τὸ πρῶτον αἴτιον ἐν ἐστι ζητεῖν, πότερον καὶ ἡ ὑπ’ αὐτοῦ παραγομένη καὶ ἀιδίως κινουμένη οὐσία μία ἐστὶν ἢ πολλαί. λέγει οὖν ὅτι εἰ μή ἐστιν εἷς ὁ κόσμος ἀλλὰ πλείους μὲν τῷ ἀριθμῷ ὡς Σωκράτης Πλάτων Καλλίας, εἷς δὲ τῷ εἴδει, ἔσονται καὶ ἄριστα καθ’ αὑτὰ καὶ κυρίως ἄριστα ὅσοι καὶ οἱ κόσμοι· τοῦ γὰρ ἑνὸς καὶ συνεχῶς καὶ ἀιδίως κινουμένου δέδεικται ὅτι ἓν τὸ κινητικόν· ὥστε ἔσονται αἱ πρῶται ἀρχαὶ καὶ τὰ κυρίως ἄριστα πλείω μὲν τῷ ἀριθμῷ εἴδει δὲ τὰ αὐτά. καθὸ γὰρ ζῷα καὶ καθὸ ἀίδια καὶ καθὸ ἄριστα οὐδὲν ἄν διαφέροιεν, ὥσπερ οὐδὲ ὁ Σωκράτης καὶ ὁ Πλάτων’ καθὸ ἄνθρωποι· ὥστε ἔσονται ζῷα ἀίδια ἄριστα τῷ μὲν ἀριθμῷ πολλὰ τῷ δὲ εἴδει τὰ αὐτά. ἀλλὰ τὰ μὲν τῷ εἴδει τὰ αὐτὰ τῷ ἀριθμῷ δὲ ἕτερα παρὰ τῆς ὕλης τοῦτο ἔχει· ἡ γὰρ τῶν καθ’ ἕκαστα ἀνθρώπων πρὸς ἀλλήλους διαφορὰ παρὰ τῆς ὕλης τοῦτο ἔχει, ἐπεὶ τά γε εἴδη αὐτῶν καθ’ ἅ εἰσιν ἄνθρωποι ἢ ἵπποι οὐδεμίαν ἔχει διαφοράν. ἀλλὰ μὴν τὸ πρῶτον καὶ ἄριστον ἄυλον καὶ ἐνέργεια ὂν ἐδείχθη· οὐκ ἄρα εἰσὶ πολλὰ ζῷα ἀίδια ἄριστα· ὥστε οὐδὲ κόσμοι πλείους. κατὰ δὲ τὴν λέξιν τὴν εἷς γὰρ λόγος καὶ ὁ αὐτὸς πολλῶν, οἷον ἀνθρώπου, τὸ εἷς ἀντὶ τοῦ ἕτερος γὰρ ὁ λόγος τοῦ ἀνθρώπου καθὸ ἄνθρωπος· ὁ δὲ Σωκράτης εἷς, ἤτοι καὶ ὁ Σωκράτους καθὸ Σωκράτης ἕτερος. εἰ δὲ τοῦτο, εἴπερ εἰσὶ τὰ πρῶτα αἴτια πολλά, ἕτερος ἔσται ἑνὸς ἑκάστου αὐτῶν ὁ λόγος καθὸ ἄτομα καὶ μερικά· ὥστε καὶ σύνθετα ἔσται καὶ ἔνυλα, καὶ ἕτερος ὁ λόγος τοῦ κοινῶς κατηγορουμένου αὐτῶν εἴδους, ὅπερ ἀδύνατον. τὸ δὲ τὸ δὲ τί ἦν εἶναι οὐκ ἔχει ὕλην τὸ πρῶ|τον ἀντὶ τοῦ τὸ δὲ πρῶτον τί ἦν εἶναι, ἤτοι τὸ πρῶτον εἶδος καὶ ὁ λόγος καὶ ἡ ἐνέργεια, αὐτό φημι τὸ ζῷον ἀίδιον ἄριστον, οὐκ ἔχει ὕλην. Παραδέδοται δὲ παρὰ τῶν ἀρχαίων καὶ παμπαλαίων ἐν μύθου σχήματι. Δείξας ὅτι εἰσὶ θεοὶ καὶ τοσοῦτοι ὅσαι αἱ σφαῖραι, ἐξηρτημένοι τῆς θειοτάτης καὶ ἀρίστης οὐσίας καὶ ὑπ’ ἐκείνην ὄντες καὶ ἐκεῖθεν τὸ ἄριστοι εἶναί τε καὶ λέγεσθαι ἔχοντες, λέγει ὅτι οὐ μόνον ἡμεῖς ταύτην περὶ τούτων τὴν ἔννοιαν ἔχομεν, ἀλλὰ παρ’ ἁ τῶν ἀρχαίων καὶ παμπαλαίων παρειλήφαμεν ἐν μύθου σχήματι ὅτι εἰσὶ θεοί, οὐχ ἑτέρους τινὰς διὰ τῶν μύθων αἰνιττόμενοι, ἀλλὰ τούτους οὓς ἡμεῖς φαμεν. εἰσὶν οὖν θεοὶ καὶ θεῖον πλῆθος περιέχον τὴν ὅλην φύσιν καὶ τὸν ἅπαντα κόσμον· οὐ σωματικῶς δὲ περιέχει ὡς ὁ μέδιμνος τοὺς ἐν αὐτῷ πυρούς (ἀμερὲς γὰρ πᾶν τὸ θεῖον), ἀλλ’ ὡς κυβερνῶν καὶ ἀγαθῦνον καὶ τὴν ὡς ἔχει τάξιν καὶ εὐκοσμίαν ἀεὶ παράγον. εἰπὼν δὲ ὅτι ἐν μύθου σχήματι καταλελειμμένα τὴν αἰτίαν τοῦ πῶς μυθικῶς περὶ θεῶν ἔλεγον ἐπάγει τὰ λοιπὰ μυθικῶς προῆκται πρὸς τὴν πειθὼ τῶν πολλῶν, δυνάμει λέγων ὅτι μόνον τοῦτο σαφῶς ἀποφηνάμενοι, ὥς εἰσι θεοί, τὰ λοιπὰ ὅσα περὶ αὐτῶν εἶπον, οἷον ὅτι ὁ Κρόνος καὶ ἡ Ῥέα ἐγέννησε τὸν Δία καὶ τὰ λοιπά, μυθικῶς εἰρήκασι πρὸς τὸ πεῖσαι τοὺς πολλοὺς καὶ πρὸς τὸ χρῆσθαι νόμοις, καὶ ὅλως πρὸς τὸ συμφέρον τοῦ ἀνθρωπείου βίου μυθικῶς ταῦτα ἀπεφήναντο. σοφοὶ γὰρ ὄντες καὶ γινώσκοντες ὅτι αἱ πανηγύρεις καὶ τὰ συμπόσια ἐξημεροῖ τοὺς ἀνθρώπους καὶ ἑνοῖ καὶ φιλεῖν ἀλλήλους καὶ ὑπὲρ ἀλλήλων ἀποθνήσκειν ποιεῖ, ταῦτα δὲ συνίστησι τὰς πόλεις, τὸ δὲ μονοῦσθαι ἀποθηριοῖ καὶ διασχίζει καὶ ἀναιρεῖν ἀλλήλους παρασκευάζει, καὶ διὰ τοῦτο βουληθέντες συστῆσαι τὰς πανηγύρεις καὶ τὰ συμπόσια, μύθους ἐπλάσαντο, οἷον ὅτι τήμερον ὁ Ζεὺς ἐκ τῆς ‘Ρέας ἐγεννήθη, καὶ διὰ τοῦτο δεῖ πάντας ἀθροισθῆναι καὶ ἑορτάσαι τὴν γενέθλιον ἡμέραν τοῦ θεοῦ καὶ συνεστιαθῆναι. ἀλλὰ καὶ ἀνθρωποειδεῖς αὐτοὺς ποιήσαντες οὐδὲ τοῦτο μάτην πεποιήκεσαν ἀλλὰ πρὸς τὸ συμφέρον τῶν πολλῶν· βουλόμενοι γὰρ ἀποτρέψαι τοὺς ἀνθρώπους ἀπὸ τοῦ τύπτειν ἀλλήλους πεποιήκασι τοὺς θεοὺς ἀνθρωποειδεῖς, αἰνιττόμενοι διὰ τούτου ὅτι ὁ τύπτων ἄνθρωπον τὸ θεῖον εἶδος τύπτει καὶ περιυβρίζει. καὶ οὐ μόνον ἀνθρωποειδεῖς αὐτοὺς ποιοῦσιν, Μἀλλὰ πρὸς περισσοτέραν ὠφέλειαν τοῦ ἀνθρωπείου γένους ποιοῦσι τοὺς θεοὺς ὁμοίους καὶ τῶν ἄλλων ζῴων τισίν. ἐπειδὴ γὰρ ἡ τῶν Αἰγυπτίων χώρα πάνυ πολὺ πλῆθος ὄφεων ἀναδίδωσιν ὡς οὐδεμία ἄλλη βλάβη βλάπτον τοὺς ἐκεῖσε οἰκοῦντας, ὧν ἡ φύσις καὶ ὁ θεὸς προνοουμένη ἀνῆκε τὰς καλουμένας ἴβεις φονευτρίας τῶν ὄφεων, βουλόμενοι οἱ ἐκεῖσε σοφοὶ ἀποτρέψαι τοὺς Αἰγυπτίους τοῦ φονεύειν τὰς ἴβεις (ἐφόνευον γὰρ αὐτάς τινες, καὶ ταῦτα σωτείρας οὔσας τοῦ τῶν Αἰγυπτίων γένους) τεθείκασι νόμον παρακελευόμενον μηδενὶ ἐξεῖναι Αἰγυπτίων φονεύειν ἶβιν. διὰ τί, φησίν· ὅτι οἱ θεοὶ οἷς ἄν φανεῖεν ἐν εἴδει ἴβεων φαίνονται. ὧν, φησὶν ὁ Ἀριστοτέλης, τούτων πάντων τῶν περὶ θεῶν μυθικῶς λεγομένων