# In Aristotelis metaphysica commentaria TOY AVTOV ΕΙΣ TO Γ ΤΩΝ META TA ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΥΠΟΜΝΗΜΑ.1

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, TOY AVTOV ΕΙΣ TO Γ ΤΩΝ META TA ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΥΠΟΜΝΗΜΑ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-metaphysica-commentaria/TOY%20AVTOV%20%CE%95%CE%99%CE%A3%20TO%20%CE%93%20%CE%A4%CE%A9%CE%9D%20META%20TA%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%91%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3%20%CE%A5%CE%A0%CE%9F%CE%9C%CE%9D%CE%97%CE%9C%CE%91.1

πρώτην φιλοσοφίαν, ἔστι δὲ ὅτε καὶ θεολογικὴν ἔθος αὐτῷ καλεῖν, περὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι, καὶ δείξας ὅτι ἡ προκειμένη πραγματεία μήτε τῶν περὶ τὴν τῶν ἀναγκαίων γνῶσιν καταγινομένων ἐστὶ τεχνῶν ἢ ἐπιστημῶν μήτε τῶν περὶ τὰ χρήσιμα, ἀλλ’ ἔστιν αὐτῆς χάριν τῆς γνώσεως τε καὶ ἐπιστήμης μετιοῦσα † αὐτὰ ἐπ᾿ αὐτὰ μέτεισι, δείξας δὲ αὐτὴν θεωρητικὴν οὖσαν τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων ταῦτα γὰρ μάλιστα ὄντα), πρὸ τοῦ ζητεῖν τίνες αἱ πρῶται ἀρχαί, κινήσας καθόλου τὸν περὶ τῶν αἰτίων λόγον καὶ τὰς δόξας τῶν πρὸ αὐτοῦ τὰς περὶ τῶν ἀρχῶν ἐκθέμενός τε καὶ ἱστορήσας καὶ ἀντειπὼν πρὸς αὐτάς, δείξας δὲ ὅτι εἰσί τινες ἀρχαὶ πρῶται καὶ οὐκ ἐπ’ ἄπειρον ἡ τῶν ἀρχῶν ἄνοδος, καὶ ἐπὶ τούτοις ὡς χρήσιμον καὶ ἀναγκαῖον πρὸς τὴν εὕρεσιν τῶν τῇ σοφίᾳ προκειμένων ἀπορήσας τινὰς ἀπορίας περί τε τοῦ ὄντος καὶ τῶν ἀρχῶν καὶ τῶν τούτοις παρακειμένων, μετὰ τὰς ἀπορίας ἄρχεται τοῦ προκειμένου τοῦ Γ βιβλίου, λοιπὸν ἐν τούτῳ λέγων τε καὶ κατασκευάζων τὰ αὐτῷ δοκοῦντα καὶ λύων τὰ ἠπορημένα. δείκνυσι δὲ ἐν τῷδε τῷ βιβλίῳ περὶ τίνα ἐστὶν ἡ σοφία, ἣν καὶ φιλοσοφίαν ὀνομάζει καὶ πρώτην φιλοσοφίαν. καὶ πρῶτον μὲν συνίστησιν ὅτι περὶ τὸ ὂν καθόλου, καὶ ἐπεὶ τῷ ὄντι τὸ ἓν κατὰ τὸ ὑποκείμενον τὸ αὐτό, ὅτι καὶ περὶ τοῦτο. ἀλλὰ καὶ περὶ τῶν ὑπὸ τὸ ἕν, ὧν ἐστι τὸ ταὐτὸν τὸ ἴσον τὸ ὅμοιον. ἀλλὰ καὶ περὶ τῶν ἀντικειμένων τῷ ἑνί, ταῦτα δέ ἐστι τὰ πολλά· τῆς γὰρ αὐτῆς ἡ γνῶσις τῶν ἀντικειμένων. καὶ περὶ τῶν τοῖς εἰρημένοις ἄρα ἀντικειμένων, ἀλλὰ καὶ περὶ πάντων τῶν ἐναντίων· πάντα γὰρ τὰ ἐναντία ὑπὸ τὴν ἑτερότητα, ἡ δὲ ἑτερότης ὑπὸ τὰ πολλά, τὰ δὲ πολλὰ καὶ ἓν ἀντικείμενα. εἰ δὲ περὶ πάντων τῶν ἐναντίων τε καὶ ἀντικειμένων, δῆλον καὶ ἐκ τούτου ὅτι καὶ περὶ παντὸς τοῦ ὄν|τος· πάντα γὰρ τὰ ὄντα ἐν τούτοις· ἢ γὰρ ἐναντία ἢ ἐξ ἐναντίων. ἀλλ’ εἰ περὶ πάντα τὰ ὄντα, καὶ περὶ πάντα τὰ καθ’ αὑτά τε καὶ κοινῶς ἰῷ ὄντι ᾗ ὂν ὑπάρχοντα· τοιαῦτα δὲ καὶ τὰ ἀξιώματα. ἐφ’ οἷς δείκνυσιν ὅτι κοινότατον καὶ γνωριμώτατον τῶν ἀξιωμάτων ἐστὶ τὸ μὴ δύνασθαι συνυπάρχειν τὴν ἀντίφασιν. πρῶτον δὲ ἐν αὐτῷ δείκνυσι, λαβὼν ὅτι ἡ σοφία περὶ τὸ ὄν, ὅτι τὸ ὂν οὕτω λέγεται πολλαχῶς ὡς τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν· ὡς δὲ λέγεται τὸ ὂν ἕν, οὕτω μία ἐπιστήμη δοκεῖ τοῦ ὄντος ᾗ ὄν· διὸ καὶ περὶ τὴν τούτου θεωρίαν ἐστὶν ἡ προκειμένη ἐπιστήμη, πρώτη τε οὖσα ἀπασῶν ἐπιστημῶν καὶ κυριωτάτη. ἐρεῖ δὲ καὶ ὅτι περὶ ταὐτὰ τῷ σοφῷ ὅ τε διαλεκτικὸς καὶ ὁ σοφιστής περὶ γὰρ τῶν κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων καὶ οὗτοι τοὺς λόγους ποιοῦνται· οὐ γὰρ περί τι ἓν γένος ἡ πραγματεία αὐτοῖς ὡς ἑκάστῃ τῶν ἄλλων τεχνῶν τε καὶ ἐπιστημῶν), ἀλλ’ ὁ μὲν αὐτῶν ψευδὴς καὶ διὰ ψευδῶν ἐπιχειρητικός, ὁ δὲ διὰ πιθανῶν τε καὶ ἐνδόξων· ἡ δὲ σοφία ἐπιστημονικῶς τούτων ἐστὶ τῶν κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων θεωρητική. δεικνὺς δὲ τὸ μὴ δύνασθαι ἅμα τὴν ἀντίφασιν εἶναι ἀληθῆ ἢ ψευδῆ, ἀλλὰ κατὰ παντὸς δεῖν θάτερον μέρος τῆς ἀντιφάσεως ἀληθὲς τὸ δὲ ψεῦδος εἶναι, ἀντερεῖ καὶ πρὸς Ἡράκλειτον καὶ Πρωταγόραν, οἳ ᾤοντο εἶναί τι τῆς ἀντιφάσεως μεταξύ. ἤδη δὲ αὐτῶν τῶν προκειμένων ἀρχόμεθα. Ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὃν καὶ τὰ αὐτῷ ὑπάρχοντα καθ᾿ αὑτά. Λαμβάνει πρῶτον μὲν τὸ εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὄν, τουτέστι τοῦ ὄντος ᾗ ὂν θεωρητικήν τε καὶ ἀποδεικτικὴν τῶν τούτῳ καθ’ αὑτὰ ὑπαρχόντων. πᾶσα γὰρ ἡ οὑτινοσοῦν ἐπιστήμη τῶν ἐκείνῳ καθ’ αὑτὰ ὑπαρχόντων ἐστὶν ἀποδεικτική. καὶ τὸ μὲν εἶναί τινα περὶ τὸ ὂν ἐπιστήμην ᾗ ὄν, προϊὼν δείξει, νῦν δὲ προστίθησι τῷ εἰρημένῳ τὸ καὶ ἄλλην εἶναι ταύτην τὴν ἐπιστήμην τῶν ἄλλων ἁπασῶν ἐπιστημῶν. ἔπειτα δείκνυσιν ὅτι αὕτη ἡ ἐπιστήμη σοφία, περὶ ἧς ἦν ὁ ἐνεστὼς λόγος. τοῦτο δὲ δείκνυσι διὰ τοῦ δεῖξαι τὰς ἀκροτάτας ἀρχάς τε καὶ αἰτίας, περὶ ἃς ὁ σοφὸς καταγίνεται, πρῶτον μὲν οὔσας φύσεως τινος ἀρχὰς καθ’ αὑτάς, ἔπειτα ὅτι ταύτης τῆς φύσεως· τοῦ γὰρ ὄντος ἡ ὂν αἱ τοιαῦται ἀρχαί. ὅτι μὲν οὖν ἡ περὶ τὸ ὂν ᾗ ὂν ἐπιστήμη ἄλλη τῶν λοιπῶν ἐπιστημῶν, δῆλον ἐκ τοῦ ἑκάστην περὶ τὶ ὂν καὶ μέρος τοῦ ὄντος πραγματεύεσθαι· ἡ μὲν γὰρ ἀριθμητικὴ περὶ ἀριθμούς, οἵτινες τὶ ὄν εἰσιν, ἡ δὲ γεωμετρία περὶ γραμμὰς καὶ ἐπίπεδα καὶ στερεά, ἃ καὶ αὐτά τινα ὄντα. τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων ἑκάστη περὶ μέρος τι τοῦ ὄντος καταγίνεται καὶ τὰ τούτῳ | ὑπάρχοντα καθ’ αὑτὰ θεωρεῖ τὰ γὰρ συμβεβηκότα τοῦτο σημαίνει νῦν)· τοῦτο γὰρ τῆς περὶ ἕκαστον ἐπιστήμης ἴδιον. ἡ δὲ μὴ περὶ ὄν τι καταγινομένη μηδὲ περὶ μέρος τοῦ ὄντος, ἀλλ’ ἁπλῶς περὶ τὸ ὂν καθὸ ὄν ἐστι. δι’ ὃ καὶ τά τινα ὄντα ὄντα, καὶ τοῦτο ὑποκείμενον ἔχουσα, ἄλλη ἂν ἐκείνων εἴη. λαβὼν δὲ τὸ εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὄν, καὶ δείξας αὐτῆς τὴν πρὸς τὰς ἄλλας ἐπιστήμας διαφοράν, μετὰ ταῦτα δείκνυσιν ὅτι αἱ ἀρχαὶ αἱ πρῶται καὶ τὰ αἴτια τὰ ἀκρότατα, περὶ ὧν τὴν ζήτησιν ἡ σοφία ποιεῖται καὶ ἡμεῖς νῦν ζητοῦμεν διὰ τὸ περὶ τῆς σοφίας ἡμῖν εἶναι τὸν ἐνεστῶτα λόγον, οὐκ ἄλλου τινός εἰσιν ἀρχαὶ καθ’ αὑτό, ἀλλὰ τοῦ ὄντος ᾗ ὄν. εἰ δὲ τοῦτο, εἴη ἂν ἣν περὶ τοῦ ὄντος εἰρήκαμεν ᾑ ὂν ἐπιστήμην εἶναι, αὕτη οὖσα ἡ σοφία· ἧς γὰρ τὸ θεωρεῖν τὰς καθ’ αὑτὸ ἀρχάς τε καὶ αἰτίας φύσεως τινος, εἴη ἄν ταύτης τὸ καὶ τῆς φύσεως ταύτης, ἧς αἱ· ἀρχαί, θεωρητικὴν εἶναι. τοῦτο δὲ δείκνυσιν οὕτως. λαμβάνει τὸ δεῖν τὰς ἀρχὰς τὰς πρώτας καὶ τὰς ἀκροτάτας αἰτίας, ἃς νῦν φησιν εἶναι τὰς ζητουμένας ὑπ’ αὐτοῦ, τουτέστιν ὑπὸ τοῦ σοφοῦ τε καὶ πρώτου φιλοσόφου, φύσεως τινος ἀρχὰς εἶναι καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός· πᾶσα γὰρ ἀρχὴ καὶ πᾶν αἴτιόν τινός ἐστι, καὶ αὕτη γε κυρίως ἀρχὴ καὶ αἰτία ἡ καθ’ αὑτὸ οὖσά τινος καὶ μὴ κατὰ συμβεβηκός· ὥστε καὶ αἱ πρῶται ἀρχαί, μάλιστα οὖσαι ἀρχαί, φύσεως τινος ἄν εἶεν ἀρχαὶ καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός. τῶν μὲν οὖν καθ’ ἕκαστα ἐπιστητῶν οὐδενὸς αἱ τοιαῦται ἀρχαί· οὐδενὸς γὰρ τούτων αἱ ἀρχαὶ πρῶταί εἰσιν ἀρχαί· ἄλλαι γὰρ ἑκάστου τούτων ἀρχαί. σημεῖον δὲ τὸ τὰς περὶ αὐτῶν ἐπιστήμας ἔχειν μὲν αὐτῶν τὰς ἀρχάς, ἄλλας δὲ καὶ μὴ τὰς αὐτὰς ἔχειν. ἄλλου τινὸς ἄρα ἀρχαὶ αἱ πρῶται ἀρχαὶ καὶ ἀκρόταται. τίνα δὲ τὰ κατὰ συμβεβηκὸς αἴτια καὶ τίνα τὰ καθ’ αὑτά, ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει· τά τε γὰρ μὴ καθ’ αὑτά τινος ὄντα μηδὲ πρώτως, ἀλλὰ κατὰ τὴν ἐπ’ ἄλλο ἀναφοράν. οὕτως τοῦ ἰσοσκελοῦς τριγώνου οὔ φαμεν καθ’ αὑτὸ αἴτιον εἶναι τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τἀς τρεῖς γωνίας, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι ἄλλου τοῦτο καθ’ αὑτὸ αἴτιον προαναβεβηκότος καὶ πρώτου· του· τοῦ γὰρ τριγώνου. ἀλλὰ καὶ τὰ τοῖς καθ’ αὑτὰ οὖσί τινων αἰτίοις συμβεβηκότα ὡς ὁ Πολύκλειτος τοῦ ἀνδριάντος, κἀκεῖνα | λέγεται κατὰ συμβεβηκὸς αἴτια· ὧν τὰ μὲν τελευταῖα οὐδὲ ὅλως ἐστὶν αἴτια, τὰ δὲ πρῶτα εἰρημένα ἔστι μέν τινων αἴτια ἀλλ’ οὐ τούτων. τὰ δὴ πρῶτα αἴτια οὔτε κατὰ τὸν δεύτερον τρόπον τοῦ κατὰ συμβεβηκὸς αἴτια οἷόν τε τοῦ ὄντος λέγειν οὐ γὰρ οἷόν τε πρῶτα αὐτὰ αἴτια ὄντα μὴ αἴτια εἶναι) οὔτε κατὰ τὸν πρῶτον τρόπον· εἰ γὰρ κατὰ συμβεβηκὸς τοῦ ὄντος ᾗ ὄν, ἄλλου τινὸς ἐπαναβεβηκότος ἔσται καθ’ αὑτό· ἀλλ’ οὐδὲν ὑπὲρ τὸ ὄν. τὰ πρῶτα ἄρα αἴτια καθ’ αὑτὰ αἴτιά τέ ἐστι καὶ τοῦ ὄντος ᾗ ὄν. αὐτὸς δὲ πρῶτον μὲν λαμβάνει ὅτι τινῶν ἐστιν αἴτια καθ’ αὑτά· εἰ γὰρ αἴτια, καὶ τινῶν, καὶ εἰ ὡς ἀληθῶς αἴτια, καθ’ αὑτά· καὶ τοῦτο λαβὼν μετὰ ταῦτα προσάγει ὅτι ἡ φύσις αὕτη, ἧς αἱ ἀκρόταταί τε καὶ πρῶται ἀρχαί εἰσιν, ἣν ζητοῦμεν, τὸ ὂν ᾗ ὄν ἐστιν. ὃ συνέστησε τοιούτῳ χρησάμενος λόγῳ. ὥσπερ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες τὰς τοιαύτας ἀρχὰς ἐζήτουν καὶ τὰ τοιαῦτα αὐτῶν στοιχεῖα ἃ καθ’ αὑτὰ ἦν αὐτῶν στοιχεῖα ἀλλ’ οὐ κατὰ συμβεβηκός, οὕτω καὶ ἡμῖν ζητοῦσι τὰς τοῦ ὄντος πρώτας ἀρχὰς καὶ τὰ αἴτια δεῖ τοιαῦτα ζητεῖν ἃ κυρίως καὶ καθ’ αὑτά εἰσιν αὐτοῦ ἀρχαί. ἡ δὲ λέξις ἀσαφῶς ἔχει διὰ τὴν συντομίαν. Τὸ δὲ ὂν λέγεται πολλαχῶς, ἀλλὰ πρὸς ἓν καὶ μίαν τινὰ φύσιν. εἰπὼν εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὂν καὶ τὰς τούτου ἀρχάς τε καὶ αἰτίας, καὶ αὐτὴν οὖσαν τὴν σοφίαν συστήσας, ἐφεξῆς δείκνυσι πῶς οἷόν τε εἶναι περὶ τὸ ὂν ἐπιστήμην μίαν, ἐπεὶ δοκεῖ ὁμώνυμον εἶναι τὸ ὄν, τῶν δὲ ὁμωνύμων οὔτε μία φύσις οὔτε μία τέχνη οὔτε ἐπιστήμη οὔτε αἱ ἀρχαὶ αἱ αὐταί. διαίρεσιν δὲ ποιεῖται τῶν ὑπό τι κοινὸν τεταγμένων, ὡς ἔχει τά τε ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ τὰ ἀφ’ ἑνός τινος ἢ πρὸς ἓν λεγόμενα. ᾗ διαιρέσει προσχρησάμενος δείξει τὸ ὂν μήτε γένος ὂν τῶν καθ’ ὧν κατηγορεῖται (ἔχει γάρ τινας ἀπορίας τὸ οὕτω λέγειν, ὡς ἐν πολλοῖς), μήτε ὁμώνυμον (καὶ γὰρ τὸ τοῦτο λέγειν ἀπορίας ἔχει), μεταξὺ δὲ εἶναι τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων· εἶναι γὰρ μεταξὺ αὐτῶν τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγόμενα, ὧν ἐστι καὶ τὸ ὄν. διαφέρει δὲ τὰ οὕτω λεγόμενα ἐκείνων ἑκατέρου, ὅτι τὰ μὲν συνώνυμα καὶ ὑπό τι κοινὸν γένος καὶ ἰσοτίμως καὶ ὁμοίως πάντα τῆς ὑπὸ τοῦ κατηγορουμένου γένους αὐτῶν δηλουμένης οὐσίας κοινωνεῖ τε καὶ μετέχει, τὰ δέ γε ὁμώνυμα οὐδενὸς κοινωνεῖ ἀλλήλοις ἄλλου κατὰ τὸ | κοινῶς κατηγορούμενον αὐτῶν ὄνομα ἡ τοῦ ὀνόματος μόνου, εἴ γε ὁμώνυμά ἐστιν ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· τὰ δὲ ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγόμενα οὔτε τὴν τῶν συνωνύμων ἰσοτιμίαν πρὸς τὸ κατηγορούμενον σώζει πρὸς ἄλληλα, οὔτε πάλιν ἔχει τὴν τῶν ὁμωνύμων ἄκρατόν τε καὶ ἄμικτον ἑτερότητα, ἀλλ’ ἔστι τις αὐτοῖς κοινωνία κατὰ τὸ εἶναι ταῦτα ἃ λέγεται τῷ εἶναί τινα φύσιν ἐκείνου τοῦ πράγματος, καὶ ταύτην ἐν τούτοις πως ἐνορᾶσθαι πᾶσιν ἀφ’ οὗ ὄντα ἢ πρὸς ὃ λόγον ἔχοντά τινα διὰ τοῦτο καὶ τοῦ ὀνόματος κεκοινώνηκεν αὐτοῦ. τὴν δὲ τοιαύτην φύσιν ἐν ἄλλοις μὲν ὑπὸ τὰ ὁμώνυμα κοινότερον ἐτίθει· ἐνταῦθα δὲ ἐπιμελεστέραν ποιούμενος τὴν διαίρεσιν διαφέρειν τε αὐτήν φησι τῶν ὁμωνύμων, καὶ τίνι διαφέρει λέγει. οὐ γὰρ μόνον ὀνόματος κεκοινώνηκε τὰ τοιαῦτα καὶ οὕτως ἔχοντα πρὸς ἄλληλα, ὡς τὰ κυρίως ὁμώνυμα λεγόμενα, ἅ ἐστι τὰ ἀπὸ τύχης, ἀλλὰ καὶ αἰτίαν τινὰ ἔχει τοῦ ὁμοίως ἀλλήλοις ὠνομάσθαι. κατὰ κοινὴν γάρ τινα φύσιν τοιαῦτά φησιν εἶναι τά τε ὑγιεινὰ καὶ τὰ ἰατρικά. τὰ μὲν γὰρ ὑγιεινὰ τῷ πρὸς ὑγίειαν ἔχειν πως οὕτως ὠνόμασται· τὸ μὲν γάρ τι ὑγιεινὸν λέγεται τῷ φυλάσσειν ὑγίειαν, ὡς δίαιται τοιαῦται, γυμνάσια, περίπατοι, τὸ δέ τι τῷ ποιεῖν, ὡς τὰ φάρμακα καὶ πάντα τὰ βοηθήματα, τὸ δὲ τῷ σ·ημεῖον εἶναι τῆς ὑγιείας, ὡς ἡ εὔχροια ἢ εὔπνοια, τὸ δὲ τῷ δεκτικὸν ὑγιείας εἷναι, ὡς τὸ σῶμα τὸ ἐπιτήδειον πρὸς τὸ ὑγιαίνειν. ὥστε τό γε μηδὲν εἰς ὑγίειαν συντελοῦν, εἰ ὑγιεινὸν λέγοιτο, ὁμωνύμως ἂν εἴη τοῦτο τοῖς ἄλλοις ὑγιεινοῖς λεγόμενον. ὁμοίως καὶ τὸ ἰατρικὸν τὸ μὲν λέγεται οὕτως τῷ ἔχειν ἰατρικήν, ὡς ὁ ἰατρικός, ὃ καὶ κυρίως καὶ μάλιστα ἰατρικόν, τὸ δὲ τῷ εὐφυὲς εἶναι πρὸς τὸ ἀναλαβεῖν ἰατρικήν, τὸ δὲ ὡς ἔργον καὶ ἀποτέλεσμα ἰατρικῆς, ὡς λέ- γομεν ἰατρικῶς τετμῆσθαί τι, τὸ δὲ ὡς ὄργανον πρὸς ἰατρικὴν συντελοῦν ἢ φάρμακον. λέγεται δὲ καὶ βιβλίον ἰατρικὸν τὸ περὶ ἰατρικῆς συντεταυμένον. τὸ δὲ ὁμοιοτρόπως δὲ καὶ ἄλλα ληψόμεθα ἤτοι εἴρηκεν ἐπὶ τῶν τοῦ ἰατρικοῦ παραδειγμάτων, ἢ ὅτι καὶ ἄλλα ἔστιν ὁμοίως τούτοις πρὸς ἓν καὶ μίαν τινὰ φύσιν λεγόμενα λαβεῖν· δόξει γὰρ καὶ τὸ ἀγαθὸν τούτων εἶναι καὶ τὸ σχῆμα καὶ ὁ ἀριθμός. ὁμοίως δὲ τούτοις φησὶν ἔχειν καὶ τὸ ὄν· λέγεσθαι μὲν γὰρ καὶ αὐτὸ πολλαχῶς καὶ μὴ ὑφ’ ἓν γένος εἶναι, ὡς καὶ τὰ προειρημένα, οὐ μὴν ἤδη καὶ ὁμωνύμως· οὐ γὰρ μόνα τὰ ὁμώνυμα τῶν πολλαχῶς λεγομένων ἐστίν, ἀλλὰ καὶ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὡς ἔχει τά τε προειρημένα καὶ τὸ ὄν. ὂν γὰρ λέγεται κυρίως μὲν ἡ οὐσία, λέγεται δέ γε ὄντα καὶ τὰ τῇ οὐσίᾳ συμβεβη|κότα, ἅ ἐστι τὰ ἐννέα γένη. οὐ μὴν αὐτὸς οὕτως χρῆται νῦν τοῖς παραδείγμασιν, ἑκάστου γένους ἓν τιθείς, ἀλλὰ δι’ αὐτῶν ἐξαρίθμησίν τινα τῶν ὑπαρχόντων τῇ οὐσίᾳ καὶ δι’ αὐτὴν ὄντων καὶ αὑτῶν λεγομένων ποιεῖται, ὧν πολλὰ καὶ ὑφ’ ἓν γένος καὶ τὴν αὐτήν ἐστι κατηγορίαν. καὶ εἴη ἄν τῇ πρώτῃ διαιρέσει τῶν ἐν Κατηγορίαις τοῦ ὄντος γεγονυιῶν μᾶλλον χρώμενος, καθ’ ἣν διαιρεῖ τὰ ὄντα εἰς οὐσίαν καὶ συμβεβηκότα. λέγει δὲ τὰ συμβεβηκότα τῇ οὐσίᾳ ὄντα λέγεσθαι τὰ μὲν ὅτι οὐσίας πάθη, ὡς θερμότητες ψυχρότητες, ὑγρότητες ξηρότητες, καὶ ὅλως αἱ παθητικαὶ ποιότητες· τὰ δὲ ὡς ὁδοὶ εἰς οὐσίαν· οὕτω καὶ τὴν γένεσιν τῶν ὄντων λέγομεν καὶ τὴν αὔξησιν. καὶ τὰς φθορὰς δὲ τῆς οὐσίας καὶ μεταβολάς ὄντα λέγομεν, ὅτι καὶ ταῦτα οὐσίας τί ἐστιν, ὡς ἡ μείωσις καὶ τὸ γῆρας. ὁμοίως καὶ αἰ στερήσεις· ἡ γὰρ τυφλότης ὄν τι ὅτι οὐσίας τι· στέρησις γάρ. τὰ δὲ ὡς ποιότητες, ὡς ἕξεις διαθέσεις σχήματα· καὶ τὰ πάθη δέ, ὧν πρώτων ἐμνημόνευσε, τῶν ποιοτήτων. ποιητικά δὲ καὶ γεννητικὰ οὐσίας ἤτοι ὡς ἓν εἴρηκε, καὶ εἶεν ἂν τοιαῦται αἱ ἐνέργειαι δι᾿ ὧν ἡ γένεσις τῶν οὐσιῶν (τὸ γὰρ σπέρμα καθ’ αὑτὸ οὐσία), ἢ τὸ ποιητικὸν ὡς ἄλλο τοῦ γεννητικοῦ, καὶ εἴη ἄν τοιαῦτα ὅσα αἴτια τοῦ μεταβάλλειν τινὰ εἰς οὐσίαν, ὡς τὸ θερμαίνεσθαι γε· νέσεώς τινων ζώων αἴτιον. εἰπὼν δὲ ποιητικὰ καὶ γεννητικὰ οὐσίας, ἐπήνεγκεν ἢ τῶν πρὸς τὴν οὐσίαν λεγομένων, τουτέστιν τῶν τῇ οὐσίᾳ συμβεβηκότων, ἃ λέγεται ὄντα τῷ πρὸς οὐσίαν πως ἔχειν. ἔστι γάρ τινα καὶ τούτων ποιητικά, οἷον χρωμάτων παθῶν ἐπιστημῶν· αἱ γὰρ μαθήσεις ποιητικαὶ καὶ γεννητικαὶ τῶν ἐπιστημῶν, ὡς εὐεξίας γυμνάσια καὶ πόνοι, ὡς ὑγιείας δίαιται. ἔτι τὰ πρὸς τὴν οὐσίαν ὄντα τε καὶ λεγόμενα οἷα τὰ πρός τι· τὰ γὰρ πρός τι ἐν οὐσιῶν σχέσει. τοῖς δὲ παραδείγμασιν οὐχ οὕτως νῦν κεχρήμεθα ὡς ἐξ ἑκάστου γένους ἓν παραθέσθαι, ἀλλὰ δι’ αὐ- τῶν ἐξαρίθμησίν τινα τῶν ὑπαρχόντων τῇ οὐσία καὶ δι’ αὐτὴν ὄντων καὶ αὐτῶν λεγομένων πεποιήμεθα, ὧν πολλὰ καὶ ὑφ’ ἓν γένος καὶ τὴν αὐτήν ἐστι κατηγορίαν. ὥστε τῇ πρώτῃ διαιρέσει τῶν ἐν Κατηγορίαις τοῦ ὄντος γεγονυιῶν μᾶλλον εἴημεν κεχρημένοι, καθ’ ἣν διῃρεῖτο τὰ ὄντα εἰς οὐσίαν καί συμβεβηκότα.] καὶ μὴν αὐτῶν δύναται ὡς κατ’ ἰδίαν εἰρημένου τις ἀκοῦσαι. ἢ τῶν πρὸς τὴν οὐσίαν τὰ πρός τι λέγει· τὰ γὰρ πρός τι ἐν οὐσιῶν σχέσει. εἰπὼν δὲ ταῦτα ἐπήνεγκεν ἢ τούτων τινὸς ἀποφάσεις ἢ οὐσίας· διὸ καὶ τὸ μὴ ὂν εἶναι μὴ ὄν φαμεν, λέγων τούτων μέν τινος τῶν τῇ οὐσίᾳ ὑπαρχόντων, ἢ οὐσίας δὲ αὐτῆς τῆς οὐσίας. ἐνδείκνυται δὲ τὴν τῆς οὐσίας ἰσχὺν πρὸς τὸ εἶναί τε καὶ τὸ ὄν· καὶ γὰρ αἱ ἀποφάσεις αὐτῆς τε τῆς οὐσίας καὶ τῶν τῇ οὐσίᾳ ὑπαρχόντων, καίπερ ἀναιρετικαὶ οὖσαι τούτων ὧν εἰσιν ἀποφάσεις, ὅμως, ἐπεὶ σχέσιν ἔχουσί τινα πρὸς οὐσίαν, λέγονται ὄντα. εἰ γὰρ μὴ ἦν οὐσία, οὐδ’ ἄν ὂν ἦν· οὕτω δὲ οὐδ’ ἂν αποφασις· ὄντος γάρ τινος ἡ ἀπόφασις· διὰ τοῦτο καὶ αὐταὶ ὄντα. οὕτω καὶ τὸ μὴ ὃν εἶναι μὴ ὄν φαμεν, τοῦ μὴ ὄντος, ὅ ἐστι τοῦ ὄντος ἀπόφασις, τὸ εἶναι κατηγορουντες, ὅτι τοῦ ὄντος τί ἐστιν, οὐ μὴν ἁπλῶς εἶναι αὐτὸ λέγοντες, ἀλλὰ τὸ ὅλον τοῦτο μὴ ὂν εἶναι. δείξας δὲ ὅτι τὸ ὂν οὕτω λέγεται ὡς τὸ ὑγιεινὸν καὶ ἰατρικόν πρὸς ἓν γὰρ καὶ ἀφ’ ἑνὸς καὶ ταῦτα καὶ τὸ ὄν· πρὸς γὰρ τὴν οὐσίαν). κατὰ τὴν πρὸς ταῦτα ὁμοιότητα αὐτοῦ λαμβάνει τὸ καὶ μίαν ἐπιστήμην εἶναι αὐτοῦ· ὡς γὰρ τῶν ὑγιεινῶν πολλαχῶς μὲν λεγομένων, οὐχ ὁμωνύμως δέ, μία πάντων ἐστὶν ἐπιστήμη ἰατρικῆς γὰρ τὸ περὶ τῶν ὑγιεινῶν τῶνδε θεωρεῖν), οὕτω καὶ τῶν ἄλλων ἁπάντων τῶν ὁμοίως ἐκείνοις λεγομένων· τοιαῦτα δὲ τά τε ἰατρικὰ καὶ τὰ ὄντα. τῶν μὲν γὰρ ὁμωνύμων οὐδὲν κοινὸν ἐχόντων ἢ τοὔνομα οὐχ οἷόν τε ἐπιστήμην εἶναι μίαν, τῷ μηδὲν ὑπὸ κοινοῦ ὀνόματος ἴδιον δηλοῦσθαι, εἶναι δὲ ἑκάστην ἐπιστήμην περὶ ἓν γένος καὶ μίαν τινὰ φύσιν· οἷς δὲ οὐ κατὰ τοὔνομα μόνον ἐστὶ κοινωνία, ἀλλ’ ἤρτηται ἡ κατὰ τοῦτο κοινωνία τῆς τῶν πραγμάτων κοινωνίας, τούτων καὶ ἐπιστήμη μία. Οὐ γὰρ μόνον τῶν καθ’ ἓν λεγομένων ἐπιστήμης ἐστὶ θεωρῆσαι μιᾶς. Καθ’ ἓν μὲν λεγόμενα λέγει τὰ συνώνυμα καὶ ὑφ’ ἕν τι κοινὸν τεταγμένα γένος. οὐ μόνον δέ, φησί, τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα μία ἐπιστήμη, ἀλλὰ καὶ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. τρόπον δέ τινα καὶ ταῦτα πρὸς μίαν φύσιν τὴν ἀναφορὰν ἔχοντα καθ’ ἓν λέγεται, καθ’ ὅσον ἐν πᾶσί πως αὐτοῖς ὁρᾶται ἡ φύσις αὕτη, ἀφ’ ἧς καὶ δι’ ἣν οὕτως καλεῖται, εἰ καὶ μὴ ὁμοίως καὶ ἐπίσης αὐτῆς πάντα μετέχει. καὶ γὰρ ἐν τῷ φυλακτικῷ τῆς ὑγιείας καὶ ἐν τῷ ποιητικῷ καὶ ἐν τῷ δεκτικῷ ὑγίειά ἐστιν ἡ θεωρουμένη· διὸ καὶ ἔστι πως αὐτῶν εἷς λόγος καὶ μιᾶς ἐπιστήμης ἡ πάντων τούτων θεωρία· τῆς γὰρ ἰατρικῆς. καὶ περὶ τοῦ ὄντος δὲ μιᾶς ἐπιστήμης θεωρῆσαι καθὸ ὄν ἐστιν· οὐ γὰρ καθὸ μουσικὰ ἢ ἰατρικά, ἀλλὰ καθὸ ὄντα καὶ τῆς τοῦ ὄντος κεκοινώνηκε φύσεως. Πανταχοῦ δὲ κυρίως τοῦ πρώτου ἡ ἐπιστήμη. Λαβὼν ὅτι τῶν πολλαχῶς λεγομένων ὡς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν ἐπιστήμη μία, ἑξῆς δείκνυσιν ὅτι ἐν τοῖς οὕτως ἔχουσιν, ἐν οἷς τὸ μὲν πρῶτόν τί ἐστι καὶ κυρίως λεγόμενον, τὰ δὲ ἀπ’ ἐκείνου, ὡς ἔχει ἐν τοῖς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένοις, τοῦ πρώτου κυρίως καὶ μάλιστά ἐστιν ἡ περὶ ἐκείνην τὴν φύσιν καταγινομένη ἐπιστήμη, πρὸς ἣν καὶ τὰ ἄλλα συντελεῖ. ἡ γοῦν ἰατρική, πάντων οὖσα τῶν ὑγιεινῶν ἐπιστήμη, κυρίως καὶ μάλιστα τῆς ὑγιείας ἐστί, πρὸς ἣν τὰ ἄλλα λέγεται. ὁμοίως καὶ ἡ περὶ ἀγαθῶν κυρίως καὶ μάλιστά ἐστι περὶ τοῦ τελειοτάτου τῶν ἀγαθῶν. καὶ περὶ τοῦ ὄντος δὴ παντός, ἐπεὶ τῆς αὐτῆς ἐστι φύσεως τὸ ὄν, μία μὲν ἐπιστήμη, αὕτη δὲ μάλιστα ἐπὶ τοῦ πρώτου καὶ κυρίως ὄντος ἔσται, δι’ ὃ καὶ τὰ ἄλλα ὄντα. τὴν δὲ οὐσίαν τοιοῦτον λέγουσιν· ἐκ ταύτης γὰρ ἤρτηται τὸ εἶναι τῶν ἄλλων, ·καὶ διὰ ταύτην ὄντα κἀκεῖνα. τῶν οὐσιῶν ἄρα τὰς ἀρχὰς καὶ τὰς αἰτίας ζητητέον τῷ φιλοσόφῳ, ᾧ ἡ πραγματεία περὶ τὸ ὂν ᾗ ὄν· αἱ γὰρ ταύτης ἀρχαὶ καὶ τοῦ ὄντος ἂν παντὸς εἶεν, εἴ γε τοῖς ἄλλοις ἡ οὐσία ἀρχή τε καὶ αἰτία τοῦ εἶναι. δείξας δὲ πρῶτον ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ τοῦ ὄντος θεωρία καὶ πῶς παραστήσας, νῦν προσέθηκε καὶ τίς ἐστιν αὕτη· ὅτι γάρ ἡ φιλοσοφία ἡ καθόλου ταύτῃ δια- φέρουσα τῶν ἄλλων, ᾗ ἐκείνων τῶν ἐπιστημῶν περὶ τὶ ὂν ἑκάστη, ἡ δὲ φιλοσοφία ἡ καθόλου περὶ τὸ ὂν ᾗ ὄν ἐστιν, οὐ τὸ τὶ ὄν. Ἅπαντος δὲ γένους καὶ αἴσθησις μία ἑνὸς καὶ ἐπιστημη. Τὸ μὲν κατάλληλον τῆς λέξεως ἐστιν· ἅπαντος δὲ γένους ἑνὸς καὶ αἴσθησις μία καὶ ἐπιστήμη. εἰπὼν δὲ ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ τῶν οὐσιῶν εἰδέναι τὰς ἀρχὰς καὶ τὰς αἰτίας, ὅτι μὴ μόνον περὶ τῆς οὐσίας αὐτῷ ἡ πραγματεία ἀλλὰ καὶ καθόλου περὶ παντὸς τοῦ ὄντος ᾗ ὅν, ὡς ἔφθη εἰρηκέναι, δείκνυσι καὶ διὰ τούτων. παντὸς γάρ φησι γένους ἑνὸς καὶ ἐν τοῖς αἰσθητοῖς αἴσθησιν μίαν εἶναι καὶ ἐν τοῖς ἐπιστητοῖς ἐπιστήμην μίαν, γένους μὲν κοινότερον λαμβάνων ἀντὶ τοῦ φύσεως μιᾶς· γένη γὰρ κοινότερον πάντα ὅσα κατά τινα μίαν φύσιν κεκοινώνηκεν ἀλλήλοις· τοιαῦτα δὲ καὶ τὰ ἀφ’ ἑνός τινος τὸ εἶναι ἔχοντα. καὶ γὰρ ἐν τοῖς αἰσθητοῖς πάντων τῶν τῆς αὐτῆς φύσεως τῷδέ τινι, οὗ ἐστιν ἥδε ἡ αἴσθησις ἀντιληπτική, κεκοινωνηκότων ἡ αὐτὴ αἴσθησις ἀντιλαμβάνεται· οἷον τῶν τῷ λευκῷ ὁμογενῶν πάντων (ταῦτα δέ ἐστι τὰ χρώματα) ὄψις ἐστὶν ὁμοίως καὶ ψόφων μία καὶ χυμῶν μία καὶ καθ’ ἕκαστον γένος τῶν αἰσθητῶν. ὁμοίως πάλιν ἡ γραμματικὴ οὐ τῆσδε τῆς | φωνῆς, φέρε εἰπεῖν τῆς ὀξείας, ἐστὶ θεωρητικὴ μόνης, ἀλλὰ καὶ πάσης φωνῆς καθὸ φωνή. ἐπεὶ τοίνυν καὶ τὸ ὂν μιᾶς φύσεως κεκοινώνηκε καθὸ ὄν τοιοῦτον γὰρ ἐδείχθη), οὗ τὸ θεωρεῖν περὶ ἰῆς οὐσίας, τούτου καὶ περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν έσται τὸ θεωρεῖν. ὥστε εἰ ἡ σοφία περὶ τὴν οὐσίαν τε καὶ τὰς τῆς οὐσίας ἀρχάς, καὶ περὶ πανία τὰ ὄντα καὶ τὰς πάντων ἀρχὰς ἂν εἴη. ἧς δὲ περὶ πᾶν τὸ ὂν ἡ πραγματεία, ταύτης καὶ τὸ εἰδέναι πόσα εἴδη του ὄντος, τουτέστι πόσα γένη· του γὰρ εἰδότος τινά τὸ καὶ τὴν διαφορὰν αὐτῶν εἰδέναι τὴν πρὸς ἄλληλα· ὁ γὰρ τὰ μὴ ταὐτὰ τὰ αὐτὰ ἀλλήλοις ἡγούμενος οὐδ’ ἄν τὴν ἀρχὴν εἰδείη τι αὐτῶν. Διὸ καὶ τοῦ ὄντος ὅσα εἴδη θεωρῆσαι μιᾶς ἐστιν ἐπιστήμης τῷ γένει, τὰ δὲ εἴδη τῶν εἰδῶν. Δείξας ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν θεωρία, ἥτις ἐστὶ σοφία τε καὶ φιλοσοφία εἴρηται δὲ ὅτι μιᾶς ἐστι τῷ γένει, τουτέστι μιᾶς κατὰ τὸ γένος ἐπιστήμης, ὅσα εἴδη καὶ ὅσαι διαφοραὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι), ἐπήνεγκε τὸ τὰ δὲ εἴδη τῶν εἰδῶν· ὡς γὰρ ἔχει τὸ γένος τὸ ἐπιστητὸν πρὸς τὰ ὑπ’ αὐτὸ εἴδη, οὕτω καὶ τὸ γένος τῆς τούτου ἐπιστήμης πρὸς τὰ εἴδη τὰ αὐτῆς· καὶ ἐναλλὰξ ἄρα, ὡς τὸ γένος τὸ ἐπιστητὸν πρὸς τὸ γένος τῆς οἰκείας ἐπιστήμης, οὕτω καὶ τὰ εἴδη τοῦ ἐπιστητοῦ πρὸς τὰ εἴδη τῆς ἐπιστήμης. ἔστι δὲ τὸ γένος καὶ ἡ τοῦ ὄντος κοινὴ φύσις ἐπιστητὴ τῇ κοινῇ τε καὶ γενικῇ φιλοσοφίᾳ, καὶ τὰ μέρη ἄρα τοῦ ὄντος ἐπιστητὰ τοῖς τῆς φιλοσοφίας μέρεσιν· ὥστε ἑκάστου τῶν τοῦ ὄντος εἰδῶν ἐπιστήμη ἄν εἴη ἑκάστη τούτων, ὅσαι ὑπὸ φιλοσοφίαν ὡς γενικήν τινα ἐπιστήμην τεταγμέναι εἰσὶν ἐπιστῆμαι. διὰ δὲ τῶν νῦν εἰρημένων δέδεικται ὅτι τῆς πρώτης φιλοσοφίας ἡ εἰς τὰ γένη τοῦ ὄντος διαίρεσις, ὃ πεποίηκεν αὐτὸς ἐν ταῖς Κατηγορίαις. ἅμα δὲ καὶ ἐνεδείξατο ἡμῖν διὰ τούτων καὶ πῶς ἐστι μία ἐπιστήμη ἡ φιλοσοφία· τῷ γὰρ καθόλου. εἴδη δὲ αὐτῆς ὅσα τὰ τοῦ ὄντος· εἴδη γὰρ αὐτῆς ἥ τε πρώτη φιλοσοφία, ἥτις καὶ κυρίως σοφία καλεῖται, οὖσα ἐπιστήμη τῶν ἀιδίων τε καὶ ἀκινήτων καὶ θείων. ἡ μὲν γὰρ σοφία ἐστὶν ἡ κἀθόλου τε καὶ πρώτη, εἴ γε αὐτή ἐστιν ἡ περὶ τὸ ὂν ᾗ ὂν ἀλλ’ οὐ τὶ ὄν· ἔστι δὲ ὑπὸ ταύτην ἡ μέν τις πρώτη φιλοσοφία ἡ περὶ τὰς πρώτας οὐσίας, ἡ δὲ φυσικὴ οὖσα περὶ τὰ φυσικά, ἐν οἷς ἤδη κίνησις καὶ μεταβολή, ἡ δέ τίς ἐστι τῶν πρακτῶν θεωρητική· τοιαῦτα γὰρ καὶ τῶν ὄντων τινά. ὅτι δὲ μία τῷ γένει ἡ περὶ τὸ ὂν ᾗ ὂν πραγματευομένη φιλοσοφία, ἐδήλωσε καὶ ἐξ | ὧν εὐθὺς ἀρχόμενος τοῦ βιβλίου εἶπεν “αὕτη δέ ἐστιν οὐδεμιᾷ τῶν ἐν μέρει λεγομένων ἡ αὐτή,” ἡ περὶ τὰς ἀρχὰς καὶ τὰ πρῶτα αἴτια καὶ τὴν οὐσίαν πραγματευο(??)ένη. ἅμα τέ ἐστι πρώτη καὶ καθόλου· ἐν γὰρ τοῖς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγομένοις τὸ πρῶτον καὶ καθόλου, τῷ καὶ τοῖς ἄλλοις αὐτὸ εἶναι αἴτιον τοῦ εἶναι, ὡς καὶ αὐτὸς ἐν τῷ E τῆσδε τῆς πραγματείας ἐρεῖ. δι’ ὧν δὲ εἴρηκέ τε καὶ κατεσκεύασε, λέλυκεν ἀπορίας τῶν ἐν τῷ Β βιβλίῳ ῥηθεισῶν, τήν τε εἰ τῆς αὐτῆς ἐπιστήμης ἐστὶ περὶ τῶν οὐσιῶν πασῶν τὴν θεωρίαν ποιεῖσθαι ἢ ἄλλη ἄλλης οὐσίας ἐστὶν ἐπιστήμη, ἔτι καὶ τὴν εἰ τῆς αὐτῆς ἐστι περί τε τῆς οὐσίας θεωρεῖν καὶ τῶν συμ- βεβηκότων αὐτῇ. ἀλλ’ εἰ δέδεικται ὅτι τῆς αὐτῆς τῷ γένει περί τε πασῶν τῶν οὐσιῶν καὶ ἔτι περὶ τῶν ὑπαρχόντων αὐταῖς, οὐ διὰ τοῦτο ἔσται Λαὶ τοῦ τί ἐστιν ἀπόδειξις· οὐδὲν γὰρ κωλύει ὑπὸ τὴν αὐτὴν τῷ γένει ἐπιστήμην εἶναι καὶ τὴν ὁριστικήν, ἥτις τοῦ τί ἐστι θεωρητική, καὶ τὴν ἀποδεικτικήν, ἡ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἑκάστῳ γένει ἐστὶν ἀποδεικτική. καὶ τὸ ἐφεξῆς δὲ τούτῳ ἀπορηθὲν ἑξῆς λύει, πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ περὶ ἐναντιότητος· δείκνυσι γὰρ ὅτι καὶ ἡ περὶ τούτων θεωρία οἰκεία τῇ περὶ τοῦ ὄντος. Εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν ταὐτὸν καὶ μία φύσις, ἀκολουθεῖν ἀλλήλοις ὥσπερ ἀρχὴ καὶ αἴτιον, ἀλλ᾿ οὐχ ὡς ἑνὶ λόγῳ δηλούμενα. Δείξας ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἥ τε περὶ τοῦ ὄντος ᾗ ὂν θεωρία καὶ ἡ περὶ τοῦ πόσα καὶ τίνα τοῦ ὄντος εἴδη, ἑξῆς δείκνυσιν ὅσα καὶ τίνα εἴδη τοῦ ὄντος, πρῶτον δείξας ὅτι τὸ ἓν καὶ τὸ ὂν ταὐτὰ ἀλλήλοις ἐστὶ κατὰ τὸ ὑποκείμενον· τούτου γὰρ δειχθέντος, ὅσα ἄν τοῦ ἑνὸς εἴδη ᾖ, τοσαῦτα ἂν εἴη καὶ τοῦ ὄντος, ἐπειδὴ ταὐτὸν κατὰ τὸ ὑποκείμενον τό τε ὂν καὶ τὸ ἕν, εἰ καὶ μὴ ὁ λόγος αὐτῶν ὁ αὐτός, ὡς ἔδειξε. διὸ ὅσα ἄν εὑρεθῇ εἴδη τοῦ ἑνός, τοσαῦτα καὶ τοῦ ὄντος ἔσται· πρὸς γὰρ τὴν εὕρεσιν τῶν εἰδῶν, ὡς ἔφην, τοῦ ὄντος τὸ ἓν παραλαμβάνει. λήψεται δὲ καὶ ὅτι ἐπεὶ ἐναντίον τῷ ἑνὶ τὸ πλῆθος, τῶν δὲ ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, τῆς αὐτῆς εἶναι καὶ τὴν περὶ πλήθους θεωρίαν καὶ ὅσα ὑπὸ τὸ πλῆθος ὡς γένος τέτακται· ὥστε ὁ φιλόσοφος ᾗ φιλόσοφος καὶ περὶ ἑνὸς καὶ πλήθους διαλήψεται καὶ τῶν ὑπὸ ταῦτα, καὶ περὶ μὲν τοῦ ἑνὸς (??) (??) ὑπὸ τοῦτο, ἅ ἐστι τὸ ταὐτόν, τὸ ἴσον, τὸ ὅμοιον καὶ ὅσα τοιαῦτα, ὅτι τὸ ἓν τῷ ὄντι ὁμοίως τε καὶ κατὰ τῶν αὐτῶν λέγεται, περὶ δὲ τοῦ ὄντος τούτου τὸ θεωρεῖν· περὶ δὲ τοῦ πλήθους καὶ τῶν ὑπὸ τοῦτο, ὅτι τῆς αὐτῆς ἐπιστήμης ἡ τῶν ἐναντίων γνῶ|σις, ἐναντίον δὲ τὸ μὲν πλῆθος τῷ ἑνί, τὰ δὲ ὑπὸ τὸ πλῆθος εἴδη τοῖς τοῦ ἑνὸς εἴδεσι. λέγει δὲ τὸ ἓν τῷ ὄντι οὕτω ταὐτὸν εἶναι ὡς ἔστι ταὐτὰ ἀρχή τε καὶ αἴτιον. ὡς γὰρ ταῦτα ἀμφότερα μὲν ἀκολουθεῖ τε ἀλλήλοις καὶ κατὰ τοῦ αὐτοῦ κατηγορεῖται (ὅ γὰρ τοῦτο καὶ αἴτιον, καὶ ὃ αἴτιον, τοῦτο καὶ ἀρχή), ἄλλος μέντοι λόγος αὐτοῦ καὶ ἄλλη ἐπιβολὴ τῆς διανοίας καθὸ ἀρχὴ λέγεται καὶ ἄλλος καθὸ αἴτιον ἡ μὲν γὰρ ἀρχὴ καθὸ πρῶτόν ἐστι τοῦ οὗ ἐστιν ἀρχή, καὶ καθὸ ἐξ αὐτοῦ τὰ ὧν ἐστιν ἀρχή, τὸ δὲ αἴτιον καθό ἐστι δι’ αὐτὸ τὸ οὗ αἴτιον· ἄλλο δὲ τὸ ἐξ οὗ ἐστι καὶ ἄλλο τὸ δι’ ὅ), οὕτω δή φησιν ἔχειν πρὸς ἄλληλα τό τε ὂν καὶ τὸ ἕν. καθ’ ὧν μὲν γὰρ θάτερον, πάντως καὶ θάτερον· διὸ καὶ ἀμφότερα τῶν πολλαχῶς λεγομένων ἐστὶ τῶν, ὡς εἴρηκε; πρὸς ἓν καὶ πρὸς μίαν φύσιν λεγομένων· κατὰ διάφορον δὲ ἐπίνοιαν τό τε ὂν καὶ τὸ ἓν κατηγοροῦμεν, διὰ μὲν τοῦ ὂν εἰπεῖν τι τὴν ὕπαρξιν σημαίνοντες αὐτοῦ, διὰ δὲ τοῦ ἓν τὸν ἀπὸ ὅν ἄλλων χωρισμὸν καὶ τὸν ἀπὸ τοῦ πλήθους· ἅμα δὲ ὅν τί ἐστι καὶ διαφέρον τῶν ἄλλων καὶ ἔστιν ἓν καὶ οὐ πλῆθος. οὕτως ἔχει πρὸς ἄλληλα καὶ τὸ ἀμερὲς καὶ τὸ ἐλάχιστον, καὶ σπέρμα καὶ καρπός, καὶ ἀνάβασις καὶ κατάβασις, καὶ πάνθ’ ὅσα κυρίως ἑτερώνυμα καλεῖται. εἰπὼν δὲ τὸ ὂν καὶ τὸ ἓν ταὐτὰ εἶναι καὶ μίαν τινὰ Φύσιν, οὐ μέντοι ὡς ἑνὶ λόγῳ δηλούμενα, ἐπήνεγκεν ὅτι διαφέρει δὲ οὐδὲν οὐδ ἂν. καὶ κατὰ τὸν λόγον αὐτὰ ταὐτὰ ὑπολάβωμεν εἶναι, μὴ μόνον κατὰ τὴν ὑποκειμένην φύσιν, ὡς εἶναι τῶν πολυωνύμων τὸ ὑποκείμενον αὐτοῖς, ὧν πλείω μὲν ὀνόματα, καθ’ ἕκαστον δὲ τῶν ὀνομάτων ὁ αὐτὸς λόγος, ὡς φασγάνου καὶ μαχαίρας, καὶ λωπίου καὶ ἱματίου. τὸ γὰρ λαβεῖν αὐτὰ καὶ κατὰ τὸν λόγον εἶναι ταὐτὰ πρὸ ἔργου μᾶλλον ἡμῖν πρὸς τὸ προκείμενον· ἔτι γὰρ μᾶλλον τῆς αὐτῆς ἐπιστήμης ἔσται ὁ περὶ ἑκατέρου αὐτῶν λόγος, εἰ μόνον· κατὰ τὸ ὄνομα διαφέροιεν. ὅτι δὲ ταὐτὸν τό τε ὂν καὶ τὸ ἕν, ὡς προείρηκε, δεικνὺς ἐπήνεγκε ταὐτὸν γὰρ εἷς ἄνθρωπος καὶ ἄνθρωπος, καὶ τὸ ὢν ἄνθρωπος ταὐτὸν τῷ ἄνθρωπος εἴη ἄν, ὥστε καὶ Μήλοις ταὐτά. ὅ τε γὰρ ἄνθρωπον σημαίνων ἕνα ἄνθρωπον σημαίνει καὶ ὄντα ἄνθρωπον· ἀλλὰ κἄν τὸ εἷς προστεθῇ, ἅμα καὶ ὅτι ὤν ἐστι σημαίνει, κἂν τὸ ὤν, ὅτι εἷς. εἰπὼν δὲ ὅτι τὸ εἷς ἄνθρωπος καὶ τὸ ὢν ἄνθρωπος ταὐτὸν ἑκάτερον αὐτῶν ἐστι τῷ ἄνθρωπος, καὶ διὰ τοῦτο καὶ ἀλλήλοις, ὅτι τὸ ὢν καὶ τὸ εἷς ἐπὶ τοὐ ἀνθρώπου τὸ ὡς οὐσίαν ἓν σημαίνει δείκνυσι διὰ τοῦ λαβεῖν ὅτι τὸ ἔστιν ἄνθρωπος ἄνθρωπος οὐχ | ἕτερόν τι σημαίνει τοῦ ἔστιν ἄνθρωπος ἁπλοῦ. τὸ δὲ ἔστιν ἄνθρωπος τὸ ὡς οὐσίαν ὂν εἶναι τὸν ἄνθρωπον δηλοῖ, καὶ τὸ ἔστιν ἄρα ἄνθρωπος ἄνθρωπος τὸ ὡς οὐσίαν ὂν σημαίνει, ὥστε καὶ τὰ τούτῳ ἴσον δυνάμενα τό τε ὢν ἄνθρωπος καὶ εἷς ἄνθρωπος τὸ ὡς οὐσίαν ὂν καὶ ὡς οὐσίαν ἓν σημαίνει. ἢ ὃ λέγει ἐστίν· ἐπεὶ τὸ ὂν καὶ τὸ ἓν ταὐτά, καὶ ὁ τὸ ἔστι δέ τινος κατηγορῶν τὸ ὂν αὐτοῦ κατηγορεῖ, ὁ λέγων ‘ὤν ἐστιν ἄνθρωπος᾿ ἢ πάλιν ‘ἕν ἐστιν ἄνθρωπος᾿ ἐπαναδίπλωσίν τινα ποιεῖται τοὐ ἔστι, διὸ ἑκάτερον τούτων ἴσον ἐστὶ τῷ ἔστιν ἄνθρωπος· οὐ γὰρ θάτερόν τι κατὰ τὴν λέξιν δηλοῖ τὸ ἐπαναδιπλούμενον τῷ ἁπλῶς λεγομένῳ, ὡς ἔδειξε διὰ τοῦ παραδείγματος, ἐπαναδίπλωσιν ποιησάμενος τοῦ ἄνθρωπος. ἐπεὶ γὰρ ·τὸ ἓν τῷ ὄντι ταὐτόν, ὁ λέγων ‘εἷς ἐστιν ἄνθρωπος᾿ ἐπαναδιπλοῖ καὶ δὶς λέγει τὸ ἔστι καὶ τὸ ἕν, ὡς καὶ ὁ λέγων ‘ἔστιν ἄνθρωπος ἄνθρωπος᾿ ἐπαναδιπλοῖ τὸν ἄνθρωπον. δείξας δὲ ἐπὶ τοῦ ἀνθρώπου ταὐτὸν δυνάμενα τό τε ἓν καὶ τὸ ὂν καὶ μὴ χωριζόμενα ἀλλήλων ὑπὸ γὰρ τοῦ αὐτοῦ ἥ τε οὐσία καὶ τὸ ἓν σημαίνεται τὸ ἐν αὐτῇ), φησὶν ὅτι οὐ χωρίζεται ἀλλήλων οὔτε ἐπὶ γενέσεως οὔτε ἐπὶ φθορᾶς τὸ ὂν καὶ τὸ ἕν· ὡς γὰρ ἕκαστον τούτων ὄν ἐστιν, οὕτω καὶ ἕν ἅμα γὰρ τό τε ὂν καὶ τὸ ἓν ἑκάστου κατηγορεῖται· καὶ γὰρ τούτων ἕκαστον ὡς ὃν οὕτω καὶ ἕν. τῷ δὲ ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑνὸς προσθετέον τὸ ἔχει· ὡς γὰρ ἐπὶ τοῦ ὄντος ἔχει ἡ κατηγορία, οὕτω καὶ ἐπὶ τοῦ ἑνός. ἢ δείξας ὅτι μηδὲν διαφέρει τὸ ἔστιν ἄνθρωπος τοῦ εἷς ἐστιν ἄνθρωπος, προσέθηκεν ὅτι μηδὲ εἰ τὸ γίνεσθαι ἄνθρωπον λέγοιμεν ἢ φθείρεσθαι, ἡ ἐπαναδίπλωσις τοὐ ἀνθρώπου ἄλλο τι ποιήσει τὸ λεγόμενον· ὥστε ὡς τοῦ ἔστιν ἡ τοῦ γίνεσθαι ἢ τοῦ φθείρεσθαι προτασσομένου οὐ γίνεται τὰ σημαινόμενα διαφέροντα ἐπαναδιπλουμένου τοῦ ἀνθρώπου, οὕτως οὐδ’ ἂν τὸ ἓν τοῦ ἀνθρώπου προταχθῇ, ἄλλο τι ἔσται σημαίνουσα ἡ ἐπαναδίπλωσις τοῦ κατηγορουμένου καὶ ἄλλο εἰ ἅπαξ ῥηθείη. ὡς δὲ τὸ κατηγορούμενον ὁ ἄνθρωπος δὶς λαμβανόμενον οὐ ποιεῖ διαφοράν, οὕτως οὐδὲ τὸ ὑποκειμένου χώραν ἔχον· τοῦτο δέ ἐστι τὸ ἕν ἐστιν, ἃ τῷ ἐπὶ τοῦ αὐτοῦ λέγεσθαι, εἰ ἀμφότερα λαμβάνοιτο, ἔσται ἐπαναδιπλούμενον ἢ τὸ ἔστιν ἢ τὸ ἕν· διὸ οὐδὲ αὐτὸ ἐπαναδιπλωθὲν διαφοράν τινα ποιήσει τῶν σημαινομένων. διὰ δὲ τοῦ ἐπενεγκεῖν τὸ ὥστε φανερὸν ὅτι ἡ πρόσθεσις ἐν τού|τοις ταὐτὸ δηλοῖ, καὶ οὐδὲν ἕτερον τὸ ὂν παρὰ τὸ ἕν, ἔδειξεν ὅτι ὑπὲρ τοῦ δεῖξα.ι τὴν τούτων σύνοδον καὶ ἐπαναδίπλωσιν μὴ σημαίνουσαν ἄλλο τι παρὰ τὴν ἑκατέρου αὐτῶν κατ’ ἰδίαν λῆψιν ἐποιήσατο περὶ τῆς τοῦ ἀνθρώπου ἐπαναδιπλώσεως τὸν λόγον. Ἔτι δὲ ἡ ἑκάστου οὐσία ἕν ἐστι, καὶ οὐ κατὰ συμβεβηκός. Οτι ταὐτὸν τό τε ὂν καὶ τὸ ἓν καὶ οὕτω δείκνυσιν. εἰ τὸ καθ’ ὃ τὸ εἶναι ἑκάστῳ ἐστὶν ἕν, τοῦτό ἐστι καὶ κυρίως καὶ οὐ κατὰ συμβεβηκός· οὐ γὰρ συμβεβηκός ἐστι τῇ ἑκάστου οὐσίᾳ τὸ ἕν, ἀλλὰ κυρίως καὶ καθ’ αὑτὸ ἓν ἡ ἑκάστου οὐσία. διὸ καὶ ἐν τῷ τί ἐστι τὸ ἓν τῆς ἑκάστου οὐσίας κατηγορεῖται. ὁμοίως δὲ καὶ τὸ ὂν τῇ ἑκάστου οὐσίᾳ οὐ κατὰ συμβεβηκός· ὅπερ γὰρ ὄν τι καὶ ὅπερ ἓν ὁμοίως ἡ ἑκάστου οὐσία. καὶ οὕτως ἂν δεικνύοιτο ταὐτὸν τό τε ἓν καὶ τὸ ὄν. ἢ οὕτως. εἰ ἡ ἑκάστου οὐσία ὁμοίως ἕν τέ ἐστι καὶ ὄν ἑκάτερον γὰρ αὐτῶν καθ’ αὑτὸ ἑκάστου κατηγορεῖται, καὶ ὁμοίως ἕν τε καὶ ὂν ἕκαστόν ἐστι), ταὐτόν ἐστι τό τε ὂν καὶ τὸ ἐν· ὡς γὰρ ὄν, καὶ ἕν, καὶ ἅμα τὸ ἕτερον καὶ τὸ ἕτερον. δύναται τὸ εἰρημένον καὶ τοιοῦτον εἶναι. ὥσπερ ἡ οὐσία ὅπερ ὄν ἐστι καὶ κυρίως ὄν, οὕτω καὶ ὅπερ ἓν καὶ κυρίως ἕν, ἀλλ’ οὐ κατὰ συμβεβηκός· ὥστε εἴη ἂν καὶ τὸ ἓν ὁμοίως τῷ ὄντι. τὸ μὲν κυρίως τὸ δὲ οὐ κυρίως, καὶ τὸ μὲν πρώτως τὸ δὲ δευτέρως· κυρίως μὲν γὰρ ὂν καὶ ἓν ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ ὂν καὶ ἓν ἕκαστον τῶν κατὰ τὴν οὐσίαν ὄντων. δείξας δὲ διὰ τούτων ὅτι ταὐτὸν τὸ ἓν καὶ τὸ ὄν, οὗ χάριν ἔδειξε τοῦτο, ἐπιφέρει λέγων ὥστε ὅσα περ τοῦ ἑνὸς εἴδη, τοσαῦτα καὶ τοῦ ὄντος. εἰπὼν τῆς αὐτῆς ἐπιστήμης εἶναι τῷ γένει τὰ τοῦ ὄντος εἴδη θεωρῆσαι αἱ γὰρ τὰ τοῦ ὄντος εἴδη τίνα τέ ἐστι καὶ πόσα θεωροῦσαι αἱ αὐταὶ ἀλλήλαις τῷ γένει), δείξας ὅτι ταὐτόν ἐστι κατὰ τὸ ὑποκείμενον τό τε ὂν καὶ τὸ ἕν, εὐλόγως ἐπήνεγκε τὸ ὅσα τοῦ ἑνὸς εἴδη τοσαῦτα καὶ τοὐ ὄντος εἶναι, περὶ ὧν εἰδῶν τὸ τί ἐστιν ἕκαστον αὐτῶν κατὰ τὸ γένος τῆς αὐτῆς ἐπιστήμης θεωρῆσαι· γένει γὰρ αἱ αὐταὶ ἀλλήλαις αἱ τὸ τί ἐστιν ἕκαστον τούτων θεωροῦσαι. ἡ γὰρ φιλοσοφία μία τῷ γένει ἐπιστήμη ἔκειτο εἶναι, ἥτις ὥσπερ περὶ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτου εἴδη, ὡς εἶπεν, οὕτως δὲ καὶ περὶ τὸ ἓν ᾗ ἓν καὶ τὰ εἴδη αὐτοῦ πραγματεύεται, ἐπεὶ ταὐτὸν τό τε ὂν καὶ τὸ ἕν. κοινότερον δὲ εἴδη λέγει τοῦ ὄντος καὶ τοῦ ἑνός· οὔτε γὰρ τὸ ὂν καὶ ἓν κυρίως γένος οὔτε τὰ ὑπ’ αὐτὰ εἴδη. ἐν γὰρ τοῖς πολλαχῶς λεγομένοις τὸ κοινὸν κατ’ αὐτῶν οὐ γένος, τοιαῦτα δὲ τὸ ὂν καὶ τὸ ἕν· | οἷον γάρ πως γένος ἐστὶ τὸ κατηγορούμενον τῶν ἐν οἷς ἐστι τὸ πρῶιον καὶ τὸ ὕστερον, σῶζον μέν τινα πρὸς γένος ὁμοιότητα, οὐ μὴν ὃν κυρίως γένος. τίνα δὲ εἴδη τοῦ ἑνός ἐστι, τίθεται ἐφεξῆς, ἃ δῆλον ὅτι καὶ τοῦ ὄντος ᾗ ὂν λέγει. λέγω δὲ οἷον περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ τῶν ἄλλων τῶν τοιούτων. ἓν γὰρ καὶ τὸ ταὐτὸν καθὸ ταὐτόν ἑνότης γὰρ κατ’ οὐσίαν τὸ ταὐτόν), καὶ τὸ ὅμοιον καθὸ ὅμοιον· ἑνότης γὰρ ἐν ποιότητι· ὁμοίως καὶ τὸ ἴσον· ἑνότης γὰρ καὶ τοῦτο ἐν ποσῷ. διὰ δὲ τούτων δείκνυσιν ὅτι τοῦ φιλοσόφου ἴδιόν ἐστι τοῦ τῆς οὐσίας θεωρητικοῦ τὸ καὶ τί ἐστιν ἕκαστον τούτων θεωρῆσαι, ὃ καὶ αὐτῷ ἐζητεῖτό τε καὶ ἠπορεῖτο ἐν τῷ πρὸ τούτου. δείξας δὲ ὅτι τοῦ φιλοσόφου τὸ περὶ τῶν τοῦ ὄντος εἰδῶν θεωρῆσαι. ὁμοίως δὲ καὶ περὶ τοῦ ἑνὸς καὶ τῶν εἰδῶν τῶν τούτου, ἔτι τε τῶν προειρημένων τοῦ τε ταὐτοῦ καὶ ὁμοίου καὶ τοῦ ἴσου καὶ ὅσα τοιαῦτα ὡς ὑπὸ γένος τι τὸ ἕν ἐστι, λέγει καὶ ὅτι καὶ περὶ τῶν τούτοις ἀντικειμένων ὁμοίως τὸ διαλαβεῖν τοῦ φιλοσόφου. ἀντίκειται δὲ τῷ μὲν ταὐτῷ τὸ ἕτερον, τῷ δὲ ὁμοίῳ τὸ ἀνόμοιον, τῷ δὲ ἴσῳ τὸ ἄνισον. ὅτι μὲν οὖν ἀνωτέρω τὸ ἓν τοῦ τε ταὐτοῦ καὶ ὁμοίου καὶ τοῦ ἴσου καὶ τῶν τοιούτων, δηλοῖ δι’ ὧν λέγει σχεδὸν δὲ πάντα ἀνάγεται τἀναντία εἰς τὴν ἀρχὴν ταύην. λέγει δὲ ἀρχὴν τὴν ἐναντίωσιν τό τε ἓν καὶ τὸ τῷ ἑνὶ ἀντικείμενον, τοῦτο δέ ἐστι τὰ πολλά· τὸ μὲν γὰρ ταὐτὸν ἕν τι, τὸ δὲ ἕτερον πλῆθός τε καὶ ἐν πλήθει. ὁμοίως δὲ καὶ τὸ μὲν ὅμοιον καὶ τὸ ἴσον ὑπὸ τὸ ἕν, τὸ δὲ ἀνόμοιον καὶ τὸ ἄνισον ὑπὸ τὸ πλῆθος. ἀναπέμπει δὲ ἡμᾶς περὶ τοῦ γνῶναι ὅτι σχεδὸν πάντα τὰ ἐναντία ὡς εἰς ἀρχὴν ἀνάγεται τό τε ἓν καὶ τὸ πλῆθος εἰς τὴν ἐκλογὴν τῶν ἐναντίων, ὡς ἰδίᾳ περὶ τούτων πραγματευσάμενος. εἴρηκε δὲ περὶ τῆς τοιαύτης ἐκλογῆς καὶ ἐν τῷ δευτέρῳ Περὶ τἀγαθοῦ. Καὶ τοσαῦτα μέρη φιλοσοφίας ἐστὶν ὅσαι περ αἱ οὐσίαι. Επεὶ τοῦ ὄντος τὸ μὲν ἦν κυρίως καὶ καθ’ αὑτὸ ὄν, τὸ δὲ κατὰ συμβεβηκός, κυρίως μὲν καὶ καθ’ αὑτὸ ὂν ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ τά τε τῇ οὐσίᾳ ὑπάρχοντα καὶ τὰ ὅλως ἐπὶ ταύτην ἔχοντα τὴν ἀναφοράν, πανταχοῦ δέ, ὡς ἔφαμεν, οἷς ἡ τάξις αὕτη, ἡ περὶ αὐτὰ ἐπιστήμη κυρίως τοῦ πρώτου, ἐξ οὗ τὰ ἄλλα ἤρτηται καὶ δι’ ὃ καὶ τὰ ἄλλα ὄντα λέγεται, ἡ δὲ φιλοσοφία *** ἐπιστήμη περὶ οὐσίαν· αὕτη γὰρ κυρίως ὄν· καὶ ἐπεὶ πλείους αἱ οὐσίαι, ἔσται καὶ τῆς ἐπιστήμης τῆς περὶ τὴν οὐσίαν αὕτη δὲ ἦν ἡ φιλοσοφία), μιᾶς οὔσης τῷ γένει, τοσαῦτα μέρη τε καὶ εἴδη ὅσαι καὶ οὐσίαι. καὶ ὡς τῶν οὐσιῶν αἱ μὲν πρῶται αἱ δὲ δεύτεραι, οὕτως ἡ φιλοσοφία ἡ μέν τις ἔσται πρώτη ἡ δέ τις δευτέρα καὶ μετ᾿ | ἐκείνην, ὡς ἡ τάξις ἡ ἐν αὐταῖς. καὶ εἴη ἂν ἀκόλουθος ἡ λέξις αὕτη τῇ πρὸ ὀλί- γου εἰρημένῃ, τῇ “εἰ οὖν τοῦτ’ ἐστὶν ἡ οὐσία, τῶν οὐσιῶν ἄν δέοι τὰς ἀρχὰς καὶ τὰς αἰτίας ἔχειν τὸν φιλόσοφον·” ταύτῃ γὰρ ἀκολουθεῖ τὸ καὶ τοσαῦτα μέρη φιλοσοφίας ὅσαι περ αἱ οὐσίαι. διὸ καὶ ἦν ἄν σα- φέστερα τὰ λεγόμενα, εἰ ἦν ἡ λέξις αὕτη κειμένη πρὸ τῆς “εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν ταὐτόν”, συνάπτουσα τῇ “διὸ καὶ τοῦ ὄντος τὰ εἴδη θεωρῆσαι μιᾶς ἐστιν ἐπιστήμης τῷ γένει, τὰ δὲ εἴδη τῶν εἰδῶν·” ἀκόλουθον γὰρ τούτῳ τὸ καὶ τοσαῦτα μέρη φιλοσοφίας ἐστὶν ὅσαι περ αἱ οὐσίαι. ἦν δὲ ἐν τοῖς ἠπορημένοις καὶ τοῦτο, ὡς προεῖπον ἤδη, πότερον μία περὶ πάσας οὐσίας εἴη ἢ πλείονές εἰσι, κἀν εἰ πλείονες, πότερον συγγενεῖς. δέδειχε γὰρ ὅτι πλείονες, ἀλλ’ ὡς ὑπὸ μίαν πᾶσαι τῷ γένει τὴν φιλοσοφίαν. τὸ δὲ ὑπάρχει γὰρ εὐθὺς γένη ἔχοντα τὸ ὃν καὶ τὸ ἓν ἴσον ἐστὶ τῷ ἔστι γὰρ καὶ τοῦ ἑνὸς καὶ τοὐ ὄντος γένη τινά, τουτέστι κατὰ γενῶν τινων τό τε ἓν καὶ τὸ ὂν κατηγορεῖται. ὂν δὲ τὸ κυρίως ὂν λαμβάνει, ὁμοίως καὶ ἕν· τοῦτο δέ ἐστιν ἡ οὐσία. εἶναι οὖν φησι ταῖς οὐσίαις γένη τινὰ καὶ διαφοράς, αἷς οὐσίαις, γένεσιν οὔσαις καὶ ἄλλου γένους τινὸς εἴδεσιν, ἑκάστῃ ὑπάρχει καθ’ αὑτὸ καὶ τὸ ὂν καὶ τὸ ἕν· τοῖς μὲν γὰρ συμβεβηκόσιν οὐ καθ’ αὑτὸ οὔτε τὸ ὂν οὔτε τὸ ἓν ὑπάρχει, ταῖς δὲ οὐσίαις. ὥστε εἰ ὁ μὲν φιλόσοφος περὶ τὸ κυρίως ὂν καὶ κυρίως ἓν πραγματεύεται, πλείω δέ ἐστι τὰ οἷς τὸ κυρίως ἕν τε καὶ ὂν ὑπάρχει, διαφέροντα τῷ γένει, πλείω οὖν καὶ μέρη ἔσται φιλοσοφίας· κατὰ γὰρ τὰς τῶν οὐσιῶν διαφορὰς διάφορός τις ἔσται καὶ φιλοσοφία τῷ ἑκάστην αὐτῶν περί τι ἓν γένος ἀφωρισμένον πραγματεύεσθαι. γράφεται καὶ γένη ἔχον· εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἓν γένος λέγων τὴν οὐσίαν, ἀλλὰ καὶ αὐτὴν ἔχειν τὸ πρότερον καὶ ὕστερον. ἢ γένη λέγει ἀντὶ τοῦ φύσεις διαφερούσας ἀλλήλων· εἰσὶ γὰρ τῶν οὐσιῶν διαφοραί. εἰπὼν δὲ ἔσεσθαι τὴν μὲν πρώτην φιλοσοφίαν τὴν δὲ δευτέραν κατὰ τὴν τῶν οὐσιῶν τάξιν πρὸς ἀλλήλας περὶ ἃς καταγίνονται. οὕτως φησὶν εἶναι τὸν φιλόσοφον ὡς τὸν μαθηματικόν. ὡς γὰρ μιᾶς οὔσης τῷ γένει τῆς μαθηματικῆς, κατὰ τὰς διαφορὰς καὶ τάξεις τῶν περὶ ἅ ἐστιν ἡ μαθηματική, τάξις τίς ἐστι καὶ διαφορὰ καὶ τῶν τῆς μαθημα- τικῆς μερῶν τῷ γὰρ εἶναι τὰ μέν τινα πρῶτα ἐν τοῖς μαθήμασι τὰ δὲ δεύτερα καὶ τῆς μαθηματικῆς ἡ μέν τίς ἐστι πρώτη ἡ δὲ δευτέρα ἡ δὲ τρίτη, πρώτη μέν, ἂν οὕτω τύχῃ, ἡ περὶ τὰ ἐπίπεδα καταγινομένη, καὶ μετὰ ταῦτα ἡ περὶ τὰ στερεά, εἶτα ἥ τε ἀστρολογική, οὖσα ἡ εἰς στερεὰ κινούμενα, καὶ μετὰ ταῦτα ἡ μηχανική, ἤδη περὶ γιγνόμενά τε καὶ φθειρόμενα πραγματευομένη), οὕτω καὶ περὶ τῶν οὐσιῶν πρῶται μὲν αἱ ἀγένητοί τε | καὶ ἄφθαρτοι, ἀσώματοί τε καὶ ἀκίνητοι, περὶ ἃς ἂν εἴη ἡ πρώτη φιλοσοφία· ἡ δὲ περὶ τὰς ἀιδίους μὲν ἐν κινήσει δὲ δευτέρα, τρίτη δὲ ἡ περὶ τὰς οὐσίας τὰς ἐν γενέσει καὶ φθορᾷ, ἐπειδὴ καὶ αὗται τῶν οὐσιῶν τελευταῖαι. Ἐπεὶ δὲ μιᾶς τὰ ἀντικείμενα θεωρῆσαι, τῷ δ’ ἑνὶ ἀντίκειται τὸ πλῆθος. εἴη ἂν αὕτη ἡ λέξις πᾶσα συνάπτουσα τῇ “τεθεωρήσθω δὲ τοῦτο ἡμῖν ἐν τῇ ἐκλογῇ τῶν ἐναντίων.” δείξας γὰρ τῆς περὶ τὸ ὂν ᾗ ὂν ἐπιστήμης ὂν καὶ τὸ περὶ τῶν ὑπὸ τὸ ἓν διαλαμβάνειν, νῦν δείκνυσιν ὅτι καὶ περὶ τῶν ὑπὸ τὰ πολλά. εἰπὼν γὰρ ἀνάγεσθαι πάσας τὰς ἐναντιώσεις ὡς ἐπὶ ἀρχὴν τὸ ἓν καὶ τὸ τούτῳ ἀντικείμενον, ὑφ’ ὃ ἡ ἑτέρα τῶν ἐναντίων ὑπάγεται συστοιχία, λέγει καὶ δείκνυσιν ὅτι ἅμα τοῦ λέγοντος περὶ τοῦ ἑνὸς τοῦ αὐτοῦ τούτου ἐστὶ τὸ λέγειν καὶ περὶ τοῦ τῷ ἑνὶ ἀντικειμένου· μιᾶς γὰρ ἐπιστήμης ἡ περὶ τῶν ἀντικειμένων θεωρία. εἰ δὲ περὶ τούτων μιᾶς, πάντα δὲ τὰ ἐναντία ὑπὸ ταῦτα, περὶ πάντων τῶν ἐναντίων μιᾶς εἶναι τὸ θεωρεῖν, ἐπειδὴ ἧς περὶ ἰοῦ καθόλου, ταύτης καὶ περὶ τῶν ὑπ’ αὐτό· αὕτη δέ ἐστιν ἡ περὶ τοῦ ὄντος ᾗ ὄν. ἧς γὰρ περὶ τοῦ ὄντος, ταύτης περὶ τοῦ ἑνός· ἧς δὲ περὶ τοῦ ἑνός, ταύτης καὶ περὶ τοῦ τούτῳ ἀντικειμένου· ἧς δὲ τὸ περὶ τούτων, ταύτης καὶ περὶ τῶν ὑπὸ ταῦτα. πάντα δὲ τὰ ἐναντία ὑπὸ ταῦτα. Ἀπόφασιν δὲ καὶ στέρησιν μιᾶς ἐστι θεωρῆσαι. Εἰπὼν ἀντικεῖσθαι τῷ ἑνὶ τὸ πλῆθος, μιᾶς δὲ τὰ ἀντικείμενα, ἐπεὶ τὰ ἀντικείμενα πλεοναχῶς λέγεται καὶ γὰρ ὡς ἕξις καὶ στέρησις καὶ ὡς κατάφασις καὶ ἀπόφασις καὶ ὡς τὰ ἐναντία καὶ τὰ πρός τι), ἐπεὶ τὰ πολλὰ στέρησις ἑνὸς εἶναι δοκεῖ, ἔστι δὲ καὶ ἀποφάσει πως ἡ στέρησις ἐοικυῖα, διαφορὰν ἔχουσα ἣν ἐρεῖ, δείκνυσι κατὰ τί τῆς αὐτῆς ἐστι περί τε τοῦ ἑνὸς καὶ τῶν πολλῶν θεωρεῖν· τῆς γὰρ αὐτῆς ἐστι τό τε στέρησίν τινος εἰδέναι καὶ τὸ οὗ στέρησις, καὶ τὴν ἀπόφασίν τε καὶ τὸ οὗ ἀπόφασις· διὰ γὰρ τούτων ἀμφοτέρων, καὶ διὰ τῆς ἀποφάσεως καὶ διὰ τῆς στερήσεως, ἐκείνου γίγνεσθαι τὴν θεωρίαν οὗ ἐστιν ἡ ἀπόφασις ἢ ἡ στέρησις. διὰ τοῦτο τῆς αὐτῆς φύσεως ἐστιν ἡ ἀμφοτέρων γνῶσις· οὔτε γὰρ τὴν στέρησίν τινος οἷόν τε εἰδέναι ἀγνοοῦντα τὸ οὗ ἡ στέρησις, οὔτε τὴν ἀπόφασιν· ἄρνησις γάρ τις καὶ ἀναίρεσις καὶ ἀπουσία ἀμφότερα ἐκείνου· ἧς γὰρ τὸ τόδε τι θεωρῆσαι, ταύτης καὶ τὴν ἀπουσίαν τὴν ἐκείνου. εἰπὼν δὲ κοινῶς ἀπόφασιν καὶ στέρησιν μιᾶς εἶναι θεωρῆσαι, καὶ δι’ ἃ προσθείς, τῷ ἑνὶ καὶ τοῖς πολλοῖς προσάγει τὸν λόγον περὶ ὧν αὐτῷ πρόκειται λέγειν· ἀμφοτέρως γάρ φησι τοῦ τὸ ἓν θεωροῦντος, τοῦ αὐτοῦ καὶ τὰ πολλὰ θεωρῆσαι, ἄντε τὰ πολλὰ ὡς ἀπόφασίν τις λέγοι τῷ ἑνὶ ἀντικεῖσθαι σημαινόμενα ὑπὸ τοῦ οὐχὶ ἕν, ἄντε ὡς στέρησιν· καὶ γὰρ ὲν τῷ οὐχ ἑνὶ περιέχεται τὸ ὅν, οὗ ἡ ἀπόφασις, καὶ ἡ | τινὸς δὲ στέρησις ἔχει ἐν αὑτῇ περιεχόμενον καὶ τὸ 201) γὰρ ἁπλῶς, φησί, λέγομεν ὅτι οὐχ ὑπάρχει ἐκεῖνο ἤ τινι γένει. καὶ τί τούτων ἑκάτερον σημαίνει δεικνὺς ἐπιφέρει· ἡ μὲν γὰρ ἁπλῶς λέγουσα ὅτι οὐχ ὑπάρχει ἐκεῖνο ἀπόφασίς ἐστιν· ἡ γὰρ ἁπλῶς τῷ ἑνὶ τὴν διαφορὰν ἔχουσα προσκειμένην τὴν ἀναιρετικὴν ἀπόφασίς ἐστιν αὐτοῦ κατὰ πάντων ἁπλῶς λεγομένη τε καὶ ἀληθευομένη ἄνευ τοῦ ᾧ πρόσκειται τὸ ἀποφατικόν· τὸ γὰρ οὐχ ἓν κατὰ πάντων ἀληθὲς χωρὶς τοῦ ἑνὸς τοῦ ἐν τῇ ἀποφάσει, ᾧ πρόσκειται τὸ ἀποφατικόν· ὁμοίως καὶ τὸ οὐκ ἄνθρωπος χωρὶς τοῦ ἀνθρώπου, ᾧ πρόσκειται ἡ ἀπόφασις, κατὰ πάντων τῶν ἄλλων ἀληθεύεται. βραχέως δὲ καὶ ἐλλιπῶς εἶπε· διὸ καὶ ἀσαφῶς τὸ ἔνθα μὲν οὖν τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστι παρὰ τὸ ἐν τῇ ἀποφάσει. ἐπεὶ γὰρ παρὰ τὸ ἐν τῇ ἀποφάσει ἀληθεύεται κατὰ πάντων παρὰ μόνον γὰρ ἐκεῖνο ᾧ ἡ διαφορὰ ἡ ἀποφατικὴ ἐν τῇ ἀποφάσει πρόσκειται), κατὰ πάντων τῶν ἄλλων ἀληθεύεται ἡ ἀπόφασις· καὶ τὴν αἰτίαν τοὐ κατά πάντων αὐτὴν τῶν ἄλλων ἀληθεύεσθαι παρὰ τὸ οὗ ἐστιν ἀπόφασις προσέθηκεν εἰπὼν ἀπουσία γὰρ ἡ ἀπόφασις ἐκείνου ἐστίν. ἢ τὸ ἔνθα μὲν οὗν τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστι παρὰ τὸ ἐν τῇ ἀποφάσει ἴσον ἐστὶ τῷ ἔνθα μὲν ἡ διαφορά, τουτέστιν ἡ ἀπόφασις, τῷ ἑνί, ὅπερ ἐστὶ τὸ ἀποφασκόμενον, πρόσκειται, τὰ ἄλλα πάντα δηλοῦται παρὰ τὸ ἀποφασκόμενον εἶπεν], ἐπεὶ διαφορὰν δηλοῖ τοῦ ἀποφασκομένου πρὸς τὰ ἄλλα πάντα τούτῳ προσκείμενον τῷ ἀποφασκομένῳ. ἐπὶ δὲ τῆς στερήσεως οὐκέτι ἀποφάσεως οὔσης οὐδὲ ἀποφατικῶς λεγομένης οὐχ ἁπλῶς ἀληθὲς τὸ ἀναιρετικὸν καὶ στερητικὸν μετὰ τοῦ ᾧ πρόσκειται κατὰ πάντων χωρὶς τοῦ ᾧ πρόσκειται, ἀλλὰ καὶ ὑποκείμενόν τι γένος ἐστί, καθ’ οὗ ἀληθεύεται μόνου· τοῦτο δέ ἐστι τὸ δεκτικὸν τοῦ ἀποφασκομένου τε καὶ ἀναιρουμένου. ἡ γὰρ στέρησις οὐχ ἁπλῶς ἀπουσία τινός ἐστιν, ὡς ἡ ἀπόφασις, ἀλλ’ ἀπουσία τοῦ πεφυκότος ὑπάρχειν ὅτε πέφυκε. δείξας δὲ τίνι ἀπόφασις καὶ στέρησις διαφέρουσιν, ἐπάνεισιν ἐπὶ τοῦτο οὗ χάριν πάντων τούτων ἐμνημόνευσε, καί φησι τῷ δ’ ἑνὶ πλῆθος ἀντίκειται, ὥστε καὶ τὰ ἀντικείμενα τοῖς εἰρημένοις, ὧν ἕκαστον ἦν ὑπὸ τὸ ἕν ἔστι δὲ ταῦτα τό τε ἕτερον καὶ τὸ ἀνόμοιον καὶ τὸ ἄνισον δηλονότι καὶ τὰ ἄλλα τὰ ἀντικείμενα πάντα τοῖς ὑπὸ τὸ ἓν τεταγμένοις, περὶ ὧν προείρηκε), τοῦ αὐτοῦ γιγνώσκειν ἐστίν, οὐ μόνον ἐκεῖνα, ἃ ἦν τὸ ταὐτὸν· καὶ τὸ ὅμοιον καὶ τὸ ἴσον· ταῦτα γὰρ ἦν ὑπὸ τὸ ἕν. ὃ δ’ ἑξῆς εἴρηκε τὸ καὶ ὅσα ἄλλα | λέγεται ἢ κατὰ ταῦτα ἢ κατὰ τὸ πλῆθός τε καὶ τὸ ἕν, τῆς εἰρημένης γνωρίζειν ἐπίστη μὴς, τοιοῦτόν ἐστιν. καὶ ὅσα ἄλλα ἀντίκειται καὶ ὑποτέτακται καὶ ἀνάγεται ἤτοι ὑπὸ τὸ ταὐτὸν δηλονότι καὶ τὸ ἀντικείμενον αὐτῶ θάτε- ρον ὡς γενικώτερα ἀντικείμενα, ἢ ὑπὸ τὸ ἴσον τε καὶ ἄνισον ἢ ὑπὸ τὸ ὅμοιόν τε καὶ ἀνόμοιον, ἢ ὑπὸ τὸ ἕν τε καὶ πλῆθος, ἅ ἐστι γενικώτατα, τοῦ φιλοσόφου γνωρίζειν. τοῦτο δὲ εἴρηκεν ὑπὲρ τοὐ δεῖξαι ὅτι περὶ πάντων τῶν ἀντικειμένων ὁ φιλόσοφος διαλαμβάνει, οὐ περὶ ἐνίων. ἐπεὶ γὰρ ἔνια τῶν ἀντικειμένων αὐτόθεν ἀνάγειν καὶ ὑπάγειν τῷ τε ἑνὶ καὶ τῷ πλήθει οὐχ οἷόν τε, τῷ μέντοι ταὐτῷ καὶ ἑτέρῳ ἡ τῷ ὁμοίῳ καὶ ἀνομοίῳ ἢ τῷ ἴσῳ καὶ ἀνίσῳ ὑπάγεται, διὰ τοῦτο εἶπε καὶ ὅσα ἄλλα λέγεται ἢ κατὰ ταῦτα ἢ κατὰ τὸ πλῆθος καὶ τὸ ἕν. λευκὸν γὰρ καὶ μέλαν καὶ γλυκὺ καὶ πικρὸν ὑπὸ μὲν τὸ ἓν καὶ πλῆθος πῶς ἄν αὐτόθεν ὑπάγοιτο; ὑπὸ μέντοι <τὸ>ταὐτὸν καὶ θάτερον ὑπαχθήσεται· τὰ μὲν συγκριτικὰ αὐτῶν, ἁ ἐστι τό τε λευκὸν καὶ τὸ γλυκύ, ὑπὸ τὸ ταὐτόν, τὰ δὲ ἀντικείμενα τούτοις ὄντα διακριτικὰ τῆς θατέρου φύσεως. δείκνυσι δὲ ὅτι τὸ ταὐτόν τε καὶ θάτερον πάλιν ὑπὸ τὸ ἕν τε καὶ τὰ πολλά, ὥστε κἀκεῖνα διὰ τῆς ἐπὶ τὸ ταὐτόν τε καὶ θάτερον ἀναγωγῆς ἀνάγεται ὑπὸ τὸ ἕν τε καὶ τὰ πολλά. Ὧν ἐστι καὶ ἡ ἐναντιότης. Τῶν ἀναγομένων ὑπὸ τὴν ἑτερότητα καὶ τὸ πλῆθος καὶ τὴν ἐναντιότητά φησιν εἶναι, καὶ πῶς, ἔδειξεν εἰπὼν διαφορὰ γάρ τις ἡ ἐναντιότης, ἡ δὲ διαφορὰ ἑτερότης. ἑτερότης δὲ οὖσα τῷ πλήθει ἂν ὑπάγοιτο, ὥστε καὶ ἡ ἐναντιότης κατὰ τὴν ἐπὶ τὴν ἑτερότητα ἀναφορὰν ὑπάγοιτο ἂν τῷ πλήθει, ἀλλ’ οὐκ αὐτόθεν. ὥστε καὶ κατὰ τοῦτο, οὗ τὸ περὶ ταὐτοῦ θεωρεῖν, τούτου καὶ περὶ τῶν ἐναντίων, εἴ γε τὰ ἐναντία ὑπὸ τὴν ἑτερότητα· οὗ γὰρ περὶ τῆς ἐναντιώσεως, τούτου καὶ περὶ τῶν ἐναντίων. προσέθηκε δὲ τὴν ἐναντιότητα βουλόμενος προηγουμένως δεῖξαι ὅτι καὶ τὸ περὶ ἐναντιότητος καὶ ἐναντίων εἰπεῖν τοῦ σοφοῦ· ἦν γὰρ δεδειγμένον ὅτι περὶ στερήσεως καὶ ἀποφάσεως τοῦ αὐτοῦ, ἐπεὶ οὕτως ἐδόκει τὰ πολλὰ τῷ ἑνὶ ἀντικεῖσθαι. τὴν δὲ ἐναντιότητα εἶπεν ὑπὸ τὴν ἑτερότητα τετάχθαι, οὐ τὰ ἐναντία, ἐπεὶ οὕτως ἂν ἦν καὶ τὸ ταὐτὸν ὑπὸ τὴν ἑτερότητα τασσόμενον, εἴ γε τὰ μὲν ἐναντία ὑπὸ τὴν ἑτερότητα, ἐναντίον δὲ τὸ ταὐτὸν τῷ ἑτέρῳ. ὁμοίως καὶ τὸ ἄνισον τῷ ἴσῳ ἐναντίον· ὥστε καὶ τὸ ἴσον ἂν ἦν ἑτερότης. ἀλλ’ οὐ τὰ ἐναντία τῇ ἑτερότητι ὑπάγεται. εἰ δὲ μὴ ταῦτα ἐναντία, ἀλλ’ ἐπὶ τῶν ὁμολογουμένως ἐναντίων ἦν ἄν ἀμφότερα ὡς ἑκάτερον ἰδίᾳ λαμβανόμενον ὑπὸ τὴν ἑτερότητα. οὐ δὴ τὰ ἐναντία ἀλλ’ ἡ ἐναντιότης. ἡ δὲ ἐναντιότης ἐν ἀμφοτέροις ἅμα λαμβανομένοις τοῖς ἐναντίοις | ἔσται, ἀλλ’ οὐκ ἐν ἑκατέρῳ, αὐτῶν· ὥστε τὸ μὲν ταὐτὸν καὶ θάτερον ἢ τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὴν ἑτερότητα ἄμφω λαμβανόμενα ὡς ἐναντία, οὐκέτι μέντοι τὸ ταὐτὸν καθ᾿ αὑτὸ ἢ τὸ λευκόν. Ὥστε ἐπειδὴ πολλαχῶς τὸ ἓν λέγεται, καὶ ταῦτα πολλαχῶς μὲν λεχθήσεται. Τὰ εἴδη, φησί, τοῦ ἑνός, τουτέστι τὰ ὑπὸ τὸ ἕν ἦν δὲ ταῦτα τὸ ταὐτὸν καὶ τὸ ὅμοιον, τὸ ἴσον καὶ ὅσα τοιαῦτα), πολλαχῶς ῥηθήσεται, ὥσπερ καὶ τὸ ἓν ᾧ ὑποτέτακται. ἓν γὰρ καὶ τούτων ἕκαστον (καὶ ἕν τι γένος ἕξει), τὸ δὲ ἓν τοσαυταχῶς ὁσαχῶς καὶ τὸ ὄν· καὶ τούτων δὴ ἕκαστόν φησι πολλαχῶς λέγεσθαι, ὡς καὶ τὸ ἕν. οὐ μὴν ἐπεὶ πολλαχῶς λέγεται, καὶ τὸ μὲν κυρίως ταὐτὸν ἐν οὐσίᾳ καὶ τὸ κυρίως ὅμοιον καὶ τὸ κυρίως ἴσον, ἔστι δὲ ἕκαστον αὐτῶν καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις, ἤδη καὶ ἑτέρας ἔσται ἐπιστήμης τὸ καθ’ ἕκαστον αὐτῶν γένος τοῦ ὄντος θεωρεῖν, ἀλλὰ μιᾶς· οὐ γὰρ πάντα τὰ πολλαχῶς λεγόμενα ὑπὸ ἑτέρας καὶ διαφόρους ἐπιστήμας τέτακται, ἀλλὰ ταῦτα μόνα τῶν πολλαχῶς λεγομένων, ὅσων μήτε ἀφ’ ἑνός τινος ἠρτημένοι εἰσὶν οἱ λόγοι μήτε ἐπί τι ἓν ἀναφέρονται, ἀφ’ ἑνὸς μέν, ὡς ἐπὶ τῶν ἰατρικῶν ἐδείχθη ἀπὸ γὰρ τῆς τοῦ ἰατρικοῦ χρήσεως τὰ ἰατρικά), πρὸς ἓν δὲ τὰ ὑγιεινά· ἐπὶ γὰρ τὸν τῆς ὑγιείας λόγον πάντων τῶν ὑγιεινῶν ἡ ἀναφορά, διὸ καὶ ἔστι μιᾶς ἐπιστήμης ἡ γνῶσις αὐτῶν. δύναταί τις ἀκούειν τοῦ ἀλλ’ εἰ μήτε καθ’ ἓν ὡς εἰρημένου, ἀλλ’ εἰ μήτε ὑφ’ ἓν γένος καὶ μίαν φύσιν μήτε πρὸς ἕν, ἀλλ’ ὡς τὰ ὁμώνυμα, καὶ τὰ γένη κοινότερον λέγων πολλαχῶς λέγεσθαι, ὡς καὶ ἐν Κατηγορίαις περὶ ποιότητος λέγων εἶπεν “ἔστι δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων”. ὡς δὲ ἐπὶ τούτων μιᾶς ἐπιστήμης, οὕτω καὶ ἐπὶ τῶν προκειμένων, περὶ ὧν ὁ λόγος, ταὐτοῦ ὁμοίου ἴσου, μιᾶς ἐπιστήμης θεωρεῖν· πάντα γὰρ ταῦτα πὼς ἕν τι τὴν ἀναφορὰν ἔχει, τὸ γὰρ πρῶτον καὶ κυρίως τοιοῦτον τῶν καθ’ ὧν κατηγορεῖται, οἷον πάντα καθ’ ὧν τὸ ὂν πρὸς τὸ πρῶτον τῶν ὄντων, τοῦτο δέ ἐστιν ἡ οὐσία· καὶ πάντα καθ’ ὧν τὸ ἓν πρὸς τὸ πρῶτον ἓν καὶ κυρίως ἕν, ὅ ἐστιν ἡ οὐσία. ὁμοίως καὶ ἐπὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου· καὶ γὰρ καθ’ ὧν ταῦτα, καὶ τούτοις ἡ ἀναφορὰ ἐπὶ τὴν οὐσίαν· ἐν ἐκείνῃ γὰρ κυρίως τὸ ταὐτὸν καὶ τὸ ἕτερον. εἰπὼν δὲ περὶ ταὐτοῦ καὶ ἑτέρου προσέθηκε τὸ καὶ τῶν ἐναντίων, ἴσον λέγων τῷ καὶ τῶν ἄλλων ἐναντίων, παραιτούμενος ἐξαρίθμησιν πάντων τῶν ἐναντίων ποιεῖσθαι τῶν ὑπὸ τὸ ἕν· ταῦτα δὲ ἦν ὅμοιον ἀνόμοιον, ἴσον ἄνισον, τἆλλα ὅσα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος. ὥστε ἐπεὶ καὶ ταῦτα τῷ ὄντι ὁμοίως τῶν πλεοναχῶς λεγομένων, ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ὅν, χρὴ διαιρουμένους καὶ λαμβάνοντας καθ’ ἕκαστον αὐτῶν τὸ κυρίως τοιοῦτον τἆλλα δεικνύναι κατὰ τί ἀπ’ ἐκείνου | καὶ ταῦτα οὕτω λέγεται, οἷον καθ’ ὅσων τὸ ταὐτὸν κατηγορεῖται λαβόντας πρὸς τὸ κυρίως ταὐτόν, τουτέστι τὸ ἐν οὐσίᾳ, τὴν τῶν ἄλλων ἀναφορὰν ποιεῖσθαι, δεικνύντας τῷ τί ἐκείνου εἶναι καὶ τούτων ἕκαστον ταὐτὸν λέγεται· πάλιν τὸ ἕτερον, εἶτα τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον καὶ τὰ ἄλλα οὕτως. τὸ δὲ ουτως ἀποδοτέον πρὸς τί) πρῶτον ἐν ἑκάστῃ κατηγορίᾳ, πῶς πρὸς ἐκεῖνο λέγεται εἶπεν ἀντὶ τοῦ πῶς ἕκαστον τῶν καθ’ ἑκάστην κατηγορίαν οὕτως λεγομένων προσκατηγορούμενον πρὸς τὸ πρῶτον καὶ κυρίως τοιοῦτον λεγόμενον ἔχει, ὅ ἐστι τὸ ἐν τῇ οὐσίᾳ, καὶ πῶς ἀπ’ ἐκείνου λέγεται, τὸ ἓν πρὸς τὸ πρῶτον καὶ κυρίως ἕν, τὸ ταὐτὸν πρὸς τὸ πρῶτον καὶ κυρίως ταὐτόν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, οἷον καθ’ ὧν ἡ ταὐτοῦ κατηγορία καὶ καθ’ ὧν τὸ ταὐτὸν κατηγορεῖται, διελομένους καὶ λαβόντας τὰ ἐν ταῖς ἄλλαις κατηγορίαις, πῶς τὰ ἄλλα πρὸς τὸ π·ρῶτον τῶν ὑπὸ ταὐτό, τουτέστι τὸ ἐν τῇ οὐσίᾳ, ἀναφέρεται, καὶ δι’ ἐκεῖνο καὶ αὐτὰ τῆς αὐτῆς τυγχάνει κατηγορίας. ὁμοίως καὶ ἐπὶ ὁμοίου, ἴσου, τῶν ἄλλων. ὡς γὰρ περὶ τοῦ ὄντος λέγοντες, λαβόντες τὸ κυρίως εἶναι τὴν οὐσίαν, ἓν ἕκαστον τῶν ἄλλων ὧν τὸ ὂν κατηγορεῖται δείκνυμεν ὂν ἢ τῷ πάθος εἶναι τῆς οὐσίας ἢ τῷ γένεσιν ἢ τῷ ἐνέργειαν ἢ τῷ ἄλλο τι, οὕτω φησὶ δεῖν καὶ ἐπὶ τούτων ποιεῖν. Τὰ μὲν γὰρ τῷ ἔχειν ἐκεῖνα, τὰ δὲ τῷ ποιεῖν, τὰ δὲ κατ’ ἄλλους λέγεται τοιούτους τρόπους. εὑρόντας φησὶ τὸ κυρίως καθ’ ἕκαστον τούτων λεγόμενον † μεταλαβεῖν ἐν πόσοις ἐστὶ καὶ ἄλλοις τοῦτο πρὸς τὸ κυρίως λεγόμενον, οὕτως φησὶ χρῆναι δεῖν τὴν τῶν ἄλλων ἀναφορὰν ποιεῖσθαι τῶν καθ’ ὧν καὶ αὐτῶν λέγεται. καὶ προσυπογράφει γε ἡμῖν καὶ τὸν τρόπον τῆς εὑρέσεως τῆς κατὰ τὴν διαίρεσιν αὐτῶν· τῶν γὰρ ἄλλων ἕκαστον τὸ μὲν τῷ ἔχειν τὸ κυρίως λεγόμενον ἢ ὂν ἢ ἓν ἢ ταὐτὸν ἢ τῶν ἄλλων τι καὶ αὐτὸ οὕτως λέγεται. δύναται τὸ ἔχειν καὶ ἀντὶ τοῦ ἔχεσθαι εἰρῆσθαι· τῷ γὰρ ἔχεσθαι ὑπὸ τοῦ κυρίως ὄντος τε καὶ ἑνός, τουτέστι τῆς οὐσίας, καὶ εἶναι ἐν αὐτῇ λέγεται ὄντα τε καὶ ἓν ἕκαστον τῶν συμβεβηκότων αὐτῇ, ὡς τὸ ποσόν τε καὶ ποιὸν καὶ ὅσα ὁμοίως τούτοις ἐν τῇ οὐσίᾳ. ἐστίν. οὕτω δὲ καὶ τὸ ταὐτὸν καὶ θάτερον καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἕξει, ἐπειδὰν αὐτῶν κατηγορῆται, τό τε ἴσον καὶ τὸ ἄνισον καὶ τὰ ἄλλα· ταὐτὸν μὲν γὰρ | κυρίως ἐπὶ τῶν οὐσιῶν, ὡσαύτως δὲ καὶ ὅμοιον τὸ κατὰ τὸ ἐν οὐσίᾳ εἶδος, ῥηθήσεται δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ὅσα ἔχει τὴν πρὸς ἐκεῖνο ὁμοιότητα. τὰ μὲν οὖν τῷ ἔχεσθαι ὑπ’ ἐκείνου οὕτως ῥηθήσεται, τὰ δὲ τῷ ἐνέργειαί τινες εἶναι αὐτοῦ· τῶν γὰρ τῆς οὐσίας ἐνεργειῶν ἑκάστη ὄν τε καὶ ἕν, ὅτι ἔστιν αὐτὰς ἡ οὐσία ποιοῦσα. ὁμοίως πάλιν ἄλλα ὄντα λέγεται τῷ πάθη τῆς οὐσίας εἶναι, καὶ ἄλλα τῷ σχέσεις. ὡς δὲ τὸ ὂν ἀναδέχεται ἕκαστον αὐτῶν, οὕτως καὶ τὸ ἓν καὶ τῶν ὑπὸ τὸ ἓν ἕκαστον. δείξας δὲ πῶς ἀφ’ ἑνός ἐστι καὶ πρὸς ἓν ταῦτα λεγόμενα, ἐπιφέρει τὸ τῆς αὐτῆς εἶναι περί τε τούτων ἃ ἀπὸ τῆς οὐσίας τὸ εἶναι ἔχει καὶ περὶ τῆς οὐσίας ἔχειν ἐπιστήμην. ἦν δὲ περὶ τῆς οὐσίας ἡ πραγματεία τῷ φιλοσόφῳ, καὶ περὶ τούτων ἄρα τοὐ φιλοσόφου διαλαμβάνειν. εἰπὼν δὲ ταῦτα καὶ δείξας ὅτι τοῦ φιλοσόφου τὸ περὶ πάντων τῶν ὄντων γνῶσιν ἔχειν, ἐπισημαίνεται ὅτι διὰ τῶν δεδειγμένων λύεται τῶν ἀποριῶν μία τῶν ἀπορηθεισῶν ἐν τῷ δευτέρῳ, περὶ ἧς ἠπόρει, πότερον μιᾶς ἢ πλειόνων ἐστὶν ἐπιστημῶν τὸ θεωρῆσαι περί τε τῆς οὐσίας καὶ τῶν τῇ οὐσίᾳ συμβεβηκότων, καὶ τῶν οἷς εἶπε χρῆσθαι τὴν διαλεκτικὴν κατὰ τὸ ἔνδοξον, ἃ ἦν ἐναντία, ταὐτὸν ἕτερον καὶ τὰ ἄλλα ἃ φθάνομεν εἰρηκότες. Εἰ γὰρ μὴ τοῦ φιλοσόφου, τίς ἐστιν ὁ ἐπισκεψόμενος εἰ ταὐτὸ Σωκράτης καὶ Σωκράτης καθήμενος. Ὅτι τοῦ φιλοσόφου ἥ τε περὶ τῆς οὐσίας θεωρία καὶ περὶ τῶν τῇ οὐσίᾳ συμβεβηκότων, ὁμοίως δὲ καὶ περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὅσα καθόλου περὶ ἐναντίων ζητεῖται, δείκνυσι καὶ ἐκ τοῦ μηδεμιᾶς ἄλλης ἐπιστήμης οἰκεῖον εἶναι τὸν περὶ τούτων λόγον· οὐδὲ γὰρ. γεωμέτρου οὔτε μουσικοῦ οὔτ’ ἄλλου τινὸς ἐπιστήμην ἔχοντός τινα ἄλλην παρὰ τὴν τοῦ ὄντος ᾗ ὅν, τὸ διαλαβεῖν καὶ ἰδεῖν πότερον ταὐτόν ἐστιν ἡ οὐσία ἁπλῶς λαμβανομένη καὶ μετά τινος συμβεβηκότος ἢ ἕτερον, οἷον ὁ Σωκράτης αὐτός τε καθ’ αὑτὸν ληφθεὶς καὶ μετά τινος τῶν συμβεβηκότων, οἷον τοῦ καθῆσθαι· οὐ γὰρ ἁπλῶς ταὐτόν, ἀλλὰ κατὰ τὸ ὑποκείμενον, κατὰ δὲ τὸν λόγον οὐ ταὐτόν. ἀλλ’ οὐδὲ τὸ εἰδέναι ὅτι ἓν ἑνί ἐστιν ἐναντίον ἄλλης ἐπιστήμης ἐστὶν ἴδιον. ἀλλ’ οὐδὲ τί ποτέ ἐστι τὸ ἐναντίον, καὶ πότερον ἐν ποιότητι μόνῃ ἢ καὶ ἐν οὐσίᾳ ἐστὶν ἡ ἐναντιότης καὶ ἐν ἑκάστῳ τῶν ἄλλων γενῶν· ἀλλ’ οὐδὲ τίνες τοῦ ἐναντίου διαφοραί, ὅτι φέρε εἰπεῖν τὰ μὲν ἄμεσα αὐτῶν τὰ δὲ ἔμμεσα, καὶ ὅτι τὸ μεταξὺ μίξει τῶν ἄκρων, καὶ ὅτι τῶν μεταξὺ τὰ μὲν ὠνόμασται τὰ δὲ τῇ τῶν ἄκρων ἀποφάσει δηλοῦται, καὶ τίνι διαφέρει τῶν ἄλλων | ἀντικειμένων τὰ ἐναντία. ὁμοίως δὲ οὐδὲ τὰ ἀντικείμενα ποσαχῶς λέγεται τὸ διελέσθαι ἄλλου τινός ἐστι παρὰ τὸν φιλόσοφον. δείξας δὲ ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ περὶ τούτων τε καὶ τῶν τοιούτων θεωρεῖν, ἑξῆς ἐπήνεγκε λέγων ἐπεὶ οὖν τοῦ ἑνὸς ἡ ἓν καὶ τοῦ ὄντος ᾗ ὂν ταῦτα καθ’ αὑτά ἐστι πάθη, ἀλλ’ οὐχ ἡ ἀριθμὸς ἢ γραμμαὶ πῦρ, δῆλον ὡς ἐκείνης τῆς ἐπιστήμης καὶ τί ἐστι γνωρίσαι καὶ τὰ συμβεβηκότα αὐτοῖς, δεικνὺς διὰ τούτων ὅτι οὐκ ἄλλης μὲν ἡ περὶ τοῦ ἑνός τε καὶ ὄντος καὶ τῶν ὑπ’ αὐτὰ θεωρία, τί ποτέ ἐστιν αὐτῶν ἕκαστον, ἄλλης δὲ περὶ τῶν τούτοις καθ’ αὑτὰ ὑπαρχόντων ἀποδεικνύναι περὶ ὧν προειρήκαμεν· τῆς γὰρ αὐτῆς ὥσπερ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν τό τε ὑποκείμενον γνωρίζειν καὶ τίνα ἐστὶν αὐτῷ τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἀποδεικνύναι. οὕτω καὶ ἐπὶ τῆς τοῦ ὄντος. κεῖται γὰρ ὅτι τοῦ φιλοσόφου ἐστὶν ἡ περὶ τοῦ ὄντος ᾗ ὂν γνῶσις καὶ τῶν τούτῳ ὑπαρχόντων καθ’ αὑτό, ἐδείχθη δὲ καὶ τὸ ἓν ταὐτὸν ὂν τῷ ὄντι· καὶ ἡ περὶ τοῦ ἑνὸς οὖν θεωρία καὶ τῶν τούτῳ καθ’ αὑτὰ ὑπαρχόντων ὁμοίως τοῦ φιλοσόφου ὡς καὶ ἡ περὶ τοῦ ὄντος. τὰ δὲ προειρημένα ὅτι καθ᾿ αὑτὰ τοῦ ὄντος ᾗ ὄν ἐστι πάθη, ἔδειξε διὰ τοῦ εἰπεῖν ἀλλ’ οὐχ ᾗ ἀριθμὸς ἡ γραμμαὶ ἢ πῦρ· εἰ γάρ τινι τούτων καθ’ αὑτὸ ὑπῆρχέ τι τούτων, κατὰ συμβεβηκός τε ἂν ἦν τῷ ὄντι ὑπάρχον, καὶ οὑκ ἄν ἄλλῳ τινὶ ὑπῆρχεν οὐδὲ κοινῶς· διὸ οὐκέτ’ ἂν τοῦ φιλοσόφου οἰκεία ἡ περὶ αὐτῶν ἦν θεωρία, ἀλλ’ εἰ μὲν τοῖς ἀριθμοῖς ὑπῆρχε, τῆς ἀριθμητικῆς, εἰ δὲ γραμμαῖς, γεωμετρίας, εἰ δὲ πυρί, τῆς φυσικῆς. ἐπεὶ δὲ μηδενὶ ἀφωρισμένως τῶν ὄντων, τῷ ὄντι ἂν ᾗ ὂν ὑπάρχοι καθ’ αὑτό, ὥστε τῆς περὶ τὸ ὂν πραγματευομένης ἐπιστήμης καὶ ἡ τούτων γνῶσις οἰκεία καὶ τῶν τούτοις συμβεβηκότων, ὡς τοῖς ἐναντίοις τὸ ἔμμεσον τὸ ἄμεσον. ἔστι δὲ αὕτη ἡ καθόλου τε καὶ κοινὴ φιλοσοφία. Καὶ οὐ ταύτῃ ἁμαρτάνουσιν οἱ περὶ αὐ|τῶν σκοπούμενοι. Λέγει δὲ περὶ τῶν σοφιστῶν, οἳ ὑποδυόμενοι τὸ φιλοσόφου ὄνομα περὶ τῆς οὐσίας, περὶ ἧς οἰκειότατος καὶ προηγούμενος ὁ λόγος τῷ φιλοσόφῳ, οὐδένα ποιοῦνται λόγον, περὶ δὲ ἐναντίων καὶ ἀντικειμένων καὶ τῶν πλεοναχῶς λεγομένων καὶ τῶν συμβεβηκότων καὶ τῶν τοιούτων ἡ πᾶσα αὐτοῖς πραγματεία, οἷς πρὸς τὰ σοφίσματα καὶ τοὺς ἀγῶνας χρῶνται παρακρουόμενοι τοὺς προσδιαλεγομένους. αἰτιᾶται δὲ αὐτῶν οὐ τὸ περὶ τούτων λέγειν ὡς οὐκ ὃν φιλοσόφῳ οἰκεῖον οἰκεῖος γὰρ καὶ ὁ περὶ τούτων λόγος τοῖς φιλοσόφοις, οὓς ὑποδύονται), ἀλλ’ ὅτι περὶ μόνων τούτων καὶ προηγουμένως ὁ λόγος αὐτοῖς γίγνεται, περὶ δὲ τῆς οὐσίας, ἥτις ἐστὶ πρώτη, παρ’ ἧς κἀκείνοις τὸ εἶναι, δι’ ἣν ὁ φιλόσο.φος καὶ περὶ ἐκείνων λέγει τῷ ταύτης τι αὐτὰ εἶναι, οὐδένα λόγον ποιοῦνται | οὐδὲ ἴσασί τι περὶ αὐτῆς. διὸ οὐδὲ φιλόσοφοι ἔτι, σοφισταὶ δέ· καὶ γὰρ οὐδὲ οἷόν τε μηδὲν ἐπαΐοντας περὶ τῆς οὐσίας περὶ τῶν τῇ οὐσίᾳ ὑπαρχόντων ἐπιστημονικῶς τε καὶ πρὸς ἀλήθειαν λέγειν· διὸ οὕτως λέγουσιν. Ἑπεὶ ὥσπερ ἐστὶ καὶ ἀριθμοῦ ᾗ ἀριθμὸς ἴδια πάθη. Ἔτι τὸ αὐτὸ ἐπεξεργάζεται, δεικνὺς ὅτι τῷ φιλοσόφῳ τὸ περὶ τῶν προειρημένων λέγειν οἰκεῖον· οἰκεῖα γὰρ πάθη καὶ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὄντι ταῦτα ᾗ ὄν, ἑκάστῃ δὲ ἐπιστήμῃ ἴδιον τὸ τὰ οἰκεῖα καὶ καθ’ αὑτὰ ὑπάρχοντα τό ὑποκειμένῳ γένει, περὶ ὃ ἡ ἐπιστήμη, σκοπεῖν. οὕτως γὰρ ἐπὶ ἀριθμητικῆς μὲν τὸ τὰ ἴδια τῶν ἀριθμῶν πάθη καὶ οἰκεῖα αὐτῶν περὶ ὃ καταγίνεται θεωρεῖν· ταῦτα δέ ἐστι τὸ περιττὸν τὸ ἄρτιον, συμμετρία ἡ ἐν ἀριθμοῖς καὶ ἰσότης, ὑπεροχὴ καὶ ἔλλειψις, ὧν τὰ μὲν καθ’ αὑτοὺς ὑπάρχει τοῖς ἀριθμοῖς, ὡς τὸ περιττὸν καὶ ἄρτιον, τὰ δὲ πρὸς ἀλλήλους, ὡς TO ἕτερον τούτων διαφέρουσι γὰρ οἱ ἄρτιοι ἀριθμοὶ τῶν περιττῶν), ἔτι καὶ τὸ σύμμετρον καὶ τὸ ἴσον, ὑπεροχή τε καὶ ἔλλειψις. ὁμοίως καὶ γεωμετρίας τὸ τὰ ταῖς γραμμαῖς ὑπάρχοντα εἰδέναι καὶ τὰ τοῖς ἐπιπέδοις τε καὶ σχήμασιν· ἔστι γάρ τινα καὶ τούτων οἰκεῖα, καὶ πάλιν ἄλλα τοῖς στερεοῖς, καὶ τούτων ἄλλα μὲν τοῖς ἀκινήτοις, περὶ ἃ ἡ στερεομετρία, ἄλλα δὲ τοῖς κινουμένοις, περὶ ἃ ἡ ἀστρολογικὴ καὶ ἡ φυσική. ἀλλὰ καὶ τῶν κινουμένων ἄλλα μὲν τοῖς βάρος ἔχουσιν, ὡς γῇ ὕδατι, ἄλλα δὲ ·καὶ τοῖς βάρος οὐκ ἔχουσιν, ὥσπερ τοῖς κούφοις, πυρί τε καὶ ἀέρι, ἄλλα δὲ τῷ κυκλοφορικῷ τῷ πέμπτῳ σώματι, ὃ κινεῖται μὲν οὔτε δὲ βάρος οὔτε κουφότητα ἔχει. ὡς οὖν τούτων ἑκάστῳ ἔστι τινὰ οἰκείως ὑπάρχοντα, οὕτως ἔστι τινὰ οἰκεῖα καὶ τοῦ ὄντος ᾗ ὄν, οὐκ ἀφωρισμένου τινὸς γένους τῶν ὑπὸ τὸ ὄν, ἀλλ’ ἐν πᾶσιν ὡρισμένα ὄντα τοῖς οὖσι. περὶ ὧν ὁ θεωρητικὸς φιλόσοφος. Σημεῖον δέ· οἱ γὰρ διαλεκτικοὶ καὶ οἱ σοφισταί. Καὶ διὰ τούτου δείκνυσιν ὅτι τοῦ φιλοσόφου ἡ περὶ τῶν προειρημένων θεωρία, τοῦ ἴσου ὁμοίου ἀνίσου ἀνομοίου ἑτέρου ἐναντίου τῶν ἄλλων οἷα προείρηται· οἱ γὰρ σοφισταὶ καὶ οἱ διαλεκτικοὶ ὑποδυόμενοι τὸ φιλοσόφου ὄνομα, καὶ περὶ ὧν οἱ φιλόσοφοι πραγματεύονται πειρώμενοι λέγειν, περὶ τούτων τὸν λόγον ποιοῦνται, δῆλον ὡς οἰκείων ὄντων τῷ φιλοσόφῳ. εἰπὼν δὲ τοὺς σοφιστὰς καὶ τοὺς διαλεκτικοὺς περὶ τούτων λέγειν ἃ οἰκεῖά ἐστι τοῖς φιλοσόφοις, τῷ ὑποδύεσθαι τὸ φιλοσοφίας ὄνομα, ἑξῆς πῶς τε ὑποδύονται καὶ κατὰ τί καὶ τίνι διαφέρουσι τοῦ τε φιλοσόφου καὶ ἀλλήλων λέγει. περὶ μὲν γὰρ τὸ αὐτὸ γένος στρέφεται καὶ ἡ σοφιστικὴ ἇι ἡ διαλεκτικὴ τῇ φιλοσοφίᾳ· οὐ γὰρ ἴδιόν τι ἀφωρισμένον ἔχουσιν, ὡς ἡ γεωμετρία ἢ ἡ μουσική, ἀλλὰ περὶ τὸ ὂν πᾶσιν αὐτοῖς ἡ πραγματεία· ἀλλὰ διαφέρει τῆς μὲν τῷ τρόπῳ τῆς δυνάμεως, τῆς δὲ τοῦ | βίου τῇ προαιρέσει. τὴν φιλοσοφίαν λέγει τῆς διαλεκτικῆς διαφέρειν τῷ τρόπῳ τῆς δυνάμεως. ἀμφότεραι μὲν γὰρ περὶ τὸ ὂν καὶ τὰ τούτῳ ὑπάρχοντα, καὶ ἀμφότεραι συλλογιστικαί, ἀλλ’ ἡ μὲν τὴν δύναμιν ταύτην τὴν συλλογιστικὴν ἀποδεικτικὴν ἔχει τῶν ἀληθῶν, ἡ δὲ διαλεκτικὴ πειραστικὴ περὶ τῶν ἀληθῶν καὶ τοῦ ἐνδόξου συλλογιστική· διὸ καὶ εἰς ἑκάτερον ὁ διαλεκτικὸς ἐπιχειρεῖ, καὶ ἔστι περὶ ὧν ὁ φιλόσοφος ἀποδεικτικός τε καὶ ἐπιστήμων, περὶ τούτων ὁ διαλεκτικὸς πειραστικός, τουτέστι πεῖραν λαμβάνων τῶν προσποιουμένων αὐτὰ εἰδέναι, οὐκ εἰδότων δέ, ἥτις πεῖρα διὰ τῶν ἑπομένων τοῖς κατὰ τὰς ἐπιστήμας γινομένη, ἃ ἐνδέχεται εἰδέναι καὶ τοὺς οὐκ ἔχοντας αὐτῶν τὴν ἐπιστήμην, οὐκ ἤδη δείκνυσιν ἐπιστήμονα τὸν χρώμενον αὐτῇ. τῇ δὲ προαιρέσει οὐκ ἂν διαφέροι ὁ διαλεκτικὸς τοῦ φιλοσόφου, ἐφ’ ὅσον καὶ οὗτος ἐπ’ ὠφελείᾳ τῶν συνόντων τοὺς λόγους δοκεῖ ποιεῖσθαι, γυμνασίας χάριν πεῖραν αὐτῶν λαμβάνων, εἴτε ἐπιστήμην ἔχουσιν ὧν λέγουσιν εἴτε καὶ μή. τῆς δέ γε σοφιστικῆς τὴν φιλοσοφίαν διαφέρειν φησὶ ἰοῦ βίου τῇ προαιρέσει· τῷ μὲν γὰρ φιλοσόφῳ τὸ εἶναι ἐπιστήμονι τούτων ἃ οἰκεῖά ἐστιν αὐτῷ πρόκειται, τῷ δὲ σοφιστῇ τὸ φαίνεσθαι· φαινομένη γάρ τις σοφία ἡ σοφιστικὴ ἀλλ’ οὐκ οὖσα. ἕπεται δὲ αὐτῇ διαφερούσῃ τῇ τοῦ βίου προαιρέσει τὸ καὶ τῷ τρόπῳ τῆς δυνάμεως διαφέρειν αὐτῆς τε καὶ τῆς διαλεκτικῆς. οὐδὲ γὰρ συλλογιστικὸς οὗτος, ἀλλὰ καὶ ἐν τούτοις τὸ φαίνεσθαι μᾶλλον τοῦ ἀληθοῦς μέτεισιν. Ἔστι δὲ ἡ διαλεκτικὴ πειραστική. Περὶ ὧν, φησίν, ἡ φιλοσοφία ἐπιστήμην τε ἔχει καὶ γνῶσιν, περὶ τούτων τὴν διαλεκτικὴν πειραστικὴν καὶ δι᾿ ἐνδόξων ἐπιχειρητικὴν εἶναι· διὰ τοιούτων γὰρ ἡ πεῖρα· καὶ γὰρ πρὸς τὸ διελέγξαι πολλάκις τἀληθῆ χρῶνται τῇ πειραστικῇ, ὃ οὐ γίνεται δι’ ἀληθῶν τε καὶ ἀποδεικτικῶν, ἀλλὰ διὰ πιθανῶν τε καὶ ἐνδόξων. τὴν δὲ σοφιστικὴν φαινομένην φησίν, οὖσαν δὲ οὔ, ἤτοι διαλεκτικὴν φαινομένην, ὅτι ἐκ φαινομένων ἐνδόξων, ἢ φαινομένην σοφίαν, οὖσαν δ’ οὔ, εἴ γε ἐστὶν ἀπὸ φαινομένης σοφίας χρηματιστικη. Ἔτι τῶν ἐναντίων ἡ ἑτέρα συστοιχία στέρησις, καὶ ἅπαντα ἀνάγεται εἰς τὸ ὂν καὶ τὸ μὴ ὄν, καὶ εἰς τὸ ἓν καὶ πλῆθος. Διὰ τούτων προσκατασκευάζει ὅτι ὁ περὶ τῶν ἐναντίων λόγος οἰκεῖός ἐστι τῷ φιλοσόφῳ· εἰ γὰρ πάντων τῶν ἐναντίων στέρησις ἡ ἑτέρα συστοχία, ἡ δὲ ἑτέρα εἶδος ὑπάγεται γὰρ πάντα τὰ ἐναντία εἰς τὸ ὂν καὶ τὸ μὴ ὂν καὶ εἰς τὸ ἕν τε καὶ πλῆθος, ὧν τὸ μὴ ὂν καὶ τὸ πλῆθος στέρησις), οὗ περὶ τοῦ μὴ ὄντος, ὅ ἐστι στέρησις τοῦ ὄντος, καὶ περὶ τοῦ οὐχ ἑνὸς καὶ πλήθους, ὅ ἐστι στέρησις τοῦ ἑνός, θεωρεῖν, τούτου καὶ περὶ τῶν ἄλλων ἐναντίων. τοῦ μὲν οὖν τοῦ αὐτοῦ εἶναι τὸ πε ὶ τῶν ἐναντίων λέγειν δεικτικὸν τὸ στέρησιν εἶναι τὸ ἕτερον τῶν ἐναντίων, οὗ δὲ τὴν ἕξιν, καὶ τὴν στέρησιν, τοῦ δὲ περὶ πάντων τῶν ἐναντίων καθόὶου τὸν φό- σοφὸν ἐρεῖν δεικτικὸν πάλιν τὸ πάντα τὰ ἐναντία ἀνάγεσθαι εἰς τὸ ὂν καὶ μὴ ὂν καὶ ἓν καὶ πλῆθος· ὃ καὶ αὐτὸ ἅμα δεικτικόν ἐστι τοῦ τὸ ἕτερον τῶν ἐναντίων εἶναι στέρησιν. ὡς γὰρ ἀμφοτέρων τούτων δεικτικῷ ἐχρήσατο, τοῦ περὶ πάντων τῶν ἐναντίων ἐρεῖν τὸν φιλόσοφον καὶ τοῦ τὸ ἕτερον τῶν ἐναντίων στέρησιν εἶναι. δύνανται δὲ καὶ δύο ἐπιχειρήσεις τὸ εἰρημένον εἶναι τῶν αὐτῶν δεικτικαί, πρώτη μὲν ἡ ἔτι τῶν ἐναντίων ἡ ἑτέρα συστοιχία στέρησις· εἰ γὰρ τοῦ αὐτοῦ αὐτά τε εἰδέναι καὶ τἀς στερήσεις αὐτῶν, οὗ περὶ τοῦ ἑτέρου μέρους τῶν ἐναντίων θεωρῆσαι τοῦ ὑπὸ τὸ ἕν, τούτου ἔσται καὶ τὸ περὶ τοῦ ἑτέρου, εἴ γε στέρησις ταῦτα ἐκείνων. δευτέρα δ’ ἄν ἐπιχείρησις εἴη καὶ πάντα ἀνάγεται εἰς τὸ ὂν 1.’) καὶ μὴ ὂν καὶ ἓν καὶ πλῆθος· εἰ γὰρ πάντα τὰ ἐναντία ὑπὸ ταῦτα, οὗ περὶ τούτων, τούτου καὶ περὶ πάντων τῶν ἐναντίων θεωρεῖν. Τάδε ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων σχεδὸν ἅπαντες συγκεῖσθαι. Διὰ ταύτης τῆς ὀ͂γͅιχο͂ιργ́ͅσεὠ ἅμα μὲν δείκνυσιν ὅτι περὶ πάντων τῶν ἐναντίων ὁ φιλόσοφος ἐρεῖ, ἐπειδὴ πάντα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος, ἅμα δὲ συστήσει καὶ τὸ ὅτι μιᾶς ἐπιστήμης ἐστὶ τὸ περὶ τοῦ ὄντος ἡ ὂν θεωρῆσαι, ὡς δι’ ὧν ἐπιφέρει λέγει· εἰ γὰρ τὰ ὄντα καὶ αἱ οὐσίαι ἐξ ἐναντίων, ὡς ἐδόκει τοῖς πλείστοις, εἶεν ἄν αἱ μὲν ἀρχαὶ τῶν ὄντων ἐνἀντίαι, τὰ δὲ ἐκ τούτων ἐξ ἐναντίων· πάντα ἄρα τὰ ὄντα ἢ ἐναντία ἢ ἐξ ἐναντίων. ἀλλὰ μὴν μιᾶς ἐπιστήμης τά τε ἐναντία καὶ τὰ ἐκ τούτων εἰδέναι· μιᾶς ἄρα ἐπιστήμης καὶ ἡ τῶν ὄντων καθόλου θεωρία. καὶ τοῦτο μὲν τὸ τῆς ἐπιχειρήσεως κεφάλαιον. τὰ δὲ πρὸς τὴν λέξιν, τὰ δ’ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσι σχεδὸν ἅπαντες ἐξ ἐναντίων συγκεῖσθαι, δεικτικὸν καὶ τοῦτό ἐστι τοῦ τῷ φιλοσόφῳ ἀνακεῖσθαι τὴν περὶ τῶν ἐναντίων θεωρίαν· οὐ μὴν ταὐτόν ἐστι τοῖς εἰρημένοις πρὸ αὐτοῦ πάντῃ, ἀλλ’ εἴη ἂν τὸ λεγόμενον νῦν ἤτοι ὅτι ἐπεὶ τοῦ φιλοσόφου ἡ περὶ τῆς οὐσίας θεωρία, ἥτις περιέχει καὶ τὸν περὶ τῶν ἀρχῶν λόγον, ἀρχαὶ δὲ τῆς οὐσίας καὶ στοιχεῖα ὑπὸ πάντων ὁμολογεῖται τὰ ἐναντία, εἴη ἄν καὶ διὰ τοῦτο ἀναγκαῖος ὁ περὶ τῶν ἐναντίων λόγος τῷ φιλοσόφῳ· εἰ γὰρ τὰ ὄντα ἐξ ἐναντίων σύγκειται, τὰ δὲ ἐναντία ἀνάγεται εἴς τε τὸ ἓν καὶ τὸ πλῆθος, τοῦ περὶ ἑνὸς καὶ πλήθους λέγοντος εἴη ἄν τὸ καὶ περὶ τῶν ἐναντίων λέγειν· λέγων γὰρ περὶ ἐναντίων λέγοι ἂν περὶ τῶν τοῦ ὄντος ἀρχῶν, εἰ δὲ περὶ τούτων, καὶ τοῦ ὄντος. ἢ δεικτικὸν τὸ λεγόμενον τοῦ τὸν περὶ τοῦ ὄντος θεωροῦντα καὶ περὶ τῶν ἐναντίων θεωρεῖν, εἴ γε δεῖ μὲν τὸν περὶ τοῦ ὄντ·ος διαλαμβάνοντα περὶ τῶν στοιχείων τοῦ ὄντος διαλαμβάνειν, ἔστι δὲ αὐτοῦ στοιχεῖα τὰ ἐναντία. κατασκευάζων δὲ τοῦτο παρατίθεται τὰς τούτων δόξας οἳ τὰς ἀρχὰς ἐναντίας ἔθεντο· οἱ μὲν γὰρ περιττὸν καὶ ἄρτιον, ὡς οἱ Πυθαγορικοί, οἱ δὲ θερμὸν καὶ ψυχρόν, ὡς οἱ μανώσει καὶ πυκνώσει τἆλλα γεννῶντες, ἢ ὡς Παρμενίδης πῦρ καὶ γῆν στοιχεῖα ποιῶν, οἱ δὲ πέ|ρας καὶ ἄπειρον εἶεν δ’ ἂν οὗτοι οἱ τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ἐν ταῖς ἀρχαῖς θέμενοι), οἱ δὲ φιλίαν καὶ νεῖκος, ὡς Ἐμπεδοκλῆς. διά τε οὖν τὸ ἀρχὰς τῆς οὐσίας εἶναι τὰ ἐναντία καὶ διὰ τὸ πάπα μὲν τὰ ἐναντία ἀνάγεσθαι ὑπὸ τὸ ἕν τε καὶ πλῆθος, φανερώτατα δὲ ταῦτα ἐν ταῖς ἀρχαῖς τίθεσθαι, προσήκοι ἂν τῷ φιλοσόφῳ ὁ περὶ αὐτῶν λόγος· τὸ μὲν γὰρ περιττὸν καὶ τὸ θερμὸν καὶ τὸ πέρας καὶ ἡ φιλία ὑπὸ τὸ ἕν, ὑπὸ δὲ τὸ πλῆθος τὰ τούτοις ἐναντία. δύναται τὸ τὰ δ’ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων σχεδὸν ἅπαντες ὡς ἑπόμενον ὂν τῷ καὶ πάντα ἀνάγεται εἰς τὸ ὂν καὶ μὴ ὂν καὶ ἓν καὶ πλῆθος εἰρηκέναι· δεικτικὸν γὰρ τούτου τὸ καὶ πάντας τοὺς τὰ ὄντα καὶ τὴν οὐσίαν ἐξ ἐναντίων συγκεῖσθαι λέγοντας φανερῶς τοιαῦτα λαβεῖν ἐναντία ἃ ὑπὸ τὸ ἕν τε καὶ τὸ πλῆθός ἐστιν. διὰ δὲ τοῦ εἰλήφθω γὰρ ἡ ἀναγωγὴ ἡμῖν ἀναπέμπει πάλιν ἡμᾶς εἰς τὰ ἐν τῷ Β Περὶ τἀγαθοῦ δεδειγμένα. Φανερὸν οὖν καὶ ἐκ τούτων ὅτι μιᾶς ἐπιστήμης τὸ ὂν ᾗ ὂν θεωρήσαι. Εἰπὼν ὅτι πως τὰ ἐναντία πάντα εἰς τὸ ἓν καὶ πλῆθος ἀνάγεται, καὶ τοῦτο δι’ ἧς πεποίηται ἀναγωγῆς τῶν ἐναντίων ἐν τῷ Β Περὶ τἀγαθοῦ εἰς ταῦτα πιστωσάμενος, λαβὼν δὲ ὅτι καὶ τῶν ὄντων καὶ τῆς οὐσίας στοιχεῖα τὰ ἐναντία, δῆλόν φησι καὶ ἐκ τούτων εἶναι ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ τοῦ ὄντος ἡ ὂν θεωρία. ἐπεὶ γὰρ πάντα τὰ ὄντα ἐναντία ἐστὶν ἢ ἐξ ἐναντίων συνέστηκεν, ὥσπερ ἔλεγον οἱ φυσικοί ἢ γὰρ ἀρχαὶ ἢ ἐκ τῶν ἀρχῶν, ὧν αἱ μὲν ἀρχαὶ ἐναντίαι, τὰ δὲ ἄλλα ἐκ τῶν ἀρχῶν), πάντα δὲ τὰ ἐναντία ἀνάγεται ὑπὸ τὸ ἓν καὶ τὰ πολλά, μιᾶς δὲ τὸ περὶ τούτων θεωρεῖν ἡ γὰρ αὐτὴ τῶν ἀντικειμένων), μιᾶς. ἄν εἴη καὶ περὶ πάντων· τῶν ὄντων ἡ θεωρία· κἂν γὰρ μὴ ἔχῃ τινὰ ἐναντία, ὥσπερ δοκεῖ ἡ οὐσία, ᾖ δὲ ἐξ ἐναντίων, τῷ τὴν γνῶσιν ἑκάστου ἠρτῆσθαι ἐκ τῆς γνώσεως τῶν ἐξ ὧν ἔστιν, ἐν τῇ τῶν ἐναντίων ἐξ ὧν ἔστι γνώσει εἴη ἂν ἡ γνῶσις τούτων. τῶν δὲ ἐναντίων ἀρχαὶ τό τε ἓν καὶ τὸ πλῆθος· ὥστε οὗ περὶ τοῦ ἑνὸς καὶ πλήθους θεωρεῖν, τούτου καὶ περὶ τῶν ὑπ’ αὐτά. ταῦτα δ’ ἐστὶ πάντα τὰ ὄντα· πάντα μὲν γὰρ τὰ ὄντα ἢ ἐναντία ἢ ἐξ. ἐν,. ἀντίων, πάντα δὲ τὰ ἐναντία ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος. μιᾶς δέ φησιν ἐπιστήμης εἶναι τὴν περὶ ἑνὸς καὶ πλήθους θεωρίαν, ἄντε ᾖ ταῦτα καθ’ ἓν λεγόμενον ἑκάτερον αὐτῶν, τουτέστιν ἕνα λόγον ἔχοντα καὶ μίαν φύσιν καὶ ὡς γένη· τῶν ἄλλων τῶν ὑπ’ αὐτὰ κατηγορούμενα, ἄντε καὶ μὴ οὕτως ἔχῃ ἀλλ᾿ ᾖ τῶν πολλαχῶς λεγομένων, ὥσπερ προείρηταί τε καὶ ἀληθές ἐστιν. καὶ γὰρ εἰ πολλαχῶς τὸ ἓν λέγεται καὶ μὴ κατὰ μίαν φύσιν, ὁμοίως δὲ καὶ τὸ πλῆθος, ἀλλ’ οὖν πρὸς τὸ πρῶτον καὶ κυρίως ἓν λεγόμενον τὰ ἄλλα ἀναφέρεται. πρῶτον δὲ ἓν ὥσπερ καὶ πρῶιον ὂν ἡ οὐσίῃ καὶ πλῆθος δὲ πρῶτον ἐν οὐσίᾳ. εἰπὼν δὲ περὶ τοῦ ἑνὸς ὅτι εἰ καὶ πολλαχῶς λέγεται, ὁμοίως φησὶ καὶ τὰ τῷ ἑνὶ πολλαχῶς λεγομένῳ ἐναντία ἕξειν· καὶ γὰρ ἐν τούτοις πρὸς τὸ πρῶτον τἄλλα ῥηθήσεται. διὰ γὰρ τὸ πρὸς μίαν φύσιν τὴν ἀναφορὰν αὐτῶν εἶναι καὶ ἀφ’ ἑνὸς λέγεσθαι καὶ πρὸς ἕν τι συντείνειν, ἡ μία ἐστὶν αὐτῶν ἐπιστήμη τοῦ τε ὄντος καὶ τοῦ ἑνός, εἰ καὶ μή ἐστι γένη τε καὶ καθόλου ὁμοίως κατὰ πάντων τῶν ὄντων κατηγορούμενα, ἀλλὰ μηδὲ φύσεις τινὲς κεχωρισμέναι τῶν τῇδε, οὐχ ὥσπερ τὰ γένη ἐν τοῖς ὧν κατηγορεῖται τὸ εἶναι ἔχει ἀχώριστα γὰρ τὰ γένη τούτων ὧν ἐστι γένη), ἀλλ’ αὐτὰ καθ’ αὑτὰ τὴν ὑπόστασιν ἔχοντα, ὡς δοκεῖ τοῖς ἰδέας εἰσάγουσιν. οὐ γὰρ μόνων τῶν τοιούτων τῶν καθ’ ἓν οὕτω λεγομένων μία ἐπιστήμη, ἀλλὰ καὶ τῶν πολλαχῶς λεγομένων ὃν εἰρήκαμεν τρόπον. ἴσως δὲ οὐκ εἶναι εἶπε χωριστήν τινα φύσιν τό τε ὂν καὶ τὸ ἕν, τὸ ἴσως προσθείς, ἐπεὶ μὴ νῦν αὐτῷ πρόκειται τοῦτο δεικνύναι, μηδέ τι πρὸς τὴν τοῦ προκειμένου κατασκευὴν συντελεῖ αὐτῷ τὸ μετὰ διατάσεως λαμβάνειν ὅτι ἔστι χωριστά. δύναται τὸ ὥσπερ ἴσως οὐκ ἔστιν οὐκ ἐπὶ τοῦ χωριστοῦ μόνον εἰρῆσθαι, ἀλλὰ καὶ ἐπὶ τοῦ καθόλου τε καὶ γένους· οὐδὲ γὰρ τοιαῦτα τὸ ὄν τε καὶ ἕν, ἀλλ’ ὡς ἐπιφέρει τὰ μὲν πρὸς ἓν τὰ δὲ τῷ ἐφεξῆς. διαφέρει δὲ τὰ ἐφεξῆς τῶν πρὸς ἕν, ἀμφότερα τῶν πολλαχῶς λεγομένων ὄντα. ὅτι τὰ μὲν πρὸς ἓν τῷ ἐκείνου τι εἶναι τοῦ ἑνὸς οὕτω λέγεται, τάξιν τινὰ ἔχοντα πρὸς ἄλληλα, ὡς ἐδείχθη τὰ ὑγιεινὰ τὰ ἰατρικὰ τὰ ὄνια· τὰ δὲ τῷ ἐφεξῆς κατὰ τοῦτό ἐστι τῶν πολλαχῶς λεγομένων μόνον, ὅτι τὸ μὲν πρῶτόν ἐστιν αὐτῶν τὸ δὲ δεύτερον· οὐ γὰρ τῷ τῇ δυάδι ὑπάρχειν ἢ συντελεῖν τι εἰς δυάδα τὰ τρία καὶ τέσσαρα καὶ οἱ ἐφεξῆς εἰσιν ἀριθμοί· τοὐναντίον γὰρ τὸ οὕτως πρῶτον τοῖς μετ᾿ αὐτὸ συντελεῖ. διὸ ἐπὶ μὲν τῶν οὕτω πολλαχῶς λεγομένων τὰ ὕστερα τελειότερα, ἐπὶ δὲ τῶν πρὸς ἓν τὸ ἓν πρὸς ὃ τὰ ἄλλα ἀναφέρεται. δύναται τὸ τὰ δὲ τῷ ἐφεξῆς δηλωτικὸν εἷναι τοῦ ἀφ’ ἑνός· διεῖλε γὰρ τὰ οὕτω λεγόμενα πολλαχῶς εἴς τε τὰ ἀφ᾿ ἑνὸς καὶ πρὸς ἕν. εἰπὼν δὲ ὅτι τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένων ἐστὶ ταῦτα καὶ τῶν ἐχόντων τὸ πρότερον καὶ ὕστερον ταῦτα γάρ ἐστι τὰ ἐφεξῆς), περὶ ὧν ἡ θεωρία τοῦ φιλοσόφου, διὰ τὸ πρὸς τὸ πρῶτον καὶ κυρίως λεγόμενον τἆλλα τὴν ἀναφορὰν ἔχειν, περὶ οὗ τοῦ φιλοσόφου τὸ θεωρεῖν, διὸ καὶ περὶ τούτων ἔστι γὰρ τὸ πρῶτον ἡ οὐσία) οὔτε γεωμέτρου φησὶν εἶναι τὸ θεωρῆ|σαι περὶ αὐτῶν οὔτε ἄλλου τινός, ἀλλὰ τοῦ φιλοσόφου· τῶν γὰρ ἄλλων ἐπιστημῶν ἑκάστη περί τι μόριον τοῦ ὄντος πραγματεύεται. πρὸς δὲ τοῖς ἐναντίοις καὶ οἷς ἔφθασεν εἰρηκέναι προστίθησι τὰ νῦν, περὶ ὧν καὶ αὐτῶν τοῦ φιλοσόφου διαλαμβάνειν, φησίν, ἀλλ’ οὐκ ἄλλου τινός, διότι καὶ αὐτὰ τοῦ ὄντος ᾗ ὄν ἐστι πάθη. εἰπὼν δὲ μὴ εἶναι τοὐ γεωμέτρου τὸ περὶ τούτων θεωρήσαι προσέθηκεν ἀλλ’ ἐξ ὑποθέσεως· τοῦτο δέ ἐστιν ὅτι χρῆται μὲν αὐτοῖς καὶ ὁ γεωμέτρης, οὐ μὴν δείξας τί ποτέ ἐστιν αὐτῶν ἕκαστον, ἀλλ’ ὑποθέμενος καὶ λαβὼν παρὰ τοὐ φιλοσόφου· οἷον ὑποθέμενος ὅμοια εἶναι μεγέθη ὧν αἱ πλευραὶ ἀνάλογον, τούτῳ ὑποτεθέντι ὑπ’ αὐτοῦ, οὐ δειχθέντι, χρῆται, ὁμοίως καὶ ἴσῳ καὶ ταὐτῷ καὶ τοῖς ἄλλοις. ἀλλὰ καὶ ὁ ἀριθμητικὸς ὑποθέμενος τέλειον ἀριθμὸν· εἶναι τὸν πᾶσιν ἴσον τοῖς αὑτοῦ μέρεσι, θεωρεῖ τίνες ἀριθμοὶ πεπόνθασι τοῦτο, ἁπλῶς δὲ περὶ τελείου οὐκ οἶδε· μόνου γὰρ τοὐ φιλοσόφου ἡ τούτων ἐπιστήμη τί ποτέ ἐστιν αὐτῶν ἕκαστον. λείπει δὲ τῇ λέξει τῇ καὶ ὅτι οὐ μόνον τῶν οὐσιῶν ἀλλὰ καὶ τῶν ὑπαρχόντων ‘τῇ οὐσίᾳ καὶ τῷ ὄντι᾿. πρὸς δὲ τοῖς φθάνουσιν εἰρῆσθαι λαμβάνει, ὡς εἶπον, καὶ ἄλλα τινά, εἰπὼν ταῦτα περὶ ὧν φησιν εἶναι θεωρεῖν καὶ αὐτῶν τοῦ φιλοσόφου· ἔστι δὲ ταῦτα πρότερον ὕστερον, γένος εἶδος, ὅλον μέρος, καὶ τὰ τούτοις ὅμοια· καὶ γὰρ καὶ ταῦτα τοὺ ὄντος ᾗ ὂν πάθη· ἢ γὰρ ἐν οὐσίᾳ ἕκαστον αὐτῶν ἢ ἐν τινι τῶν τῇ οὐσίᾳ συμβεβηκότων, ἀλλ’ οὐκ ἀφωρισμένου τινὸς γένους. ἐκ δὲ τούτων δῆλον ὅτι εἰ περὶ πάντων τῶν ὄντων τοῦ φιλοσόφου θεωρεῖν, καὶ ὁ περὶ τῶν αἰτίων πάντων καθόλου λόγος οἰκεῖος τῷ φιλοσόφῳ, καὶ οὐ πλειόνων ἐπιστημῶν ἐστι τὰ αἴτια θεωρῆσαι· καὶ γὰρ ταῦτα ἡ ἐναντία ἢ ἐξ ἐναντίων. ἦν δὲ ἐν τῷ Β πρῶτον τοῦτο τῶν ἀπορηθέντων. Λεκτέον δὲ πότερον μιᾶς ἐπιστήμης ἢ ἑτέρας περί τε τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων καὶ περὶ τῆς οὐσίας. φανερὸν δὴ ὅτι μιᾶς καὶ τῆς αὐτῆς. Τῶν ἐν τῷ δευτέρῳ κειμένων ἀποριῶν μέμνηται νῦν· ἔστι δὲ αὕτη, πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης τῆς προκειμένης ἰδεῖν μόνον, ἢ καὶ περὶ τῶν ἀρχῶν ἐξ ὧν δεικνύουσι πάντες, ἃ ἀξιώματά εἰσιν· περὶ ὧν ζητεῖ νῦν εἰ τῆς αὐτῆς ἐπιστήμης ἐστὶ περί τε τῆς οὐσίας θεωρεῖν καὶ περὶ ἐκείνων. ἔστι δὲ τὰ ἀξιώματα ἀρχαὶ κοιναὶ καὶ ἀναπόδεικτοι πρὸς τὰ κατὰ πάσας τὰς ἐπιστήμας δεικνύμενα χρήσιμοι, οἷον τὸ ἐπὶ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, καὶ τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, καὶ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ καταλειπόμενα ἴσα, | καὶ τὰ τούτοις ὅμοια. εἶπε δὲ περί τε τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων, ὡς τῶν μαθηματικῶν, οἳ καὶ μάλιστα αὐτοῖς προσχρῶνται τῷ καὶ ἀποδείξει χρῆσθαι μάλιστα, οὕτω καλούντων αὐτά. λέγει δὲ μιᾶς καὶ τῆς αὐτῆς εἶναι ἐπιστήμης τήν τε περὶ οὐσίας τε καὶ τοῦ ὄντος θεωρίαν καὶ τὴν περὶ τῶν ἀξιωμάτων· αὕτη δέ ἐστιν ἡ πρώτη φιλοσοφία· καὶ ὅτι τῆς αὐτῆς ἐστι δείκνυσι διὰ τοῦ πᾶσιν αὐτὰ τοῖς οὖσιν ὑπάρχειν, ἀλλ’ οὐκ ἀφωρισμένῳ τινὶ τοῦ ὄντος γένει. διὰ τοῦτο γὰρ καὶ πᾶσαι αἱ ἐπιστῆμαι αὐτοῖς χρῶνται· ὅτι γὰρ πᾶσιν ἐνυ- πάρχει. τῷ γὰρ τῷ ὄντι αὐτὰ ὑπάρχειν ᾗ ὄν, ἑκάστην δὲ ἐπιστήμην περί τι καταγίνεσθαι γένος, ὅ ἐστιν ὄν, ταύτῃ καὶ τούτοις ὑπάρχει, καὶ χρῶνται αὐτοῖς οἱ καθ’ ἑκάστην ἐπιστήμην, προσοικειοῦντες αὐτὰ καὶ προσάγοντες τῷ ὑποκειμένῳ αὐταῖς γένει· ἕκαστον γὰρ τῶν γενῶν, περὶ ἃ αἱ ἐπιστῆμαι, ὄν, καὶ τοῦτο αὐτοὶ ἀπὸ τοῦ κοινοῦ ἀποτεμόμενοι, εἰς ὅσον αὐτοῖς τοῖς ἐστι καὶ χρήσιμον, χρῶνται αὐτοῖς, ὁ μὲν γεωμέτρης ἐπὶ τά μεγέθη ἄγων αὐτὰ καὶ ἐπὶ τοσοῦτον αὐτοῖς χρώμενος, ὁ δὲ ἀριθμητικὸς ἐπὶ ἀριθμούς· τοῦτο δὲ διὰ τὸ πᾶσιν ὑπάρχειν αὐτὰ καὶ μηδενὸς ἴδια εἶναι. ὁ μὲν γὰρ γεωμέτρης λαβὼν ἀξίωμα τὸ ‘τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα ἐστίν᾿ προστίθησι τὸ μεγέθη· περὶ γὰρ μεγέθη ἡ πραγματεία τούτῳ· ὁ δὲ ἀριθμητικὸς ἐπὶ τὸν ἀριθμὸν αὐτὰ μεταφέρει πάλιν. τοῦτο γὰρ λέγει διὰ τοῦ ἐπὶ τοσοῦτον δὲ χρῶνται ἐφ᾿ ὅσον αὐτοῖς ἱκανόν, τουτέστιν ὅσον ἐπέχει τὸ γένος περὶ οὗ φέρουσι τὰς ἀποδείξεις, πάντες οὖν διὰ τοῦτο αὐτοῖς χρῶνται, ὅτι καθὸ ὄνια ἐστὶ περὶ ἃ πραγματεύονται, κατὰ τοῦτο αὐτοῖς ὑπάρχει· πᾶσι γὰρ αὐτοῖς τὸ ὂν κοινόν. καὶ οὐδεμία τῶν κατὰ μέρος ἐπιστημῶν ἐπιχειρεῖ περὶ αὐτῶν λέγειν ὅτι ἀληθῆ ἢ οὐκ ἀληθῆ· οὔτε γὰρ γεωμέτρης, καίτοι χρώμενος αὐτοῖς, οὔτε ἀριθμητικὸς οὔτε τῶν ἄλλων τις, ἰατρὸς ἢ ἀστρολόγος ἢ μουσικός, ἀλλὰ τῶν φυσικῶν ἔνιοι. καὶ διὰ τούτου συνίστησι τὸ εἶναι ταῦτα τῷ ὄντι ᾗ ὂν ὑπάρχοντα. τῶν μὲν γὰρ περί τινος μέρους τοῦ ὄντος λεγόντων οὐδεὶς περὶ αὐτῶν ἐγχειρεῖ λέγειν· τῶν δὲ φυσικῶν τινες, οἳ ᾤοντο πάντα τὰ ὄντα ἐν τοῖς φυσικοῖς εἶναι καὶ μηδὲν τούτων ἔξω, καὶ περὶ τούτων ἐνεχείρουν λέγειν ὡς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων. τῶν γὰρ φυσικῶν τινες ἐπεχείρησαν περὶ αὐτῶν λέγειν, ὅτι καὶ περὶ παντὸς τοῦ ὄντος ᾤοντο λεγειν αὐτοί· οὐδὲν γὰρ ἔξω τῶν φυσικῶν ᾤοντο εἶναι. καθ’ ὅσον μὲν οὖν οἰκεῖον ὑπελάμβανον εἶναι τὸν περὶ τούτων λόγον τῷ περὶ παντὸς καθόλου τοῦ ὄντος θεωροῦντι, δεόντως ἐποίουν, διημάρτανον· δὲ τῷ μηδὲν ἄλλο ἔξω τῶν φυσικῶν ὑπολαμβάνειν εἶναι περὶ ὧν ἐπραγματεύοντο· ἐπὶ πλέον γὰρ τῶν φυσικῶν τὸ ὄν, καὶ ἔστι τινὰ ὄντα καὶ παρὰ τὰ φυσικά· ἡ γὰρ ἀσώματός τε καὶ ἀκίνητος οὐσία οὐ φυσική. ἓν γάρ τι γένος τοῦ ὄντος ἡ φύσις, ἀρχὴ καὶ αἰτία κινήσεως οὖσα καθ’ αὑτὴν τοῖς ἐν οἷς ἐστιν. διὸ οὐ τοῦ φυσικοῦ ἡ περὶ τῶν τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων θεωρία, ἀλλὰ τοῦ φιλοσόφου, ὅς ἐστιν ἀνωτέρω ἔτι τοῦ φυσικοῦ, περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν τὴν θεωρίαν ποιούμενος, καὶ μάλιστα καὶ πρώτως περὶ τοῦ μάλιστα καὶ πρώτου τῶν ὄντων, ὃ οὐσία μέν ἐστιν, οὐ μὴν φυσική. ἔστι μὲν γὰρ καὶ ἡ φυσικὴ σοφία τις καὶ φιλοσοφία, ἀλλ’ οὐχ ἡ πρώτη. πρώτη δ’ ἂν εἴη ἥ τε περὶ τῶν πρώτων οὐσιῶν θεωροῦσα καὶ ἡ καθόλου περὶ πάσης οὐσίας καὶ τῶν τῷ αὐτῆς τι εἶναι ὄντων καὶ αὐτῶν. ἀμφοτέρως δὲ ἡ αὐτὴ γίνεται πρώτη· ἥ τε γὰρ περὶ τῶν πρώτων οὐσιῶν θεωροῦσα καὶ περὶ τῶν ἄλλων πάντων θεωρεῖ, οἷς ἐκ τούτων ἤρτηται τὸ εἶναι, ἥ τε κοινῶς περὶ τοῦ ὄντος ᾗ ὂν θεωροῦσα, ἐπεὶ τὸ ὂν τῶν ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγομένων, μάλιστα ἄν περὶ ταύτης τῆς φύσεως· θεωροίη, πρὸς ἣν καὶ τὰ ἄλλα περὶ ὧν ποιεῖται τὸν λόγον ἀναφέρεται, καὶ ἀφ’ οὗ τὸ εἶναι ἔχει. ὅτι δὲ ἣν ἐν τῷ πρώτῳ σοφίαν ἔλεγε, ταύτην νῦν φιλοσοφίαν κοινήν τε καὶ πρώτην λέγει, δῆλον καὶ ἐκ τοῦ εἰπεῖν ἔστι δὲ σοφία τις καὶ ἡ φυσική, ἀλλ’ οὐ πρώτη. ἦν γὰρ τῆς πρώτης σοφίας ἡ περὶ τούτων θεωρία, λέγει δὲ νῦν ταύτην εἶναι τὴν φιλοσοφίαν, τὴν αὐτήν τε φιλοσοφίαν λέγει πρώτην καὶ σοφίαν τὴν πρώτην τε καὶ κυριωτάτην. λέγει δὲ τὸν πρῶτον φιλόσοφον περὶ τῶν ἀξιωμάτων ἐρεῖν οὐχ ὡς ἀποδείξοντά τι αὐτῶν ἀναπόδεικτοι γὰρ αἱ ἀρχαὶ τῶν ἀποδείξεων, ὡς λέγει), ἀλλὰ τίς ἡ φύσις αὐτῶν καὶ πῶς ἡμῖν ἐγγίγνεται καὶ πῶς αὐτοῖς χρηστέον καὶ ὅσα ἄλλα περὶ αὐτῶν ἐν τοῖς Περὶ ἀποδείξεως πραγματεύεται· ὥσπερ γὰρ ὁ περὶ τῶν ἀξιωμάτων λόγος τοῦ φιλοσόφου, οὕτω καὶ ὁ περὶ ἀποδείξεως, οὐ περὶ τῆς τοῦδε ἢ τοῦδε, ἀλλὰ καθόλου τί τέ ἐστιν ἀπόδειξις καὶ πῶς γίνεται. οὐδὲ γὰρ ἡ ἀπόδειξις ἑνί τινι γένει τῶν ὑπὸ τὰς ἐπιστήμας ὑπάρχει, ἀλλ’ ἔστι καθ’ ἑκάστην ἐπιστήμην ἀπόδειξις παρὰ τὰ οἰκεῖα τῆς ἐπι- στήμης, καὶ χρῆται ἕκαστος ἐξ ὑποθέσεως, παρὰ φιλοσοφίας τὸ πῶς ἀποδεικνύναι χρὴ λαμβάνων. | Ὅσα δ’ ἐγχειροῦσι τῶν λεγόντων τινὲς περὶ τῆς ἀληθείας, ὃν τρόπον δεῖ ἀποδέχεσθαι. δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν τοῦτο δρῶσιν. Ὅτι περὶ τὰ ἀξιώματα λέγων εἶναι τὸν πρῶτον φιλόσοφον, οὐχ ὡς ἀποδεικνύντα αὐτὸν λέγει ἀλλ’ ὡς δεικνύντα ὅτι ἀρχαὶ ἀποδείξεως, αἱ δὲ ἀρχαὶ ἀναπόδεικτοι, δηλοῖ δι’ ὧν ἄρτι λέγει πρὸς τοὺς οἰομένους πάντων ἀπόδειξιν εἶναι, καὶ μηδὲν ἀποδέχεσθαι ἀξιοῦντας ἀληθὲς εἶναι ἄνευ ἀποδείξεως λεγόμενον, περὶ ὧν εἴρηκε καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· τούτους γάρ φησι δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν ταῦτα λέγειν. δέδεικται γὰρ ἐν ἐκείνοις ὅτι δεῖ ἀρχὴν ἀποδείξεως εἶναι, καὶ ταύτην ἀναπόδεικτον. οὐδὲ γὰρ ἄν ὅλως ἀπόδειξις εἴη, εἰ περὶ πάντων ζητοίη τις. πᾶσα γὰρ διδασκαλία, ὡς ἐν ἐκείνοις εἴρηται, καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεταί γνώσεως, καὶ ἔστι ταῦτα τὰ ἀξιώματα καλούμενα. τὸ δὲ δεῖ γὰρ περὶ τούτων ἥκειν ἐπισταμένους ἤτοι περὶ τῶν ἀξιωμάτων λέγει, ὡς ταῦτα δεῖ προεπίστασθαί τε καὶ γν·ωρίζειν, καὶ μὴ ἐν τῷ ἀκούειν αὐτὰ ζητεῖν περὶ αὐτῶν εἴτε οὕτως ἔχει εἴτε μὴ οὕτως· ἢ ὅτι δεῖ καθόλου προεπίστασθαί τε καὶ γνωρίζειν ὅτι μὴ πάντα ἐστὶν ἀποδεικτά, ἀλλὰ μὴ ἀποδεικνύντας ἅμα καὶ περὶ τούτου ζητεῖν. δύναται δὲ τὸ εἰρημένον τείνειν καὶ πρὸς ·τὸ ὑπὸ Πλάτωνος ἐν τῷ Ἀλκιβιάδῃ λεγόμενον, ὅτι ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶδεν, εὑρίσκει δὲ ὁ ζητήσας πρῶτον· ἔνια γὰρ ἴσμεν οὕτε μαθόντες οὔτε ζητήσαντες. δοκεῖ δέ μοι αὕτη ἡ λέξις δι’ ἧς λέγει ὅσα δὲ ἐγχειροῦσί τινες περὶ τῆς ἀληθείας, ἕως τοῦ ἀλλὰ μὴ ἀκούοντας ζητεῖν, τὴν τάξιν ἔχειν μετὰ τὴν ἐφεξῆς κειμένην τὴν “ὅτι μὲν οὖν τοῦ φιλοσόφου καὶ τοὐ περὶ πάσης τῆς οὐσίας θεωροῦντος ᾗ πέφυκε καὶ περὶ τῶν συλλογιστικῶν ἀρχῶν ἐστιν ἐπισκέψασθαι, δῆλον.” αὕτη τε γὰρ μᾶλλον τοῖς προειρημένοις ἀκολουθεῖ, καὶ ἡ ὅσα δὲ ἐγχειροῦσί τινες περὶ τῆς ἀληθείας, περὶ ἧς προειρήκαμεν νῦν, οἰκείως ἂν προτάσσοιτο τῆς ”προσήκει δὲ τὸν μάλιστα γνωρίζοντα.” Ὅτι μὲν οὖν τοῦ φιλοσόφου καὶ τοὺ περὶ πάσης τῆς οὐσίας θεωροῦντος ᾐ πέφυκεν. Ἤτοι περὶ πάσης οὐσίας εἶπεν ἀντὶ τοὐ περὶ παντὸς τοῦ ὄντος ᾗ ὅν, ἢ καὶ περὶ πάσης οὐσίας, ὅτι καὶ ἡ περὶ τοῦ ὄντος ἐπιστήμη περὶ οὐσίας ἐστὶ μάλιστα· κυριώτατον γὰρ τοῦτο ἐν τοῖς οὖσιν, ὡς ἐρρέθη, καὶ πρὸς τοῦτο τἆλλα. τὸ δὲ περὶ πάσης οὐσίας ἴσον ἐστὶ τῷ καθόλου περὶ οὐσίας ἀλλ’ οὐ τῆσδε ἢ τῆσδε. τὸ δὲ ᾗ πέφυκε σημαίνοι ἂν ἤτοι θεωροῦντος τίς καθόλου φύσις οὐσίας, ἡ τίς ἡ φύσις ἑκάστης οὐσίας· οὐ γὰρ τῆς αὐτῆς πᾶσαι, εἴ γε αἱ μὲν ἀσώματοι αἱ δέ γε σωματικαί, καὶ αἱ μὲν ἀκίνητοι αἱ δὲ ἐν κινήσει, καὶ αἱ μὲν ἀγέννητοι αἱ δὲ ἐν | γενέσει, καὶ αἱ μὲν ἔμψυχοι αἱ δὲ ἄψυχοι, καὶ τούτων ἑκατέρων πλείους διαφοραί. διὰ δὲ τῆς λέξεως δέδεικται ὅτι ἰοῦ φιλοσόφου ἐστὶ τὸ καὶ περὶ τῶν συλλογιστικῶν ἀρχῶν ἐπισκέψασθαι. συλλογιστικὰς δὲ ἀρχὰς λέγει τὰς ἀποδεικτικάς· ἀποδείξεων γὰρ καθόλου ἀρχαὶ τὰ ἀξιώματα. αἱ γὰρ καθ’ ἑκάστην ἐπιστήμην οἰκεῖαι τοῖς ἀποδεικνυμένοις ἀρχαί τε καὶ προτάσεις τοὐ καθ’ ἑκάστην ἐπιστήμην ἀποδεικτικοῦ, καὶ τούτων τὸ ταύτας εἰδέναι· ὃ ποιήσει ἕκαστος αὐτῶν λαβὼν παρὰ τοὺ ἀποδεικτικοῦ τε καὶ φιλοσόφου τό τε πῶς ἐκ τῶν ὑπαρχόντων τῷ ἀποδεικνυμένῳ χρὴ τὰς ἀποδεικτικὰς λαμβάνειν προτάσεις, καὶ πῶς ταύτας ἀλλήλαις συμπλέκειν, καὶ τὰ ἄλλα ὅσα ἐν τοῖς Περὶ ἀποδείξεως λέγεται. τὰ δὲ ἀξιώματα κοιναὶ πάσης ἀποδείξεως ἀρχαί. Προσήκει δὲ τὸν μάλιστα γνωρίζοντα περὶ ἕκαστον γένος ἔχειν λέγειν τὰς βεβαιοτάτας ἀρχὰς τοῦ πράγματος. Δείκνυσι ζητῶν τίνα τῶν ἀξιωμάτων ἐστὶ γνωριμώτατά τε καὶ κοινότατα· τάτα· ταῦτα γὰρ δεῖ πρῶτα ἔχειν τὸν τῶν ·καθ’ αὑτὰ ὑπαρχόντων τῷ ὄντι ἀποδεικτικόν. καὶ ὅτι ἀναγκαῖον τοῦτο συνίστησι. καθόλου γὰρ τὸν καθ’ ἕκαστον γένος καὶ καθ’ ἑκάστην φύσιν ἐπιστήμονα οὗτος γὰρ ὁ μάλιστα γνωρίζων) δεῖ ἔχειν τὰς βεβαιοτάτας ἀρχὰς τῶν ἐν ἐκείνῃ τῇ φύσει καὶ εἰδέναι. βεβαιόταται δὲ ἀρχαὶ καθ’ ἕκαστον γένος αἱ γνωριμώταται καὶ σαφέστεραι τῶν ἄλλων καὶ ἀναμφισβητητότεραι τοῖς περὶ ἐκείνου τοῦ γένους διαλαμβάνουσι· πρὸς γὰρ τὸ σημεῖον εἶναι οὗ μέρος οὐθέν, καὶ γραμμὴν τὸ μῆκος ἀπλατὲς καὶ ἐπιφάνειαν τὸ πλάτος καὶ μῆκος μόνον ἔχον εἰ καὶ ἄλλος τις ἀντείποι, ἀλλὰ τῶν γε περὶ ταῦτα πραγματευομένων οὐδείς. ὥσπερ οὖν τὸν περὶ ἕκαστον γένος ἐπιστήμονα ἀναγκαῖόν ἐστιν εἰδέναι τὰς ἐκείνου τοῦ ‘γένους βεβαιοτάτας ἀρχάς, τουτέστι τὰς πρώτας καὶ κυριωτάτας, δι’ ἃς καὶ τῶν ἄλλων ἕκαστον τῶν ἐν ἐκείνῳ τῷ γένει τὸ εἶναι ἔχει εἰ γὰρ ἀγνοεῖ τὰς ἀρχὰς τὰς κατὰ τὴν οἰκείαν ἐπιστήμην, οὐδ’ ἂν ἐπιστήμην ἔχοι τοὺ πράγματος), οὕτω, φησί, καὶ τὸν τὴν τοῦ ὄντος ᾗ ὂν καθόλου ἐπιστήμην ἔχοντα ἀνάγκη τὰς πάντων βεβαιοτάτας ἀρχὰς εἰδέναι. ἔστι δὲ οὗτος ὁ φιλόσοφός τε καὶ ὁ σοφός· τῷ φιλοσόφῳ ἄρα ἀνάγκη τὰς πάντων τῶν ὄντων βεβαιοτάτας τε καὶ κυριωτάτας ἀρχὰς εἰδέναι. εἰ γὰρ τῷ περί τι γένος καταγινομένῳ τὴν ἐκείνου τοῦ γένους καὶ ἐν ἐκείνῳ τῷ γένει βεβαιοτάτην ἀρχὴν ἀναγκαῖον εἰδέναι, τῷ μὴ περὶ τὶ ὂν μηδὲ περί τι γένος ἀλλὰ καθόλου περὶ τὸ· ὂν καὶ τὸ κοινότατον καὶ γενικώτατον ἔχοντι τὴν πραγματείαν ἀνάγκη τὰς πάντων τῶν ὄντων βεβαιοτάτας ἀρχὰς εἰδέναι. εἰ γὰρ εἴη τις αὐτῶν βεβαιοτέρα, ἔσται μὲν καὶ αὐτὴ ὄντος· οὕτω δὲ οὐκέτι ἂν ἐκεῖναι εἶεν αἱ τοῦ ὄντος βεβαιόταται· αἱ ἄρα τοῦ ὄντος ἀρχαὶ βεβαιόταται. ἑξῆς δὲ τίς | ἐστιν ἡ βεβαιοτάτη ἀρχὴ λέγει· περὶ ἣν γὰρ ἀδύνατον διαψευσθῆναι, αὕτη πασῶν ἀρχῶν βεβαιοτάτη. τὸ γὰρ βέβαιον ἀσάλευτον· οὐκ ἀσάλευτον δὲ ὃ δύναται καὶ οὕτω καὶ μὴ οὕτως ἔχειν ὑποληφθῆναι. καὶ δι’ ἃ αὕτη ἐστὶ βεβαιοτάτη καὶ ἀρχὴ τῶν την, περὶ ἣν ἀδύνατον διαψευσθῆναι, γνώριμόν τε ἐξ αὑτῆς εἶναι καὶ ἀνυπόθετον. ταῦτα δὲ δεῖ τῇ τῶν ὄντων ἀρχῇ ὑπάρχειν ἰῇ βεβαιοτάτῃ· γνώριμον γὰρ αὐτὴν δεῖ εἶναι, διότι ἡ ἀπάτη περὶ τὰ ἀγνοούμενα, ἀνυπόθετον δὲ καὶ ἐξ αὑτῆς ἐπιστητήν, ὅτι ἣν δεῖ ἔχειν τὸν ὁτιοῦν τῶν ὄντων γνωρίζοντα ὡς ἀρχὴν οὖσαν ἁπάντων τῶν γνωστῶν, οὐχ ὑπόθεσις αὕτη. εἰ γὰρ ὑπόθεσίς ἐστιν ὃ ἂν ἀποδεικτὸν ὂν χωρὶς ἀποδείξεως λαμβάνηται, οὐκ ἄν εἴη τοιαύτη ἣν ἀναγκαῖον ἔχειν τὸν ὁτιοῦν ξυνιέντα τῶν ὄντων. οὐ γὰρ οἷόν τε τὸ δι’ ὑποθέσεως λαμβανόμενον ἀρχὴν εἶναι τῆς τῶν δεικτικῶν αὐτοῦ γνώσεως. δείξας δὲ ὅτι μὴ ἐξ ὑποθέσεως ἡ βεβαιοτάτη ἀρχή.. προστίθησιν ὅτι ὃ γνωρίζειν ἀναγκαῖον τῷ ὁτιοῦν γνωρίζοντί τε καὶ γινώσκοντι τῶν ὄντων, τοῦτο οὐ δι’ ἄλλου μαθεῖν οἷόν τε, εἴ γε πᾶσα μάθησις ἐκ προγινωσκομένου τινός, ὥστε εἰ καὶ ταύτης εἴη μάθησις, προγινώσκοιτο ἂν ταύτης ἕτερά τινα. οὕτω δὲ οὐκέτι ἂν εἴη ἀρχὴ τῶν ὄντων, ἣν ἀναγκαῖον γνωρίζειν τὸν ὁτιοῦν ξυνιέντα τῶν ὄντων. ἥκειν ἄρα ἐξ αὑτοῦ εἰδότα ἀνάγκη τὴν τοιαύτην ἀρχήν· ἣν δὲ ἥκει τις ἐξ αὑτοῦ εἰδὼς οὐ δεόμενος δείξεως περὶ αὐτῆς, οὐχ ὑπόθεσις. Ὅτι μὲν οὗν ἡ τοιαύτη πασῶν βεβαιοτάτη ἀρχή. Ἡ τοιαύτη περὶ ἣν οὐκ ἔστι διαψευσθῆναι, τοιαύτη δὲ ἥ τε γνωριμωτάτη καὶ ἀνυπόθετος. εἰπὼν δὲ οἵαν εἶναι δεῖ τῆν βεβαιοτάτην ἀρχήν, ἑξῆς λέγει τίς ἐστιν ἡ τοιαύτη, δηλονότι γνωριμωτάτη τε καὶ ἀνυπόθετος, καί φησιν εἶναι ταύτην τὴν τῆς ἀντιφάσεως· τὸ γὰρ αὐτὸ ἅμα ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ἀδύνατον· καὶ ὅσα ἄλλα, φησί, προσδιωρισάμεθα, ἔστω προσδιωρισμένα πρὸς τὰς λογικὰς δυσχερείας. ἔστι δὲ ταῦτα ἐξ ὧν ἡ ἀντίφασις εἰδοποιεῖται, ἃ εἶπεν ἐν Σοφιστικοῖς ἐλέγχοις. λέγει δὲ ἐν ἐκείνοις ἀντίφασιν εἶναι τὴν τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, ἢ εἰ καὶ ὀνόματος, μήτε ὁμωνύμου μήτε συνωνύμου, ἀλλὰ τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. ὃ δὲ εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας λέγων περὶ ἀντιφάσεως, “καὶ ὅσα ἄλλα προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις,” τοῦτο νῦν εἴρηκε πρὸς τὰς λογικὰς δυσχερείας. ταύτην δέ φησι βεβαιοτάτην πασῶν εἶναι τῶν ἀρχῶν, καὶ δι’ ὃ λέγει· ἔχει γὰρ, φησί, τὸν εἰρημένον διορισμόν. τίς δὲ ἦν οὗτος; ἔκειτο | εἶναι βεβαιοτάτη ἀρχὴ περὶ ἣν διαψευσθῆναι ἀδύνατον ὁντινοῦν, αὐτὴν δὲ τοιαύτην δείκνυσιν· ἀδύνατον γὰρ ὁντινοῦν, τουτέστιν ἀδύνατον γὰρ ὅλως τινά, ταὐτὸν ὑπολαμβάνειν εἶναι καὶ μὴ εἶναι καὶ περὶ τοῦτο διαψευσθῆναι· ὡς γὰρ ἀδύνατον τὸ αὐτὸ ἅμα ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν, οὕτως ἀδύνατον καὶ διαψευσθῆναι περὶ τοῦτο, ὥστε ταὐτὸν ὑπολαμβάνειν τινὰ εἶναι καὶ μὴ εἶναι· τοῦτο γάρ ἐστι τὸ ὁντινοῦν ὑπολαμβάνειν εἶναί τε καὶ μὴ εἶναι ἀδύνατον. ἂν εἴη διαψευσθῆναι περὶ τοῦτο.] ὅτι δὲ ἀδύνατον ὑπολαμβάνειν τινὰ ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, καθάπερ τινὲς οἴονται λέγειν Ἡράκλειτον, πειρᾶται διὰ τῶν ἑξῆς δεικνύναι. οὐ γάρ ἐστιν ἀναγκαῖον πάντως ἃ λέγει τις, καὶ ὑπολαμβάνειν ταῦτα αὐτόν· ὥστε κἂν τοῦτο ᾖ ὑπὸ Ἡρακλείτου λεγόμενον, ὡς οἴονταί τινες, οὐκ ἀναγκαῖον, εἰ λέγει τοῦτο, ἤδη καὶ ὑπολαμβάνειν αὐτόν. οὐ γὰρ πάντα ἃ λέγομεν, καὶ δοξάζομεν οὕτως ἔχειν· τὴν γοῦν ἀντίφασιν ὑπάρχειν μὲν εἰπεῖν τῷ αὐτῷ ῥᾴδιον καὶ παντός, οὐ μὴν καὶ δοξάσαι δυνατὸν οὕτως ἔχειν, ὥσπερ καὶ ἡμέρας οὔσης ὁρῶντα εἰπεῖν ὅτι ·νύξ ἐστι ῥᾴδιον, οὐ μὴν καὶ δοξάζειν οὕτως οἷόν τε. ὅτι δὲ ἀδύνατον τὸ αὐτὸ ὑπολαμβάνειν εἶναί τε καὶ μὴ εἶναι ὅ ἐστι κατασκευαστικὸν τοῦ φανερωτάτην ἀρχὴν εἶναι τὸ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν διὰ τὸ μὴ δύνασθαι περὶ αὐτὴν διαψεύσασθαι, οὕτω συλλογίζεται. εἰ δὲ μὴ ἐνδέχεται ἅμα ὑπάρχειν τῷ αὐτῷ. ὁ δέ ἐκ περισσοῦ δοκεῖ προσκεῖσθαι· ἔστι γὰρ εἰ μὴ ἐνδέχεται ἄμα τῷ αὐτῷ ὑπάρχειν τἀναντία. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. λαβὼν ὅτι ἀδύνατον τῷ αὐτῷ ἅμα ὑπάρχειν τἀναντία, ὡς ἐναργεῖ τούτῳ χρώμενος δείκνυσιν ὅτι μὴ οἷόν τέ τινα ὑπολαβεῖν ἅμα συναληθεύεσθαι τὴν ἀντίφασιν· αἱ γὰρ δόξαι καὶ αἱ ὑπολήψεις, ἥ τε περὶ τοῦ τόδε ὑπάρχειν καὶ περὶ τοῦ τὸ αὐτὸ τοῦτο μὴ ὑπάρχειν, ἐναντίαι, τὰ ἐναντία δὲ ἀδύνατον ἅμα τῷ αὐτῷ· ὑπάρχειν· ὡς γὰρ ἐναργεῖ καὶ ὁμολογουμένῳ τούτῳ προσχρῆται· ἀδύνατον ἄρα τὰς δόξας τὰς περὶ τοῦ τὸ αὐτὸ ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν ἅμα τῷ αὐτῷ συνυπάρχειν. ὅτι δὲ ἐναντίαι αἱ δόξαι τῆς ἀντιφάσεως, δέδεικται διὰ πλειόνων ἐπὶ τέλει τοῦ Περὶ ἑρμηνείας. εἰπὼν δὲ μὴ ἐνδέχεσθαι ἅμα τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν, προσέθηκε τὸ προσδιωρίσθω δὲ ἡμῖν καὶ ταύτῃ τῇ προτάσει τὰ εἰωθότα. ὥσπερ περὶ τῆς ἀντιφάσεως εἰπὼν ἀδύνατον ἅμα τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὑπάρχειν ἅμα καὶ μὴ ὑπάρχειν, εἶπε δεῖν καὶ τὰ ἄλλα προστιθέναι τῷ κατὰ τὸ αὐτό, ἃ προστίθεμεν φυλασσόμενοι τὰς ἐπιπλοκάς τε καὶ ἐνο- χλήσεις τὰς σοφιστικάς, οἳ ὑποδυόμενοι τοῖς τοιούτοις πειρῶνται τὸ ἀξίωμα διαβάλλειν, | δεικνύντες τὸ αὐτὸ ὑπάρχον καὶ μὴ ὑπάρχον τῷ αὐτῷ ἢ κατ’ ἄλλο καὶ ἄλλο μέρος ἢ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ ἢ πρὸς ἄλλο καὶ ἄλλο ἢ ἄλλως καὶ ἄλλως, οὕτω φησὶ καὶ ἐπὶ τοῦ τῶν ἐναντίων διορισμοῦ πάντα δεῖν προστιθέναι· τὰ γὰρ ἐναντία τῷ αὐτῷ ἀδύνατον ὑπάρχειν ἅμα καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως. εἰ δὲ μηδένα οἷόν τε δοξάζειν ἅμα τὸ αὐτὸ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, φανερώτατον ἀξίωμα εἴη τὸ ἀδύνατον συνυπάρχειν τὴν ἀντίφασιν. τὸ δὲ ἅμα γὰρ ἂν ἔχοι τὰς ἐναντίας δόξας ὁ διεψευσμένος περὶ τούτου ἴσον ἐστὶ τῷ ὁ γὰρ ὑπολαμβάνων τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι καὶ. περὶ τοῦτο διεψευσμένος, ὡς τὰ μὴ συνυπάρχοντα συνυπάρχειν ἡγεῖσθαι, ἅμα ἄν ἔχοι τὰ ἐναντία· ἐναντία γὰρ ἀλλήλοις αἱ ἐναντίαι δόξαι· τοῦτο δὲ ἀδύνατον ἔκειτο. συλλογισάμενος δὲ καὶ δείξας τὸ αὐτὸ ἐπιφέρει διὸ πάντες οἱ ἀποδεικνύντες εἰς ταύτην ἀνάγουσιν ἐσχάτην δόξαν· φύσει γὰρ ἀρχὴ καὶ τῶν ἄλλων ἀξιωμάτων αὕτη πάντων, λέγων πάντας τοὺς ἀποδεικνύντας ἐπὶ ἐσχάτην ταύτην ἀρχὴν ὡς αὐτόθεν γνώριμον καὶ ἐναργῆ καὶ ἀναμφισβήτητον τὸν λόγον ἀνάγειν· ἡγοῦνται γὰρ οὐκέτι δεῖν αὐτοῖς λόγου οἱ περί τινος συλλογιζόμενοι πρὸς ἀναίρεσιν τοῦ προκειμένου, ἂν δείξωσιν ἑπόμενον τῷ πρὸς αὐτῶν ἀναιρουμένῳ τὸ συναληθεύεσθαι τὴν ἀντίφασιν. τῶν δὲ ἀξιωμάτων πάντων ταύτην εἶπεν ἀρχὴν εἶναι οὐκ ἀποδεικτικήν οὐδὲ γὰρ δεῖται ἀποδείξεως τὰ ἀξιώματα· οὐ γὰρ ἄν ἔτι ἀξιώματα εἶεν οὐδὲ ἀρχαί), ἀλλ’ ὅτι πολλάκις εἰς σύστασιν αὐτῶν καὶ πίστιν τούτῳ προσχρώμεθα. συνιστάντες γὰρ ὅτι τὰ τῷ αὐτῷ ὅμοια καὶ ἀλλήλοις ἐστὶν ὅμοια, λαμβάνομεν, εἰ γὰρ μὴ τοῦτο, οὐχ ὅμοια ἀλλήλοις ἔσται· εἰ δὲ μὴ ἀλλήλοις ὅμοια, οὐδ’ ἂν ἑνί τινι τῷ αὐτῷ ὅμοια εἴη, ἀλλὰ παραλλάσσοι ἄν αὐτοῦ, καθὸ καὶ ἀλλήλων· ἔκειτο δὲ ὅμοια εἶναι. τὰ αὐτὰ ἄρα ἅμα τῷ αὐτῷ ὅμοιά τε καὶ οὐχ ὅμοια· ἐφ’ ὃ ὡς εἰς ἀδύνατον φανερὸν ἀγαγόντες τὸν λόγον ἡγούμεθα βεβοηθηκέναι εἰς σύστασιν τῷ ἀξιώματι τῷ λέγοντι τὰ τῷ αὐτῷ ὅμοια καὶ ἀλλήλοις εἶναι ὅμοια. Εἰσὶ δέ τινες οἵ, καθάπερ εἴπομεν, αὐτοί τε ἐνδέχεσθαί φασι τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, καὶ ὑπολαμβάνειν οὕτως. Εἰπὼν βεβαιότατον ἀξίωμα εἶναι τὸ τῆς ἀντιφάσεως, ἐπεὶ ἦσάν τινες οἳ οὐχ οὕτως ἔχειν ἔλεγον λέγοντες μὲν οὕτως, οὐχ ὑπολαμβάνοντες δὲ οὕτως, ὅτι μηδὲ δυνατὸν τοῦτο ὡς δέδεικται), ἐπὶ πλέον διὰ τῶν ἑξῆς τὸν πρὸς αὐτοὺς ποιεῖται λόγον. ἦσαν γάρ τινες οἳ οὐκ ἀδύνατον ἔλε|γον εἶναι τὸ τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι· εἰ δὲ ἐνδέχεται τὸ αὐτὸ ἅμα εἶναί τε καὶ μὴ εἶναι, δῆλον ὡς καὶ ὑπολαμβάνειν οἷόν τε ἔσται ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι· ὃ δοκεῖ δεδεῖχθαι ὃν ἀδύνατον. εἰ γὰρ διὰ τὸ μὴ δύνασθαι τἀναντία ἅμα ὑπάρχειν ἀνῃρεῖτο τὸ καὶ ὑπολαμβάνειν δύνασθαι, εἰ δύναιτο ἅμα ὑπάρχειν τἀναντία, κἀν ὑπολαμβάνειν τις τοῦτο οὕτως ἔχειν δύναιτο ὄν γε ἀληθές. τῆς δὲ δόξης ταύτης φασὶ καὶ Ἡράκλειτόν τινες γεγονέναι, τἀναντία ταὐτὰ ἀλλήλοις εἶναι λέγοντα. λέγοιεν γὰρ ἄν οὕτω λέγοντες καὶ πρὸς τὸ κείμενον τὸ ὅτι τἀναντία ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν, δι’ οὗ δοκεῖ δεδεῖχθαι μὴ οἷόν τε ὂν τὸν αὐτὸν τὸ αὐτὸ ὑπο- λαμβάνειν εἶναί τε καὶ μὴ εἶναι. χρῶνται δὲ τῷ λόγῳ τούτῳ πολλοὶ καὶ τῶν περὶ φύσεως, ὥσπερ Ἡράκλειτον οἴονταί τινες. ἕπεται δὲ τοῦτο καὶ τοῖς λέγουσιν ἑκάστῳ τὸ φαινόμενον καὶ εἶναι τοιοῦτον, ὧν εἶεν ἂν οἵ τε περὶ Δημόκριτον καὶ Πρωταγόραν. φαίνεται γάρ τισι περὶ τοῦ αὐτοῦ τὰ ἀντικείμενα· εἰ δὲ καὶ ἔστιν ὡς φαίνεται, εἴη ἄν περὶ τὸ αὐτὸ ἅμα τὰ ἐναντία τε καὶ τὰ ἀντικείμενα. ἡμεῖς δὲ νῦν εἰλήφαμεν ὡς ἀδυνάτου ὄντος ἅμα εἶναι καὶ μὴ εἶναι. διὰ τοῦ λαβεῖν ὅτι ἀδύνατον τὸ αὐτὸ ἅμα εἶναι καὶ μὴ εἶναι ὡς ἐναργὲς συνέστησε βεβαιοτάτην καὶ γνωριμωτάτην ἀρχὴν τὴν τῆς ἀντιφάσεως. εἵπετο γὰρ ἀδύνατον ἅμα τἀναντία τῷ αὐτῷ ὑπάρχειν τε καὶ ὑπολαμβάνειν ἅμα τῷ τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι ἀδύνατον εἶναι· ἐναντίαι γὰρ ὑπολήψεις αὗται. ἐπεὶ τοίνυν ἡμεῖς μὲν ἐδείξαμεν διὰ τοῦ τοῦτο λαβεῖν τὸ ἀξίωμα τῆς ἀντιφάσεως ὂν βεβαιότατόν τε καὶ γνωριμώτατον, εἰσὶ δὲ οἷς δοκεῖ δύνασθαι ἅμα εἶναί τε καὶ μὴ εἶναι, ᾧ ἕπεται τὸ καὶ τὴν ἀντίφασιν συναληθεύεσθαι, καὶ ἀξιοῦσι καὶ αὐτὸ τοῦτο ἀποδεικνύναι ἡμᾶς τὸ μὴ δύνασθαι τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, καὶ μὴ ὡς γνώριμον ἤδη αὐτόθεν καὶ ἐναργὲς λαμβάνειν, μέλλων λέγειν πρὸς αὐτοὺς πρῶτόν φησι τοὺς καὶ τοῦτο ἀξιοῦντας αὐτὸ δείκνυσθαι δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν, ὡς εἴρηκεν ἤδη, τοῦτο ἀξιοῦν. δέδεικται γὰρ ἐν τοῖς Ἀναλυτικοῖς τίνα τέ εἰσιν ἀποδεικτὰ καὶ τίνα οὔ, καὶ ὅτι ἀναιρεῖται τὰ ἀναπόδεικτα καὶ αὐτόθεν γνώριμα, ἄν εἰς ἄπειρον προΐοι. εἰ δὲ δώσουσιν ἀπόδειξιν εἶναι καὶ εἶναί τινα ἀναπόδεικτα, τίνα πρὸ τούτου τοῦ ἀξιώματος εἶναι μᾶλλον ἀρχὴν ἐροῦσιν οὐ δεομένην ἀποδείξεως, ἀπαιτητέον αὐτούς· οὐ γὰρ ἕξουσιν εἰπεῖν. τὸ δὲ ὥστε μηδὲ οὕτως εἶναι ἀπόδειξιν εἶπεν ἤτοι ὅτι ἀναιρεῖται μὲν ἀπόδειξις καὶ διὰ τοῦ μὴ συγχωρεῖν εἶναί τινα ἐξ αὑτῶν ἀληθῆ τε καὶ πιστά, ἀναιρεῖται δὲ καὶ διὰ τῆς εἰς ἄπειρον προόδου· οὐ γὰρ μόνον ἀναιρεῖ ἀπόδειξιν ὁ ἀναιρῶν αὐτῆς τὰς ἀρχάς, ἀλλὰ καὶ ὁ λέγων πάντα | ἀποδεικτὰ εἶναι ἀναιρεῖ ὁμοίως ἀπόδειξιν. ἢ τὸ ὥστε μηδ’ οὕτως εἶπεν ἀντὶ τοῦ ὥστε οὕτω μὴ εἶναι ἀπόδειξιν Ἔστι δ’ ἀποδεῖξαι ἐλεγκτικῶς καὶ περὶ τούτου ὅτι ἀδύνατον. Αἰτιασάμενος τοὺς ἀξιοῦντας ἀποδείκνυσθαι ὅτι μὴ οἷόν τε τὸ αὐτὸ ἅμα εἶναί τε καὶ μὴ εἶναι, ὡς καὶ διὰ τοῦ τὰ τοιαῦτα ἀποδείκνυσθαι ἀξιοῦν ἀναιροῦντας ἀπόδειξιν, ὅμως, φησίν, ἔστι καὶ τοῦτο ἐλεγκτικῶς ἀποδεῖξαι, οὐχ ἁπλῶς, ἀλλ’ ἄν λέγῃ τι καὶ ὀνομάζῃ μόνον καὶ χρῆται λόγῳ ὁ ἀμφισβητῶν καὶ σημαίνῃ τι δι’ ὧν λέγει καὶ ἀποκρίνηται πρὸς τὰ ἠρωτημένα· ἂν γὰρ μήτε ἀποκρίνηται μήτε τι λέγῃ, γελοῖον τὸ λόγῳ χρῆσθαι πρὸς τὸν τοιοῦτον καὶ διὰ λόγου πειρᾶσθαι δεικνύναι τι τῷ μὴ ἔχοντι λόγον, καὶ διὰ λόγων πειρᾶσθαι ποιεῖσθαι συνουσίαν πρὸς τὸν ἐστερημένον τούτου. τοῦτο γάρ ἐστι τὸ ᾗ μὴ ἔχει λόγον, τὸ καθὸ μὴ ἔχει, κατὰ τοῦτο σημῆναι αὐτῷ. τὸ δὲ ὅμοιος γὰρ φυτῷ ὁ τοιοῦτος ᾗ τοιοῦτος ἤδη ἴσον τῷ ἤδη γὰρ ὅμοιος φυτῷ ὁ τοιοῦτος ᾗ τοιοῦτος. τί δὲ διαφέρει ἡ ἐλεγκτικὴ ἀπόδειξις τῆς ἁπλῶς ἀποδείξεως, ἑξῆς λέγει. ὁ μὲν γὰρ ἁπλῶς ἀποδεικνὺς λαβὼν πρῶτά τινα καὶ γνωριμώτερα ὄντα τοῦ δεικνυμένου, οὕτω τὸ προκείμενον ἀποδεικνύναι πειρᾶται. οὐχ οἷόν τε δὲ πρῶτόν τι καὶ γνωριμώτερον τούτου λαβεῖν, ὡς προείρηται, ὥστε οὐδὲ ἀποδεῖξαι αὐτὸ οἷόν τε. ἔτι ἀφ’ ἑαυτοῦ λαμβάνων τε καὶ τιθεὶς πᾶν εἶναι τοῦτο ὃ λέγει ἢ μὴ εἶναι δόξει τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ τὸ ζητούμενον προλαμβάνειν, ἐπεὶ περὶ τούτου ἡ ζήτησις ἦν. ὁ μέντοι ἔλε·ος ἐπεὶ πρὸς ἄλλον γίνεται καὶ ἐξ ὧν ὁ προσδιαλεγόμενος τίθησιν ἔστι γὰρ ἔλεγχος συλλογισμὸς δι’ ἐρωτήσεως εἰς ἀντίφασιν ἄγων), δύναται γίνεσθαι καὶ διὰ τῶν τοιούτων. οὐκέτι γὰρ οὔτε διὰ πρώτων ὁ τοιοῦτος συλλογισμός, οὔτε τὸ ἐν ἀρχῇ λαμβάνειν τις παρ’ αὑτοῦ δόξει, ἄν ὁ προσδιαλεγόμενος συγχωρήσῃ πᾶν ἢ εἶναί τι ὃ λέγεται ἢ μὴ εἶναι. ἐκεῖνος γὰρ αἴτιος τοῦ τοιούτου ὁ ἀξιῶν δείκνυσθαί τε τὰ αὐτόθεν γρώριμα καὶ διδόναι ταῦτα ἀναγκαζόμενός τε καὶ δυσωπούμενος, ἃ εἰ ὁ ἀποδεικνὺς ἐτίθει ἀφ’ ἑαυτοῦ, ἐδόκει ἂν τὸ ἐν ἀρχῇ αἰτεῖσθαι· ὡς γὰρ εἶπε Θεόφραστος ἐν τῷ Περὶ καταφάσεως, βίαιος καὶ παρὰ φύσιν ἡ τούτου τοῦ ἀξιώματος ἀπόδειξις. Ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα τὸ ἀξιοῦν εἶναί τι λέγειν ἢ εἶναι. Τοῦ ἐλεγκτικοῦ συλλογισμοῦ καὶ τοῦ πρὸς ἄλλον γινομένου περὶ τῆς τοῦ προκειμένου ἀξιώματος δείξεως ἀρχήν φησιν εἶναι τὸ ἀξιοῦν τὸν προσδιαλεγόμενον ἢ εἶναί τι λέγειν ἢ μὴ εἶναι, τουτέστιν ἐρωτητέον αὐτὸν εἰ μὴ δοκεῖ αὐτῷ πᾶν ἢ εἶναι τοῦτο ὃ λέγεται ἢ μὴ εἶναι, οἷον ἄνθρωπον ἢ εἶναι ἄνθρωπον ἢ μὴ εἶναι, ὁμοίως ἵππον, κύνα, τὰ ἄλλα. εἰπὼν δὲ ταύτην τὴν ἀρχὴν εἶναι, καὶ ταύτην δεῖν τὴν πρό|τασιν ἐρωτᾶν τὸν προσδιαλεγόμενον ὡς παρ’ αὐτοῦ λαμβανομένην, φησὶ δόξειν τὸν τοῦτο ἐξετάζοντα τὸ ἐν ἀρχῇ καὶ τὸ ζητούμενον ἀξιοῦν λαβεῖν. ὁ γὰρ ἀμφισβητῶν πρὸς τὸ μὴ δύνασθαι ταὐτὸν ἅμα εἶναί τε καὶ μὴ εἶναι οὐ συγχωρήσει πᾶν ὃ λέγεται ἢ εἶναι ἢ μὴ εἶναι, ἀλλὰ καὶ εἶναι καὶ μὴ εἶναι. τοῦτο γὰρ ἦν αὐτῷ ὑποκείμενον διὰ τὴν τοιαύτην ἐρώτησιν· καὶ προεῖπεν ὅτι δόξει τὸ ἐν ἀρχῇ αἰτεῖσθαι ὁ τοῦτο λαμβάνων. διὸ ταύτης ἀφέμενος τῆς ἐρωτήσεως ἐπ’ ἄλλην μέτεισι. καταλληλότερον δὲ ἡ λέξις ἔχοι ἄν, εἰ ἀντὶ τοὐ τοῦτο μὲν γὰρ τάχα ἄν τις ὑπολάβοι τὸ ἐξ ἀρχῆς αἰτεῖν εἴη γεγραμμένον τὸ τοῦτο μὲν τάχα ἄν τις, ὡς καὶ φέρεται ἔν τισιν. φέρεταί τις καὶ τοιαύτη γραφὴ ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα οὐ τὸ ἀξιοῦν λέγειν τι εἶναι ἢ μὴ εἶναι. καὶ ἔστι γνωριμώτερον τὸ λεγόμενον οὕτως. ἀξιοῖ δὴ ἐρωτᾶν τὸν προσδιαλεγόμενον, εἰ λέγων τι σημαίνει μαίνει δι’ ὧν λέγει τε καὶ ὀνομάζει καὶ ἑαυτῷ καὶ ἄλλῳ, καὶ ἔστι τι καθ’ οὗ φέρων τὸ ὄνομα καὶ ὃ σημαίνειν βουλόμενος λέγει τε καὶ προφέρεται αὐτό. ὁ γὰρ λέγων μηδὲν σημαίνειν δι’ ὧν λέγει τε καὶ ἀποκρίνεται, οὗτος οὔτ’ ἂν πρὸς αὑτὸν λέγοι τι οὔτε πρὸς ἄλλον. οὐδὲ γὰρ τὰ νοήματα ἔσται σημαίνοντά τι, οἷς ἀντὶ τῶν ὀνομάτων καὶ τοῦ λόγου χρῆται πρὸς αὑτόν. εἰ γὰρ ἦν τι ταῦτα σημαίνοντα, ἦν ἄν τοῖς σημαινομένοις ὑπ’ αὐτῶν καὶ· ὀνόματα τίθεσθαι, καὶ οὕτως ἂν ἦν καὶ ἡ φωνὴ σημαίνουσα. οὕτω δὲ αὑτὸς ἄν ὁμολογοίη μὴ χρῆσθαι λόγῳ· ὁ γὰρ λόγος φωνὴ σημαντική. ὁμοίως δὲ ἀναιρεῖ λόγον χἂν λέγῃ μηδὲν μᾶλλον σημαίνειν αὐτὸν ἢ μὴ σημαίνειν. εἰ οὖν μὴ σημαίνοι ὅταν λέγοι τι, οὔτ’ ἂν διαλέγεσθαι εἴη· πάλιν γὰρ οὗτος ὅμοιος γίνεται φυτῷ. ἂν δὲ διδῷ καὶ συγχωρῇ σημαίνειν δι’ ὧν λέγει, τοῦτο λαβόντας δυνατὸν ἔσται ἔλεγχον τοῦ προκειμένου ποιήσασθαι· ἀντὶ γὰρ τοῦ ἐλέγχου τῇ ἀποδείξει ἐχρήσατο. ὁ γὰρ τοῦτο δοὺς ἤδη τι ὁρίζει· δίδωσι γὰρ ὡρισμένον τι εἶναι τὸ ὑφ’ ἑκάστου λόγου σημαινόμενον· ἀόριστον γὰρ τὸ οὐδὲν μᾶλλον τοῦτο ἢ τοῦτο. ἢ τὸ ἔσται δή τι ὡρισμένον αὐτὸ τοῦτο δεδομένον τὸ σημαίνειν τι· τούτου δὴ δοθέντος ἔσται ἀπόδειξις, τουτέστιν ἔλεγχος, οὗ ἐλέγχου αἴτιος οὐχ ὁ ἐλέγχων ἀλλ’ ὁ ἐλεγχόμενος· ἐκ γὰρ ὧν δίδωσιν ἐλέγχεται. εἰ μὲν γὰρ ἀφ’ αὑτοῦ δεικνὺς τὸ μὴ δύνασθαι ἐπὶ τοῦ αὐτοῦ ἅμα τὸ εἶναί τε καὶ μὴ εἶναι ἀληθεύεσθαι ἐλάμβανε τὸ τὸν λόγον σημαίνειν τι καὶ ὥριζε τοῦτο, ἐδόκει ἂν τὸ ἐν ἀρχῇ λαμβάνειν· ἐπεὶ δὲ ὁ τῇ θέσει παριστάμενος ἐκείνῃ αὐτός ἐστιν ὁ ἀναγκασθεὶς συγχωρῆσαι τοῦτο, ἐκεῖνος τοῦ ἐλέγχου αἴτιος, ἀναιρῶν λόγον. ὁ γὰρ λέγων πᾶν οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχειν τοῦτο γὰρ ἦν τὸ | ἀναιρεῖν τὴν ἀντίφασιν) ἀναιρεῖ λόγον. ἀναιρῶν δὲ λόγον χρῆται λόγῳ· τοῦτο γὰρ τὸ ὑπομένει λόγον. ἔδειξε δὲ δι’ ὧν εἶπεν ὅτι ἀνῃρῆσθαι λέγει λόγον ὁ μηδὲν σημαίνειν αὐτὸν λέγων. ἢ εἰ ἔστι λόγος, ἔστι τι καὶ ὡρισμένον τιθέμενον, καὶ οὐκ ἐπὶ παντὸς ἀληθὲς τὸ οὐδὲν μᾶλλον τοῦτο ἢ τοῦτο. ἐφυλάξατο δὲ τὸ δοκεῖν κυρίως αὐτοῦ ἀπόδειξιν πεποιῆσθαι, ὅτι ἔκειτο αὐτὸ εἶναι ἀναπόδεικτόν τε καὶ ἀπάντων τῶν ἀξιωμάτων ἀρχή. Ἔτι ὁ τοῦτο συγχωρήσας συγκεχώρηκέ τι ἀληθὲς εἶναι χωρὶς ἀποδείξεως, ὥστε οὐκ ἂν πᾶν οὕτως καὶ οὐχ οὕτως ἔχοι. Τὸ λεγόμενον τοιοῦτόν ἐστιν. ἄν τις δῷ σημαίνειν τι τὸν λόγῳ χρώμενον δι’ ὧν λέγει, ἤδη ἔλεγχος ἔσται. δηλώσει γάρ τι καὶ ὁρίσει ὁ τοῦτο δούς, καὶ οὔ φησιν οὐ τοῦτο μᾶλλον ἢ τὸ ἀντικείμενον· οὐ γὰρ λέγει ὁ τοῦτο συγχωρῶν ἰού μᾶλλον σημαίνει τι ὁ λόγος ἢ οὐ σημαίνει᾿, ἀλλὰ συγχωρεῖ σημαίνειν, ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοὐ πρῶτον μὲν οὖν δῆλον καὶ τῶν ἑξῆς. ἀναιρεῖν γὰρ ἔστι λόγον, ὥσπερ διὰ τοῦ λέγειν ὅτι μηδὲν μᾶλλον σημαίνει ἢ μὴ σημαίνει, οὕτω καὶ διὰ τοῦ μηδὲν μᾶλλον εἶναι τόδε τι ἢ μὴ εἶναι. ὅτι δ’ ἔστιν ἐλέγχειν τὸν ἅπαξ συγχωρήσαντα τοῦτο, διὰ τῶν ἑξῆς δείκνυσί τε καὶ ἐπέξεισιν. οὗτος δὲ τοῦ ἐλέγχου αἴτιος, οὐχ ὁ ἐρωτῶν εἰ γὰρ αὐτὸς ἀφ’ ἑαυτοῦ ἔλαβε τοῦτο ὁ λαμβάνων τοῦτο, ὡς εἶπεν, ἔδοξεν αὐτὸ τὸ ἐν ἀρχῇ λαμβάνειν), ἀλλ’ ὁ ἀποκρινόμενος, ἀναγκαζόμενος ἢ ἀναιρεῖν λόγον ἡ μαχόμενα ἀποκριθῆναι τῇ θέσει τῇ αὑτοῦ. καὶ προστίθησι τὴν αἰτίαν. ἀναιρῶν γὰρ ὅλως λόγον διὰ τῆς θέσεως ὁ γὰρ λέγων ἐπὶ παντὸς οὐδὲν μᾶλλον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτοῦ λόγον ἀναιρεῖ· ἐρεῖ γὰρ ὁμοίως τοῖς ἄλλοις καὶ τὸν λόγον μηδὲν μᾶλλον εἶναι ἢ μὴ εἶναι· τοῦτο δὲ ἀναιροῦντος λόγον, ὅτι ὁ μὲν λόγος φωνὴ σημαντική, ὁ δὲ μηδὲν μᾶλλον σημαίνειν ἢ μὴ σημαίνειν λέγων αὐτὸν ἀναιροῖ ἄν καὶ οὗτος λόγον· λέγοι δ’ ἂν τοῦτο ὁ λέγων ἅμα τὴν ἀντίφασιν ἀληθεύειν ἐπὶ παντὸς δύνασθαι) — ἀναιρῶν δὴ λόγον διὰ τῆς θέσεως, δι’ ὧν ἀποκρίνεται συγχωρεῖ.· λέγων γὰρ τὸν λόγον σημαίνειν, τίθησιν εἶναι λόγον, ὃ διὰ τῆς θέσεως ἀνῄρει, τοῦτο διὰ τοῦ ἀποκρίνεσθαι τιθείς. Πρῶιον μὲν οὖν δῆλον ὡς τοῦτο αὐτὸ ἀληθές, ὅτι σημαίνει τὸ ὄνομα τὸ εἶναι καὶ μὴ εἶναι. Τὸ πρῶτον, φησί, δοθέντος τοῦ τὰ λεγόμενα σημαίνειν τι, ἀληθές ἐστι τὸ σημαίνειν τι τὸν εἶναί τι λέγοντα καὶ τὸν μὴ εἶναί τι ὁμοίως, ἀλλ’ οὐχὶ καὶ σημαίνειν καὶ μὴ σημαίνειν. ὀνόματα δὲ εἶπε καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι. εἰ δ’ ἀληθὲς ἐπ’ αὐτῶν τὸ σημαίνειν, οὐκ ἀληθὲς δὲ τὸ μὴ σημαίνειν, οὐκέτι ἄν ἐπὶ παντὸς καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀληθὴς ἄν εἴη· τοῦ γὰρ σημαίνειν τὸ μηδὲν σημαίνειν ἀπόφασις ὂν οὐκ ἔστιν ἀληθὲς ἐπὶ τῶν | σημαίνειν τι συγχωρηθέντων. εἰ γὰρ καὶ μὴ σημαίνοι, οὐκέτ’ ἄν εἴη τὸ σημαίνειν συγχωρούμενον, οὕτω δὲ οὐκέτ’ ἂν οὐδὲ ὁ λόγος εἴη. εἰπὼν δὲ πρῶτον μὲν οὖν δῆλον ὡς τοῦτό γε αὐτὸ ἀληθές, ὅτι σημαίνει τὸ ὄνομα τὸ εἶναι, τοῦτο εἰπὼν προσέθηκε τοδί, ὃ σημαντικόν ἐστι τοῦ ὡρισμένην τινὰ φύσιν σημαίνειν τὸ σημαῖνον. πάντως γὰρ ὁ σημαίνων τι ἡ αὑτῷ ἢ ἄλλῳ καὶ τόδε ἢ τόδε σημαίνει· τῶν γὰρ ὄντων τι σημαίνει καὶ διαφέρον τῶν ἄλλων ἃ μὴ ὑπ’ αὐτοῦ σημαίνεται· οὐ γὰρ πάντα τῶν αὐτῶν σημαντικά, οὐδὲ ὑπὸ ἑνὸς πάντα σημαίνεται. Ἔτι εἰ τὸ ἄνθρωπος σημαίνει ἕν, ἔστω τοῦτο τὸ ζῶον δίπουν. Λαβὼν ὅτι σημαίνει τὰ ὀνόματα καὶ ἕκαστον αὐτῶν τοδί, καὶ δείξας δι’ αὐτοῦ ὅτι μηκέτι δυνήσεται λέγειν ὁ τοῦτο συγχωρήσας τὸ οὐδὲν μᾶλλον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτοῦ, νὺν τούτῳ προσχρώμενος δείκνυσιν ὅτι ἐπὶ μηδενὸς οἷόν τε τὴν ἀντίφασιν συναληθεύειν. διὰ πλειόνων δὲ λέγει τε καὶ δείκνυσι τὸ προκείμενον. αἴτιον δὲ τούτου ὅτι μεταλαμβάνει τὰ δι’ ὧν δείκνυσιν ὃ βούλεται, καὶ κατασκευάζει αὐτὰ ὡς δεόντως λαμβανόμενα· διὸ καὶ ἀσαφεστέρα ἡ λέξις. ἐκλαβόντι δὲ ὁ νοῦς τῆς ἐπιχειρήσεως τοιοῦτος. εἰ ἕκαστον ὄνομα σημαίνει, καὶ ἕν τι σημαίνει· τὸ γὰρ σημαῖνον τὶ σημαίνει, τὸ δὲ τὶ καὶ ἕν· καὶ γὰρ εἰ κατὰ πλειόνων τὰ ὁμώνυμα, ἀλλ’ οὐχ ἅμα γε πάντα σημαίνει ὁ χρώμενος αὐτοῖς καὶ σημαίνων τι δι’ αὐτῶν. τὰ διαφέροντα δὴ ὀνόματα καὶ μὴ ταὐτὸν σημαίνοντα τῷ κειμένῳ ἓν σημαίνειν δῆλον ὡς οὐ ῥηθήσεται κατ’ ἐκείνου· εἴη γὰρ ἂν οὐκέτι μία φύσις ἐκείνου, εἰ τὰ διαφερόντων πραγμάτων σημαντικὰ ὀνόματα ἀληθεύοιτο κατὰ τοῦ αὐτοῦ. διαφέροντα δὲ ὀνόματα τό τε ἄνθρωπος καὶ τὸ οὐκ ἄνθρωπος, καὶ οὐκ ἔστιν ἑνὸς ὀνόματα πράγματος· οὐ γὰρ ἐπὶ ταὐτοῦ κατηγορηθήσεται, οὐδὲ ἔσται ἀληθευόμενον κατὰ τοῦ σημαινομένου ὑπὸ τοῦ ἀνθρώπου τὸ σημαινόμενον ὑπὸ τοῦ οὐκ ἀνθρώπου, εἴ γε διαφέρει τε αὐτὰ τὰ ὀνόματα ἀλλήλων, καὶ τὰ διαφέροντα διαφερόντων ἐστὶ δηλωτικά, καὶ ἑνὸς ἕκαστον καὶ φύσεως μιᾶς· οὐ γὰρ ἄν ἔτι εἴη τὸ ὑπ’ ἀνθρώπου σημαινόμενον ἕν, ὡς ἐρρέθη, εἰ ἀληθεύοιτο ἐπ’ αὐτοῦ καὶ τὸ οὐκ ἄνθρωπος, ἄλλου πράγματος ὂν σημαντικόν. ὁ δὲ αὐτὸς λόγος ὃς ἐπ’ ἀνθρώπου καὶ οὐκ ἀνθρώπου, καὶ ἐπὶ τῶν ἄλλων πάντων. εἰ δὲ μὴ τὰ ὑπὸ τῶν ὀνομάτων τούτων δηλούμενα συνυπάρχει, οὐκ ἄν τῇ καταφάσει τῇ λεγούσῃ εἶναι ἄνθρωπον τόδε, ἅμα συναληθεύοιτο ἡ ἀπόφασις ἡ λέγουσα μὴ εἶναι ἄνθρωπον τόδε. ὁ μὲν νοῦς τῆς ἐπιχειρή|σεως τοιοῦτος, τὰ δὲ πρὸς τὴν λέξιν οὕτως. εἰ τὸ ἄνθρωπος, φησίν, ὄνομα σημαίνει ἕν τι, εἰλήφθω ὃ σημαίνει, καὶ ἔστω τοῦτο τὸ ζῷον δίπουν. ἑξῆς δὲ ἐξηγεῖται τί ἐστι τὸ ἓν σημαίνειν τὸ ὄνομα, λέγων λέγω δὲ τὸ ἓν σημαίνειν τοῦτο· εἰ τοῦτ’ ἔστιν ἄνθρωπος, ἄν ᾖ τι ἄνθρωπος, τοῦτο ἔσται τὸ ἀνθρώπῳ εἶναι. τὸ γὰρ ἓν σημαίνειν τοῦτο εἶναί φησι τὸ εἰ τοῦτ’ ἔστι τὸ ἄνθρωπος σημαῖνον τοῦτο γὰρ δεῖ προσυπακούειν τῷ εἰ τοῦτ’ ἔστι), πᾶν ὃ ἂν ᾖ ἄνθρωπος, τοῦτο ἔσται αὐτῷ τὸ ἀνθρώπῳ εἶναι, τὸ εἶναι τοῦτο ὃ ὁ ἄνθρωπος ἐσήμαινεν. οὐ γὰρ δὴ τοῦ ἀνθρώπου σημαίνοντος ἕν, τὸ ζῷον πεζὸν δίπουν, ἔσται τις ἄνθρωπος ὃς οὐκ ἔσται ζῷον πεζὸν δίπουν. τί δέ ἐστι τὸ σημαινόμενον, ὁρίζεται καὶ γνώριμον ποιεῖ ὑπὲρ τοῦ δεῖξαι ὅτι μή, εἴ τι κατά τινος λέγεται, ἤδη τοῦτο καὶ ἓν σημαίνει, ὡς καὶ προϊὼν ἐρεῖ. οὐ γὰρ εἰ τὸ λευκὸν κατὰ τοῦ Σωκράτους λέγοιτο, ὁ Σωκράτης καὶ τὸ εἶναι Σωκράτει ὑπὸ τοῦ λευκοῦ σημανθήσεται. ὅσα δὴ οὕτω κατηγορεῖται ὡς φύσιν τε καὶ οὐσίαν σημαίνειν, ὡς ἔχει τἂ ἐν τῷ τί ἐστι κατηγορούμενα, ταῦτα ὡς ἓν σημαίνοντα λαμβάνεται, καὶ οὕτως ὑφ’ ἑκάστου τῶν ὀνομάτων ἕν τι σημαίνεται. ἐξηγήσατο δὲ πῶς εἶπε τὸ ἓν σημαίνειν, ἵνα μὴ ἓν κατὰ τὸν ἀριθμόν τις αὐτὸν ἡγῆται λέγειν, μηδὲ ἓν τὸ καθ’ ἑνὸς τῷ ἀριθμῷ λέγεσθαι, ὡς ἐρεῖ, ἀλλὰ μίαν τινὰ φύσιν. εἰ γὰρ ὁ ἄνθρωπος ζῷον δίπουν σημαίνει, καὶ τὸ ἀνθρώπῳ εἶναι ἐν τούτῳ ἔσται ἐν τῷ ζῴῳ δίποδι εἶναι. λαβὼν δέ, εἰ ἓν σημαίνοι ἕκαστον ὄνομα, ἓν ἔσεσθαι καὶ τὸ σημαινόμενον, διαφέρειν φησὶ μηδὲν πρὸς τὸν λόγον κἄν πλείω τις λέγῃ ὑφ’ ἑκάστου ὀνόματος σημαινόμενα, μόνον δὲ ὡρισμένα, ἐπεὶ ἔστι τινὰ ὁμώνυμα· ἐνέσται γὰρ ἑκάστῳ τῶν σημαινομένων ἴδιόν τι ὀνόματος σημεῖον θέσθαι, ὡς εἴωθε γίνεσθαι ἐν τῇ τῶν ὁμωνύμων διαιρέσει. εἰ γὰρ ἀόριστα καὶ ἄπειρα λέγει τις σημαίνεσθαι, δείξει τὸ ἑπόμενον ἄτοπον· ὁ γὰρ τοῦτο λαβὼν ἀναιρήσει τὸ σημαίνειν τι τὰ ὀνόματα καὶ ὅλως τὸν λόγον. εἰ γὰρ ἕκαστον τῶν ὀνομάτων μηδὲν μᾶλλον τοῦτο καθ’ ὧν κατηγορεῖται σημαίνειν λέγοιτο ἡ ἄλλο ὁτιοῦν καὶ τὸ τυχόν, οὐδὲν ἄν σημαίνειν λέγοιτο· τί γὰρ μᾶλλον τόδε τι ἢ τὸ τυχόν; καὶ τί μᾶλλον τόδε ὑπὸ τοῦδε ἡ τοῦ τυχόντος σημανθήσεται πάντων ἄπειρα σημαινόντων; εἰ δὴ πλείω μὲν ὡρισμένα δέ τις λέγοι σημαίνειν ἕκαστον ὄνομα, τῶν ὑπὸ ἰοῦ κοινοῦ ὀνόματος δηλουμένων ἴδιος ἑκάστου λόγος ἔσται· οἷον εἰ ὁ ἄνθρωπος λέγοιτο καὶ κατὰ τοῦ ζῴου καὶ κατὰ τῆς εἰκόνος, εἴη ἄν, ὅταν μὲν τὸ ὡς ζῷον | σημαίνῃ ἄνθρωπος, ὁ λόγος τοῦ σημαινομένου ζῷον πεζὸν δίπουν, ὅταν δὲ τὸ ὡς εἰκόνα, μίμημα τῆς τοιαύτης οὐσίας ὁμοίως δὲ κἂν ἄλλο τι σημαίνῃ, ἔσται κἀκείνου λόγος ἴδιος. ὥστε ὄντων ὡρισμένων τῶν πλειόνων τῶν ὑπὸ τοῦ αὐτοῦ σημαινομένων ὀνόματος, ὧν διάφοροι οἱ λόγοι, ἔσται ἑκάστου τῶν σημαινομένων ἴδιόν τι σημεῖον καὶ ἴδιόν τι ὄνομα θέσθαι, ὃ σημαντικὸν ἔσται ἑνὸς μόνου τῶν τοὺς διαφόρους λόγους ἐχόντων· πεπερασμένων γὰρ ὄντων οἷόν τε ἔσται περιλαβεῖν τε αὐτὰ τῇ διανοίᾳ, καὶ ἑκάστῳ αὐτῶν ἴδιον ὄνομα καὶ σημεῖον ἓν τάξαι, ὁ μηδὲν ἄλλο ἢ τοῦτο σημαίνει. ἰδίου δὲ ἑκάστῳ ὀνόματος ἐπιτεταγμένου, ἔσται πάλιν τῶν οὕτω διαφόρων ὀνομάτων διά- φορα καὶ τὰ σημαινόμενα, ὥστε καὶ τὸ τόδε εἶναι καὶ τὸ αὐτὸ τοῦτο μὴ εἶναι ὑπ’ ἄλλων σημανθήσεται, εἴ γε μὴ ταὐτά ἐστιν ἀλλήλοις. εἰπὼν δέ, ἄν ὡρισμένα τις συγχωρήσῃ εἶναι τῶν ὑφ’ ἑκάστου ὀνόματος πολλὰ ση- μαίνεσθαι λεγόντων, εἰς ταὐτὸν ἐλεύσεσθαι τὸν λόγον εἰς ὃ καὶ εἰ τὴν ἀρχὴν ὑπέκειτο ἓν ὄνομα ἑνός τινος εἶναι πράγματος δηλωτικόν τῷ γὰρ ἑκάστῳ τῶν πολλῶν οἰκεῖόν τι κεῖσθαι ὄνομα, ἑνὸς μόνου τοῦ καταλειπο- μένου ἔσται σημαντικὸν τὸ ἐξ ἀρχῆς ὄνομα κείμενον, οἷον ὁ ἄνθρωπος), ἑξῆς λέγει πρὸς τοὺς φήσαντας ἂν ἄπειρα ὑφ’ ἑκάστου ὀνόματος εἶναι τὰ σημαινόμενα. εἰ γὰρ μὴ τεθείη φησί, τουτέστιν εἰ μὴ συγχωρηθείη πεπερασμένα εἶναι τὰ ὑφ’ ἑκάστου ὀνόματος σημαινόμενα, ἀλλ’ ἄπειρα, ἀναιροῖτο ἄν πάλιν οὕτως ὁ λόγος. ὁ μὲν γὰρ λόγος κεῖται ἡμῖν, ὥσπερ καὶ τὸ ὄνομα, φωνὴ εἶναι σημαντική, οὐκέτι δὲ γίνεται σημαντικὸς κατὰ τοὺς λέγοντας ἄπειρα ὑφ’ ἑκάστου σημαίνεσθαι. ὃ γὰρ μὴ ἕν τε καὶ τὶ σημαίνει ὡρισμένον, οὐδ’ ἄν σημαίνοι τὴν ἀρχήν· πᾶς γὰρ ὁ σημαίνων τὶ σημαίνει. μηδὲν δὲ σημαινόντων τῶν ὀνομάτων ἀναιρεῖται τὸ σημαίνειν ταῦτα· οὕτω δὲ ἀναιρεῖται πάλιν ὁ λόγος καὶ τὸ πρὸς ἄλλον διαλέγεσθαι. καθὸ μὲν γὰρ πλείω μὲν ἕκαστον ὄνομα σημαίνει, ὡρισμένα δέ, κατὰ τοῦτο δὴ οὐκ ἀνῃρεῖτο τὸ ἕν τι ὑπὸ τοῦ ὀνόματος σημαίνεσθαι. ἕκαστον γὰρ τῶν σημαινομένων ὑπὸ τοῦ ὀνόματος ἀριθμῷ ἓν ἦν, καὶ ἦσαν τοσαῦται ἑνάδες ὅσα τὰ σημαινόμενα· ὃ ἐπὶ τοῦ ἀπείρου οὐκέθ’ οἷόν τε τῷ μηδὲ ἀριθμὸν τῶν σημαινομένων εἶναι δύνασθαι. εἰπὼν δὲ τοῦτο προσέθηκε κατὰ δὲ τὴν ἀλήθειαν καὶ πρὸς αὑτόν, λέγων ἀνῃρῆσθαι καὶ ἐπ’ αὐτοῦ τὸ νοεῖν τι· οὐδὲ γὰρ νοεῖν ἐνδέχεται μὴ ἓν νοοῦντα. εἰ γὰρ εἴη οἷόν τε ἕν τι νοεῖν, οἷόν τε ἂν εἴη τῷ | ἑνὶ τούτῳ νοήματι καὶ ὄνομά τι καὶ σημεῖον οἰκεῖον θέσθαι· οὕτω δ’ ἂν εἴη δυνατὸν τὸ ὑφ’ ἑκάστου ὀνόματος ἕν τι δηλοῦσθαι. δείξας δὲ πρῶτον ἀναιροῦντας λόγον τοὺς τῆσδε τῆς δόξης, ἔδειξεν ὅτι καὶ τὸ νοεῖν, ἐπιτείνων τὸ ἄτοπον. τί δήποτ’ οὖν, ἄν μὲν ᾖ πλεί.ω τὰ σημαινόμενα ὑφ’ ἑκάστου, ὡρισμένα δέ, οὐκ ἀναιρεῖται λόγος, καίτοι μὴ ὄντος ἑνὸς τοῦ σημαινομένου, ἄν δὲ ἄπειρα, ἀναιρεῖται; ἢ πρῶτον μὲν ὅτι πᾶν τὸ ὡρισμένον καὶ περιληπτὸν ἕν πώς ἐστιν, ὥστε ἕν πως σημ.αίνει καὶ τὸ πλείω μὲν πεπερασμένα δὲ σημαῖνον. ἔστι δὲ αὐτὰ περιορίσαι καὶ τῶν μὴ σημαινομένων χωρίσαι καὶ εἰπεῖν ταῦτα εἶναι τὰ σημαινόμενα· ἐπὶ δὲ τῶν ἀπείρων ἀδύνατον τοῦτο. ἢ τὸ πλείω σημαίνειν, ὡρισμένα δέ, τῷ δύνασθαι πάντα τὰ σημαινόμενα ληφθέντα διακριθῆναί τε ἀπ’ ἀλλήλων καὶ ἰδίοις ὀνόμασιν ὁρισθῆναι, τούτῳ ἄν εἴη σημαίνοντά τι. εἰ δὲ ἕκαστον τῶν ὀνομάτων ἄπειρα εἴη σημαῖνον, οὐδὲν ἂν τῶν ὑπὸ τοῦ ὀνόματος σημαινομένων ἴδιον ὄνομα καὶ ση·μεῖον ἔχειν δύναιτο· οὕτω δὲ οὐδ’ ἂν τὰ τιθέμενα αὐτοῖς ὀνόματα εἴη τινὸς σημαντικά, οὐδὲν μᾶλλον δυνάμενα κατηγορεῖσθαι τούτων οἷς οὐ κεῖται ἢ τῶν οἷς ἐτέθη. ἔτι εἰ ἕκαστον τῶν ὀνομάτων ἄπειρα σημαίνει, ἕκαστον ἄν τῶν ὀνομάτων ταὐτὰ σημαίνοι. ἀλλ’ εἰ πάντα εἴη τῶν αὐτῶν σημαντικά, ἀναιρεῖται τὸ διαλέγεσθαι καὶ τὸ σημαίνειν. οὐδὲν γὰρ σημαίνει ἕν, κειμένου τοῦ πάντα ταὐτὰ ἀλλήλοις σημαίνειν· ἴσον γὰρ τῷ μηδὲν σημαίνειν τὸ πάντα ἕκαστον σημαίνειν λέγειν. ἔνεστι καὶ οὕτως ἐφοδεύσαντα δεῖξαι ὅτι μὴ ἄπειρα τὰ ὑφ’ ἑκάστου ὀνόματος δηλούμενα, διαλεκτικωτέρα δὲ ἡ δεῖξις. εἰ τὸ ἄνθρωπος ἄπειρα σημαίνει, ἤτοι καὶ τὸν οὐκ ἄνθρωπον ὁ ἄνθρωπος σημαίνει ἐν γὰρ τοῖς ἀπείροις καὶ τοῦτο), ὥστε έσται ὁ ἄνθρωπον εἰπὼν καὶ μὴ ἄνθρωπον σεσημακώς· ἢ εἰ τοῦτο ἄτοπον, ἔσται τῶν ἀπείρων τι πλέον. τοῖς γὰρ ἀπείροις, ἃ ἐσήμανεν ὁ ἄνθρωπος, προστεθὲν τὸ οὐκ ἄνθρωπος πλείω αὐτὰ ποιήσει· οὕτω τε ἔσται καὶ τὰ ἄπειρα τινῶν ἐλάττω. εντι τὸ ἄπειρα ὄνομα ἤτοι σημαίνει καὶ τὸ οὐκ ἄπειρα, οὕτω δὲ οὐ μᾶλλον ἄπειρα σημαίνει ἕκαστον ὄνομα ἢ οὐκ ἄπειρα· ἢ εἰ μὴ σημαίνει καὶ τοῦτο, πρῶτον μὲν οὐκ ἔσται, ἐφ’ οὗ ἡ κατάφασις ἀληθής, ἐπὶ τούτου καὶ ἡ ἀπόφασις, πρὸς δὲ τούτῳ ἔσται τὸ σημαινόμενον ὑπὸ τοῦ οὐκ ἄπειρα ἔξω τῶν ἀπείρων· πλείω δὴ τὰ ἄπειρα σὺν τούτω ἢ αὐτὰ εφ᾿ ἑαυτῶν. Ἔσται δή, ὥσπερ ἐλέχθη κατ’ ἀρχάς, σημαῖνόν τι τὸ ὄνομα καὶ σημαῖνον ἕν. Οἷς ἔλαβε, τούτοις χρῆται. ἔλαβε δὲ πρῶτον μὲν ὅτι σημαίνει τι τὸ ὄνομα, δεύτερον δὲ ὅτι ἕν, ὃ καὶ ἔδειξε διὰ τοῦ δεῖξαι ὅτι κἂν πλείω σημαίνῃ τὸ αὐτὸ ὄνομα, ὡρισμένα δέ, οἷόν τε καὶ ἴδιον ἑκάστῳ τῶν πλειόνων ὄνομα θέσθαι, ὃ οὐκέτι αὐτῷ πρὸς ἄλλην τινὰ φύσιν κοινὸν ἔσται. τούτοις | δὴ χρῆται, καὶ τίθησι τὸν ἄνθρωπον τὸ ὄνομα σημαίνειν τι καὶ ἓν σημαίνειν. εἰ οὖν ὁ ἄνθρωπος ἕν τι σημαίνει, καὶ ἔστι τοῦτο τὸ ζῷον πεζὸν δίπουν, οὐκ ἔσται καὶ τὸ μὴ ἀνθρώπῳ εἶναι σημαίνων ὁ ἄνθρωπος, εἴ γε τὸ ἀνθρώπῳ εἶναι ἄλλο καὶ ἄλλο τὸ μὴ ἀνθρώπῳ, ἑνὸς δὲ ὁ ἄνθρωπος δηλωτικόν· οὔτε γὰρ ταὐτὸν ὁ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, οὔτε τοῦ αὐτοῦ δηλωτικόν, οὔτε οἷόν τε τὸ ἓν ἕν τε εἶναι καὶ μὴ εἶναι. Εἰ τὸ ἄνθρωπος σημαίνει μὴ μόνον καθ’ ἑνὸς ἀλλὰ καὶ ἕν. Εἰπὼν οὐ δὴ ἐνδέχεται τὸ ἀνθρώπῳ εἶναι σημαίνειν ὅπερ μὴ εἶναι ἀνθρώπῳ προσέθηκε τὸ εἰ τὸ ἄνθρωπος σημαίνει μὴ μόνον καθ’ ἑνὸς ἀλλὰ καὶ ἕν· οὐ γὰρ τοῦτο ἀξιοῦμεν τὸ ἓν σημαίνειν τὸ καθ’ ἑνός. πῶς τὸ ἓν σημαίνειν ἀκούειν χρή, διδάσκει ἡμᾶς· ὁ γὰρ ἄνθρωπος ἓν τῷ φύσιν τινὰ μίαν σημαίνειν, οὐ τῷ καθ’ ἑνὸς λέγεσθαι. μίαν δὲ φύσιν σημαίνων οὐκ ἄν ἅμα καὶ ἄλλην τινὰ σημαίνοι. ὅτι δὲ τὸ καθ’ ἑνὸς λεγόμενον οὐ πᾶν ἕν, δείκνυσι· καθ’ ἑνὸς γὰρ καὶ τὸ ἄνθρωπος καὶ τὸ λευκὸν καὶ τὸ μουσικὸν δύναται κατηγορεῖσθαι ἀληθῶς, ἀλλ’ οὐ διὰ τοῦτο καὶ ἓν ταῦτα. ἦλθε δὲ ἐπὶ τὸ δεικνύναι τοῦτο διὰ τὸ δοκεῖν δύνασθαι καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ καθ’ οὗ ὁ ἄνθρωπος, οἷον κατὰ Σωκράτους, κατὰ τούτου καὶ τὸ διαλέγεσθαι· τὸ δὲ διαλέγεσθαι οὐκ ἄνθρωπος. εἴη γὰρ ἄν καθ’ οὗ ὁ ἄνθρωπος, καὶ οὐκ ἄνθρωπος κατηγορούμενος κατὰ συμβεβηκός· ἀλλ’ οὐ διὰ τοῦτο ἤδη καὶ ταὐτόν ἐστι τό τε ὑπὸ τοῦ ἀνθρώπου καὶ τοῦ οὐκ ἀνθρώπου σημαινόμενον. οὐ γὰρ τούτῳ ὥρισται τὸ ἓν σημαίνειν τῷ καθ’ ἑνὸς κατηγορεῖσθαι. ὅτι γὰρ μὴ τὰ κατὰ τοῦ αὐτοῦ κατηγορούμενα ἤδη καὶ ἓν σημαίνει, δι’ ὧνπερ παρέθετο ἔδειξε. καθ’ ἑνὸς γὰρ πλείω κατηγορεῖται διαφέροντα ἀλλήλων· τὰ γὰρ συμβεβηκότα τινί, ἕτερα ὄντα καὶ τούτου ᾧ συμβέβηκε καὶ ἀλλήλων, ὁμοίως κατηγορεῖται κατ’ ἐκείνου ἑνὸς ὄντος, ᾧ συμβέβηκεν, οὐ μὴν διὰ τοῦτο πάντα τὸ αὐτὸ καὶ ἓν σημαίνει. οὐ γὰρ ἐπεὶ καθ’ ἑνὸς τὸ μουσικὸν καὶ τὸ λευκὸν καὶ ὁ ἄνθρωπος κατηγορεῖται, ἤδη καὶ ταὐτόν ἐστι τὸ σημαινόμενον ὑπ’ αὐτῶν. εἰ γὰρ ταὐτὸν εἴη τὸ σημαινόμενον ὡς μὴ διαφέρειν τὸ καθ’ ἑνὸς κατηγορεῖσθαι τοῦ ἓν σημαίνειν, ἔσται συνώνυμα, τουτέστι πολυώνυμα, καθ’ ὧν πλείω κατηγορεῖται· τῷ γὰρ συνώνυμα νῦν ἀντὶ τοῦ πολυώνυμα χρῆται. οὕτω γὰρ ἔσται ταὐτὸν σημαίνοντα, ἄν ᾖ μόνον τῇ λέξει διαφέροντα τὰ πλείω ταῦτα ὀνόματα, μίαν δὲ φύσιν σημαίνοντα. ἔσται δὲ τοῦτο, ἂν ᾖ κείμενον ταὐτὸν εἶναι τὸ καθ’ ἑνὸς κατηγορεῖσθαι καὶ τὸ ἓν σημαίνειν. εἰ δὲ οὕτως, εἴη ἂν ἓν σημαίνοντα τὰ κατὰ τοῦ αὐτοῦ κατηγορούμενα ὡς σημαίνει καὶ τὰ πολυώνυμα. καὶ τὸ εἶναι καὶ μὴ εἶναι εἰ τῷ κατὰ τοῦ αὐτοῦ δύ|νασθαι κατηγορεῖσθαι λέγει τις αὐτὰ ἓν σημαίνειν, οὕτως ἂν τοῦ αὐτοῦ κατηγοροῖτο ὡς μίαν δηλοῦντα φύσιν, ὡς εἶναι τοῦ αὐτοῦ ἄμφω ὀνόματα ταὐτὸν δηλοῦντα, οὐ τὸ αὐτὸ ἔσται τε καὶ οὐκ ἔσται πρᾶγμα, ἀλλ’ ἔσται ὀνόματα τὸ αὐτὸ πλείω ἔχον· τό τε γὰρ εἶναι καὶ τὸ μὴ εἶναι ὀνόματα αὐτοῦ. οὐδὲν γὰρ κωλύει καὶ τοῦτο γίνεσθαι ὄνομα, ὄντων κατὰ συνθήκην τῶν ὀνομάτων. ὥστε καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι ταὐτὸν ἔσται δηλοῦντα, ὡς τὰ πολυώνυμα. πάλιν δὲ τὴν πολυωνυμίαν ὁμωνυμίαν εἶπε, πρότερον αὐτὴν εἰπὼν συνωνυμίαν. ὅτι γὰρ τὸ καθ’ ὁμωνυμίαν τὸ κατὰ πολυωνυμίαν λέγει, νῦν ἐδήλωσε δι’ ὧν ἐπήνεγκεν εἰπὼν ὥσπερ εἰ ὃν ἡμεῖς ἄνθρωπον καλοῦμεν, ἄλλοι μὴ ἄνθρωπον καλοῖεν. γίνεται γὰρ οὕτως οὐχ ἡ ἀναίρεσις τοῦ ἀνθρώπου καὶ ἀπόφασις ὑπὸ τοῦ μὴ ἀνθρώπου ὀνόματος σημαινομένη, ἀλλὰ τοῦτο ὃ καὶ ἄνθρωπος ἐσήμαινεν. οὐκ. ἦν δὲ τοῦτο ἡμῖν τὸ ζητούμενον, πότερον δύναται τῷ αὐτῷ πράγματι καὶ ἄνθρωπος ὄνομα καὶ μὴ ἄνθρωπος τεθῆναι, ὡς εἶναι τὴν διαφορὰν αὐτῶν κατὰ τὴν λέξιν μόνην, μηκέτι δὲ καὶ κατὰ τὸ σημαινόμενον, ἀλλ’ εἰ ὄντων τῶν σημαινομένων ὑφ’ ἑκατέρου διαφερόντων, καὶ τοῦ μὲν ἀνθρώπου τὸ τοιοῦτον σημαίνοντος εἶδος οὗ λόγος ζῷον πεζὸν δίπουν, τοῦ δὲ οὐκ ἀνθρώπου τὴν ἀναίρεσιν τοῦ τοιούτου εἴδους οἷόν τε ἅμα ταῦτα καὶ κατὰ τοῦ αὐτοῦ κατηγορεῖσθαι οὕτως ὡς εἶναι ταὐτὸν τὸ εἶναί τε τὴν τοιαύτην οὐσίαν καὶ μὴ εἶναι· τοὺ τοιούτου γὰρ δηλωτικὴ ἡ ἀντιφατικὴ ἀντίθεσις, οὐκ ἀντιφατικὴ δὲ ἡ ἀντίθεσις ἡ κατὰ συμβεβηκός. ὁ γὰρ καθ’ οὗ ἄνθρωπος δείξας ἀληθευόμενον καὶ τὸ οὐκ ἄνθρωπος, οὐ κατὰ τὸ σημαινόμενον ὑπὸ τοῦ ἀνθρώπου ἔδειξε καὶ τὸ οὐκ ἄνθρωπος ἀληθευόμενον κατ’ αὐτοῦ, ἀλλ’ ὅτι καὶ ἄλλο τι τῷ αὐτῷ συμβεβήκει, ἐφ’ οὗ τὸ οὐκ ἄνθρωπος ἀληθεύει. εἰ οὖν ἕτερον σημαίνει τό τε ἄνθρωπος καὶ τὸ μὴ ἄνθρωπος, ὡς δέδεικται, καὶ μή ἐστι τοῦ αὐτοῦ πλείω ὄντα ταῦτα τὰ] ὀνόματα, δῆλον ὅτι καὶ οἱ λόγοι ὅ τε λέγων εἶναι ἄνθρωπον καὶ ὁ λέγων μὴ εἶναι ἄνθρωπον ἄλλο τι σημαίνει, καὶ οὐκέτι ταὐτὸν τὸ εἶναι ἀνθρώπῳ καὶ μὴ εἶναι ἀνθρώπῳ. δείξας δὲ ὅτι ἄλλο τὸ εἶναι ἀνθρώπῳ καὶ τὸ μὴ εἶναι ἀνθρώπῳ τῷ ἄλλο τὸν οὐκ ἄνθρωπον δημαίνειν τοὐ ἀνθρώπου, ἐπιφέρει ὤστε ἔσται τὸ ἀνθρώπῳ εἶναι μὴ ἀνθρώπῳ εἶναι· ἓν γὰρ ἔσται, ὃ ἀσαφῶς μὲν εἴρηται, ἴσον δὲ ἂν εἴη τῷ εἰ γάρ τις λέγοι ἓν σημαίνοντος τοῦ ἀνθρώπου ἀληθὲς ἐπ’ αὐτοῦ τό τε εἶναι ἄνθρωπον καὶ τὸ μὴ εἶναι ἄνθρωπον, ταὐτὰ σημαίνειν αὐτὰ ἐρεῖ καὶ ἑνὸς ἔσται ἀμφότερα δηλωτικά, ὡς τὰ πωλυώνμα, ὡς λώπιον καὶ ἱμάτιον. ἀλλ’ εἰ ἓν ἡ κατάφασις καὶ ἀπόφασις, ἓν ἔσται σημαίνοντα καὶ τὸ ἄνθρωπος καὶ τὸ οὐκ ἄνθρωπος, καὶ τὸ αὐτὸ | ἔσται τὸ εἶναι ἀνθρώπῳ καὶ τὸ μὴ εἶναι ἀνθρώπῳ. ἀλλὰ κεῖται καὶ δέδεικται ὅτι ἕτερον σημαίνει ἑκάτερον αὐτῶν τῷ ἕκαστον τῶν σημαινόντων ἴδιόν τι σημαίνειν. δύναται διὰ μέσου εἰπὼν τὸ εἰ δὲ μὴ σημαίνει ἕτερον τὸ ἄνθρωπος καὶ τὸ μὴ ἄνθρωπος, δῆλον ὅτι καὶ τὸ μὴ ἀνθρώπῳ τοῦ εἶναι ἀνθρώπῳ, ταῦτα εἰπὼν διὰ μέσου, τὸ ὥστε ἔσται τὸ ἀνθρώπῳ [τε] εἶναι καὶ τὰ ἐπὶ τούτῳ λέγειν συνάπτων αὐτὰ τοῖς εἰρημένοις τοῖς τὸ δὲ ἀπορούμενον οὐ τοῦτό ἐστιν, εἰ ἐνδέχεται τὸ αὐτὸ ἅμα εἶναι καὶ μὴ εἶναι ἄνθρωπον τὸ ὄνομα, ἀλλὰ τὸ πρᾶγμα· τούτοις γὰρ ἀκολουθεῖν δοκεῖ τὸ ὥστε ἔσται τὸ ἀνθρώπῳ εἶναι· ἢ καὶ τῷ ἔτι πρὸ τούτου εἰρημένῳ τῷ ὥσπερ ἄν εἰ ὃν ἡμεῖς ἄνθρωπον καλοῦμεν, ἄλλοι μὴ ἄνθρωπον καλοῖεν. δείξας δὲ ταῦτα ἐπιφέρει τοῖς δεδειγμένοις Ἀνάγκη τοίνυν, εἴτιἔστιν ἀληθὲςεἰπεῖν ὅτιἄνθρωπος, ζῷον εἶναι δίπουν· τοῦτο γὰρ ἦν ὃ ἐσήμαινεν ὁἄνθρωπος. Λαβὼν διὰ τῶν πρὸ τούτων καὶ δείξας ὅτι ἕκαστον ὄνομά ἐστιν ἑνός τινος δηλωτικό·ν, καὶ ὅτι ἄλλου μὲν τὸ ἔστιν ἄνθρωπός ἐστι σημαντικόν, ἄλλου δὲ τὸ οὐκ ἔστιν ἄνθρωπος, διαφέροντα ὄντα, καὶ ὅτι ἄλλο μὲν ἡ κατάφασις ἄλλο δὲ ἡ ἀπόφασις, νῦν συμπεραίνεται διὰ τῶν δεδειγμένων lo τὸ προκείμενον· τοῦτο δὲ ἦν τὸ δεῖξαι ὅτι μὴ οἷόν τέ ἐστιν ἐπὶ τοῦ αὐτοῦ τὴν ἀντίφασιν ἀληθεύεσθαι. εἰ γὰρ ὁ ἄνθρωπος τὸ ὄνομα φύσεως μιᾶς ἐστι σημαντικόν, αὕτη δέ ἐστι τὸ ζῷον πεζὸν δίπουν, ἀνάγκη ἀληθοῦς ὄντος τοῦ λόγου τοῦ ἔστιν ἄνθρωπος (τοῦτο γάρ ἐστι τὸ εἰρημένον διὰ τοῦ εἴτι ἔστιν ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος) εἶναιτὸ σημαινόμενον ὑπ’ αὐτοῦ τὸ ζῷον πεζὸν δίπουν· ὃ δὲ ἀνάγκη εἶναι ζῷον πεζὸν δίπουν, τοῦτο οὐκ ἐνδέχεται μὴ εἶναι ταὐτὸ τοῦτο· τὸ γὰρ ἀνάγκη εἶναι σημαντικὸν ἐστι τοῦ ἀδύνατον μὴ εἶναι. ἀλλὰ μὴν ὃ ἀδύνατον μὴ εἶναι, τοῦτο οὐκ ἀληθές ἐστιν εἰπεῖν μὴ εἶναι τότε. καθ’ οὗ ἄρα ἀληθές ἐστιν εἰπεῖν καὶ ὅτε τὸ ἔστιν ἄνθρωπος, κατ’ ἐκείνου τότε ἀδύνατόν ἐστιν ἀληθὲς εἶναι τὸ μὴ εἶναι ἄνθρωπον. ὡς δὲ ἐπὶ τούτου, καὶ ἐπὶ πάντων ὁμοίως ἔχει. εἰ δὲ τοῦτο, ἀδύνατον, ἐφ’ οὗ ἀληθὴς ἡ τινὸς κατάφασις, ἐπὶ τούτου ἀληθῆ εἶναι τότε τὴν αὐτοῦ τούτου ἀπόφασιν. ὁ δὲ πᾶς λόγος τοιοῦτος ἄν εἴη. εἰ τὸ ἄνθρωπος ὄνομα ἄλλου σημαντικόν ἐστι καὶ τὸ οὐκ ἄνθρωπος ἄλλου, καὶ μή ἐστι πολυώνυμα, καὶ ἔστι τὸ μὲν ἄνθρωπος σημαῖνον ζῷον πεζὸν δίπουν, εἴη ἄν καὶ ὁ λόγος ὁ λέγων εἶναι ἄνθρωπον ἄλλο σημαίνων καὶ ἄλλο ὁ λέγων so μὴ εἶναι ἄνθρωπον (οὐδὲν γὰρ νῦν διαφέρει), καὶ ἔσται ὁ μὲν εἶναι ἄν- θρωπον λέγων σημαίνων εἶναι ζῷον πεζὸν δίπουν, ὁ δὲ μὴ εἶναι ἄνθρωπον, | μὴ εἶναι ζῷον πεζὸν δίπουν. εἰ δὲ ταῦτα σημαίνεται ὑπ’ αὐτῶν, καθ’ οὗ ἀληθής ἐστιν ὁ λέγων λόγος εἶναι ἄνθρωπον, ἀνάγκη τοῦτο εἶναι ζῷον πεζὸν δίπουν. μὴ γὰρ ὄντος οὐχ οἷόν τε ἀληθῆ εἶναι τὸν σημαίνοντα αὐτὸ λόγον. ἀλλὰ μὴν ὃ ἀνάγκη εἶναι ζῷον πεζὸν δίπουν, τοῦτο ἀδύνατον μὴ εἶναι τότε ζῷον πεζὸν δίπουν. τοῦτο γὰρ σημαίνει τὸ ἀνάγκη εἶναι. εἰ δὲ ἀδύνατον αὐτὸ μὴ εἶναι ζῷον πεζὸν δίπουν; ἀδύνατον αὐτὸ μὴ ἄνθρωπον εἶναι. ὃ δὲ ἀδύνατον εἶναι μὴ ἄνθρωπον, τοῦτο οὐδὲ ἀληθεύσει τις λέγων εἶναι μὴ ἄνθρωπον. ἀδύνατον ἄρα ἀληθεύοντος τοῦ ἔστιν ἄν- θρωπος, ἀληθὲς εἶναι τὸ ἔστιν οὐκ ἄνθρωπος ἢ τὸ οὐκ ἔστιν ἄνθρωπος· καὶ γὰρ τοῦτο ἀληθὲς ἐπὶ μὴ ὄντος ἀνθρώπου. ὥστε ἀδύνατον ἀληθοῦς οὔσης τῆς καταφάσεως ἀληθῆ τὴν ἀπόφασιν εἶναι τὴν ἀντιφατικῶς ἀντικειμένην αὐτῇ. Ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τοῦ μὴ εἶναι ἄνθρωπον. Δείξας, ἐφ’ οὗ ἀληθές ἐστι τὸ ἔστιν ἄνθρωπος, ἐπὶ τούτου ἀδύνατον ἅμα ἀληθὲς εἶναι καὶ τὸ μὴ εἶναι ἄνθρωπον, τῷ αὐτῷ λόγῳ χρωμένους, φησίν, ἔνεστι δεικνύναι πάλιν, ἐφ’ οὗ ἀληθές ἐστι τὸ μὴ εἶναι ἄνθρωπον, μὴ δυνάμενον ἀληθὲς εἶναι τὸ εἶναι ἄνθρωπον. ἐφ’ οὗ γὰρ ἀληθές ἐστι τὸ μὴ εἶναι ἄνθρωπον, ἀνάγκη τοῦτο μὴ εἶναι ζῷον ζῷον δίπουν. ὃ δὲ ἀνάγκη μὴ εἶναι, τοῦτο ἀδύνατον εἶναι τότε· ὃ δὲ ἀδύνατον εἶναι ζῷον πεζὸν δίπουν, τοῦτο οὐκ ἀληθές ἐστιν εἰπεῖν εἶναι ζῷον πεζὸν δίπουν. ἐφ’ οὗ ἄρα ἀληθὲς τὸ μὴ εἶναι ἄνθρωπον, ἐπὶ τούτου τότε οὐχ οἷόν τε ἄλη· θὲς εἶναι τὸ εἶναι ἄνθρωπον. καὶ ἔστι τὸ μὲν μὴ εἶναι ἄνθρωπον ἀπόφασις, τὸ δὲ εἶναι ἄνθρωπον κατάφασις· ἀδύνατον ἄρα ἐπὶ τοῦ αὐτοῦ τήν τε κατάφασιν ἀληθῆ καὶ τὴν αὐτοῦ ἀπόφασιν εἶναι. ἔδειξε δὲ ὁ λόγος οὗτος, κειμένου τοῦ ἄλλο σημαίνειν τὸ εἶναι καὶ μὴ εἶναι, ἐφ’ οὗ ἀληθές ἐστι τὸ εἰπεῖν νῦν ὅτι λευκόν, ἀνάγκη τοῦτο νῦν εἶναι λευκόν, καὶ ἀδύνατον νῦν μὴ εἶναι λευκόν, ἐφ’ οὗ ἀληθὲς εἰπεῖν νῦν ὅτ·ι ἔστι λευκόν· δῆλον γὰρ ὅτι καὶ τούτων ἕκαστον, τό τε ἀνάγκη εἶναι καὶ ἀδύνατον μὴ εἶναι, ἕν τι σημαίνει. τὴν δὲ δεῖξίν φησι τὴν ἀρχὴν ἔχειν ἀπὸ τοῦ εἰλῆφθαι ἄλλο σημαίνειν τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ μὴ ἀνθρώπῳ εἶναι, ὃ ἦν ἀναγκαῖον ὁμολογεῖν τῷ τήν τε ἀντίφασιν συναληθεύειν λέγοντι καὶ σώζειν βουλομένῳ τὸ διαλέγεσθαι. πῶς δὲ ἕτερον, δείκνυσι παραθέμενος τὸ λευκόν. ὡς γὰρ ὁ λέγων λευκὸν εἶναι τοῦ λέγοντος ἄνθρωπον εἶναι διάφορόν τι σημαίνει· ὁ μὲν γὰρ λευκὸν εἶναι λέγων διάφορον μὲν καὶ ἄλλο τι λέγει τοῦ ἄνθρωπον λέγοντος εἶναι, οὐ μὴν καὶ ἀντικείμενον αὐτῷ· ὁ δὲ μὴ εἶναι ἄνθρωπον λέγων πρὸς τῷ μὴ εἶναι ἄνθρωπον λέγειν τι καὶ ἀντικείμενον λέγει τῷ λέγοντι ἄνθρωπον εἶναι· ὥστε εἰ τὸ ἧττον τοῦ ἀνθρώπου διαφέρον μὴ ἀληθεύεται κατ’ αὐτοῦ, οὐδ’ ἂν τὸ μᾶλλον αὐτοῦ διαφέρον ἀληθεύ|οιτο. εἰ δέ τις λέγοι καὶ τὸ λευκὸν εἶναι τῷ ἀνθρώπῳ εἷναι ταὐτὸν σημαίνειν τῷ δύνασθαι κατὰ τοῦ αὐτοῦ ἄμφω κατηγορεῖσθαι, ἐροῦμεν πάλιν τὸ αὐτὸ ὃ καὶ πρότερον, ὅτι οὕτως ἓν πάντα ἔσται πολλὰ ὀνόματα ἔχον, ὀὰ μόνον τὰ ἀντικείμενα, εἰ ἕν ἐστι τὰ ἑνὸς κατηγορούμενα καὶ μὴ τῷ μίν σημαίνειν φύσιν τὸ ἓν ὁρίζονται. εἰ δὲ μὴ ἐνδέχεται πάντα τὰ σημαινόμενα ὑπὸ τῶν καθ’ ἑνός τινος κατηγορουμένων τὰ αὐτὰ εἶναι, οὐδ’ ἄν τὰ σημαίνοντα αὐτὰ τὰ αὐτὰ εἴη, ἀλλ’ ἕκαστον τῶν διαφερόντων ὑπὸ τοῦ διαφέροντος ἄν σημαίνοιτο. εἰ δὲ τοῦτο, τὸ δεδειγμένον ἀνάγκη συμπεραίνεσθαι, τὸ μὴ οἷόν τε ἅμ τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, ἂν μόνον ἀποκρίνεσθαι πρὸς τὰ ἠρωτημένα ὁ προσδιαλεγόμενος βούληται. Ἐὰν δὲ προστιθῇ ἐρωτῶντος ἁπλῶς καὶ τὰς ἀποφάσεις. Ἐὰν δὲ ἁπλῶς ἐρωτώμενός τις εἰ Σωκράτης ἄνθρωπός ἐστι, μὴ ἀποκρίνηται ἁπλῶς ἢ εἶναι ἢ μὴ εἶναι αὐτὸν ἄνθρωπον, ἀλλὰ προστιθῇ καὶ τὴν ἀπόφασιν λέγων ὅτι καὶ ἄνθρωπός ἐστι καὶ οὐκ ἔστιν ἄνθρωπος, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, εὐλαβούμενος μὴ ἂν δῷ μόνον τὸ ἄνθρωπον εἶναι, περιαχθῇ κατὰ τὸν προειρημένον λόγον εἰς τὸ μὴ δύνασθαι τὸ αὐτὸ τοῦτο λέγειν τότε εἶναι καὶ μὴ εἶναι ἄνθρωπον, τῷ ἕπεσθαι μὲν δοθέντι τῷ εἶναι ἄνθρωπον, εἰ ἀληθὲς εἴη, τὸ ἐξ ἀνάγκης τότε εἶναι ἄνθρωπον καὶ ἀδύνατον εἶναι τὸ μὴ εἶναι ἄνθρωπον, ἀδυνάτου δὲ ὄντος τοῦ μὴ εἶναι τότε ἄνθρωπον, μὴ δύνασθαι ἀληθῆ εἶναι τὴν ἀπόφασιν τὴν λέγουσαν μὴ εἶναι ἄνθρωπον· ἂν δή τις τοῦτο προορώμενος ἅμα τῇ καταφάσει καὶ τὴν ἀπόφασιν λέγῃ ὑπάρχειν, οὐκ ἀποκρινεῖται τὸ ἐρωτώμενον· τό τε γὰρ ζητούμενον προλαμβάνει. ζητεῖται γὰρ τοῦτο τὸ εἰ οἷόν τε, ᾧ ὑπάρχει ἄνθρωπος, τοῦτο καὶ μὴ ἄνθρωπον εἶναι· ὁ δὲ χωρὶς δείξεως αὐτὸ λαμβάνει, οὔτε γνώριμον οὔτε ἐναργὲς ὄν, ἀξιῶν καὶ τὰ φανερὰ καὶ τὰ πᾶσιν ἐναργῆ ἀποδείκνυσθαι, καὶ διὰ τοῦτο μηδὲ τὸ ἐπὶ τῆς ἀντιφάσεως συγχωρῶν. ὅτι δὲ πρὸς τὸ ἐρωτώμενον οὐκ ἀποκρίνεται, δείκνυσιν ἐκ τοῦ, εἰ καὶ ἀληθὲς εἴη, μὴ ὀφείλειν αὐτὸν μὴ ἐξετασθέντα περὶ αὐτοῦ λέγειν· καὶ γὰρ ἄλλα μυρία ὁμολγουμένως τῷ Σωκράτει ὑπάρχει, ἀλλ’ ὅμως ὁ ἐρωτηθεὶς εἰ Σωκράτης ἄνθρωπός ἐστιν, οὐκ ἐξαριθμεῖται πάντα καὶ λέγει ‘καὶ φιλόσοφος καὶ Ἀθηναῖος καὶ σιμὸς καὶ προγάστωρ καὶ λευκὸς καὶ μουσικὸς καὶ Πλάτωνος διδάσκαλος’. ἔτι εἰ ἐν τῷ πάντα τὰ ἐνυπάρχοντα εἰπεῖν τὸ ἀποχρίνεσθαι τὸ ἐρωτώμενόν ἐστιν, εἰ ἀδύνατον πάντα εἰπεῖν, ἀδύνατος καὶ ἡ ἀπόκρισις ἔσται· ἀδύνατον δὲ πάντων ἐξαρίθμησιν ποιήσασθαι τῶν ὑπαρχόντων τινί. εἰ δὲ περὶ ἑνὸς ἐξετασθέντες μὴ πάντα τὰ ὑπάρχοντα λέγοιμεν αὐτῷ, οὐδὲ ἕν τι ἐξ αὐτῶν παρὰ τὸ | ἐν τῇ ἐρωτήσει δεόντως ἐροῦμεν· ἢ γὰρ πάντα ἢ οὐδὲν χρὴ παρὰ τὸ ἠρωτημένον· ὥστε εἰ καὶ ὅτι μάλιστα ὁ ἄνθρωπος καὶ οὐκ ἄνθρωπός ἐστιν, οὐ δεῖ καὶ τοῦτο προστιθέναι εἰ μὲν γὰρ ταὐτόν ἐστι, δέδωκε καὶ τοῦτο διὰ τοῦ δοῦναι ἄνθρωπον εἶναι· εἰ δὲ ἕτερον, οὐκ ἦν ἡ ἐρώτησις περὶ τούτου· ἡ γὰρ πάντα χρὴ τὰ προσόντα ἢ μηδὲν παρὰ τὸ ἠρωτημένον λέγειν. ἔτι καὶ αἱ τῶν ἄλλων ἀποφάσεις ἀληθεῖς κατ’ αὐτοῦ, ἀλλ’ οὐ διότι ἀληθεῖς, ἐρωτηθείς τις εἰ ὁ Σωκράτης ἄνθρωπός ἐστιν, ἀποκρίνοιτο ὅτι καὶ οὐχ ἵππος καὶ οὐ κύων· μάταιος γὰρ ἂν εἴη. οὕτως οὖν καὶ ὁ λέγων καὶ μὴ ἄνθρωπον αὐτὸν εἶναι· ἄλλο γὰρ τὸ οὐκ ἔστιν ἄνθρωπος τοῦ ἔστιν ἄνθρωπος ὰποοεοεικται. Ὄλως δὲ ἀναιροῦσιν οἱ τοῦτο λέγοντες οὐσίαν καὶ τὸ τί ἦν εἶναι. Ὅτι μὴ οἷόν τε λέγειν ἐπὶ πάντων τὸ οὐδὲν μᾶλλον ἕκαστον τῶν ὄντων εἶναι ἢ μὴ εἶναι, καὶ διὰ τούτων δείκνυσι. δοκεῖ δέ μοι ἡ ἐπιχείρησις αὕτη λέγεσθαι πρὸς τοὺς διὰ τοῦτο λέγοντας ἐπὶ πάντων οὐ μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, ὅτι ὃ νῦν ἔστι δύναται καὶ μὴ εἶναι, καὶ ὃ μή ἐστιν εἶναι, ἐπεὶ ἅμα γε τὸ ὑπὸ τῆς ἀντιφάσεως σημαινόμενον οὐδὲ ἐπὶ τῶν συμβεβηκότων οἷόν τε συνυπάρχειν, ὡς δέδεικται. ἀλλ’ εἴ τις λέγοι τούτῳ ἀληθεύεσθαι τὴν ἀντίφασιν τῷ καὶ μὴ εἶναι δύνασθαι τοῦτο ὃ κατηγορεῖται, ὅτι οὖν μηδὲ τοῦτο οἷόν τε δεικνύει ἐπὶ τῶν ἐν τῇ οὐσίᾳ καταηγορουμένων εἰπὼν γὰρ ἀναιροῦσιν οὐσίαν, ποίαν οὐσίαν ἐδήλωσε προσθεὶς καὶ τὸ τί ἦν εἶναι. τὸ γὰρ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορεῖσθαί τι ἀναιροῦσι· τὰ γὰρ ἐν τῇ κατηγορούμενα οὐχ οἷά τε ὑπάρχειν καὶ μὴ ὑπάρχειν ἐκείνῳ· ἐξ ἀνάγκης γάρ, ἐστ’ ἂν ᾗ τὸ πρᾶγμα, ὑπάρχει αὐτῷ καὶ ἔστιν ἀχώριστα αὐτοῦ. εἰ γὰρ καὶ πρὸς τὴν τῶν συμβεβηκότων ὕπαρξίν τις ἐνίσταται ὡς οὐκ ἐξ ἀνάγκης ὑπαρχόντων τότε ὅτε ἀληθὴς ἡ περὶ αὐτῶν κατάφασις, Μ’ ἐπί γε τῶν ἐν τῇ οὐσίᾳ οὐδεὶς αντείποι· ὥστε οἱ διὰ τοῦτο τὴν ἀντίφασιν ἅμα ἐπὶ τοὐ αὐτοῦ λέγοντες εἶναι ἀληθῆ, ὅτι οἷόν τε ταὐτὸ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν τοῖς αὐτοῖς, ἀναιροῦσι τὸ εἶναί τι ἐν τῇ οὐσίᾳ τινὸς κὼ τὸ ὑπάρχειν οὕτω τί τινι. οἱ γὰρ ταὐτὸν εἶναι καὶ μὴ εἶναι λέγοντες, καὶ ·μηδὲν μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἑκάστου κατηγορεῖσθαι διὰ τὸ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν κατηγορούμενον αὐτοῦ δύνασθαι, ἀναιροῦσι τὸ εἶναί τι ἑκάστου τῶν ὄντων εἶδος καὶ οὐσίαν, καθ’ ἥν ἐστιν ἑκάστῳ τὸ εἶναι καὶ τὸ κατηγορεῖσθαι ὅλως τί τινος καθ’ αὑτό τε καὶ ἐν τῇ οὐσίᾳ· οὐδὲν γὰρ ἔσται τῶν κατηγορουμένων τινὸς ὡς γένος καὶ ἐν τῷ ὅπερ, τουτέστιν ἐν τῇ οὐσίᾳ, κατηγορούμενον, οὐδὲ ὅλως ὡς οὐσία καὶ εἶδος καὶ ὡς ὁρισμὸς καὶ τί ἦν εἶναι, εἰ πάντα τὰ κατηγορούμενα αὐτοῦ καὶ μὴ ὑπάρχειν οἷά τε· ἀλλ’ ἔσται συμβεβη|κότα πάντα, καὶ οὔτε ὅπερ ἀνθρώπῳ εἶναι ἔσται τινὶ οὔτε ὅπερ ζῴῳ, τουτέστιν οὐδενὸς ἐν τῇ οὐσίᾳ ἢ ὡς εἶδος ἢ γένος οὔτε ὁ ἄνθρωπος οὔτε τὸ ζῷον κατηγορηθήσεται, ἀλλ’ ὡς συμβεβηκότα. εἰπὼν δὲ καὶ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ οὐκέτι προσέθηκε τὸ ἀναιροῦσιν· ἦν γὰρ προειρημένον καὶ κείμενον· προεῖπε γὰρ ὅλως δὲ ἀναιροῦσιν οἱ τοῦτο λέγοντες. τὸ δὲ τί ἦν εἶναι μὴ εἶναι ἐνδεέστερον ἔχειν δόξει· λείπει γὰρ αὐτῷ ὁ ‘καί’ σύνδεσμος, ἵνα ᾖ ‘καὶ τὸ τί ἦν εἶναι μὴ τουτέστι τουτέστι καὶ τὸν ὁρισμὸν μὴ εἶναι. ἀναιρουμένου γάρ τοῦ ἐν τῇ οὐσίᾳ εἶναί τινα κατηγορούμενα, ἀναιρεῖται καθόλου καὶ τὸ εἶναί τινος ὁρισμόν· ὁ γὰρ ὁρισμὸς ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων. δύναται καὶ τὸ ὅπερ ἀνθρώπῳ ἢ ζῴῳ εἶναι τίην εἶναι μὴ εἶναι εἰρῆσθαι ἀντὶ τοῦ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ εἶναι μὴ εἶναι τί ἦν εἶναί τινος, τουτέστι μὴ ἐν τῇ οὐσίᾳ μηδὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, ὡς εἰρῆσθαι τὸ τί ἦν εἶναι ἀντὶ τοῦ τί ἐστιν. Εἰ γὰρ ἔσται τι ὅπερ ἀνθρώπῳ εἶναι. Δείκνυσι διὰ τούτων ὅτι ἀναιρεῖται τὸ ὅπερ ἀνθρώπῳ εἶναι, καὶ ὅλως τὸ ἐν τῇ οὐσίᾳ τινὸς ὡς γένος ἢ εἶδος κατηγορεῖσθαι, εἰ ἐπὶ παντὸς ἡ ἀντίφασις συναληθεύοιτο. τεθέντος γὰρ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορεῖσθαι, ἀδύνατον ἐπ’ ἐκείνου τὴν ἀπόφασιν ἔτι λέγειν ἀληθῆ. εἰ γὰρ εἴη τι τῶν ὄντων ὅπερ ἄνθρωπος, ὡς ἐν τῷ τί ἐστιν αὐτοῦ τὸν ἄνθρωπον κατηγορεῖσθαι, οὐχ οἷόν τε τοῦτο μὴ ἄνθρωπον εἶναι. ὁμοίως δὲ οὐδὲ ἄλλο τι οἷόν τε μὴ εἶναι τοῦτο ὃ ἐν τῷ ὁρισμῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ κατηγορεῖται. εἰ γὰρ ἔσται τι γένος τοῦ ἀνθρώπου, ἢ ὅλως τί ἦν εἶναι εἴη τινός, οὐχ οἷόν τε τοῦτο μὴ ὑπάρχειν αὐτῷ· ὃ γάρ ἐστιν ὅπερ ἄνθρωπος, τοῦτο οὐχ οἷόν τε ἅμα καὶ μὴ ἄνθρωπον εἶναι ἢ μὴ εἷναι ἄνθρωπον. εἰ δὲ μὴ τὸ πρᾶγμα, οὐδὲ αἱ ἀποφάσεις αἱ σημαίνουσαι τοῦτο τὸ μὴ εἶναι ἄνθρωπον αὐτόν· τούτων γάρ τις ἀπόφασις τῆς τόδε τι ὅπερ ἄνθρωπον εἶναι λεγούσης. προσέθηκε δὲ τὸ ἓν γὰρ ἦν ὃ ἐσήμανε, καὶ ἦν τοῦτο τινὸς οὐσία ὑπομιμνήσκων ἡμάς τῶν δεδειγμένων, ὅτι ὁ σημαίνων ἕν τι σημαίνει καὶ ὡρισμένον, ὥστε καὶ ὁ λέγων τόδε ὅπερ ἄνθρωπον εἶναι ἕν τι σημαίνει, καὶ ἔστι τοῦτο οὐσία αὐτοῦ, τουτέστιν ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ. καὶ οὐχ οἷόν τε αὐτὸ μὴ ὑπάρχειν αὐτῷ· ἐν γὰρ τούτῳ ἔστιν αὐτό. Εἰ δ’ ἔσται αὐτῷ τὸ ὅπεπ ἀνθρώπῳ εἶναι. Τουτέστιν εἰ δὲ εἴη τὸ ὑποκείμενον ὅπερ ἄνθρωπος, τουτέστιν εἰ ἐν τῷ ὅπερ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ εἴη ὁ ἄνθρωπος κατηγορούμενος, οὐκ ἄν αὐτῷ ἐφαρμόζοι ἔτι ἢ τὸ μὴ εἶναι ὅπερ ἀνθρώπῳ ἢ τὸ εἶναι ὅπερ μὴ ἀνθρώπῳ. ἄλλο γὰρ ἔσται, εἰ ταῦτα | ἀληθεύοιτο κατ’ αὐτοῦ, καὶ οὐ τοῦτο οὗ ἐν τῷ ὅπερ ὁ ἄνθρωπος κατηγορεῖται. οὕτω δὲ οὐκέτ’ ἄν ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ μένοντος. διὸ οὐχ οἷόν τε ἔσται τῶν ἐν τῇ οὐσίᾳ τινὸς κατηγορουμένων δύνασθαί ποτε καὶ τὰς ἀποφάσεις ἀληθῶς καταηγορεῖσθαι· εἰ γὰρ μὴ ὑπάρχει αὐτῷ τὸ ἐν τῇ οὐσίᾳ ὂν αὐτοῦ, οὐδ’ ἄν εἴη καὶ αὐτὸ ἔτι. οὐ γὰρ οἷόν τε τῆς οὐσίας τινὸς ἀναιρουμένης αὐτὸ σώζεσθαι καὶ ὑπομένειν. ἐπὶ γὰρ τῶν συμβεβηκότων οἷόν τε τοῦτο μόνον τὸ ὑπομένειν τὸ ὑποκείμενον καὶ ὑπάρχειν αὐτῷ τιθεμένων τῶν συμβεβηκόεἶναι τῶν καὶ μὴ ὑπάρχειν, τῳ μὴ εἶναι ὲν τούτοις αὐτῷ τὸ εἶναι. δύναται καὶ τοιοῦτον εἶναι τὸ εἰ δὲ ἔσται αὐτῷ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἅμα καὶ ὅπερ μὴ ἀνθρώπῳ εἶναι ἢ ὅπερ μὴ εἶναι ἀνθρώπῳ οὐδὲν γὰρ διαφέρει ὁπότερον ἄν ληφθῇ), ἄλλο τι ἔσται, τουτέστιν οὐχ ἕν ἔτι ἔσται, ἀλλὰ πλείω καὶ διαφέροντα εἴδη· εἰ γάρ τις πάντα οὕτω τισὶν ὑπάρχοντα λέγοι εἶναι ὡς τὰ αὐτὰ καὶ μὴ ὑπάρχειν δύνασθαι, οὗτος οὐδὲν εἶδος ἐρεῖ τοῦ πράγματος εἶναι οὐδὲ οὐσιώδη λόγον καὶ ὁρισμόν, ἀλλὰ πάντα κατηγορούμενά τινος κατὰ συμβεβηκὸς κατηγορηθήσεται καὶ ὡς συμβεβηκότα. τὸ μὲν γὰρ συμβεβηκός τινι ἄλλο ἐν ἄλλῳ ὑπάρχει, ὡς τὸ λευκὸν τῷ ἀνθρώπῳ. διὸ δύναται καὶ μὴ ὑπάρχειν αὐτῷ σωζομένῳ· τὸ δὲ εἶδος καὶ ἡ οὐσία ἡ ἑκάστου οὕτως αὐτοῦ κατηγορεῖται, οὐχ ὡς ἄλλῳ τινὶ ὄντι αὐτῷ ὑπάρχουσα, ἀλλ’ ὡς τούτῳ ὄντι αὐτῷ καὶ ἐν τούτῳ αὐτῷ τὸ εἶναι ἔχοντι. τὸ δὲ εἶναι ὅπερ μὴ ἄνθρωπον ἢ μὴ εἶναι ὅπερ ἄνθρωπον κοινότερον ἔλαβεν ὡς ἀπόφασιν τοῦ εἶναι ὅπερ ἄνθρωπον, τῷ τὸ αὐτὸ ἄτοπον ἕπεσθαι ὁπότερον ἄν τις λέγοι ἀπόφασιν αὐτοῦ εἶναι· καθ’ ἑκάτερον γὰρ αὐτῶν ἀναιρεῖται τὸ ὅπερ εἶναι καὶ ἡ οὐσία. φανερώτερον δὲ τὸ ἄτοπον ἐπὶ τοῦ εἶναι ὅπερ μὴ ἄνθρωπον, ὃ δοκεῖ κατάφασις ἡ ἐκ μεταθέσεως εἶναι, εἴ γε ὁ τοῦτο λέγων, φυλάσσων τὸ ὑποκείμενον, οὔ φησιν αὐτὸ ὅπερ τοῦτο εἶναι ὅ ἐστιν· ὃ καὶ ἀξιοῖεν ἄν οἱ τὴν ἀντίφασιν κατὰ τοῦ αὐτοῦ ἅμα ἀληθῆ λέγοντες. καίτοι οὐδὲ τὴν ἀρχὴν ἔτι εἶναι δύναται, εἰ μὴ εἴη τὸ ἐν ᾧ αὐτῷ τὸ εἶναι. Εἰ δὲ πάντα κατὰ συμβεβηκὸς λέγεται, οὐθὲν ἔσται πρῶτον τὸ καθόλου. Δείξας ὅτι ἀναιροῦσιν ἐκ τῶν ὄντων τὸ εἶδος καὶ τὸν ὁρισμὸν καὶ τὸ ὅλως καθ’ αὑτό τι κατηγορεῖσθαί τινος οἱ καὶ εἶναι καὶ μὴ εἶναι τὸ αὐτὸ λέγοντες καὶ διὰ τοῦτο τὴν ἀντίφασιν συναληθεύεσθαι φάσκοντες πάντα γὰρ ποιοῦσιν οὕτω κατηγορούμενα τῶν ὑποκειμένων ὡς συμβεβηκότα), δείκνυσιν ἑπόμενον καὶ ἄλλο τι ἄτοπον, εἰ πάντα τις λέγοι τὰ ὄνια συμβεβηκότα· φησὶ γὰρ μηδὲν ἔσεσθαι πρῶτον τὸ καθόλου. τοῦτο δὲ ἤτοι εἴρηκε σημαίνων ὅτι μὴ ἔσται | τὸ πρῶτον γένος, τουτέστιν οὐκ ἔσται τῶν γενῶν τὸ πρῶτον ἡ οὐσία· πάντα μὲν γὰρ τὰ γένη καθόλου, πρῶτον δὲ αὐτῶν ἡ οὐσί, ἀναιρεθήσεται δὲ τὸ γένος τοῦτο, ὅτι οὐδενὶ ὄντι συμβέβηκεν, οὐδέ τινος ὡς συμβεβηκὸς ἡ οὐσία κατηγορεῖται, ἀλλ’ οὗ ἂν κατηγορῆταί τις οὐσία, συνωνύμως τε καὶ ἐν τῇ οὐσίᾳ κατηγορεῖται. εἰ γὰρ οὔσης τῆς οὐσίας ἀναγκαῖον εἶναι καὶ τὴν τοιαύτην κατηγορίαν, μὴ οὔσης τῆς τοιαύτης κατηγορίας οὐδ’ ἄν ἡ οὐσία εἴη· ἧς κατηγορίας ἀναιρουμένης ἀναιροῖτο ἄν καὶ τὸ τῆς οὐσίας γένος ἐκ τῶν ὄντων. ἀλλὰ μὴ οὔσης τῆς ὡς γένος οὐσίας οὐδ’ ἂν ἡ ἄτομος εἴη· ἀναιρουμένου γὰρ καθόλου τοῦ γένους αὐτῆς οὐδ’ ἄν αὐτὴ εἴη· οὕτως δὲ οὐδ’ ἄν κατηγοροῖτό τι κατ’ οὐσίας, ἀλλ’ ἐν πάσῃ κατηγορίᾳ καὶ τὸ ὑποκείμενον ἄν συμβεβηκὸς εἴη. μὴ οὔσης δὲ οὐσίας τοῦ ὑποκειμένου ἀλλὰ συμβεβηκότος, ἐπ’ ἄπειρον ἄν ἄλλῳ ἄλλο ὑποκείμενον λαμβάνοιτο τῷ τὸ συμβεβηκὸς ἀεὶ καθ’ ὑποκειμένου τινὸς σημαίνειν τὴν κατηγορίαν, τουτέστιν ἐν ἄλλῳ εἶναι, καὶ ὑποκείμενόν τι ἔχειν, καὶ μὴ δύνασθαι ἢ αὐτὸ ὑποκείμενον εἶναι ἢ εἶναι χωρὶς ὑποκειμένου. εἰ γὰρ εἴη ἐν τῇ Σωκράτης λευκός ἐστι προτάσει καὶ τὸ Σωκράτης συμβεβηκὸς ἄλλου ὑποκειμένου, δεήσεται κἀκεῖνο πάλιν ἄλλου, καὶ τοῦτο ἐπ’ ἄπειρον. τοῦτο δ’ ἀδύνατον δείκνυσι. δύναται γεγράφθαι οὐδὲν ἔσται πρῶτον τὸ καθ’ οὗ, τουτέστι τὸ πρῶτον καὶ ὑποκείμενον, καθ’ οὗ τὰ συμβεβηκότα, ἀναιρεῖται· ἀναιροῦντες γὰρ τὴν τοιαύτην κατηγορίαν ἀναιροῦσι καὶ τοῦτο ᾧ ἐν τῷ οὕτω κατηγορεῖσθαι μόνως τὸ εἶναι· τοιοῦτον γὰρ ἡ οὐσία. ἀναιρουμένης δὲ τῆς οὐσίας οὐδὲν ἄν εἴη τὸ ἔσχατον ὑποκείμενον, πάντων τῶν ὄντων συμβεβηκότων ὄντων· οὕτω δ’ ἄν ἐπ’ ἄπειρον αἱ κατηγορίαι γίγνοιντο. τὴν δὲ αἰτίαν τοῦ μηδὲν ἔσεσθαι πρῶιον ὑποκείμενον καὶ οὐσίαν, εἰ πάντα εἴη συμβεβηκότα, ἀπέδωκεν οὕτως· εἰ ἀεί, φησί, τὸ συμβεβηκὸς καθ’ ὑποκειμένου σημαίνει τὴν κατηγορίαν. εἰ γὰρ πᾶν συμβεβηκὸς ὑποκείμενόν τι ἔχει ἐν ᾧ ἔστι καὶ καθ’ οὗ κατηγορεῖται, καὶ μηδέν ἐστι συμβεβηκὸς ὑποκείμενον, οὕτως ἐρεῖ εἶναι οὐδὲ οὐσίαν. εἰ δὲ εἴη πάντα συμβεβηκότα καὶ μηδὲν ἔσχατον ὑποκείμενον καθ’ οὗ τὰ ἄλλα, αὐτὸ δὲ κατ’ οὐδενός, πρῶτον μὲν οὐδ’ ἂν συμβεβηκὸς τι εἴη ἔτι· μὴ γὰρ οὔσης οὐσίας οὔτε συμβεβηκός τι οἷόν τε εἶναι· ἀλλ’ οὐ κατὰ τοῦτο νῦν εὐθύνει τὴν δόξαν, ἀλλά φησιν ὅτι εἰς ἄπειρον αἱ κατηγορίαι προοδεύσονται, ἀεὶ τοῦ ληφθέντος ὡς ὑποκειμένου τινὶ κατ’ ἄλλου πάλιν λεγομένου, τῷ καὶ αὐτὸ ὁμοίως τῷ πρὸ αὐτοῦ συμβεβηκὸς εἶναι καὶ μὴ οὐσίαν τινά. ἀδύνατον δέ, ὅτι τὴν ἀρχὴν οὐδὲ οἷόν τε συμβεβηκός τι συμβεβηκότι συμβεβηκέναι. εἰ δὲ μὴ τοῦτο, πῶς ἂν οἷόν τε εἴη ἐπ’ ἄπειρον γίνεσθαι τὰς κατηγορίας τοῦ συμβε|βηκότος; οὐδὲν γὰρ γίνεται ὅλως ἐκ πλειόνων συμβεβηκότων ἕν τι συντιθεμένων. μόνον γὰρ ἐν ταῖς κατὰ συμβεβηκὸς προτάσεσι λεγομέναις δύο συμπλέκεται συμβεβηκότα, οὐχ ὡς τοῦ ἑτέρου αὐτῶν τῷ ἑτέρῳ συμβεβηκότος, ἀλλ’ ὅτι ἄμφω τῷ αὐτῷ συμβέβηκε· τοῦτο γὰρ σημαίνει ἡ πρότασις ἡ λέγουσα τὸ λευκὸν μουσικὸν ἢ τὸ μουσικὸν λευκόν· οὐ γὰρ διαφέρει ὅπως ἂν ῥηθῇ. ἀντέστρεψε δὲ αὐτά, ἵνα δείξῃ ὅτι οὐδέτερον αὐτῶν ὑπόκειται τῷ ἑτέρῳ, ἀλλ’ ἔστι τὸ σημαινόμενον τὸ ἄμφω τῷ αὐτῷ τινι συμβῆναι. καὶ ἡ μὲν ἑτέρα τῶν κατὰ συμβεβηκὸς προτάσεων ἡ ἔχουσα συμβεβηκὸς συμβεβηκότι ἐπιφερόμενον, ἣ καὶ κυρίως ἐστὶ κατὰ συμβεβηκός, ἐστὶ τοιαύτη ὡς μέχρι φωνῆς ὑποτιθέναι τὸ ἕτερον τῷ μηδὲ γίνεσθαι τὴν τοιαύτην πρότασιν μίν κυρίως. ἡ δὲ ἑτέρα, ἐν ᾗ συμβεβηκὸς οὐσίας κατηγορεῖται, οὐκ ἔστι τοιαύτη. τὸ γὰρ Σωκράτης μουσικός ἐστιν οὐ τοιοῦτόν ἐστιν οἷον τὸ μουσικὸν λευκόν ἐστιν. ὁ γὰρ λέγων ‘Σωκράτης μουσικός ἐστιν’, οὐ τοῦτο λέγει ὡς ἀμφότερα, καὶ ὁ Σωκράτης καὶ ὁ μουσικός, ἄμφω τῷ αὐτῷ συμβέβηκεν, οἷον τῷ ἀνθρώπῳ· οὐδὲ γὰρ τὴν ἀρχὴν ἐν αὐτῇ δύο ἐστὶ συμβεβηκότα. λαβὼν δὲ ἀμφοτέρους τοὺς τρόπους τῆς κατὰ συμβεβηκὸς κατηγορίας, ἑξῆς ὅτι μηδὲ καθ’ ἕτερον τῶν τρόπων ἐπ’ ἄπειρον οἷόν τε γίνεσθαι τὴν κατηγορίαν ὑπομιμνήσκει, καὶ πρῶτον ἐπὶ τῆς ἐχούσης τὴν οὐσίαν τῷ συμβεβηκότι ὑποκειμένην. οὐ γὰρ μόνον οὐχ οἷόν τε ἐπ’ ἄπειρον συντιθέναι τὰ συμβεβηκότα οἷον Σωκράτους κατηγοροῦντας αὐτά, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ δύο οἷόν τέ ἐστι λαβεῖν· ἄν γὰρ τῇ ‘Σωκράτης μουσικός ἐστι’ προστεθῇ τὸ λευκὸν ἤ τι ἄλλο συμβεβηκός, οὐκέτι γίνεται ἓν τὸ λεγόμενον, οὐδὲ ἡ πρότασις μία. ἀλλ’ οὐδὲ ἂν ᾖ συμβεβηκὸς ὑποτιθέμενον συμβεβηκότι, οὐδ’ ἐκεῖ ἐπ’ ἄπειρον ἔστι τὴν σύνθεσιν τῶν συμβεβηκότων λαμβάνειν, ὅτι μηδὲ τὴν ἀρχὴν κυρίως τοῦ συμβεβηκότος τὸ συμβεβηκὸς κατηγορεῖται· τι· οὐδὲν γὰρ μᾶλλον τοῦτο ἐκείνου ἢ ἐκεῖνο τούτου ἐστί, καὶ δέδεικται ὅτι πλείω συμβεβηκότα ἢ δύο ἐν τῇ τοιαύτῃ προτάσει οὐ συντίθεται. εἰ δὴ διττὸς μὲν ὁ τρόπος τῶν κατὰ συμβεβηκὸς καταηγορουμένων, κατ’ σὐδέτερον δὲ αὐτῶν οἷόν τε τὰς κατηγορίας ἐπ’ ἄπειρον ποιεῖσθαι τῶν συμβεβηκότων, οὐδὲ οἷόν τε συμπλέξαι, οὐκ ἂν εἴη ἐπ’ ἄπειρον τοῖς συμβεβηκόσιν ἡ κατηγορία. εἰ δὲ τοῦτο, οὐ πάντα κατὰ συμβεβηκὸς λεχθήσεται. εἰ γὰρ δεῖ μέν, εἰ μόναι εἶεν αἱ κατὰ συμβεβηκὸς κατηγορίαι, ἐπ’ ἄπειρον γίνεσθαί τε καὶ λαμβάνεσθαι ἄλλο ἄλλου κατηγορούμενον, μόναι δὲ ἔσονται, εἰ μὴ εἴη ἐν τῇ οὐσίᾳ κατηγορούμενά τινα (ἀναιρεῖται γὰρ οὕτως ἡ οὐσία), οὐχ οἷόν | τε δὲ τοῦτο, δῆλον ὅτι μὴ μόνα τὰ ὡς συμβεβηκότα κατηγορούμενα. τὸ δὲ οἷον τῷ Σωκράτει τῷ λευκῷ ὁμοίως ἕτερόν τι συμβεβηκὸς δεικτικόν ἐστι τοῦ μὴ δύνασθαι τοῦ ὑποκειμένου μετὰ τοῦ συμβεβηκότος ὑποτιθεμένου πάλιν συμβεβηκός τι κατηγορεῖν· οὗ αἰτίαν ἀπέδωκεν ὅτι μὴ γίνεταί τι ἓν ἐξ ἀπάντων, τοὐ τε Σωκράτους καὶ τῶν δύο συμβεβηκότων. τὸ δὲ οὐδὲ δὴ τῷ λευκῷ ἕτερόν τι συμβεβηκὸς δεικτικόν ἐστι τοῦ ὅτι μηδὲ τῷ ἄλλο ἄλλου συμβεβηκὸς συμβεβηκότος κατηγορεῖν οἷόν τε αὔξεσθαι τὰς τῶν συμβεβηκότων κατηγορίας ἐπ’ ἄπειρον, οὗ τὰς αἰτίας οὗτός τε σαφῶς παρέθετο καὶ ἡμεῖς προειρήκαμεν. μήποτε δὲ ἄμεινον οὕτως ἀκούειν τῆς λέξεως τῆς εἰ δὲ πάντα κατὰ συμβεβηκὸς λέγεται, οὐδὲν ἔσται πρῶτον τὸ καθόλου. εἰ πᾶν, φησί, κατὰ συμβεβηκὸς κατηγορεῖται, οὐδὲν ἔσται πρῶτον καθόλου, ὃ ἴσον ἄν εἴη τῷ οὐδεμία ἔσται κατηγορία πρώτη τε καὶ καθόλου, τουτέστιν οὐδεμία ἔσται πρότασις ἄμεσος. τῶν γὰρ προτάσεων τῶν ἐχουσῶν τι τῶν ἐν τῇ οὐσίᾳ τοῦ ὑποκειμένου ὄντων κατηγορούμενον αὐτοῦ πρώτη ἡ ἄμεσος. τὰ γὰρ καθ’ αὑτὰ καὶ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορούμενα καθόλου εἶπε. τῷ μὲν οὖν μηδὲν εἶναι ἐν τῇ οὐδίᾳ κατηγορούμενον ἕπεται τὸ πᾶσαν κατηγορίαν γίνεσθαι κατὰ συμβεβηκός, τῷ δὲ μηδὲν εἶναι ἄμεσον πρότασιν τὸ ἐπ’ ἄπειρον γίνεσθαι τὰς κατηγορίας, ἄλλου πρὸ ἄλλου λαμβάνεδθαι δυναμένου. δέδεικται γὰρ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ὅτι εἰ μὴ εἴη ἄμεσος πρότασις, ἐπ’ ἄπειρον αἱ κατηγορίαι προελεύσονται. ἀλλὰ μὴν ἀδύνατον ἐν τοῖς κατὰ συμβεβηκὸς κατηγορουμένοις τοῦτο γίνεσθαι, ὅτι μηδὲ τὴν ἀρχὴν οἷόν τε συμβεβηκός τι συμβεβηκέναι σξυμβεβηκότι. καὶ δοκεῖ μοι μᾶλλον αὕτη ἡ ἐξήγησις τοῖς λεγομένοις ἐφαρμόζειν. εἴη δ’ ἂν συνελόντι ὁ λόγος οὕτως ἅπας ἔχων. εἰ ἐπὶ τοῦ αὐτοῦ ἡ ἀντίφασις ἅμα ἀληθής, οὐδὲν ὡς ἐν τῇ οὐσίᾳ ὂν τοῦ ὑποκειμένου κατηγορηθήσεται, ἀλλὰ πάντα κατὰ συμβεβηκός, οὐδὲ ἀμέσως, ἀλλ’ ἐπ’ ἄπειρον αἱ κατηγορίαι τῶν συμβεβηκότων, τῷ μηδὲ τὴν ἀρχὴν συμβεβηκέναι τι συμβεβηκότι· οὐδὲ γὰρ συλλογίσασθαί τι οἷόν τε συμβεβηκὸς δι’ ὅρου μέσου συμβεβηκότος, εἰ μὴ τὸ δεικνύμενον ἐν τῷ συμπεράσματι συμβεβηκὸς τῶν καθ’ αὑτὰ ὑπαρχόντων εἴη τῷ συμβεβηκότι εἰλημμένῳ ὅρῳ μέσῳ· τοιοῦτον γὰρ τὸ Σωκράτης περιπατεῖ, πᾶν τὸ περιπατοῦν κινεῖται· τὸ γὰρ κινεῖσθαι ἐν τῇ οὐσίᾳ τοῦ περιπατεῖν. οὐδ’ ἄρα ἡ ἀντίφασ·ς ἐπὶ τοῦ αὐτοῦ. | Ἔτι εἰ ἀληθεῖς αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ πᾶσαι. Πιθανῇ ἐπιχειρήσει χρῆται· λέγει γὰρ ἕπεσθαι τῷ λέγοντι ἅμα ἀληθεῖς εἶναι τὰς ἀντιφάσεις τὸ ἕκαστον τῶν ὄντων πάντα εἶναι· εἰ γὰρ ἀληθεῖς ἐπὶ τοῦ αὐτοῦ πᾶσαι αἱ ἀντιφάσεις, πάντα ἔσται τὰ αὐτὰ ἀλλήλοις καὶ πάντα ἕν. ὅτι μὲν οὖν πᾶσαι ἐπὶ τοῦ αὐτοῦ αἱ ἀντιφάσεις, ὕστερον δείξει· πρῶτον δὲ δείκνυσι πῶς πάντα ἓν εἶναι ἕπεται ἐκείνῳ τῷ κειμένῳ. εἰ γὰρ ἀληθὲς ἐπὶ τοῦ ἀνθρώπου τὸ μὴ εἶναι ἵππον αὐτὸν μηδὲ τοῖχον μηδὲ λίθον μηδὲ τριήρη καὶ πάντα ὅσα οὐκ ἔστιν, συναληθεύουσι δὲ αἱ ἀντιφάσεις, ἔσται ἅμα ὁ ἄνθρωπος καὶ ἵππος καὶ λίθος καὶ τοῖχος καὶ τριήρης καὶ πάντα ὅσα οὐκ ἔστιν, δοθέντος μόνον τοῦ δύνασθαι, καθ’ οὗ τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως, καὶ τὸ ἕτερον κατηγορεῖσθαι. τὸ δὲ καθάπερ ἀνάγκη τοῖς τὸν Πρωταγόρου λόγον λέγουσιν εἴρηκεν, ὅτι ἀνάγκη κατὰ τὴν ἐκείνου δόξαν, λέγοντος πᾶν τὸ φαινόμενον ᾧ φαίπρὸ νεται ἀληθὲς εἶναι, τὴν ἀντίφασιν ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἶναι· περὶ γὰρ τῶν αὐτῶν ἀντικείμεναι φαντασίαι γίνονταί τισιν, αἳ εἰ ἀληθεῖς εἰσι κατ’ αὐτῶν, εἴη ἄν κατ’ ἐκεῖνον ἅμα ἡ ἀντίφασις ἀληθὴς ἐπὶ τοῦ αὐτοῦ, ὡς καὶ αὐτὸς δείξει ὀλίγον προελθών. τὸ δὲ εἰ γάρ τῳ δοκεῖ μὴ εἶναι τριήρης ὁ ἄνθρωπος, δῆλον ὡς οὐκ ἔστι τριήρης δεικτικὸν μέν ἐστι τοῦ πᾶσαν ἀντίφασιν ἀληθῆ ἐπὶ παντὸς γίνεσθαι· ἤτοι δὲ ἔτι Πρωταγόρου μνημονεύων τὸ δοκεῖ εἷπεν, ἐπεὶ ἐκεῖνος πάσαν δόξαν καὶ πᾶσαν φαντασίαν ἔλεγεν ἀληθῆ, ἢ οὐκέτι τοῦτο ὡς περὶ τῆς Πρωταγόρου δόξης λέγει· οὐδὲ γὰρ ἕπεται ὃ λέγει Πρωταγόρᾳ. ἢ οὐ πρὸς ἄλλο τι ἐχρήσατο τῷ δοκεῖ ἢ πρὸς τὸ δεῖξαι ἀληθῆ γινομένην τὴν ἀπόφασιν· ὃ δείξας λοιπὸν ὡς ἐκείνοις ἑπόμενον προστίθησι καὶ λαμβάνει ὅτι ἐφ’ οὗ ἡ ἀπόφασις, ἀκολουθήσει ἐπὶ τούτου καὶ τὴν κατάφασιν αὐτοῦ ἐκείνου ἀληθῆ εἶναι, καθ’ οὗ ἅμα ἡ ἀντίφασις ἀληθής· ὃ γὰρ μή ἐστι τριήρης, καὶ τριήρης ἔσται, εἴ γε ἡ ἀντίφασις. οὕτω δὲ ἕκαστον ἂν τῶν ὄντων γίγνοιτο πάντα. ἔσεσθαι γάρ φησιν οὕτως τὸ τοῦ Ἀναξαγόρου ἀληθὲς τὸ “ὁμοῦ πάντα χρήματα”· ἀλλὰ κατ’ ἐκεῖνον μὲν ὡς εἰλικρινῶς μηδὲν ἓν εἶναι καὶ τόδε τι, ὃ λέγεται, τῶν πραγμάτων τῷ πάντα λέγεσθαι ἐν πᾶσιν· κατὰ δὲ τοὺς οὕτω λέγοντας τῷ ἕπεσθαι αὐτοῖς τὸ πάντα τὰ αὐτὰ ἀλλήλοις εἶναι λέγειν. Τὸ ἀόριστον οὖν ἐοίκασι λέγειν, καὶ οἰόμενοι τὸ ὂν λέγειν περὶ τοῦ μὴ ὄντος λέγουσιν. Εἰπὼν ὅτι ἕπεται τοῖς τὴν ἀντίφασιν συναληθεύεσθαι λέγουσι τὸ ἕκαστον τῶν ὄντων πάντα εἶναι καὶ τὸ τοῦ Ἀναξαγόρου, τὸ ὁμοῦ πάντα εἶναι χρήματα, φησὶ τοὺς τοῦτο λέγοντας ἐοικέναι περὶ τῆς ὕλης τὸν λόγον ποιεῖσθαι. αὕτη γὰρ ἀόριστος τῷ δυνάμει πάντα εἶναι, ἐνεργείᾳ δὲ μηδέν· ὐδὲ γὰρ οἷόν τε ἐνεργείᾳ πάντα εἶναι· ὥστε περὶ τοῦ ὄντος λέγειν βουλόμενοι περὶ τοῦ μὴ ὄντος τὸν λόγον ποιοῦνται. μὴ ὂν γὰρ ὃ δυνάμει μὲν ἔστιν, ἐνεργείᾳ δὲ μή· οὔτε γὰρ ἄνθρωπος ἤδη ὁ δυνάμει τις ἄνθρωπος, οὔτε ἵππος, οὔτε τῶν ἄλλων τι. τοιοῦτον δὲ ἡ ὕλη· δυνάμει γὰρ ἕκαστόν ἐστι τῶν ἐξ αὐτῆς γιγνομένων· οὐ γὰρ δὴ δύναταί τι ἐνεργεία εἶναι πάντα. εἶπε δὲ καὶ περὶ τῆς Ἀναξαγόρου δόξης ἐν τοῖς πρώτοις λέγων, ὡς δι’ ὧν ἔλεγε πάντα ἐν πᾶσι μεμῖχθαι τὴν ὕλην ὀνειροπολοῦντος, ἐνεργείᾳ πάντα τὰ ὄντα εἶναι. Ἀλλὰ μὴν λεκτέον γ’ αὐτοῖς κατὰ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν. Δείξας ἑπόμενον τῷ τὴν ἀντίφασιν συναληθεύειν λέγοντι τὸ οὗ ἡ ἀπόφασις ἐπί τινος ἀληθής, ἐπ’ ἐκείνου καὶ τὴν κατάφασιν αὐτοῦ ἐκείνου ἀληθῆ γίγνεσθαι, νῦν δείκνυσιν ὅτι ἀνάγκη αὐτοῖς λέγειν ἐπὶ παντὸς πᾶσαν ἀντίφασιν κατηγορεῖσθαι. τοῦτο δὲ δείκνυσιν, ἐπεὶ ἐνῆν λέγειν αὐτοῖς, ἐφ’ οὗ μὲν τὸ ἕτερον ἀληθὲς μόριον τῆς ἀντιφάσεως, καὶ θάτερον, δύνασθαι δὲ ἐπί τινων μηδέτερον ἀληθὲς εἶναι. ὅτι οὖν ἐξ ἀνάγκης πάσης θάτερον λεκτέον αὐτοῖς ἀληθὲς οὕτως ἀναγκάζει, λαβὼν ἄτοπον καὶ ἄλογον εἶναι τὴν μὲν αὐτοῦ τοῦ πράγματος ἀπόφασιν, τὴν ἀναιροῦσαν αὐτὸ ὅ ἐστιν, ἀληθῆ λέγειν εἶναι κατ’ αὐτοῦ, ἐπεὶ καὶ ἡ κατάφασις, τὰς δὲ τῶν ἄλλων πραγμάτων ἀποφάσεις, ἃ μή ἐστιν αὐτό, μηκέτι λέγειν ἀληθεῖς εἶναι. μᾶλλον γὰρ ἡ ἄλλου ἀπόφασις ἀληθὴς κατά τινος ἢ ἡ αὐτοῦ· εἰ γὰρ ἀληθὲς κατὰ τοῦ ἀνθρώπου τὸ ὅτι οὐκ ἔστιν ἄνθρωπος, πολὺ εὐλογώτερον ἐπ’ αὐτοῦ ἄληθέ λέγειν τό τε οὐκ ἔστιν ἵππος καὶ τὸ οὐκ ἔστι τοῖχος καὶ τὸ οὐκ ἔστι τριήρης, καὶ τὰ ἄλλα ὅσα μή ἐστιν. ἀλλ’ εἰ αἱ ἀπο- φάσεις ἀληθεῖς ἐπ’ αὐτοῦ, δῆλον ὡς καὶ αἱ καταφάσεις. πάντα οὖν ἔσται τὸ αὐτό. εἴτε γὰρ τὰς καταφάσεις αὐτῶν θήσει τις ἀληθεῖς εἶναι, ἀκολουθήσει αὐτῷ τὸ καὶ τἀς ἀποφάσεις, εἴτε μὴ ἐκείνας, ἀλλὰ τάς γε ἀποφάσςις ἀναγκαῖον διὰ τὰ προειρημένα· εἰ δὲ τὰς ἀποφάσεις, δῆλον ὡς καὶ τὰς καταφάσεις, ἢ τὰς ἀντιφάσεις ἐπὶ τῶν αὐτῶν. ταῦτά τε οὖν συμβαίνει τοῖς λέγουσι τὸν λόγον τοῦτον, καὶ ὅτι οὐκ ἀνάγκη φάναι ἢ ἀποφάναι. Δείξας διὰ τῆς προειρημένης ἐπιχειρήσεως τὸ πάντα τὰ ὄντα ἓν ἔσεσθαι, τοῖς προειρημένοις καὶ τοῦτο προστίθησιν ὡς ἑπόμενον τοῖς ἅμα τοῦ αὐτοῦ καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι κατηγοροῦσι καὶ διὰ τοῦτο φάσκουσι σνναληθεύεσθαι τὴν ἀντίφασιν, τὸ συμβαίνειν μήτε τὴν ἀπόφασιν μήτε τὴν | κατάφασιν ἀληθῆ γίνεσθαι, καθ’ ὧν ἄμφω τὰ ἀντικείμενα. εἰ γὰρ πάσα ἀντίφασις ἐφ’ ἑκάστου ἅμα συναληθεύεται, ὥς φασι, καὶ ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθὲς καὶ τὸ ἔστιν ἄνθρωπος καὶ τὸ ἔστιν οὐκ ἄνθρωπος· διὰ τοῦτο γὰρ καὶ ἡ ἀπόφασις ἀληθὴς καθ’ οὗ ἡ κατάφασις, διὰ τὸ εἶναι ἐπ’ αὐτοῦ ἀληθῆ καὶ τὴν ἐκ μεταθέσεως κατάφασιν. ἐπὶ γὰρ τοῦ ὄντος οὐκ ἀνθρώπου ἀληθὴς ἡ ἀπόφασις ἡ λέγουσα οὐκ ἔστιν ἄνθρωπος, ἐπεὶ καὶ τὸ ἔστιν οὐκ ἄνθρωπος· ἐπὶ γὰρ τῶν μὴ ὄντων ὁμοίως ἀληθὴς ἑκατέρα. ἅμ δὲ καὶ τὸ λεγόμενον ὑπ’ αὐτῶν ἦν οὐ μᾶλλον ἄνθρωπος ἢ οὐκ ἄνθρωπος, καὶ ὁμοίως ἐπὶ πάντων τὸ οὐκ ἄνθρωπος τοῦ ἀνθρώπου ἀποφατικὸν ἐλάμβανον. δοκεῖ δὲ ἡ ἐπιχείρησις αὕτη δεικνύναι ὅτι τὰ λεγόμενα ὑπ’ αὐτῶν ἅμα ἐφ’ ἑκάστου εἶναι ἀληθῆ ὡς ἀντιφάσεις οὐκ ἀντιφάσεις εἰσίν, ἀλλ’ ἀμφότεραι καταφάσεις. ὧν καταφάσεων εἰ αἱ ἀποφάσεις ληφθεῖεν ἀληθεῖς εἶναι, ὡς ἀξιοῦσιν, ἀναιροῖτ’ ἄν τὸ ἐκεῖνα ἔτι ἀληθῆ εἶναι, ὡς ἀξιοῦσιν, ἃ ὡς ἀντικείμενα ἀλλήλοις ἔλεγον ἀληθῆ ἐπὶ τοῦ αὐτοῦ γίνεσθαι. εἰ γὰρ καὶ τὸ ἔστιν ἄνθρωπος καὶ τὸ ἔστιν οὐκ ἄνθρωπος, οὐ τὸ τὴν ἀντίφασιν συναληθεύεσθαι ἀκολουθήσει αὐτοῖς, ἀλλὰ τὸ μήτε τὴν κατάφασιν μήτε τὴν ἀπόφασιν ἀληθῆ εἶναι, ἀλλ’ ἀναιρεῖσθαι τὴν ἑκατέρου αὐτῶν φύσιν. εἰ γὰρ ταῦτα ἀληθῆ, ἐφ’ ὧν δὲ αἱ καταφάσεις καὶ αἱ ἀντιφάσεις, εἶεν ἂν καὶ αἱ ἀποφάσεις τούτων ἀληθεῖς πάλιν ἅμα, αἵ εἰσιν ἀναιρετικαὶ τούτων, τῆς μὲν ἔστιν ἄνθρωπος ἡ οὐκ ἔστιν ἄνθρωπος, τῆς δὲ ἔστιν οὐκ ἄνθρωπος, οὔσης καὶ αὐτῆς καταφάσεως πως ἐκ μεταθέσεως γάρ) ἣν ὡς ἴσην λαμβάνουσι τῇ οὐκ ἔστιν ἄνθρωπος ἀποφάσει, ἡ οὐκ ἔστιν οὐκ ἄνθρωπος. εἰ οὖν τὰ ἀντικείμενα ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ, ὡς ἐκεῖνα τὸ ἔστιν ἄνθρωπος καὶ τὸ οὐκ ἔστιν ἄνθρωπος ἅμα ἦν ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ, οὕτως καὶ τὰ ἑκατέρῳ ἐκείνων ἀντικείμενα καὶ ἀναιροῦντα αὐτά, τό τε οὐκ ἔστιν ἄνθρωπος καὶ οὐκ ἔστιν οὐκ ἄνθρωπος, ἅμα ἔσται ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ. εἰ μὲν οὖν ὡς δύο ἐκεῖνα ἐλέγετο, καὶ ταῦτα ὡς δύο κατηγορούμενα ἑκατέρου ἐκείνων ὄντα ἀποφάσεις· εἰ δὲ ὡς ἕν τι ἐξ ἀμφοῖν ἐκείνων ἐγένετο, ὡς ἐβούλοντο, καὶ ταῦτα ὡς ἕν. ἀλλὰ μὴν εἰ ταῦτα ἀληθῆ, ἀναιρετικὰ δέ ἐστι ταῦτα τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως λαμβανομένης, ἀληθὲς ἂν γένοιτο τὸ μηδέτερον τῆς ἀντιφάσεως μέρος ἀληθὲς εἶναι, ἀλλ’ οὐ τὰ ἀμφότερα. δύναται τὸ οὐκ ἄνθρωπος οὐ τῆς ἐκ μεταθέσεως καταφάσεως εἶναι δηλωτικόν, ἀλλὰ τῆς οὐκ ἔστιν ἄνθρωπος ἀποφάσεως, ἧς εἴη ἂν ἀπόφασις ἡ οὐχὶ οὐκ ἔστιν ἄνθρωπος· ὡς εἶναι τὸ λεγόμενον, εἰ τὸ ἔστιν ἄνθρωπος καὶ τὸ οὐκ ἔστιν ἄνθρωπος ἅμα ἀληθῆ, κα- τὰ τούτων ἑκατέρῳ ἀντικείμενα ἔσται | καὶ αὐτὰ ἅμα ἀληθῆ κατὰ τοῦ αὐτοῦ. ἀλλὰ μὴν ἑκάτερον τῶν ἐκείνοις ἀντικειμένων ἀναιρετικὸν ἦν ἐκείνου ᾧ ἀντέκειτο. ἀληθὲς ἄρα ἔσται τὸ μηδέτερον, μήτε τὴν ἀντίφασιν μήτε μέρος τῆς ἀντιφάσεως, ἀληθὲς ἐπὶ τοῦ αὐτοῦ εἶναι. Ἔτι ἤτοι περὶ πάντα οὕτως ἔχει, καὶ ἔσται καὶ λευκὸν καὶ οὐ λευκὸν καὶ ὂν καὶ οὐκ ὄν. Ἐκ διαιρέσεως πρόεισιν ὁ λόγος αὐτῷ, δείκνυσι δὲ πάσας τὰς ἐνδεχομένας λαμβάνων διαιρέσεις, αἷς τὸ ἀκολουθοῦν τὸ εἶναί τινα ὡρισμένα καὶ καταληπτὰ δηλονότι, καὶ οὐχ ὡς βούλονται λέγειν ἐπὶ πάντων οὐδὲν μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν. δείξει δὲ φανερῶς ἄτοπά τινα ἑπόμενα. φησὶ γὰρ ἤτοι περὶ πάντων λέγειν αὐτοὺς τὸ οὐδὲν μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἢ περὶ ἐνίων. τοῦτο δὲ. εὐλόγως δόξειεν ἄν λέγεσθαι ὑπ’ αὐτῶν, ἐπεὶ ἐπὶ τῆς οὐσίας καὶ τοὐ οἰκείου εἴδους καὶ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ἔδειξε φανερῶς ἄτοπον ὂν τὸ μὴ εἶναι τοῦτο λέγειν, ἐν ᾧ ἦν αὐτῷ τὸ εἶναι καὶ καθ’ ὃ ἔστιν ἕκαστον τῶν ὄντων ὅ ἐστιν· διὰ τοῦτο γὰρ εἵπετο αὐτοῖς καὶ τὸ πάντα τὰ κατηγορούμενα συμβεβηκότα λέγειν. ἔτι δὲ καὶ ὡς τῇ διαιρέσει ἑπόμενον τίθεται ἐπὶ πάντων ἐφ’ ὧν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, οὐκέτι δὲ ἐφ’ ὧν ἡ ἀπόφασις καὶ ἡ κατάφασις ὁμοίως, ὅθεν ἄν ἄρξηταί τις, ἀκολουθεῖν καὶ ἡ ἀντίφασις. ἀλλ’ εἰ μὴ ἐπὶ πάντων ἡ ἀντίφασις, ἀλλ’ ἔστιν ἐφ’ ὧν μόνη ἡ κατάφασις, ἔσται τινὰ ὡρισμένα τε καὶ καταληπτά, καὶ οὐκ ἔστιν ἐπὶ πάντων οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως· οὐ γὰρ καὶ ἐπὶ τούτων. εἰ δὲ ἐπὶ πάντων μὲν ἐφ’ ὧν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, οὐ μὴν ἐφ’ ὧν ἡ ἀπόφασις καὶ ἡ κατάφασις ἔτι ὁμοίως μηδ’ ἀντιστρέφει, εἴη ἄν τι τῶν μὴ ὄντων καταληπτὸν ὅτι μή ἐστι καὶ βεβαίως οὐκ ὂν καὶ οὐχὶ οὐδὲν μᾶλλον ὂν ἢ μὴ ὄν, εἴ γε ἡ μὲν ἀπόφασις ἀληθὴς ἐπ’ αὐτοῦ, ἡ δὲ κατάφασις οὐκέτι. ὡς γὰρ τῆς καταφάσεως μόνης οὔσης ἀληθοῦς ἐγίνετό τινα ὁμολογούμενα καὶ καταληπτά, οὕτω καὶ εἰ ἡ ἀπόφασις πάλιν ἐπί τινων μόνη ἀληθὴς εἴη. Καὶ εἷτό μὴ εἶναι βέβαιόν τι καὶ γνώριμον. Ὄ λέγει ἐστίν· εἰ τὸ μὴ εἶναι καὶ ἡ ἀπόφασις βέβαιόν τι καὶ γνώριμον καὶ καταληπτόν, γνωριμωτέρα ἂν εἴη ἡ ἀντικειμένη φάσις τῇ ἀποφάσει, τουτέστιν ἡ κατάφασις. οὐ τῇ καταληπτῇ δὲ καὶ ὁμολγουμένῃ εἶναι ἀποφάσει λέγοι ἂν τὴν ἀντικειμένην κατάφασιν γνωριμωτέραν, ἀλλ’ ὅτι καθόλου ἐν ἀντιφάσει κατάληψις μᾶλλον ἄν ἐν καταφάσει εἴη· γνωριμώτερον γὰρ καθόλου τὸ εἶναι τοῦ μὴ εἶναι. γνωριμωτέρα δὲ ἡ κατάφασις τῆς ἀποφά|σεως εἴη ἄν, διότι καὶ πρώτη· πρώτη γὰρ ἡ κατάφασις τῆς ἀποφάσεως, ὡς εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας. ἔτι τὸ ὂν τοῦ μὴ ὄντος γνωριμώτερον, ὅτι ἐφ’ οὗ ἡ ἀπόφασις ἀληθής, διὰ τὸ γνώριμον αὐτὸ εἶναι ἄλλο τι ὂν καὶ μὴ τοῦτο, ταύτῃ ἀληθής διὰ τοῦτο γὰρ οὐχὶ καὶ ἡ κατάφασις ἡ αὐτῆς ταύτης τῆς ἀποφάσεως), ὥστε καὶ κατάφασις ἂν εἴη τις ἐπ’ αὐτοῦ γνώριμος καὶ ἀληθής. εἰ δὲ ὁμοίως ἐπὶ πάντων ἡ ἀντιστρέφειν, ἤτοι διῃρημέναι ἀπ’ ἀλλήλων αἱ ἀποφάσεις καὶ ἰδίᾳ κατηγορημέναι ἀληθεῖς ὁμοίως εἰσὶν ἀλλήλαις, ἢ ὡς ἰδίᾳ μὲν κατηγορούμεναι καὶ κεχωρισμέναι ἀπ’ ἀλλήλων οὐκ ἀληθεῖς, συντιθέμεναι δὲ ἅμα ἥ τε κατάφασις καὶ ἡ ἀπόφασις ἀληθεῖς. τοῦτο γὰρ καὶ τότε ἠξίου ἐρωτῶντός τινος εἰ ἄνθρωπος ὁ Σωκράτης ἐστί, πρὸς ὃ ἀποκρινόμενος ‘ἔστι καὶ οὐκ ἄνθρωπος’ ὡς τοῦ μὲν ὅλου ἀληθοῦς ὄντος, ἰδίᾳ δὲ ἑκατέρου οὐκ ἀληθοῦς. ἀλλ’ εἰ μὲν μήτε ἡ κατάφασις μήτε ἡ ἀπόφασις ἀληθὴς ἰδίᾳ λεγομένη, οὐκ ἀληθεύσει ὁ ταῦτα λέγων. τοῦτο γὰρ σημαίνει τὸ οὐ λέγει τε ταῦτα. εἰ γὰρ οὐκ ἀληθεύσει ὁ λέγων ταῦτα, οὐδὲ ἔστιν· τῷ γὰρ μὴ εἶναι αὐτὰ οὐκ ἀληθεύσει. οὕτως δὲ οὐδὲν ἔσται, εἰ ἐπὶ παντὸς μήτε ἡ κατάφασίς τινος ἀληθὴς μήτε ἡ ἀπόφασις ἀληθής. μηδενὸς δὲ ὄντος οὐδ’ ἄν ἄνθρωπος εἴη, μὴ ὄντος δὲ ἀνθρώπου οὐδ’ ἂν φθέγγοιτό τις οὐδὲ λέγοι. μὴ γὰρ ὄντων τῶν ἐνεργούντων οὐδ’ ἄν αἱ ἐνέργειαι εἶεν· οὐκ ἔσται δὲ τὰ ἐνεργοῦντα, ὅτι μή εἰσιν ἀληθεῖς αἱ καταφάσεις αἱ εἶναι αὐτὰ λέγουσαι. ἔτι ὡς αἱ τῶν ἐνεργούντων καταφάσεις οὐκ ἀληθεῖς, οὐδὲ αἱ τῶν ἐνεργειῶν, οἷον τοῦ βαδίζειν, τοῦ φθέγγεσθαι. ὥστε καὶ κατὰ τοῦτο οὐδὲ ταῦτα ἔσται. ἀλλὰ μὴν οὐδὲ αὐτὸ ἔτι οἷόν τε ἀληθὲς εἶναι τὸ ἐπὶ πάντων ἀληθῆ τὴν ἀντίφασιν εἶναι· κατάφασις γὰρ καὶ τοῦτο, καὶ ἔστιν αὐτοῦ ἀπόφασις. καὶ πάντα ἄν εἴη ἓν τοῖς λέγουσιν ἅμα πᾶσαν ἀντίφασιν ἀληθῆ ἐφ’ ἑκάστου συγκειμένην· ᾧ ἀκολουθοίη ἂν καὶ τὸ πάντα τὰ ὄντα ἓν εἶναι. εἰ γὰρ ἐπὶ παντὸς πᾶσα ἀντίφασις ἅμα λεγομένη ἀληθής, πάντα ταὐτά ἐστιν ἀλλήλοις, ὡς ἤδη προεῖπεν· ὡς γὰρ πάντα ταὐτὰ ὑπάρχει τούτοις, καθ’ ὧν ἀπάντων ἡ ἀντίφασις ὁμοίως ἀληθής. πῶς δὲ οὐκ ἄτοπον ταὐτὰν λέγειν ἄνθρωπον, θεόν, τριήρη, λίθον, καὶ μὴ ἄνθρωπον, μὴ θεόν, μὴ τριήρη, μὴ λίθον; ἕπεται δὲ ταύτῃ τῇ δόξῃ τὸ διωρικέναι τι· τὸ γὰρ ἰδίᾳ μὲν μήτε τὴν κατάφασιν μήτε τὴν ἀπόφασιν ἀληθῆ λέγειν, ἅμα δὲ ἄμφω ἀληθῆ ὁρίζοντός τινα ἦν. Εἰ δὲ ὁμοίως καθ’ ἑκάστου. ’0 δέ σύνδεσμος ἀντὶ τοῦ γάρ κεῖται. ἔστι γὰρ τὸ ἀκόλουθον· εἰ γὰρ ὁμοίως καθ’ ἑκάστου πᾶσα ἀντίφασις ἀληθής, οὐδὲν ἄλλο ἄλλου διοίσει, ουοεν ἔχον ἴοιον. κατ’ ιοιοτητα γὰρ τινα τοῖς πράγμασιν ἡ πρὸς Μήλα διαφορά, ἣν ἔχει, καὶ <ᾧ> διαφέρει ἄλλο ἄλλου, τοῦτο ἐφ’ αὐτῶν ἀληθὲς καὶ ἴδιον ἔσται, καὶ οὐκέτι ἡ ἀπόφασις αὐτοῦ. κἂν διαιρούντων καὶ ἰδίᾳ κατηγορούντων τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν ἀμφό. τερα ὁμοίως ἀληθεύεσθαι λέγωσιν ἐπὶ πάντων, καὶ οὕτως ἀκολουθήσει τὸ πάντα ταὐτὰ ἀλλήλοις τὰ ὄντα εἶντα καὶ ἀδιάφορα. Πρὸς δὲ τούτοις ὅτι πάντες ἄν ἀληθεύσαιεν. Ἐξαριθμεῖται καὶ τὰ ἄλλα τὰ ἑπόμενα τῇ δόξῃ ταύτῃ τῇ διῃρημένως τὰς προτάσεις καθ’ ἑκάστου τῶν ὄντων ἀληθεύεσθαι λεγούσῃ· τό τε γὰρ πάντας ἀληθεύειν ἕπεται, εἴ γε πάντες καὶ οἱ καταφάσκοντές τι τοῦ αὐτοῦ καὶ οἱ ἀποφάσκοντες ἀληθεύουσιν. ἀλλὰ καὶ πάντες ἄν ψεύδοιντο, εἴ γε αἱ μὲν καταφάσεις τῶν ἀποφάσεων εἰσιν ἀναιρετικαί, αἱ δὲ ἀποφάσεις τῶν καταφάσεων. τῷ μὲν οὖν ἀληθεύειν τοὺς καταφάσκοντας ψεύδεσθαι τοὺς ἀποφάσκοντας ἀνάγκη, τῷ δὲ πάλιν τοὺς ἀποφάσκοντας ἀληθεύειν ψεύδοιντο ἂν οἱ καταφάσκοντες· ὥστε καὶ οἱ καταφάσκοντες καὶ οἱ ἀποφάσκοντες ψεύσονται, καὶ πάντες ἀληθεύουσιν. ἔτι εἰ οἱ ψεύδεσθαί τινας λέγοντες ἀληθεύσουσι τῷ καὶ ἰδίᾳ ἑκάτερον μόριον τῆς ἀντιφάσεως λεγόμενον ἀληθὲς εἶναι, ἔσται καὶ ἡ πάντας ψεύδεσθαι λέγουσα κατάφασις ἀληθής· ψεύδονται ἄρα πάντες. καὶ αὐτὸς δὲ αὑτὸν ὁμολογεῖ ψεύδεσθαι· εἰ γὰρ ἐφ’ οὗ κατάφασις, ἐπ’ ἐκείνου καὶ ἡ ἀπόφασις, ὁμολογοῖ ἄν ἀληθῆ εἶναι καὶ τὴν ἀπόφασιν τῆς καταφάσεως τῆς λεγούσης ἅμα τὴν ἀντίφασιν συναληθεύεσθαι, ἥτις ἐστὶν οὐχ ἅμα τὴν ἀντίφασιν συναληθεύεσθαι. ἀλλ’ ἐν τῷ αὐτὴν ὁμολογεῖν ἀληθῆ εἶναι τὴν ἀναιρετικὴν οὖσαν ἧς αὐτὸς ἐτίθετο καταφάσεως τῆς λεγούσης τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ αὑτὸν ὁμολογεῖ ψεύδεσθαι. | Ἅμα δὲ φανερὸν ὅτι μηδενὸς πρὸς τοῦτον ἡ σκέψις. Τουτέστιν κοινολογία τε καὶ ζήτησις· οὐδὲν γὰρ λέγει· πρὸς δὲ τὸν μηδὲν λέγοντα οὔτε κοινολογία τις οὔτε ζήτησις περί τινος δύναται γίνεσθαι. ὅτι δὲ μηδὲν ὁ τοῦτο λέγων λέγει, δῆλον. πᾶς γὰρ ὁ λέγων τι καὶ σημαίνων ὡρισμένον τι σημαίνει, ὥσπερ εἴρηται, ὥστε ὁ μὴ ὡρισμένον τι σημαίνων οὐδ’ ἂν λέγοι τι. ὁ δὲ τὴν ἀντίφασιν ἐπὶ παντὸς λέγων ἅμα ἀληθῆ εἶναι οὐδὲν ὡρισμένον σημαίνει· ὁ ἄρα τὴν ἀντίφασιν ἐπὶ παντὸς ἅμα ἀληθῆ λέγων εἶναι οὐδὲν λέγει. ὅτι γὰρ οὐδὲν λέγει δεικνύς φησιν οὔτε γὰρ οὔτως ἔχειν λέγει τὰ πράγματα οὔτε οὐχ οὕτως, δεῖ δὲ οὔτως ἔχειν ἢ μὴ οὕτως ἔχειν. εἰπὼν δὲ λέγειν τοὺς τὴν ἀντίφασιν ἅμα ἀληθῆ λέγοντας ἕκαστον τῶν ὄντων οὕτω τε ἔχειν καὶ οὐχ οὕτως, ἐπήνεγκε καὶ πάλιν γε ταῦτα ἀπόφησιν ἄμφω, ἔτι μᾶλλον δεικνὺς ὅτι οὐδὲν λέγει ὁ τοῦτο λέγων· ἀκόλουθον γὰρ τούτοις λέγει καὶ τὸ μήτε οὕτως μήτε μὴ οὕτως· εἰ γὰρ μὴ τοῦτο λέγοιεν, ὁρίζοιεν ἄν τι ἤδη, καὶ οὐκέτι ἄν λέἀδιάφορα γοιεν ἐπὶ πάντων τὴν ἀντίφασιν, καὶ οὐδὲν μᾶλλον ἢ] τοῦτο ἢ τὸ ἀντιείμενον· ἀντίκειται γὰρ τῷ οὕτω τε καὶ οὐχ οὕτως τὸ μήτε οὕτω μήτε οὐχ οὕτως. ὥστε εἰ μὴ τοῦτο λέγοιεν, συγχωροῖεν ἂν ταύτῃ τῇ καταφάσει καθ’ αὑτὴν ἀληθῆ εἶναι, τῇ οὕτω τε καὶ οὐχ οὕτως ἔχειν ἕκαστον τῶν ὄντων λεγούσῃ, καὶ ψευδῆ λέγοιεν ἂν εἶναι τὴν ἀπόφασιν αὐτῆς. εἰ δὲ τοῦτο, ὡρισμένως λέγοιεν ἂν ἤδη τι καὶ κατάληψιν δώσουσιν. ἔτι εἰ ὅταν ἡ φάσις ἀληθής, ἡ ἀπόφασις ψευδής. ’H ἐπιχείρησις ᾗ χρῆται φυσικὴ μέν ἐστι καὶ ἀληθής, ἀλλ’ ὡς πρὸς τοὺς τὴν θέσιν ἐκείνην τιθεμένους τὸ ἐν ἀρχῇ αἰτεῖσθαι δόξει· ὃ γὰρ τίθησιν, ὡς ὁμολογούμενον τοῦτο λαμβάνει, πρὸς ὃ ἡ παρ’ ἐκείνων ἀμφισβήτησις. δυνάμει δὲ αὐτῇ κέχρηται ἤδη δι’ ὧν εἶπε πάντας ψεύδεσθαι. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· εἰ τῆς καταφάσεως οὔσης ἀληθοῦς ἡ ἀπόφασις ψευδής ἐστιν ἀλλήλων γάρ εἰσιν ἀναιρετικαὶ αἱ καταφάσεις καὶ ἀποφάσεις), οὐκ ἂν ἐνδέχοιτο ἐπὶ τοῦ αὐτοῦ ἅμα λέγειν τήν τε κατάφασιν ἀληθῶς καὶ τὴν ἀπόφασιν περὶ ταὐτοῦ. ἐχρήσατο δὲ τούτῳ ὡς ἐξ αὑτοῦ γνωρίμῳ καὶ ἐναργεῖ καὶ ἐν τῷ Περὶ ἑρμηνείας, ὅτε ἐζήτει περὶ τῆς εἰς τὸ μέλλον ἀντιφάσεως, δι’ ὧν εἶπεν “πρῶτον μὲν γὰρ οὔσης τῆς καταφάσεως ψευδοῦς ἡ ἀπόφασις οὐκ ἀληθής, καὶ ταύτης ψευδοῦς οὔσης τὴν κατάφασιν συμβαίνει μὴ ἀληθῆ εἶναι.” ὡς γὰρ ὄντος ἐναργῶς ἀτόπου τοῦ ταῦτα λέγειν ἐχρήσατο αὐτοῖς. εἰπὼν δὲ ταῦτα ἐπεσημήνατο αὐτὸς ὅτι δόξει ὁ τοῦτο λαμβάνων, τὸ ἀναιρετικὰς ἀλλήλων εἶναι τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν, τὸ ἐν ἀρχῇ λαμβάνειν. ἔθηκεν οὖν τὴν ἐπιχείρησιν καὶ ἐφύλαξεν, ὅτι ἔστι φυσικωτάτη τε καὶ φανερωτάτη· ἐπεσημήνατο δὲ ὅτι τὸ ἐν ἀρχῇ δοκεῖ αἰτεῖσθαι, δεικνὺς δι’ ἐκείνων καὶ διὰ τούτων τὴν ἀτοπίαν τῆς θέσεως καὶ τὴν πρὸς τὰ ἐναργῆ μάχην. ἔτι ἄρα ὁ μὲν ἢ ἔχειν πως ὑπολαμβάνων ἢ μὴ ἔχειν διέψευσται, ὁ δὲ ἄμφω ἀληθεύσει; Ὅ λέγει τοιοῦτόν ἐστιν. πότερον δοκεῖ αὐτοῖς ὁ μὲν εἶναι καὶ ἔχειν οὕτως τὸ πρᾶγμα ὑπολαμβάνων ὡς ἡ κατάφασις λέγει, καὶ ὁ μὴ εἶναι καὶ μὴ ἔχειν οὕτως ὡς ἡ ἀπόφασις καὶ αὐτὸς διεψεῦσθαι, ὡς ἑκατέραν τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἰδίᾳ λεγομένας ψευδεῖς εἶναι, ὁ δὲ ἅμ καὶ ἔχειν αὐτὸ οὕτως καὶ μὴ ἔχειν οὕτως ὑπολαμβάνων ἀληθεύειν, ἢ καὶ ὁ τοῦτο ὑπολαμβάνων διεψεῦσθαι; εἰ μὲν γὰρ οὕτως, δῆλον ὡς ὁρίζοιεν ἄν τι. εἰ δὲ καὶ τὸν ἰδίᾳ ἑκάτερον ὑπολαμβάνοντα καὶ τὸν ἄμφω αὐτῶν; ἢ ὅτι τοιαύτη ἡ τῶν ὄντων φύσις, ὁποία τίς ἐστιν, ἐξηγούμενοι περὶ αὐτῆς λέγουσιν, ὡς εἰώθασιν οἱ Ἡρακλείτειοι λέγειν; εἰ γὰρ μηδὲν τούτων ἀληθές, οὐχ ἕξουσιν εἰπεῖν τίς ἡ τῶν ὄντων φύσις, καὶ ὁ ποίαν περὶ αὐτῶν ὑπόληψιν ἔχων ἀληθεύει· οὐδὲν γὰρ ὃν ἔσται· καθ’ οὗ γὰρ μηδὲν οἷόν τε κατηγορήσαντας ἀληθεῦσαι, τοῦτο οὐδ’ ἄν εἴη. εἰ δὲ ὁ μὲν τὸ συναμφότερον λέγων ἀληθεύει, ὁ δὲ ἑκάτερον ἰδίᾳ ψεύδεται, ὡρισμένον ἄν τι εἴη καθ’ ἑκάστου· τὸ γὰρ τόδε μὲν ἀληθὲς τόδε δὲ ψεῦδος ὁρίζοντός ἐστι καὶ καταληπτὰ εἶναί τινα λέγοντος. ἀλλ’ εἰ καὶ λέγοιεν φυλασσόμενοι τοῦτο, μηδέτερον μὲν ἀληθεύειν, μήτε τὸν ἑκάτερον ἰδίᾳ ὑπολαμβάνοντα τῶν ἀντικειμένων μήτε τὸν ἅμα ἄμφω περὶ τοῦ αὐτοῦ, μᾶλλον μέντοι ἀληθεύειν τὸν ἅμα ἄμφω ὑπολαμβάνονται τοῦ ἐκείνως ὑπολαμβάνοντος, ἤδη ἄν τι πάλιν καταλαμβάνοιτο καὶ ὁρίζοιτο· τὸ γὰρ μᾶλλον τοῦτο τούτου ἀληθὲς εἶναι ὁρίζοντός ἐστι καὶ ὁμολογοῦντος ἤδη τινὰ διαφορὰν ἐν τοῖς οὖσιν εἶναι, καὶ οὕτω πως αὐτὰ ἔχειν· τοῦτο γὰρ δίδωσιν ὁ λέγων ἄλλο ἄλλου ἀληθέστερον εἶναι. οὐ γὰρ δὴ καὶ ἡ ἀπόφασις αὐτοῦ ἅμα ἀληθὴς ἡ λέγουσα οὐ μᾶλλον αὐτὸ ἀληθὲς εἶναι· πάλιν γὰρ ἐπὶ τὸ πρῶτον εἰρημένον ἐπάνεισιν ὁ λόγος. τοῦτο γὰρ λέγει διὰ τοῦ εἰ δὲ ὁμοίως πάντες καὶ ψεύδονται καὶ ἀληθῆ λέγουσι· τοῦτο γὰρ ἕπεται τῷ ἐπὶ παντὸς τὴν ἀντίφασιν, διά τε τὸ λέγειν αὐτοὺς οὐδὲν μᾶλλον ἀληθεύειν τὸν ὁτιοῦν λέγοντα ἢ οὐκ ἀληθεύειν, καὶ ψεύδεσθαι ἢ οὐ ψεύδεσθαι, καὶ ὅτι διὰ τὸ εἶναι μὲν τὰ ἀντικείμενα ἀλλήλων ἀναιρετικά, λέγειν δὲ αὐτοὺς ἀμφότερα ἀληθῆ εἶναι. τὸ δέει δὲ μηδὲν ὑπολαμβάνοι ἀλλ’ ὁμοίως ἐηήνεγκεν ὡς ἴσον τῷ ἀλλὰ μὴν εἰ μηδὲν ὑπολαμβάνοι, ἀλλ’ ὁμοίως οἴεται καὶ οὐκ οἴεται· εἰ γὰρ μὴ οἱ μὲν ἀληθεύουσιν οἱ δὲ ψεύδονται, ἢ οἱ μὲν μᾶλλον ἀληθεύουσιν οἱ δὲ ἧττον, ἀλλ’ ὁμοίως πάντες καὶ οὐκ ἀληθεύουσι καὶ ἀληθεύουσι, ἀντίφασις γὰρ καὶ τοῦτο, † ὅτε εἶπεν ὅτι τῷ τοῦτο λέγοντι οὐδὲ σημῆναί τι ἐνέσται. ἃ γὰρ λέγει ἅμα καὶ οὐ λέγει κατὰ τὴν αὐτὴν θέσιν· εἰ δὲ ὡς λέγοι, οὕτως καὶ ὑπολαμβάνοι, καὶ μηδὲν τῶν ὄντων ἔχειν πως ὑπολαμβάνει, ἀλλ’ ὁμοίως οἴεταί τε καὶ οὐκ οἴεται καὶ ὑπολαμβάνει καὶ οὐχ ὑπολαμβάνει περὶ ἑκάστου, ὁ τοιοῦτος οὐδὲν ἄν διαφέροι φυτοῦ, ἅπερ οὐδὲ ὅλως ἔχει τὴν ὑποληπτικὴν δύναμιν τῆς ψυχῆς. μετήνεγκε δὲ ἐπὶ τὰς ὑπολήψεις τὰς ἀντικειμένας ἀπὸ τῶν ἀντιφάσεων τὸν λόγον· φανερώτερος γὰρ ἐπὶ τούτων ὁ ἔλεγχος καὶ τὸ ἄτοπον ἐναργέστερον· πολλὰ γὰρ λέγειν μὲν οἷόν τε, οὐ μὴν καὶ ὑπολαμβάνειν, ὡς εἶπεν ἀρχόμενος τῆς πρὸς τοὺς τῆς θέσεως ταύτης προϊσταμένους ἀντιλογίας. δείξας δὲ ὅτι οὐχ οἷόν τε ἄνθρωπον ὄνια περὶ τὰς ὑπολήψεις οὕτως ἔχειν φυτοῦ γὰρ τοῦτο, οὐκ ἀνθρώπου ἢ ζῴου λογικοῦ) ἐπιφέρει τὸ δῆλον εἶνα.ι ὅτι μηδεὶς οὕτω διάκειται ἄνθρωπος ὤν, μηδὲ τῶν λεγόντων ταῦτα, ἀλλὰ μέχρι λόγου αὐτοῖς ἡ πρόοδος. εἵπετο γὰρ τοῖς οὕτω διακειμένοις καὶ καύτην τὴν ὑπόληψιν περὶ τῶν πραγμάτων ἔχουσι τὸ μηδὲ πράσσειν τι, ἀλλ’ ὡς φυτοῖς ζῆν. τί γὰρ μᾶλλον περιπατητέον τῷ οἰομένῳ δεῖν περιπατεῖν τοῦ μὴ περιπατητέον, εἰ ἴσαι εἰσὶν αἱ περὶ ἑκάστου ὑπολήψεις, καὶ ἴσον τὸ οἴεσθαι ὸεῖν ἢ μὴ οἴεσθαι δεῖν ἢ οἴεσθαι μὴ δεῖν; διὰ τί δὲ ἐκκλίνει τινὰ καὶ οὐκ ἄπει ἢ εἰς τὸ φρέαρ ἢ εἰς τὸ βάραθρον, εἰ μὴ ὑπόληψιν ἔχει τὸ μὲν φρέαρ εἶναι. τὸ δὲ βάραθρον, ἀλλ’ οὐχὶ οὐδὲν μᾶλλον καὶ φρέαρ καὶ μὴ φρέαρ ἡγούμενος ἐμπίπτει, καὶ βάραθρον καὶ μὴ βάραθρον, καὶ πάλιν τὸ μὲν μὴ ἐμπεσεῖν ἀγαθὸν εἶναι, τὸ δὲ ἐμπεσεῖν κακόν, καὶ οὐχ ὅμοια οἴεται εἶναι, ἀλλὰ τὸ μὲν βέλτιον αὐτῶν τὸ δὲ χεῖρον· ἥ τις ὑπόληψις ἀναιρεῖ τὸ οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχειν τὸ πρᾶγμα. εἰ δὲ ὅλως ἐπὶ τῶν αἱρετῶν τε καὶ φευκτῶν ἐλέγχονται, δι’ ὧν πράσσουσιν, ὡρι|σμένας ἔχοντες ὑπολήψεις, ἀνάγκη καὶ ἐπὶ τῶν ἄλλων οὕτως ὁμολογεῖν αὐτοὺς ἔχειν, καὶ τόδε μέν τι ὑπολαμβάνειν ἄνθρωπον εἶναι, τόδε δ’ ἄλλο τι καὶ οὐκ ἄνθρωπον, καὶ τόδε μὲν γλυκὺ τόδε δὲ οὐ γλυκύ. οὐδὲ γὰρ ἐπὶ τούτων φαίνονται ἐξ ἴσου ἔχοντες· οὐδὲ γὰρ ὑπολαμβάνοντες χρήσιμον αὐτοῖς εἶναι ἐντυχεῖν ἀνθρώπῳ τινὶ ἢ πιεῖν ὕδωρ, ὡς οὐ μᾶλλον τοῦ ἀνθρώπου ὄντος ἀνθρώπου ἢ οὐκ ἀνθρώπου ἢ τοῦ ὕδατος ὕδατος ἢ οὐχ ὕδατος, ἐπί τι ἄλλο, οἷον ἐπὶ λίθον, ἵενται, ἀλλ’ ἐπὶ μὲν τὸ ὕδωρ διψῶντες καὶ πιεῖν δεόμενοι, ἐπὶ δὲ τὸν ἄνθρωπον, ὅταν ἀνθρώπου δέωνται, καὶ οὐκ ἐξ ἴσου ἀνθρώπου ἢ ὕδατος δεόμενοι ἐν πᾶσι τοῖς οὖσιν ταῦτα ζητοῦσιν, ἀλλ’ ἐστὶν ἀληθές τε καὶ πρόδηλον ὅτι ἕκαστος τὰ μέν τίνα εὐλαβεῖται τὰ δὲ οὔ· κρημνὸν μὲν γὰρ εὐλαβεῖται καὶ φρέαρ καὶ ὅσα λυμαντικά, οὐκ εὐλαβεῖται δὲ τὰ μὴ τοιαῦτα. ὥστε, ὡς ἔοικε, πάντες ὑπολαμβάνουσιν ἔχειν ἁπλῶς, εἰ μὴ περὶ ἅπαντα, ἀλλὰ περὶ τὸ ἄμεινον καὶ χεῖρον. πάντας φησὶ καὶ τοὺς λέγοντας ἐπὶ παντὸς τὸ οὐδὲν μᾶλλον καὶ συναληθεύειν τιθεμένους τὴν ἀντίφασιν ἐν ταῖς ὑπολήψεσιν ἔχειν ἁπλῶς, εἰ καὶ μὴ περὶ πάντα, ἀλλὰ περὶ τὰ βελτίω καὶ χείρω καὶ συμφέροντα καὶ ἀσύμφορα καὶ ὅλως τὰ πρακτά. τὸ δὲ ἁπλῶς ἐστιν ὅτι μὴ ἄμφω τὰ ἀντικείμενα ἡγοῦνται συμφέρειν ἀλλ’ ἁπλῶς θάτερον καὶ ὡρισμένως, οὐδὲ ὁμοίως συμφέρειν τε καὶ οὐ συμφέρειν τὸ αὐτό, ἀλλὰ θάτερον αὐτῶν ἁπλῶς· ἢ γὰρ συμφέρειν, ὃ αἱροῦνται, ἢ μὴ συμφέρειν, ὃ. φεύγουσιν. ἀγαγὼν δὲ τὸν λόγον ἐπὶ τὰ πράγματα καὶ τὴν περὶ ταῦτα ὑπόληψιν, διὰ τῶν ἐναργῶν ἔδειξε τοὺς ἐκεῖνα τιθεμένους, ὅτι εἰ καὶ μὴ περὶ παντός ἐστι κατάληψις, ἀλλ’ ἐν τοῖς αἱρετοῖς καὶ φευκτοῖς ὁμολογεῖν αὐτοῖς ἀνάγκη· ἀπραξία γὰρ ἂν ἦν αὐτοῖς περὶ αὐτά, εἰ μὴ ὡρίζοντό τι περὶ αὐτὰ καὶ συγκατερίθεντο τῷ ἑτέρῳ μέρει. Εἰ δὲ μὴ ἐπιστάμενοι ἀλλὰ δοξάζοντες. Εἰ δὲ λέγοιεν ἔχειν μέν τινα συγκατάθεσιν καὶ ὑπόληψιν περὶ ταῦτα, ὡς οἱ λέγοντες τῷ φαινομένῳ, δι’ ἃ φαίνεται τοιοῦτον, συγκατατίθεσθαι, ὡς οὐκ ἀληθεῖ ὄντι ἀσθενῆ γὰρ τὴν ὑπόληψιν εἶναι καὶ οὐ βεβαίαν οὐδὲ ἐπιστημονἲκήν), οὐ τὴν τῶν πραγμάτων φύσιν αἰτιατέον αὐτοῖς, ἀλλ’ ἐπιμελητέον αὑτῶν καὶ τοῦ γνῶναι τἀληθὲς καὶ ἐπιστήμην ἔχειν προνοητέον· ἔνθα γὰρ ἡ ἀσθενὴς κατάληψις, ἐνταῦθα γίνεται καὶ ἡ ἰσχυρά τε καὶ μετ’ ἐπιστήμης. ὁ δὲ ἅπαξ ἄλλα ἄλλων ἡγούμενος εἶναι μᾶλλον αἱρετέα τε καὶ πρακτέα τὸ μὲν εἶναι διαφορὰν ἐν τοῖς οὖσι καὶ ταύτην καταληπτήν τε καὶ γνωστὴν συγκεχώρηκε. τοῦ δὲ μηκέτι βεβαίαν τὴν κατάληψιν ἔχειν αὐτὸν αἴτιον τὸ μὴ επι|μελεῖσθαι αὑτοῦ, ὅπως ἔχῃ ἐπιστημονικὴν κρίσιν, ᾗ μέτρῳ καὶ κανόνι χρώμενος εἴσεται τὴν τῶν πραγμάτων φύσιν καὶ πρώτην ἐν αὐτοῖς διαφοράν. ὡς γὰρ τῷ νοσοῦντι οὐ τὰ πράγματα αἰτιατέον ὡς οὐδὲν ὑγιεινὸν ἔχοντα, ἀλλ’ ὑγιείας ἐπιμελητέον, ὅπως τοιαῦτα ᾖ αὐτῷ, οὕτως καὶ τοῖς ὑγιαίνουσιν· ὁ γὰρ δοξάζων πρὸς τὸν ἐπιστάμενον οὐχ ὑγιεινῶς πρὸς τὴν γνῶσιν τῆς ἀληθείας διάκειται. ὅτι δὲ οἱ λέγοντες τῇ φαντασίᾳ ἀκολουθοῦντες ποιεῖν ἃ ποιοῦσι ψεύδονται, δῆλον ἐκ τοῦ μετὰ τὴν φαντασίαν ζητεῖν τε καὶ βουλεύεσθαι αὐτούς, εἴτε χρὴ ἕπεσθαι τῷ φανταστῷ εἴτε καὶ μή. Ἔτι εἰ ὅτι μάλιστα πάντα οὕτως ἔχει καὶ οὐχ οὕτως. Εἰ καὶ συγχωρήσειέ τις, φησίν, αὐτοῖς πάντα καὶ οὕτως καὶ οὐχ οὕτως ἔχειν, ἀνάγκη γε διδόναι αὐτοῖς τὸ μὴ ὁμοίως ἕκαστον αὐτῶν καὶ ἐπ’ ἴσης οὕτω τε ἔχειν καὶ οὐχ οὕτως, ἀλλ’ εἶναι ἐν τῇ φύσει τῶν ὄντων τὸ μᾶλλόν τε καὶ ἧττον ὡς εἶναι θάτερον. δῆλον μὲν οὖν καὶ ἐξ ὧν πράσσουσιν· οὐ μὴν ἀλλὰ καὶ παρίστησιν αὐτὸ διά τινων ἐναργῶν. καὶ γὰρ εἰ εἴη συγκεχωρημένον τὸ εἶναι τὰ δύο ἄρτιά τε καὶ οὐκ ἄρτια, τουτέστι καὶ περιττά, ἀλλ’ οὐχ ὁμοίως γε οὐδὲ ἐπ’ ἴσης τὸ ἄρτιον αὐτοῖς ὑπάρχει καὶ τὸ περιττόν, οὐδ’ ὁμοίως ἐστὶ τὰ δύο ἄρτια καὶ τὰ τρία, ἀλλὰ μᾶλλον μὲν τὰ τρία τῶν δύο περιττά, μᾶλλον δὲ τὰ δύο τῶν τριῶν ἄρτια· εἰ γὰρ μὴ ὁμοίως ψεύδεται ὁ τὰ τέσσαρα πέντε ὑπολαμβάνων καὶ ὁ χῖα, ἀλλὰ μᾶλλον μὲν ὁ χίλια, ἧττον δὲ ὁ πέντε. διὰ τούτων συνέστησεν ὅτι ἔστι ψευδὴς δόξα μᾶλλον ἄλλη ἄλλης. εἰ δὲ ἡ ἑτέρα μᾶλλον ψευδής, ἡ ἧττον ψευδὴς ἐγγυτέρω τἀληθοῦς ἂν εἴη. εἰ δὲ τὸ μᾶλλον ἀληθές ἐστιν ἐγγυτέρω τἀληθοῦς, εἴη ἄν κἀκεῖνο, λέγω δὲ τὸ ἀληθές, τουτέστι τὸ αὐτοαληθέσς, οὗ ἐστιν ἐγγὺς τὸ μᾶλλον ἀληθές· τὸ γὰρ ἐγγύς τινος ὂν δῆλον ὡς ὂν τοιοῦτον ἐγγύς· εἰ καὶ μὴ εἴη γνωστόν, ἀλλὰ τό γε εἰδέναι ὅτι μᾶλλόν τί ἐστιν ἀληθὲς καὶ ἧττον ἄλλο ἄλλου καταλαμβάνοντος καὶ ὁρίζοντός τι τῇ διανοίᾳ, καὶ οὐχὶ οὐ μᾶλλον τοῦτο ἢ τοῦτο λέγοντος ἐπὶ πάντων ἀκράτως καὶ ἀδιαφόρως φερομένου. καὶ γὰρ εἰ μὴ εἴη τι ἀληθὲς μηδὲ συγχωροῖεν τοῦτο, ἀλλ’ ἐκεῖνό γε ἀληθὲς καὶ ὁμολογούμενον τὸ εἶναι ἐν τοῖς οὖσιν ἀληθινώτερόν τι· τὸ γὰρ μᾶλλόν τι εἶναι ἄλλο ἄλλου καὶ ἧττον ἄλλο ἄλλου κεῖται, ὥστ’ οὐκέτ’ ἀληθὲς εἴη τὸ οὐδὲν μᾶλλον ἐπὶ πάντων. ἄκρατον δὲ τὸν τοιοῦτον λόγον εἶπε κατὰ τὸ μὴ | ἔχειν μεμιγμένον αὐτῷ τὸ μᾶλλον, ἀλλ’ ἐπ’ ἴσης πρὸς πάντα σώζειν βούλεσθαι τὴν ὁμοιότητα. ὃ καὶ αὐτὸς ἐδήλωσε προσθεὶς τὸ καὶ κωλύοντός τι τῇ διανοίᾳ ὁρίσαι. τὸ δὲ μὴ ἡγεῖσθαι μᾶλλον ἄλλο ἄλλου διαψεύδεσθαι, ὃ δοκεῖ τοῖς ἀπὸ τῆς Στοᾶς, ψεῦδός τε καὶ παρὰ τὰ φαινόμενα· καὶ γὰρ αἱ μοχθηραὶ καὶ διεψευσμέναι κρίσεις οὐκ ἴσαι, ἀλλ’ οὐδὲ ἀπὸ ἕξεως ὁμοίας· ὡς γὰρ ὁ τὰ μεγάλα καὶ σφόδρα ὁρατὰ μὴ ὁρῶν τῷ τὰ μικρότατα καὶ ἧττον ὁρατὰ μὴ διορῶντι τὸ μὲν μὴ ὑγιαίνειν τὴν ὁρατικὴν δύναμιν κοινὸν ἔχει, μᾶλλον μέντοι ἀσθενής ἐστιν ἡ δύναμις, ἀφ’ ἧς οὐδὲ τὰ μεγάλα τις ὁρᾶν δύναται, τῆς ταῦτα μὲν ὁρώσης ἐν δὲ τοῖς μικροῖς σφαλλομένης, οὕτως ἔχει καὶ ἐπὶ τῆς δόξης τε καὶ ὑπολήψεως. οὐ γὰρ ὅμοιαι καὶ ἴσαι αἱ τῆς ψυχῆς ἕξεις ἀφ’ ὧν τὰ μείζω ταῖς ἀφ’ ὧν τὰ ἐλάττω ἁμαρτάνεται. ἔστι δ’ ἀπὸ τῆς αὐτῆς δόξης καὶ ὁ Πρωταγόρου λόγος, καὶ ὁμοίως ἀνάγκη αὐτοὺς εἶναι ἢ μὴ εἶναι. Τῷ λόγῳ τῷ λέγοντι τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι καὶ διὰ τοῦτο ἐπὶ παντὸς τὴν ἀντίφασιν συναληθεύειν τιθεμένῳ τὸν αὐτόν φησιν εἶναι καὶ τὸν Πρωταγόρου λόγον, ὅς ἐστιν ὅτι ἑκάστῳ τὸ φαινόμενον οὕτω καὶ ἔστι καὶ ἔχει· πᾶσα γὰρ φαντασία ἀληθής· διὸ καὶ ἀνάγκη ἀμφοτέρους τοὺς λόγους ἢ ἅμ ἀληθεῖς ἢ ἅμα ψευδεῖς εἶναι. ὅτι δὲ οἱ αὐτοί εἰσι καὶ ἕπεται τῷ ἑτέρῳ ὁ ἕτερος, δείκνυσιν. εἴτε γὰρ τὰ δοκοῦντα πάσῃ δόξῃ καὶ πάσῃ φαντασίᾳ ἀληθῆ, ὡς ἐδόκει Πρωταγόρᾳ, ἀνάγκη εἶναι πάντα ἅμα ἀληθῆ καὶ ψευδῆ, τουτέστιν ἀνάγκη καὶ τὴν ἀντίφασιν εἶναι ἅμα ἀληθῆ. τούτῳ γὰρ ἴσον τὸ ἅμα πάντα εἶναι ἀληθῆ· περὶ γὰρ τῶν αὐτῶν ἀλλήλοις τὰ ἀντικείμενα δοξάζουσιν, ἃ εἰ ἀληθῆ, εἴη ἄν ἅμα ἡ ἀντίφασις ἀληθής. ὅτι δὲ πάσης φαντασίας οὔσης ἀληθοῦς πάντα ἀληθῆ γίγνεται, δῆλον ἐκ τοῦ καὶ τοὺς ὑπολαμβάνοντας τὸ εἶναί τι καὶ τοὺς τὸ αὐτὸ τοῦτο ὑπολαμβάνοντας μὴ εἶναι ἀληθεύειν. εἰ δὲ οἱ τὰς ἀντικειμένας ὑπολήψεις περὶ τῶν αὐτῶν ἔχοντες ἅμα ἀληθεύουσι, πάντα ἂν εἴη ἅμα ἀληθῆ· τῶν γὰρ δοξαζόντων οἱ μὲν οὕτως ἔχειν, οἱ δὲ τὸ αὐτὸ τοῦτο οὐχ οὕτως ἔχειν δοξάζουσιν. οὕτω δὲ καὶ ἡ ἀντίφασις ἅμα ἀληθής. εἰπὼν δὲ πάνθ’ ἅμα ἀνάγκη εἶναι ἀληθῆ, καὶ προσθεὶς καὶ ψευδῆ, τὸ πῶς καὶ ψευδῆ ἔδειξε διὰ τοῦ πολλοὶ γὰρ τἀναντία ὁπολαμβάνουσιν ἀλλήλοις, καὶ τοὺς μὴ ταὐτὰ δοξάζοντας ἑαυτοῖς ψευδεῖς νομίζουσιν. εἰ γὰρ οἱ περὶ τῶν τὰ ἀντικείμενα ὑπολαμβανόντων τῶν δοξάζοντες ὡς περὶ ψευδομένων ἀληθεύουσι, ψεύδοιντο ἄν ἐκεῖνοι. οὕτω δὲ πάντες ἄν ψεύδοιντο, εἰ ἑκάστῳ τῶν δοξαζόντων περί τινος ἔστι τις ὁ τἀναντία δοξάζων, ὃς τὸν μὴ | τοιαύτην ἔχοντα τὴν δόξαν ψεύδεσθαι δοξάζει. ὥστε ἀνάγκη τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ, εἰ οἱ τὰ ἐναντία ἀλλήλοις δοξάζοντες ἀληθεύουσιν. ἀλλὰ καὶ εἰ τοῦτο οὕτως ἔχει, τὸ ἕκαστον τῶν ὄντων εἶναί τε καὶ μὴ εἶναι, τουτέστιν εἰ ἡ ἀντίφασις ἐφ’ ἑκάστου ἀληθής, ἀκολουθεῖ πάλιν τὸ πάντα τὰ δοκοῦντα εἶναι ἀληθῆ καὶ πᾶσαν φαντασίαν ἀληθεύειν, ὡς Πρωταγόρᾳ ἐδόκει. καὶ ὅτι γε ἀκολουθεῖ τῷ τὴν ἀντίφασιν ἐφ’ ἑκάστου ἀληθῆ εἶναι τὸ πᾶσαν φαντασίαν εἶναι, δείκνυσι πάλιν οὕτως. τὸ ψεύδεσθαι καὶ ἀληθεύειν ἐστὶν ἐν τοῖς τὰ ἀντικείμενα ἀλλήλοις δοξάζουσί τε καὶ λέγουσι· τὸ γὰρ τῆς καταφάσεως οὔσης περί τινος ἀληθοῦς τὴν ἀπόφασιν τὴν περὶ αὐτοῦ τούτου οὗ ἐστιν ἡ κατάφασις δοξάζειν τινά, τοῦτο τὸ ψεύδεσθαι, καὶ τὸ τῆς ἀποφάσεως ἀληθοῦς οὕσης δοξάζειν τινὰ περὶ αὐτοῦ τὴν κατάφασιν. ἐν γὰρ τῷ τὰ ἀντικείμενα δοξάζειν τινὰς περὶ τῶν αὐτῶν τὸ τοὺς μὲν ἀληθεύειν τοὺς δὲ ψεύδεσθαι ἔστιν, (0) ἀναιρεῖται, εἰ εἴη περὶ παντὸς ἡ ἀντίφασις ἅμα ἀληθής. οὕσης γὰρ πάσης ἀντιφάσεως ἅμα ἀληθοῦς οὐδεμία ἂν εἴη δόξα ψευδής· εἰ γὰρ πάσα ἀντίφασις ἅμα ἀληθής, καὶ αἱ ἀντικείμεναι περὶ τοῦ αὐτοῦ δόξαι ἅμα ἄν εἶεν ἀληθεῖς· εἰ δὲ αἱ ἀντικείμεναι ἀλλήλαις δόξαι ἅμα ἀληθεῖς, πᾶσα δόξα ἀληθής· πᾶσα γὰρ δόξα περὶ τοῦ οὕτως ἔχειν ἢ περὶ τοῦ μὴ οὕτως ἔχειν. δείξας δὲ ὅτι ταὐτὰ λέγουσι καὶ ἀντακολουθεῖ ἀλλήλοις τὰ ὑπ’ αὐτῶν λεγόμενα, καὶ τῆς αὐτῆς εἰσι διανοίας ἠρτημένοι οἵ τε πᾶσαν φαντασίαν ἀληθῆ τιθέμενοι καὶ οἱ τὴν ἀντίφασιν συνυπάρχειν λέγοντες, μέλλων πάλιν λέγειν πρὸς τὴν προκειμένην δόξαν καὶ τοὺς οὕτω λέγοντας, φησὶ μὴ δεῖν τῶν αὐτῶν λόγων πρὸς πάντας τοὺς ταῦτα λέγοντας· εἶναι γὰρ αὐτῶν διαφοράν· τοὺς μὲν γὰρ καὶ ὑπολαμβάνειν οὕτως καὶ πεπεῖσθαι ἐκ τοῦ ἀπορῆσαι περὶ τῶν ὄντων εἰς τὸ δοξάζειν οὕτως περὶ πάντων προελθόντας, ὡς καὶ τοῦ μεταπεισθῆναι δεῖσθαι καὶ διδασκαλίας, ὥς φησιν· εὐίατος γὰρ αὐτῶν ἡ ἄγνοια, ἀλλ’ οὐ βίας τῆς ἐν τοῖς λόγοις καὶ ἀγῶνος καὶ ἐλέγχου δεομένη. καὶ δι’ ἣν αἰτίαν, λέγει· οὐ γὰρ πρὸς τὸν λόγον ἡ ἀπάντησις πρὸς τούτους, ὠὰ πρὸς τὴν διάνοιαν, καθ’ ἣν ἀπατηθέντες καὶ παρακρουσθέντες τἀληθοῦς λέγουσι ταῦτα. διὸ καὶ δυνατὸν μεταπεισθῆναι αὐτούς· ὃ γένοιτ’ ἄν γνωρίμου τοῦ ἀληθοῦς αὐτοῖς γενομένου. τοὺς δὲ λόγου χάριν λέγειν οὐ πεπεισμένους μὲν οὕτως ἔχειν τὰ πρά|γματα, παρίστασθαι δὲ τῇ θέσει ταύτῃ φιλονείκως προαιρουμένους, πρὸς οὓς ἐλέγχου φησὶ τοῦ κατὰ τὸν λόγον δεῖν καὶ τοῦ ἐν τῇ φωνῇ καὶ τοῖς ὀνόμασιν, ἐπεὶ μὴ καὶ οὗτοι πεπεισμένοι εἰσίν, ὡς λέγουσιν. ὁ οὖν ἐν τῇ φωνῇ ἔλεγχος ἴασις μόνον τούτων, τουτέστι τοῦ ἐν τῇ φωνῇ ἐλέγχου οὗτοι δέονται μόνου· μέχρι γὰρ φωνῆς πρόεισιν αὐτοῖς τὰ λεγόμενα καὶ ὀνόματος καὶ λόγου. ἑξῆς δὲ λέγει πόθεν αὕτη ἡ ὑπόληψις καὶ δόξα ἐλήλυθε τοῖς οὕτως ἡγουμένοις ἔχειν τὰ ὄντα, καὶ οὐ φιλονείκως λέγουσιν ἀλλὰ διὰ τὸ πιστεύειν οὕτως ἔχειν. εἶπε δὲ αὐτοὺς διαποροῦντας, ὅτι ἐκίνησεν αὐτοὺς πρὸς τήνδε τὴν δόξαν καὶ τὴν ἀπορίαν εὔλογόν τι φαινόμενον. οὓς καὶ ἰατοὺς εἶπεν εἶναι· ἀπὸ γὰρ αἰσθητῶν φησιν ὁρμωμένους παρακρουσθῆναι τῶν τε τὴν ἀντίφασιν ἅμα ἀληθῆ λεγόντων καὶ τῶν πᾶσαν δόξαν ἀληθῆ τιθεμένων τοὺς διὰ τὸ πεπεῖσθαι ταῦτα οὕτως ἔχειν καὶ λέγοντας. καὶ πρῶτα ἆν λέγει ὑπὸ τίνος παρεκρούσθησαν οἱ ἐπὶ παντὸς τὴν ἀντίφασιν συναληθεύειν λέγοντες· ὁρῶντες γὰρ ἐκ τοῦ αὐτοῦ γινόμενα τὰ ἐναντία, προειληφότες δὲ καὶ ὅτι ἀδύνατον γίνεσθαί τι ὅλως ἐκ τοῦ μὴ ὄντος κοινὴ γὰρ αὕτη ἡ δόξα τῶν περὶ φύσεως ἐστί τι ἀποφηναμένων), ὑπέλαβον ἀμφότερα τὰ ἐναντία τὸ πρᾶγμα εἶναι. οὐ γὰρ ἂν ἄλλως ἐξ αὐτοῦ δύνασθαι αὐτὰ γίνεσθαι, εἰ μὴ πρτοϋπάρχοντα ἐν αὐτῷ εἴη. καὶ διὰ τοῦτο Ἀναξαγόρας μὲν πάντα ἐν πᾶσι μεμῖχθαι λέγει, ἐπεὶ πάντα ἐκ πάντων ἐθεώρει γιγνόμενα, καὶ Δημόκριτος τὸ κενὸν καὶ τὸ πλῆρες μόνα εἶναι λέγων· ἐτίθει γάρ, φησίν, ἄτομα καὶ κενὸν καὶ καθ’ ὁτιοῦν μέρος ἑκάστου τῶν αἰσθητῶν ὁμοίως ἄμφω ἐνυπάρχειν φησίν, ὥστε καὶ τὴν γένεσιν αὐτῶν ἐκκρίσει ἐκ προϋπάρχοντος γίνεσθαι. προσιστορεῖ δὲ ὅτι καὶ ὂν μὰν ἔλεγε Δημόκριτος τὸ πλῆρες, μὴ ὂν δὲ τὸ κενόν, ἴσως καὶ ἀτοπίαν τινὰ αὐτοῦ δεικνὺς τῆς δόξης δι’ ὧν ἔλεγεν, εἴ γε τιθέμενος μὴ ὂν εἶναι τὸ κενόν, ἡγούμενος δὲ καὶ μηδὲν γίνεσθαι ἐκ τοῦ μὴ ὄντος, ἐκ τοῦ κενοῦ ἔλεγεν πάντα τὰ γιγνόμενα οὐδὲν ἔλαττον ἢ ἐκ τοῦ πλήρους εἶναί τε καὶ γίγνεσθαι, λέγων τὸ κενὸν μὴ ὄν· συνεχώρει γὰρ τὴν γένεσιν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ὃ φυλασσόμενος μίξει τὴν γένεσιν ὑπελάμβανε γίγνεσθαι. λέγοι δ’ ἄν καὶ πῶς αὐτῷ ὂν μὲν λέγοντι τὸ πλῆρες, μὴ ὂν δὲ τὸ κενόν, ταῦτα δὲ ἐν πᾶσιν ὁμοίως εἶναι ἐξ ὧν γένεσις, εἵπετο ἐφ’ ἑκάστου λέγειν ἀληθῆ τὴν ἀντίφασιν τὸ εἶναί τε καὶ μὴ εἶναι· καίτοι οὐκ ἀντίφασις τοῦτο, εἴ γε ἄλλο δὲ μὴ ὄν· κατὰ γὰρ τὸ κενόν. ἢ τοῦ ταῦτα ἐν πᾶσιν ὁμοίως μεμιγμένα μιγμένα ὄντα ἀντικείμενά τε εἶναι καὶ ἐναντία μηνυτικὰ τὰ ὀνόματα ὄντα, τό τε ὂν καὶ τὸ μὴ ὄν, παρέθετο. πρὸς μὲν οὖν τοὺς διὰ ταῦτα ὑπολαμβάνοντάς τε καὶ ἡγουμένους τὴν ἀντίφασιν ἐπὶ παντὸς ἅμα εἶναι ἀληθῆ, μεταπείθοντες αὐτούς, ἀλλ’ οὐ φιλονεικοῦντες οὐδὲ ἐλέγχοντες ἐροῦμεν, φησίν, ὅτι τρόπον μέν τινα ἀληθῆ λέγουσι καὶ ὀρθῶς δοξάζουσι, τρόπον δέ τινα ἀγνοοῦσι. τὸ γὰρ ὂν λέγεται διχῶς, ὁμοίως δὲ καὶ τὸ μὴ ὄν· τοῦ γὰρ ὄντος τὸ μὲν δυνάμει ἐστί, τὸ δὲ ἐνεργείᾳ, ὁμοίως δὲ καὶ τοῦ μὴ ὄντος τὸ μὲν οὐδαμῇ οὐδαμῶς ἐστιν, τὸ δὲ τῷ μήπω ἐνεργείᾳ εἶναι μὴ ὂν λέγεται. ἔστι δὲ τοιοῦτον τὸ δυνάμει ὄν· τοῦ γὰρ δυνάμει ὄντος ἐν μεθορίῳ ὄντος τοῦ τε κατ’ ἐνέργειαν ὄντος καὶ τοῦ παντάπασι μὴ ὄντος, καὶ ὄν πως ἐστὶ καὶ μὴ ὄν· καὶ ἐκ τοῦ οὕτως μὴ ὄντος ἡ γένεσις, οὐκ ἐκ τοῦ κυρίως καὶ ἀπλῶς μὴ ὄντος. οὐδέν τε κωλύει τὸ αὐτὸ καὶ εἶναί τε καὶ μὴ εἶναι, ὅπερ ἐκεῖνοι λέγουσιν, ἀλλ’ οὐ κατὰ τὸ αὐτὸ οἷόν τε αὐτὸ εἶναί τε καὶ μὴ εἶναι· κατ’ ἄλλο μὲν γὰρ εἶναι, κατ’ ἄλλο δὲ μὴ εἷναι. τὸ γὰρ δυνάμει ὂν ἔστι μὲν ἀλλὰ δυνάμει, οὐκ ἔστι δέ, ὅτι μὴ ἐνεργείᾳ. ὥστε οὐχ ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ· δυνάμει μὲν γὰρ λέγειν τὸ αὐτὸ τἀναντία εἶναι οὐδὲν ἄτοπον, ἐνεργείᾳ δὲ ἀδύνατον. καὶ τὸ μὴ εἶναι δὲ τῷ εἶναι τὸ αὐτό τι ἐναντίον· ὥστε οὐδὲ ταῦτα οἷόν τε ἅμα ἐνεργείᾳ εἶναι. ἡ γὰρ αὐτὴ ὕλη δυνάμει μὲν τἀναντία ἐστίν, ἅμα δὲ ἐνεργείᾳ. γενέσθαι ταῦτα οὐ δύναται, παρὰ μέρος μέντοι, σώζουσα ἑκάτερον καὶ ὅταν θάτερον ἐνεργείᾳ ᾖ, τῷ δυνάμει εἶναι τἀναντία· οὐδὲ γὰρ ὅτε ἐνεργείᾳ ἔστιν ἤδη τὴν δύναμιν ἀποβέβληκε. πρὸς δὲ τούτοις ἀξιώσομεν, φησίν, αὐτοὺς μὴ μόνα ἡγεῖσθαι ὄντα τὰ ἐν γενέσει καὶ φθορᾷ, ἀλλ’ εἶναί τινα καὶ ἀγέννητα καὶ ἄφθαρτα καὶ ἀκίνητα ἐν τοῖς οὖσιν, οἷς οὐκέτ’ ἄν ὑπάρχοι τἀναντία, εἴ γε μηδὲ τὴν ἀρχὴν μεταβάλλει μηδὲ γίνεταί τι ἐξ αὐτῶν· τοιαῦτα δ’ ἄν εἴη τὰ θεῖα. Ὁμοίως δὲ καὶ ἡ περὶ τὰ φαινόμενα ἀλήθει ἐνίοις ἐκ τῶν αἰσθητῶν ἐλήλυθεν. Λέγει ὅτι ὥσπερ τῶν λεγόντων ταὐτὸν εἶναι καὶ μὴ εἶναι, τουτέστιν ἅμα τὴν ἀντίφασιν ἀληθῆ τιθεμένων, τοῖς εὐγνωμονεστέροις, οἳ διὰ τὸ ζητήσαντες ἀπορῆσαι τοῦτο ἔθεντο, αἴτια τῆς ἀπάτης τὰ αἰσθητά τε καὶ ἐν γενέσει καὶ φθορᾷ ὅτι γὰρ ἑώρων τἀναντία ἐκ τοῦ αὐτοῦ γιγνόμενα), οὕτω, φησί, καὶ ἡ περὶ τὰ φαινόμενα ἀλήθεια, τουτέστι τὸ πᾶσαν φαντασίαν ἀληθῆ λέγειν, τοῖς καὶ αὐτοῖς διὰ τὸ ζητῆσαί· τε καὶ ἀπορῆσαι τοῦτο θεμένοις ἀπὸ τῶν αἰσθητῶν ἔσχε τὴν αἰτίαν· τὸ μὲν γὰρ ἀληθὲς κρίνεσθαι δεῖν ᾤοντο | οὐ πλήθει καὶ ὀλιγότητι τῶν οὕτως δοξαζόντων, ὡς εἶναι τὸ μὲν ὑπὸ τῶν πλειόνων δοξαζόμενον καὶ τὸ τοῖς πλείοσι φαινόμενον ἀληθές, ψεῦδος δὲ τὸ ὑπὸ τῶν ἐλαττόνων καὶ τοῖς ἐλάττοσι φαινόμενον τοιοῦτον· οὐδὲ γὰρ οὐδὲ εἰ πλείους μὲν οἱ νοσοῦντες ὀλίγοι δὲ οἱ ὑγιαίνοντες, καὶ ταὐτὸ τοῖς μὲν νοσοῦσι πικρὸν ἐδόκει εἶναι οὖσι πολλοῖς, τοῖς δὲ ὑγιαίνουσι γλυκὺ οὖσιν ὀλίγοις, τὸ τοῖς νοσοῦσι φαινόμενον, ἐπεὶ πλείους ἦσαν, ἐλέγομεν ἂν ἀληθὲς εἶναι, καὶ νοσεῖν μὲν τοὺς ὀλίγους, ὑγιαίνειν δὲ τοὺς πολλούς. Ὥστε εἰ πάντες ἔκαμνον ἢ πάντες παρεφρόνουν. Ἐπεὶ οἱ ἀξιοῦντες πλήθει καὶ ὀλιγότητι τὸ ἀληθὲς ἐπικρίνεσθαι καὶ τὸ τοῖς πολλοῖς δοκοῦν τοῦτο ἀληθὲς εἶναι οὗτοι γὰρ οἱ ὑγιαίνοντες καὶ κατὰ φύσιν ἔχοντες), πιθανῶς περιέτρεψε τὸ εἰ γὰρ οἱ πολλοὶ ὑγιαίνουσι καὶ κατὰ φύσιν ἔχουσιν, εἰ συμβαίη τοὺς πλείστους νοσεῖν ὀλίγους δὲ ὑγιαίνειν, εἶεν ἂν οἱ μὲν νοσοῦντες ὑγιαίνοντες, οἱ δὲ ὑγιαίνοντες νοσοῦντες. εἰ δὲ τοῦτο ἄτοπον, οὐ πλήθει καὶ ὀλιγότητι τῶν δοξαζόντων χρὴ κρίνεσθαι λέγειν τἀληθές. ἐπεὶ τοίνυν οὐ πλήθει καὶ ὀλιγότητι δεῖ τὴν τὰς φαντασίας ἀλήθειαν κρίνειν, φαίνεται δὲ ταὐτὰ τοῖς μὲν γλυκέα τοῖς δὲ πικρά, ὁποῖα ἑκάστῳ φαίνεται, τοιαῦτα ἑκάστῳ καὶ εἶναι. Ἔτι δὲ πολλοῖς τῶν ζῴων ὑγιαίνουσι τἀναντία περὶ τῶν αὐτῶν φαίνεσθαι. Τοῖς μὲν γὰρ γλυκέα τινὰ δοκεῖ καὶ ἐδώδιμα, τοῖς δὲ πικρὰ καὶ ἄβρωτα, ὧν καὶ ὁ τῆς ἐλαίας ἐστὶ θαλλός, γλυκὺς μὲν τοῖς νεμομένοις ζῴοις αὐτόν, ἡμῖν δὲ τοῖς ἀνθρώποις πικρός. ἀλλ’ οὐδὲ ἡμῖν αὐτοῖς κτὰ τὴν αἴσθησιν ἀεὶ ταὐτὰ φαίνεσθαι, ἀλλὰ ἄλλοτε ἀλλοῖα, ὧν ἄδηλον ποῖα δεῖ λέγειν ἀληθῆ· οὐδὲν γὰρ μᾶλλον ταῦτα ἢ ταῦτα, ἀλλ’ ὁμοίως. δι’ ἣν αἰτίαν φησὶ καὶ Δημόκριτον εἰς τὰς διαφωνίας βλέποντα ταύτας λέγειν ἢ μηδὲν ἀληθὲς εἶναι, ἢ εἰ καὶ ἔστι τι, ἡμῖν ἄδηλον αὐτὸ εἶναι, τῷ ὁμοίως περὶ τὰ ἀντικείμενα ἔχειν τοὺς φανταζομένους αὐτὰ καὶ δοξάζοντας. Ὄλως δὲ διὰ τὸ ὑπολαμβάνειν φρόνησιν μὲν τὴν αἴσθησιν. Καίτοι, φησίν, τῶν αὐτῶν οὐχ ὁμοίως οὔτε πᾶσιν οὔτε τοῖς αὐτοῖς καὶ ἀεὶ δοκούντων. ἀλλὰ ἄλλων ἄλλοις καὶ ἄλλοτε ἀλλοίων τοῖς αὐτοῖς, ἡγοῦντο τὸ φαινόμενον ἑκάστῳ ἀληθὲς εἶναι ἐκείνῳ, διὰ τὸ ὑπολαμβάνειν τὴν μὲν φρόνησιν, ἥτις ἐστὶ τῆς ἀληθείας κριτική, τῇ αἰσθήσει τὴν αὐτὴν εἶναι, τὴν δ’ αἴσθησιν ἀλλοίωσιν εἷναι· τὴν γὰρ διὰ ταύτης ἀντίληψιν γίγνεσθαι ἀλλοιουμένης ὑπὸ τῶν αἰσθητῶν. ὅπως γὰρ ἄν ἡ αἴσθησις πάσχῃ, οὕτως ἔχειν καὶ τὰ αἰσθητὰ τὰ διατιθέντα φασὶν αὐτήν. διὰ τοῦτο ὢ) τὸ φαινόμενον ἑκάστῳ κατὰ τὴν αἴσθησιν ἀληθὲς ἐξ ἀνάγκης εἶναι ἔθεντό τε καὶ ἀπεφήναντο· ἀληθὲς μὲν γὰρ εἶναι τὸ τῇ φρονήσει δοκοῦν, τὴν δὲ φρόνησιν τῇ αἰσθήσει ταὐτὸν εἶναι· διὸ ἀληθὲς εἶναι τὸ τῇ αἰσθήσει φαινόμενον. καὶ ὅτι | γε τὴν αἴσθησιν φρόνησιν ἐνόμιζόν τε καὶ ἔλεγον εἶναι, δείκνυσιν ἑξῆς. διὰ γὰρ ταύτην τὴν ὑπόληψιν καὶ Ἐμπεδοκλέα καὶ Δημόκριτον, καὶ ὅσοι ἄλλοι τούτοις ταὐτὰ λέγουσιν, ἐπὶ τοῦτό φησιν ἐλθεῖν, ὅτι ᾤοντο τὸ φρονεῖν τῷ αἰσθάνεσθαι ταὐτὸν εἶναι, τὴν δὲ φρόνησιν τἀληθοῦς εἶναι γνωστικήν. ὃ δείκνυσιν οὕτως αὐτοὺς ὑπολαμβάνοντας, Ἐμπεδοκλέα μὲν δι’ ὧν ἔλεγε “πρὸς παρεὸν γὰρ μῆτις ἐναύξεται ἀνθρώποισι,” τουτέστι πρὸς τὸ παρὸν γὰρ καὶ τὸ φαινόμενον ἡ φρόνησις γίνεται καὶ ἡ τοῦ ἀληθοῦς κατάληψις τοῖς ἀνθρώποις μῆτις γὰρ ἡ φρόνησις)· τοῦτο γὰρ ἴδιον αἰσθήσεως. ἐξηγήσατο δὲ αὐτὸς τὰ εἰρημένα διὰ τῶν ἐπῶν προειπὼν καὶ γὰρ Ἐμπεδοκλῆς μεταβάλλοντας τὴν ἕξιν μεταβάλλειν φησὶ τὴν φρόνησιν. τὸ δὲ αὐτὸ τοῦτο σημαίνει καὶ ὃ ἑξῆς παρατίθεται, τὸ “ὅσον ἀλλοῖοι μετέφυν, τόσον ἄρ σφισιν αἰεὶ καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται.” ὃ γὰρ λέγει ἐστὶν ἤτοι ὅτι ὡς Ε; ἀλλοιωθῶσιν, ὃ γίνεται ὑπὸ τῶν αἰσθητῶν, οὕτως καὶ φρονοῦσί τε καὶ δοξάζουσιν, ἢ ὅτι ὡς ἂν ἕξεως ἔχωσι, καθ’ ἣν ἕξιν καὶ τὸ αἰσθάνεσθαι αὐτοῖς οὕτως ἢ οὕτως ἕπεται, οὕτως καὶ φρονοῦσι περὶ τοῦ πράγματος. καὶ Παρμενίδην δὲ ταῦτα δείκνυσι δοξάζοντα δι’ ὧν φησιν “ὡς γὰρ ἕκαστος ἔχει κρᾶσιν μελέων πολυκάμπτων, ὣς νοῦς ἀνθρώποισι παρίσταται.” καὶ γὰρ οὗτος διὰ τούτων λέγει ὅτι ὡς ἄν ἔχῃ κράσεως τὸ σῶμα καὶ ἕξεως ἑκάστῳ, οὕτω καὶ τὸ φρονεῖν ἀκολουθεῖ, ὡς ἀκολουθούσης τῆς φρονήσεως τῇ τοῦ σώματος κράσει τε καὶ ἀλλοιώσει, ἥτις ὑπὸ τῶν αἰσθητῶν γίνεται. ᾧ ταὐτό φησιν εἶναι τὸ εἰρημένον καὶ αὐτὸ ὑπὸ Παρμενίδου· τῷ γὰρ προειρημένῳ τῷ ‘ὡς γὰρ ἕκαστος ἔχει κράσεως μελέων πολυκάμπτων,’ ὃ αὐτὸς εἶπε, τὸ αὐτὸ εἶναι καὶ ὃ πάλιν λέγει διὰ τοῦ ‘ὅπερ φρονέει μελέων φύσις καὶ πᾶσι καὶ παντί· τὸ γὰρ πλέον λέγεται νόημα᾿• ὡς γὰρ τοῦ φρονεῖν ἠρτημένου τῆς σωματικῆς κράσεως καὶ ἀεὶ κατὰ τὸ πλεονάζον καὶ ἐπικρατοῦν ἐν τῇ σωματικῇ διαθέσει αὐτοῦ γενομένου. ὅτι δὲ καὶ Ἀναξαγόρας ἦν ἐπὶ ταύτης τῆς δόξης, δηλοῖ δι’ ὧν παρατίθεται ὡς ἀποφθέγματος αὐτοῦ τινος σωζομένου, ὃ πρὸς τοὺς ἑταίρους ἔλεγε· τὸ γὰρ λέγειν ἑκάστῳ τοιαῦτ’ ἔσεσθαι ὁποῖα ἄν ὑπολάβοι, τιθέντος ἦν τὸ πᾶσαν δόξαν ἀληθῆ εἶναι, καὶ ὁποῖα φαίνεται εἶναι, τοιαῦτα καὶ εἶναι. προσάγει δὲ καὶ τὸν Ὅμηρον ταύτῃ τῇ δόξη τῇ ταὐτὰ ἡγουμένῃ τό τε φρονεῖν καὶ τὸ αἰσθάνεσθαι καὶ πᾶσαν δόξαν ἀληθῆ εἶναι. ὁ γὰρ τὸν Ἕχτορα λέγων ἀλλοφρονεῖν ὑπὸ τῆς πληγῆς ἐξεστῶτα φρονεῖν μὲν λέγει, | ἀλλοῖα δέ, ὡς οὐδὲν ἧττον φρονήσεως οὔσης καὶ τῆς τοῦ ἐξεστῶτος. εἰ δὲ φρονοῦσι καὶ οἱ παραφρονοῦντες, τὸ δὲ φρονεῖν τὸ τὰ ἀληθῆ γινώσκειν ἐστί, εἶεν ἄν καὶ οἱ παραφρονοῦντες ἀληθῆ γινώσκοντες, ἀλλ’ ἕτερα τῶν μὴ παρα- φρονούντων. ὥστε τὰ ὄντα ἄν ἅμα οὕτως τε καὶ οὐχ οὕτως ἔχοι. ἀπορήσας δὲ ταῦτα καὶ ἐκθέμενος τῶν ἀρχαίων τὰς δόξας. ἃς εἶχον περὶ τῆς τῶν ὄντων κρίσεως καὶ τῆς τἀληθοῦς καταλήψεως, ἐπιφέρει ὅτι ἐκ ταύτης τῆς τῶν ἀνδρῶν διαφωνίας χαλεπώτατόν τι καὶ ἀτοπώτατον συμβαίνει. ·εἰ γὰρ οὓς μάλιστα ἐνδέχεται τἀληθὲς ἑωρακέναι οὗτοι δέ εἰσιν οἱ περὶ τὴν εὕρεσιν τούτου μάλιστα καταγινόμενοι καὶ τοῦτον τοῦ βίου τοῦ αὐτῶν σκοπὸν καὶ τέλος πεποιημένοι), οὗτοι ταύτας περὶ αὐτοῦ τὰς δόξας ἔχουσι καὶ ταῦτα ἀποφαίνονταί τε καὶ δοξάζουσι περὶ τῆς ἀληθείας καὶ τῆς γνώσεως τἀληθοῦς, πῶς οὐκ ἄξιον ἀθυμεῖν τοὺς προσιόντας φιλοσοφίᾳ; ἐοί- κασι δὲ προσιέναι πράγματι τοσούτῳ ὁποῖόν ἐστι τὸ τὰ πετόμενα διώκειν βούλεσθαι. ὡς γὰρ ἐκεῖνοι οὐκ ἄν ἕλοιεν ἐκ ποδῶν διώκοντες τὰ πετόμενα, διὸ καὶ ἀδυνάτοις ἐπιχειροῦσιν, οὕτω καὶ οἱ φιλοσοφίᾳ προσιόντες ἀδυνάτῳ καὶ ἀκαταλήπτῳ δοκοῦσι προσιέναι πράγματι, εἴ γε φιλοσοφία μὲν ἐπαγγέλλεται τὴν τῶν ὄντων γνῶσιν καὶ τὴν τῆς ἐν αὐτοῖς ἀληθείας κατάληψιν, ἡ δὲ τῶν ὄντων γνῶσίς τε καὶ κατάληψις οὕτως ἄπορος, ὡς δηλοῦσιν οἱ μάλιστα πραγματευσάμενοι περὶ αὐτῶν. εἰπὼν δὲ ταῦτα αὐτὰ καὶ ἐπιστήσας ἡμᾶς ὡς οὐ τῷ τυχόντι προσιόντας πράγματι, ἑξῆς πειρᾶται τὴν αἰτίαν λέγειν τῆς πλάνης τῶν ταὐτὸ μὲν τὸ φρονεῖν καὶ τὸ αἰσθά- νεσθαι δοξαζόντων, ἡγουμένων δὲ πᾶσαν δόξαν καὶ φαντασίαν ἀληθῆ, ἧς δόξης ἦν Πρωταγόρας· ἔδειξε δὲ καὶ Ἐμπεδοκλέα καὶ Παρμενίδην καὶ Δημόκριτον καὶ Ἀναξαγόραν ἐλθόντας ἐπὶ τοῦτο. ἦν μὲν γὰρ πρόθεσις αὐτοῖς τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν θεωρῆσαι, ὑπέλαβον δὲ εἶναι μόνα τὰ αἰσθητά, ἐν οἷς ἡ τοῦ ἀορίστου φύσις πολλή, τουτέστιν ἡ τῆς ὕλης ἀόριστον γὰρ τὴν ὕλην λέγει) καὶ ἡ τοῦ οὕτως ὄντος ὡς προείπομεν, τουτέστι δυνάμει, ὃ τρόπον μέν τινα ἔστι, τρόπον δέ τινα οὐκ ἔστι, τῷ ἐν μεθορίῳ τοῦ τε κυρίως ὄντος εἶναι τοῦτο δέ ἐστι τὸ ἐνεργεία ὄν) καὶ τοῦ μηδ’ ὅλως ὄντος. διὸ εἰκότα μὲν λέγουσι· τοὺς γὰρ περὶ τῶν οὕτως ὄντων λέγοντας | εἰκός ἐστι τοιαῦτα λέγειν ὡς μηδὲν αὐτῶν ὡρισμένως τόδε τι εἶναι λέγειν· οὐ μὴν ἀληθῆ περὶ τῶν ὄντων λέγουσιν· οὐ γὰρ πάντα τὰ ὄντα τοιαῦτα, οὔτε τὰ αἰσθητὰ κατὰ πάντα ἀεὶ ῥεῖ καὶ μεταπίπτει συνεχῶς, ἀλλὰ καὶ ἐν τούτοις τὸ εἶδος μένει τε καὶ ἠρεμεῖ τῆς ὑποκειμένης ὕλης ῥεούσης. οὕτως γάρ, φησίν, ἁρμόζει μᾶλλον περὶ αὐτῶν λέγειν, ὅτι εἰκότα μὲν λέγουσιν, οὐκ ἀληθῆ δέ, ἢ ὥσπερ Ἐπίχαρμος εἰς Ξενοφάνην, ὡς Ἐπιχάρμου τοῦ τῆς κωμῳδίας ποιητοῦ εἰς Ξενοφάνην βλασφημότερά τινα καὶ ἐπηρεαστικὰ εἰρηκότος, δι’ ὧν εἰς ἀμαθίαν τινὰ καὶ ἀγνωσίαν τῶν ὄντων σκώπτων διέβαλεν αὐτόν. ταύτην δὲ τήνδε] τὴν φύσιν τὴν αἰσθητήν τε καὶ ἔνυλον αἰτίαν φησὶ γίνεσθαι τοῦ φῆσαί τινας ἀκατάληπτον τἀληθὲς εἶναι, καὶ παρατίθεται διὰ μέσου τήν τε δόξαν αὐτῶν, καὶ ἀντιλέγει πρὸς αὐτήν· ἐπεὶ γὰρ ἑώρων κινουμένην τε καὶ μεταβάλλουσαν τὴν τοιαύτην φύσιν κατὰ τὴν ὕλην συνεχῶς, κατὰ δὲ τοῦ μεταβάλλοντος καὶ μεταπίπτοντος οὐδὲν δυνάμενον ἀληθεύεσθαι ὅτε μεταβάλλει, τῷ μεταπῖπτον αὐτὸ μὴ μένειν ἐπὶ τῆς αὐτῆς φύσεως, ὑπέλαβον, εἴ γε τοιοῦτον εἴη οἷον ἀεὶ μεταβάλλειν καὶ μηδέποτε μένειν, μηδέποτε δύνασθαι περὶ αὐτοῦ τινα ἀληθῆ εἰπεῖν ὡρισμένως. τοιαῦτα δὲ εἶναι τὰ αἰσθητά τε καὶ ἔνυλα ῥεῖν γὰρ συνεχῶς καὶ μηδέποτε ταὐτὰ ὑπομένειν), ἃ καὶ μόνα εἶναι ἡγοῦντο. ἀπὸ γὰρ τῆς περὶ τῶν ὄντων τοιαύτης ὑπολήψεως προῆλθέ τε καὶ ἐξήνθησεν ἡ Ἡρακλείτου δόξα καὶ ἡ Κρατύλου, ὃς ἑταῖρος μὲν ἐγένετο Ἡρακλείτου, προσεπέτεινε δὲ τῇ ἐκείνου δόξῃ, ἀίδιον καὶ ἀδιάλειπτον τὴν ἐν τοῖς οὖσι ῥύσιν τε καὶ μεταβολὴν ἡγούμενος εἶναι, ὡς καὶ τῷ διδασκάλῳ Ηρακλείτῳ εἰπόντι ἐπιτιμᾶν μὴ οἷόν τε δὶς τῷ αὐτῷ ποταμῷ ἐμβῆναι διὰ τὴν ῥύσιν, εἰκάζοντι πάντα ῥέοντι ποταμῷ· οὐ γὰρ μόνον αὐτὸς ἔλεγεν οὐ δίς, ἀλλ’ οὐδ’ ἅπαξ οἷόν τε εἶναι τῷ αὐτῷ ποταμῷ ἐμβῆναι. οὗτος οὐδὲ λέγειν τι ᾤετο δεῖν ὡς μηδὲν ὑπομένον τὴν τοῦ λέγοντος κατηγορίαν· φθάνειν γὰρ τὴν ὑποκειμένην φύσιν, περὶ ἧς ὁ λόγος, διὰ τὴν συνεχῆ ῥύσιν τὸν περὶ αὐτῆς λεγόμενον λόγον ἀλλοιουμένην καὶ ἄλλην γιγνομένην, ὡς μὴ εἶναι συμφωνοῦν ποτε αὐτῇ τὸ λεγόμενον περὶ αὐτῆς. ἠξίου δὲ καὶ τῷ δακτύλῳ δεικνύναι τὸ ὑποκείμενον μόνον, μὴ λέγοντά τι λίθον ἢ ξύλον ἢ χρυσὸν ἡ ἄλλο· ταῦτα μὲν γὰρ οὐχ ὑπομένειν διὰ τὴν ἀλλοίωσιν καὶ τὴν κατ’ οὐσίαν μεταβολήν, τὸ μέντοι δεικνύμενον τῷ δακτύλῳ εἶναι τοῦτο ὅ τι ποτὲ καὶ τύχοι ὂν ὅτε δείκνυται. ἐροῦμεν δὴ καὶ πρὸς τούτους, φησί, τοὺς διὰ τούτων τὴν ἀκαταληψίαν εἰσάγοντας, ὅτι τὸ μὲν μεταβάλλον ὅτε μεταβάλλει εὔλο|γόν πως καὶ ἀληθές ἐστιν ὑπολαμβάνειν αὐτοὺς μὴ εἶναι καθὸ μεταβάλλει, ἐπεὶ μήτ’ ἔτι τοῦτό ἐστιν ὃ ἦν, μήτε πω τοῦτο εἰς ὃ μεταβάλλει ἤδη. καίτοι καὶ αὐτὸ [εἰς ὃ μεταβάλλει] ἀμφισβήτησιν ἔχει τινά· καὶ γὰρ τὸ ἀποβάλλον τι ἔχει τοῦ ἀποβαλλομένου τι ἔτι· ἀποβεβλήκει γὰρ ἄν αὐτὸ καὶ οὐκ ἀποβάλλον ἔτι ἦν, ὥστε εἴη ἄν. ὁμοίως καὶ τοῦ γιγνομένου δὴ ἀνάγκη τι εἶναι· οὐδέπω γὰρ ἄν ἦν γινόμενον τοῦτο ὃ γίνεσθαι λέγεται. καὶ γὰρ εἰ μηδέπω τοῦτό ἐστιν ὅ ἐστι γινόμενον, ἀλλ’ ἔστι τι ἤδη αὐτό, δι’ ὃ γενέσθαι τοῦτο λέγεται καὶ οὐκ ἄλλο τι· ὥστε καὶ τὸ γινόμενον εἴη ἄν τι. καθόλου τε εἴτε φθείρεταί τι, ἀνάγκη τι ὂν εἶναι· εἴτε γὰρ ἡ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν ἐστι μεταβολή, τὸ φθειρόμενον καὶ μήπω ἐφθαρμένον ἀνάγκη τι εἶναι· εἰ γὰρ μηκέτι ἦν, οὐκ ἂν ἐφθείρετο· ἀλλὰ καὶ εἰ γίγνεταί τι, ἐπεὶ πᾶν τὸ γιγνόμενον ἔκ τινος ὑποκειμένου γίγνεται (οὐ γὰρ δὴ ἐκ τοῦ μηδενός), ἀλλὰ καὶ ὑπό τινος οὐ γὰρ δὴ ἀναιτίως), δεῖ ταῦτα δηλονότι εἶναι· οὐ γὰρ ἄν ἄλλως γένοιτό τι. καὶ τοῦτο μὴ εἶναι ἐπ’ ἄπειρον, μήτε πάλιν καὶ τὸ ἐξ οὗ γίγνεται τὸ γιγνόμενον καὶ ὑφ’ οὗ, ταῦτα γίγνεσθαι, καὶ διὰ τοῦτο λέγειν μηδὲ ταῦτα εἶναι· οὐδὲ γὰρ ἂν γίγνοιτό τι κατὰ τὴν ἀρχήν, εἰ ἐπ’ ἄπειρον εἴη ἡ γένεσις ἄναρχος οὖσα, ὡς καὶ ἐν τῷ Α τῷ ἐλάττονι ἐδείχθη. ὃ γὰρ οὐκ ἔχει ὑποκείμενον, οὐκ ἄν γένοιτο· οὐκ ἔχει δὲ ὑποκείμενον ὅτε ἔτι γίγνεται τὸ ὑποκείμενον· γίγνεται δὲ ἔτι πᾶν, ὅταν ἐπινοηθῇ ἐπ’ ἄπειρον ἡ γένεσις τοῦ ὑποκειμένου. εἰ γὰρ δεῖ μὲν ὑποκειμένου τινός, ἐξ οὗ τὸ γιγνόμενον ἔσται, τοῦτο δὲ μὴ ἔστιν ἀλλ’ ἔτι γίγνεται, οὐκ ἄν τοῦτο γίγνοιτο ὃ πρὸς τὸ γενέσθαι ὑποκειμένου ἐκείνου δεῖται· τὸ γὰρ ὑποκείμενον ὄν τι. ἀλλ’ οὐδὲ ἐκεῖνο γίνοιτο ἄν, εἰ δεῖ μὲν καὶ ἐκείνῳ ὑποκειμένου τινός, μήπω δὲ ἐκεῖνο ἔστι διὰ τὸ γίνεσθαι ἔτι. οὕτως δὲ οὐδὲν ἔσται γινόμενον, εἰ μὴ εἴη· μεταβάλλοντος γὰρ καὶ ἡ ῥύσις καὶ ἡ μεταβολή. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ γεννῶντός τε καὶ ποιοῦντος. εἰ γὰρ δεῖ μὲν τὸ γεννώμενον ὑπό τινος γεννᾶσθαι, ἐκεῖνο δὲ μὴ εἴη ἀλλ’ ἄρτι γεννῷτο, οὐκ ἂν ἤδη τοῦτο γεννῷτο † ᾧ τὸ ὑποκείμενον δεῖ γεννηθῆναι ὄντος ἤδη· εἰ γὰρ γεννᾶται, οὐδέπω ἔστιν. οὕτως δὲ εἰς ἄπειρον προιόντων οὐδὲν ἄν ὅλως εἴη γεννώμενον. δείξας δὲ ὅτι εἴτε φθείροιτό τι εἴτε γίγνοιτο, ἀνάγκη καὶ ὅν τι ἤδη εἶναι, ὃ μήτε φθείρεται ἅμ ἐκείνῳ μήτε γίγνεται, ὥστε καὶ τοῖς τὴν συνεχῆ μεταβολὴν καὶ ῥύσιν τε καὶ φθορὰν αἰτιωμένοις ἀναγκαῖον, εἰ ταῦτα ἔμελλον αὐτοῖς ἔσεσθαι ἀληθῆ, καταλιπεῖν τινα καὶ ὄντα, φησὶν ἀλλὰ ταῦτα παρέντες ἐκεῖνα λέγωμεν. τοῦτο δὲ ποιεῖ, ἐπεὶ εἶπεν ὅτι τὸ μεταβάλλον, ὅτε μεταβάλλει, ἔχει τινὰ αὐτοῖς ἀληθῆ λόγον μὴ οἴεσθαι εἶναι, πρόκειται δὲ αὐτῷ τοὺς διὰ τὰς προειρημένας αἰτίας τε καὶ ἀπορίας ἐπὶ τὴν δόξαν ταύτην ἐλθόντας οὐ βιάζεσθαι ἀλλὰ πείθειν· διὰ γὰρ τοῦτο τοὺς μὲν ἀγωνιστικωτέους τῶν λόγων καὶ προτροπὴν ἔχοντας παραιτεῖται ἐπὶ τούτων (ἔφθακε δὲ πρότερον ἐκείνους κεκινηκέναι), ἐπὶ δὲ τοὺς πιθανωτέρους καὶ πείθειν τε καὶ διδάσκειν δυναμένους μέτεισι. ῥητέον οὖν, φησί, πρὸς αὐτοὺς ἀφεμένους ἐκείνων, ὅτι οὐ ταὐτόν ἐστι τὸ μεταβάλλειν κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν. λέγει δὲ νῦν τὴν κατὰ τὸ ποιὸν μεταβολὴν τὴν κατὰ τὸ εἶδος, καθ’ ἣν καὶ γένεσις καὶ φθορά. ὥστε οὐδὲ αἱ κατὰ ταῦτα μεταβολαὶ αἱ αὐταί, κἄν ὅτι μάλιστα δοθῇ τὸ κατὰ τὸ ποσὸν εἶναι τοῖς οὖσι συνεχῆ μεταβολήν, ἐπεὶ αὐξανόμενα καὶ φθίνοντα ὁρᾶται καὶ προσκρίσεις καὶ ἀποκρίσεις λαμβάνοντα, ἀλλ’ ἕκαστον, ὃ ἔστιν, οὐκ ἀπὸ τοῦ ποσοῦ ἀλλ’ ἀπὸ τοῦ εἴδους γνωρίζεται, ὃ μένει ἑκάστῳ ἔστ’ ἄν ᾖ σωζόμενον τὸ πρᾶγμα τὸ ὑποκείμενον καὶ μὴ ἐφθαρμένον. ὅτι δὲ μὴ συνεχὴς ἡ κατὰ τὸ εἶδος μεταβολή, ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἱκανῶς δέδειχεν, ἐν οἷς ἔλεγε περὶ τροφῆς· τοῦτο γὰρ ἔδειξεν ὂν τὸ ὑποκείμενόν τε καὶ τρεφόμενον. τὸ γὰρ εἶδος τοῦ Σωκράτους μένει ἔστ’ ἂν μὴ ᾖ Σωκράτης ἐφθαρμένος, διὸ μένων καὶ ὁ νέος καὶ ὁ αὐξανόμενος καὶ ὁ μειούμενος καὶ ὁ γεγηρακὼς κατὰ τὴν ὕλην καὶ] Σωκράτης ὁμοίως ἐστίν. ὁμοίως καὶ λίθος καὶ χρυσὸς καὶ τὸ ξύλον καὶ τῶν ἄλλων ἕκαστον. ὥστε εἰ διὰ τὴν συνεχῆ ῥύσιν οὔ φασιν οὔτε εἶναί τι οὔτε γνωστόν, καθὸ μὴ συνεχής ἐστι ῥύσις, κατὰ τοῦτο καὶ εἴη ἂν ὄντα καὶ γινώσκοιτο. ἔτι δέ, φησίν, ἄξιον ἐπιτιμῆσαι τοῖς ὑπολαμβάνουσιν ἐν συνεχεῖ ῥύσει καὶ μεταβολῇ τὰ ὄνια εἶναι, ὅτι ἐν ὀλίγοις τῶν αἰσθητῶν τοιοῦτον ὁρῶντες γιγνόμενον (ἐν γὰρ τοῖς περὶ ἡμᾶς καὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ ἡ τοιαύτη ῥύσις, ἅ ἐστιν ὀλίγον τοῦ παντὸς μέρος) ἀπὸ τῶν ὀλίγων περὶ πάντων οὕτως ἀπεφήναντο τῶν ὄντων καὶ περὶ τοῦ οὐρανοῦ καὶ περὶ παντὸς τοῦ θείου τε καὶ ἀιδίου σώματος. εὐλογώτερον γὰρ ἄν ἦν τὸ ἀπὸ τῶν πλειόνων καὶ μειζόνων ἐπὶ τὰ ἐλάττω μεταφέρειν τὴν δόξαν ἢ | ἀπὸ τῶν τοσούτῳ ἐλαττόνων ὁρμωμένους καὶ περὶ τῶν τοσούτῳ μειζόνων τε καὶ κυριωτέρων ἀποφαίνεσθαι· ὥστ’ οὐδ’ εἰ μόνα τὰ αἰσθητὰ ὄντα ὑπελάμβανον, οὐδὲ οὕτως εὔλογος ἦν ἡ δόξα ἡ τὴν συνεχῆ ῥύσιν αἰτιωμένη τοῦ μηδὲν εἶναι. Ἔτι δὲ δῆλον ὅτι καὶ πρὸς τούτους ταὐτὰ τοὶς πάλαι λεχθεῖσιν ἐροῦμεν. Λέγων πρὸς τοὺς πάντα ἐν πᾶσιν οἰομένους εἶναι διὰ τὸ πάντα ἐκ πάντων γινόμενα ὁρᾶν, προσέθηκε καὶ τοῦτο, ὅτι ἀξιοῦμεν αὐτοὺς ὑπολαμπροτροπὴν τῶν ὄντων ἀληθῆ γίνεσθαι. τὸ αὐτὸ δὴ τοῦτο καὶ πρὸς τούτους ῥητέον, φησί, καὶ δεικτέον αὐτοῖς καὶ πειστέον αὐτοὺς τῷ λόγῳ ὅτι ἔστι τις ἐν τοῖς οὖσι καὶ ἀκίνητος παντάπασιν καὶ ἀμετάβλητος φύσις· οὐδὲ γὰρ τῶν ἐν κινήσει καὶ μεταβολῇ ὄντων τὴν ἀρχήν τι ἦν, εἰ μή τις ἦν ἀκίνητος καὶ ἀσώματος φύσις, αἰτία τῆς τῶν ἄλλων κινήσεως. εἰπὼν δὲ ταῦτα δείκνυσιν ἑξῆς, ἐξ ὧν αὐτοὶ λέγουσιν οἱ πάντα εἶναί τε καὶ μὴ εἶναι λέγοντες οὗτοι δέ εἰσιν οἱ τὴν ἀντίφασιν ἐπὶ παντὸς ὁμοίως ἀληθῆ λέγοντες), ὅτι μᾶλλον ἂν κατ’ αὐτοὺς πάντα εἴη ἠρεμοῦντα ἢ μεταβάλλοντά τε καὶ κινούμενα. εἰ γὰρ τὰ μεταβάλλοντα εἰς ἃ μή ἐστι μεταβάλλει, καθ’ οὓς ἕκαστον τῶν ὄντων πάντα ἐστίν, ὡς μηδὲν αὐτοῦ ἐκτὸς εἶναι, κατὰ τούτους πάντα ἂν ἠρεμοίη. πάντα δὲ ἐν ἑκάστῳ τῶν ὄντων ἐστί, καθ’ οὓς ἐπὶ παντὸς πᾶσα ἀντίφασις ἀληθής. εἰ γὰρ ἕκαστον τῶν ὄντων ὁμοίως ἔστι τε καὶ οὐκ ἔστι, καὶ πάντα ἐν πᾶσιν ἔστι καὶ οὐ ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὐδὲ ποτὲ μὲν μᾶλλον ἔστι ποτὲ δὲ ἧττον ἔστιν ἢ οὐκ ἔστι, ἠρεμοίη ἄν τὸ πᾶν εἰς οὐδὲν μεταβάλλον τῷ τὴν αὐτὴν ὁμοιότητα μένειν τοῦ εἶναί τε καὶ μὴ εἶναι καὶ τῷ πάντα ἔχον ἕκαστον ἐν ἑαυτῷ μὴ ἔχειν ἐκτός τι αὐτοῦ, εἰς ὃ μεταβάλλει. εἰπὼν δὲ ταῦτα πρὸς τοὺς πάντα κινεῖσθαι ἀεὶ συνεχῶς λέγοντας καὶ διὰ τοῦτο μηδὲ καταληπτὸν εἶναί τι ἡγουμένους, δείξας δὲ ἐκ περιουσίας ἑπόμενον τοῖς τὴν ἀντίφασιν ἐπὶ παντὸς ἀληθῆ λέγουσι τὸ ἕπεσθαι αὐτοῖς τὸ πάντα ἠρεμεῖν λέγειν, ἑξῆς λέγει πρὸς τοὺς πᾶσαν φαντασίαν ἀληθῆ τιθεμένους. Περὶ δὲ τῆς ἀληθείας, ὡς οὐ πᾶν τὸ φαινόμενον ἀληθές, πρῶτον μὲν ὅτι οὐδὲ ἡ αἴσθησις ψευδὴς τοῦ ἰδίου ἐστίν. Διαλέγεται πρὸς τοὺς πᾶν τὸ φαινόμενον ἀληθὲς λέγοντας (τοῦτο γὰρ σημαίνει τὸ περὶ δὲ τῆς ἀληθείας ῥητόν), δεικνὺς ὅτι μὴ πᾶν ἐστιν ἀληθές, πρῶτον μὲν ὅτι οὐκ εἰ ἡ αἴσθησις ἐν τοῖς ἰδίοις αἰσθητοῖς μὴ διαψεύδεται, ἤδη οὐδὲ ἡ φαντασία. λέγοι δ’ ἄν καὶ ·ὡς αὐτῷ δοκοῦν, λέγοι δ’ ἂν καὶ ὡς ἐκείνοις, διὰ τούτου καὶ τὸ τὴν φαντασίαν ἀληθῆ εἶναι κατασκευάζοντας. ὃ δὲ λέγει ἐστὶν ὅτι μηδὲ ἡ αἴσθησις ὲν πᾶσιν ἀληθής, ἀλλ’ ἐν τοῖς ἰδίοις μόνοις· τοῦ γὰρ ἰδίου οὐκ ἔστι ψευδής· ὥστε εἰ καὶ ταὐτὸν ἦν αἴσθησίς τε καὶ φαντασία, οὐ πάσα φαντασία γίνεται ἀληθής, ὠὰ ἡ τῶν ἰδίων καὶ οἰκείων ἑκάστῃ αἰσθήσει. ἔπειτα ὅτι οὐδὲ ἡ φαντασία ταὐτὸν τῇ αἰσθήσει· ὥστε οὐκ ἄν εἰ ἡ αἴσθησις ἀληθής, ἤδη καὶ ἡ φαντασία· οὐ γὰρ ὁμοίως τῇ αἰσθήσει ἀληθεύει. οὐ γάρ ἐστι ταὐτὸν αἴσθησίς τε καὶ φαντασία· ἡ μὲν γὰρ αἴσθησις ἀντίληψίς ἐστι τῶν σἰσθητῶν παρόντων καὶ ἐκτὸς ὄντων τῶν αἰσθητηρίων, ἡ δὲ φαντασία κίνησις τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, ἣν κίνησιν τὴν ἀπὸ τῶν αἰσθητῶν τύπων ἐγγινομένων ἄλλοτε ἄλλως γίνεσθαι συμβαίνει, ὡς ἔν τε τοῖς Περὶ ψυχῆς δέδεικται καὶ ἐν τῷ Περὶ μνήμης καὶ ὕπνου. ὅτι γὰρ μὴ ταὐτά, δῆλον ἐκ τοῦ φαντασιοῦσθαι μὲν καὶ ἐφ’ ἡμῖν εἶναι, αἰσθάνεσθαι δὲ μὴ ἐφ’ ἡμῖν, καὶ φαντασιοῦσθαι μὲν καὶ ὅτε μὴ αἰσθανόμεθα (καὶ γὰρ κοιμώμενοι φαντασιούμεθα), αἰσθάνεσθαι δὲ μὴ αἰσθανομένους ἀδύνατον. καὶ ἡ μὲν αἴσθησις παρόντων, ὡς εἶπον, ἡ δὲ φαντασία καὶ μὴ παρόντων τῶν πραγμάτων. Εἶτ’ ἄξιον θαυμάσαι εἰ τοῦτο ἀποροῦσι πότερον τηλικαπυτά ἐστι μεγέθη καὶ τὰ χρώματα τοιαῦτα. Διὰ τούτων καὶ τῶν ἑξῆς ἐπὶ τὰ ἐναργῆ ἄγων δείκνυσι τὴν δόξαν τὴν προκειμένην, † ἣν ἀρχὴν μὲν ἦν ἐφιστὰς αὐτοὺς διὰ τῶν ἐναργῶν, ὅτι μὴ ἀληθὴς ἡ δόξα αὐτῶν. οὔτε γὰρ περὶ μεγεθῶν ἀπορήσαι ἄν τις, πηλίκα ἐστὶ τὰ μεγέθη, πότερον ἡλίκα τοῖς πόρρωθεν ὁρῶσι φαίνεται ἢ ἡλίκα τοῖς ἐγγύθεν, οὔτε περὶ χρωμάτων, ἵνα ἀπορήσας καὶ λαβὼν διὰ τὴν ἀπορίαν τὸ ὅτι οὐδὲν μᾶλλον τὰ τοῖς ἐγγύθεν ὁρῶσιν ἢ τὰ τοῖς πόρρω εὔλογον εἶναι ἀληθῆ, οὕτως τιθείη ἑκάστῳ τὸ φαινόμενον ἀληθὲς εἶναι· ἀλλ’ οὐδὲ περὶ τοῦ πότερον τοῖς ὑγιαίνουσιν ἡ τοῖς κάμνουσι τὰ φαινόμενα ἀληθέστερα, οἷον τὰ τοῖς ἰκτέρῳ ἐχομένοις ἢ φρενίτιδι. ἀλλ’ οὐδὲ περὶ βαρυτέρων, εἰ τὰ τοῖς κάμνουσι βαρύτερά ἐστιν ἢ τὰ τοῖς ἰσχύουσιν. ἀλλ’ οὐδὲ πότερον ἀληθῆ ἐστι τὰ τοῖς ἐγρηγορόσι φαινόμενα ἢ τὰ τοῖς κοιμωμένοις· καὶ πᾶσι γὰρ πρόδηλον τοῦτο, | ὅτι τὰ τοῖς ἐγγύθεν ὁρῶσι φαινόμενα μᾶλλόν ἐστι τοιαῦτα καὶ τὰ τοῖς ὑγιαίνουσι καὶ τὰ τοῖς ἰσχύουσι καὶ τὰ τοῖς ἐγρηγορόσιν. εἰ δὲ τοῦτο, οὐ πᾶσα φαντασία ἀληθής. οὐδὲ γὰρ οἱ ἀπὸ τούτων κρίνοντες τῷ πλήθει κρίνουσιν, ὡς πρὸ ὀλίγου ἐμέμνητο ὡς λεγόντων αὐτῶν πᾶσαν φαντασίαν ἀληθῆ τιθεμένων, ἀλλὰ τῷ κατὰ φύσιν ἔχοντι λαμβανομένων. τοιοῦτος γὰρ ὁ ἐγγύθεν καὶ ἀπὸ· τοῦ συμμέτρου ὁρῶν, ἀφ’ οὗ πέφυκεν ὁρᾶσθαι τὰ ὁρώμενα, τοιοῦτος ὁ ὑγιαίνων, τοιοῦτος ὁ ἰσχύων, τοιοῦτος ὁ ἐγρηγορὼς πρὸς ἀντίληψιν· οὐδὲ γάρ αὐτοὶ οἱ ταῦτα τιθέμενοι περὶ τούτων ζητοῦσι παρ’ αὑτοῖς, ὡς οἷόν τε καὶ ἄλλως ἔχειν. καὶ σημεῖον τούτου τὸ τὰς πράξεις αὐτοὺς κατὰ θάτερα αὐτῶν ποιεῖσθαι· οὐδεὶς γὰρ τῶν ταῦτα λεγόντων ἐν Λιβύῃ ὤν, ὄναρ αὐτὸν εἰ δηλώσει ἐν Ἀθήναις εἶναι, ἐπὶ τὸ Ἀθήνησιν ᾠδεῖον ἐπείγεται, ἀλλ’ εἰσὶ πεπεισμένοι ὅτι ὃ μὲν εἶδεν ὄναρ ψευδὲς ἦν, τὸ δὲ ἐγρηγορόσι φαινόμενον αὐτοῖς ἀληθὲς τίθενται. ἐλέγχει δὲ αὐτοὺς μὴ ὑγιῶς λέγοντας τὸ ἅπασαν φαντασίαν ἀληθῆ εἶναι καὶ ἐκ τῶν περὶ τοῦ μέλλοντος δοξαζομένων τε καὶ φαινομένων, καθὰ καὶ Πλατῶν ἤλεγξε τὴν δόξαν ἐν τῷ Πρωταγόρᾳ. εἰ γὰρ ἦν πᾶσα δόξα ἀληθής, ἔδει καὶ περὶ τῶν εἰς τὸ μέλλον γιγνομένων δοξῶν περὶ ὑγείας ὑπὸ ἰατροῦ καὶ ἰδιώτου μηδὲν μᾶλλον τὴν ἑτέραν τῆς ἑτέρας ἀληθῆ εἶναι. νῦν δὲ κυριωτέρα ἡ τοῦ ἰατροῦ· προειπόντος γὰρ καὶ προδοξάσαντος τοῦ μὲν ὑγιαίνειν τὸν νοσοῦντα τοὐ δὲ τεθνήξεσθαι, ἐνστάντος τοῦ καιροῦ τῆς ἐκβάσεως οὐδὲ τῷ ἰδιώτῃ προδοξάσαντι τὸ τεθνήξεσθαι τὸν κάμνοντα τεθνάναι δοκεῖ. ἀλλ‘ ὑγιαίνειν αὐτὸν δοξάσει, ὃ ἦν ὑπὸ ἰατροῦ προδεδοξασμένον. ἀλλὰ κἄν ὁ μὲν ἰατρὸς νοσεῖν τινα προδοξάσῃ ὁ δὲ ἰδιώτης μή, ἢ ἀνάπαλιν, ἡ ὑπὸ τοῦ ἰατροῦ δόξα πρὸς ἀλήθειαν κυριωτέρα. ὥστε καὶ αὐτοὶ ὁμολογοῦσιν οἱ ἰδιῶται μὴ εἶναι τὰς ἰδίας δόξας τὰς περὶ τῶν μελλόντων ἀληθεῖς· εἰ δὲ τοῦτο, οὐ πᾶσα φαντασία ἀληθής. Ἔτι δὲ ἐπ’ αὐτῶν τῶν αἰσθήσεων οὐχ ὁμοίως κυρία ἡ τοῦ ἀλλοτρίου καὶ ἰδίου ἢ τοῦ πλησίον καὶ τοῦ αὐτῆς. Ὃ εἶπεν ὅτι ἡ αἴσθησις ἐν τοῖς ἰδίοις ἐστὶν ἀληθὴς μόνοις ἀλλ’ οὐκ ἐν πᾶσι, τοῦτο νῦν δείκνυσιν. πρῶτον μὲν γὰρ ἔλαβεν ὅτι εἰ καὶ ἡ αἴσθη|σις, οὐ πάντως ἤδη καὶ αἱ φαντασίαι· οὐ γὰρ ταὐτὸν αἴσθησίς τε καὶ φαντασία. νῦν δὲ ὅτι μηδὲ αἱ αἰσθήσεις ὁμοίως περὶ πάντων ἀλη- ευουσιν, ὡς πρόειπε, παρίστησιν· οὐ γὰρ ὁμοίως ἔχουσι πέρι τὰ ιοια καὶ ἀλλότρια, ἀλλ’ ἡ μὲν γεῦσις περὶ τὰ γευστά, τουτέστι περὶ τοὺς χυμούς, ὧν οὐκ ἔστιν ὄψις, ἡ δὲ ὄψις περὶ τὰ χρώματα, ὧν οὐκ ἔστι γεῦσις. διὸ ὅταν τῇ ὄψει ὠχρόν τι θεωροῦσι φανῇ εἶναι τοῦτο γλυκύ, οὐκ ἀξιόπιστον αὐτὴν ἡγούμεθα, οὐδὲ ἀληθῆ τὴν τοιαύτην φαντασίαν εἶναί φαμεν, ἀλλὰ τὴν γεῦσιν εἰς κρίσιν αὐτοῦ, εἴτε γλυκὺ εἴτε μὴ γλυκύ, παραλαμβάνομεν. λέγοιτο δ’ ἄν ἀλλότριά πως ἑκάστῃ τῶν αἰσθήσεων καὶ τὰ κοινά· οὐ γὰρ ὁμοίως ἀληθεύουσιν αἱ αἰσθήσεις περί τε τὰ ἴδια καὶ περὶ τὰ κοινά, ἀλλὰ πλεῖστα σφάλλονται περὶ τὰ κοινά. ἀλλ’ οὐδὲ περὶ τὰ ἴδια αἱ αἰσθήσεις ὁμοίως ἔχουσιν ἐγγύς τε ὄντα καὶ πόρρωθεν, ὡς προεῖπεν ἤδη· περὶ γὰρ χρῶμα ἡ ὄψις οὖσα ἀληθεύει περὶ αὐτό, ἂν ᾖ ἀπὸ συμμέτρου δοαστήματος καὶ μὴ πόρρω· ὁμοίως καὶ ἀκοὴ περὶ ψόφον καὶ ὄσφρησις περὶ ὀσμήν· οὐδὲ γὰρ τῶν ἰδίων ὁπωσοῦν. ἐχόντων ἢ ὁπουδήποτε κειμένων αἱ αἰσθήσεις εἰσὶ κριτικαί. τὸ δὲ ἢ τοῦ πλησίον καὶ τοῦ αὐτῆς ἴσον ἄν εἴη καὶ τοῦ αὐτῆς ἢ τοῦ πλησίον ἢ τοῦ πόρρω· τοῦτο γὰρ δεῖ προσυπακούειν τῇ λέξει. λέξει. ὧν ἑκάστη ἐν τῷ αὐτῷ χρόνῳ περὶ τὸ αὐτὸ οὐδέ ποτέ φησιν ἅμα οὕτως καὶ οὐχ οὕτως ἔχειν. ταῦτα καὶ τὰ ἑξῆς πάλιν δόξει μὲν λέγειν πρὸς τοὺς περὶ Δημόκριτον καὶ Ἡράκειτον τοὺς ταὐτὸν καὶ εἶναι καὶ μὴ εἶναι λέγοντας ἅμα καὶ διὰ τοῦτο τὴν ἀντίφασιν συναληθεύειν τιθεμένους· διὰ δὲ τῶν αἰσθήσεων τε καὶ αἰσθητῶν ἀμφοτέρους ἐλέγχειν δοκεῖ τούς τε πᾶσαν φαντασίαν ἀληθῆ λέγοντας καὶ τοὺς ἐπὶ παντὸς τὴν ἀντίφασιν ἅμα ἀληθῆ τιθεμένους, οἷς προσχρησάμενοι ταῦτα ἐτίθεντο, διὰ τούτων ἐλέγχων αὐτοὺς ὡς οὐ δεόντως λέγοντας. τοὺς μὲν γὰρ πᾶσαν φαντασίαν ἀληθῆ τιθεμένους διὰ τὸ τὰς αἰσθήσεις πάσας ἀληθεύειν ὑπολαμβάνειν, ἤλεγξε δείξας ὅτι μὴ πᾶσα αἴσθησις ἀληθής· οὔτε γὰρ αἱ τῶν ἀλλοτρίων οὔτε αἱ τῶν οἰκείων μέν, μὴ ἀπὸ συμμέτρου δὲ διαστήματος ἀληθεῖς, ἀλλ’ οὐδὲ αἱ τῶν νοσούντων. τοὺς δὲ διὰ τὴν συνεχῆ ῥύσιν καὶ διὰ τὸ ἐκ τῶν αὐτῶν τἀναντία γίνεσθαι καὶ διὰ τὸ μὴ ἀληθεύειν μηδὲ καταλαμβάνεσθαι τὰς αἰσθήσεις τῷ ἄλλοτε ἄλλως ὑπὸ τῶν αἰσθητῶν κινεῖσθαί τε καὶ πάσχειν ἀναιροῦντας κατάληψιν καὶ τὴν ἀντίφασιν ἀληθῆ λέγοντας, ἐλέγχει δεικνὺς ἀληθευούσας ἕν τισι τὰς αἰσθήσεις, ἐν οἷς οὐχ οἷόν τε ἔτι λέγειν τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ. οὐδε|μία γὰρ αἴσθησις ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ εἶναί τε τοιοῦτον καὶ μὴ εἶναι μηνύει, οἷον ἅμ λευκὸν καὶ μέλαν τὸ αὐτό, ἢ ἅμα γλυκὺ καὶ πικρὸν τὸ αὐτό· ὥστε εἰ δεῖ ταῖς αἰσθήσεσιν ἐπακολουθεῖν, οὐχ ἅμα ἄν εἴη τἀναντία, οὐδὲ ἡ ἀντίφασις ἅμα ἀληθής. καὶ ταῦτα δ’ ἄν ἁρμόζοι τοῖς τὰς φαντασίας εἶναι ἀληθεῖς λέγουσιν, ὅτι καὶ αἱ αἰσθήσεις, εἴ γε δεῖ ταῖς αἰσθήσεσιν ἐπακολουθεῖν, οὐδεμία δὲ αἴσθησις ἅμα οὕτω τε καὶ οὐχ οὕτως ἔχειν ὃ αἰσθάνεται μηνύει· ὥστε εἰ οὕτως αἱ αἰσθήσεις, οὕτως ἄν καὶ αἱ φαντασίαι ἔχοιεν. οὕτως δὲ οὐκ ἀληθὲς ἔσται ἔτι τὸ τὰς ἀντικειμένας φαντασίας ἅμα ἀληθεῖς εἶναι. Ἀλλ’ οὐδὲ ἑτέρῳ χρόνῳ περί γε τὸ πάθος, Δείξας ὅτι ἐν τῷ αὐτῷ χρόνῳ οὐδεμία αἴσθησις τἀναντία περὶ ταὐτὰ εἶναι κρίνει, νῦν ὅτι μηδ’ ἐν ἄλλῳ χρόνῳ ποτὲ περὶ τὸ πάθος τὸ ἐγγινόμενον αὐτῇ μάχεται ἢ αὐτὴ πρὸς αὑτὴν ἢ πρὸς ἄλλην τὴν ὁμοειδῆ.. οὐδὲ γὰρ ἡ γεῦσις τὸ γλυκάζεσθαι νῦν μὲν τοιοῦτον ἡγεῖται νῦν δὲ οὐ τοιοῦτον, ἀλλὰ ἀεί τε καὶ πάσαις ὅμοιον φαίνεται τὸ γλυκάζεσθαι· διακριτικὸν γὰρ αὐταῖς ἀεὶ φαίνεται καὶ προσηνές, ἀλλ’ οὐ ποτὲ μὲν διακριτικὸν ποτὲ δὲ συγκριτικόν, ἀλλὰ πάσαις ὅμοιον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν γιγνομένων παθῶν αὐταῖς κατὰ τὴν τῶν αἰσθητῶν ἀντίληψιν αἰεί τε τὸ ὑποκείμενον τὸ αἰσθητόν, ἀφ’ οὗ τὸ πάθος αὐταῖς ἐγγίνεται· ὁ γὰρ αὐτὸς οἶνος γλυκύς τε καὶ οὐ γλυκὺς ἐν μέρει δόξειεν ἂν τῇ αὐτῇ γεύσει, ἢ αὐτὸς μεταβάλλων, ἢ τῆς γλώττης τῆς γευομένης χυμούς τινας τοιούτους παρακειμένους ἐχούσης. ὁμοίως καὶ τὸ αὐτὸ λευκόν τε καὶ οὐ λευκὸν καὶ εὐῶδες καὶ δυσῶδες τὸ αὐτὸ φανείη ἄν τῇ αὐτῇ αἰσθήσει. οὐ μὴν ἡ εὐωδία αὐτὴ ἡ τὸ γιγνόμενον ἐν αὐτῇ πάθος ἀλλοῖον αὐτῇ φαίνεταί ποτε, ἀλλ’ ὅτι ἂν καὶ ὰφ’ οὗ ἄν ἐγγένηται, καθ’ ὅμοιον τό γε ὅμοιόν ἐστιν αὐτῇ· καθόλου γὰρ ἀνάγκη τὸ μέλλον ἀπὸ γλυκέος ἡ εὐώδους πάθος τοιοῦτον εἶναι, καὶ ἕνα τινὰ λόγον ἔχειν δεῖ τὴν αἴσθησιν. δείξας δὲ περὶ τὰ πάθη ἀεί τε καὶ πάσας τὰς αἰσθήσεις ὁμοδόξους, καὶ ἀναγκαῖον ἕκαστον τῶν ἐγγινομένων ἐν αὐταῖς παθῶν ὅμοιον ἀεὶ καὶ ταὐτὸν εἶναι, ἐπιφέρει καὶ παρίστησιν ὡς τοῦτο ἀναιρετικόν ἐστι τῆς δόξης τῶν πάντα καὶ εἶναι καὶ μὴ εἶναι λεγόντων. ὡς γὰρ λέγουσι μηδενὸς οὐσίαν εἶναι, τουτέστι μηδὲν ἐν τῇ οὐσίᾳ κατηγορεισθαι, ἀλλὰ πάντα συμβεβηκότα βεβηκότα | εἶναι ἰὰ κατηγορούμενα, τῷ μηδὲν μᾶλλον αὐτὸ εἶναι ἢ μὴ εἶναι, τοῦτο δὲ ὃ λέγεται ἡ οὐσία μὴ εἶναι μηδενὸς λέγουσι, τῷ ἕκαστον μηδὲν μᾶλλον εἶναι λέγειν τόδε ἢ τὸ ἀντικείμενον αὐτῷ· ὡς δὴ τὴν ούσίαν τὴν τῶν ὄντων ἀναιροῦσιν, οὕτω καὶ τὸ ἐξ ἀνάγκης τι εἶναι ἐκ τῆς τῶν ὄντων φύσεως ἀναιροῦσι. διὰ τοῦτο γὰρ καὶ τὸ οὐσίαν τινὸς εἶναι καὶ τὸ ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαί τινος ἀναιροῦσιν, ὅτι κἀκεῖνο ἐξ ἀνάγκης ὑπάρχει τῷ οὗ κατηγορεῖται· τὸ γὰρ ἐξ ἀνάγκης ὂν οὐκ ἐνδέχεται καὶ οὕτως καὶ μὴ οὕτως ἔχειν, ὃ τίθενται. εἰ δὴ ὁμοδοξοῦσιν ἐν τοῖς πάθεσιν αἱ αἰσθήσεις καὶ ἐξ ἀνάγκης τὸ γλυκάζεσθαι πάθος τοιοῦτόν τί ἐστιν καὶ οὕτω διατίθησιν, οὐκ ἄν ἐνδέχοιτο καὶ μὴ οὕτω διατιθέναι. εἰ δὲ τοῦτο, οὐκ ἀληθὲς τὸ οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχειν. Ὅλως δὲ εἴπερ ἔστι τὸ αἰσθητὸν μόνον, οὐδὲν ἂν εἴη μὴ ὄντων τῶν ἐμψύχων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ τὸ φαινόμενον τῇ αἰσθήσει ἀληθές ἐστι, πάντως καὶ γίνεται τοῦτο τότε· οὐ γὰρ προυπαρχόντων τινῶν αἱ αἰσθήσεις κατ’ αὐτούς, ἀλλ’ ἔστι κατ’ αὐτοὺς τοῖς αἰσθητοῖς τὸ εἶναι ἐν τῇ τῶν αἰσθήσεων ἐνεργείᾳ. εἰ οὖν μηδὲν ἄλλο κατ’ αὐτοὺς ἔστιν ἢ μόνα τὰ αἰσθητά, εἰ ἀναιρεθείη ἡ αἴσθησις, οὐδὲν ἂν εἴη. ἀναιρεθείη δ’ ἄν, εἰ ἀναιρεθείη καὶ τὰ ζῷα· ἐν γὰρ τούτοις ἡ αἴσθησις· τὰ γὰρ ζῷα ἔμψυχα εἶπεν. εἰπὼν δὲ τοῦτο ἕπεσθαι αὐτοῖς, ἑξῆς προστίθησιν ὅτι τὰ μὲν πάθη τῶν αἰσθήσεων, τουτέστι τὰ αἰσθήματα καὶ τὰς ἐνεργείς αὐπᾶσαι τῶν, μὴ ἔσεσθαι ἀναιρεθεισῶν, ἀληθές, τὸ δὲ μὴ τὰ ὑποκείμενα, περὶ ἃ αἱ τῶν αἰσθήσεων ἐνέργειαι, οὐκέτι ἀληθές· ψεῦδος γὰρ τὸ μηδὲ τὰ ὑποκείμενα εἶναι λέγειν, ἀφ’ ὧν ταῖς αἰσθήσεσι τὰ πάθη ἐγγίνεται, καὶ ἀδύνατον· εἰ γὰρ ἡ αἴσθησις μὴ αὑτῆς ἐστιν αἴσθησίς τε καὶ ἀντίληψις, ἄλλου δέ τινος ἐκτὸς ὄντος, ἀεὶ τὸ ποιῆσον τὴν αἴσθησιν καὶ τὸ ἐν τῇ αἰσθήσει πάθος δεῖ πρῶτον τῆς ἀντιληψομένης αὐτοῦ αἰσθήσεως εἶναι. καὶ γὰρ εἰ πρὸς ἄλληλα λέγεται τὸ κινοῦν καὶ τὸ κινούμενον καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον, καὶ συνυπάρχει καθὸ τοιαῦτα, ἀλλὰ τῇ γε φύσει πρότερον τὸ κινοῦν καὶ τὸ ποιοῦν τοῦ κινουμένου τε καὶ πάσχοντος· προυπάρχον δὲ τῆς αἰσθήσεως καὶ εἴη τ’ ἂν καὶ οὐκ αἰσθητὸν εἴη, ὥστε οὐκ ἔστιν αἰσθητόν. τοῖς οὖν οὖσι τὸ εἶναι οὐκ ἐν τῷ αἰσθητοῖς εἶναι. καὶ εἴη ἄν τὸ λεγόμενον πρὸς τὴν Πρωταγόρου δόξαν εἰρημένον, ὃς μόνα ἡγούμενος εἶναι τὰ αἰσθητά, ἔλεγεν ἐν σχέσει τῆς αἰσθήσεως ποιᾷ πρὸς τὰ ἐκτὸς ἀπο|γεννᾶσθαι τὰ αἰσθητά· διὸ καὶ ὁποῖον ἑκάστῳ φαίνεται, τοιοῦτον καὶ εἶναι ἐκείνῳ ἔλεγεν. εἰ δὴ τὰ αἰσθητὰ τῆς αὐτῆς φύσεως ἐστι καὶ ταὐτὸν αὐτοῖς τό τε εἶναι καὶ τὸ αἰσθητοῖς εἶναι, εἴ γε ἐν τῇ τῆς αἰσθήσεως ἀντιλήψει τὸ εἶναι αὐτοῖς, δῆλον ὡς ἂν μὴ αἴσθησις ᾖ, οὐδὲ τῶν αἰσθητῶν τι ἔσται. οὐκ ἔσται δὲ αἴσθησις μὴ ὄντων ζῴων· ἡ γὰρ αἴσθησις ἐν τούτοις. ὅτι οὖν μὴ ἀληθὲς τοῦτο, ἔδειξεν. ἡ μὲν γὰρ ἐνέργεια ἡ κατὰ τὴν αἴσθησιν οὐκ ἔσται μὴ οὔσης αἰσθήσεως, οὐδὲ κατ’ ἐνέργειάν τι αἰσθητόν· οὐ μὴν διὰ τοῦτο καὶ τὰ ὑποκείμενα καὶ τῇ αἰσθήσει αἰσθητὰ γιγνόμενα ἀναιρεθήσεται ἃ τὴν αἴσθησιν ποιεῖ· οὐ γὰρ δὴ αἱ αἰσθήσεις αὑτῶν γίνονται, ἀλλ’ ὑποκειμένων τινῶν, οἷς τοῦ ὑποκεῖσθαι οὐκ ἔστιν αὕτη αἰτία, ἀλλὰ καθ’ αὑτὰ ὄντα ταῦτα καὶ ὑποκείμενα δεῖ προϋπάρχειν, ἵνα αὐτῶν ἡ αἴσθησις ἀντιλαμβάνεσθαι δύνηται. δῆλον ὅτι ἔσται καὶ τότε ἐπί τινος φύσεως, καίτοι οὐκ οὔσης οὔτε αἰσθήσεως αὐτῶν οὔτε φαντασίας τότε· ὥστε οὐ τὸ φαινόμενον ἀληθές. εἴη δ’ ἄν τὸ ἄλλως εἴπερ ἔστι τὸ αἰσθητὸν μόνον ἴσον τῷ ἄλλως τε εἴπερ ἔστι τὸ αἰσθητὸν ὂν ἐν τῇ τῆς αἰσθήσεως αὐτοῦ ἀντιλήψει μόνον. Εἰσὶ δέ τινες οἳ ἀποροῦσι καὶ τῶν ταῦτα πεπεισμένων καὶ τῶν τοὺς λόγους τούτους μόνον λεγόντων. Εἶπε τῶν ἐκεῖνα λεγόντων πρὸς ἃ νῦν ποιεῖται τοὺς λόγους τοὺς μὲν διὰ τὸ ἀπορῆσαι περὶ τῶν αἰσθητῶν πεισθέντας οὕτως ἔχειν τὰ ὄντα ἐπὶ τῆς δόξης ταύτης γίγνεσθαι· οὓς καὶ ἰατοὺς ἔφη εἶναι ὑπομνήσεως λογικῆς δεομένους, πρὸς οὓς καὶ πεποίηται τοὺς μέχρι νῦν λόγους, μεταπείθειν καὶ λύειν αὐτῶν τὰς ἀπορίας, δι’ ἃς ἐπὶ τοῦτο κατηνέχθησαν, πειρώμενος· τοὺς δὲ μὴ πεπεῖσθαι μὲν οὕτως ἔχειν τὰ ὄντα, λέγειν δὲ οὕτως καὶ ταύτῃ τῇ κατὰ τὸν λόγον θέσει παρίστασθαι. τούτων δή τινας τῶν μέχρι λόγου τῇ δόξῃ παρισταμένων, οὐ πεπεισμένων δὲ οὕτως ἔχειν τὰ ὄντα ὡς ἡμεῖς εἰρήκαμεν, ἢ καὶ τῶν πεπεισμένων οὕτως καὶ τῶν οὐ πεπεισμένων μέχρι δὲ λόγου λεγόντων, ταῦτα δή φησιν ἀπορεῖν, τίς ὁ κρίνων τὴν ἐν τούτοις ἀλήθειαν καὶ τίνι χρὴ ἕπεσθαι ὡς εἰδότι τὸν ὑγιαίνοντα ἐν τούτοις καὶ μή, καὶ ὅλως τίνος χρὴ ταῖς φαντασίαις καὶ ταῖς δόξαις ἕπεσθαι καὶ ταῖς κρίσεσι, καὶ τίς ὁ φρόνιμος· ἄπορον γὰρ εἶναι τῷ πάντας πρὸς πάντας ἀντιλέγειν· αὐτοὶ γὰρ ἑαυτοὺς ὑγιαίνειν πάντες ὁμολογοῦσι καὶ κρίνειν ὑγιῶς. οὔτε αὐτῷ τοῦτο ἤδη δῆλον εἶναι τῷ λέγοντι, εἰ δεῖ ταῖς τῶν ὑγιαινόντων φαντασίαις ἕπεσθαι μᾶλλον· οὐ γὰρ διότι ἐλάττους εἰσὶν | οἱ νοσοῦντες, διὰ τοῦτο οὔκ εἰσιν ἀξιόπιστοι· γίνοιντο γὰρ ἂν καὶ πλείους. ἄλλως δὲ οὐ πλήθει καὶ ὀλιγότητι δεῖ τῶν οἷς φαίνεται τἀληθὲς ὡρίσθαι, ἐπεὶ οὕτως ἄν καὶ οἱ τεχνῖται ἀναξιοπιστότεροι τῶν πολλῶν εἶεν, λέγοντες περὶ τῶν κατὰ τὰς οἰκείας τέχνας φαινομένων αὐτοῖς· ἐλάττους γάρ εἰσι τῶν πολλῶν. φησὶ δὲ τὰ τοιαῦτα ἀπορήματα ὅμοια εἶναι τῷ ἀπορεῖν πότερον καθεύδομεν νῦν ἢ ἐγρηγόραμεν· οὐδὲ γὰρ ἐπὶ τούτου, ἄν ἀφέμενός νός τις τοῦ ἐναργοῦς ζητῇ τινα λόγον, ῥᾴδιον εἶναι τεκμήριόν τι λαβεῖν ᾧ τοῦτο διακριθήσεται· πάντα γάρ, ἅπερ ὕπαρ ποιοῦμεν, ποιοῦμεν καὶ κατὰ τοὺς ὕπνους, ὅπου γε καὶ ὀνείρους ὄναρ ἐξηγούμεθα. τὰς γὰρ τοιαύτας ἀπορίας πάσας τὸ αὐτό φησι δύνασθαι καὶ ἐκ τοὐ αὐτοῦ ἠρτῆσθαι· ἐκ γὰρ τοῦ πάντων λόγον τινὰ καὶ αἰτίαν κἄ ἀρχὴν ζητεῖν, καὶ μηδεμίαν ἀρχὴν ἀναπόδεικτον τίθεσθαι, μηδέ τι αὐτόθεν καὶ ἐξ αὑτοῦ πιστὸν καὶ ἐναργὲς λέγειν ἤρτηται. ὅτι γὰρ οἱ ταῦτα λέγοντες μὴ περεισμένοι τούτοις λέγουσιν, ἐν ταῖς πράξεσι φανεροὶ γίνονται, ἐν μὲν τοῖς ὑγιεινοῖς τῷ ἰατρῶ πιστεύοντες καὶ τῇ τούτου κρίσει, ἐν δὲ τοῖς τεκτονικοῖς τῷ τέκτονι, καὶ καθ’ ἕκαστον τῷ εἰδότι πρὸ τοῦ μὴ εἰδότος, ἀλλὰ καὶ ἐν τοῖς αἰσθητοῖς τῇ ὑγιαινούσῃ αἰσθήσει, καὶ ἐν τοῖς οἰκείοις ἑκάστῃ αἰσθητοῖς. ἡ οὖν ἀπορία, ἣν ἀποροῦσιν, οὐκ ἄλλοθεν ἤρτηται, οὐκ ἐκ διαθέσεως τινος καὶ ὑπολήψεως, ἀλλ’ ἐκ τοῦ λόγον καὶ ἀπόδειξιν ζητεῖν ὧν μὴ ἔστι λόγος τε καὶ ἀπόδειξις· ἡ γὰρ τῆς ἀποδείξεως ἀρχὴ οὐκ ἀποδεικτή. ἔστι γὰρ πρὸς ἃ ἐκ φύσεως βέλτιον ἔχομεν ἢ ὥστε δεῖσθαι τῆς περὶ αὐτῶν ἀποδείξεως· ἐστι δὲ ταῦτα αἵ τε αἰσθήσεις καὶ τὰ ἀξιώματα καὶ αἱ φυσικαί τε καὶ κοιναὶ ἔννοιαι. εἰπὼν δὲ πρὸς τοὺς λέγοντας οὕτως διὰ τὸ πεπεῖσθαι, ἐπιφέρει τὸ οὗτοι μὲν οὖν ῥᾳδίως ἂν τοῦτο πεισθεῖεν· οἱ γὰρ διὰ τὸ πιστεύειν οὕτως ἔχειν ταῦτα λέγοντες ῥᾳδίως ἄν πεισθεῖεν εἶναί τινας ἀρχὰς ἀναποδείκτους τε καὶ αὐτόθεν γνωρίμους ἔκ τε τῆς ἰδίας συναισθήσεως καὶ ἐκ τῶν ἄλλων τῶν ἐναργῶν. οἱ γὰρ διὰ τὸ ἀπορεῖν τίς ὁ κρίνων περὶ τῆς ἀληθείας καὶ τίνι χρὴ ἕπεσθαι ἐπὶ τὸ τὴν θέσιν ἐκείνην τίθεσθαι προελθόντες ῥᾳδίως ἄν μεταπεισθεῖεν, ὅτι μὴ χρὴ πάντων ἐπόδειξιν ζητεῖν ἔστι γάρ τινα ἀναπόδεικτα αὐτόθεν ἐναργῆ) καὶ ὅτι εἰσί τινες ἀποδείξεως ἀρχαί· ὥστε καὶ τὸ δεῖν ἕπεσθαι τοῖς περὶ ἕκαστον ἐπιστήμοσι καὶ ταῖς κρίσεσι ταῖς τούτων. Οἱ δ’ ἐν τῷ λόγῳ τὴν βίαν μόνον ζητοῦντες ἀδύνατον ζητοῦσιν· ἐναντία γὰρ εἰπεῖν ἀξιοῦσιν, εὐθὺς ἐναντία λέγοντες. Λέγει ταῦτα περὶ τῶν οὐ πεπεισμένων μὲν οὕτως ἔχειν, οὐδὲ διὰ τὸ ἀπορῆσαι ἐλθόντων ἐπὶ τὸ ταῦτα θέσθαι, ἀλλὰ λόγου χάριν μόνου, καὶ οὐ μεταπεισθῆναι ἀξιούντων οὐδὲ γὰρ τὴν ἀρχήν εἰσι περὶ ὧν λέγουσι πεπει|σμένοι) ἀλλὰ‘ βιασθῆναι καὶ ἐλεγχθῆναι τῷ λόγῳ περιμενόντων. φησὶ δὲ τούτους ἀδύνατον ζητεῖν· οἱ μὲν γὰρ ἀξιοῦντες ἐλεγχθῆναι ἀξιοῦσιν εἰς ἀντίφασιν περιαχθῆναι, εἴ γε ὁ ἔλεγχός ἐστι συλλογισμὸς ἀντιφάσεως, οὗτοι δ’ ἐν ἀρχῇ τουτέστιν ὃ τίθενται· τὰ γὰρ ἐναντία συνυπάρχειν καὶ τὴν ἀντίφασιν συναληθεύειν ἐστὶν ἡ θέσις αὐτῶν, εἰς ὃ δεῖ τὸν ἐλέγχοντα περιαγαγεῖν τὸν ἐλεγχόμενον. ἔστι γὰρ τοῦτο τὸ ἀντικείμενα καὶ τὰ ἐναντία λέγειν· τοῦτο δ’ εὐθὺς καὶ ἀπ’ ἀρχῆς αὐτοὶ ἀληθὲς εἶναι τίθενται. ὥστε εἰς ἣν ἀντιλογίαν περιαγαγεῖν τις αὐτοὺς δόξει, αὕτη θέσις αὐτῶν ἐστιν ἐξ ἀρχῆς, καὶ τοῦτό φασιν ἀρέσκειν αὑτοῖς. ὅμως δὲ πειρᾶται λέγειν πρὸς αὐτοὺς καὶ ἐπιχειρήσει χρῆται τοιαύτῃ· λαμβάνει ὡς ἑπόμενον τῷ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι τὸ πάντα εἶναι τὰ ὄντα πρός τι, καὶ ἀντιστρέφειν τὸ συνημμένον· εἰ γὰρ εἴη ἀληθὲς κατ’ αὐτοὺς τὸ εἰ πᾶν τὸ φαινόμενον ἀληθές, πάντα τὰ ὄντα πρός τι, καὶ τὸ λοιπὸν συνημμένον ἀληθές, ᾧ τοῦτο ἀντιστρέφει. τοῦτο δὲ ἔδειξε καὶ πρὸ ὀλίγου δι’ ὧν εἶπε, πάντα τὰ ὄντα ἀναιρεθήσεσθαι κατὰ τοὺς πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι λέγοντας, εἰ ἡ αἴσθησις ἀναιρεθήσεται. τὸ γὰρ φαινόμενον τινί ἐστι φαινόμενον καὶ ἔστι πρός τι· ὥστε ὁ λέγων πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι καὶ μόνον τοῦτο ἀληθὲς τιθέμενος καὶ μηδὲν ἄλλο ἡγούμενος εἶναι παρὰ τὸ φαινόμενον, πάντα οὗτος τὰ ὄντα πρός τι ποιεῖ. ἐν γὰρ τῷ φαίνεσθαι γίνεται πᾶσι τοῖς οὖσι τὸ εἶναι· τοῦτο δὲ πρός τι· τινὶ γὰρ τὸ φαινόμενον φαίνεται· καὶ ἔστιν ἴσον τὸ πᾶν τὸ φαινόμενον ἀληθὲς τῷ μόνον ἀληθές· ὥστε ὁ λέγων ἅπαντα τὰ φαινόμενα εἶναι ἀληθῆ πάντα ποιεῖ τὰ ὄνια πρός τι. ἐπεὶ γὰρ ὁ λέγων πάντα τὰ φαινόμενα ἀληθῆ τὸ μὴ φαινόμενον οὐκ ἀληθὲς λέγει, τὸ δὲ μὴ ἀληθὲς οὐδὲ ὄν ἐστι, μόνα ἄν εἴη ὄντα τὰ φαινόμενα. εἰ οὖν ἕπεται τῷ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι τὸ πάντα τὰ ὄντα πρός τι εἶναι, εἰ μὴ εἴη πάντα πρός τι, οὐδ’ ἄν πᾶν τὸ φαινόμενον ἀληθὲς εἴη· ἀντιστρέφει γὰρ καὶ ἀκολουθεῖ τῷ ἀντικειμένῳ τοῦ ἑπομένου τὸ ἀντικείμενον τοῦ ἡγουμένου. εἰπὼν δὲ καὶ διὰ κατασκευῆς λαβὼν τὸ συνημμένον τὸ εἰ μὴ πάντα τὰ ὄντα πρός τί ἐστι, μηδὲ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι, <ἐπεὶ> ἕπεσθαι ἔλαβε τὸ πάντα τὰ ὄντα πρός τι εἶναι, τοῦτο τε καὶ δείκνυσιν οὕτως ἔχον, ἅμα τὴν τῶν ἐριστικῶν θέσιν προσδιορίζων τε καὶ ἐπανορθῶν καὶ προστιθεὶς ἃ ἀνάγκη λέγειν αὐτοῖς, εἰ μὴ μέλλοιεν ῥᾳδίως παρατρέπεσθαι· ὧν τῇ προσθέσει πείθεσθαι τί] ἔτι φανερώτερον γίνεται τὸ πάντα τὰ ὄντα πρός τι γίνεσθαι κατ’ αὐτούς. δείκνυσι δὴ πῶς χρὴ λέγειν τοῖς οὐ μεταπεισθῆναι θέλουσιν, ἀλλὰ ἐλεγχθῆναι τὸν λόγον αὐτῶν περιμένουσι καὶ τούτου χάριν διαλεγομένοις τε καὶ ὑπέχουσι λόγον. οὐχ ἁπλῶς γάρ, φησί, ῥητέον αὐτοῖς πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι· οὐ γὰρ τὸ ᾡτινιοῦν φαινόμενον ᾡτινιοῦν καὶ τῷ τυχόντι ἀληθὲς βούλονται λέγειν † εἰ νοεῖ ἁπλῶς οὕτως λέγοιεν ἐξακούεται· οὕτω γὰρ οὐδὲν μᾶλλον πάντα ἀληθῆ ἂν ἢ καὶ ψευδῆ εἴη, τῷ πάντας τοὺς τὰ ἐναντία αὐτοῖς ὑπολαμβάνοντας ψεύδεσθαι δοξάζειν. ἀλλὰ δεῖ αὐτοὺς προστιθέναι τῷ ὅτι τὸ φαινόμενον πᾶν ἀληθές ἐστι τὸ τούτῳ ᾧ φαίνεται καὶ ὅτε φαίνεται καὶ ᾗ καὶ ὥς. ἄν δὲ χωρὶς τούτων λέγωσιν, εὐέλεγκτος ὁ λόγος αὐτῶν γίνεται· εἰ γὰρ πᾶσα φαντασία ἀπλῶς ἀληθὴς καὶ μὴ ᾧ φαίνεται, εἴη ἄν ταὐτὰ ἀληθῆ καὶ ψευδῆ ἁπλῶς, εἴ γε μηδὲν ἔλαττον τῆς οἰκείας τινὸς δόξης ἡ ἀναιροῦσα αὐτὴν καὶ ψευδῆ εἶναι λέγουσα ἁπλῶς ἐστιν ἀληθής· ψευδοποιοῖτο γὰρ ἄν ἡ ἐναντία δόξα ὑπὸ τῆς ἐναντίας, εἰ κἀκείνη ὁμοίως ταύτῃ εἴη ἀληθής (ἔστι δέ, ὡς εἶπον) τῷ πάντας τοὺς τὰ ἐναντία αὐτοῖς ὑπολαμβάνοντας ψεύδεσθαι δοξάζειν. ὥστε λέγοντες πᾶσαν φαντασίαν ἀληθῆ λέγοιεν ἄν ἅμα καὶ ψευδῆ πᾶσαν φαντασίαν καὶ τὸ τοιοῦτον ὁμοίως. δεῖ δὴ προσκεῖσθαι τὸ ᾧ φαίνεται εἶναι ἀληθὲς τὸ φαινόμενον ἀλλὰ μὴ ἀπλῶς ἀληθὲς λέγειν | τὸ φαινόμενον πᾶν εἶναι. ἀλλ’ οὐδὲ τοῦτο μόνον προστιθέμενον αὔταρκες πρὸς τὸ μὴ περιτρέπεσθαι τὸν λόγον αὐτὸν ὑφ’ ἑαυτοῦ. εἰ γὰρ μὴ εἴη προσκείμενον τὸ ὅτε φαίνεται ἀλλ’ ἁπλῶς εἴη κείμενον τὸ ἀληθὲς τὸ φαινόμενον εἶναι ᾧ φαίνεται, εἰ τὸ αὐτὸ τῷ αὐτῷ ἄλλοτε μὲν φαίνεται τοιόνδε ἄλλοτε δὲ ἐναντίον τούτῳ, εἴη ἄν τῷ αὐτῷ ἅμα ἀληθῆ τἀναντία· ἀμφότερα γὰρ τοῦ αὐτοῦ φαντάσματος. δεῖ δὴ καὶ ταύτης τῆς προσθήκης τῆς ὅτε φαίνεται· οὐκέτι γὰρ τὰ πρότερον φανέντα τῷ αὐτῷ ἄν ἀληθῆ εἴη, ὅτε μηκέτι αὐτῷ τοιαῦτα φαίνεται, ὅτι περὶ ὧν πρότερον ἐδόξαζον ὡς ἀληθῶν, ὕστερον δοξάζουσιν ὡς διεψευσμένοι τότε. γίγνεται οὖν πάλιν τὰ αὐτὰ οὐ μᾶλλον ἀληθῆ ἢ ψευδῆ. ἀλλ’ εἰ καὶ τῷ ὅτε φαίνεται μὴ εἴη τὸ κατὰ τὴν αὐτὴν αἴσθησιν προσκείμενον, ἐλέγχοιτο ἄν ὁ λόγος αὐτῶν πάλιν καὶ διάφορός τε ἅμα καὶ ἐναντία φαντασία γίνεσθαι, εἴ τινι ἡ χολὴ κατὰ μὲν τὴν ὄψιν διὰ τὸ χρῶμα γλυκεῖα φαίνεται, κατὰ δὲ τὴν γεῦσιν πικρά· εἴη γὰρ ἂν οὕτως πάλιν τῷ αὐτῷ τὰ αὐτὰ ἅμα ἀληθῆ εἶναι καὶ ψευδῆ, ὅπερ ἄτοπον ἕποιτο ἂν μὴ προσκειμένου τοῦ κατὰ τὴν αὐτὴν αἴσθησιν. καθ’ ἑκατέραν γὰρ τὴν αἴσθησιν ἀληθὴς ἔσται ἡ φαντασία, ὃ ἐδήλωσε τῇ τοῦ ἡ προσθήκῃ, ἀλλ’ οὐχ ἁπλῶς ἀληθής τε καὶ ψευδής. ἀλλ’ ἐπεὶ δύναταί ποτε κατὰ τὴν αὐτὴν αἴσθησιν διαφέρον τι ἅμα τὸ αὐτὸ φαίνεσθαι καὶ ἀνόμοιον, οἷον κατὰ τὴν ὄψιν τὸ αὐτὸ λευκόν τε καὶ οὐ λευκόν, εἰ τῷ μὲν ἑτέρῳ τῶν ὀφθαλμῶν ὑγιαίνει τῷ δὲ ἑτέρῳ κάμνει, δεήσει πάλιν καὶ τῆς τοῦ ὥς προσθήκης, ὥστε χωρὶς ταύτης τῆς προσθήκης ἅμα ποτὲ τῷ αὐτῷ τὸ αὐτὸ ἀληθές τε καὶ ψεῦδος· ψεῦδος γὰρ τῇ νοσούσῃ αἰσθήσει τὸ φαινόμενον τῇ ὑγιαινούσῃ. διὸ δεῖ προσκεῖσθαι καὶ τὸ ὥς σημαντικὸν ὂν τοῦ κατὰ τὸ αὐτὸ μόριον. | ὡς εἴ γε ταῦτα μὴ προστιθέντες ὑπέχοιεν λόγον, καίτοι οἰόμενοι δυσέλεγκτοι κατὰ τὸν λόγον εἶναι, εὐέλεγκτοι ἄν εἶεν, καὶ ῥᾳδίως ἄν εἰς τὸ τἀναντία λέγειν αὑτοῖς περιπίπτοιεν. ἅμα γὰρ ἄν εἴη τὸ αὐτὸ τῷ αὐτῷ ἀληθὲς καὶ ψεῦδος, καὶ ὂν καὶ μὴ ὄν, καὶ ἕν τε καὶ πλῆθος, ὅπερ ἄτοπον, εἰ μὴ ταῦτα εἴη προσκείμενα. οὐκέτι γὰρ ἔσται τῷ αὐτῷ ἅμα ἀληθῆ τὰ διαφέροντα ἀλλὰ τοῖς διαφέρουσι καὶ ἑτέροις, ἢ τῷ αὐτῷ, ἀλλ’ ἐν ἄλλῳ χρόνῳ, ἢ εἰ καὶ ἐν τῷ αὐτῷ, ἀλλ’ οὐ κατὰ τὸ αὐτό. ὅτι δὲ ἀναγκαία αὐτοῖς ἡ τούτων προσθήκη, εἰ μὴ μέλλοιεν ἐλέγχεσθαι ταχὺ καὶ τἀναντία λέγειν αὑτοῖς, τιθέμενοι μὲν πᾶσαν εἶναι φαντασίαν ἀληθῆ, συγχωροῦντες δὲ μὴ μᾶλλον ἑκάστην ἀληθῆ ἢ ψευδῆ εἶναι, ὃ ἀναιρετικόν ἐστιν οὗ τίθενται, καὶ αὐτὸς δι’ ὧν παρατίθεται δείκνυσιν, ἅ ἐστι τοῦ <ᾗ> καὶ ὥς δεικτικά. δύναται τὸ ᾗ καὶ ὥς ἐπὶ τῶν αὐτῶν καὶ μὴ ὡς ἑκάτερον ἰδίου δηλωτικόν. ἡ δὲ τούτων παράθεσις καὶ ἡ περὶ ταῦτα ἀκριβολογία ἐνδείκνυται τήν τε ἀναισχυντίαν αὐτῶν τῆς θέσεως· ὡς γὰρ οὐκ ἄτοπον τὸ αὐτὸ τῷ αὐτῷ χρόνῳ πικρόν τε καὶ γλυκὺ εἶναι λέγειν ἀληθῶς, ἐπεὶ ἄλλῃ μὲν οὕτως ἄλλῃ δὲ οὕτως αἰσθήσει φαίνεται, καὶ λευκόν τε καὶ φαιόν, εἰ ὁ μὲν ὑγιαίνει τῶν ὀφθαλμῶν ὁ δὲ νοσοίη· ἀνόμοια γὰρ αὐτοῖς οὕτως ἔσται· ἢ διότι ἅμα γίγνεται πάντα τὰ ὄντα πρὸς τι, δείκνυσιν. ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι, καὶ διὰ τοῦτο πάνθ’ ὁμοίως εἶναι ψευδῆ τε καὶ ἀληθῆ. Λέγει περὶ τῶν διὰ τὸ ἀπορῆσαι ἐπὶ τὸ τοῦτο θέσθαι ἐλθόντων, οὓς καὶ εἶπε μετριωτέρους τε εἶναι καὶ ὑπομνήσεως καὶ διδασκαλίας, οὐκ ἐλέγχου δεῖσθαι. ἐνδεῖ δὲ τῇ λέξει τὸ ῥᾳδία ἡ ἀπάντησις. ἔσται γὰρ τὸ λεγόμενον ἴσον τῷ ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι ῥᾳδία ἡ ἀπάντησις. ἕπεται γὰρ αὐτοῖς τὸ εἶναι ἅπανθ’ ὁμοίως ἀληθῆ τε καὶ ψευδῆ. καὶ διὰ τί τοῦτο, ἐπιφέρει· οὔτε γὰρ ἅπασί ταὐτὰ φαίνεται (διὰ γὰρ τοῦτο ἠξίου προστιθέναι τοὺς ἐρίζοντας τῷ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι τὸ ὣ φαίνεται), οὔτε ἀεὶ τῷ αὐτῷ τὰ αὐτὰ περὶ τοῦ αὐτοῦ· διὸ πάλιν ἠξίου προστιθέναι τὸ ὅτε φαίνεται. πολλάκις δὲ καὶ ἐν·αντία κατὰ τὸν αὐτὸν χρόνον· διὸ πάλιν ἠξίου προστίθεσθαι τὸ ᾗ τε καὶ ὥς. πῶς δὲ ἐναντία κατὰ τὸν αὐτὸν χρόνον φαίνεταί τινα, δεικνὺς παρέθετο ἡ μὲν γὰρ ἁφὴ δύο λέγει. τῷ γὰρ μήτε τὰ αὐτὰ πᾶσι φαίνεσθαι μήτε τοῖς αὐτοῖς ἀεὶ τὰ αὐτά, μὴ μᾶλλόν τε ἡγεῖσθαι τῶν φαινομένων ὁμοίως τάδε μὲν ἀληθῆ τάδε δὲ ψευδῆ, ἕπεται τὸ πάντα ὁμοίως γίνεσθαι τὰ φαντάσματα ἀληθῆ τε καὶ ψευδῆ, τῶν αὐτῶν καὶ τοιούτων καὶ οὐ τοι|ούτων φαινομένων. εἰπὼν δὲ καὶ δείξας πῶς ἀκολουθεῖ αὐτοῖς πάντα ὁμοίως λέγειν ψευδῆ τε καὶ ἀληθῆ ἀπλῶς λέγουσι πᾶν τὸ φαινόμενον ἀληθές, οὔτε γάρ, φησί, ταὐτὰ πᾶσι φαίνεται, ἀλλὰ τὰ τοῖσδε φαινόμενα ἀληθῆ τοῖσδε ψευδῆ φαίνονται, οὔτε τῷ αὐτῷ ἀεὶ τὰ αὐτὰ ἀλλὰ καὶ τἀναντία πολλάκις, καὶ ἐν τῷ αὐτῷ χρόνῳ. οὗ σημεῖον παρέθετο τὸ ἐπὶ τῆς ἁφῆς τε καὶ τῆς ὄψεως. ὃ γὰρ ἡ ὄψις ἓν φαντάζεται, τοῦτο τῇ ἀφῇ πλείω φαίνεται κατὰ τῶν δακτύλων τῶν διαφερόντων ἐπιβολὴν ἐπ’ αὐτό· ὅσοι γὰρ οἱ ἁπτόμεναι δάκτυλοι καὶ· ὁσάκις ἅπτονται, τοσαῦτα φαίνεται εἶναι κἀκεῖνο οὗ ἅπτονται, ἓν φαινόμενον τῇ ὄψει. δύναται καὶ ἑνός τινος συνεχοῦς ὄντος τῇ ἁφῇ τοῦτο δοκεῖν πολλὰ ἐν τῇ παρὰ μέρος ἐπιβολῇ τῶν δακτύλων, κἄν τὸ μὲν αὐτοῦ μαλακὸν ᾖ τὸ δὲ σκληρόν τε καὶ πυκνόν, καὶ τὸ μὲν τραχὺ τὸ δὲ λεῖον, ἅπτηται δέ τις μὴ ὁρῶν, ἄλλοτε ἄλλῃ μεταφέρων τοὺς δακτύλους. δύναται τὴν δακτύλων ἐπαλλαγὴν λέγειν εἶναι] τὴν πρὸς ἀλλήλους συμπλοκήν. οἱ γὰρ περιπεπλεγμένοι ἀλλήλοις δάκτυλοι τῇ μὲν ὄψει εἷς φαίνονται, τῇ δὲ κατὰ τὴν ἁφὴν αὐτῶν τὴν πρὸς ἀλλήλους συναισθήσει πλείους αὐτοὺς λέγοιεν. ἔστι δὲ τὸ αὐτὸ δεῖξαι φανερώτερον καὶ ἐπὶ γεύσεως τε καὶ ὄψεως, εἰ τῇ μὲν ὄψει φαίνοιτό τι μέλι διὰ τὸ χρῶμα, τῇ δὲ γεύσει χολὴ διὰ τὸ τοιοῦτον ἔχειν τὸν χυμόν, ὡς καὶ αὐτὸς παρέθετο. δείξας δὲ ταῦτα ἑπόμενα τοῖς οὕτω λέγουσιν, ἑξῆς προστίθησι τοὺς διορισμούς, οὓς εἶπεν αὐτὸς πρὸ ὀλίγου, λέγων δεῖν τούτους προστιθέναι τῇ λεγούσῃ δόξῃ πᾶν τὸ φαινόμενον ἀληθὲς τοὺς βουλομένους διαφεύγειν τὸν ἐν τοῖς λόγοις ἔλεγχον· οὐκέτι γάρ, εἰ ταῦτα εἴη προσκείμενα τῇ ἀληθεῖ φαντασίᾳ, συμβαίνει τὰ προειρημένα ἄτοπα. τοῦτο γὰρ λέγει διὰ τοῦ ἀλλ’ οὔτε τῇ αὐτῇ αἰσθήσει καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. εἰ γὰρ μετὰ τούτων τῶν διορισμῶν ἡ φαντασία ἀληθὴς λέγοιτο, οὐκέτι ἂν ἕποιτο τὸ πᾶσαν φαντασίαν ὁμοίως ἀληθῆ τε καὶ ψευδῆ εἶναι• ἡ γὰρ μετὰ τῶν εἰρημένων διορισμῶν ἀληθὴς ἂν εἴη δεικνυμένη. ὃ εἰπὼν ἐπιφέρει ἀλλ’ ἴσως διὰ τοῦτο ἀνάγκη λέγειν τοῖς μὴ δι’ ἀπορίαν. ἔστι δὲ ὃ λέγει, ὅτι τοῖς μὲν διὰ τὸ ἀπορεῖν, πῶς χρὴ τὰς ἀληθεῖς τῶν φαντασιῶν λέγειν ὁμοίως πασῶν φαινομένων, θεμένοις πᾶσαν φαντασίαν εἶναι ὁμοίως ἀληθῆ, προφανῆ τὰ ἑπόμενα ἄτοπα, ἃ μεταπείσαι ἂν αὐτοὺς τῆσδε τῆς δόξης· τοῖς δὲ μὴ δι’ ἀπορίαν ἀλλὰ λόγου χά|ριν λέγουσι ταῦτα διὰ τοῦτο χρὴ προστιθέναι τοῖς λεγομένοις ὑπ’ αὐτῶν τοὺς προειρημένους ὑφ’ ἡμῶν διορισμούς, εἰ μὴ μέλλοιεν ῥᾳδίως περιτρέπεσθαι. τούτου γὰρ χάριν τῆσδε τῆς δόξης προἵστανται· οὐ γὰρ ὡς ὑπολαμβάνοντες οὕτως· οὐδεὶς γὰρ ἂν ὑπολάβοι τὰ τοιαῦτα. ἕπεται δή, φησίν, ὥσπερ καὶ πρότερον εἰρήκαμεν, τοῖς ταῦτα λέγουσιν τὸ μὴ ἀπλῶς λέγειν πᾶσαν φαντασίαν ἀληθῆ, ἀλλὰ τούτῳ, τουτέστιν ἑκάστῳ τὴν οἰκείαν. οὕτως δὲ λέγουσιν αὐτοῖς ἕπεται, ὡς καὶ πρότερόν εἴρηται, πάντα ποιεῖν πρός τι· τοῦτο γὰρ ἕπεται τῷ πρὸς τὴν δόξαν τὴν τοῦ δοξάζοντος καὶ τὴν αἴσθησιν τοῦ αἰσθανομένου τὴν οὐσίαν τῶν ὄντων ἀναφέροντι καὶ ἑκάστῳ τὸ φαινόμενον ἀληθὲς εἶναι λέγοντι. εἰ δὲ ἡ οὐσία τῶν ὄντων ἁπάντων πρός τι καὶ ταῖς δόξαις τῶν δοξαζόντων καὶ φαντασίαις καὶ αἰσθήσεσιν ἡ ὕπαρξις αὐτῶν ἕπεται, οὔτε ἔστι τί τινι ὃ μὴ δοξάζει τις εἶναι, οὔτε ἔσται τι, εἰ μὴ προδοξάσαι τις περὶ αὐτοῦ. οἷς γὰρ τὸ εἶναι ἐν τῷ φαίνεσθαι καὶ δοξάζεσθαι εἶναι, τούτοις καὶ τὸ γίνεσθαι ἐν τῷ δοξάζεσθαι· εἰ δὲ τὸ γίγνεσθαι, καὶ τὸ γεγονέναι. ὥστε τῷ μὴ δοξάζοντι γίνεσθαί τι οὐδὲ γίγνεται· ἀλλ’ οὐδὲ ὅλως γένοιτό τι, ὃ μὴ γίνεσθαι δοξάζεται, καὶ εἴη γ’ ἄν ἕκαστον ἕως ἂν δοξάζηται· ἡ γὰρ δόξα καὶ ἡ φαντασία ποιοῦσι τὰ φαινόμενά τε καὶ δοξαζόμενα μὴ ὑπάρχοντα πρότερον. ἀγαγὼν δὲ ἐπὶ τοῦτο καὶ δείξας ὅτι ἀναγκαῖον αὐτοῖς πάντα πρός τι λέγειν, πειρᾶται τοῦτο κινεῖν καὶ τὴν πρόσληψιν κατασκευάζειν τοῦ λόγου, δεικνὺς ὅτι μὴ πάντα τὰ ὄντα πρός τι, λέγων ὅτι εἰ δέ τι εἴη γεγονὸς ἢ ἐσόμενον ἄνευ τοὐ προδοξασθῆναι, οὐκ ἂν εἴη πάντα πρός τι· εἰ δὲ μὴ πάντα πρός τι, οὐδὲ τὸ φαινόμενον ἑκάστῳ ἀληθὲς ἔτι. ἐπὶ τοῦτο δὲ ἀγαγὼν τὸν λόγον, ὡς ῥᾴδιον ὂν δεῖξαι ὅτι μὴ ἐκ τοῦ προδοξάσαι τινὰ ἕκαστον τῶν γινομένων γίνεταί τε καὶ γέγονεν, ἐπαύσατο· ἐναργὲς γὰρ τὸ πολλὰ καὶ ἀπροσδοκήτως καὶ ἀνελπίστως γίνεσθαι· ἄτοπον γὰρ τὸ λέγειν ὅτι οὔτε πόλεμος ἐγένετο ἄν, εἰ μὴ προεδόξασέ τις ὅτι ἔσται, οὐδὲ ὁ κατακλυσμὸς ἡ σεισμός. ἔδει γάρ, εἰ τοῦτο, μόνοις τοῖς περὶ τούτων προδοξάσασι γίνεσθαι αὐτά, καὶ τοῖς δοξάζουσι μὴ ἔσεσθαι αὐτὰ μὴ γίνεσθαι. οὐχ οὕτω δὲ δὲ μὴ δοξάσασιν οὐ γίνεται, οὔτε προσπταίει τις δοξάζων ἢ αὐτὸς ἢ ἄλλος τις τούτῳ. εἰ δὲ καὶ χωρὶς τοῦ δοξάζεσθαι γίνεταί τινα, οὐ γίνεται τὰ ὄντα πάντα πρός τι· εἵπετο δὲ τῷ μὴ πάντα εἶναι πρός τι τὸ μὴ πᾶν εἶναι τὸ φαινόμενον ἀληθές. ῥᾴδιον δέ, ὅτι μὴ ἔστιν ἐν τῷ φαίνεσθαι τοῖς οὖσι τὸ εἷναι, καταμαθεῖν καὶ ἐκ τοῦ τὰ μὲν πρός τι ἅμαεἰναι εἶναι τῇ φύσει, μὴ συναναιρεῖσθαι δὲ τῷ δοξάζοντι τὴν τῶν δοξαζομένων οὐσίαν τε καὶ ὕπαρξιν. Ἔτι εἰ ἕν, πρὸς ἓν ἢ πρὸς ὡρισμένον· καὶ παὐτὸν καὶ ἥμισυ καὶ ἴσον, ἀλλ’ οὐ πρὸς τὸ διπλάσιόν γε τὸ ἴσον. Δείξας ὅτι οἱ τὸ φαινόμενον πᾶν ἀληθὲς εἶναι λέγοντες πρός τι ποιοῦσι πάντα, περὶ τῶν πρός τι τὸν λόγον ποιούμενος δείκνυσί τι καὶ τοιοῦτον ἄτοπον ἑπόμενον τῇ δόξῃ, λαβὼν καὶ θεὶς πρῶτον πῶς λέγομεν καὶ ἔπι τὰ πρός τι· εἰ γὰρ μὴ οὕτως ἔχει τὰ ὄντα πάντα, δεδειγμένον ἂν εἴη ὅτι μὴ πρός τί ἐστιν. τῶν δὴ πρός τι ἕκαστον πρὸς ἓν λέγεται, ἢ εἰ καὶ πρὸς πλείω τὸ αὐτό, καθ’ ἕκαστον τῶν πρὸς ὃ λέγεται ὡρισμένον, καὶ οὐ τὸ τυχόν· ἕκαστον γὰρ τῶν πρός τι πρὸς ὡρισμένον τι λέγεται. κα.ὶ γὰρ εἰ πλείους τι σχέσεις ἔχει καὶ πρὸς πλείω διὰ τοῦτο λέγεται, ἀλλὰ καθ’ ἑκάστην γε σχέσιν πρὸς ὡρισμένον τι λέγεται ἢ εἴδει ἢ γένει. εἰ οὖν τὸ αὐτὸ ἴσον τε εἴη καὶ διπλάσιον καὶ ἥμισυ, πρὸς πλείω μὲν ῥηθήσεται (καὶ γὰρ πρὸς ἴσον καὶ πρὸς ἥμισυ καὶ διπλάσιον), ἀλλὰ καθ’ ἕκαστον πρὸς ὡρισμένον · οὔτε γὰρ ἴσον πρὸς ἄλλο τι ἢ πρὸς ἴσον, οὔτε διπλάσιον πρός τι ἄλλο ἢ πρὸς ἥμισυ, οὔτε ἥμισυ πρὸς ἄλλο ἢ διπλάσιον. ἀλλ’ οὐδὲ ὁρατὸν πρὸς ἄλλο τι ἢ πρὸς ὄψιν. ὥστε εἰ καὶ πρὸς πλείω τὸ αὐτό, ἀλλὰ καθ’ ἕκαστον ἀεὶ πρὸς ὡρισμένον τι. εἰπὼν δὲ τὸ πρός τι ἢ πρὸς ἕν, ἢ εἰ καὶ πρὸς πλείω ἀλλ’ οὖν πρὸς ὡρισμένον τι καὶ ἓν καθ’ ἑκάστην γε σχέσιν λέγεσθαι, τὸ μὲν ἐκ τοῦ πρὸς ἓν ἕκαστον λέγεσθαι καθ’ ἑκάστην γε σχέσιν ἑπόμενον ἄτοπον καὶ ὁμολογούμενον τῇ δόξῃ ὕστερον ἐπιφέρει, πρῶτον δὲ ἄλλο δείκνυσιν ἑπόμενον ἄτοπον αὐτῇ. ἐπεὶ γὰρ τὸ δοξάζον καὶ δοξαζόμενον πρὸς ἄλληλα λέγεται, εἰ ἔστιν ἑκάστῳ τῶν ὄντων τὸ εἶναι ἐν τῷ δοξάζεσθαι, ἐπεὶ καὶ ἕτερον τὸ δοξάζειν καὶ τὸ δοξάζεσθαι πρός τι γὰρ καὶ ἀντικείμενα), εἰ ἄνθρωπός ἐστι τὸ δοξαζόμενον καὶ ταὐτὸν αὐτῷ τὸ δοξάζεσθαι καὶ τὸ εἶναι ἄνθρωπος, εἴ γε ἐν τῷ δοξάζεσθαι τὸ εἶναι ἔχει, τὸ δοξάζον οὐκ ἔσται ἄνθρωπος· ἕτερον γάρ ἐστι τοῦ δοξαζομένου. κατὰ μὲν γὰρ τοὺς μὴ λέγοντας εἶναι πάντα τὰ ὄντα πρός τι, ἀλλὰ καταλείποντας οὐσίαν τινὰ | ὑποκειμένην καὶ συμβεβηκὸς αὐτῇ ποιοῦντας τὸ πρός τι, πρόχειρός τε καὶ ῥᾳδία ἡ λύσις τοῦ προηπορημένου. ὅτι γὰρ τὸ δοξάζον καθὸ δοξάζει τοῦ δοξαζομένου καθὸ δοξάζεται ἕτερόν ἐστι, λέγοιεν ἄν· ἕτερον γὰρ τοῦ δοξάζειν τὸ δοξάζεσθαι. ὃ μέντοι ποτὲ ὂν τῶν δοξαζόντων τε ἕκαστον καὶ δοξαζομένων συμβεβηκὸς ἔχει ἢ τὸ δοξάζειν ἢ τὸ δοξάζεσθαι, οὐδὲν κωλύει ταῦτα εἶναι ταὐτά· οὐδὲ γὰρ ὁ ἄνθρωπος καθ’ αὑτὸ ᾗ ἄνθρωπος ἔστιν ἔτι πρός τι, ἀλλὰ καθὸ δοξάζων καὶ δοξαζόμενος· καὶ οὕτω γε οὐδὲν κωλύει καὶ ἑαυτὸν δοξάζειν τινά· συμβέβηκε γὰρ τῷ αὐτῷ τῷ ἀνθρώπῳ ὄντι οὐσίᾳ πλείω ἅμα, ὥστε οὐδὲν κωλυθήσεται κατ’ ἄλλο μὲν δοξάζων εἶναι, κατ’ ἄλλο δὲ δοξαζόμενος· κατ’ ἄλλο γὰρ καὶ ἄλλο· κατὰ δὲ τὸ ὑποκείμενον, ὅ ποτε ὂν ἔχει ταῦτα συμβεβηκότα, ὁ αὐτός. τοῖς δὲ πρός τι πάντα ποιοῦσιν οὐχ οἷόν τε λέγειν τοῦτο ἔτι· οὐ γὰρ ἔστι κατ’ αὐτοὺς οὐσία τις, ᾗ συμβέβηκε δοξάζεσθαι, ὅ ἐστι πρός τι, ἀλλ’ ἑκάστῳ τῶν ὄντων τὸ εἶναί ἐστιν ἐν τῷ δοξάζεσθαι. εἰ οὖν ὅταν δοξάζηται ἄνθρωπος, τότε ἔστι, καὶ ταὐτόν ἐστιν αὐτῷ ἀνθρώπῳ τε εἶναι καὶ δοξαζομένῳ (διότι γὰρ δοξάζεται ὁ ἄνθρωπος εἶναι, ἔστι, καὶ ἐν τῷ δοξάζεσθαί ἐστιν αὐτῷ τὸ εἶναι καὶ δοξαζόμενον), ὡς τὸ δοξάζεσθαι τοῦ δοξάζειν τέ ἐστιν ἕτερον καὶ οὐχ οἷόν τε καθὸ δοξάζεται καὶ δοξάζειν ἅμα, οὕτως καὶ τὸ δοξαζόμενον τοῦ δοξάζοντος ἕτερόν ἐστι (ταὐτὸν γὰρ ἦν δοξάζεσθαί τε καὶ εἶναι)· καὶ ὁ ἄνθρωπος ἄρα τοῦ δοξάζοντος ἕτερον ἔσται, ὅταν τὸ δοξαζόμενον ἄνθρωπος ᾖ, καὶ τοῦτο οὐ κατὰ συμβεβηκός, ἐπεὶ μὴ ἕτερον τὸ ἀνθρώπῳ εἶναι τοῦ δοξαζομένῳ εἶναι. καθὸ οὖν ἐστιν αὐτῷ τὸ εἶναί τι τοῦτο, κατὰ τοῦτο αὐτοῦ ἕτερόν ἐστι. τὸ δοξάζον ἄρα ἄνθρωπον δοξάζον οὐκ ἔσται ἄνθρωπος τότε. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ ἴσου ὁ αὐτὸς λόγος ἐπ’ ἀμφοτέρων καθὸ ἴσα, οὕτω καὶ ἐπὶ τοῦ δοξάζοντος καὶ δοξαζομένου. οὐ γὰρ τῶν οὕτως πρός τι ὄντων τὸ δοξάζον τε καὶ δοξαζόμενον· ἦν γὰρ ἄν πάλιν, εἰ τοῦτο ἦν, πᾶν τὸ δοξάζον ταὐτὸν τῷ δοξαζομένῳ, ὡς τὸ ἴσον ἴσῳ ἴσον καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον. ἀλλ’ οὐ τῶν κατ’ ἰσότητα πρός τί ἐστι τὸ δοξάζειν τε καὶ τὸ δοξάζεσθαι, ἀλλὰ μᾶλλον τῶν κατὰ τὸ κρῖνόν τε καὶ κρινόμενον· ὧν καὶ τὰ τελειωτικὰ ἐπιστῆμαί τε καὶ αἰσθήσεις, ἐν οἷς πᾶσιν ἕτερα τὰ κρίνοντα τῶν κρινομένων· ἄλλο γὰρ ἑκάτερον αὐτῶν, καθὸ | τοιοῦτον, καὶ ἄλλοι οἱ λόγοι αὐτῶν. διὸ ἐπὶ μὲν τῶν ἴσων τοῦ ἑτέρου ὄντος ἴσου καὶ θάτερον ἴσον ἐστὶ καὶ τὸν αὐτὸν ἔχει λό,ον, οὐκέτι δὲ ἐπὶ αἰσθήσεως καὶ αἰσθητοῦ, ὥσπερ οὐδὲ ἐπὶ διπλασίου· οὐ γὰρ εἰ θάτερον τῶν πρὸς ἄλληλα λεγομένων διπλάσιον, καὶ θάτερον διπλάσιον· ἥμισυ γὰρ ἐκεῖνό γε, ἀλλ’ οὐ διπλάσιον, ἔτι δὲ διαφέροντες οἱ λόγοι διπλασίου τε καὶ ἡμίσεος. οὕτω δὴ καὶ ἐπὶ τοῦ δοξάζοντος, εἰ θάτερον δοξάζον, θάτερον οὐκέτι δοξάζον ἀλλὰ δοξαζόμενον ἔσται, καὶ ἕτερον ἐκείνου τῷ λόγῳ. ὥστε εἰ τὸ δοξαζόμενον τὸν τοῦ ἀνθρώπου λόγον ἔχει καθὸ δοξάζεται. τὸ δοξάζον, οὐκ ἔχον τὸν τοῦ ἀνθρώπου λόγον, οὐδ’ ἄνθρωπος εἴη. δύναται δὲ καὶ αὕτη ἡ ἐπιχείρησις συνῆφθαι τῷ τὰ πρός τι ἓν πρὸς ἓν καὶ πρὸς ὡρισμένον λέγεσθαι· εἰ γὰρ πρὸς ἓν ἕκαστον τῶν πρός τι λέγεται, καὶ τὸ δοξάζειν πρὸς ἓν τὸ δοξάζεσθαι ἄν λέγοιτο, ὥστε εἰ ταὐτὸν ἑκάστῳ τῶν ὄντων τὸ εἶναί τε καὶ δοξάζεσθαι, τὸ δοξάζον ὥσπερ πρὸς τὸ δοξαζόμενον λέγεται, οὕτω ῥηθήσεται καὶ πρὸς τοῦτο, ὅ ἐστι τὸ δοξαζόμενον, εἴ γε ταὐτὸν αὐτῶ τὸ εἶναι καὶ τὸ δοξαζόμενον. ἀλλ’ ἔστι τὸ δοξαζόμενον τῷ δοξάζεσθαι ταὐτόν, καὶ τὸ δοξάζειν αὖ τῷ δοξάζοντι ταὐτόν· οὕτως γὰρ ἔσται ἓν πρὸς ἕν. εἰ δὲ τοῦτο, ὡς ἄλλο τὸ δοξάζειν τοῦ δοξάζεσθαι, οὕτως ἄλλο ἔσται καὶ τὸ δοξάζον τοῦ δοξαζομένου, καὶ ἀνάπαλιν, ὥστε εἰ ἄνθρωπος τὸ δοξαζόμενον, οὐκ ἔσται τὸ δοξάζον ἄνθρωπος• καὶ οὕτω καθ’ ἕκαστον τῶν δοξαζομένων ἄλλο ἔσται τὸ δοξάζον, ἀνθρώπου μέν, ὅταν ἄνθρωπον, κυνὸς δέ, ὅταν κύνα. εἰ δὲ καθ’ ἕκαστον ἔσται πρὸς τὸ δοξάζον, πρὸς ἄπειρα ἔσται τῷ εἴδει τὸ δοξάζον. ἦν δὲ κείμενον τὸ τὰ πρός τι ἡ πρὸς ἓν λέγεσθαι, ἢ εἰ πρὸς πλείω λέγοιτο πρός τι τὸ αὐτό, ἀλλ’ οὖν πρὸς ὡρισμένα· ὃ ἀναιροῦσιν οἱ πάντα πρός τι λέγοντες· ἔσται γὰρ πρὸς ἄπειρα τὸ δοξάζον ἓν καὶ ταὐτὸν ὄν. εἰ γὰρ μὴ ἔστιν ὑποκειμένη τις φύσις ᾗ συμβέβηκε τὸ δοξάζεσθαι. διάφορος μὲν οὖσα κατὰ τὴν οὐσίαν καὶ κατὰ τὸ εἶδος (ἄλλο γὰρ εἶδος ἵππου καὶ ἄλλο κυνός, καὶ τῶν ἄλλων ὅμοια, ὅσα ἐστὶ δοξαστά), ἓν δέ τι καὶ ταὐτὸ συμβεβηκὸς ἔχουσα τὸ εἶναι δοξαστὴ καὶ δύνασθαι αὐτῆς δόξαν γενέσθαι, ἀλλ’ ἑκάστῳ τὸ εἶναι ἐν τῷ δοξάζεσθαί ἐστι, καὶ ἐν τούτῳ ἡ γένεσίς τε καὶ ἡ οὐσία αὐτῶν, καὶ οὐκ ἔστιν ἄλλο τῷ ἵππῳ τὸ τί ἦν εἶναι ἢ τὸ δοξάζεσθαι (ἐν τούτῳ γὰρ αὐτῷ τὸ εἶναι), ὁμοίως δὲ καὶ τοῖς ἄλλοις πᾶσι τοῖς οὖσιν | (οὐδὲν γὰρ διαφέρει κύνα εἰπεῖν ἡ δοξαστόν), ἄπειρα δὲ κατὰ τὸ εἶδός ἐστι τὰ ὄντα, ἄπειρα ἔσται κατὰ τὸ εἶδος τὰ δοξαστά τε καὶ τὰ δοξαζόμενα, καθό ἐστι δοξαστά· ὥστε οὖν εἰ τὰ δοξαζόμενα πρὸς τὰ δοξάζοντα λέγεται, πρὸς ἄπειρα τῷ εἴδει τὸ δοξάζον ῥηθήσεται, εἴ γε ἄπειρα κατ’ εἶδος τὰ δοξαζόμενα ὑπὸ τοῦ αὐτοῦ, οἷς ἐν τῷ δοξάζεσθαι τὸ εἶναι. τοῦτο δὲ ἄτοπον. ἰσχυρὸς δὲ ὁ λόγος πρὸς ἀναίρεσιν τοῦ πάντα πρός τι εἶναι ὅ τε δεικνὺς ὅτι οὐδενὸς προδξάσαντος οὔτε εἶναι οὔτε ἔσεσθαι, καὶ ὁ ἀντιστρέφων αὐτῷ ὁ λέγων πάντα, ἃ δοξάζει τις, ἢ εἶναι ἢ ἔσεσθαι· πολλά τε γὰρ τῶν γινομένων μὴ προδοξασθέντα γινόμενα καὶ λεγόμενα ἀπροσδόκητα, καὶ πολλά, ἃ πάλιν δοξαζόμενα οὐ γίνεται, ὡς θησαυρῶν εὕρεσις, ἐν πολέμοις καὶ ἐν ἀγῶσι νῖκαι καὶ ἧτται, καὶ μυρία ὅσα ἄλλα. καὶ ἔτι ὁ λέγων, εἰ ἐν τῷ δοξάζεσθαι ἑκάστῳ τῶν ὄντων ἐστὶ τὸ εἶναι, μὴ ὄντος γε τοῦ δοξάσαντος οὐδὲν ἔσται· ὥστε ἀναιρεθέντος ζῴου οὐδὲν ἄλλο εἴη, καὶ συμφθείροιτο ἂν τῷ δοξάζοντι φθειρομένῳ ἡ ὕπαρξις τῶνδε ὧν ἐδόξαζεν, ὡς εἴπομεν ἤδη. ἀλλ’ εἰ καὶ εἴη μέν, μηκέτι δὲ δοξάζοιτο αὐτό, οὐδὲ τότε ἄν εἴη. ἔτι αὐτὸς ὁ δοξάζων ὅτε δοξάζει, εἰ μὴ ὑπό τινος δοξάζοιτο, οὐκ ἔσται ὤν· καὶ οὕτω συμβήσεται αὐτῷ μὴ εἶναί τε ἅμα καὶ δοξάζειν. ἔτι ἐν τῇ τῆς δόξης ἀπαλλαγῇ καὶ τῶν πραγμάτων ἔσται μεταλλαγή, περὶ ὧν † μεταπίπτουσα δόξας τι ὁ δοξάζων, εἰ μή τις αὑτὸν δοξάζοι ὡς δοξάζοντα. ἔτι εἰ ὁ μὲν αὐτὸν δοξάζει εἶναι, ὁ δὲ μή, εἴη ἂν ἅμα καὶ οὐκ εἴη. ἀλλὰ καὶ εἰ πολλά δοξάζοιεν εἶναι, ἔσται πολλὰ ὁ αὐτός. καὶ εἰ ἐν διαφόροις ἅμα τόποις τὸ αὐτό τινες τὸν ἀριθμὸν δοξάζοιεν εἶναι, ἔσται ἅμα τὸ αὐτὸ ἐν διαφόροις τόποις· † καὶ εἴη ἂν καὶ εἰ διάφορον, οἷον οἱ μὲν ἠρεμοῦντα οἱ δὲ κινούμενα, ἅμα τὰ αὐτὰ ἔσται. καὶ μυρία ἄν τις εὕροι τῇδε τῇ δόξῃ ἄτοπα ἑπόμενα. Ὅτι μὲν οὖν βεβαιοτάτη δόξα πασῶν τὸ μὴ εἶναι ἀληθεῖς ἅμα τὰς ἀντικειμένας φάσεις. Τοῦτο ἦν τὸ προκείμενον αὐτῷ δεῖξαι, ὅτι γνωριμώτατον καὶ ἐναργέστατον ἀξίωμα τὸ μὴ συναληθεύεσθαι τὰς ἀντιφάσεις· ὃ δέδειχε διὰ πλειόνων. καὶ τίνα ἄτοπα ἕπεται τοῖς τοῦτο φάσκουσιν, εἴρηται, καὶ τί τὸ κινῆσαν τοὺς οὕτως ὑπολαμβάνοντάς τε καὶ θεμένους, ὅτι τό τε τἀναντία ἐκ τοῦ αὐτοῦ ὁρᾶν γινόμενα καὶ τὸ μὴ πᾶσι τὰ αὐτὰ φαίνεσθαι περὶ τῶν δοκούντων εἶναι τῶν αὐτῶν. | Ἐπεὶ δὲ ἀδύνατον τὴν ἀντίφασιν ἅμα ἀληθεύεσθαι κατὰ τοῦ αὐτοῦ. Δείξας ἐναργέστατον ὂν ἀξίωμα τὸ μὴ δύνασθαι ἅμα τὴν ἀντίφασιν ἀληθῆ εἶναι, φησὶν ἕπεσθαι τούτῳ τὸ μηδὲ τἀναντία ἅμα δύνασθαι ὑπάρχειν τῷ αὐτῷ, καὶ πῶς ἕπεται δείκνυσι. τῶν μὲν γὰρ ἐναντίων θάτερον στέρησίς ἐστιν οὐχ ἧττον, τουτέστι τὸ ἕτερον τῶν ἐναντίων οὐχ ἦττον στέρησίς ἐστιν ἢ ἐναντίον. κέχρηται δὲ τῷ ἐπιχειρήματι τούτῳ μάλιατα ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς. δύναται τὸ οὐχ ἧττον σημανἀπροσδόκητα τικὸν εἶναι τοῦ οὐχ ἧττον τὸ ἕτερον τοῦ ἑτέρου στέρησις. εἴρηκε μὲν γὰρ ἐν ἐκείνοις τὸ χεῖρον ἐν τῇ τῶν ἐναντίων συστοιχίᾳ στέρησιν εἶναι, κυρίως τοῦ ἀμείνονος εἴδους ὄντος· οὕτως τὸ μέλαν στέρησις τοῦ λευκοῦ καὶ τὸ αἰσχρὸν τοῦ καλοῦ καὶ τὸ πικρὸν τοῦ γλυκέος· ἤδη μέντοι ἑκάτερον ἑκατέρου στέρησις, καὶ ταύτῃ τἀναντία τῶν κυρίως στερήσεων διαφέρει, ᾗ ἐκεῖ. μὲν τὸ ἕτερον μόνον τοῦ ἑτέρου στέρησις, ἐπὶ δὲ τῶν ἐναντίων ἑκάτερον ἑκατέρου. λαβὼν δὲ τὸ ἕτερον τῶν ἐναντίων στέρησιν εἶναι τοῦ ἑτέρου, μετὰ ταῦτα προσέθηκε τὸ οὐσίας δὲ στέρησις, ἴσον λέγων τῷ ἡ δὲ στέρησις οὐσίας, τουτέστιν ὄντος τινὸς καὶ ὡρισμένου. ὃ ἐξηγούμενος προσέθηκεν δὲ στέρησις ἀπόφασίς ἐστιν ἀπό τινος ὡρισμένου γένους. οὕτω γὰρ γίνεται σῶζον τὸ λεγόμενον τὴν πρὸς τὰ εἰρημένα συνέχειαν. τίνι δὲ διαφέρει τῆς ἀπλῶς ἀποφάσεως ἡ στερητικὴ ἀπόφασις, ἐδήλωσε διὰ τοῦ προσθεῖναι ἀπό τινος ὡρισμένου γένους. τούτου δὲ σημαντικὸν ἦν καὶ τὸ οὐσίας δὲ στέρησις. ἢ τὸ οὐσίας δὲ στέρησις ἴσον ἐστὶ τῷ ἡ δὲ στέρησις στέρησις οὐσίας καὶ ὄντος τινός· ὂν γάρ τι τὸ ἐστερημένον ἐστέρηταί τινος· οὐ γὰρ ὥσπερ ἀπόφασις, ἥ τινων ἀληθεύεται καὶ κατὰ τῶν πεφυκότων ἐκεῖνο δέχεσθαι μὴ ἐχόντων δέ, καὶ κατὰ τῶν μηδ’ ὅλως πεφυκότων τὸ γὰρ οὐχ ὁρᾷ καὶ ἐπὶ τοῦ τυφλοῦ ἀληθὲς καὶ ἐπὶ τοῦ τοίχου, ὃς οὐδὲ ὅλως ὄψεως δεκτικός· κατὰ ἀορίστων γὰρ ἡ ἀπόφασις), οὐχ οὕτω καὶ ἡ τυφλότης· ἐπὶ γὰρ τῶν ἀφῃρημένων τὴν ὄψιν μόνον ἀληθεύεται. ὁμοίως καὶ τὸ ἐναντίον, εἴ γε ἡ αὐτὴ φύσις τῶν ἐναντίων δεκτική. τούτῳ γὰρ στέρησις ἀποφάσεως, φησί, διαφέρει, ὅτι ἡ μὲν ἀπόφασις κατά τε ὄντων καὶ μὴ ὄντων κατηγορεῖται, ἡ δὲ στέρησις κατά τινος ὑποκειμένης φύσεως, ἥτις καὶ τοῦ εἴδους καὶ ἰῆς ἕξεως ἐστι δεκτική. ἅμα δὲ καὶ τί ἐστι στέρησις καὶ τί δύναται ἐξέθετο, εἰπὼν ἀπόφασις γάρ ἐστιν τινος ὡρισμένου· τοῦτο δὲ ἐν τοῖς πρώτοις ἤδη περὶ στερήσεως εἶπεν. εἰ δὴ τῶν μὲν ἐναντίων θάτερον στέρησις θατέρου, ἡ δὲ στέρησις ἀπόφασίς τις, οὐδεμία δὲ ἀπόφασις συναληθεύεται τῇ ἀντικειμένῃ φάσει, οὐδ’ ἄν τὰ ἐναντία συνυπάρχοι ἀλλήλοις. ὁ γὰρ λόγος τοιοῦτος· τὸ ἕτερον τῶν ἐναντίων τοῦ ἑτέρου τῶν ἐναντέων στέρησις· ἡ στέρησις ἀπόφασις οὗ ἐστι στέρησις· τὸ ἕτερον ἄρα τῶν ἐναντίων ἀπόφασίς ἐστι τοῦ οὗ ἐστιν ἐναντίον. εἰ δὲ ἡ ἀπόφασις μὴ συναληθεύει τῇ καταφάσει, οὐδ’ ἄν τἀναντία. ἀλλ’ εἰ μὴ οἷόν τε ἅμα τἀναντία τοῦ αὐτοῦ κατηγορῆσαι ἀληθῶς προσκείσθωσαν δὲ οἱ διορισμοὶ οἱ ἐν τοῖς ἐναντίοις ὑποτιθέμενοι), οὐδ’ ἄν συνυπάρχειν ἀλλήλοις δύναιτο, ἀλλ’ ἢ πῇ ἄμφω ἢ θάτερον πῇ θάτερον δὲ ἁπλῶς· πῇ μὲν ἄμφω, εἰ κατὰ ἄλλο καὶ ἄλλο μόριον αὐτοῦ ἔχοι τι τἀναντία, θάτερον δὲ πῇ θατέρου ἁπλῶς ὄντος, ὡς εἶπεν ἐν τοῖς Ἠθικῖς, τὴν ἐκβολὴν τῶν φορτίων ἐν θαλάσσῃ ἁπλῶς μὲν καὶ καθ’ αὑτὴν ἐξεταζομένην ἀκούσιον εἶναι, τότε δὲ ὅτε πράσσεται ἑκούσιον, καὶ τὸν Αἰθίοπα ἁπλῶς μὲν καὶ ὅλον ὁρώμενον μέλανα, πῇ δὲ λευκόν (κατὰ γὰρ τοὺς ὀδόντας), καὶ τὸ ἐγὼ ψεύδομαι, ἀπλῶς ψευδὲς ὄν, πῇ ἀληθές ἐστιν, ὡς ἐν ἄλλοις δέδεικται. Ἀλλὰ μὴν οὐδὲ μεταξὺ ἀντιφάσεως ἐνδέχεται εἶναι οὐδέν. Δείξας ὅτι μὴ οἷόν τε ἅμα τἀναντία ὑπάρχειν, ἐφεξῆς δείκνυσι διὰ πλειόνων ὅτι μηδέν ἐστι μεταξὺ τῆς ἀντιφάσεως. προσκατασκευάζοιτο δ’ ἂν διὰ τούτου τὸ μηδὲ ψεύδεσθαι ἅμα τὴν ἀντίφασιν· ᾧ ἕποιτο ἂν τὸ διαιρεῖν ἐπὶ παντὸς αὐτὴν τὸ ἀληθές τε καὶ τὸ ψεῦδος. εἰ γὰρ μήτε ἀληθὲς ἅμα, ὡς δέδεικται, μήτε ἅμα ψευδές (δύναιτο γὰρ ἄν τοῦτο δἰρῆσθαι μεταξὺ τῆς ἀντιφάσεως), λείπεται τὸ ἐπὶ παντὸς τὸ ἕτερον αὐτῆς μόριον ἀληθὲς εἶναι, τὸ δὲ ἕτερον ψεῦδος. ὅτι οὖν μηδὲν τῆς ἀντιφάσεως μεταξὺ δείκνυσι. δεῖ δὲ μίαν λαμβάνειν ἀντίφασιν· τοῦτο δὲ εἴη ἄν, εἰ ἓν καθ’ ἑνὸς εἴη καὶ τὸ καταφασκόμενον καὶ τὸ ἀποφασκόμενον· εἰ γὰρ μὴ ἓν καθ’ ἑνὸς εἴη, οὐ μία ἔτι καὶ ἡ αὐτὴ ἀντίφασις, ἀλλὰ πλείους ἔσονται αἵ τε καταφάσεις καὶ ἀποφάσεις. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἔν τε τῷ Περὶ ἑρμηνείας καὶ ἐν τῷ Περὶ καταφάσεως. διὸ καὶ αὐτὸς προσέθηκε τὸ ἓν καθ’ ἑνός. πρὸς δὲ τὴν δεῖξιν τοῦ μηδὲν εἶναι τῆς ἀντιφάσεως μεταξὺ πρώτῃ ἐπιχειρήσει χρῆται τοιαύτῃ. ὁρίζεται τί ἐστι τὸ ἀληθὲς καὶ τί τὸ ψεῦδος, καὶ λαμβάνει ἀληθὲς μὲν εἶναι τὸ τὸ ὂν λέγειν εἶναι καὶ τὸ μὴ ὂν μὴ εἶναι, ψεῦδος δὲ τὸ τὸ ὂν λέγειν μὴ εἶναι ἢ τὸ μὴ ὂν εἶναι· ὧν τὰ μὲν καταφάσεις εἰσί, τὰ δὲ ἀποφάσεις. ὁ δὴ τὸ μεταξὺ τοῦτο λέγων εἶναι ἢ μὴ εἶναι, εἰ ὅλως ἔστι τι (διὰ γὰρ τοῦ ὥστε | καὶ ὁ λέγων τοῦτο εἶναι ἢ μή περὶ τοῦ μεταξὺ εἴρηκε), δῆλον μὲν ὅτι ἀληθεύοι μὲν ἂν ἢ ψεύδοιτο. πᾶς γὰρ ὁ περί τινος ἀποφαινόμενος καὶ ἢ εἶναι αὐτὸ λέγων ἢ μὴ εἶναι ἀληθεύει ἢ ψεύδεται. ἀδύνατον δὲ τοῦτο ἐπὶ τούτου· οἱ γὰρ τὸ ὂν ἢ τὸ μὴ ὂν ἢ εἶναι ἢ μὴ εἶναι λέγοντες ἦσαν οἱ ἀληθεύοντες, τουτέστιν οἱ κατάφασιν ἢ ἀπόφασιν λ.έγοντες, τὸ δὲ μεταξὺ τῆς ἀντιφάσεως οὐδὲ τὸ ἕτερον τούτων. ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ἀληθεύουσι μὲν καὶ ψεύδονται οἱ τὸ ὂν καὶ μὴ ὂν εἶναι ἢ μὴ εἶναι λέγοντες, ὡς ὡρίσθη, ὁ δὲ τὸ μεταξὺ τῆς ἀντιφάσεως λέγων εἶναι ἢ μὴ εἶναι οὔτε τὸ ὂν εἶναι ἢ μὴ εἶναι λέγει οὔτε τὸ μὴ ὄν, τῷ τὸ μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος μήτε ὂν εἶναι μήτε μὴ ὄν· ὥστε οὔτ’ ἄν ἀληθεύοι οὔτε ψεύδοιτο ὁ τὸ εἶναι αὐτοῦ ἢ τὸ μὴ εἶναι κατηγορῶν. ὁμοίως δὲ καὶ εἰ μὴ τὸ εἶναι ἢ μὴ εἶναι αὐτοῦ κατηγορεῖ τις, ἄλλο δέ τι· οὐδὲ δεσθαι· τὸ δὲ μεταξὺ τοῦ ὄντος καὶ μὴ ὄντος καὶ τῆς ἀντιφάσεως οὔτε ὂν ἐστιν οὔτε μὴ ὂν. Ἔτι ἥτοι τὸ μεταξύ ἐστιν ἀντιφάσεως, ὥσπερ τὸ φαιὸν μέλανος καὶ λευκοῦ. Ἡ ἐπιχείρησις τοιαύτη. ὁ λέγων μεταξύ τι εἶναι τῆς ἀντιφάσεως ἤτοι οὕτως ἐρεῖ τι μεταξὺ ὡς λευκοῦ καὶ μέλανος, ἀντικειμένων τε καὶ ἐναντίων ὄντων, τὸ φαιὸν ἤ τι ἄλλο τῶν μεταξὺ χρω·μάτων, καὶ ὅλως τῶν ἀντικειμένων ἀλλήλοις, ἢ ὡς τῶν τυχόντων τινῶν εἴωθε λέγεσθαι μεταξὺ τὸ μηδέτερον αὐτῶν ὄν, οἷον ἵππου καὶ ἀνθρώπου, εἰ λέγοι τις μεταξὺ τὸ μήτε ἄνθρωπον μήτε ἵππον εἶναι. ἀλλ’ εἰ μὲν οὕτως λέγοι τις εἶναι μεταξὺ τῆς ἀντιφάσεως τι ὡς τῶν τυχόντων μεταξὺ καλεῖν ἔθος τὸ μηδέτερον, οὐκ ἄν εἴη τοῦτο κυρίως μεταξύ· οὐ γὰρ οἷόν τε ἐκ τοῦ οὕτως λεγομένου μεταξὺ μεταβολὴν εἰς τὰ ἄκρα γίνεσθαι· ἐκ δὲ τῶν μεταξὺ ἀεὶ γίνεται εἰς τὰ ὧν ἐστι μεταξὺ μεταβολή. ἀλλ’ οὐδὲ τὰ ὧν τοιοῦτον τὸ μεταξὺ ἢ ἀντικείμενα ἂν εἴη ἀλλήλοις ἢ μεταβάλλοι ἂν εἰς ἄλληλα, εἰ τὰ τυχόντα εἴη· οὐ γὰρ μεταβάλλει τὸ τυχὸν εἰς τὸ τυχόν, ὁρᾶται δὲ ἀεὶ κατὰ τὴν ἀντίφασιν γινομένη ἡ μεταβολή· ἐκ γὰρ ἀγαθοῦ εἰς οὐκ ἀγαθόν, καὶ ἐξ οὐκ ἀγαθοῦ εἰς ἀγαθὸν ἡ μεταβολή, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. εἰ δὴ πᾶσα μὲν μεταβολὴ εἰς τὰ ἀντικείμενα ἢ τὰ μεταξύ, τοιούτου δὲ τοῦ μεταξὺ λαμβανομένου οὔτε εἰς τὸ μεταξὺ οὔτε ἐκ τοῦ μεταξὺ ἡ μεταβολή, ἀλλ’ οὐδὲ ὁρίσαι ἄλληλα, ὧν τὸ τοιοῦτον μεταξύ, οὔτε ἂν ἐκεῖνα ἀντικείμενα ἀλλήλοις εἴη, οὐδὲ ἀντίφασιν ποιοῦντα, οὗτε τὸ ληφθὲν | αὐτῶν ὡς μεταξὺ μεταξύ. ἐκ μὴ ἀγαθοῦ γὰρ εἰς ἀγαθὸν μεταβάλλει, ἢ ἐκ τούτου εἰς μὴ ἀγαθόν. νῦν δὲ ἀεὶ φαίνεται. εἰ εἴη, φησί, τὸ τῆς ἀντιφάσεως μεταξὺ τοιοῦτον, καὶ οὕτως αὐτῶν μεταξὺ ὡς τὰ τυχόντων τινῶν μεταξὺ λαμβανόμενα. καθὸ μηδετέρῳ αὐτῶν ἐστι τὰ αυτα, οὐκ ἂν εἰς αὐτὰ γίγνοιτο μεταβολὴ ἢ ἀπὸ τῆς καταφάσεως ἢ ἀπὸ τῆς ἀποφάσεως• τοῦ μὲν γὰρ ἀγαθοῦ εἰς οὐκ ἀγαθὸν ἡ μεταβολή, καὶ τοῦ οὐκ ἀγαθοῦ, ὅταν κατὰ τοῦτο μεταβάλλῃ, εἰς ἀγαθὸν ἡ μεταβολή. ἀλλὰ μὴν ἀεὶ φαίνεται ἐν οἷς τί ἐστι μεταξύ, εἰς τοῦτο γινομένη ἑκατέρου τῶν ἄκρων τε καὶ ἀντικειμένων ἡ μεταβολή. λείπεται ἄρα ὡς ἀντικειμένων εἶναι αὐτῶν μεταξύ τι, εἰ ἔστιν, ὡς τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιόν, ὃ καὶ κυρίως ἐστὶ μεταξύ. διὸ καὶ οὕτως εἶπεν εἰ δὲ ἔστι μεταξύ, τουτέστιν εἰ δὲ ἐστι κυρίως αὐτῶν μεταξύ, καὶ οὕτως ἔχει ἡ ἀντίφασις ὡς ἀντικεῖσθαί τε καὶ μεταξύ τι ἔχειν αὐτῆς τοῦτο γὰρ σημαίνει τὸ καὶ οὕτως ἡ ἀντίφασις, λείποντος τῇ λέξει τοῦ ἔχει, ἢ καὶ οὕτως ἡ ἀντίφασις, τουτέστι καὶ οὕτως ἐστὶ τὸ εἶναι τῇ ἀντιφάσει), συμβήσεται, φησί, τὴν γένεσιν καὶ τὴν μεταβολὴν τὴν εἰς λευκὸν γίγνεσθαι ἐξ οὐχὶ οὐ λευκοῦ, ἀλλ’ οὐκ ἐκ τοῦ οὐ λευκοῦ· τοῦτο δέ, ἐπεὶ διὰ τῶν μεταξὺ γίνεται εἰς τὰ ἄκρα ἡ μεταβολή. τὸ δὴ ἐκ τοῦ μεταξὺ τοῦ τε λευκοῦ καὶ τοῦ οὐ λευκοῦ μεταβάλλον εἰς λευκὸν ἐξ οὐχὶ οὐ λευκοῦ μεταβάλλοι ἄν εἰς λευκόν, καὶ γίνοιτο ἄν τι λευκὸν ἐξ οὐχὶ οὐ λευκοῦ. ἡ γὰρ ἑκατέρου τῶν ἄκρων ἀπόφασις ἀληθὴς κατὰ τοῦ μεταξύ· τὸ γὰρ φαιὸν οὔτε λευκὸν οὔτε μέλαν. εἰ δὴ καὶ τοῦ λευκοῦ καὶ τοῦ οὐ λευκοῦ μεταξύ τί ἐστιν, ἔσται ἐπὶ τούτου ἀληθὲς τὸ οὐχὶ οὐ λευκόν· τὸ γὰρ οὐ λευκὸν ἡ ἀπόφασις ἦν καὶ τὸ ἀντικείμενον, ὥστε καὶ ἡ εἰς τὸ λευκὸν ἐκ τούτου μεταβολὴ ἐξ οὐχὶ οὐ λευκοῦ γένοιτο ἄν· ἐκ γὰρ τῶν οὕτως μεταξὺ γίνεται εἰς τὰ ἄκρα μεταβολή. ἀλλὰ μὴν τὸ οὐχὶ οὐ λευκὸν λευκόν ἐστιν· οὐδὲν δὲ εἰς ὃ ἔστι μεταβάλλει· γίνεται γὰρ εἰς λευκὸν μεταβολὴ ἐξ οὐ λευκοῦ, ἀλλ’ οὐκ ἐξ οὐχὶ οὐ λευκοῦ. οὐκ ἄρα ἔσται τι τῆς ἀντιφάσεως μεταξύ. Ἔτι πᾶν τὸ διανοητὸν καὶ νοητὸν ἡ διάνοια ἢ κατάφησιν ἢ ἀπόφησιν. Συντιθέντι τὸν πάντα νοῦν ἡ ἐπιχείρησις τοιαύτη. εἰ πᾶν τὸ ὁπωσοῦν ὄν, εἴτε ὡς νοητὸν ὂν εἴτε ὡς διανοητόν, ἡ διάνοια ἀποφαίνεται καὶ ἀληθεύνει ἢ ψεύδεται περὶ αὐτοῦ καταφάσκουσα ἢ ἀποφάσκουσα ἐν γὰρ | τῷ καταφάσκειν ἢ ἀποφάσκειν τὸ ἀληθεύειν ἢ ψεύδεσθαι, ὡς δέσεικται ἐκ τοῦ ὁρισμοῦ τοῦ τε ἀληθοῦς καὶ τοῦ ψεύδους), περὶ οὗ μὴ οἷόν τέ ἐστι τὴν διάνοιαν ἀποφαίνεσθαι καὶ ἀληθεύειν ἢ ψεύδεσθαι καταφάσκουσαν ἢ ἀποφάσκουσαν, τοῦτο οὐδ’ ἄν εἴη τι τὴν ἀρχήν. περὶ δὲ τοῦ λεγομένου μεταξὺ τῆς ἀντιφάσεως εἶναι οὐχ οἷόν τε τὴν διάνοιαν ἀποφαίνεσθαι καὶ ἀληθεύειν ἢ ψεύδεσθαι, ὅτι μηδὲ καταφάσκειν ἢ ἀποφάσκειν· ὥστε οὐδ’ ἄν εἴη τι τῆς ἀντιφάσεως μεταξύ. αὐτὸς μέντοι ἐπιτόμως τὴν ἐπιχείρησιν εἶπεν· οὐ γὰρ εἶπεν οὐδὲ τὸ συνημμένον πᾶν, τὸ εἰ πᾶν τὸ νοητὸν καὶ διανοητὸν ἡ διάνοια ἀποφαινομένη ἢ κατάφησιν ἢ ἀπόφησιν, οὐδὲν τῆς ἀντιφάσεως ἐστι μ·εταξύ, ἀλλὰ μόνον τὸ ἡγούμενον ἔθηκε καὶ κατασκευὴν ὅλου τοῦ συνημμένου, προσχρησάμενος τῷ ὁρισμῷ ὃν ἀπέδωκε πρὸ ὀλίγου τοῦ ἀληθεύειν θεύειν τε καὶ ψεύδεσθαι. εἴη δ’ ἂν λέγων διὰ τοῦ πᾶν τὸ διανοητὸν καὶ νοητὸν ἡ διάνοια κατάφησι καὶ ἀπόφησιν ὅτι περὶ παντὸς οὗ ἀποφαίνεται ἡ διάνοια, ἢ κατάφησιν ἡ ἀπόφησι περὶ αὐτοῦ· πᾶν μὲν γὰρ ὃ ὡς ἀποφαινομένη λέγει, ἢ ἀληθεύει ἢ ψεύδεται ἢ καταφάσκουσα ἢ ἀποφάσκουσα, ὡς ἐκ τοῦ ὁρισμοῦ τοῦ ἀληθεύειν τε καὶ ψεύδεσθαι δῆλόν ἐστιν. διανοητόν τε καὶ νοητόν ἤτοι ἐκ παραλλήλου εἴρηκεν, ἢ διανοητὸν μὲν λέγει τὸ πρακτόν, ἢ ὃ διεξέρχεται ἡ διάνοια ἐκ πλειόνων συλλογιζομένη ἢ δι’ ἐπαγωγῆς λαμβάνουσα, νοητὸν δὲ τὸ θεωρητὸν ἢ τὸ ἁπλοῦν νόημα· περὶ ἀμφότερα γὰρ ἡ συγκατάθεσις καὶ ἡ κατάφασίς τε καὶ ἡ ἀπόφασις. πάνυ δὲ συντόμως καὶ ἐπιτετμημένως ἡ λέξις ἔχει· μόνον γάρ, ὡς εἶπον, ἐν αὐτῇ τὸ ἡγούμενον ἐν τῷ λόγῳ ἔθηκεν. Ἔτι παρὰ πάσας δεῖ εἶναι τὰς ἀντιφάσεις, εἰ μὴ ἕνεκα λέγεται. Ἡ ἐπιχείρησις βραχέως μὲν εἴρηται καὶ αὕτη, ἔστι δὲ ὁ νοῦς αὐτῆς τοιοῦτος. εἴ γε τῆς ἀντιφάσεως ἔστι τι μεταξύ, οὐ τῆσδε μὲν τῆς περὶ τόδε τι ἀντιφάσεως ἔσται μεταξὺ τῆσδε δὲ οὐκ ἔσται, ἀλλὰ πάσης ἔσται τι. μεταξύ, εἰ μὴ λόγου χάριν τοῦτο λέγεται ἀλλ’ ὡς οὕτως ἔχον. ὥστε ἐπεὶ ἀντίφασις καὶ τὸ ἀληθεύειν καὶ τὸ μὴ ἀληθεύειν, ἔσται τι καὶ ταύτης μεταξύ. ἀλλὰ μὴν ἐπὶ τοῦ μεταξὺ ἡ ἀπόφασις τῶν ἄκρων ἀληθής. ἔσται ἄρα τις μεταξύ πρότασις τῆς τε ἀληθοῦς τῆς λεγούσης ‘Δίων περιπατεῖ᾿, καὶ ψευδοῦς τῆς ῾Δίων οὐ περιπατεῖ’, ἣ οὔτε ἀληθὴς ἔσται οὗτε οὐκ ἀληθής· τοῦτο δὲ ἄτοπον. καὶ παρὰ τὸ ὃν καὶ παρὰ τὸ μὴ ὂν ἔσται. καὶ αὕτη βραχέως μὲν εἴρηται ἡ ἐπιχείρησις, ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ ἰῆς ἀντιφάσεως ἔστι τι μεταξύ, ἔσται τι μεταξὺ τοῦ | τε ὄντος καὶ τοῦ μὴ ὄντος, ἐφ’ οὗ καὶ πρὸ ὀλίγου εἶπεν ὅτι ἔσται τι τοιοῦτον ὃ ὁ λέγων αὐτὸ εἶναί τε καὶ μὴ εἶναι ἢ ἀληθεύει ἢ ψεύδεται, εἴτε κατάφησιν ἡ ἀπόφησιν· οὐχ οἶον τε δὲ τοῦτο, τῳ τὸ μεταςυ τοῦτο μήτε ὂν εἶναι μήτε μὴ ὄν, τὸ δὲ ἀληθὲς καὶ ψεῦδος ὡρίσθαι ταῖς τούτων καταφάσεσι καὶ ἀποφάσεσι. περὶ δὴ τούτου καὶ νῦν λέγων τοῦ μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος φησὶν ὅτι εἰ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος ἔστι τι μεταξύ, ἔσται τις μεταξὺ καὶ μεταβολὴ γενέσεως καὶ φθορᾶς. εἰ γάρ ἐστιν ἡ μὲν γένεσις εἰς τὸ ὃν ἐκ τοῦ μὴ ὄντος μεταβολή, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὂν ἐκ του ὄντος, ἡ εἰς τὸ μεταξὺ ἐκ τινος τῶν ἄκρων ἡ ἐκ του μεταξὺ εἰς τι ἐκείνων οὔτε γένεσις ἔσται οὔτε φθορά, οὖσα κατ’ οὐσίαν μεταβολή· οὔτε γὰρ εἰς ὂν ἔσται οὗτε εἰς μὴ ὄν, οὗτε ἐξ ὄντος οὔτε ἐκ μὴ ὄντος. ἐν δὲ τούτοις ἦν ἡ γένεσις καὶ ἡ φθορά· ἡ γὰρ κίνησις ἡ κατὰ τόπον ἡ ἡ κατὰ ποιότητα ἢ ἡ κατὰ ποσότητα οὔτε κατ’ οὐσίαν μεταβολὴ οὔτε μεταξὺ γενέσεως καὶ φθορᾶς· τὸ γὰρ μεταξύ τινων κυρίως τοιοῦτον ὡς εἰς ἑκάτερον τῶν ἄκρων ἐξ αὐτοῦ γίνεσθαι μεταβολήν, ὃ ἐπ’ οὐδενός ἐστι τούτων. δεῖ δὲ προσυπακούειν τῷ παρὰ γένεσιν καὶ φθορὰν μεταβολή τις ἔσται τὸ κατ’ οὐσίαν, ἢ τὸ μεταξὺ οὖσα γενέσεως τε καὶ φθορᾶς. Ἔτι ἐν ὅσοις γένεσιν ἡ ἀπόφασις τὸ ἐναντίον ἐπιφέερει, καὶ ἐν τούτοις. Ὃ λέγει, τοιοῦτόν ἐστιν. εἰ ἔστι τῆς ἀντιφάσεως τι μεταξύ, καὶ ἐν οἷς γένεσί τε καὶ ὑποκειμένοις ἡ ἀπόφασις οὐδὲν ἄλλο σημαίνει ἢ θέσιν τοῦ ἐναντίου, καὶ ἐν τούτοις ἔσται τι μεταξὺ τῆς ἀντιφάσεως. ἡ δὲ ἀπόφασις τὸ ἐναντίον τίθησιν ἐν τοῖς ἀμέσοις ἐναντίοις, ὅταν κατὰ τοῦ πεφυκότος αὐτὸ δέχεσθαι κατηγορῆται· τὸ γὰρ μὴ νοσοῦν ζῷον ὑγιαίνειν ἀνάγκη, καὶ τὸ μὴ κοιμώμενον ἐγρηγορέναι, καὶ τὸν μὴ ἄρτιον ἀριθμὸν περιττὸν εἶναι. εἰ οὖν ἔστι τι καὶ ἐπὶ τούτων τὸ μεταξύ, ἔσται τι ζῷον ὃ οὔτε ὑγιαίνει οὔτε οὐχ ὑγιαίνει, ὃ ἴσον ἐστὶ τῷ οὐ νοσεῖ, καὶ ἀριθμός τις ὃς οὔτε ἄρτιός ἐστιν οὔτε περιττός, ὃ ἴσον ἐστὶ τῷ οὔτε οὐκ ἄρτιος· καὶ γὰρ ἐπὶ τοῦ μεταξὺ ἀληθεῖς αἱ τῶν ἄκρων ἀποφάσεις. τοῦτο δὲ ἀδύνατον, ὡς δῆλον ἐκ τοὐ ὁρισμοῦ· ὃν γὰρ ἂν λάβωμεν καὶ προχειρισώμεθα ἀριθμόν, οὗτος ἢ ἄρτιός ἐστιν ἢ περιττός. πᾶς γὰρ ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, καὶ ἀριθμός ἐστιν ὃς ἢ ἄρτιός ἐστιν ἢ περιττός. Ἔτι εἰς ἄπειρον βαδιεῖται, καὶ οὐ μόνον ἡμιόλια τὰ ὄντα ἔσται ἀλλὰ πλείω. Ἡ ἐπιχείρησις αὕτη ἐστίν. εἰ ἔστι μεταξύ τι τῆς ἀντιφάσεως, οὐ μόνον ἡμιόλια τὰ ὄντα ἔσται, ὡς δοκεῖ, τρίτου τινὸς προστιθεμένου τῇ τε καταφάσει καὶ τῇ ἀποφάσει τοῦ μεταξύ, ἀλλὰ καὶ ἐπ’ ἄπειρον ἄν προέλθοι. ἡμιόλια μὲν γὰρ ἔσται τῷ παρὰ τὸ ὑπὸ τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως ἐφ’ ἑκάστου σημαινόμενόν τε καὶ δηλούμενον εἶναι τρίτον τὸ μεταξύ, καθ’ οὗ οὔτε ἡ κατάφασις οὔτε ἡ ἀπόφασις. ὥσπερ γὰρ εἰ ἦν τι τοῦ ὑγιαίνειν καὶ τοῦ νοσεῖν μεταξύ, οὐκ ἂν ἦν δύο μόνα τό τε ὑγιαίνειν καὶ τὸ νοσεῖν, ἀλλὰ σὺν τούτοις τρίτον τὸ μεταξύ, τὰ δὲ τρία τῶν δύο ἡμιόλια ὅλα τε γὰρ αὐτὰ ἔχει καὶ προσέτι τὸ ἥμισυ αὐτῶν), οὕτως εἰ καὶ τῆς καταφάσεως καὶ ἀποφάσεως εἴη τι μεταξύ, ἡμιόλια ἂν γίνοιτο τὰ σημαινόμενα ὑπὸ τοῦ ἀποφαντικοῦ λόγου· οὐ γὰρ δύο ἀλλὰ τρία. οὐ μόνον δὲ ἡμιόλιά φησι τὰ ὄντα ἔσεσθαι, ὡς φαίνεται, ἀλλὰ γὰρ καὶ εἰς ἄπειρον ἂν ἡ αὔξησις καὶ ἡ προσθήκη τοῖς οὖσι γίγνοιτο διὰ τὴν μεταξὺ ταύτην φύσιν· εἰ γὰρ ἔσται τις φύσις μεταξὺ σημαινομένη ὑπὸ τῆς ἑκατέρου ἀποφάσεως, τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως, δῆλον ὡς ἔσται καταφῆσαι, εἴ γε περὶ πάντων οἷόν τε καὶ καταφάσκειν καὶ ἀποφάσκειν, ὡς ἐδείχθη ἐν τῷ Περὶ ἑρμηνείας· εἰ δὲ καταφῆσαι καὶ ἀποφῆσαι, ἔσται τι πάλιν καὶ τούτων τῆς τε καταφάσεως τῆς τοῦ μεταξὺ τούτου καὶ τῆς ἀποφάσεως αὐτοῦ μεταξύ τι, καθ’ οὗ ἀληθὴς ἡ ἀμφοτέρων ἀπόφασις, ἦς τε καταφάσεως καὶ τῆς ἀποφάσεως, εἴ γε πάσης ἀντιφάσεως ἐστι μεταξύ, ὃ δηλονότι καὶ αὐτὸ πάλιν ἔσται τις φύσις, εἴ γε ἐπ’ αὐτοῦ ἀληθὴς ἡ ἑκατέρου ἐκείνων ἀπόφασις. εἰ δὲ ἔστι τι τοιοῦτον, πάλιν καὶ ἐπὶ τούτου κατάφασις ἔσται καὶ ἀπόφασις καὶ ἄλλο τι μεταξύ, καθ’ οὗ ἡ ἑκατέρου τούτων ἀπόφασις· καὶ τοῦτο ἐπ’ ἄπειρον. τὸ δὲ πάλιν γὰρ ἔστι ἀποφῆσαι τοῦτο πρὸς τὴν φάσιν καὶ τὴν ἀπόφασιν ἴσον ἐστὶ τῷ πάλιν γὰρ εὑρεθήσεταί τι οὗ ἔσται ἀποφῆσαι καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν τὰς ἐπὶ τοῦ μεταξὺ τῆς πρώτης ἀντιφάσεως· ὃ ἴσον ἄν εἴη τῷ πάλιν γὰρ ἔσται καὶ τῆς ἐπὶ τοῦ μεταξὺ λεγομένης ἀντιφάσεως μεταξύ τι· δῆλον γὰρ ὡς ἔσται τι πάλιν καὶ ταύτης τῆς ἀντιφάσεως μεταξύ, ἐφ’ οὗ πάλιν ὄντος μεταξὺ καὶ αὐτοῦ ἄλλη ὁμοίως ἀντίφασις ἔσται, ἧς πάλιν ἄλλο τι ἔσται μεταξύ, ἐφ’ οὗ πάλιν καὶ αὐτοῦ ὄντος τινὸς ἔσται κατάφασις καὶ ἀπόφασις, ὧν τὸ μεταξὺ πάλιν ἄλλην εἰσάξει φύσιν· ἄλλο γὰρ τὸ σημαινόμενον ὑπὸ τῆς ἀμφοτέρων ἀποφάσεως τοῦ σημαινομένου ὑπὸ τῆς καταφάσεως ἢ ἰῆς ἀποφάσεως· τοῦτο γὰρ σημαίνει τὸ ἡ γὰρ οὐσία ἐστί τις αὐτοῦ ἄλλη· καὶ τοῦτο ἐπ’ ἄπειρον. Ἔτι ὅταν ἐρομένου εἰ λευκόν. Ὁ νοῦς τοῦ λεγομένου τοιοῦτος. εἰ πρὸς τὸν ἐρόμενον περί τινος εἰ ἔστιν ἢ μή, ὁ ἀποκρινόμενος ἢ εἶναι ἀποκρίνεται ἢ μὴ εἶναι, καὶ ὁ μὲν εἶναι εἰπὼν καταφάσκει, ὁ δὲ ἀρνησάμενος καὶ εἰπὼν μὴ εἶναι οὐδὲν ἄλλο ἢ τὸ | εἶναι ἀποφάσκει, οὐδὲν ἄν εἴη μεταξὺ τῆς ἀντιφάσεως· εἰ γὰρ δύο μὲν ἀποκρίσεις μόναι περὶ ἑκάστου, τῶν δὲ δύο ἀποκρίσεων ἡ μὲν κατάφασίς ἐστιν ἡ δὲ ἀπόφασις, καὶ οὐδὲν ἄλλο ἐκ τῶν ἀποκρίσεων σημαίνεται ἢ ὑφ’ ἧς μὲν τὸ εἶναι ὑφ’ ἧς δὲ τὸ μὴ εἶναι, οὐδὲν ἄν εἴη μεταξὺ τῆς ἀντιφάσεως. εἰ γὰρ ἦν, καὶ ἢ παρὰ τὸ οὒ τὸ ἀρνητικὸν ἄλην τινὰ ἀπόκρισιν ἔδει εἶναι τρίτην τῷ μὴ τοῦτο μὲν φάσκοντι εἶναι περὶ οὗ ἡ ἐρώτησις, τὸ δὲ μεταξὺ τιθέντι, ἢ τὸ οὒ τὸ ἀρνητικὸν μὴ μόνον ἀναιρετικὸν εἶναι τοῦ περὶ οὗ ἡ ἐρώτησις, ἀλλὰ καὶ ἄλλο τι δηλοῦν ἕν. εἰ δὲ μήτε ἄλλη τις ἀπόκρισίς ἐστι μήτε τὸ οὒ τὸ ἀποφατικὸν ἄλλο τι ἢ ἀναίρεσιν ἐκείνου δηλοῖ περὶ οὗ ἡ ἐρώτησις, τοῦτο δέ ἐστιν ἡ ἀπόφασις, οὐδὲν ἂν εἴη μεταξὺ τῆς ἀντιφάσεως· εἰ γάρ τι ἦν, ἦν ἄν τις καὶ ἀπόκρισις περὶ αὐτοῦ. αὐτὸς μέντοι ἐπιτομώτερον ἐχρήσατο τῇ ἐπιχειρήσει. εἰ γὰρ ὁ ἐρομένου τινὸς περί τινος εἰ λευκὸν ἀρνούμενος αὐτὸ εἶναι καὶ λέγων οὔ οὐδὲν ἄλλο ἀποφάσκει ἢ τὸ εἶναι αὐτὸ λευκὸν, ὃ ἴσον ἐστὶ τῷ μὴ εἶναι αὐτὸ λευκόν, ἀπόφασις δὲ τοῦτο, οὐδὲν ἄν εἴη μεταξὺ τῆς ἀντιφάσεως· ἢ γὰρ τὸ ναί ἔδει ἀποκρίνεσθαι ἢ τὸ οὔ, ὧν τὸ μὲν τὸ εἶναι κατάφασις, τὸ δὲ τὸ μὴ εἶναι ἀπόφασις· τότε γὰρ ἂν ἣν μεταξύ τι ἰῆς ἀντιφάσεως, εἰ τὸ οὗ ἡ ἀπόκρισις μὴ μόνον τὴν ἀπόφασιν σημαίνειν ἠδύνατο τούτου περὶ οὗ ἡ ἐρώτησις, ἀλλά τι καὶ ἄλλο. ὃ ἦν μεταξύ. Ἐλήλυθε δὲ ἐνίοις αὕτη ἡ δόξα. Λέγει τὴν αἰτίαν δι’ ἣν ἐπὶ ταύτης ἐγένοντο τῆς δόξης οἱ γενόμενοι, τῆς μεταξύ τι εἶναι τῆς ἀντιφάσεως λεγούσης. τὴν δὲ αὐτὴν εἶναι λέγει αἰτίαν, ἥνπερ καὶ ἐπὶ τῶν ἄλλων παραδόξων ἃ τίθενταί τινες· τοὺς μὲν γὰρ τῷ μὴ δύνασθαι λῦσαί τινα ἐριστικὸν καὶ σοφιστικὸν λόγον ἐρωτώμενον περί του ἐνδόντας αὐτῷ θέσθαι τοῦτο οὕτως ἔχειν, ὥσπερ ἤδη καὶ ἄλλοις τισὶν ἐνδόντες λόγοις τινὲς παραδόξους καὶ ἀτόπους θέσεις ἔθεντο. ἅμα δὲ διὰ τούτων ἐνδείκνυται ἡμῖν καὶ τὸ χρήσιμον πρὸς φιλοσοφίαν τῶν ἐλέγχων τῶν σοφιστικῶν, εἴ γε παρὰ τὴν ἐκείνων ἄγνοιαν ἀτόπους συμβαίνει τισὶ θέσεις παραδέχεσθαι. οἱ γοῦν περὶ τῆς κινήσεως ὑπὸ Ζήνωνος ἡρωτημένοι λόγοι πολλοὺς οὐ δυναμένους τὸ ἐν τοῖς λαμβανομένοις ψεῦδος συνορᾶν ταράσσουσί τε καὶ ἀπορεῖν ποιοῦσι, μήποτε οὐκ ἔστι κίνησις, οὕτως ἐναργές τε καὶ ἐν πᾶσι πρᾶγμα. εἶπε δὲ καὶ ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως ἐνδόντας τινὰς λόγοις, τῷ τε ἐκ ἰῆς διχοτομίας δεικνύντι ὅτι μηδὲν ἔστιν ἕν, καὶ τῷ ὅτι παρὰ τὸ ὂν οὐδὲν ἔστι, τοὺς μὲν ὑποθέσθαι ἄτομά τινα εἶναι μεγέθη, τοὺς δὲ εἶναι καὶ τὸ μὴ ὅν. τοιοῦτον δή τι καὶ οἱ μεταξὺ τῆς ἀντιφάσεως εἶναί τι θέμενοι ἔπαθον· οὐ γὰρ δυνηθέντες τοὺς περὶ τούτων, ὅτι οὕτως ἔχει, ἐπερωτωμένους λόγους ὄντας σοφιστικοὺς λύειν συνεχώρησαν αὐτοῖς. ἔστι δὲ ἡ ἀπορία, δι’ ἣν ἔθεντό τινες εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, ἥ τε λέγουσα μηδὲν μὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ἐκ δὲ τοῦ αὐτοῦ ὁρᾶν τἀναντία γιγνόμενα, καὶ διὰ τοῦτο ἐνυπάρχειν αὐτὰ ἐν ἐκείνῳ καὶ μεμῖχθαι ἐνεργείᾳ ὄντα, τὸ δὲ μεμιγμένον ἔκ τινων μηδενὶ τῶν ἐξ ὧν μέμικται ταὐτὸ· εἶναι ἀπλῶς, ἀλλὰ μεταξὺ αὐτῶν, ὡς τὸ κρᾶμα, ὃ οὔτε ὕδωρ εἶναι ἄντικρυς οὕτε οὐχ ὕδωρ· ᾧ καὶ Ἀναξαγόρας ἐπηκολούθησεν. ὅτι δὲ ψευδὴς οὗτος ὁ λόγος καὶ σοφιστικός, δῆλον. πρῶτον μὲν γὰρ ἡ ὑπόθεσις αὐτοῦ ψευδής, τὸ ἐξ οὗ γίγνεταί τινα ἀντικείμενα ἀλλήλοις, τοῦτο ἐκ τῶν ἀντικειμένων μεμῖχθαι. ἔπειτα ὅτι κἀκεῖνο ψεῦδος τὸ ἐπὶ τοῦ μεμιγμένου μηδέτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς εἶναι, μήτε τὴν κατάφασιν μήτε τὴν ἀπόφασιν. οὐδέτερον μὲν γὰρ τῶν ἐξ ὧν μέμικται ἀληθές· τὸ γὰρ μελίκρατον οὔτε μέλι οὔτε ὕδωρ· αἰ μέντοι ἀμφοτέρων ἀποφάσεις ἀληθεῖς ἐπ’ αὐτοῦ· οὔτε γὰρ μέλι τὸ μελίκρατον οὔτε ὕδωρ. σοφιστικὸς δὲ ὁ λόγος καὶ ὁ λαμβάνων ὅτι τὸ οὕτε ἔστιν οὔτε οὐκ ἔστιν οὐδετέρῳ ταὐτόν ἐστιν, οὔτε τῳ έστιν οὔτε τῳ οὐκ εστιν, τὸ δὲ οὐδέτερον μεταξὺ ἐκείνων ὧν οὐδέτερόν ἐστιν· ὥστε εἰ τὸ ἔστι τι καὶ οὐκ ἔστι τὸ αὐτὸ ἀντίφασις, εἴη ἄν τι μεταξὺ τῆς ἀντιφάσεως· πᾶσα γὰρ ἀντίφασις διὰ τοῦ εἶναι καὶ μὴ εἶναι. εἰ μὲν γὰρ ἡ οὔτε ἔστιν οὔτε οὐκ ἔστι φωνὴ ἠδύνατο κατά τινος κατηγορεῖσθαί τε καὶ ἀληθεύεσθαι, ἦν ἄν τι ἴσως οὕτω τῆς ἀντιφάσεως μεταξὺ δεικνύμενον· εἰ δὲ μηδὲν τοιοῦτόν ἐστιν, οὐκ ἄν εἴη ἀληθὲς τὸ εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, μηδενὸς ὄντος τοῦ ἐφ’ οὗ ἡ ἑκατέρων ἀπόφασίς ἐστιν. ἀλλ’ οὐδὲ πάντως, εἴ τι ἐστιν οὐὸέτερον, ἐκεῖνο μεταξύ ἐστιν ἐκείνων· καὶ γὰρ ὁ τοῖχος οὔτε ἀπόφασίς ἐστιν οὔτε κατάφασις, ἀλλ’ οὐ διὰ τοῦιο μεταξύ ἐστι καταφάσεως καὶ ἀποφάσεως· τὸ γὰρ μειαξύ τινων τοιοῦτόν ἐστιν ὥστε μὴ μόνον εἰς ἄλληλα γίνεσθαι τοῖς ἄκροις τὴν μεταβολήν, ἀλλὰ καὶ εἰς τὸ μεταξύ, καὶ ἰῷ μεταξὺ πάλιν εἰς ἑκάτερον τῶν ἄκρων. οὔτε οὖν ἐκ τοῦ εἶναι εἰς τὸ μγ́3 εἶναι μήτε μὴ εἶναι μεταβάλλει τι, οὔτε ἐκ τοῦ μὴ εἶναι ὁμοίως εἰς τὸ μήτε εἶναι μήτε μὴ εἶναι. ἀλλ’ οὐδὲ ἐκ τοῦ μήτε εἶναι μήιε μὴ εἶναι, ὅ ἐστι τούτων μεταξύ· τὴν ἀρχὴν γὰρ οὐδὲ ἔστι τι ἐν τῷ μήτε εἶναι μήτε μὴ εἶναι. οἱ μὲν οὖν διὰ ταύτην τὴν αἰτίαν οὕτως ἀπεφήναντο, οἱ δὲ διὰ τὸ πάντων ἀποδείξεις ζητεῖν· τῷ γὰρ τούιων μὴ εἶναι ἀπόδειξιν, τῷ ἀρχὰς αὐτὰ εἶναι ὄντα ἐναργῆ, ὑποτίθενταί τε τὰ ἀντικείμενα αὐτοῖς ἅμα ἀληθῆ εἶναι, καὶ προΐστασθαι πειρῶνται | αὐτοῦ, οὐ πεπεισμένοι μὲν οὕτως ἔχειν, ὡς ἤλεγξεν αὐτοὺς ἐπὶ τῶν πράξεων μάλιστα, θέσιν δὲ φυλάττειν πειοͅώῳνοι. Ἀρχὴ δὲ πρὸς ἅπανταςτούτους ἐξ ὁρισμοῦ. Ἀρχήν φησιν εἶναι τῆς δείξεως πρός τε τοὺς διὰ τὸ ἐνδοῦναι τοῖς σοφίσμασι τοῖς περὶ τοῦ ταῦτα οὕτως ἔχειν ἐρωτωμένοις θεμένους τὸ μεταξὺ εἶναί τι τῆς ἀντιφάσεως, καὶ πρὸς τοὺς πάντων ἀποδείξεις ἀπαιτοῦντας καὶ διὰ τοῦτο ὡς μὴ δυναμένων ἀποδειχθῆναι τοῦ τε μηδὲν εἶναι τῆς ἀντιφάσεως uεταξὺ καὶ τοῦ μὴ συμψεύδεσθαι τὴν ἀντίφασιν λέγοντας ταῦτα, πρὸς δὴ πάντας τούτους ἀρχήν φησιν εἶναι τὴν ἀπὸ τῶν ὁρισμῶν, τὸν αὐτὸν λόγον λέγων ὃν εἶπε καὶ κατ’ ἀρχὰς τῆς πρὸς τοὺς τὴν ἀντίφασιν ἅμα ἀληθῆ εἶναι λέγοντας ἀντιλογίας. ἂν γὰρ συγχωοͅῶσι τὰ ὀνόματα σημαίνειν τι, ὃ ἀναγκαῖόν ἐστιν αὐτοῖς διδόναι, εἰ ῴλλοιεν ὅλως χρῆσθαι λόγῳ; χρὴ τὸν λόγον τοῦ σημαινομένου ὑπό τε τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδοὺς τῶν ὀνομάτων, οἷς χρῶνται, λαμβάνειν· οἵτινες λόγοι ὁρισμοὶ ἄν εἶεν, ὁ μὲν τοῦ ἀληθοῦς ὁ δὲ τοῦ ψεύδους, ὅτε καὶ διὰ τοῦ διδόναι σημαίνειν τι δι’ ὧν AS70031 συγχωροῦσι καὶ τὸ ὁρισμὸν εἶναι. ἂν δὴ τὸ μὲν ἀληθὲς σημαίνῃ τὸ τὸ ὂν εἶναι λέγειν καὶ τὸ μὴ ὂν μὴ εἶναι, ψεῦδος δὲ τὸ τὸ ὂν μὴ εἶναι λέγειν ἢ τὸ μὴ ὂν εἶναι, καὶ παρὰ ταῦτα μηδὲν λλλο ἀληθὲς ἢ ψεῦδος, τούτων δὲ τὰ μὲν καταφάσεις τὰ δὲ ἀποφάσεις, οὐδὲν ἄν ἀληθὲς ἢ ψεῦδος εἴη παρὰ κατάφασιν καὶ ἀπόφασιν· εἰ δὲ μηδὲν ἀληθὲς παρὰ ταῦτα. οὐδ’ ἂν μεταξύ τι αὐτῶν εἴη· ἦν γὰρ ἂν κἀκεῖνο πρὸς τούτοις ἀληθὲς ἢ ψεῦδος, εἴ γε καὶ αὐτὸ λόγος ἀποφαντικός. ἢ εἶπεν ἀρχὴν εἶναι πρὸς ἅπαντας τούτους ἐξ ὁρισμοῦ του σημαίνειν, διότι συγχωρησαντες σημαίνειν διὰ τῶν ὀνομάτων τι, δηλονότι καὶ λόγον τινὰ εἶναι τὸν ὑπὸ τῶν ὀνομάτων σημαινόμενον συγχωροῦσιν. εἰ δὲ τοῦτο, οὐκέτ’ ἄν ὑπὸ τοῦ αὐτοῦ ὀνόματος καὶ ὁ ἀντικείμενος σημαίνοιτο· οὕτως δὲ οὗτε ἄν πάντα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἴη, οὔτε οὐδὲν μᾶλλον τοῦτο ἢ τοῦτο. εἰπὼν δὲ τὴν ἀρχὴν ἔσεσθαι τῆς πρὸς αὐτοὺς ἀντιλογίας ἀπὸ τοῦ ὁρισμοῦ, ἐφεξῆς ἱστορεῖ τίς μὲν τῶν ἀρχαίων τὴν ἀντίφασιν ἔλεγεν ἀληθῆ εἶναι, τίς δὲ τὸ μεταξύ τι εἶναι τῆς ἀντιφάσεως. ἔτι δέ γε δείκνυσιν ἅμα καὶ ὅτι καὶ τῷ ἀληθεῖ καὶ τῷ ψευδεῖ τοῖς ὀνόμασιν ἐχρῶντο, ὧν ἡμεῖς νῦν ἀξιοῦμεν τοὺς ὁρισμοὺς λαμβάνεσθαι καὶ ἀπ’ αὐτῶν ἄρχεσθαι τῆς πρὸς αὐτοὺς ἀντιλογίας. Ἡράκλειτος μὲν λέγων πᾶν εἶναί τε καὶ μὴ εἶναι καὶ ἅμα τὰ ἀντικείμενα εἶναι, τὴν ἀντίφασιν ἅμα ἀληθῆ τίθεται | καὶ πάντα εἶναι ἀληθῆ ἀποφαίνεται, Ἀναξαγόρας δὲ εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως λέγει· τὸ γὰρ μῖγμα εἰ ἐξ ἀγαθοῦ καὶ κακοῦ εἴη, οὔτε ἀγαθὸν οὔτε πάλιν οὐκ ·ἀγαθόν, ὁμοίως δὲ καὶ οὔτε κακὸν οὔτε αὖ οὐ κακόν· διὸ μεταξύ τι εἶναι λέγει τῆς ἀντιφάσεως καὶ πάντα ψευδῆ τὰ ἀντικείμενα, τουτέστι καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν. ὅταν γὰρ ᾖ μεμιγμένα τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὸ ἐξ αὐτῶν φησι μῖγμα οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθὸν καὶ οὔτε κακὸν οὔτε οὐ κακόν, ἀλλ’ εἶναι τὸ τοιοῦτον μῖγμα. πάντα δὴ ἡγεῖτο ἐν πᾶσι μεμῖχθαι, ὥστε περὶ ἑκάστου τῶν ὄντων πᾶσαι αἱ ἀντιφάσεις ψευδεῖς κατ’ αὐτόν. Διωρισμένων δὲ τούτων φανερὸν ὅτι καὶ τὰ μοναχῶς λεγόμενα καὶ τὰ κατὰ πάντων. Δείξας ὅτι κατὰ μὲν Ἡράκλειτον συναληθεύουσιν αἰ ἀντιφάσεις, κατὰ δὲ Ἀναξαγόραν συμψεύδονται, φησὶν ὅτι διωρισμένων τούτων, δηλονότι ὧν ἐφθάκαμεν εἰρηκέναι, φανερὸν γέγονε καὶ ὅτι μήτε ἅμα συμψεύδονται μήτε ἅμα συναληθεύουσιν αἱ ἀντιφάσεις ἐπεὶ μηδὲ ἔστι τι μεταξὺ τῆς ἀντιφάσεως· φανερὸν γάρ, φησίν, ἐκ τούτων ὅτι ἀδύνατόν ἐστι καὶ τὰ μοναχῶς λεγόμενα, ὃ ἐξηγούμενος προσέθηκε τὸ καὶ τὰ κατὰ πάντων· τὰ γὰρ κατὰ πάντων ὁμοίως λεγόμενα μοναχῶς λέγεται. τίνα δὲ· λέγεται οὕτως, αὐτὸς δι’ ὧν ἐπήνεγκεν ἔδειξεν. εἰπὼν ὥσπερ τινὲς λέγουσιν, οἱ μὲν οὐδὲν φάσκοντες εἶναι ἀληθές, ὡς Ἀναξαγόρας. τὸ γὰρ μηδὲν ἀληθὲς εἶναι λέγειν τῶν ὄντων μοναχῶς κατὰ πάντων ἐστὶ λέγειν· ὁμοίως καὶ τὸ πάντα ἀληθεύειν, ὡς Ἡράκλειτος, καὶ τοῦτο μοναχῶς λέγειν κατὰ πάντων ἐστίν. τούτων δὲ ὅτι μηδέτερον ἐνδέχεται ἀληθὲς εἶναι, γνώριμον ἐκ τοῦ δεδεῖχθαι ἐπὶ παντὸς πάσης ἀντιφάσεως τὸ μὲν ἕτερον μόριον ἀληθὲς εἶναι τὸ δὲ ἕτερον ψεῦδος. οὐκέτι γὰρ τούτου οὕτως ἔχοντος οἷόν τε ἢ μηδὲν ἀληθὲς εἶναι ἢ πάντα ἀληθῆ εἶναι· κατὰ γὰρ τοὺς μηδὲν ἀληθὲς εἶναι λέγοντας οὔτε ἡ κατάφασις οὔτε ἡ ἀντικειμένη αὐτῇ ἀπόφασις ἀληθής ποτε ἐπί τινος, κατὰ δὲ τοὺς πάντα ἀληθῆ ἡ ἀντίφασις ἅμα ἀληθής. λέγων φασὶν οὕτως ἅπαντα εἶναι ὡς τὸ τὴν διάμετρον εἶναι σύμμετρον. τουτέστιν ὁμοίως πάντα ψευδῆ εἶναι τῷ τὴν διάμετρον σύμμετρον εἶναι. εἰπὼν δὲ τὸ ἕτερον, τὸ πάντα ψευδῆ λέγειν, τῶν μοναχῶς λεγομένων λέγει καὶ τὸ ἕτερον τὸ οἱ δὲ πάντα ἀληθῆ· ὃ ἰπὼν προσέθηκε σχεδὸν γὰρ οἱ τοιοῦτοι λόγοι οἱ αὐτοὶ τῷ τοῦ | Ἡρακλείτου, λέγων τὸν ἡρακλείτου εἶναι λόγον τὸν λέγοντα πάντα ἀληθῆ καὶ πάντα ψευδῆ εἶναι. καίτοι πρὸ ὀλίγου ἔδειξεν ἑπόμενον τῇ Ἡρακλείτου δόξῃ, λέγοντος πᾶν εἶναι καὶ μὴ εἶναι, τὸ πάντα ἀληθῆ λέγειν. ἢ τοῦτο ἕπεται αὐτῷ λέγοντι πᾶν εἶναι καὶ μὴ εἶναι καὶ τὴν ἀντίφασιν ἐπὶ παντὸς ἅμα ἀληθῆ, τὸ πάντα καὶ ἀληθῆ ἅμα καὶ ψευδῆ λέγειν εἶναι. εἰ γὰρ ἅμα τὰ ἀντικείμενα ἕκαστόν ἐστι, καὶ ἔστι τε καὶ οὐκ ἔστιν, ἔσται μὲν καὶ 1 τὸ εἶναι ἡ κατάφασις καὶ τὸ μὴ εἶναι ἡ ἀπόφασις ἀληθῆ κατ’ αὐτόν· οὐ μὴν ἀλλὰ καὶ ἑκάτερον αὐτῶν πάλιν ψεῦδος· καθ’ ὅσον μὲν γὰρ οὐκ ἔστι τὸ εἶναί, ἡ κατάφασις ψευδής, καθ’ ὅσον δὲ πάλιν τὸ μὴ εἷναι, καὶ ἡ ἀπόφασις ψευδής. ὥστε πάντα κατ’ αὐτὸν ἅμα καὶ ἀληθῆ καὶ ψευδῆ· αἱ μὲν γὰρ ἀληθεῖς καταφάσεις τὰς ἀποφάσεις ψευδεῖς ποιοῦσιν, αἱ δὲ ἀποφάσεις τὰς καταφάσεις. τούτῳ δὴ τῷ λόγῳ τῷ κατὰ πάντων ἄμφω κατηγοροῦντι σχεδόν φησι τοὺς αὐτοὺς ἐκείνους ἀμφοτέρους εἷναι τοὺς μοναχῶς ἑκάτερον κατηγοροῦντας, καὶ δείκνυσι τῶς εἰσιν οἱ αὐτοί· ὅτι γὰρ ὁ λέγων καὶ ἀληθῆ πάντα καὶ ψευδῆ πάντα καὶ ἰδίᾳ ἑκάτερον κατηγορεῖ πάντων, τό τε ἀληθῆ αὐτὰ εἶναι καὶ πάλιν τὸ ψευδῆ, διