Ancient Greek
ΣΧΟΛΙΑ ΤΟ Ι ΤΩΝ ΑΠΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ
Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria ΣΧΟΛΙΑ ΤΟ Ι ΤΩΝ ΑΠΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ.1
Not analysed yet
Ἐπεὶ οἱ τὰς ἰδέας τιθέμενοι καὶ αὐτοὲν ἐδόξαζον, τοῦτο αὐτὸ λέγοντες εἶναι τὴν φύσιν αὐτοῦ καὶ ἐν τούτῳ οὐσιῶσθαι ἐν τῷ ἓν εἶναι (οὐδὲ γὰρ ὥσπερ ὁ Σωκράτης ἓν ὂν ὑπόκειται αὐτός, κατηγορεῖται δὲ αὐτοῦ τὸ ἕν, οὕτως ἔλεγον καὶ ὡς αὐτοενὶ ὑποχεῖσθαί τινα φύσιν, λέγεσθαι δὲ κατ’ αὐτῆς τὸ αὐτοέν, οὔτε ὡς οἱ φυσικοὶ μίαν λέγοντες τὴν ἀρχὴν ὑπετίθουν αὐτῇ πῦρ ἢ ὕδωρ ἢ ἀέρα, ἀλλ’ οὐσιῶσθαι αὐτὸ ἐν τῷ ἓν εἶναι, καὶ εἶναι αὐτοῦ φύσιν τὸ ἕν, μηδὲ ὂν αὐτὸ λέγοντες ἀλλὰ μόνον ἕν· καὶ ὅτῳ φίλον πῶς ταῦτα λέγουσι μαθεῖν; ἐντυγχανέτω τὸν ἐπιγραφάμενον Παρμενίδην ἢ Περὶ ἰδεῶν τοῦ Πλάτωνος διάλογον) —ἐπειδὴ οὖν ταύτην εἶχον περὶ τοῦ ἑνὸς τὴν ἔννοιαν, ζητῆσαι ἐν τῷ παρόντι βιβλίῳ προτίθεται εἰ ἔστι τι τοιοῦτον ἓν ἢ μή. πρότερον δὲ διαίρεσιν ποιεῖται τοῦ ἑνὸς καὶ λέγει τίνα ἐστὶ τὰ κυρίως σημαινόμενα τοῦ ἑνὸς καὶ πῶς τὸ ἓν τέως ἐν τοῖς αἰσθητοῖς εἶναι ὑπολαμβάνομεν. λέγει δὲ ὅτι τῷ ἑνὶ πανταχοῦ ὡς ἀρχῇ μέτρου χρώμεθα καὶ ἐν ἀριθμοῖς καὶ ἐν μεγέθεσι καὶ ἐν μέλεσι· τὴν γὰρ δίεσιν ἀρχὴν τῶν μελῶν ποιούμεθα. περὶ δὴ τούτων καὶ ἄλλων τοιούτων πρότερον τὸν λόγον ποιεῖται, καὶ οὕτω ζητεῖ εἰ δύναται εἶναί τι τοῦτο αὐτὸ ἔχον φύσιν τὸ ἕν, εἶτα ζητεῖ καὶ περὶ τῶν ἐναντίων τίνα ἐστὶ καὶ ὅλως περὶ τῶν ἀντικειμένων καὶ πῶς εἰσι. τὰ μὲν οὖν ἐνταῦθα λεχθησόμενα τοιαῦτα, ἰτέον δὲ ἡμῖν ἐπὶ τὴν τῶν λεγομένων σαφήνειαν. Τὸ ἓν ὅτι μὲν λέγεται πλεοναχῶς, ἐν τοῖς περὶ ποσαχῶς διῃρημένοις εἴρηται πρότερον. Ἐν τῷ Δ τῆσδε τῆς πραγματείας εἴρηκε περὶ τῶν τοῦ ἑνὸς σημαινομένων, ὅτε καὶ περὶ ἰῶν ἄλλων ἁπάντων ὧν ἐκεῖσε ἐμνήσθη ἐπεσκέπτετο ποσαχῶς ἕκαστον λέγεται. καὶ νῦν πάλιν. ὑπομιμνήσκει λέγων τὸ ἓν ὅτι μὲν λέγεται πλεοναχῶς εἴρηται ἐν ἐκείνοις· οἱ συγκεφαλαιού- συγκεφαλαιούμενοι δὲ τρόποι τῶν πρώτων καὶ καθ’ αὑτὰ λέγ’ ομένων ἐν, τουτἐστιν οἱ πρῶτοι τῶν τοῦ ἑνὸς σημαινομένων τρόποι, ἀλλὰ μὴ οἱ κατὰ συμβεβηκὸς λεγόμενοι (οὗτοι γὰρ πάμπολλοί εἰσιν), οἱ πρῶτοι δὴ τέσσῶές εἰσι, καὶ τίνες οὗτοι καταλέγει. τό τε γὰρ συνεχές, φησίν, ἓν λέγεται· τὸ δὲ συνεχὲς ἢ ἁπλῶς καὶ καθόλου λέγεται (ἁπλῶς συνεχὲς καὶ οὐ κυρίως λέγεται τὸ ἁφῇ καὶ δεσμῷ ἢ κόλλῃ), τὸ δὴ συνεχὲς ἓν λέγελέγεται ἢ τὸ ἁπλῶς ὂν συνεχές, ἢ τὸ μάλιστά γε τῇ φύσει συνεχὲς ἕν ἐστιν· |φúσει δὲ συνεχῆ τά τε ζῷα καὶ τὰ φυτὰ καὶ ὅλως τὰ ἐκ φύσεως γινόὦνα ἀλλὰ μὴ ἀπὸ τέχνης. καὶ τούτων πάλιν τῶν φύσει συνεχῶν μάλιστα καὶ κυριώτατα ἓν λέγεται οὗ ἡ κίνησις ἀδιαιρετωτέρα καὶ μᾶλλον ἁ πλῆ. τοιοῦτον δ’ ἄν εἴη τὸ κυκλοφορητικὸν σῶμα· τῶν μὲν γὰρ ζῴων αἱ κινήσεις οὔκ εἰσιν ἁπλαῖ, οὐδ’ ἀδιαίρετοι. ᾗ μὲν γὰρ στάσει διαλαμβἁνονιαι (ἐν γὰρ ταῖς τῶν ποδῶν ἀντερείσεσιν, ὅτε κινοῦνται, στάσεις γίνονται) οὔκ εἰσιν άπλαἰ· ᾗ δὲ οὐ πᾶν ἅμα τὸ ζῷσν κινεῖται ἀλλ’ οὐδὲ τὰ μόρια αὐτοῦ (κινουμένου γὰρ τοῦ δεξιοῦ ποδὸς καὶ προηγουμένου ὁ λαιὸς ἵσταται, πάλιν τούτου προηγεῖσθαι μέλλοντά ἵσταται· ὁ δεξιός) εἰσὶ διαιρεταί· διαιροῦνται γὰρ ἐν ταrς στάσεσι. τοῦ δ’ οὐρανοῦ ἅτε ἄρθρα μὴ ἔχοντος ἀλλ’ ἑνὸς ὸ́νιος καὶ συνεχοῦς, οὐ δυνατήν ἐστι τὸ μὲν αὐτοῦ κινεῖσθαι τὸ δὲ μή, ἀλλ’ ἅπαντα τὰ μόρια αὐτοῦ ἅμα κινοῦνται· ὥστε κυριώτερον ἓν τῶν ἐνταῦθα τὸ κυκλοφορητικόν ἐστιν. ὅτι δὲ τοῦτο λέγει κυρίως ἕν, μετ’ ὀλίγον καὶ αὐτὸς δηλώσει. ἔτι, φησί, τοιοῦτον καὶ μᾶλλον, τουτέστιν ἔτι ἓν λέγεται καὶ μᾶλλον ἓν τὸ ὅλον καὶ ἔχον τινὰ μορφὴν καὶ εἶδος. καὶ συμπεριείληφε διὰ τούτου τοῦ τρόπου πάντα τὰ φυσικὰ μεγέθη τά τε κ̀υκ̀ὶ‘)φορητικ̓ὰ καὶ τὰ ὑπὸ σελήνην. ἐπειδὴ δὲ εἶδός τί ἐστι καὶ ἡ ναῦς καὶ ἡ οἰκία, λἔ̀ιει μάλιστα δὲ εἴ τι φύσει τοιοῦτόν ἑστι καὶ μἡ βίᾳ, ὥσπερ ὅσα κόλλῃ ἢ γὁμφῳ ἢ συνδέσμῳ. γόμφῳ μέν ἐστιν ἓν ἡ ναῦς, κιβώτιον, συνδέσμῳ ὁ φάκελος κόλλῃ δὲ βιβλίον. ὅ σὰ δὴ ἔχει μορφὴν καὶ εἶδος φύσει ἀλλὰ μὴ βίᾳ ,ωασπερ ὅσα γόμφῳ ἐστὶν ὡς ἡ ναῦς, ἀλλ’ ἔχει ἐν ἑαυτοῖς τὸ αἴτιον τοῦ συνεχῆ εἶναι, ἓν λέγεται. ταῦτα δ’ ἐστὶ τὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ αἴτιον τοῦ συνεχῆ εἶναι, ὧν ἡ κίνησις μία καὶ ἀδιαίρετος τόπῳ καὶ χρόνῳ. εἰ γὰρ ἐν ἄλλῳ θὲν τόπῳ κινεῖταί τι, ἐν ἄλλῳ δὲ ἕτερον, ἐξ ἀνάγκης διαιρετή ἐστιν ἡ κίνησις, ὥσπερ ἔχει ἡ τῶν ζῴων βάδισις· ἐν ἄλλῳ μὲν γὰρ χρόνῳ κινεῖται ὁ δεξιὸς ποὺς καὶ ἐν ἄλλῳ ὁ λαιός. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ἔκδηλον ὅτι εἴ τι φύσει κινήσεως ἁ ρχὴν ἔχει τῆς πρώτης τὴν πρώτην, ὅτι τοῦτο πρῶτον μέγεθος ἕν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. δέδέδεικταί ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως ὡς ἡ κατὰ τόπον κίνησις προτέρα ἐστὶ τῶν ἄλλων κινήσεων, αὐξήσεως φθίσεως καὶ τῶν ἄλλων, τῆς δὲ κατὰ τόπον πάλιν δέδεικται ἐκεῖσε προτέρα ἡ κύκλῳ. τούτων ἐκεῖσε δειχθέντων λέγει, ἐπειδὴ τὸ κυκλοφορητικὸν σῶμα ἀρχὴν ἔχει ἐν ἑαυτῷ κινήσεως, ἡ δὲ κύκλῳ κίνησις πρώτη ἐστὶ τῆς κατὰ τόπον, ἥτις πάλιν ἡ κατὰ τόπον πρώτη τῶν ἄλλων, τὸ κυκλοφορητικὸν σῶμα δῆλον ὅτι πρῶτόν ἐστι μέγεθος· ἡ γὰρ τῶν μορίων αὐτοῦ κίνησις οὐκ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ γίνεται, ἀλλ’ ἅμα πάντα ἐν τῷ αὐτῷ χρόνῳ κινοῦνται. ἔστιν οὖν, ὥσπερ εἴρηται, ἡ κυκλοφορία πρώτη τῆς φορᾶς. καὶ τὸ ἔχον ἄρα ταύτην τὴν ἀρχὴν πρῶτόν ἐστι μέγεθος τοῦ ἔχοντος τὴν τῆς φορᾶς ἀρχήν. τὰ μὲν δὴ οὕτως ἓν λέγεται ἢ τὸ συνεχὲς ἢ τὸ ὅλον ὅλον δὲ ποῖον λέγεται εἴρηται ἐν τῷ Δ), τὰ δὲ λέγεται ἓν ὧν ἄν ὁ λόγος εἷς ᾖ. καὶ τίνων ὁ λόγος εἷς ἐστιν ἐπάγει· ὧν ἡ νόησις μία καὶ ἡ ἐπιστήμη. τίνων δὲ πάλιν ἡ νόησίς ἐστι μία ἐπιφέρει, ὧν ἁ διαιρετὸς ἡ νόησις. ἡ δὲ τοῦ ἀδιαιρέτου καὶ κυρίως ἑνὸς ἡ ἀδιαίρετος νόησίς ἐστιν ἢ εἴδει ἢ ἀριθμῷ. ὥστε ἐξ ὧν λέγει ὁ μὲν καθόλου ἄνθρωπος καὶ ἵππος καὶ ὅλως τὰ εἰδικώτατα εἴδη, καὶ ὁ Σωκράτης καὶ ὁ Πλάτων’ καὶ ἁπλῶς τὰ ἄτομά εἰσιν ἕν, τὸ δὲ ζῷον τὸ καθόλου ἓν οὐκ ἔστιν, ὅτι διαιρεῖται εἴς τε τὸ ζῷον πτηνὸν καὶ εἰς τὸ ζῷον πεζὸν καὶ εἰς τὸ ζῷον ἔνυδρον, ὧν αἱ νοήσεις καὶ ἐπιστῆμαι διάφοροι· ἄλλη γὰρ νόησις καὶ ἐπιστήμη ζῴου πτηνοῦ καὶ ἄλλη ζῴου πεζοῦ. ὁ δὲ ἄνθρωπος οὐ διαιρεῖται εἰς ἕτερα εἴδη εἰδικώτατον ὂν εἶδος, οὐδὲ οἱ κατὰ μέρος πολλῷ μᾶλλον ἄνθρωποι διαιποῦνται εἰς ἀνθρώπους. εἰ δὴ ἓν λέγομεν ὧν ἡ κίνησις μία καὶ ὧν ἡ νόησις καὶ ἡ ἐπιστήμη ἡ αὐτή, ταῦτα δὲ διὰ τὸ εἶδος συμβαίνει, ἓν ἄν εἴη πρῶτον τὸ ταῖς οὐσίαις αἴτιον τοῦ ἑνός· τοῦτο δ’ ἐστὶ τὸ εἶδος. καὶ ἐπανακεφαλαιοῦται διὰ βραχέων τὰ λεχθέντα λέγων λέγεται μὲν οὖν τὸ ἓν τοσαυταχῶς, τό τε συνεχὲς φύσει καὶ τὸ ὅλον ὁ γὰρ μονόχειρ συνεχὴς μέν ἐσ· τιν, ἀλλ’ οὐ καὶ ὅλος, ὥστε διαφέρει), καὶ τὸ καθ’ ἕκαστον καὶ ἄτομον, καὶ τὸ καθόλου καὶ τὸ εἶδος. λέγεται δ’ ἓν πάπα ταῦτα ἐν τῷ ἢ τὴν κίνησιν εἶναι ἀδιαίρετον ἢ τὴν νόησιν ἢ τὸν λόγον καὶ τὸ εἶδος. Δεῖ δὲ κατανοεῖν ὅτι οὐχ ὡσαύτως ληπτέον λέγεσθαι ποῖά τε ἓν λέγεται καὶ τί ἐστι τὸ ἑνὶ εἶναι καὶ τίς αὐτοῦ λόγος. Ἐπειδὴ ἑτέρα ἐστὶν ἡ φύσις τοῦ ἑνὸς καὶ ἕτερα τὰ καθ’ ὧν κατηγορεῖται ἄλλο γὰρ Σωκράτης καὶ (ἄλλο τὸ ἓν τὸ κατὰ τοῦ Σωκράτους κατηγορούμενον), λέγει ὅτι δεῖ κατανοεῖν ὅτι ἑτέρα ἐστὶν ἡ ζητοῦσα ζήτησις ποῖά τε τῶν φυσικῶν πραγμάτων ἓν λέγεται καὶ ἑτέρα ἡ τὸ ἑνὶ εἷναι καὶ τὸν λόγον καὶ τὴν φύσιν τοῦ ἑνὸς ζητοῦσα. τοῦτο δὴ θεὶς ἐπάγει ὅτι τὸ μὲν ἓν λέγεται τοσαυταχῶς ὁσαχῶς διωρίσθη (διωρίσθη δὲ τετραχῶς), καὶ ἕκαστον τῶν ὄντων ἓν λέγεται ᾧ ἄν τις τῶν τοῦ ἑνὸς διορισθέντων τρόπων ὑπάρξῃ. τὸ δὲ |ἑνὶ εἶναι καὶ ἡ φύσις τοῦ ἑνὸς ὁτὲ μὲν τούτων τινὶ ὑπάρξει, λέγων τούτων, τὸ συνεχὲς φύσει, τὸ ὅλον, τὸ ἔχον μορφὴν καὶ εἶδος καὶ ὅσα ἄλλα εἴρηται, ὁτὲ δὲ ἡ φύσις τοῦ ἑνὸς ὑπάρξει ἄλλῳ τινὶ ἑτέρῳ ὄντι τῶν ἀπηριθμημένων, ὅπερ ἕτερον ἐγγὺς τῷ ὀνόματί ἐστι, τουτέστι μᾶλλον τῶν ἄλλων τῷ ἑνὶ ἐγγίζει καὶ πλησιαίτερον ἐκείνων τῇ τοῦ ἑνός ἐστι φύσει καὶ κυριωτέρως τὸ ἓν κατὰ τούτου λέγεται, καὶ ἔστι μεταξὺ τῆς τοῦ ἑνὸς φύσεως καὶ τοῦ συνεχοῦς καὶ τοῦ ὅλου καὶ τῶν τοιούτων. τοῦτο δὲ τὸ μᾶλλον ἐγγίζον τῷ ἑνὶ ὁποῖόν ἐστι μετ’ ὀλίγον εἰσόμεθα, ὅταν καὶ αὐτὸς περὶ αὐτοῦ λέγῃ, ὅταν λέγῃ οὑτωσί μάλιστα δὲ τὸ μέτρον εἶναι πρῶτον ἑκάστου γένους καὶ κυριώττατα τοῦ ποσοῦ. ἔστιν οὖν ἄλλο ὃ καὶ μᾶλλον ἐγγὺς τῷ ὀνόματί ἐστιν, ἐκεῖνα δὲ τὰ ἀπηριθμημένα ἓν δυνάμει εἰσὶν ἕν, ἤτοι φύσεις τινὲς καὶ κατ’ αὐτῶν λέγεται τὸ ἕν. ἀλλὰ μὴν καὶ ἐκεῖνο τὸ παρὰ τὰ ἄλλα, ὃ καὶ μᾶλλον ἐγγὺς τοῦ ὀνόματός ἐστι, φύσις τίς ἐστι καὶ κατηγορεῖται καὶ ἐκείνου τὸ ἕν· οὐ γὰρ οὐσίωται ἐν τῶ ἑνὶ εἶναι. καὶ οἶμαι τὸ δυνάμει ἐκεῖνα ἴσον ἐστὶ τῶ ἐκεῖνα, τό τε συνεχὲς καὶ τὰ λοιπά, ὡς πρὸς τὸ ἄλλο, ὃ καὶ μᾶλλον ἐγγύς ἐστι τῷ ὀνόματι, ἐξεταζόμενα δυνάμει εἰσὶν ἕν, καθ’ αὑτὸ δὲ τοῦτο. μή ποτε δὲ ἐπειδή ὡς ἐρεῖ, τὸ ἕν, ὅ περ ἐγγὺς τῷ ὀνόματί ἐστιν, οὐδὲν ἄλλο τυγχάνει ὂν ἢ τὸ μέτρον καὶ ἀρχὴ τοῦ ποσοῦ ᾗ ποσόν, καὶ τούτου μάλιστα τὸ μέτρον τοῦ διωρισμένου ποσοῦ, ὅπερ ἐστὶν ἡ μονάς, δι’ ἣν λέγεται καὶ ἡ δίεσις ἓν καὶ μέτρον καὶ ἀρχὴ τῶν φθόγγων καὶ τοῦ βάρους ἡ λίτρα, μήποτε οὖν διὰ ταῦτα πόρρω ᾐνίξατο τοῦτο, λέγων, ὅτι ἡ μονὰς ἐγγύς ἐστι τῷ ὀνόματι, τὰ ἄλλα ἥ τε δίεσις καὶ ἡ λίτρα καὶ ἡ ποδιαία γραμμὴ καὶ τὰ ἄλλα ὧν ἐκεῖσε μνημονεύσει δυνάμει εἰσὶν ἓν καὶ οὐ καθ’ αὑτό. τὸ δὲ ὥσπερ περὶ στοιχείου καὶ αἰτίου εἰ δέοι λέγειν ἐπί τε τοῖς πράγμασι δι’ ὁρίζοντα καὶ τὰ ἑξῆς συνεχές ἐστι τοῖς ἄνω τοῖς δεῖ δὲ κατανοεῖν ὅτι οὐχ ὡσαύτως ληπτέον λέγεσθαι ποῖά τε ἓν λέγεται. καὶ ἔστιν ἡ πᾶσα τοῦ λόγου συνέχεια τοιαύτη· δεῖ κατανοεῖν ὅτι ἑτέρα ἐστὶν ἡ ζητοῦσα ζήτησις τὰ ὑποκείμενα, καθ’ ὧν τὸ ἓν λέγεται, καὶ ἑτέρα ἡ τὸ ἑνὶ εἶναι καὶ τὴν φύσιν καὶ τὴν οὐσίαν τοῦ ἑνὸς ζητοῦσα, ὥσπερ καὶ περὶ στοιχείου καὶ αἰτίου· διαφέρει γὰρ τὸ ζητεῖν τίς φύσις καὶ λόγος τοῦ στοιχείου, ὅτι ἐξ οὗ πρώτου φέρε εἰπεῖν ἐλαχίστου καὶ εἰς ὃ ἔσχατον ἐλάχιστον τὰ ἐκ τούτου ἀναλύεται, τῆς ζητήσεως, ἥπερ ζητεῖ τίνων τὸ στοιχεῖον καὶ ἡ τοιαύτη φύσις κατηγορεῖται, καὶ τίνι συνέβη στοιχείῳ εἶναι, πότερον τῷ πυρὶ ἢ ἄλλῳ τινί. ὅτι δὲ διάφοροι αἱ τοιαῦται ζητήσεις δῆλον· ἄλλον γὰρ ἀποδίδομεν τοῦ πράγματος, λέγω δὴ τοῦ πυρός, ὅρον καὶ ἄλλον τοῦ ὀνόματος, ὄνομα λέγων αὐτὸ τὸ κατηγόρημα ἤτοι τὸ στοιχεῖον. κατηγορεῖται γὰρ τὸ στοιχεῖον κατὰ τοῦ πυρός· φαμὲν γὰρ τό πῦρ στοιχεῖον. καὶ ἔστι, φησί, τὸ πῦρ τρόπον μέν τινα στοιχεῖον, τρόπον δέ τινα οὐκ ἔστιν· ὅταν μὲν γὰρ ὡς πῦρ ἐξετάζῃ τις αὐτὸ καὶ τὴν φύσιν αὐτοῦ τίς ἐστιν, ὅτι ξηρὰ καὶ θερμή, μὴ πολυπραγμονῶν εἴτε γίνεταί τι ἐξ αὐτοῦ εἴτε καὶ μή, οὐκ ἔστι στοιχεῖον· · ὅταν δὲ ὡς πρᾶγμα καὶ φύσιν τινά, ὅτι ἐξ αὐτοῦ γίνεται τὰ ἄλλα καὶ εἰς αὐτὸ ἀναλύεται, ἐστὶ στοιχεῖον. ἢ τὸ ἔστι τὸ πῦρ τρόπον μέν τινα στοιχεῖον, τρόπον δέ τινα οὐκ ἔστι λέγοι ἂν ὅτι ἐπειδὴ κυρίως καὶ πρώτη ἀρχὴ πάντων καὶ στοιχεῖον ἡ ἀνείδεός ἐστιν ὕλη, τρόπον μέν τινα τὸ πῦρ ὡς πρὸς αὐτὴν συγκρινόμενον οὐκ ἔστι στοιχεῖον, τρόπον δέ τινά ἐστιν· τὰ γὰρ σύνθετα πάντα προσεχῶς ἐξ αὐτοῦ καὶ γῆς καὶ ὕδατος κ· αὶ ὕδατος συνίσταται. τὸ δὲ ὄνομα οἷον τὸ στοιχεῖον ὃ κατὰ τοῦ πυρὸς λέγεται, σημαντικόν ἐστιν τοῦ ἔστι τι ὃ γέγονεν ἐκ τούτου πρώτου τοῦ πυρός, ἐνυπάρχοντος τοῦ πυρὸς τῷ γεγονότι ἐξ αὐτοῦ ἤτοι τῷ στοιχειωτῷ, διὰ τὸ συμβεβηκέναι τῷ πυρὶ τοδί, τουτέστι τὸ ἐξ αὐτοῦ ὡς πρώτου ἐνυπάρχοντος εἶναι τὰ ἄλλα. ὅτι γὰρ συμβέβηκε τῷ πυρὶ ἐξ αὐτοῦ πρώτου γίνεσθαί τινα ἐνυπάρχοντι τοῖς ἐξ αὐτοῦ γινομένοις, διὰ τοῦτο λέγεται στοιχεῖον. τὸ δ’ ἔστιν ἴσως καθ’ αὑτὸ καὶ τὸ ἄπειρον πρόσκειται, ἐπειδὴ οἱ ἓν τὸ στοιχεῖον λέγοντες καὶ ἄπειρον αὐτὸ ὑπετίθεντο λέγοι δ’ ἂν ὅτι ἴσως ἐστὶ καὶ τὸ ἄπειρον στοιχεῖον, ὡς εἰ ἔλεγε ‘τοῦτο γὰρ πάνυ πολλὰς εὐθύνας δεδωκὸς λεγέσθω νῦν κατὰ πολλὴν ἄδειαν στοιχεῖον᾿ ὡς οὖν ἐπὶ τοῦ στοιχείου ἔχει, οὕτω καὶ ἐπὶ τοῦ αἰ· τίου καὶ τοῦ ἑνὸς καὶ τῶν τοιούτων ἁπάντων. τὸ δὲ διὸ καὶ τὸ ἑνὶ εἶναι τὸ ἀδιαιρέτῳ ἐστὶν εἶναι, εἴ τι συνίημι, οὐδεμίαν πρὸς τὰ προσεχῶς λεχθέντα ἀκολουθίαν ἔχει, ἀλλ’ οἶμαι ἐπανάληψίς· ἐστι τῶν περὶ τοῦ ἑνός, ἵνα ἀκολούθως εἴποι καὶ ποῖόν ἐστιν ἐκεῖνο τὸ ἕν, ὅπερ μάλιστα ἐγγὺς τῷ ὀνόματί ἐστιν. καὶ εἴη ἄν λέγων διὰ τούτου ὅτι τὸ ἑνὶ εἶναι ἤτοι ἡ φύσις τοῦ ἑνός, τοῦτό ἐστι τὸ ἀδιαίρετον εἶναι· ὅπερ ἓν οὐ καθ’ αὑτό ἐστιν ἀλλὰ τόδε τι, ἄνθρωπος, εἰ τύχοι, μονὰς ἢ λίθος ἣ τι ἄλλο ἰδίᾳ χωριστὸν ὄν, ἤτοι ἀδιαίρετον ἢ τόπῳ ἢ εἴδει ἢ διανοίᾳ ἢ τῷ ὅλῳ καὶ ἀδιαιρέτῳ. τίνα δέ ἐστι ταῦτα, εἴρηται πολλάκις. Μάλιστα δὲ τὸ μέτρον εἶναι πρῷον ἑκάστου γένους καὶ κυριώτατα τοῦ ποσοῦ. εἰπὼν ὅτι τὸ ἑνὶ εἶναί ἐστι τὸ ἀδιαιρέτῳ εἶναι ἢ τόπῳ ἢ εἴδει καὶ τὰ λοιπὰ ὅσα κατελεξάμην, μάλιστα δέ, φησί, τὸ ἑνὶ εἶναι καὶ ἡ φύσις τοῦ ἑνός ἐστι τὸ μέτρον εἶναι πρῶτον ἑκάστου γένους καὶ ὑποκειμένου, κυριώτατα δὲ ἕν ἐστι τὸ πρῶτον μέτρον τοῦ ποσοῦ· ἔστι γὰρ καὶ ψόφων καὶ μελῶν μέτρον, ἀλλὰ κυριώτατα ἓν καὶ μέτρον τοῦ ποσοῦ ἐστι, καὶ τοῦτό ἐστι τὸ ἕν, ὅπερ πρὸ ὀλίγου ἔλεγεν ὅτι μάλιστα ἐλλίζει τῷ ὀνόματι, τὸ πρῶτον μέτρον τοῦ ποσοῦ. ἐντεῦθεν γὰρ καὶ ἐπὶ τὰ ἄλλα ἐλήλυθε, καὶ λέγεται ἓν καὶ μέτρον τὸ στάδιον τῶν ἑκατὸν σταδίων καὶ ἡ δίεσις τῶν φθόγγων καὶ ἡ λίτρα τοῦ βάρους. ἔστιν οὖν μέτρον καὶ κυρίως ἓν ᾧ τὸ ποσὸν γινώσκεται· γινώσκεται δὲ τὸ ποσὸν ᾗ ποσὸν ἢ ἑνί, ὡς ὁ δέκα ἀριθμὸς τῇ μονάδι, ἢ ἀριθμῷ, ὡς ὁ ἑκατὸν τῷ δέκα ἀριθμῷ· μονὰς γάρ ἐστιν ὁ δέκα ἀριθμὸς ὡς πρὸς τὸν ἑκατόν. κυριώτερον δὲ πᾶς ἀριθμὸς τῷ ἑνὶ γινώσκεται· εἰ μὲν οὖν τῇ μονάδι, αὐτόθεν δῆλον ὅτι τῷ ἑνί, εἰ δ’ ἀριθμῷ ὡς ὁ ἑκατὸν ὑπὸ τοῦ δέκα, τῇ δεκάδι ὡς ἑνὶ πάλιν χρώμεθα ὥστε δῆλον ὅτι πᾶν ποσὸν ᾗ ποσὸν τῷ ἑνὶ γινώσκεται, καὶ ᾧ πρώτῳ πόσα ἐστὶ τὰ ἀπηριθμημένα, εἴτε εἴκοσιν εἴτε ἑκατὸν εἴτε ἄλλος ὁστισοῦν ἀριθμός, γινώσκεται, τοῦτο ἕν ἐστιν ἢ ἀνάλογόν γε ἑνί. ὥστε καὶ τὸ στάδιον, εἰ ὑπ’ αὐτοῦ πρώτου τὰ ἑκατὸν ἔγνωμεν στάδια, ἕν ἐστι. καὶ διὰ τοῦ τὸ τὸ ἓν ἀριθμοῦ ἀρχὴ ᾗ ἀριθμός. ἐντεῦθεν δὲ ἀπὸ τοῦ ἀριθμοῦ καὶ τοῖς ἄλλοις μέτρον λέγεται ᾧ πρώτῳ ἕκαστον γινώσκεται, καὶ ἔστιν ἐν ἑκάστῳ τὸ μέτρον ἓν καὶ χρώμεθα ὡς ἑνί. ἐν γὰρ τοῖς μήκεσιν ᾧ πρώτῳ γινώσκεται τὸ μετρηθὲν μῆκος ὡς ἑνὶ χρώμεθα, ὡσαύτως καὶ ἐν πλάτει καὶ ἐν βάρει καὶ ἐν τάχει. εἰπὼν δὲ ὅτι ἐν μήκει, ἐν πλάτει καὶ ἐν βάθει, καὶ προσθεὶς ἐν βάρει, ἐν τάχει, τὴν αἰτίαν τίθησιν τοῦ ὅπως τὰς μὲν τρεῖς διαστάσεις εἴρηκεν, μῆκος πλάτος βάθος, ἐπὶ δὲ τοῦ βάρους εἰπὼν βάρος οὐκ εἶπε καὶ κοῦφον, ὁμοίως εἰπὼν τάχος οὐκ εἶπε καὶ βραδυτῆτα. φησὶ δὴ ὅτι τὸ γὰρ βάρος καὶ τάχος κοινὸν ἐν τοῖς ἐναντίοις, ὡς εἰ ἔλεγε διὰ τοῦτο εἰπὼν βάρος οὐκ εἶπόν καὶ κουφότητα, καὶ τάχος οὐ βραδυτῆτα, ὅτι τὸ βάρος δύναται δηλοῦν καὶ τὸ κοῦφον, καὶ ἔστι κοινὸν ἀμφοῖν τοῦ τε βάρους καὶ τοῦ κούφου· ὡσαύτως καὶ τὸ τάχος τὴν βραδυτῆτα.’ καὶ λέγει ὅπως δηλωτικόν ἐστι τὸ βάρος αὐτοῦ τε τοῦ βάρους καὶ τοῦ κούφου. διττὸν γάρ ἐστιν ἑκάτερον· βαρὺ γὰρ λέγεται καὶ τό τινος βαρύτερον, λέγεται δὲ βαρὺ καὶ τὸ ὁποιανοῦν ἔχον βαρύτητα. ἀλλὰ καὶ ταχὺ λέγεται καὶ τό τινος ταχύτερον, λέγεται δὲ καὶ τὸ ὁποσηνοῦν ἔχον ταχυτῆτα. εἰ δὴ ταῦθ’ οὕτως ἔχει τὸ βαρὺ δηλοῖ καὶ τὴν γῆν, ἥπερ ἐστὶν ἁπλῶς βαρύ, δηλοῖ καὶ τὸν ἀέρα, ὃς ὡς μὲν πρὸς τὸ ὕδωρ κοῦφος, ὡς δὲ πρὸς τὸ πῦρ βαρύς ἐστι. δηλοῖ ἄρα ἀμφότερα τὸ βαρύ, τήν τε γῆν ἀπλῶς οὖσαν βαρεῖαν καὶ τὸν ἀέρα κοῦφον ὄντα ὡς πρὸς αὐτήν. ἀλλὰ καὶ τὸ τάχος δηλοῖ μὲν καὶ τὴν τῆς ἀπλανοῦς κίνησιν, δηλοῖ δὲ καὶ τὴν τοῦ Σωκράτους, ἥτις τοῦ Σωκράτους εἰ καὶ πάνυ λίαν ἐστὶ βραδεῖα καὶ σχεδὸν οὐδὲ κίνησις ὡς πρὸς τὴν τῆς ἀπλανοῦς ἐξεταζομένη, ὅμως ἐστὶν ἄλλης τινὸς ταχυτέρα, οἷον τῆς κινήσεως τῆς χελώνης. δῆλον ἄρα ὡς καὶ τὸ τάχος σημαντικόν ἐστι τῆς βραδυτῆτος. λέγεται δὴ βάρος καὶ τὸ ὁποσηνοῦν ἔχον ῥοπην καὶ βαρύτητα καὶ τὸ ἔχον ὑπεροχὴν καί τινος ὃν βαρύτερον, καὶ τάχος καὶ τὸ ὁπηλικηνοῦν κίνησιν καὶ ταχυτῆτα καὶ τὸ ὑπεροχὴν κινήσεως καὶ τὸ ταχύτερον ὄν τινος. ἔστι γάρ τι τάχος καὶ τοῦ βραδέος, οἷον τοῦ Σωκράτους, καὶ βάρος τοῦ κουφοτέρου, οἷον τοῦ ἀέρος. ’Ev πᾶσι δὴ τούτοις μέτρον καὶ ἀρχὴ ἕν τι καὶ ἀδιαίρετον. εἰπὼν ὅτι ἀρχὴ μέν ἐστι καὶ μέτρον ἐν πλάτει ἐν βάθει ἐν βάρει, καὶ τὴν αἰτίαν θεὶς τοῦ τίνος ἕνεκεν ἐν βάρει εἰπὼν καὶ ἐν τάχει οὐκ εἶπε καὶ ἐν κουφότητι καὶ βραδυτῆτι, λέγει ὅτι ἐν ἅπασι τούτοις τῷ τε βάρει καῖ’ τοῖς λοιποῖς μέτρον καὶ ἀρχὴ τὸ ἕν ἐστι καὶ ἀδιαίρετον, καὶ πιστοῦται τὸ ὡς ἀδιαιρέτῳ τῷ μέτρῳ καὶ τῇ ἀρχῇ ἐν ἅπασι κεχρῆσθαι τῇ τῆς ποδιαίας παραθέσει ἐπεὶ γάρ, φησί, καὶ ἐν ταῖς γραμμαῖς χρῶνται ὡς ἀτόμῳ τῇ ποδιαίᾳ γραμμῇ. καὶ οὐ τοῦτο λέγει ὅτι ἄτομός ἐστι, πᾶσα γὰρ γραμμὴ διαιρετή· οὐδὲ γὰρ σύγκειται ἐκ στιγμῶν), ἀλλ’ ὅτι ὡς πρὸς τὸ μέγεθος τῆς μετρουμένης ὑπὸ τῆς ποδιαίας ἄτομον αὐτὴν ὑπολογίζεσθαι χρή. ὡς γὰρ ἡ δεκὰς μονάδι ἔοικε πρὸς τὴν ἑκατοντάδα, οὕτως εἰ καὶ τὴν Ἀθήνηθεν ὡς Δἴγυπτον γραμμὴν ἡ ποδιαία μετρεῖ, ἀδιαίρετός ἐστι καὶ σημείου λόγον ἔχει πρὸς αὐτήν, ὥσπερ καὶ τὴν ὅλην γῆν τηλικαύτην οὖσαν τὸ μέγεθος σημεῖον πρὸς τὴν ἀπλανῆ πιστεύομεν. ὥστε πανταχοῦ τὸ μέτρον ὥσπερ ἕν τι ζητοῦσι καὶ ἀδιαίρετον· τοῦτο δέ, φησί, τὸ ἁπλοῦν, τουτέστι τοῦτο δὲ τὸ μέτρον ὅπερ ὡς ἀδιαίρετον ζητοῦσιν, ἁπλοῦν ἐστιν ἡ τῶ ποιῶ ἢ τῶ ποσῷ, τῶ μὲν ποσῷ ἁπλοῦν ἡ μονάς, δὲ ποιῷ, ἐπειδὴ καὶ ὑγρῶν καὶ ξηρῶν καὶ λευκῶν φύσεις μετροῦμεν, τούτων τὸ μέτρον ἁπλοῦν ἐστι τῷ ποιῷ ἀλλ’ οὐ τῷ ποσῷ· τὸ γὰρ ἁπλοῦν τῷ ποσῷ ἀδιαίρετον, ξηρὰ δὲ καὶ ὑγρὰ διαιρετά. ἀλλὰ καὶ τὸ λευκὸν διαιρετὸν κατὰ συμβεβηκός, τῷ τὸ ἐν ᾧ ἐστι διαιρετὸν εἶναι. ταῦτα εἰπὼν λέγει καὶ ποῖόν ἐστι κυρίως καὶ ἀκριβέστατα ἓν ὡς ἀδιαίρετον καὶ ὁποῖον οὐκ |ἔστι, καί φησιν ὅπου μὲν οὖν δοκεῖ μὴ εἶναι ἀφελεῖν ἢ προσθεῖναι τοῦτο ἀκριβὲς τὸ μέτρον καὶ ἁπλῶς ἓν καὶ ἀδιαίρετον. διὰ τοῦτο δὴ ἀκριβέστατον μέτρον τὸ τοῦ ἀριθμοῦ ἡ μονάς· οὐκ ἔστι γὰρ προσθεῖναι τῇ μονάδι ἢ ἀφελεῖν· ἀδιαίρετον γὰρ αὐτὴν τίθεται. ἀπὸ σταδίου δὲ καὶ ταλάντου καὶ ἀεὶ τοῦ μείζονος μᾶλλον ἂν ἀφέλοι τις ἢ τοῦ ἐλάττονός· μᾶλλον γὰρ ἀπὸ τοῦ μείζονος ἀφελεῖν τις. δύναται ἢ ἀπὸ τοῦ βραχυτάτου· εἰ δὲ μᾶλλον ἀφελεῖν δυνατὸν ἀπὸ τοῦ μείζονος, δῆλον ὡς καὶ μᾶλλον προσθεῖναι· τὸ γὰρ ἀφαιρεθὲν δυνάμεθα πάντως προσθεῖναι. τὸ δὲ ἐν δὲ τοῖς ἄλλοις μιμοῦ μιμοῦνται τὸ τοιοῦτον μεταξὺ παρεμβέβληται. λέγοι δ’ ἂν δι’ αὐτοῦ ὅτι ἀπὸ τοῦ μέτρου τοῦ ἀριθμοῦ, τοῦτο δ’ ἐστὶν ἡ μονάς, κατὰ μίμησιν δὴ τοὐ μέτρου τοῦ ἀριθμοῦ καὶ τὰ ἄλλα ἀδιαίρετά φασι καὶ μέτρα, τὴν ποδιαίαν λέγων τἆλλα καὶ τὸ στάδιον. καὶ εἴρηται ὅπως ἀδοαίρετον τὸ στάδιον λέγεται, ὅτι πρὸς τὸ μῆκος ὃ μετρεῖ ἕκαστον τούτων ἀδιαίρετον εἷναι νομίζομεν, ὥσπερ καὶ τὴν ἅπασαν γῆν ὡς πρὸς τὴν ἀπλανῆ. ὥστε ἀφ’ οὗ πρώτου κατὰ τὴν αἴσθησιν μὴ ἐνδέχεται, τουτέστιν ὅπερ πρῶτον ἀναίσθητον καὶ ἀμερὲς καὶ ἀδιαίρετον καὶ ὅλως μὴ ἐνδεχόμενον διαιρεθῆναι νομίζουσι, τοῦτο μέτρον ἐστί. καὶ ἐλέχθη πῶς ἀδιαίρετα λέγεται, ὅτι ὡς πρὸς τὰ μετρούμενα. πρὸς γὰρ τὸν ἐν ‘Pόδῳ κολοσσὸν ἢ τὸν Καύκασον τὸ ὄρος ἡ λίτρα οὐδενὸς βάρους αἴσθησιν ἐμποιεῖ, ἀλλ’ ἀναίσθητος πάντῃ πάντως δοκεῖ· καὶ τότε δὴ ἴσασι τὸ ποσὸν τῆς ξηρότητος ἢ τοῦ βάρους, ὅταν εἰδῶσι διὰ τούτου τοῦ μέτρου τοῦ ἀμεροῦς καὶ ἀναισθήτου δοκοῦντος ὁπόσον ἐστὶ τὸ μετρηθέν. καὶ δὴ τὴν κίνησιν τῇ ἁπλῇ καὶ ταχυτάτη καὶ βραχείᾳ κρίνουσιν. ἐν γὰρ τῇ ἀστρολογίᾳ ἓν καὶ ἀρχὴ καὶ μέτρον ἡ τοιαύτη κίνησίς ἐστιν· ἔστι δὲ κίνησις ἁπλὴ καὶ ταχυτάτη καὶ διὰ τοῦτο βραχεῖα ἡ τῆς ἀπλανοῦς, αὕτη ἄρα μέτρον καὶ ἕν. καὶ ἐν μουσικῇ ἡ δίεσις· ἔστι δὲ ἡ δίεσις ὁ λίαν σμικρότατος φθόγγος τῆς χορδῆς, οὗ δὴ καὶ πρῶιον αἰσθανόμεθα καὶ ἀναίσθητοι τοῦ βραχυτέρου καὶ σμικροτέρου ἐκείνου ἐσμέν, εἰ τέως ἔστι σμικρότερος ἐκείνου. ἀλλὰ καὶ ἐν φωνῇ μέτρον τὸ στοιχεῖον. καὶ ἔστι ταῦτα πάντα ἓν οὕτως ὡς ἀδιαίρετα, οὐχ ὡς κοινὸν δέ τι καὶ γένος τὸ ἓν κατ’ αὐτῶν λέγεται, ἀλλ’ ὡς ὁμώνυμος φωνή, ὥσπερ εἴρηται, ἢ μᾶλλον ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. οὐκ ἀεὶ δὲ τῷ ἀριθμῷ ᾦ ἓν τὸ μέτρον, ἀλλ’ ἐνίοτε πλείω, οἷον ἡ δίεσις μὴ κατὰ τὴν ἀκοὴν ἀλλ’ ἐν τοῖς λόγοις. ἐπειδὴ τὸ μέτρον διττόν, ὅ τε λόγος αὐτοῦ καὶ αὐτό, οἷον ὅ τε λόγος τοῦ πήχεος καὶ τὸ εἶδος αὐτοῦ τὸ ἐν τῇ ψυχῇ ἡμῶν καὶ αὐτὸς ὁ ξύλινος πῆχυς, καὶ ἡ δίεσις ὁμοίως διττή, ὅ τε λόγος αὐτῆς καὶ τὸ εἶδος καὶ αὐτὸς ὁ αἰσθητὸς τοῖς ὠσὶ φθόγγος, καὶ ἡ διάμετρος, τό τε εἶδος αὐτῆς καὶ αὐτὴ ἡ γραμμὴ ἡ ἐν τῷδε τῷ τετραγώνῳ οὖσα, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως λέγει ὅτι τὸ μέτρον οὐκ ἀεὶ τῷ ἀριθμῷ ἕν ἐστιν, ἀλλ’ ἐνίοτε πλείω. αἱ διέσεις γάρ, φησί, δύο, ἀλλ’ οὐχὶ κατὰ τὴν ἀκοήν· αὕτη γὰρ μία τῷ ἀριθμῷ ἐστιν· ἀλλὰ μία μὲν αὕτη, ἑτέρα δὲ ἡ κατὰ τὸν λόγον καὶ τὸ εἶδος. καὶ αἱ φωναί λέγων φωνὰς νῦν τὰ στοιχεῖα τῶν φωνῶν, τό τε ἄλφα καὶ τὸ βῆτα καὶ τὰ λοιπά) πλείονές εἰσιν, αὐτό τε τὸ ἄλφα καὶ τὸ ἐν τῷδε τῷ χάρτῃ γεγραμμένον. ὅτι δὲ ταῖς φωναῖς τῶν στοιχείων ὡς ἀρχαῖς καὶ μέτροις χρώμεθα διὰ τὸ ἐλαχίστοις εἶναι δῆλον. ἡ γὰρ κράτης. περιπατεῖ φωνὴ διαιρεῖται εἴς τε τὴν Σωκράτης καὶ εἰς τὴν περιπατεῖ· ἔστι δὲ ἡ Σωκράτης φωνὴ ἑτέρα τῆς [Σωκράτης] περιπατεῖ. ἀλλὰ καὶ ἡ Σωκράτης φωνὴ πάλιν διαιρεῖται εἴς τε τὴν (??)καὶ (??)καὶ συλλαβήν, καί εἰσιν ἕτεραι· καὶ ἡ ’γὼ συλλαβὴ εἴς τε τὸ σ καὶ ω, καὶ ἔστιν ὁ ὑπὸ τοῦ ω ἀποτελούμενος φθόγγος ἕτερος τοῦ ὑπὸ τοῦ σ. ὁ δὲ ὑπὸ τοῦ ω φθόγγος εἰς ἕτερον οὐ διαιρεῖται. ὥστε [ἐν] τούτοις τὰς φωνὰς μετροῦμεν ἐλαχίστοις τε οὖσι καὶ σημείοις ἐοικόσιν· ὡς γὰρ τὰ σημεῖα ἀδιαίρετα, οὕτω καὶ οἱ ὑπό τούτων φθόγγοι. καὶ ἡ διάμετρος δὲ δυσὶ μετρεῖται. εἰ γὰρ μετρεῖται φέρε εἰπεῖν δακτύλῳ, ὁ δάκτυλος διττὸς τό τε τοῦ δακτύλου τί ἦν εἶναι καὶ τὸ εἶδος καὶ αὐτὸς οὑτοσὶ ὁ μετρῶν αὐτήν· ὁμοίως καὶ ἡ πλευρὰ δυσὶ μετρεῖται μέγεθος οὖσα, εἴτε δάκτυλος εἴη τὸ μετροῦν εἴτε ἄλλο τι· διττὸν γὰρ κἀκεῖνο ἔσται. δῆλον δὴ γέγονεν ἐκ πάντων ὅτι μέτρον πάντων τὸ ἕν ἐστιν· δέδεικται γὰρ ὅτι πᾶν ὧπερ ἄν ὡς μέτρῳ τις χρῷτο ὡς ἑνὶ τούτῳ χρῆται, ὅτι τὸ μετρούμενον διαιροῦντες εἰς αὐτό, οἷον τὸ δεκάπηχυ μέγεθος διαιροῦντες εἰς δέκα πήχεις, γνωρίζομεν τοὺς ἐξ ὧν ἐστι πήχεις ὁπόσοι εἰσίν. διαιρεῖται δὲ τὸ δεκάπηχυ ἢ κατὰ τὸ εἶδος ἡ κατὰ τὸ ποσόν, κατὰ μὲν τὸ εἶδος, ὅταν διέλωμεν αὐτὸ εἰς τὰ ἐξ ὧν συνίσταται, πυρὸς γῆς καὶ τοῖν μεταξύ, ἢ εἰς τὸ μέγεθος τὸ τοιονδί· κατὰ μέγεθος δέ, ὅταν διαιρεθῇ εἰς δέκα πήχεις. οὕτω μὲν οὖν ὁ ἡμέτερος καθηγεμὼν ἐξηγήσατο. μήποτε δὲ ἐπειδὴ, ὡς εἴρηται, ὁ πῆχυς διττὸς λέγεται, τό τε εἶδος αὐτοῦ καὶ ὁ λόγος καὶ οὑτοσὶ ὁ μερικὸς καὶ αἰσθητός, λέγει ὅτι τὸ δεκάπηχυ ἢ εἰς τοὺς λόγους τῶν ἐν αὐτῷ δέκα πηχῶν διαιρεῖται ἄτμητον ὃν κατὰ μέγεθος καὶ ἕν, ἢ οὐκ εἰς τοὺς λόγους ἀλλὰ κατὰ μέγεθος διαιρεθὲν οὐκέτι ἕν ἐστι καὶ συνεχὲς ἀλλὰ πλείω, ὥσπερ ἄν εἰ τὸν Σωκράτην διέλοιμεν εἴς τε τὸ ζῷον καὶ τὸ πεζὸν δίπουν, |ἕνα καὶ συνεχῆ αὐτὸν διατηροῦμεν, εἰ δὲ εἰς κεφαλὴν καὶ χεῖρας διέλοιμεν, οὐ τῇ ἐπινοίᾳ ἀλλὰ κατ’ ἀλήθειαν οὐκέτι εἷς ἐστιν· οὕτως καὶ ἐπὶ τοῦ δεκαπήχεος ἔχει. δῆλον ἄρα ὅτι τὸ ἓν ἀδιαίρετον, ὅτι τὸ πρῶτον καὶ μέτρον ἕκαστον ἀδιαίρετον λαμβάνουσιν. οὐχ ὁμοίως δὲ τὴν ποδιαίαν γραμμὴν καὶ τὴν μονάδα ἀδιαίρετον λαμβάνομεν, ἀλλὰ τὴν μὲν μονάδα πάντη πάντως ἀδιαίρετον, τὴν δὲ ποδιαίαν ὡς πρὸς ὃ μετρεῖ μέγεθος καὶ πρὸς τὴν αἴσθησιν· ἀναίσθητος γὰρ καὶ ἀμερὴς δοκεῖ πρὸς τὸ ὑπ’ αὐτῆς μετρούμενον, καθάπερ εἴρηται καὶ πρότερον, ἐπεὶ καθ’ αὑτὴν ἡ ποδιαία ὡς μέγεθος ἐπ’ ἄπειρόν ἐστι διαιρετή. τὸ δὲ ἴσως πρόσκειται ἢ διὰ τοὺς λέγοντας ἐξ ἀτόμων συγκεῖσθαι τὰ μεγέθη, ἢ διὰ τὴν ἀσθένειαν τοῦ τε ὀργάνου, ᾧ χρῆται εἰς τὴν τμῆσιν, καὶ τοῦ τέμνοντος ζῴου, ἐπεὶ τῇ οἰκείᾳ φύσει πᾶν μέγεθος τμητόν ἐστιν. τὸ δὲ μέτρον, φησίν, ἀεὶ συγγενές ἐστι τῷ μετρουμένῳ οὐ γὰρ μετροῦμεν μέγεθος γλυκύτητι ἀλλὰ μεγέθει καὶ φωνὴν φωνῇ καὶ βάρος βάρει καὶ μονάδας μονάδι. οὕτω γὰρ εἰκός ἐστι λέγειν ἀλλ’ οὐχὶ ὅτι τὸ τῶν ἀριθμῶν μέτρον ἀριθμός ἐστι· συμβήσεται γὰρ λέγειν τὴν μονάδα ἀριθμὸν μέτρον οὖσαν. ὁ δ’ ἀξιῶν τοῦτο, λέγω δὴ τὸ λέγειν ὅτι ὥσπερ τὸ μέτρον τῶν φωνῶν φωνή ἐστιν, οὕτω καὶ τὸ μέτρον τῶν ἀριθμῶν ἀριθμός, οὐχ ὁμοίως ἀξιοῖ. ἀλλ’ ὥσπερ ἄν εἴπερ ἠξίου ὅτι τὸ τῶν μονάδων μέτρον ἔστω μονάδες ἀλλὰ μὴ μονάς, ψεῦδος ἄν ἠξίου, οὕτως καὶ ὁ τὸ τῶν ἀριθμῶν μέτρον ἀξιῶν ἀριθμὸν εἶναι ψεῦδος ἀξιοῖ. οἱ γὰρ ἀριθμοὶ μονάδες εἰσίν, τῶν δὲ μονάδων οὐκ ἄν εἴη μέτρον ὁ ἀριθμός, ἀλλ’ ἡ μονάς. ἐπειδὴ δὲ μέτρον ἐκεῖνό φαμεν τὸ ποιοῦν ἡμᾶς γνωρίζειν τὸ πρᾶγμα, ποιεῖ δὲ ἡμᾶς καὶ ἡ ἐπιστήμη γνωρίζειν τὰ πράγματα ὥσπερ καὶ ἡ αἴσθησις, φαμὲν καὶ αὐτὰς μέτρον, ἐπ’ εἰ κατὰ ἀλήθειαν ἡ τε ἐπιστήμη καὶ ἡ αἴσθησις μετροῦνται ὑπὸ τῶν πραγμάτων ἀλλ’ οὐ μετροῦσιν αὐτά· ὅπου γὰρ ἄν ὁρίσῃ ἤτοι περιορίσῃ καὶ περικλείσῃ τὰ αἰσθητὰ καὶ ἐπιστητά, ἐκεῖσε ἵστανται καὶ περαιτέρω προβαίνειν οὐ δύνανται δυσκόλων γάρ τινων ὄντων πραγμάτων ἄχρι τινὸς αὐτοῖς πρόσεισιν ἡ ἐπιστήμη εἴκουσι καὶ δίοδον διδοῦσιν, εἶτα ὡσπερεὶ ἀποφράττουσιν αὐτὴν καὶ περαιτέρω προβαίνειν οὐκ ἐῶσιν· ὥστε ἐμέτρησαν τὴν δύναμιν αὐτῆς, καὶ ὅσον μὲν ἠδύναντο χωρῆσαι, συνεχώρησαν τούτου ἐφάψασθαι, ὅσον δὲ μή, ἐκώλυσαν. τοῦτο δὴ συμβαίνει καὶ ἐπὶ τῆς αἰσθήσεως· ὥστε μετροῦνται ἀλλ’ οὐ μετροῦσιν. ἀλλὰ συμβαίνει ὥσπερ ἂν εἴ τινος ἐμὲ μετροῦντος ἔγνων τυχὸν ὅτι δίπηχύς εἰμι, διὰ τὸ δὶς τὸν πῆχυν ἐμοὶ ἐπιβαλεῖν, εἶτα ἔλεγον ὅτι ἐμὲ ἐμέτρησα· καταχρηστικώτερον γὰρ ἄν εἶπον τοῦτο· διότι γὰρ ἔγνων ὁπόσος εἰμί, τοῦτο ἔμελλον λέγειν, ἐπεὶ τῇ ἀληθείᾳ ἐμετρήθην· οὕτω καὶ τὴν ἐπιστήμην φαμὲν μετρεῖν, ὅτι ποιεῖ ἡμᾶς εἰδέναι, ἐπεὶ μετρεῖται ὑπὸ τῶν πραγμάτων. ὁ δὲ Πρωταγόρας μέτρον πάντων τὸν ἄνθρωπόν φησιν, ὥσπερ εἰ τὸν ἐπιστήμονα εἰπὼν ἢ τὸν αἰσθανόμενον μέτρον. τοῦτο εἰπεῖν αὐτῷ συνέβη, ὅτι ἔχουσιν ὁ μὲν αἴσθησιν ὁ δὲ ἐπιστήμην, ἅ φαμεν μέτρα τῶν ὑποκειμένων· ὥστε τὸν ἄνθρωπον μέτρον λέγων ὁ Πρωταγόρας, τὴν ἐπιστήμην φησὶ μέτρον καὶ τὴν αἴσθησιν. οὐδὲν οὖν λέγων περιττὸν καὶ σοφὸν δοκεῖ σοφόν τι λέγειν. τίς οὖν ἀνάγκη ἦν εἰπεῖν ὅτι ὁ ἄνθρωπος μέτρον, ἀλλὰ μὴ ὅτι ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις; Ὅτι μὲν οὖν τὸ ἓν εἶναι μάλιστά ἐστι κατὰ τὸ ὄνομα ἀφορίζοντι μέτρον τι, καὶ κυριώτατα τοῦ ποσοῦ, φανερόν. Δείξας ὅτι τῷ ἑνὶ πάντες ὡς μέτρῳ χρῶνται καὶ μάλιστα τῷ ἐν τῷ ποσῷ, ὃ καὶ μᾶλλον τῷ τοῦ ἑνὸς ὀνόματι ἐγγίζειν ἔφησεν, συμπεραίνεται τὸν λόγον λέγων ὅτι μὲν οὖν τὸ ἓν εἶναι μάλιστά ἐστι μέτρον, καὶ κυριώτατα μέτρον τὸ ἐν τῷ ποσῷ ἕν, δῆλον· ὅπερ μέτρον ἀφορίζουσιν ἤτοι ὀνομάζουσιν, ἢ ἀφορίζουσιν ἀντὶ τοῦ γινώσκουσι κατὰ τὸ ὄνομα τοῦ ἑνός. ἢ τὸ ἀφορίζουσιν ἀντὶ τοῦ χωρίζουσιν ἀπὸ τῶν ὐπ’ αὐτοῦ μετρουμένων κατὰ τὸ ὄνομα τοῦ ἑνός· τὰ γὰρ μεμετρημένα ἢ διπήχη κατὰ τὴν δυάδα λέγεται ἢ τριπήχη κατὰ τὴν τριάδα ἢ κατὰ ἄλλον ὁντιναοῦν ἀριθμόν, μόνον δὲ τὸ μετροῦν, αὐτὸ δὴ τὸ μέτρον, κατὰ τὴν μονάδα ὠνόμασται ἐν ἅπασι τοῖς μετρουμένοις. μέτρον δὲ τὸ μὲν ἔσται, ἐὰν ᾖ διαιρετὸν κατὰ τὸ ποσόν, ὡς ἡ ποδιαία, τὸ δὲ κατὰ τὸ ποιόν, ὡς τὸ λευκόν· τὸ γὰρ λευκὸν κατὰ ποιὸν διαιρεῖται. ἐπεὶ οὗν τὸ μὲν μέτρον πῶς μέν ἐστι διαιρετὸν πῶς δὲ ἀδιαίρετον, ἡ μὲν μονὰς πάντῃ πάντως καὶ ἁπλῶς ἐστιν ἀδιαίρετος· τὰ δὲ λοιπὰ ἡ ἓν ἀδιαίρετα, ᾗ δὲ μεγέθη διαιρετά. ἐγὼ γὰρ ᾗ ἕν εἰμι ἀδιαίρετός εἰμι· οὐ γάρ εἰμι εἷς καὶ πολλοὶ ὡς ὁ καθόλου ἄνθρωπος, ὥστε καὶ διαιρεῖσθαί με εἰς ἑτέρους ἀνθρώπους· ὡς δὲ ποσὸν πάντῃ εἰμὶ διαιρετός. οὕτως οὖν τὰ περὶ τοῦ ἑνὸς διορίσας Ζητητέον, φησί, ποτέρως ἔχει, καθάπερ ἐν τοῖς διαπορή μασιν ἐπήλθομεν, τί ἐστι τὸ ἓν καὶ πῶς δεῖ περὶ αὐτοῦ λαβεῖν. Πότερον οὖν οὐσία τίς ἐστι καὶ ἐν τῷ ἓν εἶναι οὐσίωται, καθάπερ οἵ τε Πυθαγόρειοί φασι πρότερον καὶ ὁ Πλάτων’ ὕστερον, ἢ μᾶλλον ὑπόκειται τῷ ἑνὶ φύσις τις, καὶ πῶς δεῖ γνωριμωτέρως λεχθῆναι, ἆρα ὥσπερ οἱ περὶ φύσεως φασιν· ἐκείνων γὰρ ὁ μὲν Ἐμπεδοκλῆς ἓν τὴν φιλίαν εἴρηκεν, Ἀναξιμένης δὲ τὸν ἀέρα, ἄλλοι δὲ τὸ ἄπειρον, ὥστε τούτων ἕκαστος τῷ ἑνὶ φύσιν τινὰ ὑπετίθετο. ταῦτα θεὶς εὐθύνει τὸν λόγον δεικνὺς μὴ εἶναί τι ἓν αὐτὸ καθ’ αὑτὸ καὶ οὐσιωμένον ἐν τούτῳ, συλλογιζόμενος ὧδε· τὸ ἓν καθόλου ἐστίν· οὐδὲν τῶν καθόλου οὐσία τυγχάνει, τὸ ἓν ἄρα οὐκ ἔστιν οὐσία. καὶ ὅτι μὲν τὸ ἓν καθόλου ἐστί πώς φησι κατὰ πάντων γὰρ τῶν ὄντων κατηγορεῖται. ὅτι δὲ καὶ τὰ καθόλου οὔκ εἰσιν οὐσίαι, δέδεικται ἐν τῷ Ζ τῆσδε τῆς πραγματείας, ὅτε ἔλεγε περὶ ὅρου καὶ τῆς οὐσίας. εἰ δὴ ὥσπερ ἐκεῖσε δέδεικται μηθὲν τῶν καθόλου οὐσία ἐστίν, οὐδ’ αὐτὸ τοῦτο τὸ ὡς ἓν καὶ παρὰ τὰ πολλὰ ὑπάρχον οὐσία ἐστί· κοινὸν γάρ ἐστι τὸ παρὰ τὰ πολλὰ καὶ κτὰ τῶν πολλῶν λεγόμενον καὶ μόνον κατηγόρημα καὶ ὄνομα ἀλλ’ οὐ φύσις τις· εἰ δὴ ταῦθ’ οὕτως ἔχει, δῆλον ὅτι οὐδὲ τὸ ἓν οὐσία τίς ἐστιν. εἰ γὰρ τὰ καθόλου οὐκ οὐσίαι, τὸ ἓν καὶ τὸ ὄν, ὅσῳ τῶν ἄλλων ἐστὶ καθολικώτερα κατὰ γὰρ τῶν δέκα γενικωτάτων γενῶν κατηγορεῖται), τοσούτῳ οὐκ ἔσονται οὐσίαι· ὥστε οὔτε τὰ γένη λέγων γένη ἢ τὰ δέκα γενικώτατα γένη ἢ ἁπλῶς πᾶν ὃ ἄν εἴη καθόλου) εἰσὶ φύσεις τινὲς καὶ οὐσίαι χωρισταὶ τῶν κατὰ μέρος, οὔτε τὸ ἓν γένος ἐνδέχεται εἶναι καὶ φύσις τις αὐτὴ καθ’ αὑτήν, δι’ ἅσπερ αἰτίας οὐδὲ τὸ ὃν οὐδ’ ἡ καθόλου οὐσία δύναται εἶναι. αἱ δ’ αἰτίαι εἴρηνται ἐν τῷ Z ταύτης τῆς πραγματείας. Ἔτι δ’ ὁμοίως ἐπὶ πάντων ἀναγκαῖον ἔχειν. λέγεται δ’ ἰσαχῶς τὸ ὂν καὶ τὸ ἕν. Καὶ τοῦτο ἐπιχείρημα δεικτικόν ἐστι τοῦ μὴ ἂν εἶναι τὸ ἓν οὐσίαν, λέγων ὅτι ἐὰν ἐπὶ τῶν ἐννέα κατηγοριῶν τῶν παρὰ τὴν οὐσίαν οὐδέν τι δύναται ἓν εἶναι καὶ καθ’ αὑτὸ ὑφεστὼς ἀλλ’ ἑκάστῳ ἑνὶ ὑπόκειται ἢ λευκὸν ἢ ψόφος ἢ ἄλλο τι, εἰκότως οὐδὲ ἐν τῇ οὐσίᾳ ἔσται τι ἕν, ᾧ μὴ ὑπόκειται ἢ Σωκράτης ἢ θεὸς ἢ ἄλλο τι. ὁμοίως δὴ ἐπὶ πάντων ἀναγκαῖον ἔχειν. τίς γὰρ ἡ αἰτία τοῦ τοῖς μὲν ποιοῖς ἢ ποσοῖς ἢ τοῖς ἄλλοις λέγειν ὡς ὑπόκειταί τις φύσις τῷ ἑνί, τῷ δὲ ἐν τῇ οὐσίᾳ ἑνὶ οὐχ ὑποκείσεταί τι, ἀλλ’ αὐτὸ ἔσται οὐσί. λέγεται δὲ τὸ ἓν καὶ τὸ ὂν ἰσαχῶς, ὅτι καὶ ἀντιστρέφει, ὡς ἐδείχθη ἐν ταύτῃ τῇ πραγματείᾳ· ὥστε εἴπερ ἐν τοῖς ποιοῖς ἐστί τι τὸ ἓν καί τις φύσις ἑτέρα παρὰ τὸ ἕν, ὁμοίως δὲ καὶ ἐν τοῖς ποσοῖς, ζητητέον τί τὸ ἓν ὥσπερ καὶ τὸ ὄν· οὐ γὰρ ἱκανὸν τὸ λέγειν ὅτι τοῦτο αὐτὸ τὸ ἓν εἶναι καὶ ἡ φύσις ἐστὶν αὐτοῦ. ὅτι δὲ ἐν ταῖς παρὰ τὴν οὐσίαν κατηγορίαις ὑπόκειταί τις φύσις τῷ ἑνὶ δῆλον. ἔστι γὰρ ἐν χρώμασί τι τὸ ἓν οἷον τὸ λευκόν, τὰ δ’ ἄλλα ὥσπερ τὸ φαιὸν καὶ ἐρυθρὸν ἐκ τούτου τέ εἰσι καὶ τοῦ μέλανος. τὸ δὲ μέλαν ἐστὶ στέρησις λευκοῦ ὥσπερ καὶ τὸ σκότος φωτός· στέρησις γὰρ φωτὸς τὸ σκότος ἐστίν. ταῦτα δὲ παρέλκοντά ἐστι, τό τε ὅτι ἐκ τοῦ λευκοῦ καὶ τοῦ μέλανός ἐστι τὰ ἄλλα, καὶ τὸ ὅτι τὸ μέλαν στέρησίς ἐστι τοῦ λευκοῦ ὥσπερ καὶ τὸ σκότος φωτός· οὐδεμίαν γὰρ κατ’ ἐμὲ ἀκολουθίαν ἔχει πρὸς τὰ λεγόμενα. ἔστι μὲν οὖν, ὡς εἴρηται, ἐν χρώμασί τι τὸ ἓν οἷον λευκόν· ὥστε εἰ πάντα τὰ ὄντα χρώματα ἦν καὶ μηδὲν ἦν τῶν ἄλλων, ἦν ἄν ἀριθμός τις τὰ ὄντα, τουτέστιν ἦν ἄν ἀριθμός τις τῶν χρωμάτων. αὐτὸς δὲ εἶπεν ἦν ἄν ἀριθμός, εἶτα ἐπήγαγεν ἀλλὰ τίνων; καὶ ἐρωτήσας διὰ τοῦ ἀλλὰ τίνων; ἀποκρίνεται λέγων δῆλον ὅτι χρωμάτων, ὡς εἰ ἔλεγεν ὅτι οὐκ αὐτὸ τοῦτο ἀριθμὸς ἦν ἄν, ἀλλ’ ἀριθμὸς χρωμάτων. ὅτι δὲ ἀριθμὸς ἂν ἦν τῶν χρωμάτων, δῆλον. ἢ γὰρ δέκα ἦν ἂν ἢ χίλια ἢ δεκάκις μύρια ἢ ἄλλος ὁστισοῦν ἀριθμός· ὥστε καὶ τὸ ἓν τὸ μέτρον τοῦ τοιούτου ἀριθμοῦ ἦν ἄν τι, οἷον τὸ λευκὸν τὸ μετροῦν τὰ λευκὰ τοῦ τῶν λευκῶν ἀριθμοῦ ἦν ἄν τι, καὶ ἦν ἂν ὡς ἡ μονὰς πρὸς τοὺς ἀριθμοὺς οὕτω τὸ ἐν τῷ λευκῷ ἓν πρὸς τὸν ἐν τοῖς λευκοῖς ἀριθμόν. καὶ εἰ μέλη τὰ ὄντα ἦν, ἀριθμὸς ἄν τις ἦν τῶν μελῶν, καὶ τὸ ἓν ἡ δίεσις μέτρον αὐτῶν, καὶ οὐκ ἂν ἦν ὁ τῶν μελῶν ἀριθμὸς οὐσία καὶ ἐν αὐτῷ τούτῳ, ἐν τῷ ἀριθμὸς εἶναι, οὐσίωτο, ἀλλ’ ἀριθμὸς μελῶν. ἀλλὰ καὶ εἰ πάντα τὰ ὄνια φθόγγοι ἦσαν. ἦν ἂν ἀριθμὸς τῶν στοιχείων, ὧν εἰσιν οἱ φθόγγοι, καὶ τὸ ἓν μέτρον τῶν στοιχείων ἦν ἄν στοιχεῖον φωνῆεν δηλαδὴ ἢ σύμφωνον. καὶ εἰ σχήματα ἦν τὰ ὄντα, ἦν ἂν ἀριθμὸς τῶν σχημάτων, καὶ τὸ ἓν τρίγωνον. ὥστε εἴπερ καὶ ἐν τοῖς πάθεσι καὶ ἐν τοῖς ποσοῖς καὶ ποιοῖς καὶ ἐν κινήσει ἀριθμῶν ὄντων, καὶ ἐν ἅπασιν ἑνός τινος, καὶ ἔστιν ἐπὶ πάντων τῶν τοιούτων ἀριθμὸς καὶ τὸ ἓν τινὸς ἀριθμὸς καὶ τινὸς ἕν, καὶ οὐκ ἐν τούτῳ αὐτῷ ἐν τῷ ἑνὶ εἶναι οὐσίωται, δεδειγμένον ἂν εἴη ἐκ τούτων ὅτι καὶ ἐπὶ τῶν οὐσιῶν οὕτως ἔχειν ἀνάγκη πᾶσα· ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων οὕτω καὶ ἐπὶ τῆς οὐσίας. οὕτως οὖν δείξας ἐκ τῆς ἐπαγωγῆς ὅτι τὸ ἓν κατηγόρημά ἐστιν ἀλλ’ οὐκ οὐσία, συμπεραίνεται λέγων ὅτι μὲν οὖν τὸ ἓν ἐν ἅπαντι γένει ἐστί τις φύσις καὶ ὑπόκειταί τι αὐτῷ, ἀλλ’ οὐδενός ἐστι φύσις αὐτὸ τοῦτο τὸ ἓν εἶναι, τουτέστιν οὐκ ἔστι τις φύσις αὐτὸ τὸ ἓν καθ’ αὑτὴν οὖσα, φανερόν, καὶ ὥσπερ ἐν χρώμασιν ἓν ἀκούσαντες τὸ ἓν χρῶμά τι ζητοῦμεν, λευκὸν φέρε ἢ μέλαν, οὕτω καὶ ἐν οὐσίᾳ τὸ ἓν ἢ ἄνθρωπον ἢ ἄλλο τι ζητητέον. ἐπειδὴ δὲ ἀνωτέρω εἴρηκεν ὅτι τὸ ἓν καὶ τὸ ὂν ἰσαχῶς λέγεται. λέγει ὅτι δὲ τὸ αὐτὸ ὅπερ ἐστὶν ἓν καὶ ὄν ἐστι καὶ πάλιν, δῆλον τῷ τε παρακολουθεῖν ἰσαχῶς ταῖς |κατηγορίαις καὶ μὴ εἶναι ἐν μηδεμιᾷ, μήτε ἐν τῇ τί ἐστι, λέγων τί ἐστι τὴν οὐσίαν, μήτε ἐν τῇ ποιόν, ὅπερ ἓν ὑπάρχον οὐ καὶ ὅν ἐστιν ἢ ὂν οὐ καὶ ἕν, ἁλλ’ ὁ μοί ὡς ἔχει, καὶ ὥσπερ τὸ ὂν ἐν πᾶσίν ἐστιν οὕτω καὶ τὸ ἕν. Καὶ οὐ τῷ προσκατηγορεῖσθαι ἕτερόν τι τὸ εἷς ἄν. θρωπος τοῦ ἄνθρωπος. Οἶμαι δ’ ἔνστασίν τινα δυναμένην φέρεσθαι πρὸς τὸν δεικνύντα λόγον ὅτι τὸ ἓν οὐκ ἔστιν αὐτὸ καθ’ αὑτὸ οὐδ’ οὐσία τις, διὰ τούτου λύει. ἡ δὲ ἔνστασις τοιαύτη τις ἄν εἴη. εἰ μή ἐστι τὸ ἓν φύσις τις ἀλλ’ ὄνομα μόνον, πῶς φαμεν ὅτι τὸ ζῷον ἕν ἐστι καὶ κατηγόρηται μὲν τὸ ἔστι κατὰ τοῦ ζῴου, προσκεκατηγόρηται δὲ τῷ ἔστι τὸ ὅν; ὁμοίως φαμὲν ὅτι ἔστιν ὁ ἄνθρωπος εἷς καὶ γέγονε· κἀνταῦθα τρίτον προσκατηγορούμενον τὸ εἷς. ὥστε ἔστι τὸ ἕν, ὃ κατὰ τοῦ ζῴου ἢ τοῦ ἀνθρώπου ἐκατηγορήθη, ἕτερον αὐτῶν ὂν καὶ φύσις τις καὶ οὐσία. λύει οὖν ταύτην τὴν ἔνστασιν, λέγων οὐ διὰ τὸ προσκατηγορεῖσθαι τὸ εἷς τοῦ ἀνθρώπου δυνατὸν λέγειν ὅτι τὸ εἰπεῖν ἄνθρωπος ἕτερόν ἐστι τοῦ λέγειν εἷς ἄνθρωπος καὶ διὰ τοῦτο τὸ ἓν ἔστι τι· ὥσπερ γὰρ οὐ τὸ ἔστι φύσις τίς ἐστιν αὐτὴ καθ’ αὑτὴν καὶ οὕτω κατηγορεῖται τοῦ ἀνθρώπου, οὕτως οὐδὲ τὸ ἕν. καὶ διὰ τοῦτο τὸ ἄνθρωπος ταὐτόν ἐστι τῷ εἷς ἄνθρωπος, καὶ τὸ ἑνὶ εἶναι ταὐτόν ἐστι τῷ ἑκάστῳ εἶναι· τὸ γὰρ ἑνὶ εἶναι ταὐτόν ἐστι τῷ ἑνὶ ἵππῳ. Ἀντίκειται δὲ τὸ ἓν καὶ πολλὰ κατὰ πλείους τρόπους. Καὶ ταῦτα δείκνυσιν ὅτι οὐκ ἔστι τὸ ἓν οὐσία, εἴπερ τῇ οὐσίᾳ οὐδὲν ἀντίκειται· ἅμα τε οὖν τοῦτο δείκνυσι καὶ ἅμα τὰ τῷ ἑνὶ πάντα παρακολουθοῦντα διορίζει, ὧν πρῶτόν ἐστι τὸ ἀντικεῖσθαι αὐτῷ τὰ πολλὰ κτὰ πλείους τρόπους, ὧν, φησί, τρόπων καθ’ ἕνα μὲν ἀντίκειται τὸ ἓν καὶ τὰ πολλὰ ὡς ἀδιαίρετον καὶ διαιρετόν, τὸ μὲν ἓν ὡς ἀδιαίρετον, τὰ δὲ πολλὰ ὡς διαιρετόν· τὸ μὲν γὰρ ἢ διαιρεθὲν ἢ μὴ διαιρεθὲν μὲν διῃρημένον δὲ ὑπονοούμενον πλῆθός τι καὶ πολλὰ λέγεται, τὸ δ’ ἀδιαίρετον, ὡς τὸ σημεῖον καὶ ἡ μονάς, καὶ διαιρετὸν μὲν ὡς ἡ ποδιαία γραμμὴ μὴ διαιρεθὲν δέ, ἓν λέγεται. ἐπεὶ δὲ αἱ ἀντιθέσεις τετραχῶς, τὸ ἓν καὶ τὰ πολλὰ ὡς τὰ ἐναντία ἀντίκειται, καὶ οὗτε ὡς τὰ πρός τι οὔτε ὡς ἕξις καὶ στέρησις οὔτε ὡς κατάφασις καὶ ἀπόφασις. εἰ δὲ τοῦτο, οὐκ ἄν εἴη τὸ ἓν οὐσία, εἴπερ μηδέν ἐστι τῇ οὐσίᾳ ἐναντίον. λέγεται δὲ τὸ ἓν τὸ ἀδιαίρετον ἐκ τοῦ ἐναντίου καὶ δηλοῦται τὸ ἓν τὸ ἀδιαίρετον ἐκ τοῦ ἐναντίου αὐτοῦ τοῦ διαιρετοῦ· δηλοῦται δὲ ἐξ αὐτοῦ διὰ τὸ τὸ διαιρετὸν καὶ τὸ πλῆθος μᾶλλον αἰσθητὸν εἶναι· ἐκ γὰρ τοῦ ταῦτα διαιρεῖν ἡμᾶς καὶ καταντᾶν εἰς βραχύτατόν τι ὃ μὴ δυνάμεθα τεμεῖν, εἰς ἔννοιαν ἥκομεν τοὐ ἑνὸς καὶ ἀδιαιρέτου, ὥστε τῷ λόγῳ καὶ τῇ γνώσει διὰ τὴν αἴσθησιν πρότερον τὸ πλῆθος τοῦ ἑνός, τῇ δὲ φύσει τὸ ἓν τοῦ πλήθους. Ἔστι δὲ τοῦ μὲν ἑνός, φησίν, ὥσπερ καὶ ἐν τῇ διαιέσει διεγράψαμεν. Πεποίηκε γὰρ διαίρεσιν ἐν τοῖς Περὶ τἀγαθοῦ, ὡς καὶ ἐν ἄλλοις εἴπομεν, δι’ ἧς ἅπαντα τὰ ἐναντία εἴς τε τὸ πλῆθος καὶ τὸ ἓν ἀνήγαγεν. ἔστι δὴ τοῦ μὲν ἑνὸς τὸ ταὐτὸν καὶ ὅμοιον καὶ ἴσον, τοῦ δὲ πλήθους τὸ ἕτερον καὶ ἀνόμοιον καὶ ἄνισον. Λεγομένου δὲ τοῦ ταὐτοῦ πολλαχῶς, ἕνα μὲν τρόπον κατ’ ἀριθμόν. ἐπειδή, φησί, τὸ ταὐτὸν πολλαχῶς λέγεται, δῆλον ὅτι καὶ τὸ ἕτερον καὶ τὸ ἀνόμοιον πολλαχῶς λεχθήσεται. ὅτι δὲ τὸ ταὐτὸν πολλαχῶς λέγεται λέγει· ἕνα μὲν τρόπον ταὐτὸν λέγεται τὸ κατ’ ἀριθμόν, ὃ λέγομεν ἐνίοτε ταὐτὸ τοῦτο· λέγομεν γάρ ποτε ὅτι τὸ μουσικὸν ταὐτόν ἐστι τῷ λευκῷ διὰ τὸ τὸν Σωκράτην, ἐν ᾧ εἰσι, τὸν αὐτὸν εἶναι καὶ ἕνα τῷ ἀριθμῷ. ἄλλον δὲ τρόπον τὸ ταὐτὸν λέγεται, ἂν καὶ λόγῳ καὶ ἀριθμῷ ᾖ σὺ γὰρ σαυτῷ καὶ τῷ εἴδει καὶ τῷ ἀριθμῷ τούτου γὰρ δηλωτικόν ἐστι τὸ καὶ τῇ ὕλῃ ταὐτόν) ὁ αὐτὸς καὶ εἷς εἶ. ἔτι ταὐτὰ λέγεται ὧν ὁ λόγος τῆς πρώτης οὐσίας λέγων πρώτην οὐσίαν τὴν προσεχῆ οὐσίαν) εἷς ᾖ, οἷον αἱ ἴσαι γραμμαὶ εὐθεῖαι αἱ αὐταὶ λέγονται διὰ τὸ ἴσον. ὁμοίως ταὐτὰ λέγονται τὰ ἴσα καὶ ἰσογώνια τετράγωνα, καίτοι πλείω· ἀλλ’ ἡ ἰσότης ἑνότης τις ἐν τούτοις ἐστὶ καὶ ἑνοῖ αὐτὰ καὶ ταὐτὰ ἀπεργάζεταί τε καὶ ποιεῖ. ὅμοια δὲ λέγονται ἂν ὦσι ταὐτὰ καὶ οὐκ ὦσι· τὸ γὰρ μεῖζον τετράγωνον τῷ ἐλάττονι τετραγώνῳ ἐστὶ ταὐτὸν καὶ οὐκ ἔστιν· ᾗ μὲν γὰρ ὁ λόγος αὐτῶν καὶ τὸ εἶδος οὐ διαφέρει ἀλλὰ τὸ αὐτό ἐστιν, εἰσὶ ταὐτά, ἡ δὲ τὸ μέν ἐστι μεῖζον τὸ δὲ ἔλαττον, οὔκ εἰσι ταὐτά· κατὰ δὴ τὸ μεῖζον καὶ ἔλαττον οὐ λέγοντι ταὐτὰ ἀλλ’ ὅμοια. ὅμοια οὖν, φησί, λέγονται ἂν μὴ ταὐτὰ ἁπλῶς ὄντα ἀλλὰ κατά τι διαφέροντα, τυγχάνοντα δὲ μὴ διάφορα κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος, ἀλλὰ τὸ αὐτὸ μὲν ἔχοντα εἶδος, κατὰ δὲ τὰ σύνθετα διαφέροντα· καὶ γὰρ Σωκράτης καὶ Πλάτων’ ὡς ἄνθρωποι ἀδιάφοροι, ὡς δὲ ἄτομοι διάφοροι. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ μηδὲ κατὰ τὴν οὐσίαν ἀδιάφορα τὴν συγκειμένην, κατὰ τὸ εἶδος ταὐτά, ὥσπερ εἴπομεν ἐπὶ τῶν τετραγώνων. ἀλλὰ καὶ αἱ ἄνισοι εὐθεῖαι ὅμοιαι λέγονται, διότι ἁπλῶς οὔκ εἰσιν αἱ αὐταὶ ἀλλὰ διαφέρουσι κατὰ τὸ ἄνισον, κατὰ δὲ τὸν λόγον καὶ τὴν οὐσίαν οὐ διαφέρουσιν εὐθεῖαι γάρ εἰσι. τὰ δὲ ὅμοια λέγεται, ἄν τὸ αὐτὸ εἶδος ἔχοντα, ἐν οἷς τὸ μᾶλλον καὶ τὸ ἧττον ἐγγίνεται, μήτε μᾶλλον μήτε ἧττον ἡ. οἷον ἐν τῷ λευκῷ ἐγγίνεται τὸ μᾶλλον καὶ ἧττον· ἔστι γὰρ λευκὸν λευκοῦ μᾶλλον καὶ ἧττον· ἄν οὖν δύο τινὰ ἔχοντα λευκόν, ἐν ᾧ τὸ μᾶλλον καὶ ἧττον ἐγγίνεται, μή ἐστι τὰ ἐν αὐτοῖς λευκὰ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον ἀλλ’ ὁμοίως ἀμφοῖν ἡ λευκότης ὑπάρχει, λέγεται ὅμοια. ὅμοια οὖν ταῦτα λέγεται, ὅτι τὸ ἐν αὐτοῖς λευκὸν οὐκ ἔστι τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον, καίτοι δυνατοῦ ὄντος τοῦ τὸ μὲν εἶναι μᾶλλον λευκὸν τὸ δὲ ἧττον. τὰ δὲ ὅμοια λέγεται ἐναντίως τοῖς προσεχῶς λεχθεῖσιν, οἷον εἴ τινα δύο εἴη, ἀμφότερα δὲ λευκά, ἐστὶ δὲ τοῦ μὲν τὸ λευκὸν μᾶλλον τοῦ δὲ ἧττον, ὅμοια λέγεται, ὅτι τὸ αὐτὸ εἶδος ἔχουσι· λευκὰ γὰρ ἀμφότερα. τοῦτο γὰρ ἐσήμανε διὰ τοῦ τὰ δὲ ἄν ᾖ τὸ αὐτὸ πάθος καὶ ἓν τὸ εἶδος καὶ διὰ τῶν ἑξῆς. τὰ δ’ ὅμοια λέγεται ἢ ἄν τὰ πλείω ἔχῃ τὰ αὐτὰ ἢ ἄν τὰ πρόχειρα, λέγων πρόχειρα τὰ μᾶλλον τῇ αἰσθήσει ὑποπίπτοντα. ἀλλ’ ἐπὶ τῶν παραδειγμάτων ἔστω σαφὲς τὸ λεγόμενον. ἔστω δὴ τὸ α καὶ β καὶ γ, καὶ τὸ μὲν α ἔστω λευκὸν καὶ βαρὺ καὶ σκληρόν, τὸ δὲ β λευκὸν καὶ βαρὺ καὶ μαλακόν, τὸ δὲ γ λευκὸν καὶ μαλακόν· μᾶλλον δὴ τὸ β ἐστὶν ὅμοιον τῷ α ἤπερ τὸ γ, διότι τὸ μὲν γ ἓν μόνον ἔχει τοῦ α τὸ λευκόν, τὸ δὲ β δύο τό τε λευκὸν καὶ τὸ βαρύ. τὸ μὲν οὖν β τῷ α ὅμοιον λέγεται καθὸ τὰ πλείω ἔχει· ὁ δὲ καττίτερος τῷ ἀργύρῳ κατὰ τὸ πρόχειρον, οἷον τὸ λευκόν· μᾶλλον γὰρ τὸ ἐν αὐτοῖς λευκὸν ὑποπίπτει τῇ αἰσθήσει ἢ τὸ βαρύ. καὶ ὁ χρυσὸς τῷ πυρὶ κατὰ τὸ ξανθὸν ἢ πυρρόν. ὥστε ἐπεὶ τὸ ταὐτὸν καὶ ὅμοιον πολλαχῶς λέγεται, καὶ τὸ ἕτερον καὶ τὸ ἀνόμοιον πολλαχῶς λεχθήσεται. Καὶ τὸ μὲν ἄλλο ἀντικειμένως καὶ τὸ αὐτό. Διὰ τούτων πρόκειται δεῖξαι ὅπως τὸ ἄλλο καὶ τὸ ἕτερον ἔχει πρὸς τὸ ταὐτόν, καὶ ἐρεῖ ὅτι τὸ μὲν ἄλλο ἀντίκειται τῷ ταὐτῷ, καὶ διὰ τοῦτο ἐπὶ πάντων καὶ ὄντων καὶ μὴ ὄντων λέγονται, καὶ διαιροῦσι τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν. τοῦτο δέ, λέγω δὴ τὸ ἐπὶ πάντων διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἴδιόν ἐστι τῶν ἀντιφατικῶς ἀντικειμένων. τὸ δὲ ἕτερον. καὶ ταὐτὸν οὐ διαιροῦσιν ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων τὸ ἀληθὲς καὶ ψεῦδος, ἀλλ’ ἐπὶ μόνων τῶν ὄντων· εἰ δὲ τοῦτο, οὐκ ἀντιφατικῶς ἀντίκεινται. τὸ μὲν οὖν ἄλλο, φησί καὶ τὸ ταὐτὸ ἀντίκειται, καὶ ἐπὶ τούτῳ ἅπαν πρὸς ἅπαν ἢ ταὐτὸν ἢ ἄλλο· πᾶν γὰρ καὶ ὂν καὶ μὴ ὂν πρὸς ἅπαν ἢ ταὐτόν ἐστιν ἢ ἄλλο εὐθὺς τὸ μὴ ὂν πρὸς τὸ ὂν ἄλλο ἐστίν. εἰπὼν δὲ ὅτι τὸ ἄλλο καὶ τὸ ταὐτὸν ἀντίκειται, πρὸ τοῦ εἰπεῖν πῶς τὸ ἕτερον ἔχει πρὸς τὸ ταὐτό, μεταξὺ πάλιν περὶ τοὺ ὁμοίου λέγει, λέγων τὸ δὲ ἂν μὴ καὶ ἡ ὕλη καὶ ὁ λόγος ἴδιος, λέγων ἴδιον τὸ ἕτερον, ὥσπερ ἄν εἴ τις εἴποι διιὸν εἶναι τὸ τρίγωνον τοῦ κύκλου ἀντὶ τοῦ ἕτερον. καὶ εἴη ἄν λέγων ὅτι εἰ μὴ καὶ ἡ ὕλη καὶ ὁ λόγος, τουτ έστιν εἰ μὴ διάφορός ἐστιν ἢ ὁ λόγος ἢ ἡ ὕλη, οὐ λέγεται ὅμοιον. ἄν γὰρ καὶ ὁ λόγος καὶ ἡ ὕλη εἰσὶ τὰ αὐτά, οὐ λέγονται ὅμοια ἀλλὰ ταὐτά. ταὐτοὶ γὰρ λέγονται οἱ χαλκοῖ ἀνδριάντες, ἀλλ’ οὐχ ὅμοιοι, ἐπ’ εἰ καὶ τὸ εἶδος καὶ τὴν ὕλην τὰ αὐτὰ ἔχουσιν. ἄν δὲ ὁ μὲν ᾖ χαλκοῦς ὁ δὲ χρυσοῦς, λέγονται ὅμοιοι διαφέρουσι γὰρ κατὰ τὴν ὕλην. πάλιν εἰ εἴη τρίπους καὶ λέβης ἀμφότεροι ἐκ χαλκοῦ, λέγονται καὶ οὗτοι ὅμοιοι, ὅτι τῷ εἴδει διαφέροντες τῇ ὕλῃ ἀδιάφοροί εἰσιν. λέγεται δὲ ὅμοιον καὶ τὸ πλησιαίτερον· λέγεται γὰρ ὅμοιον τὸ πράσινον χρῶμα τῷ φοινικῷ· πλησιαίτερον γάρ ἐστιν ἤπερ τὸ ἁλουργόν. πάλιν ἡ ῥητὴ εὐθεῖα πρὸς ῥητὴν ὁμοία λέγεται, ὡς ἐν τοῖς μαθηματικοῖς. ταῦτα μεταξὺ περὶ τοῦ ὁμοίου παρεμβαλών, λέγει περὶ τοῦ ἑτέρου καὶ τοῦ ταὐτοῦ. ἢ τὸ μὲν ἕτερον ἢ ταὐτὸν πᾶν πρὸς ἅπαν λέγεται, ὅσα καὶ ἓν καὶ ὄν, τουτέστιν ὅσα εἰσὶ καὶ ἓν καὶ ὄντα, ἢ ταὐτὰ λέγεται ἡ ἕτερα ἐπὶ δὲ τῶν μὴ ὄντων οὐ λέγεται. καὶ τὴν αἰτίαν συντόμως ἐπήγαγεν εἰπὼν οὐ γὰρ ἀντίφασίς ἐστι τοῦ ταὐτοῦ, ἴσον λέγων τῷ οὐ γὰρ ἀντιφατικῶς ἀντίκειται τὸ ταὐτὸν καὶ ἕτερον, ἵνα λέγηται καὶ ἐπὶ τῶν μὴ ὄντων, ἀλλ’ ἐπὶ μόνων τῶν ὄντων, τὸ δὲ μὴ ταὐτὸ λέγεται καὶ ἐπὶ τῶν μὴ ὄντων. ὥστε τὸ ταὐτὸν καὶ ἕτερον ἢ ἓν θέλει εἶναι ἢ οὐχ ἕν, ὑπάρχον καὶ ἓν καὶ ὄν. καὶ συμπεραίνεται λέγων τὸ μὲν οὖν ἕτερον καὶ ταὐτὸν οὕτως ἀντίκεινται ὡς ἐπὶ μόνων τῶν ὄντων τὸ μὲν ἀληθεύεσθαι λεγόμενον τὸ δὲ μή. Διαφορὰ δὲ καὶ ἑτερότης ἄλλο. Διακρίνει καὶ τὴν διαφορὰν ἀπὸ τῆς ἑτερότητος, ἄλλο λέγων εἶναι διαφορὰν καὶ ἄλλο ἑτερότητα. τὸ μὲν γὰρ ἕτερον, φησίν, οὐκ ἀνάγκη κατά τι κοινωνεῖν· ἡ γὰρ οὐσία ἑτέρα οὖσα τοῦ ποιοῦ οὐ κοινωνοῦσιν ἀλλήλοις κτά τι· τέως δὲ πᾶν ὃ ἄν ᾖ ὂν ἢ ταὐτόν ἐστιν ἢ ἕτερον· τὸ δὲ διάφορόν τινος τινὶ διάφορον. ὃ δὲ λέγει, οἶμαι, τοιοῦτόν ἐστιν· τὸ δὲ διάφορόν τινος τινὶ κατά τι κοινωνεῖ· ὁ γὰρ ἵππος τοῦ ἀνθρώπου διαφέρει, καὶ ὅμως κοινωνοῦσι κατὰ τὸ ζῷον. ὥστε ἀνάγκη ταὐτό τι εἶναι, ᾧ κοὶ. νωνοῦσι διαφέροντα ὄντα. τοῦτο δὲ τὸ ταὐτό, τουτέστι τοῦτο δὲ καθ’ ὃ κοινωνοῦσι διάφορα ὄντα, ἢ γένος ἢ εἶδός ἐστιν. ὁ μὲν γὰρ Σωκράτης καὶ Πλάτων διάφοροι ὄντες τῷ εἴδει καὶ τῷ γένει κοινωνοῦσιν, ἵππος δὲ καὶ ἄνθρωπος τῷ γένει μόνῳ. αὐτὸς δέ φησιν ὅτι γένει μὲν ὧν μή ἐστι κοινὴ ἡ ὕλη, ὡς ἔχει ἡ οὐσία καὶ τὸ ποσόν· τούτοιν γὰρ οὐκ ἔστι κοινὴ ὕλη. σημεῖον δὲ ὅτι οὐκ ἔστι γένεσις εἰς ἄλληλα· οὔτε γὰρ ἡ οὐσία ποσὸν γίνεται οὔτε τὸ ποσὸν οὐσία, ὥσπερ ὁ ἀὴρ ὕδωρ καὶ τὸ ὕδωρ ἀήρ. εἴδει δὲ διαφέρουσι, φησίν, ὧν τὸ αὐτὸ γένος. γένος δέ ἐστι, φησίν, ἐν ᾧ ἀμφότερα τὰ διάφορα κατὰ τὴν οὐσίαν ταὐτόν εἰσιν· ἵππος γὰρ καὶ ἄνθρωπος κατὰ τὴν τοῦ ζῴου οὐσίαν οἱ αὐτοί. ὥστε καὶ τἀναντία διάφορα· κοινὸν γὰρ ἔχουσι τὸ ὑποκείμενον τὴν οὐσίαν, ὥσπερ ἄνθρωπος καὶ ἵππος τὸ ζῷον, πορρωτέρω δὲ τὴν οὐσίαν. Ὅτι δὲ καλῶς τοῦτο ὑποτιθέμεθα, δῆλον ἐκ τῆς ἐπαγωγῆς. Ὅτι, φησί, καλῶς ὑποτιθέμεθα, διάφορα λέγοντες εἶναι τὰ τινὶ κοινωνοῦντα, ἐκ τῶν καθ’ ἕκαστα δῆλον· πάντα γὰρ τὰ διαφέροντα οὐ μόνον ἐστὶν ἕτερα ἀλλὰ καὶ ταὐτά, ὡς ὁ ἵππος καὶ ὁ ἄνθρωπος. ὥστε τὰ μὲν διάφορα καὶ ἕτερα, τὰ δὲ ἕτερα οὐ διάφορα· ἡ γὰρ ἐν Σωκράτει καὶ Πλάτωνι, οὐχ ἡ προσεχὴς ἀλλ’ ἡ πόρρω καὶ ἀνείδεος ὕλη ἕτεραι μέν εἰσι, διάφοροι δὲ οὔκ εἰσι· κατὰ τί γὰρ ἂν διαφέροιεν ἀνείδεοι οὖσι; ἀλλὰ τὰ μὲν τὸ γένος ἕτερα, λέγων τὰ μὲν τὰ ἕτερα τὰ μὲν οὖν ἕτερα κατὰ τὸ γένος ἐστὶν τε, τὰ δ’ ἐν τῇ αὐτῇ συστοιχία, τουτέστι τὰ δὲ ὅμοια ἐν τῇ αὐτῇ τυγχάνουσι σειρά, ὥστε ἐν τῷ αὐτῷ γένει καὶ τὰ αὐτὰ τῷ γένει. εἴρηται δ’ ἐν τῷ Δ ποῖά φαμεν ταὐτὰ τῷ γένει. Ἐπεὶ δὲ τῶν διαφερόντων τὰ μὲν πλεῖον διαφέρει τὰ δ’ ἔλαττον πλεῖον γὰρ διαφέρει τὸ ἁλουργὸν τοῦ ἐρυθροῦ, ἔλαττον δὲ τοῦ πρασίνου), ἔστι τις καὶ μεγίστη διαφορά, καὶ αὕτη ἡ μεγίστη διαφορά ἐστιν ἡ ἐναντίωσις. μεγίστη δὲ διαφορά ἐστιν ἡ τοῦ λευκοῦ πρὸς τὸ μέλαν. ὥστε κατὰ τοῦτο εἴη ἂν τῇ οὐσίᾳ ἐναντίον τὸ ποσόν· πλεῖστον γὰρ ἀλλήλων διεστήκασιν· ἐναντία δὲ οὐχ ὥστε καὶ μεταβάλλειν εἰς ἄλληλα ἢ εἶναι ἀναιρετικὰ ἀλλήλων, ἀλλ’ ἢ μόνον κατὰ τὴν πλείστην ἀπ’ ἀλλήλων διάστασιν. εἰπὼν δὲ ὅτι ‘τὴν μεγίστην διαφορὰν λέγω ἐναντιότητα᾿ λέγει ὅτι δ’ ἡ μεγίστη διαφορὰ ἡ ἐναντιότης ἐστὶ δῆλον ἐκ τῆς ἐπαγωγῆς. Τὰ μὲν γὰρ γένει διαφέροντα. Οἶμαι δὲ γένος νῦν λέγει τὴν ὕλην, καὶ εἴη ἂν λέγων ὅτι τὰ γένει διαφέροντα, ἀντὶ τοῦ τὰ μὴ τὴν αὐτὴν ἔχοντα ὕλην, ὡς ἡ οὐσία καὶ τὸ ποσόν, οὐκ ἔχει ὁδὸν εἰς ἄλληλα οὐδὲ γίνονται ἐξ ἀλλήλων, ἀλλ ἀπέχει πλεῖστον, καὶ οὐ συμβλητά, τουτέστιν οὐδὲν αὐτοῖς κοινόν· συμβλητὰ γὰρ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς ἔλεγε τὰ ἔχοντα κοινόν τι. τοῖς δὲ διαφέρουσι τῷ εἴδει αἱ γενέσεις ἐκ τῶν ἐναντίων εἰσὶν ὡς ἐσχάτων. γίνεται μὲν γὰρ ἐκ φαιοῦ λευκόν, ἀλλ’ οὐκ ἔστι τὸ φαιὸν καὶ τὸ λευκὸν ἡ ἐσχάτη καὶ πλεῖστον ἀπέχουσα ἐναντιότης, ἀλλὰ τὸ λευκὸν καὶ μέλαν· ἀλλ’ ὅμως τὸ λευκὸν ἐκ |τοῦ φαιοῦ ὡς ἐξ ἐσχάτου γίνεται. ὥστε τῶν κυρίως ἐσχάτων ἐστὶ τὸ διάστημα μέγιστον. εἰ δὴ τὰ ἐναντία ἔσχατα, τὸ δὲ τῶν ἐσχάτων διάστημα μέγιστον, τῶν ἐναντίων ἄρα τὸ διάστημα μέγιστον. καλῶς ἄρα ἐλέγετο, ὅτι ἡ μεγίστη διαφορά ἐστιν ἡ ἐναντίωσις. οὕτως οὖν δείξας ὅτι ἡ μεγίστη διαφορά ἐστιν ἡ ἐναντίωσις, δείκνυσι καὶ ὅτι ἡ μεγίστη διαφορὰ τέλειος, ὥστε ἂν ἡ ἐναντιότης μεγίστη διαφορά, αὕτη δὲ τέλειος, ἡ ἐναντιότης ἄρα τέλειος. ἀλλ’ εἰ τοῦτο, καὶ ἓν ἑνὶ ἐναντίον· τῷ γὰρ τελείῳ δῆλον ὡς ἓν τέλειον ἀντικείσεται. δείκνυσιν οὖν ὅτι ἡ μεγίστη διαφορὰ τέλειος. τὸ μέγιστον γάρ, φησίν, ἐν ἑκάστῳ γένει καὶ ὑποκειμένῳ τέλειον· μέγιστον γάρ φαμεν, οὗ μὴ ἔστιν ὑπερβολή· μέγιστος γὰρ ὁ κόσμος, ὅτι οὐκ ἔστι τι τὸ ὑπερβάλλον αὐτοῦ. ἀλλὰ καὶ τέλειόν φαμεν οὗ μή ἐστιν ἔξω δυνατόν τι λαβεῖν. ἀλλὰ μὴν καὶ ἡ τελεία διαφορὰ τέλος ἔχει, τοῦ δὲ τέλους οὐδὲν ἔστιν ἔξω λαβεῖν· ἐν παντὶ γὰρ τὸ τέλος ἔσχατον καὶ περιέχει τὸ οὗ ἐστι τέλος· διὸ οὐδέν ἐστιν ἔξω αὐτοῦ οὐδὲ προσδεῖται οὐδενὸς τὸ τέλειον. ὥστε εἰ καὶ τὰ ἄλλα τῷ ἔχε ἱν τέλος λέγεται τέλεια, ἡ δὲ μεγίστη διαφορὰ τέλος ἔχει, καὶ αὕτη ἄρα τέλειός ἐστιν. ἐπειδὴ δὲ πολλαχῶς λέγεται τὰ ἐναντία (εἴρηται γὰρ ὅτι τὰ ἐναντία λέγεται τὰ ἐν τῷ αὐτῷ γένει ὄντα καὶ τὰ ἐν τῷ αὐτῷ ὑποκειμένῳ καὶ τὰ ὑπὸ τὴν αὐτὴν δύναμιν, καὶ ὅσα ἄλλα εἴρηται ἐν τῷ Δ, ὅτε περὶ τούτων ἔλεγεν), ἐπεὶ οὖν πολλαχῶς λέγεται, ἀκολουθήσει αὐτοῖς τὸ τελείως οὕτως, ὡς ἂν καὶ τὸ ἐναντίοις εἶναι ὑπάρχῃ αὐτοῖς· εἰ γὰρ ὑπάρχει αὐτοῖς τὸ ἐναντίοις εἶναι διὰ τὸ ἐν τῇ αὐτῇ δυνάμει εἶναι, καὶ τὸ τέλειον οὕτως ὑπάρξει. οἷον τοῖς μὲν ἐναντίοις καὶ ἐν τῷ αὐτῷ γένει οὖσιν ἀκολουθήσει τὸ τέλειον ὡδί· τέλειος δὲ ἐναντιότης τῶν ἐν τῷ αὐτῷ γένει ὄντων ἐστίν, ἧς μηδὲν ἔστιν ἔξω λαβεῖν. τοῖς δ’ ὑπὸ τὴν αὐτὴν δύναμιν ὡδί· ἔστι γὰρ τέλειος ἐναντιότης τῶν ὑπὸ τὴν αὐτὴν δύναμιν, ἧς μηδὲν ἔστιν ἔξω τι λαβεῖν. πάλιν τέλειος ἐναντιότης ἐστὶ τῶν ὑπὸ διάφορα γένη ὄντων, ἧς μηδὲν ἔστιν ἔξω λαβεῖν τι. καὶ ἐπὶ τῶν θλῶν ὁμοίως. Τούτων δὲ ὄντων φανερὸν ὅτι οὐκ ἐνδέχεται ἑνὶ πλείω ἐναντία εἶναι. Εἴπερ ἐναντιότης ἐστὶν ἡ μεγίστη διαφορὰ καὶ ἧς μηδὲν ἔστιν ἔξω τι λαβεῖν, φανερὸν ὡς ἓν ἑνὶ ἐναντίον. τοῦ γὰρ ἐσχάτου ἐσχατώτερόν τι οὐκ ἔστι, τὰ δὲ ἐναντία τὰ ἔσχατα, ὥστε οὐκ ἄν εἴη πλείω δυοῖν τὰ ἔσχατα. ἄλλως τε πᾶσα ἐναντιότης ἕν ἐστι διάστημα, παντὸς δὲ ἑνὸς διαστήματος δύο τὰ ἔσχατα, ὥστε καὶ πάσης ἐναντιότητος δύο τὰ ἔσχατα. ὅλως δὲ εἰ ἔστιν ἐναντιότης |διαφορά, ἡ δὲ διαφορὰ δυοῖν, καὶ ἡ τέλειος, τουτέστιν ἡ διαφορὰ δυοῖν ἔσται. Ἀνάγκη δὲ καὶ τοὺς ἄλλους ὅρους ἀληθεῖς εἶναι τῶν ἐναντίων. Ὅπερ ἡμεῖς προείπομεν, αὐτὸς νῦν λέγει. φησὶ γὰρ ὅτι ὁ ὁρισμὸς τῶν ἐν τῷ αὐτῷ γένει ἐναντίων ἀληθεύσει καὶ ἐν τοῖς ὑπὸ τὴν αὐτὴν δύναμιν καὶ ἐν τοῖς ἄλλοις· καὶ γὰρ ἡ ἐν αὐτοῖς τέλειος διαφορὰ πλεῖστον διαφέρει. ὥστε ῥητέον ὡς τέλειος διαφορὰ τῶν ὑπὸ τὴν αὐτὴν δύναμίν ἐστιν, ἧς μηδὲν ἔστιν ἔξω τι λαβεῖν· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τὸ δὲ δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω τοῦ γένους οὐκ ἔστι διαφορά, οἶμαι, λύσις ἐστὶν ἐνστάσεως δυναμένης φέρεσθαι πρὸς τὸν ἓν ἑνὶ ἐναντίον λέγοντα λόγον. εἴποι γὰρ ἄν τις ὡς εἰ διὰ τοῦτο ἓν ἑνὶ ἐναντίον, ὅτι τὰ πλεῖστον ἀλλήλων διεστηκότα δύο εἰσίν, ἰδοὺ πλεῖστον ἀφέστηκε τοῦ λευκοῦ τὸ μέλαν, ἀλλ’ ἔτι μᾶλλον ἡ γραμμή· τί γὰρ κοινὸν γραμμῆς καὶ λευκοῦ; ὥστε δύο κατὰ πολὺ ἀφεστηκότα ἐστὶ τοῦ λευκοῦ, τό τε μέλαν καὶ ἡ γραμμή· εἰ δὲ τοῦτο, καὶ δύο ἐναντία ἐστὸν αὐτῷ. πρὸς ταύτην οὖν οἶμαι τὴν ἔνστασιν τοῦτο ἐπῆκται τὸ λέγον δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω τοῦ γένους οὐκ ἔστι διαφορά, τουτέστι τὰ ὑπὸ ἕτερα γένη καὶ μὴ ὑπάλληλα ὄντα οὐ χρὴ ἀντιτιθέναι, ἀλλὰ τὰ ὑπὸ τὸ αὐτό. ἀλλὰ πῶς αὐτὸς εἴρηκεν ὅτι ἡ οὐσία καὶ τὸ ποσὸν πλεῖστον ἀφεστήκασι γένη ὄντα ἕτερα; ἢ τὰ μὲν γενικώτατα γένη ἀντιτεθήσονται ὥσπερ εἴπομεν, τὰ δὲ ὑπ’ αὐτὰ οὐδαμῶς. οὐ γὰρ ἀντίκειται ζῷον λευκῷ ἢ τοῦτο γραμμῇ· δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω καὶ ὑπ’ ἀλλότρια γένη ὄντα οὐκ ἔστι διαφορὰ ἤτοι ἐναντιότης. τούτων δὲ αὕτη μεγίστη, τουτέστι τῶν δ’ ἐν τῷ αὐτῷ γένει αὕτη ἡ ἐναντιότης ἡ μεγίστη ἐστὶ διαφορὰ καὶ ἐναντία τὰ ἐν τῷ αὐτῷ γένει πλεῖστον διαφέροντα· ἡ γὰρ τούτων διαφορὰ μεγίστη καὶ τέλειός ἐστιν. ὡσαύτως καὶ τὰ πλεῖστον ἐν τῶ αὐτῶ δεκτικῷ διαφέροντα ἐναντία· ἡ γὰρ ὕλη καὶ τὸ ὑποκείμενον αὐτοῖς τὸ αὐτό. καὶ τὰ ὑπὸ τὴν αὐτὴν δύναμιν· ἡ γὰρ νόσος καὶ ἡ ὑγίεια πλεῖστον ἀφεστήκασιν ἀλλήλων ὄντα ὑπὸ τὴν αὐτὴν δύναμιν τὴν ἰατρικήν· ἡ γὰρ ἰατρικὴ περὶ ἕν τι γένος ἐστὶ τὰ σώματα, περὶ δὲ τὰ σώματά ἐστι τἀναντία ὑγίεια καὶ νόσος· ἡ αὐτὴ ἄρα δύναμίς ἐστι τῶν ἐναντίων. Πρώτη δ’ ἐναντιότης ἐστὶν ἕξις καὶ στέρησις, οὐ πασα δέ. Τὸ γὰρ φαιὸν στέρησίς ἐστι λευκοῦ, καὶ οὐ δήπου τὸ φαιὸν καὶ τὸ λευκὸν πρώτη ἐναντιότης, ἀλλ’ ἡ τέλειος ἐναντιότης αὕτη ἐστὶ πρώτη. τὰ δ’ ἄλλα κατὰ ταῦτα λεχθήσονται ἐναντία. τὸ γὰρ λευκὸν σῶμα ἐναντίον λέγεται τῷ μέλανι σώματι διὰ τὸ λευκὸν καὶ τὸ μέλαν, καὶ ἡ ὑγίανσις δὲ λῆψις οὖσα ὑγιείας ἐναντία |λέγεται τῇ νοσάνσει ἀποβολῇ οὔσῃ ὑγιείας λήψει δὲ νόσου. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Εἰ δὴ ἀντίκειται μὲν ἀντίφασις καὶ στέρησις καὶ ἐναντιοτης. Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι ἡ στέρησις καὶ τὰ ἐναντία ὑπὸ τὴν ἀντίφασίν ἐστι, καὶ τρόπον τινά, ὡς ἐρεῖ ἀντιφάσεις εἰσὶν ἥ τε στέρησις καὶ τὰ ἐναντία. ἀλλ’ εἰ τοῦτο, μᾶλλόν ἐστιν ἀντίθεσις ἡ ἀντίφασις καὶ στερήσεως καὶ τῶν ἐναντίων· καὶ εἰ τοῦτο, πῶς λέγουσιν ὅτι ἐν τῷ πέμπρῳ τμήματι τοῦ Περὶ ἑρμηνείας γυμνάζων τοὺς ἀκροατὰς λέγει ὅτι μᾶλλον ἡ ἀντίφασις ἀντίκειται ἤπερ τὰ ἐναντία, ἐπεὶ αὐτὸς τὴν ἐναντιότητα μᾶλλον ἀντικεῖσθαι τῆς ἀντιφάσεως βούλεται, δείκνυσιν οὖν, ὡς εἴρηται, ὅτι ὑπὸ τὴν ἀντίφασίν εἰσιν ἥ τε στέρησις καὶ τἀναντία· τέως δὲ πρῶτον δείκνυσιν ὅτι τὰ ἐναντία οὐκ ἀντίκειται ὡς τὰ ἀντιφατικῶς ἀντικείμενα, ὃ ταὐτόν ἐστι τῷ ὡς κατάφασις καὶ ἀπόφασις, συλλογιζόμενος ἐν τῷ β σχήματι ὧδε· ἀντιφάσεως οὐδέν ἐστι μεταξύ, τῶν δὲ ἐναντίων ἔστι τι μεταξύ, τὰ ἐναντία ἄρα οὐκ ἀντίκειται ὡς τὰ ἀντιφατικῶς ἀντικείμενα. εἰ οὖν, φησίν, ἀντίκεινται μὲν ἀντίφασις καὶ στέρησις καὶ ἐναντιότης καὶ τὰ πρός τι, τῶν δὲ τριῶν πρώτη ἡ ἀντίφασις, μεταξὺ δὲ ἀντιφάσεως οὐκ ἔστι τι, ἐπί τινων δὲ ἐναντίων ἐνδέχεται εἶναί τι μεταξύ, δῆλον ὡς οὐ ταὐτὸν ἀντίφασις καὶ τὰ ἐναντία. Ἡ δὲ στέρησις ἀντίφασίς τίς ἐστιν. Καὶ τοῦτο θεὶς πρὸ τοῦ πῶς ἐστιν ἀντίφασις εἰπεῖν διαίρεσιν ποιεῖται τῆς στερήσεως λέγων ἢ γὰρ τὸ ἀδύνατον ὅλως ἔχειν λέγεται ἐστερὴσθαι ἢ ὃ ἄν πεφυκὸς ἔχειν μὴ ἔχῃ, ἢ ὅλως ἢ πῶς ἀφορισθέν. ἀδύνατον μὲν γὰρ ὅλως ἔχειν τὸν λίθον ὄψιν καὶ λέγεται καὶ αὐτὸς ἐστερῆσθαι ὄψεως. πέφυκε δὲ ἔχειν τὸ παιδίον ἐν τῇ διετίᾳ ὀδόντας, καὶ εἰ μὴ ἔχει, λέγεται ὀδόντων ἐστερῆσθαι. τὸ δὲ ἢ ὅλως ἢ πῶς ἀφορισθὲν ἐπανάληψίς ἐστιν· καὶ ἔστι τὸ μὲν ἢ ὅλως ἴσον τῷ μηδαμῶς ἔχον ἢ μὴ πεφυκὸς ἔχειν, λεγόμενον δὲ ἐστερῆσθαι· τὸ δὲ ἢ πῶς πρόσκειται, ὅτι ἐλέγετο ἐν τῷ Δ τῆσδε τῆς πραγματείας ὅτι καὶ τὸ ἔχον φαύλους πόδας ἐστερῆσθαι ποδῶν λέγεται, καὶ ἀπύρηνα ὁμοίως τὰ πυρῆνας ἔχοντα βραχυτάτους. ὅτι δὲ τὸ ἐστερῆσθαι πολλαχῶς λέγεται, ὑπομιμνήσκει ἡμᾶς διὰ τῶν ἐν τῷ Δ ῥηθέντων, λέγων πολλαχῶς γὰρ τὸ ὖ τὸ λέγεται, ὥσπερ δι. ῄρηται ἡμῖν ἐν ἄλλοις. εἴπερ οὗν ἡ τὸ ἀδύνατον ἔχειν λέγουσα στέρησις τὸ μὴ δυνατὸν δηλοῖ, τὸ δὲ μὴ δυνατὸν ἀπόφασίς ἐστι τοῦ δυνατοῦ, ὁμοίως δὲ καὶ τὸ μὴ ἴν τοῦ ἔχειν, εἰκότως ἄρα ἐλέγετο ὅτι ἡ στέρησις ἀντίφασίς τίς ἐστιν ἢ ἀδυναμία διορισθεῖσα ἢ συνειλημμένη τῷ δεκτικῷ. ὅταν μὲν γὰρ φῶ τυφλότης, αὐτὴν διωρισάμην καὶ ἐδήλωσα τὴν ἀδυναμίαν ἤτοι αὐτὴν τὴν στέρησιν μόνην· ἄν δὲ τυφλὸν εἴπω, τὴν τυφλότητα μετὰ τοῦ ὑποκειμένου αὐτῇ ἐσήμανα· τὸ γὰρ τυφλὸν αὐτή ἐστιν ἡ στέρησις μετὰ τοῦ ὑποκειμένου, ὥσπερ καὶ ὅταν εἴποι τις λευκότητα, δηλοῖ τὸ εἶδος τῆς λευκότητος καὶ τὴν φύσιν αὐτῆς, ὅταν δὲ λευκόν, τὸ σῶμα τὸ λελευκασμένον. ἀλλὰ πῶς μεταξὺ στερήσεως τινος ἔστι τι; ὅταν γὰρ λέγω ὅτι οὔτε ἴσον οὔτε ἄνισόν ἐστιν, ἐμφαίνω ὅτι ἔστι τι μεταξύ· ἀντιφάσεως δὲ ὅτι οὐκ ἔστι τι μεταξὺ δέδεικται, ὅτε ἐδείκνυεν ὡς οὐ συναληθεύει ἡ ἀντίφασις. ἢ ὅτι ἡ μὲν ἀντίφασις ἀορισταίνει λέγοντες γὰρ ὅτι ἴσον ἐστίν, ἴσον οὐκ ἔστιν, ἡ ἀπόφασις τὸ ἴσον μόνον ἀναιρεῖ, οὐδὲν δὲ τίθησιν· ἡ δὲ στέρησις, οἷον τὸ ἄνισον, καὶ τὸ ἴσον ἀναιρεῖ καὶ τίθησί τινα καὶ ἐναντιότητα. μεταξὺ δὲ ἐναντίων τινῶν εἶναί τι οὐδὲν κωλύει, εἰ μὴ καὶ ἀνάγκη. διὰ δὴ τοῦτο ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ τι, καὶ ὅτι. ὃ καὶ μᾶλλον ἀληθές, ἡ μὲν ἀντίφασις ἐπὶ πάντων καὶ ὄντων καὶ μὴ ὄντων διαιρεῖ τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν, διὰ τὸ ὡς εἴρηται τὴν ἀπόφασιν μόνον τὸ ὑπὸ τῆς καταφάσεως δηλωθὲν ἀποφάσκειν, ἡ δὲ στέρησις ἐπὶ τῶν παρὰ τὸ ποσὸν κατηγοριῶν συμψεύδεται· ὡς γὰρ ἡ καταφασις ἡ ὅτι ἡ ψυχὴ ἢ τὸ λευκὸν ἴσα ἐστὶ λέγουσα ψεύδεται, οὕτω καὶ ἡ στέρησις ἡ ὅτι ἡ ψυχὴ ἄνισός ἐστιν ἀποφαινομένη ἢ ὅτι τὸ λευκόν. διὰ οὖν τὸ συμψεύδεσθαι αὐτὰς ἔχει χώραν ἡ μεσότης ἡ λέγουσα ὅτι ἡ ψυχὴ οὔτε ἴση ἐστὶν οὔτε ἄνισος, ὁμοίως δὲ καὶ ἐπὶ πάντων τῶν συμψευδομένων· ἐπὶ δὲ τῆς ἀντιφάσεως οὐδαμῶς. τῆς γὰρ καταφάσεως τῆς ὅτι ἡ ψυχὴ ἴση ἐστὶ λεγούσης ψευδομένης, ἡ ἀπόφασις ἡ ὅτι ἡ ψυχὴ ἴση οὐκ ἔστι λέγουσα ἀληθεύει, διὰ τὸ μόνον, ὡς εἴρηται, ἀναιρεῖν τὸ ἴσον, μηθὲν δὲ ἕτερον τιθέναι. διὰ ταῦτα δὴ ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ τι, στερήσεως δέ τινος ἔστι. καὶ τὴν αἰτίαν τοῦ τῆς στερήσεως εἶναί τι μεταξύ, τῆς δ’ ἀντιφάσεως μὴ εἶναι συντόμως ἐπήγαγεν εἰπὼν ἴσον μὲν γὰρ ἢ οὐκ ἴσον πᾶν, ἴσον δὲ ἢ ἄνισον οὐ πᾶν, ὃ ταὐτόν ἐστι τῷ ἡ μὲν ἀντίφασις ἡ λέγουσα ὅτι πᾶν ἢ ἴσον ἐστὶν ἢ οὐκ ἴσον ἐπὶ πάντων διαιρεῖ τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν, ἡ δὲ στέρησις, ὡς ἐπὶ τῆς ψυχῆς εἴρηται, συμψεύδεται τῇ ἕξει, καὶ διὰ τοῦτο ἔχει χώραν ἐπὶ ταύταιν ἡ μεσότης. οὐκ ἐπὶ πάντων δὲ συμψεύδεται ἡ στέρησις τῇ ἕξει καὶ αὕτη τῇ στερήσει· ἐπὶ γὰρ τοῦ δεκτικοῦ καὶ ὑποκειμένου αὐταῖν διαιροῦ σί’ τὸ ψεῦδος ἀπὸ τῆς ἀληθείας. ἐπὶ γὰρ τοῦ ποσοῦ τῆς ἕξεως ψευδομένης ἀληθεύει ἡ στέρησις. πᾶν γὰρ ποσὸν ἢ ἴσον ἐστὶν ἢ ἄνισον. ἰ δὴ αἱ μὲν γενέσεις τῇ ὕλῃ ἐκ τῶν ἐναντίων. Δείξας ὅτι ἡ στέρησις ἀντίφασίς τίς ἐστι δείκνυσιν ὅτι καὶ ἡ ἐναντιότης. τοῦτο δὲ δείκνυσι διὰ τοῦ δεῖξαι ὅτι αἱ ἐναντιότητες στερήσεις εἰσίν· εἰ οὖν αἱ ἐναντιότητες στερήσεις, αἱ δὲ στερήσεις ἀντιφάσεις τινές, καὶ αἱ ἐναντιότητες ἄρα ἀντιφάσεις εἰσί. δείκνυσι δ’ ὑποθετικῶς τὸ προκείμενον ὧδε. εἰ οὖν αἱ γενέσεις τῶν ἐναντίων, γίνονται δὲ διὰ τὴν ὑποκειμένην αὐτοῖς ὕλην, εἰ οὖν αἱ γενέσεις ἐν τῇ ὕλῃ τῇ ὑποκειμένῃ ἐκ τῶν ἐναντίων εἰσί, πᾶσα δὲ γένεσις ἢ ἐκ τοῦ εἴδους ἐστὶ καὶ τῆς τοῦ εἴδους ἕξεως τοῦτο δ’ ἐκ παραλλήλου κεῖται) ἢ ἐκ τῆς τοῦ εἴδους στερήσεως, ἐκδηλότατόν ἐστιν ὅτι ἡ ἐναντιότης στέρησίς ἐστιν. εἰ γὰρ τὸ μουσικὸν ἐκ τοῦ ἀμούσου, ὅπερ ἐστὶ στέρησις, γίνεται, πᾶσα δὲ γένεσις ἐκ τοῦ ἐναντίου, τὸ μουσικὸν ἄρ καὶ τὸ ἄμουσον καὶ ἐναντιότης καὶ στέρησίς ἐστι. τοῦτο δὴ καὶ ἐπὶ τῶν ἄλλων οὕτως εὕροις ἄν. ὅτι δὲ πᾶσα γένεσις ἢ ἐκ τοῦ εἴδους καὶ τῆς ἕξεως ἢ ἐκ τῆς στερήσεώς ἐστι, δέδεικται ἐν τῇ Περὶ γενέσεως, ἀλλὰ καὶ νῦν ὑπομνηστέον. ὅταν γὰρ ἐκ τοῦ μουσικοῦ ἢ τοῦ λευκοῦ γένηται ἄμουσον ἢ μέλαν, ἐξ εἴδους γέγονεν ἡ γένεσις καὶ ἕξεως· διώρισται γὰρ ἐν τῇ Περὶ γενέσεως ὡς τὰ κρείττονα τῶν εἰδῶν καὶ ἕξεις εἰσὶ καὶ μᾶλλον εἴδη, τὰ δὲ χείρονα στερήσεις· ὅταν δὲ ἐξ ἀμούσου ἢ μέλανος γένηται μουσικὸν ἢ λευκόν, ἐκ στερήσεως ἐστιν αὕτη ἡ γένεσις. ὥστε εἰ τὸ μέλαν καὶ τὸ λευκὸν ἐναντία, τὸ δὲ μέλαν στέρησίς ἐστι λευκοῦ καὶ τὸ ἄμουσον μουσικοῦ, φανερὸν ὅτι πᾶσα ἐναντιότης στέρησίς ἐστι καὶ ἕξις. οὐ πᾶσα δὲ στέρησις ἐναντιότης. αἴτιον δὲ τοῦ μὴ πᾶσαν στέρησιν ἐναντιότητα λέγεσθαι ὅτι πολλαχῶς ἡ στέρησις λέγεται· στέρησις γὰρ καὶ τὸ φαιὸν λέγεται τοῦ λευκοῦ, ἐναντίον δ’ οὐκ ἔστι κυρίως· ἐναντία γάρ ἐστιν ἐξ ὧν ἐσχάτων, ὡς ἡ λευκοῦ καὶ μέλανος ἐξ ἀλλήλων ἔχει γένεσις, καὶ ὥσπερ εἴρηται ἔναγχος, ἐναντία ἐστὶν ὧν τὸ διάστημα μέγιστόν ἐστιν, ἡ δὲ τοῦ λευκοῦ καὶ φαιοῦ ἀπ’ ἀλλήλων διάστασις οὐ μεγίστη. ὥστε τὸ φαιὸν στέρησις μέν ἐστι λευκοῦ, ἐναντιότης δὲ τὸ φαιὸν καὶ λευκὸν οὐκ ἔστιν. οὐκ ἄρα πᾶσα στέρησις ἐναντιότης. ὅτι δὲ πᾶσα ἐναντιότης στέρησίς ἐστι, φανερόν, φησίν, ἐκ τῆς ἐπαγωγῆς. πᾶσα γὰρ ἐναντιότης ἔχει στέρησιν· εὐθὺς γὰρ ἡ ψυχρότης στέρησιν ἔχει θερμοῦ, καὶ ἡ μελανία λευκοῦ, καὶ ἡ ἀνισότης ἰσότητος, καὶ ἡ ἀνομοιότης ὁμοιότητος, καὶ ἡ κακία ἀρετῆς. ἐκ τούτου δὲ ποριζόμεθα ὡς ἡ στέρησις οὐχ ἕτερόν τί ἐστιν ἢ θάτερον τῶν ἐναντίων, ἤτοι τὸ ἓν μόριον τῆς ἐναντιότητος· τὸ γὰρ μέλαν τὸ ἓν τῆς ἐναντιώσεως ἐστιν. εἰ γὰρ ὅλη ἡ ἐναντιότης τὰ δύο ἐστὶ τὸ λευκὸν καὶ μέλαν, τὸ μέλαν ἄρα τὸ ἕτερόν ἐστι τῶν ἐναντίων. πᾶσα δὴ ἐναντιότης στέρησιν ἔχει καὶ ἔστιν ἡ στέρησις τὸ ἕτερον τῶν ἐναντίων. οὐχ ὁμοίως δὲ πάντα ἐστερῆσθαι λέγεται, ἀλλὰ διαφέρει, ὥσπερ εἴρηται. καὶ εἴρηται ὅτι τὸ μὲν ἐστερῆσθαι |λέγεται, ἄν μόνον ᾖ ἐστερημένον. ὁ γὰρ λίθος ἐστερῆσθαι ὄψεως λέγεται οὐχ ὡς τὰ πεφυκότα μὲν ἔχειν καὶ μὴ ἔχοντα, ἀλλ’ ὅτι μόνον οὐκ ἔχει. τὸ δὲ ἐὰν ἢ ποτὲ πεφυκὸς ἔχειν μὴ ἔχῃ ὅτε πέφυκεν ἔχειν, ἢ εἰ ἐπεφύκει ἔν τινι μορίῳ ἔχειν, ὡς ἐν τῷ ὀφθαλμῷ ὄψιν, μὴ ἔχῃ, ἢ τῷ κυρίῳ. ὁ γὰρ τῆς δεξιᾶς χειρὸς στερηθεὶς ἄχειρ λέγεται ὅτι τοῦ κυριωτέρου μέρους ἐστέρηται· κυριώτερον γὰρ ἡ δεξιὰ τῆς λαιᾶς· πάντῃ δὲ ἄχειρ λέγεται ὁ ἀμφοῖν ταῖν χεροῖν στερηθείς. διὸ ὅσων μὲν ἐναντίων ἐστὶ τὸ ὑποκείμενον ὡρισμένον, οἷον περιττοῦ καὶ ἀρτίου ὁ ἀριθμός, τούτων οὐδέν ἐστι μεταξύ· ὅσων δὲ οὐχ ὡρισμένον, τούτων ἔστιν. οὐχ ὡρισμένον δὲ τὸ ὑποκείμενόν ἐστιν ἀγαθῷ καὶ κακῷ· ἐν ἁπάσαις γὰρ ταῖς κατηγορίαις ἐστὶ καὶ ἀγαθὸν καὶ κακόν, ὥστε ἀόριστον αὐτῶν τὸ ὑποκείμενον, καὶ διὰ τοῦτό εἰσί τινα οὔτε ἀγαθὰ οὔτε κακά· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. φανερὸν τοίνυν γέγονε διὰ τῆς ἐπαγωγῆς ὅτι ἀεὶ θάτερον τῶν ἐναντίων λέγεται κατὰ στέρησιν καὶ ἔστι πᾶσα ἐναντιότης στέρησις. συλλογιστέον δή· τὰ ἐναντία στερήσεις. πᾶσαι αἱ στερήσεις ἀντιφάσεις εἰσί τινες, καὶ τὰ ἐναντία ἄρα ὑπὸ τὴν ἀντίφασίν φασίν εἰσιν ὥσπερ καὶ αἱ στερήσεις. τὸ δὲ ἀπόχρη δὲ κἂν τὰ πρῶτα καὶ τὰ γένη τῶν ἐναντίων, οἷον τὸ ἓν καὶ πολλὰ τοιοῦτον ἄν εἴη. εἰ πάντα τὰ ἐναντία ὑπὸ τὸ ἓν καὶ τὰ πολλὰ ἀνάγεται καὶ εἴρηταί μοι πολλάκις ὅτι διαίρεσιν πεποίηκε, καθ’ ἣν πάντα τὰ ἐναντία ὑπὸ τὸ ἓν ἀνήγαγε καὶ τὰ πολλά), τὸ δὲ ἓν καὶ τὰ πολλὰ ἀντίφασίς τίς ἐστιν, ὡς δειχθήσεται, πάντα ἄρα τὰ ἐναντία ὑπ’ αὐτὴν ἀνάγεται. Ἐπεὶ δὲ ἓν ἑνὶ ἐναντίον, ἀπορήσειεν ἄν τις πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά. Ζητεῖ πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά, πότερον ὡς τἀναντία, ὡς στέρησις καὶ ἕξις, ὡς τὰ πρός τι, ἢ ὡς κατάφασις καὶ ἀπόφασις. ὁμοίως δὴ τὸ ἴσον τῷ μεγάλῳ καὶ τῷ μικρῷ κατὰ ποῖον τουτωνὶ τῶν τρόπων ἀντίκειται; καὶ τέως ὅτι τὸ ἓν καὶ τὰ πολλὰ ἀντικείμενά ἐστι δείκνυσι λέγων ‘εἰ γὰρ τὸ πότερον ἐν τοῖς ἀντικειμένοις εἰώθαμεν λέγειν, λέγεται δὲ τὸ πότερον καὶ ἐπὶ τοῦ ἑνὸς καὶ τῶν πολλῶν, δῆλον ὅτι ἀντικείμενά ἐστιν.’ ἀλλὰ καὶ ὅτι τὸ πότερον ἐπὶ τῶν ἀντικειμένων λέγεται δῆλον· λέγομεν γὰρ πότερον λευκόν ἐστιν ἢ μέλαν καὶ πότερον λευκὸν ἢ οὐ λευκόν. πότερον δὲ τὸ προκείμενον ἄνθρωπός ἐστιν ἢ οὐ] λευκόν, οὔ φαμεν διὰ τὸ μὴ ἀντικεῖσθαι |τὸν ἄνθρωπον καὶ τὸ λευκόν, εἰ μὴ ἐξ ὑποθέσεως· εἰ γὰρ ὑποθοῖτό τις μηδέν τι ἄλλο εἶναι τῶν ἀπάντων εἰ μὴ μόνον ἄνθρωπον καὶ λευκόν, δυνησόμεθα λέγειν τούτου ὑποκειμένου, πότερον τὸ προκείμενον ἄνθρωπός ἐστιν ἢ λευκόν; καὶ πάλιν εἰ θείημεν ὡς ἔστιν ἐν τῇδε τῇ οἰκίᾳ σήμερον ἐξ ἀνάγκης ἢ ἐλεύσεσθαι Κλέωνα ἢ Καλλίαν, μηδένα δὲ ἕτερον, ἐροῦμεν διὰ τὴν ὑπόθεσιν, πότερον Κλέων ἐστὶν ἢ Καλλίας ὁ ἐληλυθώς; εἰ δὲ καὶ ἄλλοι τινὲς ἤμελλον ἐλεύσεσθαι, οὐκ ἐροῦμεν τὸ πότερον Καλλίας ἐστὶν ὁ ἐληλυθὼς ἢ Κλέων, διὰ τὸ ἐνδέχεσθαι μηδέτερον εἶναι τούτων τὸν ἐλθόντα, ἀλλ’ ἕτερον οἷον τὸν Σωκράτην. Ἀλλ’ οὐκ ἀνάγκη. ’Ev οὐδενὶ γένει καὶ ὑποκειμένῳ δυνατόν ἐστι τὸ πότερον ἐρωτᾶν ἀλλ’ ἐξ ὑποθέσεως, ἐπὶ δὲ τῶν ἀντικειμένων ἐξ ἀνάγκης. ἀλλὰ καὶ τοῦτο τὸ ἐξ ὑποθέσεως ἐκ τῶν κυρίως ἀντικειμένων ἐλήλυθεν· διὰ γὰρ τὸ μὴ δύασθαι ἅμα τὰ ἀντικείμενα ὑπάρχειν, ὑπόκειται δὲ καὶ ἐνταῦθα μὴ δύνασθαι ἅμα αὐτοὺς ἐληλυθέναι ἀλλὰ τὸν μὲν πρότερον τὸν δὲ ὕστερον ἀλλὰ καὶ οὗτος ὁποῖος ἄν τύχῃ εἴτε Κλέων εἴτε Καλλίας) διὰ οὖν τὸ μὴ δύνασθαι τὰ ἀντικείμενα ὑπάρχειν, ὑπόκειται δὲ καὶ ἐνταῦθα μὴ ἅμα αὐτοὺς ἐληλυθέναι, λέγεται τὸ πότερος ἦλθεν· εἰ γὰρ ἐνεδέχετο ἅμα αὐτοὺς ἐλθεῖν, γελοῖον τὸ ἐρωτᾶν πότερος ἦλθεν. εἰ δὲ καὶ ἅμα ἐνδεχομένων ἐλθεῖν ἐρωτᾷ τις τὸ πότερος ἦλθεν, εὐθὺς εἰς τὸ ἓν καὶ τὰ πολλὰ ἐμπίπτει, τουτέστιν εἰς τὴν ἀντίφασιν, οἷον ἀμφότεροι ἦλθον ἢ ὁ εἷς. καὶ οὕτω πάλιν τὸ πότερον ἐπὶ ἀντιφάσεως λέγεται. εἰ δὴ ἐν τοῖς ἀντικειμένοις, ὥσπερ εἴρηται, ἡ τοῦ ποτέρου ζήτησις, λέγομεν δὲ καὶ πότερον μεῖζον ἢ ἴσον ἢ ἔλασσον, τίς ἔσται ἡ ἀντίθεσις τοῦ ἴσου πρὸς τὸ μεῖζον καὶ ἔλασσον καὶ κατὰ τίνα τῶν τοῦ ἀντικειμένου τρόπων ἀντίκεινται; οὔτε γὰρ τὸ ἴσον ἑνὶ μόνῳ οἷον τῷ μείζονι ἢ τῷ ἐλάσσονι ἀντίκειται. τίς γάρ ἐστι λόγος τοῦ τῷ μείζονι μὲν ἀντικεῖσθαι τὸ ἴσον τῷ ἐλάττονι δὲ μή, ἢ ἔμπαλιν τῷ ἐλάττονι μὲν ἀλλ’ οὐ καὶ τῶ μείζονι; ἀλλὰ μὴν εἴπερ ἀντικείσονται τῷ ἴσῳ καὶ τὸ μεῖζον καὶ τὸ ἔλασσον, ἔσονται δύο ἑνὶ ἐναντία, δέδεικται δὲ ὅτι ἓν ἑνὶ ἐναντίον. Ἔτι τῷ ἀνίσῳ ἐναντίον τὸ ἴσον. Ἀλλὰ μὴν τὸ ἄνισον δηλωτικόν ἐστι τοῦ μείζονος καὶ ἐλάσσονος· ὥστε εἰ ἐναντίον τῷ ἴσῳ τὸ ἄνισον, καὶ οὕτως δύο εἰσὶν ἐναντία. εἰ δὲ τὸ ἄνισον ἀμφότερα δηλοῖ, τὸ μεῖζον καὶ ἔλασσον οὐκ εἰκός ἐστι λέγειν ὅτι τὸ ἄνισον χρὴ ὡς ἕν τι ὄνομα λαμβάνειν καὶ ἀντιτιθέναι τῷ ἴσῳ, καὶ οὕτως ἐπάγειν ὅτι ἓν τὸ ἄνισον ἑνὶ τῷ ἴσῳ ἐναντίον. τοῦτο γὰρ τοῖς ὑπὸ τὴν δυάδα τὸ ἄνισον ἀνάγουσι βοηθεῖ· ἐπειδὴ γὰρ τὸ ἄνισον δυοῖν ἐστι δηλωτικόν, εὐλόγως αὐτὸ ὑπὸ τὴν δυάδα ἀνάγουσι. οὐ σί’. τῷ δὲ λέγοντι ὡς ἐπειδὴ τὸ ἄνισον ἕν ἐστιν ὄνομα καὶ ἀντιτιθέμενον τῷ ἴσῳ, ὡς ἓν ἑνὶ ἀντιτίθεται, οὐδαμῶς βοηθεῖ· οὐ γὰρ τὰ ὀνόματά εἰσι τὰ ἀντικείμενα, ἀλλὰ τὰ ὑπὸ τῶν ὀνομάτων σημαινόμενα πράγματα. ὥστε εἰ καὶ ἕν ἐστι τὸ ἄνισον ὄνομα, ἀλλ’ ἐπειδὴ δυοῖν ἐστι δηλωτικόν, ὁ τοῦτο τῷ ἴσῳ ἀντιτιθεὶς δύο ἑνὶ ἀντέθηκεν· ὥστε ἔσονται τῷ ἑνὶ δύο ἐναντία, ὅπερ ἀδύνατον. ἔτι τὸ μὲν ἴσον μεταξὺ φαίνεται τοῦ τε μεγάλου καὶ τοῦ μικροῦ, ἐναντίωσις δὲ μεταξὺ οὐκ ἔστι, τὸ ἴσον ἄρα οὐκ ἔστιν αὐτοῖς ἐναντίον. ἄλλως τε εἰ ἐναντιότητα λέγομεν τὴν μεγίστην καὶ τελείαν διάστασιν, οὐκ ἂν εἴη μεταξύ τινος· μεταξὺ γάρ τινος οὖσα συμβαίνει αὐτὴν μὴ εἶναι τελείαν. καὶ ἡ μὲν ἐναντιότης μεταξύ τινος, ὡς εἴρηται, οὐκ ἔστιν, αὕτη δὲ μᾶλλον ἔχει ἑαυτῆς τι μεταξύ, ὡς τὸ φαιὸν ἡ λευκότης καὶ μελανία. δέσεολταο ἄρα ὅτι τὸ ἴσον τῷ μείζονι καὶ ἐλάττονι οὐκ ἀντίκειται ὡς τὰ ἐναντία συμβαίνει γὰρ δύο ἑνὶ εἶναι ἐναντία καὶ τὰ λοιπὰ ὡς εἴρηται. Λείπεται δὴ ἢ ὡς ἀπόφασιν ἀντικεῖσθαι ἢ <ὡς> στέρησιν. Δείξας τὴν τοῦ ἴσου πρὸς τὸ μεῖζον καὶ ἔλασσον ἀντίθεσιν μὴ οὖσαν ὡς τὰ ἐναντία, λέγει λειπόμενον εἶναι ἀντικεῖσθαι αὐτὰ ἢ ὡς ἀπόφασιν ἢ ὡς στέρησιν. τέως δὲ τὸ λέγειν ὅτι καθ’ ἕνα τῶν δύο τούτων τρόπων ἢ τῷ μείζονι μόνῳ ἀντίκειται τῷ δὲ ἐλάσσονι μή, ἢ τῷ ἐλάσσονι μὲν μόνῳ τῷ μείζονι δὲ μή, οὐκ ἐνδέχεται. διὰ τί γὰρ ἑνὶ ὁτῳοῦν αὐτοῖν καὶ οὐκ ἀμφοῖν ἀντικείσεται; ἀπορήσας οὖν λύει λέγων ἀμφοῖν ἄρα ἀπόφασις στερητική, τουτέστιν ἀντίκειται ἄρα τὸ ἴσον τῷ μείζονι καὶ ἐλάσσονι ὡς ἀπόφασις στερητική. τὸ γὰρ ἴσον ἀπόφασίς ἐστι τοῦ μείζονος καὶ ἐλάσσονος· ἴσον γάρ ἐστι τὸ μήτε μεῖζον μήτε ἔλασσον, καὶ ἐπὶ τούτῳ ἀντικεῖσθαι αὐτοῖς ὡς ἀπόφασις στερητικὴ πρὸς ἀμφότερα λέγεται, οἷον πότερον ἴσον ἢ μεῖζον ἢ ἔλασσον. πρὸς θάτερον δὲ οὐ λέγεται μόνον τὸ πότερον· οὐ γὰρ λέγομεν πότερον ἴσον ἢ μεῖζον ἢ ἔμπαλιν πότερον ἴσον ἢ ἔλασσον, ἀλλ’ ἀεὶ τρία, τουτέστιν ἀλλ’ ἀεὶ τὸ πότερον πρὸς τὰ τρία λέγεται, ἀλλ’ οὐ πρὸς τὰ δύο, ἀλλὰ πότερον ἴσον ἢ μεῖζον ἢ ἔλασσον. εἰπὼν δὲ ὅτι τὸ ἴσον ἀπόφασίς ἐστι στερητικὴ τοῦ μείζονος καὶ ἐλάττονος ἐπάγει οὐ στέρησις δὲ ἐξ ἀνάγκης· οὐ γὰρ πᾶν ἴσ’ ὂν ἢ μεῖζον ἢ ἔλασ’ σὸν, ἀπόφασιν στερητικὴν λέγων τὴν ἐπὶ μιᾶς κατηγορίας διαιροῦσαν τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν, ἐπὶ δὲ τῶν ἄλλων συμψευδομένην τῇ καταφάσει, ὥσπερ τὸ ἴσον ἐπὶ μόνου τοῦ ποσοῦ. πᾶν γὰρ ποσὸν ἢ ἴσον ἐστὶν ἢ μεῖζον ἢ ἔλασσον· ἐπὶ δὲ τῶν ἄλλων ψεύδεται· τὸ γὰρ λευκὸν οὔτε ἴσον ἐστὶν οὔτε μεῖζον ἢ ἔλασσον. ἔστιν οὖν στερητικὴ ἀπόφασις ἢ στερητικὴ στέρησις ἀμφοτέρως γὰρ γράφεται) αὕτη ἡ ἐπὶ μιᾶς κατηγορίας μετὰ τῆς οἰκείας καταφάσεως τὸ ψεῦδος διαιροῦσα καὶ τὴν ἀλήθειαν. ἀναγκαία δὲ στέρησίς ἐστιν ἢ ἀπόφασις ἡ ἐπὶ πάντων καὶ ὄντων καὶ μὴ ὄντων διαιροῦσα τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν· αὕτη δέ ἐστιν ἡ κυρίως ἀπόφασις. ἡ γὰρ ἴσον οὐκ ἔστιν ἀπόφασις μετὰ τῆς ἴσον ἐστὶ καταφάσεως· διαιρεῖ ἐπὶ πάντων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. τῆς γὰρ ὅτι ἡ ψυχὴ ἴση ἐστὶ καταφάσεως ψευδομένης ἡ ἀπόφασις ἡ ὅτι ἡ ψυχὴ οὐκ ἔστιν ἴση ἀληθής ἐστιν. οὐκ ἔστιν οὖν τὸ ἴσον στέρησις ἀναγκαία· οὐ γὰρ ἐπὶ πάντων διαιρεῖ τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν· οὐ γὰρ πᾶν ἢ ἴσον ἢ μεῖζον ἢ ἔλασσόν ἐστιν οὐδὲν γὰρ τούτων ἡ ψυχὴ ἢ τὸ λευκόν), ἀλλ’ ἐν οἷς πέφυκε τὸ ἴσον εἶναι πέφυκε δ’ ἐν τῷ ποσῷ ἴδιον γὰρ ποσοῦ τὸ ἴσον καὶ ἄνισον), ἐν τούτοις διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ἔστι δὴ τὸ ἴσον τὸ μήτε μέγα μήτε μικρόν, ὥστε τὸ ἴσον στέρησίς ἐστι μεγάλου καὶ μικροῦ. τὸ δὲ πεφυκὸς μέγα ἢ μικρὸν εἶναι πρόσκειται αὐτῷ ὡς εἰ ἔλεγεν ‘οὐ πᾶν λέγω ἴσον ἀλλὰ τὸ πεφυκὸς μέγα εἶναι ἢ μικρόν’. τὴν γὰρ ψυχὴν ἴσην οὔ φαμεν· οὐδὲ γὰρ πέφυκε μεγάλη εἶναι ἢ μικρά· ἀμερὴς γὰρ καὶ ἄποσος· τὸν δὲ πῆχύν φαμεν, διότι ἴσος μέν ἐστιν ἑτέρῳ πήχει, μείζων δὲ τοῦ ἡμίσεος, ἐλάσσων δὲ τῶν δύο πήχεων. ἔστιν οὖν τὸ ἴσον τὸ μήτε μέγα μήτε μικρόν, καὶ ἀντίκειται ἀμφοῖν ὡς ἀπόφασις στερητική διὸ καὶ μεταξύ ἐστι τοῦ μείζονος καὶ ἐλάσσονος. καὶ τὸ μήτε ἀγαθὸν μήτε κακὸν τῷ τε ἀγαθῷ καὶ τῷ κακῷ ἀντίκειται· ἀνώνυμον δέ ἐστι τὸ μήτε ἀγαθὸν μήτε κακόν. καὶ τὴν αἰτίαν τοῦ ἀνώνυμον εἶναι ἐπήνεγκεν, εἰπὼν πολλαχῶς γὰρ λέγεται ἑκάτερον τό τε ἀγαθὸν καὶ τὸ κακόν. ἐπὶ γὰρ τῶν δέκα κατηγοριῶν ἐστι καὶ ἀγαθὸν καὶ κακόν· καὶ γὰρ καὶ ἐν οὐσίᾳ ἐστὶ καὶ ἀγαθὸν καὶ κακόν, καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ καὶ ταῖς ἄλλαις. εἰ δὲ τοῦτο, ἀόριστον ἄρα τὸ μεταξύ, ὥστε καὶ ἀνώνυμον τὰ γὰρ ἀόριστα καὶ ἀνώνυμα. ἀλλὰ μᾶλλον ὠνομασμένον ἐστὶ τὸ μήτε λευκὸν μήτε μέλαν ὅμως οὐδὲ τοῦτο λέγεται ἕν, ἀλλὰ μήτε λευκὸν μήτε μέλαν ἐστὶ καὶ τὸ φαιὸν καὶ τὸ ἁλουργὸν καὶ τὸ πράσινον καὶ τὰ λοιπά. ὅμως ὡρισμένα εἰσὶ τὰ χρώματα καὶ μέτρῳ οὐ πάνυ πολλῷ ἀλλὰ βραχεῖ ὑποπίπτουσιν, ἐφ’ ὧν λέγεται στερητικῶς ἡ ἀπόφασις αὕτη, λέγων ἀπόφασιν ταύτην τὸ μήτε λευκὸν μήτε μέλαν. ταύτην δέ, φησί, τὴν ἀπόφασιν ἀνάγκη ἢ φαιὸν εἶναι ἢ ὠχρὸν ἢ τοιοῦτόν τι ἄλλο. ὥστε ἐπειδὴ ἡ τοιαύτη ἀπόφασις ἐν τοῖς ἐν τῷ αὐτῷ γένει ἢ τῇ αὐτῇ κατηγορίᾳ οὖσι λέγεται τοῖς λέγουσιν ὅτι μεταξὺ χειρὸς καὶ ὑποδήματος οὐκ ἔστι τὸ μήτε χεὶρ μήτε ὑπόδημα ὄν, οὐκ ὀρθῶς αὐτοῖς ἐπιτιμῶσιν οἱ λέγοντες ὅτι ἔστι μεταξὺ χειρὸς καὶ ὑποδήματος τὸ μήτε χεὶρ μήτε ὑπόδημα διὰ τὸ καὶ μεταξὺ ἀγαθοῦ καὶ κακοῦ εἶναι τὸ μήτε ἀγαθὸν μήτε κακόν. οὐκ ὀρθῶς οὖν ἐκείνοις οὗτοι ἐπιτιμῶσιν· οὐ γάρ ἐστι πάντων μεταξύ, οὐδ’ ἀνάγκη τοῦτο συμβαίνειν. ἡ μὲν γὰρ συναπόφασις λέγων συναπόφασιν τὸ μήτε ἀγαθὸν μήτε κακὸν διὰ τὸ συναποφάσκειν ἀμφότερα, καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν), ἡ μὲν δὴ συναπόφασις τῶν ὁμολογουμένως ἀντικειμένων ἐστί, καὶ ὧν ἐστί τι μεταξὺ καὶ διάστημα, δι’ οὗ γίνεται ἡ μεταβολὴ ἐκ τοῦδε εἰς τόδε, οἷον ἐκ τοῦ κακοῦ εἰς τὸ ἀγαθὸν καὶ ἔμπαλιν. πάλιν. ἡ δὲ χεὶρ καὶ τὸ ὑπόδημα ὁμολογουμένως μὴ ὄντα ἀντικείμενα πῶς ἄν εἴη τούτων συναπόφασις; οὔτε γὰρ ἀντικείμενά εἰσιν, οὔτε ἔστιν αὐτῶν διαφορά ἐν ἄλλῳ γὰρ γένει· ὧν δ’ ἐστὶ συναπόφασις, ταῦτα ὁμογενῆ ἐστιν. οὕτω γὰρ τοῦ ῥητοῦ τοῦ ἐν ἄλλῳ γὰρ γένει, ὧν αἱ συναποφάσεις εἰσί, χρὴ ἀκούειν· εἰ γὰρ μὴ οὕτως, ἀδιανόητον ἔσται τὸ λεγόμενον καὶ ἐναντίον τοῖς λεγομένοις. δύναται καὶ ὡς ἐλλιπὲς εἰρῆσθαι τὸ ἐν ἄλλῳ γὰρ γένει ὧν αἱ συναποφάσεις εἰσί, καὶ εἰ προστεθείη τῷ γένει τὸ οὔκ εἰσιν, ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον ἱέν ἄλλῳ γὰρ γένει οὔκ εἰσιν ὧν αἱ συναποφάσεις εἰσί’, σαφὲς ἄν εἴη τὸ λεγόμενον. τὸ δὲ ‘οὔτε γὰρ ἀντικείμενά ἐστιν οὔτε ἔστιν αὐτῶν διαφορὰ᾿ λέγοι ἂν διαφορὰν τὴν διαιρετικὴν τοῦ γένους, οἷόν ἐστιν ἐπὶ χρώματος μὲν τὸ διακριτικὸν καὶ συγκριτικόν, ἐπὶ ζῴου δὲ λογικοῦ τὸ θνητὸν καὶ ἀθάνατον. καὶ εἴη ἄν λέγων ὅτι τοῦ ὑποδήματος καὶ τῆς χειρὸς οὐκ ἔστι συναπόφασις, ὅτι οὐδὲ ἔστιν αὐτῶν διαφορά. καὶ τὴν αἰτίαν τοῦ μὴ εἶναι ἀντιδιῃρημένας ἐν αὐτοῖς διαφορὰς προσέθηκεν, εἰπὼν ἐν ἄλλῳ γὰρ γένει εἰσίν· ὧν δὲ ἔστι συναπόφασις, ἐν τῷ αὐτῷ εἰσι γένει. καὶ ἄλλως, ὧν εἰσιν αἱ συναποφάσεις, φάσεις, ἕν ἐστι τὸ ὑποκείμενον καὶ τὸ αὐτό, τοῦ δὲ ὑποδήματος καὶ τῆς χειρὸς προσεχὲς οὐδέν ἐστιν ὑποκείμενον. Ὁμοίως δὲ καὶ περὶ τοῦ ἑνὸς καὶ τῶν πολλῶν ἀπορήσειεν ἄν τις. Ζητήσας ὅτι τὸ ἓν καὶ τὰ πολλὰ πῶς ἀντίκειται καὶ μνησθεὶς τοῦ ἴσου καὶ μείζονος καὶ ἐλάσσονος μεταξὺ καὶ εἰπὼν ὅπως ἀντίκεινται, ἀνατρέχει ἐπὶ τὸ ἓν καὶ τὰ πολλά, λέγων ‘ὁμοίως τῷ ἴσῳ καὶ μείζονι καὶ ἐλάττονι ἀπορήσειεν ἄν τις πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά᾿, λέγων ἱεῖ γὰρ ἁπλῶς καὶ ὡς ἔτυχέ τις ἀντικεῖσθαι ταῦτα νομίσειε, συμβαίνει ἔνια ἀδύνατα.’ τὸ γὰρ ἕν, φησίν, ὀλίγον ἢ ὀλίγα ἔσται, τὸ δὲ ὀλίγον ἢ τὰ ὀλίγα πλῆθός εἰσιν· λέγεται γὰρ καὶ ὀλίγον πλῆθος καὶ ὀλίγα πλήθη. τὸ δὲ πλῆθος διαιρετόν· τὸ ἓν ἄρα ἐστὶ διαιρετόν, ὅπερ ἄτοπον. πῶς δὲ τὸ ἓν ὀλίγον ἐστίν, ἐντεῦθεν δῆλον. τὰ πολλὰ ἀντίκεινται τοῖς ὀλίγοις, τὰ δὲ δύο πολλά· εἰ δὲ τὰ δύο πολλά, τίνι μᾶλλον τοῦ ἑνὸς ὀλίγῳ ἀντικείσονται; οὐδενὶ δηλονότι ἄλλῳ ἀλλ’ αὐτῷ τῷ ἑνί. τὰ δύο ἄρα πολλὰ ὄντα τῷ ἑνὶ ὡς ὀλίγῳ ἀντίκεινται. ἀλλὰ μὴν τὸ ὀλίγον πλῆθος, τοῦτο δὲ διαιρετόν· τὸ ἓν |ἄρα διαιρετόν. ὅτι δὲ τὰ δύο πολλά ἐστι, δῆλον εἰ γὰρ τὸ διπλάσιον πλασίον πολλαπλάσιον, τὸ δὲ διπλάσιον ἐκ τοῦ δύο ἔσχε τὸ διπλάσιον λέ- γεσθαι, καὶ τὰ δύο ἄρα πολλαπλάσιον. ἀλλὰ τὸ πολλαπλάσιον πολλά ἐστι, καὶ τὰ δύο ἄρα πολλά· εἰ δὲ τὰ δύο πολλά, τὸ ἓν ἔσται ὀλίγον. πρὸς τί γὰρ ἄλλο τὰ δύο πολλὰ λεχθήσεται, εἰ μὴ πρὸς τὸ ἓν καὶ τὸ ὀλίγον; τοῦ γὰρ <ἑνὸς> οὐκ ἔστιν οὐδὲν ἔλαττον καὶ ὀλιγώτερον· ὥστε εἰ τὰ δύο καὶ τὸ ἓν ὀλίγον. ἔτι ὥσπερ ἐν μήκει τὸ μακρὸν καὶ τὸ βραχύ, οὕτως ἐν πλήθει τὸ πολὺ καὶ ὀλίγον, καὶ ὃ ἂν ᾖ πολὺ καὶ πολλά τὸ γὰρ πολὺ πλῆθος πολλά ἐστι), καὶ τὰ πολλὰ πολύ· τὰ γὰρ πολλὰ δένδρα λέγονται πολὺ πλῆθος. εἰ μή τι ἄρα, φησί. διαφέρει ἐπὶ συνεχεῖ ἀορίστῳ, συνεχὲς λέγων ἀόριστον, εἴ τί περ ὑγρόν, ὡς τὸ ὕδωρ καὶ ὁ ἀήρ. ἀόριστα γὰρ οἰκείῳ ὄντα ὅρῳ, ἀλλοτρίῳ εὐόριστά ἐστι, λέγω δὴ τῷ ἐν ᾧ εἰσιν ἀγγείῳ. ὑγρὸν γὰρ ἐν τῇ Περὶ γενέσεως ἐλέγετο, ὃ δυσόριστον ὂν οἰκείῳ ὅρῳ εὐόριστόν ἐστιν ἀλλοτρίῳ. τὸ οὖν ὕδωρ συνεχὲς ἀόριστον ὂν πολὺ λέγεται, πολλὰ δὲ οὕ. εἰ οὖν τὸ ὀλίγον λέγεται ὀλίγα, τὸ ὀλίγον πλῆθός τί ἐστιν· ἀλλ’ εἰ τοῦτο, καὶ ἡ μονὰς πλῆθός τί ἐστιν, ἐπειδὴ καὶ ὀλίγον. ταῦτα εἰπὼν λέγει πῶς τὸ ἓν καὶ τὰ πολλὰ ἀντίκειται, τᾶι, ἅμα δὲ λύει καὶ τὸν παραλογισμόν, ἐξ οὗ συνάγεται ὅτι τὸ ἓν πλῆθός τί ἐστιν. ψευδὴς γάρ ἐστιν ἡ πρότασις ἡ πᾶν πολὺ καὶ πολλὰ λέγουσα, ἐξ ἧς ὁμοιότητος συνήγετο καὶ πᾶν τὸ ὀλίγον ὀλίγα. λέγει οὖν ὅτι ἴσως τὰ πολλὰ λέγεται καὶ πολύ, καὶ ἔμπαλιν, οὐκ ἐπὶ πάντων δέ, ἀλλὰ διαφέρει· τὸ γὰρ ὕδωρ πολὺ μὲν λέγεται, πολλὰ δὲ οὐδαμῶς, ἀλλ’ ὅσα διαιρετά ἐστι λέγεται πολλά, λέγων νῦν διαιρετὰ οὐ τὰ ἀδιαίρετα δυνάμενα δὲ διαιρεθῆναι, ἀλλὰ τὰ ἤδη κατ’ ἐνέργειαν διῃρημένα. ὅσα δὴ οὖν, φησί, διῃρημένα εἰσὶν ἐνεργείᾳ, ἐν τούτοις λέγεται τὰ πολλά· ὥστε ἕνα μὲν τρόπον λέγεται, ἐὰν ᾖ πλῆθος ἔχον ὑπεροχὴν ἢ ἀπλῶς ἢ πρός τι· τοὺς γὰρ ἑκατὸν ἄνδρας πολλούς φαμεν οὐχ ἀπλῶς ἀλλὰ πρὸς τοὺς δέκα, ἁπλῶς δὲ πολλοὶ οἱ ἑκατὸν λέγονται, ὅταν αὐτοὶ καθ’ αὑτοὺς θεωρῶνται μὴ προσλογιζομένων τῶν δέκα. ὁμοίως δὲ καὶ τὸ ὀλίγον κατὰ τὸν αὐτὸν τρόπον λέγεται, ἐὰν ᾖ πλῆθος ἔχον ἔλλειψιν· οἱ γὰρ δέκα ἄνδρες πλῆθός τί εἰσιν ἔχοντες ἔλλειψιν πρὸς τοὺς ἑκατόν. ἄλλον δὲ τρόπον πολλὰ λέγεται, ὅταν ᾖ πλῆθος ὡς ἀριθμός· αἱ γὰρ ἑκατὸν μονάδες πρὸς τὰς δέκα πολλαὶ λέγονται, ὅπερ πολύ, λέγω δὴ τὺ ὡς ἀριθμὸς πολύ, ἀντίκειται τῷ ἑνὶ ὡς μέτρον μετρητῷ ἑκατοντάκις γὰρ ἡ μονὰς πολλαπλασιασθεῖσα τὸν ἑκατὸν πεποίηκεν. οὕτως γὰρ λέγομεν ἓν καὶ πολλὰ ἐπὶ τοῦ ἀριθμοῦ, ὥσπερ εἴ τις εἴποι ἓν καὶ τὰ ἕνα· ὁ γὰρ δέκα ἀριθμὸς δεκάκις ἐστὶ τὸ ἕν, ὥσπερ καὶ τὰ δέκα λευκὰ δεκάκις τὸ ἓν λευκόν. ἔστιν οὖν |τὰ πολλὰ καὶ τὸ ἓν ἐν ἀριθμοῖς ὡς τὰ μεμετρημένα καὶ τὸ μέτρον καὶ τὸ μετρητόν τὸ δὲ μέτρον καὶ τὸ μετρητὸν ἐκ παραλλήλου κεῖται)· ὥστε τὰ πολλὰ καὶ τὸ ἓν ὡς τὰ πρός τι ἀντίκεινται, λέγω δὴ ὡς τὸ μέτρον καὶ τὸ μεμετρημένον. οὕτω καὶ τὰ πολλαπλάσια λέγεται· ἕκαστος γὰρ ἀριθμὸς πολλά ἐστιν, ὅτι πολλὰ ἕνα· ὁ γὰρ δέκα δέκα ἕνα ἐστίν· μετρητὸς γάρ ἐστι τῷ ἑνί, καὶ ἔστιν ἕκαστος ἀριθμὸς ἢ τὸ ἐν ἀριθμῷ πολλαπλάσιον ὡς τὸ ἀντικείμενον τῷ ἑνί, οὐχ ὡς τῷ ὀλίγῳ· τῶ γὰρ ὀλίγῳ τὸ μὴ ἐν ἀριθμῷ πολὺ ἀντίκειται. οὕτω μὲν οὖν ἐστι καὶ τὰ δύο πολλὰ ὡς μετρηθέντα ὑπὸ τῆς μονάδος, ὡς δὲ πλῆθος ἔχον ὑπεροχὴν ἢ ἀπλῶς ἢ πρός τι οὐκ ἔστιν, ἀλλ’ ἔστι τῶν τοῦ ἀριθμοῦ πολλῶν πρῶτον πολὺ τὸ δύο· καὶ τὰ τρία γὰρ καὶ τὰ πέντε καὶ τὰ εἴκοσι καὶ τὰ λοιπὰ πολλά ἐστιν, ἀλλὰ πρῶτον τὸ δύο ἐν ἀριθμοῖς πολύ ἐστιν. πολὺ μὲν οὖν ἐστι πρῶτον, ὀλίγα δὲ ἀπλῶς· ὀλιγώτερος γὰρ ἀριθμός, εἰ δεῖ τέως ἀριθμὸν τὸν δύο λέγειν, οὐκ ἔστιν· ἡ γὰρ μονὰς οὐδ’ ὅλως ἐστὶν ἀριθμός. εἰ οὖν ἁπλῶς ἡ δυὰς ὀλίγον πλῆθος γάρ ἐστιν ἔλλειψιν ἔχον πρῶτον) ἡ μονὰς ἄρα οὐκ ἔστιν ὀλίγον· τὸ γὰρ ὀλίγον καὶ πλῆθος. εἰ δὲ μή ἐστιν ὀλίγον, ψεύδεται ἄρα ἡ λέγουσα πρότασις ὅτι τὰ ὀλίγα καὶ ὀλίγον καὶ τὸ ὀλίγον ὀλίγα, ἐξ ἧς συνήγετο ὅτι τὸ ἓν πλῆθός ἐστιν. Διὸ οὐκ ὀρθῶς ἀπέστη Ἀναξαγόρας εἰπὼν ὅτι ὁμοῦ πάντα χρήματα ἦν. Ἐπειδὴ τοῖς πολλοῖς τὸ ὀλίγον δέδεικται ὅτι ἀντίκειται καὶ τὰ πολλὰ τῷ ὀλίγῳ, ἐστὶ δὲ ἁπλῶς ὀλίγον ἡ δυάς, ἔδει, φησί, τὸν Ἀναξαγόραν μὴ οὕτως εἰπόντα ἀπηλλάχθαι ὅτι ἦν ὁμοῦ πάντα χρήματα ἄπειρα καὶ πλήθει καὶ σμικρότητι, ἀλλ’ εἰπεῖν ὅτι καὶ ὀλιγότητι. καὶ τοῦτο εἰπὼν οὐκ ἄν αὐτὰ ἄπειρα ἔφασκε· τὸ γὰρ ὀλίγον ἀπλῶς τὰ δύο ἐστί, τὰ δὲ δύο οὐκ ἄπειρα. τὸ δὴ ὀλίγον ἁπλῶς διὰ τὰ δύο ἐστὶν ἀλλ’ οὐχὶ διὰ τὴν μονάδα, ὥσπερ φασί τινες· ἡ γὰρ μονὰς ἐλάσσων μὲν λέγεται τῆς δυάδος, ὀλίγη δὲ οὐ λέγεται διὰ τὸ ὀλίγον ἐν πλήθει θεωρεῖσθαι. τοῦτο δὲ μεταξὺ τῷ Ἀναξαγόρᾳ ἐγκαλέσας πάλιν ἐπὶ τὸ ἓν καὶ τὰ πολλὰ ἀνατρέχει, λέγων ἀντίκειται δὴ τὸ ἓν καὶ τὸ πολὺ τὰ ἐν ἀριθμοῖς ὡς μέτρον μετρητῷ· ταῦτα δέ, οἷον τὸ μέτρον καὶ τὸ μετρητόν, ἀντίκειται ὡς τὰ πρός τι, οὐ τὰ καθ’ αὑτὰ πρός τι, ἀλλ’ ὡς τὰ πρός τι τὰ μὴ καθ’ αὑτά· εἴρηκε γὰρ ἐν τῷ Δ ὅτι τῶν πρός τι τὰ μέν εἰσι καθ’ αὑτά, τὰ δὲ οὐ καθ’ αὑτά, καὶ καθ’ αὑτὰ μὲν ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ, μὴ καθ’ αὑτὰ δὲ ὄψις καὶ διάνοια. |λέγεται γὰρ ἡ ὄψις τῶν πρός τι, οὐχ ὅτι αὐτὴ ἄλλου λέγεται οἷον τοῦ ὀφθαλμοῦ, ἀλλ’ ὅτι ἄλλο πρὸς αὐτὴν οἷον τὸ ὁρατόν, καὶ ἡ διάνοια λέγεται τῶν πρός τι, οὐχ ὅτι αὕτη ψυχῆς λέγεται διάνοια ἀλλ’ ὅτι πρὸς αὐτὴν λέγεται τὸ διανοητόν. καὶ εἴρηταά μοι περὶ τούτων ἐκεῖσε ἀκριβέστερον. ἀντίκειται οὖν τὸ τοιοῦτον ἓν καὶ τὰ πολλὰ ὡς τὰ μὴ καθ’ αὑτὰ πρός τι. εἴρηται δέ, φησίν, ἐν ἄλλοις, λέγων καὶ αἰνιττόμενος τὸ Δ, ὅτι τὰ πρός τι διχῶς λέγεται, τὰ μὲν ὡς ἐναντία, ὡς τὸ διπλάσιον φέρε καὶ ἥμισυ, τὰ δὲ ὡς ἐπιστήμη πρὸς ἐπιστητόν. ἡ γὰρ ἐπιστήμη τῶν πρός τι λέγεται, οὐχ ὅτι ἄλλου λέγεται οἷον τοῦ ἐπιστήμονος, ἀλλ’ ὅτι τὸ ἐπιστητὸν λέγεται πρὸς αὐτήν. τὸ δὲ ἐν, φησίν, ἔλαττον μὲν τῶν δύο λέγεσθαι οὐδὲν κωλύει, ὀλίγον δ οὐ λέγεται· οὐ γὰρ ἂρ πᾶν ἔλαττον καὶ ὀλίγον. τὸ δὲ πλῆθος οἷον ὡς γένος ἐστὶ τοῦ ἀριθμοῦ· κατηγορεῖται γὰρ καὶ τῶν ἐν τῷ ἀριθμῷ πολλῶν καὶ τῶν μὴ ἐν τῷ ἀριθμῷ. πῶς δὲ οἷον γένος ἐστὶ τοῦ ἀριθμοῦ ἐπάγει. ἐστὶ γὰρ ὁ ἀριθμὸς πλῆθος ἑνὶ μετρητόν· ὁ γὰρ δέκα πλῆθός τι ὢν τῷ ἑνὶ μετρεῖται. καὶ ἀντίκειται τὸ ἓν καὶ ὁ ἀριθμὸς οὐχ ὡς τὰ ἐναντία ἀλλ᾿ ὡς τὰ μὴ καθ’ αὑτὰ πρός τι, ὥσπερ εἴρηται· ᾗ γάρ ἐστι τὸ ἓν μέτρον ὁ δὲ ἀριθμὸς μετρητόν, ταύτῃ ἀντίκεινται. καὶ ἐπὶ τούτῳ οὐ πᾶν, ὃ ἄν ᾖ ἓν καὶ ἀδιαίρετον, ἀριθμός ἐστιν, ἀλλ’ εἰσὶ πολλὰ ἓν καὶ ἀδιαίρετα τὰ ἐν ταῖς ἀκτῖσι τοῦ ἡλίου ὁρώμενα ξύσματα, καὶ οὔκ εἰσιν ἀριθμός, εἰ τάχα καὶ ἔστιν ἀριθμὸς αὐτῶν. ἢ ἴσον ἄν εἴη τὸ διὸ οὐ πᾶν ὃ ἄν ᾖ ἓν ἀριθμός ἐστιν, οἷον εἴ τι ἀδιαίρετον, τῷ οὐκ εἴ τι ἓν ὂν καὶ ἀδιαίρετον, ἀριθμός ἐστιν. ὁ γὰρ δέκα ὡς δέκα ἀριθμὸς ἕν ἐστιν, ἀλλὰ διαιρεῖται εἰς μονάδας· ὥστε τὸ ἓν καὶ ἀδιαίρετον οὐκ ἔστιν ἀριθμός. καλλίων δέ, οἶμαι, ἡ προτέρα ἐξήγησις. ἰστέον δὲ ὅτι ἐν ἀριθμῷ πολλ· ὰ λέγει αὐτὰς καθ’ αὑτὰς τὰς μονάδας νοουμένας, μὴ ἐν ἀριθμῷ δὲ πολλὰ τὰ παρωνύμως ἀπὸ τῶν μονάδων λεγόμενα, οἷον δέκα ἄνδρας καὶ τὰ ὅμοια. Ὁμοίως δὲ λεγομένη ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητὸν οὐχ ὁμοίως ἀποδίδωσιν. Ὥσπερ τὸ ἓν πρὸς τὰ πολλὰ λέγεται λέγεται δὲ ὡς μέτρον πρὸς μετρητόν), οὕτω καὶ ἡ ἐπιστήμη, φησί, πρὸς τὸ ἐπιστητὸν ὡς μέτρον πρὸς μετρητόν, πλὴν οὐχ ὁμοίως· δοκεῖ γὰρ ὅτι ὡς τὸ ἕν ἐστι μέτρον, οὕτω καὶ ἡ ἐπιστήμη· οὐκ ἔστι δέ, ἀλλὰ μᾶλλον μετρεῖται ὑπὸ τοῦ ἐπιστητοῦ. δόξειε μὲν γὰρ ἄν, φησί, μέτρον ἡ ἐπιστήμη εἶναι, τὸ δὲ ἐπιστητὸν τὸ μετρούμενον, συμβαίνει δὲ πᾶσαν ἐπιστήμην τὸ ἐπιστητὸν εἶναι ὅταν γὰρ ἡ ἐπιστήμη καταλήψηται καὶ γνῷ τὸ ἐπιστητόν, τρόπον τινὰ ἐπιστητὸν γίνεται· ὅπερ γὰρ τὸ ἐπιστητόν, ὥσπερ καὶ ὁ νοῦς τὸ νοητόν· ὑπὸ γὰρ τῶν ἐπιστητῶν ἥ τε ἐπιστήμη καὶ ὁ νοῦς ὑπὸ τῶν νοητῶν τελειοῦνται, ὡς ἐν τῇ Περὶ ψυχῆς δέδεικται)· τὸ δὲ ἐπιστητὸν ἐπιστήμη οὐκ ἔστιν. καὶ διὰ τοῦτο τρόπον τινὰ μετρεῖται ἡ ἐπιστήμη τῷ ἐπιστητῷ. περὶ τούτου δὲ εἴρηκε καὶ πρότερον· ἔνθα δὴ ἔδει καὶ ταῦτα τετάχθαι, καὶ ἡμεῖς περὶ τούτων ἐκεῖσε εἴπομεν. τὸ δὲ πλῆθος, φησίν, οὔτε τῷ ὀλίγῳ ἐναν· τίον οὔτε τῷ ἑνί· οἷον γὰρ γένος ἐστὶ τοῦτο· ἀλλὰ τούτῳ μέν λέγων τούτῳ τῷ ὀλίγῳ) τῷ ὀλίγῳ, φησίν, ἀντίκειται τὸ πολὺ ὡς ὑπερέχον πλῆθος ὑπερεχομένῳ πλήθει. τὸ δὲ ἕν, ὥσπερ εἴρηται, τὸ μέν ἐστι διαιρετόν τὸ γὰρ πηχυαῖον μέγεθος ὂν διαιρετόν ἐστιν), τὸ δέ ἐστιν ἓν τὸ ὡς πρός τι, ὡς ἡ μονάς· μέτρον γάρ ἐστι τοὐ ἀριθμοῦ, τὸ δὲ μέτρον τῶν πρός τι· ὥστε τὸ τοιοῦτον ἓν τῶν πρός τί ἐστιν. τῷ οὖν ἑνὶ τῷ διαιρετῷ ἀντίκειται τὸ πολὺ ὡς ὀλίγῳ, τῷ δὲ ἀδιαιρέτῳ οὐκ ἀντίκειται. τὸ δὲ ἕτερον ἕν ἐστι τὸ ἀδιαίρετον τὸ ὡς πρός τι. καὶ σαφηνίζει ἐπὶ παραδείγματος ὅπως τὸ ἓν τῶν πρός τί ἐστι, λέγων ὥσπερ ἡ ἐπιστήμη ἐπιστητῷ, ἂν ᾖ ἀριθμὸς τὸ δὲ ἓν μέτρον, τουτέστιν ὥσπερ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν τῶν πρός τί ἐστιν, οὕτω καὶ ἐπὶ τοὐ ἀριθμοῦ ὑποληπτέον· ἔστω γὰρ ἡ ἐπιστήμη ἀριθμός, τὸ δὲ ἐπιστητὸν ἓν καὶ μέτρον· ἡ ἐπιστήμη ἄρα ἤτοι ὁ ἀριθμὸς καὶ τὸ ἐπιστητὸν τὸ ἓν τῶν πρός τί εἰσιν.