εἴ τις χωρίσας τὸ πρῶτον ῥηθὲν λάβοι, ὅτι ἃς ἡμεῖς πρώτας οὐσίας καὶ θεούς φαμεν, ταύτας καὶ ἐκεῖνοι θεοὺς ἐνόμιζον, θείως ἄν εἰρῆσθαι νομίσειεν. καὶ ὥσπερ κατὰ τὸ εἰκὸς πολλάκις ὑπὸ κατακλυσμῶν τεχνῶν καὶ ἐπιστημῶν φθαρεισῶν λείψανά τινα κατελείπετο, ἐξ ὧν πάλιν ὡς δυνατὸν αἱ τέχναι καὶ ἐπιστῆμαι εὕρηνται οὕτω καὶ τῆς δόξης, ἣν εἶχον περὶ τῶν θεῶν οἱ παμπάλαιοι ἄνθρωποι (εἶχον δὲ δόξαν ὅτι εἰσὶ θεοί), ταύτης δὴ τῆς δόξης μέχρι τοῦ νῦν περισώζεται λείψανά τινα. ἀλλ’ ἀπὸ τῶν τοιούτων, φησί, λειψάνων καὶ τῆς πατρίου ὑπολήψεως τοῦτο μόνον ἐστὶν ἡμῖν δῆλον, ὅτι καὶ ἐκεῖνοι θεοὺς εἶναι ᾤοντο. Τὰ δὲ περὶ τὸν πολυτίμητον καὶ πρῶτον νοῦν ἔχει, φησί, τινὰς ἀπορίας. ὅτι μὲν γὰρ ὁ τοιοῦτος νοῦς τὸ θειότατον πάντων ἐστὶ καὶ τὸ ἄριστον φανερόν· πῶς δὲ ἔχον καὶ διάγον ἄριστόν ἐστιν ἔχει τινὰς δυσκολίας. καὶ δείκνυσιν ἐκ διαιρέσεως τὴν δυσκολίαν. πότερον, φησί, νοεῖ ἢ οὐ νοεῖ; εἰ γὰρ μὴ νοεῖ ἀλλ’ ἔχει ὡς ὁ καθεύδων, τί ἄν ἄλλο σεμνότερον ἔχοι; εἰ δὲ νοεῖ, πότερον ὅλος ὁ νοῦς καὶ καθ’ ὅλον ἑαυτὸν νοεῖ, ἢ μέρος τι αὐτοῦ νοεῖ μέρος δὲ οὐ νοεῖ; ὥσπερ ἐπὶ τῆς τοῦ ἀνθρώπου ἔχει ψυχῆς· αὕτη γὰρ οὐχ ὅλη νοεῖ ἀλλὰ μέρος αὐτῆς ὁ καλούμενος νοῦς. εἰ οὖν οὕτω νοεῖ, οὐκ ἔστιν ὅλη ἡ οὐσία αὐτοῦ ἀρίστη, ἀλλ’ ἐκεῖνο καθ’ ὃ νοεῖ, ὥσπερ οὐδὲ ἡ τοῦ ἀνθρώπου πᾶσα ψυχὴ τιμία, ἀλλ’ ὁ νοῦς καὶ τὸ λογικὸν μέρος καθ’ ὃ καὶ νοοῦμεν. ἀλλ’ ἄτοπον τὸ μὴ πᾶσαν αὐτοῦ τὴν οὐσίαν ἀρίστην εἶναι. εἴτε νοεῖ, φησί, τούτου δὲ ἄλλο κύριον, τουτέστιν, εἴτε νοεῖ, μὴ ὅλη δὲ ἡ οὐσία αὐτοῦ νοῦς ἐστιν, ἀλλὰ πότου ἤτοι τοῦ νοεῖν ἄλλο ἐστὶ κύριον, ὥσπερ καὶ ἐφ’ ἡμῖν (οὐ γὰρ ἡ ψυχὴ αἰτία καὶ κυρία τοῦ νοεῖν ἡμᾶς ἀλλ’ ὁ νοῦς), εἰ δὴ ἄλλο ἐστὶ τὸ κύριον τοῦ νοεῖν τὸν νοῦν (οὐ γάρ ἐστι τοῦτο αὐτοῦ ἡ οὐσία ἡ νόησις, τουτέστιν ’στιν οὐ γὰρ ἐνδέχεται εἶναι τὴν οὐσίαν αὐτοῦ νόησιν καὶ νοῦν, εἴπερ μὴ ὅλη ἡ οὐσία αὐτοῦ νοεῖ, ἀλλὰ μέρος τι), οὐκ ἄν εἴη ἡ οὐσία αὐτοῦ ἡ ἀρίστη, ἀλλ’ ἐκεῖνο ἔσται τὸ ἄριστον καθ’ ὃ νοεῖ. καὶ ἔ ’στιν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη. εἰ μηθὲν νοεῖ ὁ νοῦς, τί ἄν ἄλλο σεμνότερον ἔχοι· οὐθὲν γάρ ἐστι σεμνότερον νοήσεως καὶ θεωρίας. εἰ δὲ νοεῖ μέν, μὴ ἔστι δὲ ἡ ὅλη οὐσία αὐτοῦ νόησις καὶ νοῦς, ἀλλὰ τοῦ |νοεῖν αὐτὸν ἄλλο ἐστὶ κύριον (οὐδὲ γὰρ ἐνδέχεται πᾶσαν τὴν οὐσίαν αὐτοῦ νοῦν εἴπερ μὴ ὅλος νοεῖ ἀλλὰ κατά τι), εἰ δὴ ταῦθ’ οὕτως ἔχει, οὐκ ἄν εἴη ὁ πρῶτος νοῦς ἡ ἀρίστη οὐσία, ὅπερ ἀδύνατον. ἀδύνατον ἄρα καὶ ᾧ τοῦτο ἠκολούθησε, τοῦτο δὲ ἦν τὸ μὴ ὅλον νοεῖν καὶ ὅλην τὴν οὐσίαν αὐτοῦ νοῦν εἶναι. ἔτι, φησίν, εἰ ὅλη αὐτοῦ ἡ οὐσία, ὡς δέδεικται, νοεῖ καὶ ἔστιν ἢ νοῦς ἢ νόησις, τί νοεῖ; ἢ γὰρ αὐτὸς ἑαυτὸν νοεῖ ἢ ἕτερόν τι. καὶ εἰ ἕτερον, ἢ ἀεὶ τὸ αὐτὸ νοεῖ, ἢ νῦν μὲν ἕτερον ἄλλοτε δὲ ἄλλο· καὶ εἰ ἄλλοτε ἄλλο, πότερον πάντα ἀγαθά ἐστιν ἃ κατ’ ἄλλους καὶ ἄλλους χρόνους νοεῖ, ἡ δεῖ τίθεσθαι ὅτι καὶ τὰ τυχόντα καὶ φαῦλα νοεῖ, καὶ οὐδὲν διαφέρει εἴτε φαῦλα νοεῖ εἴτε καὶ τἀναντία τούτοις; δεῖ οὖν ταῦτα τίθεσθαι, ἢ χρὴ λέγειν ὅτι ὥσπερ ἐφ’ ἡμῖν ἄτοπόν ἐστι καὶ οὐθεὶς εὖ ζῶν ἀνέξεται διανοεῖσθαι περί τινων, οἷον περὶ τρόπου πορνείας πῶς ἄν εὖ πορνεύσειεν, οὕτως ἀσεβέστατόν ἐστι τὸ λέγειν ὅτι διανοεῖται ἡ θειοτάτη καὶ ἀρίστη οὐσία φαῦλα καὶ τὰ τυχόντα. δῆλον οὖν ὅτι οὐδὲν φαῦλον νοεῖ, ἀλλὰ τὸ θειότατον καὶ τιμιώτατον νοεῖ. θειότατον δὲ καὶ τιμιώτατον αὐτός ἐστιν ὁ νοῦς· ἑαυτὸν ἄρα νοεῖ, καὶ οὐ μεταβάλλει ἐκ τοῦ ἑαυτὸν νοεῖν εἰς τὸ καὶ ἕτερόν τι νοῆσαι. εἰ γὰρ μεταβάλῃ ἐκ τῆς ἑαυτοῦ περιωπῆς, ἢ κρεῖττόν τι πάντως νοήσει ἢ χεῖρον· οὐκ ἔστι δὲ κρεῖταὐτοῦ αὐτοῦ τι· λείπεται δὴ τὸ χεῖρον. κίνησις δὲ τοῦτο καὶ ἔκστασις τῆς ἑαυτοῦ ἀρίστης διαγωγῆς. πίστις δὲ τούτου ἐκ τῶν τοῖς ἀνθρώποις συμβαινόντων. οἱ γὰρ ἀγαθοὶ ἄνθρωποι ὅταν φαῦλα νοὤσι, χείρονες ἑαυτῶν ἐκ τῆς τοιαύτης νοήσεως γίνονται· τούτου δὲ πίστις ὅτι μεταμέλονται, μεταμέλεται δέ τις ὅταν κακὸς γένηται. εἰπὼν δὲ ἀνωτέρω ὅτι ἡ ούσία αὐτοῦ νοῦς ἐστι καὶ νόησις, νῦν αὐτὸ κατασκευάζει λέγων πρῶτον μὲν οὖν εἰ μὴ νόησις καὶ νοῦς ἐστιν ἡ οὐσία αὐτοῦ καὶ ἐν τούτῳ οὐσίωται, ἐν τῷ νοῦς καὶ νόησις εἶναι, ἀλλὰ δύναμις νοὸς καθ’ ἣν ὁ νοῦς δύναται νοεῖν (ἄλλο γὰρ νοῦς καὶ ἄλλο ἡ δύναμις αὐτοῦ, ὥσπερ ἄλλο μὲν τὸ χρῶμα καὶ ἄλλο ἡ δύναμις αὐτοῦ, καθ’ ἣν ὁρᾶσθαι δύναται), εἰ οὖν ἐστι δύναμις νοός, δέδεικται δὲ ὅτι συνεχῶς καὶ ἀεὶ νοεῖ, ἐπίπονον ἔσται τὸ συνεχὲς τῆς νοήσεως αὐτῷ. εἰ μὲν γὰρ ἐν τῷ εἶναι νοῦς καὶ νόησις οὐσίωται, οὐκ ἔσται ἐπίπονον τὸ συνεχὲς τῆς νοήσεως αὐτῷ, ὥσπερ οὐδὲ τῷ ἀνθρώπῳ ἐπίπονόν ἐστι τὸ εἶναι ἄνθρωπον, ὅτι ἐν τῷ εἶναι ἄνθρωπος οὐσίωται· ἀλλ’ ἔστιν ἐπίπονον τῷ ἀνθρώπῳ τὸ συνεχῶς βαδίζειν διὰ τὸ μὴ ἐν τῷ βαδίζειν οὐσιῶσθαι. ὡς οὖν ἐπὶ τοῦ ἀνθρώπου, οὕτω καὶ ἐπὶ τοῦ πρώτου νοῦ ἕξει, καὶ οὐκ ἔσται ἐπίπονον αὐτῷ τὸ συνεχὲς τῆς νοήσεως, εἰ νοῦς ἔστι καὶ νόησις. ἀλλὰ πῶς τῷ ἡμετέρῳ |νῷ οὐσιωμένῳ ὄντι ἐν τῷ νοῦς εἶναι ἐπίπονόν ἐστι τὸ συνεχὲς τῆς νοήσεως; ἢ οὐκ ἔστιν ὁ ἡμέτερος νοῦς ἐνεργείᾳ νοῦς καὶ ἐνεργείᾳ ὡς ἐκεῖνος, ἀλλὰ δυνάμει. πρῶτον μὲν οὖν, φησίν, εἰ μὴ νοῦς ἐστιν ἀλλὰ δύναμις, ἐπίπονον ἕξει τὸ συνεχὲς τῆς νοήσεως. ἔπειτα οὐκ ἔσται αὐτὸς τὸ τίμιον, ἀλλ’ ἐκεῖνο ὃ νοῶν εἰς ἐνέργειαν ἀνάγεται δύναμις ὤν. τὸ γὰρ τελειοῦν καὶ εἰς ἐνέργειαν ἀνάγον τὸ δυνάμει τιμιώτερον τοῦ τελειουμένου. τὸ δὲ καὶ γὰρ νοεῖν καὶ νόησις ὑπάρξει καὶ τὸ χείριστον νοοῦντι οἶμαι ἐλλιπῶς ἀπηγγέλθαι ὥστε λείπειν τὸ ἔτι, ἵν’ ᾖ ἀρχὴ ἄλλου ἐπιχειρήματος, ὅτι τὸ πρῶτον αἴτιον οὐκ ἔστι δύναμις. ὥστε τὸ καὶ γὰρ κατ’ ἐμὴν γνώμην ἴσον ἐστὶ τῷ ἔτι, ὡς εἶναι τὸ πᾶν τοιοῦτον. ἔτι νοεῖν καὶ ἡ νόησις ὑπάρξει καὶ τὸ χείριστον νοοῦντι. πρόεισι δὲ ἡ δεῖξις ἐπὶ ἀξιώματι τῷ τῶν ἐναντίων ἡ αὐτὴ δύναμις. εἴη ἄν οὖν λέγων ‘ἔτι εἰ μή ἐστιν ἡ οὐσία αὐτοῦ νόησις καὶ νοῦς ἀλλὰ δύναμις, ἡ δὲ αὐτὴ καὶ μία δύναμίς ἐστι τῶν ἐναντίων, τῷ πρώτῳ αἰτίῳ νοοῦντι τὰ κάλλιστα ὑπάρξει αὐτῷ ἡ νόησις ἤτοι καὶ τὸ νοεῖν τὰ χείριστα, ὅπερ ἄτοπον. ὥστε εἰ τὸ νοεῖν τὰ χείριστα φευκτόν (κρεῖττον γὰρ τὸ μὴ νοεῖν αὐτά, ὥσπερ καὶ τὸ μὴ ὁρᾶν τὰ αἰσχρότατα κρεῖττον τοῦ ὁρᾶν), ἐπεὶ οὖν ἐκ τοῦ λέγειν τὸ πρῶτον αἴτιον δύναμιν συνάγεται τὸ νοεῖν αὐτὸ τὰ φαῦλα, τοῦτο δὲ ἀσεβές, οὐκ ἄν εἴη ἡ πρώτη καὶ θειοτάτη καὶ ἀρίστη οὐσία δύναμις.’ τὸ γὰρ οὐκ ἂν εἴη τὸ θειότατον καὶ ἄριστον ἡ νόησις τὸ ἡ νόησις ἀντὶ τοῦ δύναμις νῦν εἴληπται. νοῦς ἄρα ἐστὶ καὶ οὐ δύναμις, καὶ νοεῖ ἑαυτὸν ὡς ἄριστον. εἰ δὴ νόησις ὢν ἑαυτόν, ἤτοι τὴν νόησιν, νοεῖ, καὶ ἔστιν ἡ νόησις νοήσεως, ἤτοι αὐτὸς τὸ νοοῦν αὐτὸς τὸ νοούμενον. Φαίνεται δ’ ἀεὶ ἄλλου ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις καὶ ἡ δόξα καὶ ἡ διάνοια, ἑαυτῆς δὲ ἐν παρέργῳ. εἰπὼν ὅτι τὸ ἄριστον καὶ θειότατον νόησίς ἐστιν, ἐπειδὴ ὡς ἔχει ἡ αἴσθησις καὶ ἡ ἐπιστήμη πρὸς τὰ αἰσθητὰ καὶ ἐπιστητά, οὕτως ἀνάγκη ἔχειν καὶ τὴν νόησιν πρὸς τὰ νοητά, συνεῖδεν ἐκ τούτου ἔνστασιν δυναμένην λέγεσθαι πρὸς τὰ ῥηθέντα τοιαύτην. εἴπερ ἡ ἐπιστήμη ἑτέρου ἐστὶ καὶ οὐχ ἑαυτῆς ἡ γὰρ ἰατρικὴ ὑγιείας ἐστὶ καὶ οὐχ ἑαυτῆς· ἀεὶ γὰρ τὴν ὑγίειαν θεωρεῖ τίς ἐστι καὶ πῶς ἄν γένοιτο, κατὰ συμβεβηκὸς δὲ καὶ ποτὲ ἑαυτὴν θεωρεῖ, οἷον ὅτι ἰατρική ἐστι τέχνη ὑγιεινῶν καὶ νοσωδῶν καὶ οὐδετέρων), ὁμοίως καὶ ἡ αἴσθησις τῶν αἰσθητῶν ἐστι καὶ ἡ δόξα τῶν δοξαστῶν. ὡς οὖν ἐπὶ τούτων, εἰ ἔστι καὶ τὸ θειότατον καὶ ἄριστον αἴτιον νόησις, ἑτέρου ἂν εἴη καὶ οὐχ ἑαυτοῦ. ταύτῃ τῇ ἀπορία ἐπισυνάπτει καὶ ἄλλην καὶ διὰ τῆς προτέρας λύει τὴν δευτέραν. ἔστι δὲ ἡ δευτέρα ἀπορία τοιαύτη. εἰ ἄλλο ἐστὶ τὸ νοεῖν καὶ ἄλλο τὸ νοεῖσθαι (νοεῖν μὲν γάρ ἐστι κατάληψις ἄπταιστος τοῦ νοητοῦ, νοεῖσθαι δὲ τὸ καταλαμβάνεσθαι τὸ νοούμενον ὑπὸ τοῦ νοοῦντος), ὁ δὲ πρῶτος νοῦς αὐτός ἐστι τὸ νοοῦν, αὐτὸς τὸ νοούμενον, κατὰ πότερον αὐτῷ τὸ εὖ καὶ τὸ ἄριστον, κατὰ τὸ νοεῖν ἢ κατὰ τὸ νοεῖσθαι; οὐ γάρ ἐστι ταὐτὸν τὸ εἶναι νοήσει καὶ νοουμένῳ, τουτέστιν οὐκ ἔστι ταὐτὸν τὸ νοεῖν καὶ νοεῖσθαι, ὥστε συμβαίνει εἶναι εὔλογον τὴν ζήτησιν. ταῦτα εἰπὼν λύει τὴν προτέραν ἀπορίαν λέγων ἐπ’ ἐνίων ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ταὐτόν ἐστιν. ἡ γὰρ οἰκοδομικὴ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τῆς οἰκίας εἶδος, καὶ ἡ ἰατρικὴ ὁμοίως τὸ τῆς ὑγείας εἶδος. εἰ δὲ τοῦτο, καὶ τὸ θειότατον καὶ ἄριστον εἰ ἔστι νόησις, ἡ αὐτὴ ἔσται τῷ νοουμένῳ. τὸ δὲ ἐπ’ ἐνίων πρόσκειται διὰ τὰ σύνθετα· οὐ γάρ ἐστιν ἡ οἰκοδομικὴ ἡ αὐτὴ πάσῃ οἰκίᾳ, οἷον τῇδε τῇ μερικῇ τῇ ἐκ λίθων καὶ ξύλων, ἀλλὰ τῷ εἴδει αὐτῆς τῷ χωρὶς ὕλης νοουμένῳ. ὥστε ἐκ τούτου λύεται καὶ ἡ δευτέρα ἀπορία, ἣν καὶ σιγῇ παρῆλθεν ὡς προφανοῦς οὔσης τῆς λύσεως αὐτῆς. εἰ γὰρ ἡ νόησις καὶ τὸ νοούμενον αὐτός ἐστιν ὁ πρῶτος νοῦς, κατ’ ἄμφω ὑπάρξει αὐτῷ τὸ εὖ, κατὰ τὸ νοεῖν καὶ κατὰ τὸ νοεῖσθαι. ἐπ’ ἐνίων οὖν, φησίν, ἡ ἐπιστήμη ἐστὶ τὸ πρᾶγμα καὶ τὸ ἐπιστητόν· καὶ ποῖόν ἐστι τὸ ἐπιστητὸν τὸ τῇ ἐπιστήμῃ ταὐτὸν ἐπάγει ἐπὶ μὲν τῶν ποιητικῶν ἄνευ ὕλης ἡ οὐσία, τουτέστιν ἡ οὐσία καὶ τὸ εἶδος τὸ ἄνευ ὕλης ταὐτόν ἐστι τῇ ἐπιστήμῃ. ποιητικὰς δὲ ἐπιστήμας καταχρώμενος τῷ τῆς ἐπιστήμης ὀνόματι λέγει οἰκοδομικὴν καὶ τὰς ὁμοίας. ἐπὶ δὲ τῶν θεωρητικῶν, οἷον γεωμετρίας ἀριθμητικῆς καὶ τῶν τοιούτων, ὁ λόγος, καὶ τίς ἐστιν ὁ λόγος ἐπάγει, τὸ πρᾶγμα καὶ ἡ νόησις ταὐτόν ἐστιν. ἡ γὰρ νόησις τοῦ ὅτι ἐκλείπει ἡ σελήνη ἡ αὐτή ἐστι τῷ αἰτίῳ καθ’ ὃ ἡ ἔκλειψις γίνεται, τὸ δὲ αἴτιον τῆς ἐκλείψεως αὐτὴ ἡ ἔκλειψίς ἐστιν· ὥστε ἡ νόησις τῆς ἐκλείψεως ἡ αὐτή ἐστι τῇ ἐκλείψει. ταῦτα εἰπὼν ὥσπερ συμπέρασμα ἐπάγει τὸ οὐχ ἑτέρου οὖν ὄντος τοῦ νοουμένου καὶ τοῦ νοῦ, ὅσα μὴ ὕλην ἔχει, ταὐτὸν ἔσται, ἴσον λέγων τῷ ἐπὶ τῶν κυρίως νοητῶν, τῶν ἀύλων καὶ καθ’ αὑτὰ ὄντων ὁ νοῦς καὶ τὸ νοούμενον οὐχ ἕτερά ἐστιν ἀλλὰ ταὐτά· τὰ γὰρ κυρίως νοητά, ὡς ἐν τῇ Περὶ ψυχῆς εἴρηται, νοῖ εἰσι καὶ οἱ νοῖ νοητά. εἰ δὲ τοῦτο, καὶ ἡ νόησις τῷ νοουμένῳ μία, τουτέστιν ἡ αὐτή. τούτοις ἐπάγει καὶ ἄλλην ἀπορίαν λέγων Ἕτι δὴ λείπεται ζητῆσαι εἰ τὸ νοούμενον δύνθετόν ἐστι· μεταβάλοι γὰρ ἄν ἐν τοῖς μέρεσι τοῦ ὅλου. Καὶ εἴη ἄν λέγων, εἰ ἔστι τὸ νοούμενον πάν (καθόλου γὰρ ἐπὶ νοουμένου ἀκουστέον τοῦ λεγομένου) σύνθετον, οὐκ ἐν τῷ νῦν οὐδ’ ἐν ἀκαρεῖ χρόνου ὁ νοῦς νοήσει τὸ νοούμενον, ἀλλὰ μεταβάλοι ἄν ἐκ τοῦ νοεῖν τόδε εἰς τὸ νοεῖν τόδε τὸ μέρος αὐτοῦ, τοῦτο δὲ γενήσεται διὰ χρονικῆς παρατάσεως· ἐν ἄλλῳ γὰρ χρόνῳ τόδε |τὸ μέρος νοήσει καὶ ἐν ἄλλῳ τόδε. καὶ λύει λέγων ὅτι πᾶν τὸ μὴ ἔχον ὕλην, οἷά ἐστι τὰ νοητά, ἀδιαίρετον καὶ ἀμερὲς καὶ οὐδέν ἐστιν αὐτῶν σύνθετον. πρὸς τούτοις λέγει καὶ πῶς ἑαυτὸν ὁ πρῶτος νοῦς νοεῖ, καὶ λέγει ὅτι οὐ διὰ χρόνου, ὡς φέρε εἰπεῖν ὅτι ἐν τῷδε μὲν τοῦ χρόνου μέρει τόδε τὸ μέρος αὐτοῦ νοεῖ. ἐν τῷδε δὲ τόδε (μεριστὸν γὰρ ἂν ἦν), ἀλλ’ ἀμερὴς ὢν ἐν ἀμερεῖ, εἰ θέμις λέγειν, τῷ νῦν τῷ ἀτόμῳ ἑαυτὸν νοεῖ· ὥσπερ γάρ, φησίν, ὁ ἀνθρώπινος νοῦς (ἢ εἴ τις μὴ βούλοιτο λέγειν ὅτι ὁ ἀνθρώπινος νοῦς, λεγέτω καθολικώτερον ὅτι ὁ τῶν συνθέτων νοῦς), ὥσπερ οὖν ὁ ἀνθρώπινος ἢ ὁ τῶν συνθέτων νοῦς ἔχει ἔν τινι χρόνῳ, οἷον ὅταν ἐνεργήσῃ καὶ τὸ τρισμακάριστον πάθος πάθῃ (τότε γὰρ ὁ ἀνθρώπινος νοῦς οὐκ ἐν τῳδὶ τοῦ χρόνου μέρει ἢ ἐν τῳδὶ τόδε ἢ τόδε τοῦ ἀρίστου νοεῖ καὶ ἐφάπτεται αὐτοῦ ὡς δυνατὸν ἐφάψασθαι αὐτοῦ· μεριστὸν γὰρ ἄν καὶ οὕτως ἦν τὸ πρῶτον αἴτιον· ἀλλὰ νοεῖ αὐτὸ ἐν ὅλῳ τινί, οἷον τῷ ἀμερεῖ καὶ ἀτόμῳ νῦν), οὕτω τὸν ἅπαντα αἰῶνα ὁ πρῶτος νοῦς αὐτὸς ἑαυτὸν νοεῖ ἀμερῶς καὶ ἀχρόνως. εἴρηται δὲ διαρκῶς ἐν τῷ τρίτῳ τῆς Περὶ ψυχῆς πραγματείας πῶς ὁ κατ’ ἐνέργειαν νοῦς τὸ κυρίως νοεῖ νοητόν. οὐκ ἔχει οὖν, φησίν, ὁ ἀνθρώπινος νοῦς τὸ εὖ ἤτοι τὴν ἀρίστην διαγωγὴν ἤτοι τὴν νόησιν ἤτοι τὴν ἁφὴν καὶ θεωρίαν τοῦ ἀρίστου καὶ πρώτου νοῦ, ὑπάρχοντος δηλαδὴ τοῦ πρώτου νοῦ ἑτέρου παρὰ τὸν ἀνθρώπινον νοῦν, ταύτην δὴ τὴν ἀρίστην διαγωγὴν οὐκ ἔχει ὁ ἀνθρώπινος νοῦς ἐν χρόνῳ καὶ διὰ χρόνου, ἀλλ’ ἐν ὅλῳ τινί. λέγει δὲ ὅλον τι τὸ ἄτομον νῦν, ὃ πέρας μέν ἐστι χρόνου, οὐ χρόνος δέ. ἐπειδὴ γὰρ οἷον εἶδός ἐστι τοῦ ἀνθρωπίνου νοῦ ὁ θεῖος νοῦς, ὅταν αὐτοῦ ἅψασθαι δυνηθῇ, πᾶν δὲ εἶδος ἐν τῷ ἀτόμῳ νῦν ἐπιγίνεται, δῆλον ὅτι καὶ τῷ ἀνθρωπίνῳ νῷ ἐν τῷ αὐτῷ νῦν ἡ τοῦ πρώτου νοῦ γνῶσις καὶ ἁφὴ ἐπιγίνεται. ἐπισκεπτέον δὲ καὶ ποτέρως ἔχει ἡ τοὐ ὅλου φύσις τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. Ὃ ζητεῖ τοιοῦτόν ἐστιν. ἐπειδὴ ἡ τοὐ ὅλου λέγων ὅλον τὸν κόσμον τοῦτον τὸν αἰσθητόν) φύσις ἀγαθὴ καὶ ἀρίστη ἐστί, πότερον τὸ αἴτιον, καθ’ ὃ ὅδε ὁ κόσμος ἀγαθὸς καὶ ἄριστός ἐστιν, ἕτερόν τι καὶ οὐσίαν τινὰ καὶ φύσιν καθ’ αὑτὴν οὖσαν χρὴ λέγειν, ἢ αὐτὴν τὴν τάξιν καθ’ ἣν τέτακται. ὥστε εἶναι τὸ ἀγαθὸν καὶ τὸ ἄριστον τοῦδε τοῦ κόσμου τὴν τάξιν αὐτοῦ. καὶ ἀποκρίνεται λέγων ἢ ἀμφοτέρως. δεῖ γὰρ λέγειν ὅτι τὸ ἀγαθὸν καὶ τὸ ἄριστον τοῦ παντὸς διττόν ἐστιν, ἥ τε τάξις αὐτοῦ (ἔχει γὰρ καὶ δι’ αὐτὴν τὸ ἀγαθὸν καὶ τὸ ἄριστον) καὶ ὁ πρῶτος νοῦς· ἔχει γὰρ καὶ δι’ αὐτὸν καὶ μάλιστα τὸ καλὸν καὶ ἄριστον. καὶ σαφηνίζει προθύμως δι’ ὑποδείγματος τὸ λε|γόμενον. ὥσπερ γάρ, φησί, τὸ στράτευμα ἔχει καὶ ἐν τῇ τάξει τὸ εὖ καὶ ἔστιν αὐτῷ ἀγαθὸν καὶ ἄριστον ἡ τοιάδε τάξις, ἔστι δὲ τῷ στρατεύματι εὖ καὶ ἀγαθὸν καὶ ὁ στρατηγός, καὶ μᾶλλον οὗτός ἐστι τὸ εὖ (διὰ γὰρ τὸν στρατηγόν ἐστι καὶ ἡ τοῦ τάξις, ἀλλ’ οὐ διὰ τὴν τάξιν ὁ στρατηγός) οὕτως ἐστὶ τῷ παντὶ τὸ εὖ καὶ τὸ ἀγαθὸν καὶ ἄριστον καὶ διὰ τὴν τάξιν, ἔστι δὲ καὶ διὰ τὸν πρῶτον νοῦν, δι’ ὅν ἐστι καὶ ἡ τάξις τοῦ παντός. ταῦτα εἰπὼν θεοφιλῶς καὶ φιλοσόφως λέγει ὅτι οὐδὲν τῶν ὄντων μάτην ἐστὶν ἀλλὰ πάντα συντέτακται καὶ συντελεῖ, εἰ καὶ ἡμῖν πολλὰ ἀγνοεῖται, πρὸς ἑνὸς κόσμου συμπλήρωσιν καὶ ἀπαρτισμὸν καὶ τὸ καλὸν αὐτοῦ καὶ ἄριστον καὶ εὖ. καὶ τίνα ἐστὶ τὰ συντεταγμένα πρὸς τὴν τοῦ ὅλου συμπλήρωσιν, καταλέγει, πτηνὰ πλωτὰ φυτὰ καὶ τὰ λοιπά. ἀλλ’ εἰ καὶ πάντα πάντως συντελεῖ, ἀλλ’ οὐχ ὁμοίως ἅπαντα, ἀλλὰ τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον. τάχα δὲ εἰ καὶ τὰ μὲν αὐτῶν μέγιστα συμβάλλεται τὰ δ’ ὀλίγον εἰς τὴν τοῦ ὅλου συμπλήρωσιν, ἀλλ’ οὐχ οὕτως ἔχει ὥστε μὴ εἶναι θατέρου πρὸς θάτερον κοινωνίαν, ἀλλ’ ἔστι πᾶσι κοινόν τι, ἢ καὶ τὸ ὑποκείμενον καὶ τὸ σχῆμα ἢ τὸ ὑποκείμενον μόνον ἡ οὔτε τὸ ὑποκείμενον οὕτε τὸ σχῆμα ἀλλὰ τὸ χρῶμα. τὰ μὲν γὰρ ἄφθαρτα καὶ θεῖα σώματα τοῖς ἐν γενέσει οὔτε κατὰ τὸ ὑποκείμενον οὔτε κάτα τὸ ἄημα ἢ τὸ εἶδος κοινώνει, ἀλλ’ ἴσως κατὰ τὸ λαμπρόν, εἰ καὶ μὴ παντελῶς ὅμοιον τὸ ἐκείνων λαμπρὸν τοῖς ἐν γενέσει εὑρισκομένοις λαμπροῖς· ἀλλήλοις δὲ κοινωνεῖ καὶ τῷ εἴδει καὶ τῷ ὑποκειμένῳ. τὰ δὲ ἐν γενέσει τινὰ μέν τισι καὶ κατὰ τὴν προσεχῆ αὐτοῖς ὕλην κοινωνεῖ, πάντα δὲ πᾶσι κατὰ τὴν ἀνείδεον. ταῦτα οὖν, ὡς εἴρηται. πρὸς ἕν τι καὶ μίαν τὴν τοῦ ὅλου φύσιν τε καὶ συμπλήρωσιν συντέτακται, ἀλλ’ οὐχ ὁμοίως πάντα· ἀλλ’ ὥσπερ ἐν οἰκίᾳ ἤτοι ἐν πολιτείᾳ τοῖς μὲν ἐλευθέροις οὐδαμῶς ἔξεστι καὶ ἐφεῖται καὶ δέδοται τόδε μὲν πράπειν τόδε δὲ μή, ἀλλ’ ἔξεστιν αὐτοῖς καὶ ἰατρεύειν καὶ στρατεύεσθαι καὶ ἁπλῶς πάντα πράττειν, ὅσα κυρίως εἰς τὴν τῆς πόλεως σύστασιν συμβάλλεται, ἢ εἰ καὶ μὴ πάντα (εἰσὶ γάρ τινα οἷον στενωπῶν καὶ τὰ τοιαῦτα, ἃ οὐκ ἂν πράξαιεν οἱ ἐλεύθεροι), ἀλλ’ οὖν τά γε πλεῖστα ἔξεστιν αὐτοῖς ποιεῖν, τοῖς δὲ ἀνδραπόδοις καὶ τοῖς θηρίοις ἤτοι τοῖς ἀλόγοις ζῴοις καὶ μικρὰ τὰ ὑπ’ αὐτῶν πραττόμενα καὶ μικρὰ συντελεῖ πρὸς τὴν τῆς πόλεως σύστασιν, τὸν δὲ πλείονα χρόνον ὅ τι ἔτυχε πράττουσι, τουτέστιν ὀλίγον χρόνον καὶ ὀλίγον συντελεῖ πρὸς τὴν τῆς πόλεως σύστασιν τὰ ὑπ’ αὐτῶν πραττόμενα, τὸν δὲ πλείονα χρόνον πράττουσι μέν, ἀλλ’ οὐδὲν ὧν πράττουσι πρὸς πόλεως σύστασιν ὠφελεῖ (οὐ γὰρ ἐξῆν τότε τοῖς δούλοις ἢ στρατεύεσθαι ἢ νόμους μετέρχεσθαι ἢ φιλοσοφεῖν ἢ ἄλλο τι τῶν μεγάλως πρὸς πολιτείας σύστασιν συντεινόντων πράττειν, ἀλλ’ ἢ ξυλοτομεῖν ἢ |μαγειρεύειν ἢ ἄλλο τι τοιοῦτον ποιεῖν), ὡς οὗν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν εἰς τὴν τοῦ ὅλου φύσιν συντεινόντων ἔχει, καὶ τινὰ μὲν πρὸς τὴν τοῦ ὅλου φύσιν τε καὶ σύστασιν συντείνει μέγιστα, τινὰ δ’ ἧττον. λαβὼν οὖν εἰς ὑπόδειγμα τὴν πολιτείαν ἀπὸ ταύτης μετάγει τὸν λόγον ἐπὶ τὴν τοῦ ὅλου φύσιν καὶ λέγει τοιαύτη γὰρ ἑκάστου ἀρχὴ αὐτῶν ἡ φύσις ἐστί, τουτέστιν ἡ φύσις καὶ ἡ ἀρχὴ τῶν εἰς τὴν τοῦ ὅλου φύσιν συντελούντων. καὶ οὐ λέγει περὶ πάντων ἁπλῶς νῦν, ἀλλὰ περὶ τῶν ἐν γενέσει ὄντων καὶ φθορᾷ. ἡ φύσις οὖν καὶ ἡ ἀρχὴ τούτων τοιαύτη· καὶ ποδαπή, ἐπάγει, λέγω δ’ οἷον εἴς γε τὸ διακριθῆναι ἀνάγκη ἅπασιν ἐλθεῖν, τουτέσιιν ἀνάγκη ἅπασι τοῖς ἐν γενέσει περὶ γὰρ τούτων νῦν, ὡς εἴρηται. λέγει) ἐλθεῖν εἰς τὸ διακριθῆναι, ἤτοι ἄλλο ἐξ ἄλλου γενέσθαι· εἰς τοῦτο γὰρ συνῆλθεν ἡ φύσις τῶν ἐν γενέσει, καὶ τοῦτο αὐτοῖς κοινόν, τὸ γίνεσθαι πάντα ἐκ πάντων, ἐκ στοιχείων σύνθετα καὶ ἐκ συνθέτων στοιχεῖα ἄλλον τρόπον· ὥστε δῆλον ὅτι τὰ ἐν γενέσει ἅπαντα κοινὸν ἔχουσι τὸ ἐξ ἀλλήλων γίνεσθαι. εἰπὼν δὲ ὅτι τὰ ἐν γενέσει πάντα κοινωνεῖ κατὰ τὴν ὕλην καὶ τὸ γίνεσθαι ἐξ ἀλλήλων, ἐπάγει καὶ ἄλλα οὕτως ἐστὶν ὧν κοινωνεῖ ἅπαντα εἰς τὸ ὅλον, του· οὐ μόνον κατὰ τὸ γίνεσθαι ἐξ ἀλλήλων κοινωνεῖ εἰς συμπλήρωσιν τοῦ ὅλου, ἀλλὰ καὶ κατὰ ἄλλα, οἷον χρώματα σχήματα μεγέθη. ταῦτα γὰρ πάντα συντελεῖ εἰς τὴν τοῦ ὅλου φύσιν· οὐδὲν γὰρ αἰσθητὸν χωρὶς μεγέθους καὶ σχήματός ἐστιν. οὕτω μὲν οὖν ὁ ἡμέτερος καθηγεμὼν τὸ παρὸν ἐξηγεῖτο χωρίον. μήποτε δὲ τὸ εἴς γε τὸ διακριθῆναι ἀνάγκη ἅπασιν ἐλθεῖν, τὸ ἅπασιν οὐκ ἐπὶ τῶν ἐν γενέσει μόνον ἀκούειν δεῖ, ἀλλ’ ἐπὶ πάντων, καὶ αὐτῶν φημι τῶν κυκλοφορητικῶν καὶ θείων σωμάτων, ἵν’ ᾖ τὸ λεγόμενον ‘ἀνάγκη ἅπασι καὶ τοῖς ἐν γενέσει καὶ τοῖς κυκλοφορητικοῖς ἐλθεῖν εἰς τὸ διακριθῆναι ἤτοι συστῆναι τὸν ὅλον κόσμον’, ἵν’ ᾖ τὸ διακριθῆναι ἀντὶ τοῦ συστῆναι. οὕτως γὰρ Ἀναξαγόρας ἔλεγεν ὅτι διακρίνας ὁ νοῦς ἀπ’ ἀλλήλων τὰς ὁμοιομερείας συνέστησε τὸ πᾶν. τὸ δὲ καὶ ἄλλα οὕτως ἐστὶν ὧν κοινωνεῖ ἅπαντα εἰς τὸ ὅλον συνεχὲς ἂν εἴη τῷ περὶ τῆς πολιτείας ὑποδείγματι, ὡς εἰ ἔλεγεν ‘ὥσπερ ἐπὶ τῇ τῆς πολιτείας συστάσει πάντα κοινωνεῖ ἀλλήλοις. οὕτως εἰσὶ καὶ ἄλλα τινὰ κοινωνοῦντα καὶ βοηθοῦντα ἀλλήλοις εἰς τὴν τοῦ ὅλου συμπλήρωσιν, οἷον ἐπὶ τῆς οἰκίας οἱ μὲν οἰκοδομοῦσιν, οἱ δὲ διακομίζουσι τὸν πηλόν, οἱ δὲ λεαίνουσι τὰ ξύλα, πάντες δὲ πάντα ταῦτα διὰ τὴν τῆς οἰκίας ποιοῦσιν ὁλότητα.’ Ὅσα δὲ ἀδύνατα ἢ ἄτοπα συμβαίνει τοῖς ἄλλως λέγουσιν ἕως τοῦ δεῖ μὴ λανθάνειν. εἰπὼν τὰ δοκοῦντα αὐτῷ νῦν ἁ ἐν ταῖς ἄλλαις ἁπάσαις αὐτοῦ πραγματείαις εἴρηκε τοὺς ἄλλους λέγειν συντόμως ἐκτίθεται, λέγων |δεῖ μὴ λανθάνειν ὅσα ἄτοπα καὶ ἀδύνατα συμβαίνει τοῖς ἄλλως ἢ ὡς ἡμεῖς λέγομεν εἰποῦσι. καὶ τίνα τὰ ὑπ’ ἐκείνων λεγόμενα ἐκτίθεται. πάντες γάρ, φησίν, ἐξ ἐναντίων ποιοῦσι πάντα, οὔτε τὸ πάντα γεγενῆσθαι λέγοντες ὀρθῶς (οὐ γὰρ πάντα γέγονεν) οὔτε τὸ ἐξ ἐναντίων (οὐ εἰσι πᾶσιν ἐναντία· τῷ γὰρ κυκλοφορητικῷ σώματι οὐδέν ἐστιν ἐναντίον)· ὥστε, ᾗ μὲν τινὰ γέγονε τινὰ δὲ οὐ γέγονεν, οὗτοι δὲ πάντα γενέσθαι ἔλεγον, οὐκ ὀρθῶς ὑπελάμβανον· ὁμοίως ἐπεὶ τισὶ μέν εἰσιν ἐναντία τισὶ δὲ οὐκ ἔστι, πᾶσι δ’ ἀπεφαίνοντο ὡς ἔστιν ἐναντιότης, ἐσφάλλοντο. ἀλλὰ καὶ ὅσοις ἐστὶν ἐναντίον πῶς ἐκ τοῦ ἐναντίου τὰ ἐναντία γίνεται οὐ λέγουσιν· οὐ γὰρ γίνεται ἡ λευκότης μελανία οὐδὲ πάσχει ὅλως ἡ λευκότης ὑπὸ τῆς μελανίας. ἡμῖν δέ, φησί, λύεται αὕτη ἡ ζήτησις ὑποθεμένοις τρίτον ὑποκείμενον τὴν ὕλην. οἱ δέ, ὥσπερ ὁ Πλάτων’, τὸ ἕτερον τῶν ἐναντίων ἐποίουν ὑποκείμενον τῷ ἑτέρῳ· τὸ γὰρ κακὸν καὶ τὸ ἄνισον (ἔλεγε δὲ διὰ τοῦ κακοῦ καὶ ἀνίσου τὴν ὕλην) ὑποκείμενον ἐποίει τῷ τῶν ἐναντίων τῷ ἀγαθῷ καὶ ἴσῳ, διὰ τοῦ ἀγαθοῦ καὶ ἴσου πάλιν τὸ εἶδος αἰνιττόμενος. ἐπεὶ δὲ ὁ Πλάτων’ τὴν ὕλην ποτὲ μὲν κακὸν ἐκάλει ποτὲ δὲ ἄνισον καὶ ἄλλοτε πολλά, ὁμοίως καὶ τὸ εἶδος ὁτὲ μὲν ἀγαθὸν ὁτὲ δὲ ἴσον καὶ ἄλλοτε ἕν, εἰπὼν ὅτι τὸ ἄνισον ὑποκείμενον ποιοῦσι τῶ ἴσω, ἐπήγαγεν ἢ τῷ ἑνὶ τὰ πολλά. ἀλλ’ οὐδὲ οὗτοι, φησίν, εἰρήκασι τὸν τρόπον, καθ’ ὃν τὸ ἐναντίον τῷ ἐναντίῳ ὑπόκειται. ἐγκαλεῖ δὲ αὐτοῖς ὅτι τὴν ὕλην ἔλεγον ἐναντίον· οὐ γάρ ἐστιν ἡ ὕλη ἐναντίον τῷ εἴδει, ἥτις καὶ συνυπάρχει αὐτῷ, ἀλλ’ ἡ στέρησις. ὥστε τὸ μὲν τὴν ὕλην λέγειν ὑποκείμενον τῷ εἴδει καλῶς λέγεται αὐτοῖς, τὸ δὲ λέγειν ἐναντίον τῷ εἴδει, οὐ καλῶς· τὰ γὰρ ἐναντία οὐδέποτε συνυπάρχειν δύναται. ἐπειδὴ δὲ καὶ ὁ Ἀριστοτέλης καὶ μᾶλλον καὶ μάλιστα τὴν ὕλην ὑποκείμενόν φησιν, ὥσπερ ἀπολογούμενος ὑπὲρ ἑαυτοῦ λέγει, ἀλλ’ ἡ μῖν λύεται τὸ τοιοῦτον ἄτοπον· εἰ γὰρ καὶ ὑποκείμενον λέγομεν τὴν ὕλην, ἀλλ’ οὐδενὶ αὐτήν φαμεν ἐναντίαν, ἀλλὰ τὰ χάριν αὐτῆς μαχόμενα τὸ εἶδος καὶ τὴν στέρησιν. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα ὧδε καὶ γὰρ ἡ ὕλη ἡ μία· καὶ εἴη ἄν λέγων ‘καὶ γὰρ ἡ ὕλη ἡ πρώτη οὐδενί ἐστιν ἐναντία ἄποιος γάρ ἐστιν), ἡ γῆ δὲ καὶ τὸ πῦρ καὶ τὰ μεταξύ, ἅπερ εἰσὶ προσεχεστέρα ὕλη, ἔχει πρὸς ἄλληλα ἐναντίωσιν.’ Ἔτι, φησίν, εἰ ὑπόκειται τὸ κακὸν καὶ πάντα ἐστὶν ἐκ τοῦ κακοῦ, πάντα μεθέξει τοῦ κακοῦ καὶ οὐδὲν ἔσται ἀγαθὸν πλὴν τοῦ ἑνός, ὃ καθ’ αὑτὸ εἶναι ἔλεγον. ἀλλ’ οἱ μὲν περὶ Πλάτωνα ἀρχὰς τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐτίθεντο, οἱ δὲ ἄλλοι, οἷον οἱ Πυθαγόρειοι, ἐνίστανται φάσκοντες ὅτι τὸ ἀγαθὸν οὐκ ἔστιν ἀρχή· καὶ πῶς οἱ Πυθαγόρειοι τὸ ἀγαθὸν καὶ ἄριστον ἀρχὴν εἶναι οὐκ ἐβούλοντο, εἴρηται ἐν |τῷ παρόντι βιβλίῳ ἐξηγουμένοις τὴν λέξιν τὴν “ὅσοι δὲ ὑπολαμβάνουσιν ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος τὸ κά· λλιστον καὶ ἄριστον μὴ ἐν ἀρχῇ εἶναι.” ἄλλοι δέ, φησί, τὸ ἀγαθὸν λέγοντες ἀρχὴν ὀρθῶς λέγουσιν, ἀλλ’ ἀρχὴν λέγοντες τὸ ἀγαθὸν οὐ διορίζουσιν εἴτε ὡς τελικὸν εἴτε ὡς ποιητικὸν εἴτε ὡς εἰδικὸν αὐτό φασιν. ἐγκαλεῖ δὲ καὶ τῷ Ἐμπεδοκλεῖ ἀτόπως τὴν φιλίαν ἀρχὴν τιθεμένῳ. συναγωγὸν γὰρ λέγων τὴν φιλίαν καὶ ποιητικὸν τοῦ σφαίρου φαίνεται ὅτι ποιητικὸν εἶναι αἴτιον αὐτὴν βούλεται· πάλιν δὲ μέρος αὐτὴν ποιῶν τοῦ μίγματος καὶ τοῦ σφαίρου ἐμφαίνει ὅτι ὑλικὸν εἶναι αὐτὴν αἴτιον ἀποδέχεται. τοῦτο θεὶς λέγει, εἰ καὶ συγχωρήσομεν τὴν φιλίαν τῷ ὑποκειμένῳ εἶναι καὶ ὡς ὅλην καὶ ὡς κινοῦν, ἀλλὰ τῷ γε λόγῳ διαφέροι ὔ πάντως. εἰ δὲ τοῦτο, πότερον διότι κινεῖ ἐστι φιλία ἢ διότι ἐστὶν ὕλη; ἔδει οὖν λέγειν κατὰ τί αὐτῇ τὸ φιλίᾳ εἶναί ἐστιν. ἄλλως τε εἰ ἐστιν ἡ φιλία, ὡς Ἐμπεδοκλῆς βούλεται, τὸ ἀγαθόν, τὸ νεῖκος ἔσται κακόν· εἰ γὰρ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ· εἰ δὲ τοῦτο, πῶς οἷόν τε λέγειν ἄφθαρτον τὸ νεῖκος; ὅταν γὰρ ἡ φιλία συνελθοῦσα μετὰ τῶν πάντων ποιήσῃ τὸν σφαῖρον, ἀναγκαῖον τὸ νεῖκος φθείρεσθαι. οὐ γὰρ ἅμα ἔσται τὸ νεῖκος καὶ ἡ φιλία. ψεῦδος ἄρα ὅτι τὸ νεῖκος ἄφθαρτόν ἐστιν ὡς Ἐμπεδοκλῆς ἀποδέχεται. Ἀναξαγόρας δὲ ἀρχὴν κινητικὴν τὸ ἀγαθὸν ἤτοι τὸν νοῦν ἐτίθετο. ἀλλ’ ἐπεὶ τὸ κινοῦν ἕνεκά τινος κινεῖ, ἔσται τι οὗ ἕνεκα ὁ νοῦς κινεῖ, καὶ τί ἐστι τοῦτο λεγέτωσαν. πλήν, φησίν, ἐὰν λέγῃ ὁ Ἀναξαγόρας, ὥσπερ καὶ ἡμεῖς φαμεν. ἡμεῖς μὲν λέγομεν ὅτι ἡ ἰατρικὴ τὸ εἶδός πὼς οὖσα τῆς ὑγιείας, ὅταν τι κινῇ ἕνεκεν τῆς ὑγιείας, ἕνεκεν ἑαυτῆς τοῦτο κινεῖ. εἰ οὖν καὶ ὁ Ἀναξαγόρας περὶ τοῦ νοῦ οὕτω λέγει ὅτι τὸ κινοῦν καὶ οὗ ἕνεκεν κινεῖ αὐτός ἐστι, καὶ διὰ τοῦτο πᾶν ὃ ἂν κινῇ ἕνεκεν αὐτοῦ τὸ κινούμενον κινεῖται, λέγοι ἄν οὕτω λέγων εὔλογα. ἐγκαλεῖ δὲ τῷ Ἀναξαγόρᾳ καὶ ἕτερον λέγων ἄτοπον δὲ τὸν νοῦν ἀγαθὸν λέγοντα μὴ ποιῆσαι αὐτῷ ἐναντίον τὸ κακόν· τῶν γὰρ ἐναντίων θατέρου ὄντος ἐν ὑπάρξει, ἀνάγκη καὶ θάτερον εἶναι. τοῖς δὲ κατὰ μέρος τούτοις καὶ ἕτερον ἐπάγει κοινὸν πᾶσιν ἔγκλημα λέγων, εἴ τις μὴ ῥᾳθυμήσῃ μηδ’ ἀποκνήσῃ τὰ αὐτῶν μετελθεῖν, ἀλλὰ ἀκριβῶς μετέλθῃ, εὑρήσει πάντας ἐξ ὧν λέγουσιν ἀρχὰς ποιοῦντας τὰ ἐναντία, μὴ χρωμένους δὲ ἐν τῇ τῶν πραγμάτων γενέσει, ἀλλὰ τρεπομένους εἰς ἕτερον. τοῦτο δὲ πολλαχῶς αὐτοῖς ἐνεκάλε· σε καὶ πολλαχοῦ τῆς προσηκούσης τετύχηκε σαφηνείας. ἀλλὰ καὶ ὅσοι ἀρχὰς λέγουσι πάντα ἐκ τῆς ὑποτεθείσης αὐτοῖς ἀρχῆς γεννῶντες, οἷον οἱ τὸ ὕδωρ ἀρχὴν τιθέμενοι ἐξ αὐτοῦ καὶ οὐρανὸν καὶ γῆν |καὶ πάντα γενέσθαι λέγοντες, τὴν αἰτίαν τοῦ διὰ τί τὰ μὲν αὐτῶν ἐστι φθαρτὰ τὰ δῖέ ἄφθαρτα, λέγειν ἐρρᾳθύμησαν. ἀναγκαῖον γὰρ ἦν εἰπεῖν διὰ τί ἐκ τῶν αὐτῶν ὄντα ἀρχῶν τὰ μὲν αὐτῶν φθαρτά ἐστι τὰ δὲ ἄφθαρτα. ὁ μὲν γὰρ Ἀριστοτέλης ἐξ ἄλλου μὲν ποιῶν (ἐκ τοῦ πέμπτου σώματος) τὰ οὐράνια, ἐξ ἄλλων δὲ τὰ ἐν γενέσει, ἔσχε λέγειν καὶ διὰ τί τὰ μὲν αὐτῶν ἐστι φθαρτὰ τὰ δὲ ἄφθαρτα· ἐκεῖνοι δὲ οὐχ ἕξουσι, τὸ αὐτὸ πᾶσιν ὑποκείμενον ποιοῦντες. Ετι, φησίν, ἄλλοι μέν, ὡς οἱ περὶ Ἡσίοδον, ἐκ τοῦ μὴ ὄντος πάντα γεννῶσι, καὶ λεγέτωσαν διὰ τί· οἱ δ’ ὥσπερ οἱ περὶ Παρμενίδην, ἴνα μὴ τοῦτο πάθωσι (κοινὴ γὰρ δόξα τῶν φυσικῶν πάντων τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ ὄντος γίνεσθαι), ἐν φασι τὸ ὂν καὶ ἀγέννητον. ἀλλὰ καὶ διὰ τί ἐστι γένεσις καὶ τί τὸ αἴτιον τοῦ ἀεὶ γένεσιν εἶναι οὐδεὶς λέγει. ταῦτα εἰπὼν λέγει ὅτι καὶ τοῖς δύο ἀρχὰς ποιοῦσιν, οἷον τὰ ἐναντία, καὶ τοῖς τὰ εἴδη, οὐκ ἀρκεῖ ταῦτα πρὸς τὸ τὰ ὄντα ἔχειν ὥσπερ ἔχει, ἀλλ’ ἀνάγκη ἄλλην ἀρχὴν κυριωτέραν τούτων ὑποθέσθαι, ἣν οὗτος εἶπε τὸν πολυτίμητον νοῦν. ἐξ αὐτοῦ γὰρ πάντα καὶ εἰς αὐτὸν ἐπιστρέφει. καὶ τὴν αἰτίαν τοῦ ἀναγκαῖον εἶναι ἄλλην ἀρχὴν ὑποθέσθαι κυριωτέραν τίθησι λέγων ‘ἐπεὶ γὰρ τῇ μεθέξει κτὰ τοὺς λέγοντας τῶν εἰδῶν τὰ τῇδε γίνεται, πῶς, φησί, μεθέξει τούτων ἡ ὕλη, εἰ μὴ ἔστιν ἄλλο κυριώτερον τὸ κινῆσον ἀμφότερα, τήν τε ὕλην καὶ τὴν ἀπὸ τοῦ εἴδους ἐν τῇ ὕλῃ γινομένην, ὡς αὐτοί φασιν, ἀπόρροιαν’; εἰ γὰρ ἀπόρροιαί τινες ἐκ τῶν εἰδῶν ἀπορρέουσαι καὶ συντιθέμεναι τῇ ὕλῃ τὰ τῇδε γίνεται, ἀνάγκη πάντως εἶναι τὸ κινοῦν καὶ τὴν ὕλην πρὸς τὸ δέξασθαι τὴν ἀπόρροιαν καὶ τὴν ἀπόρροιαν πρὸς τὸ συγγενέσθαι τῇ ὕλῃ. καὶ τοῖς μὲν ἄλλοις θεολόγοις τοῖς ἀρχὰς τὰ ἐναντία λέγουσιν ἀνάγκη κατ’ αὐτοὺς τῇ φιλοσοφίᾳ καὶ τιμιωτάτῃ καὶ βεβαιοτάτῃ ἐπιστήμῃ εἶναί τι ἐναντίον. εἰ γὰρ ἡ ἐπιστήμη ταὐτόν ἐστιν, ὥσπερ πρὸ ὀλίγου εἴρηται, τῷ ἐπιστητῷ, εἰ ἔστι τῇ ἀρχῇ τῷ κυρίως ἐπιστητῷ ἐναντίον, ἔσται καὶ τῇ ἐπιστήμῃ. ἀλλ’ ἐκείνοις μὲν συμβαίνει τοῦτο τὸ ἄτοπον τὸ εἶναί τι ἐναντίον τῇ σοφία, ἡμῖν δέ, φησίν, οὐδαμῶς. οὐδὲν γάρ ἐστιν ἐναντίον τῷ πρώτῳ αἰτίῳ τῷ πολυτιμήτῳ νῷ, ὥστε οὐδὲ τῇ περὶ αὐτὸ ἐπιστήμῃ. καὶ τὴν αἰτίαν τοῦ μηδὲν εἶναι ἐναντίον τῷ πρώτῳ αἰτίῳ συντόμως τέθεικεν εἰπὼν πάντα γὰρ τὰ ἐναντία ὕλην ἔχει καὶ ἐν ὅλῃ ἔστι καὶ δυνάμει ἐστὶ τὸ ἐναντίον· τὸ γὰρ λευκὸν δυνάμει τὸ μέλαν ἐστίν. ὥστε εἴπερ ἐστὶ τῇ πρώτῃ ἀρχῇ ἐναντίον, οὐδὲν δὲ ἐναντίον καθ’ αὑτό ἐστιν, ἀλλ’ ἐν ὑποκειμένῳ καὶ ἐν ὕλῃ, ἡ δὲ πρώτη ἀρχὴ ἀυλοτάτη καὶ ἐνέργεια οὖσα καὶ πάντῃ τοῦ δυνάμει ἀμοιροῦσά ἐστιν, οὐκ ἂν εἴη αὐτῇ ἐναντίον τι. ὥστε οὐδὲ |τῇ περὶ αὐτὴν ἐπιστήμῃ ἔσται ἐναντία ἡ ἄγνοια· εἰ γάρ ἐστιν ἡ ἄγνοια ἐναντίον τῇ τοιαύτῃ ἐπιστήμῃ, ἔσται καὶ τὸ περὶ ὃ ἡ ἄγνοι ἐναντίον τῇ πρώτῃ ἀρχῇ. ἔτι εἰ μὴ ἔσται παρὰ τὰ αἰσθητὰ ἄλλα, οὐκ ἔσται ἀρχὴ καὶ τάξις. οὐ παρέργως νῦν τοῦτο τίθησιν, ἀλλ’ ἐπεὶ μέλλει ἀντιλέγειν τοῖς Πυθαγορείοις καὶ Πλάτωνι, συνίστησι πρῶτον ὅτι εἰσὶν οὐσίαι νοηταί, καὶ οὕτως ἀκολούθως ζητεῖ τι καὶ τίνες αὗταί εἰσιν αἰ τοῦ Πλάτωνος ἰδέω ἢ οἱ Πυθαγόρειοι ἀριθμοί. εἰ οὖν μή ἐστι, φησί, νοητὴ ἀρχὴ καὶ ἀσώματος καὶ καθ’ αὑτήν, οὐκ ἔσται τάξις καὶ γένεσις. καὶ τί φημι ὡς οὐκ ἔσται γένεσις; οὐδ’ αὐτὰ τὰ οὐράνια ἔσται, ἅπερ ἐν τῇ Περὶ οὐρανοῦ ἀγένητα δέδεικται καὶ ἄφθαρτα. ἀλλ’ εἰ μέλλει ἀεί τι εἶναι, ἔστι ἀρχῆς ἀρχὴ καὶ ταύτης ἑτέρα καὶ τοῦτο εἰς ἄπειρον. ὥσπερ οἱ θεόλογοι φασίν. εἰ γάρ ἐστι τοῦ Ἡρακλέος ἀρχὴ ὁ Ζεὺς καὶ τούτου ὁ Κρόνος καὶ τούτου ἑτέρα, ἢ πάλιν εἰ ἔσονται τῶν τῇδε ἀρχαὶ τὰ εἴδη καὶ τούτων οἱ ἀριθμοὶ καὶ τούτων ἡ δυὰς καὶ τὸ ἕν, ἐπ’ ἄπειρον ἡ πρόοδος ἥξει. ἄλλως τε εἴ εἰσιν ἀρχαὶ αἱ ἰδέαι, ὡς ὁ Πλάτων’ λέγει, ἢ οἱ ἀριθμοί, ὡς οἱ Πυθαγόρειοί φασιν, οὐδενὸς ἔσται αἴτια, ὥσπερ ἐν τῷ μείζονι Α δέδεικται καὶ ἐν τοῖς ἐφεξῆς δύο δειχθήσεται βιβλίοις. εἰ δὲ μή, τουτέστιν εἰ δὲ λέγοι τις ὅτι ‘ψεῦδος τὸ μὴ εἶναι τὰ εἴδη καὶ τοὺς ἀριθμούς τινων αἴτια· εἰσὶ γάρ’, συγχωρητέον αὐτῷ τοῦτο νῦν, ἀλλὰ κινήσεως αἴτια οὐδαμῶς ἔσονται τὰ εἴδη καὶ οἱ ἀριθμοί. συγχωρήσας οὖν ὅτι εἰσὶν οἱ ἀριθμοὶ αἴτια, ἐρωτᾷ, πῶς ἐξ ἀμεγεθῶν τῶν ἀριθμῶν καὶ διωρισμένων ἀπ’ ἀλλήλων ἔσται μέγεθος καὶ συνεχές. ὁ γὰρ ἀριθμὸς οὐ ποιήσει συνεχές· ἀδύνατον γὰρ μονάδα μονάδι συσχεθῆναι. τὸ δὲ οὔτε ὡς κινοῦν οὕτε ὡς εἶδος ἀντὶ τοῦ ἀλλὰ μὴν οὔτε ὡς κινητικὸν αἴτιον οὔτε ὡς εἰδικὸν ὁ ἀριθμὸς ἔσται. εἰπὼν δὲ ὅτι οὔτε τὰ εἴδη οὔτε οἱ ἀριθμοί εἰσι κινητικά, λέγει ὅτι οὐδὲ τῶν ἐναντίων οὐδὲν ἔσται ποιητικὸν καὶ κινητικόν, οἷον φέρε τὸ κακὸν ἢ τὸ ἄνισον. τὸ γὰρ ἐναντίον δύναμίς ἐστι καὶ δύναται ἐνεργῆσαι, ὥστε ἦν ὅτε μὴ ἐνήργει· πᾶσα γὰρ ἐνέργεια δυνάμεως ὑστέρα. ὅτε οὖν οὐκ ἐνήργει καὶ οὐκ ἐποίει, οὐδὲν ἦν τῶν ὄντων, ὅπερ ἀδύνατον· δέδεικται γὰρ ὅτι ἀίδια τὰ ὄντα. ἀναιρετέον ἄρα τὸ λέγειν ὅτι τὸ ἕτερον τῶν ἐναντίων ἐστὶ ποιητικόν· δύναμις γὰρ ὂν τὸ ἐναντίον, ὡς εἴρηται, ὕστερον ἐκβαίνει εἰς ἐνέργειαν. ὅτι δέ, φησίν, ἡ δύναμις τρόπον τινὰ προτέρα ἐστὶν ἐνεργείας, εἴρηται· εἴρηται γὰρ ὅτι ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνός, οἷον τοῦ Σωκράτους, ἐστὶν ἡ δύναμις προτέρα τῆς ἐνεργείας, πρὸς δὲ τὸ πᾶν οὐδαμῶς. ἔτι, φησί, τίνι οἱ ἀριθμοὶ ἐν εἰσιν, ἢ τί τὸ ἑνῶσαν τὰς τρεῖς μονάδας καὶ ποιῆσαν τὸν τρία ἀριθμὸν ἢ τὰς ἑπτὰ τὸν |ἑπτά, καὶ τῶν ἄλλων ὁμοίως. ἀλλὰ καὶ τὴν ψυχὴν τί τὸ ἑνῶσαν μετὰ τοῦ σώματος καὶ ποιῆσαν ἕν τι, καὶ ὅλως, φησί, τὸ εἶδος καὶ τὸ πρᾶγμα, οἶμαι πρᾶγμα λέγων τὴν ὕλην, τὸ δὴ εἶδος καὶ ἡ ὕλη πῶς ἓν γίνεται, οὐδεὶς λέγει, οὐδὲ ἐνδέχεται εἰπεῖν ἐνεργείᾳ ποιοῦντας καὶ κα αὑτὰ τὰ εἴδη, ἐὰν μὴ εἴπωσιν ὡς ἡμεῖς λέγομεν, ὅτι τὸ εἶδος μὴ ὂν καθ’ αὑτὸ ἐν ὑπάρξει ἀλλὰ δυνάμενον τῇ τοιᾷδε τῆς ὕλης κινήσει ἐπιγενέσθαι αὐτῇ, ὅταν ὑπὸ τοῦ κινοῦντος αὐτὴν κινηθῇ, ἀπολαμβάνει αὐτό· καὶ οὐ χρὴ ζητεῖν πῶς ἡ στρογγυλότης μετὰ τοῦ κηροῦ ἕν ἐστιν· οὐ γὰρ ὑπάρχουσα ἡ στρογγυλότης καθ’ αὑτὴν συνῆλθε τῷ κηρῷ, ἀλλ’ ἐπιγέγονε τῆ τοιαδὶ τοῦ κηροῦ κινήσει μὴ οὖσα καθ’ αὑτήν. τοῖς δὲ ποιοῦσιν ἐν ὑπάρξει καὶ καθ’ αὑτὰ τὰ εἴδη οὐκ ἐνδέχεται λέγειν, πῶς ἡ ὕλη ἀλλαχοῦ οὖσα καὶ τὸ εἶδος καὶ ἀπ’ ἀλλήλων κεχωρισμένα ἐν ὑπάρξει δὲ συνῆλθον, καὶ ἕν τι ἐξ αὐτῶν γέγονε. ἀλλὰ καὶ οἱ Πυθαγόρειοι, φησίν ἢ καὶ ὁ Πλάτων’. οἱ λέγοντες ὅτι ἐκ μὲν τοῦ τρία ἀριθμοῦ γέγονε τὸ ἐπίπεδον καὶ ἐξ αὐτοῦ τὰ τρίγωνα καὶ ἐξ αὐτῶν αἱ πυραμίδες καὶ ἐξ αὐτῶν τὸ πῦρ, καὶ πάλιν ἐκ μὲν τῆς πεντάδος ἡ δικαιοσύνη σύνῃ ἐκ δὲ τῆς μονάδος ὁ οὐρανὸς καὶ ἄλλο ἐξ ἄλλου, ἐπεισοδιώδη τὴν τῶν ὄντων φύσιν ποιοῦσι, τουτέστιν οὐδὲν κοινὸν ἕτερον ἑτέρῳ ἔχειν φασὶν ἀλλ’ ἠλλοτριωμένα· ὥστε εἴπερ ἐστὶ φέρε εἰπεῖν τὸ πῦρ πάντῃ ἀλλότριον τῇ γῇ καὶ μηδέν ἐστι κοινὸν αὐτοῖς, εἴτε ἔστι τὸ πῦρ εἴτε μὴ ἔστιν, οὐδὲν συμβαλεῖται πρὸς τὸ εἶναι τῇ γῇ· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ἡμεῖς γὰρ πάντα πᾶσι κοινωνεῖν κτά τι λέγοντες καὶ συμβάλλεσθαι καὶ συνεργεῖν ἄλλην οὐσίαν ἄλλῃ εἰς τὸ εἶναί φαμεν. τὸ δὲ ἐκ πάντῃ ἄλλης, οἷον τῆς μονάδος, ἀρχῆς ὂν τί συμβαλεῖται τῷ ἐξ ἄλλης ἀρχῆς, οἷον τοῦ τριγώνου ἢ τοῦ κύβου, ὄντι· οὐδὲν ἂρ μονάδι καὶ κύβῳ κοινόν. ὥστε ἐπεὶ καὶ ἐν τοῖς ἐφ’ ἡμῖν ὅταν μὴ συνεργῇ ἕτερος ἑτέρῳ κακῶς πάσχομεν, καὶ ἐν τῷ παντὶ τοῦτο γενήσεται· ὥστε καὶ διὰ τοῦτο τὰ ὄντα κακῶς πολιτεύσεται καὶ διὰ τὸ πολλὰς ποιεῖν τοὺς Πυθαγορείους καὶ τοὺς ὁμοίους ἀρχάς. ὅπου γὰρ πλῆθος ἀρχῶν, ἀταξία· ἡ γὰρ πολυαρχία αὐτὸ τοῦτο ἀταξία ἐστίν. ἀλλὰ μὴν τὰ ὄνια οὐ πολιτεύεται κακῶς ἀλλὰ τεταγμένως καὶ ἀρίστως. εἰ δὴ ἡ πολυαρχία ἀταξία καὶ τοῦ κακῶς τὰ ὄντα πολιτεύεσθαι αἰτία ἐστίν, ἐπειδὴ τὰ ἐφ’ ἡμῖν ὑπ’ ἀλλήλων συνεργούμενα οὐ κακῶς πολιτεύεται ἀλλ’ ἀρίστως, οὐκ ἂν εἶεν ἀρχαὶ πολλαί· οὐ γὰρ ἀγαθὸν πολυκοιρανίη, ἀλλ’ εἷς κοίρανος, μία ἀρχή, εἷς θεός ἐστι. τὰ γὰρ τῶν πλανωμένων αἴτια θεοὶ μέν, ἀλλὰ μεθέξει καὶ τῷ βουλήματι τοῦ πρώτου καὶ μακαριωτάτου ἐξήρτηνται νοός. |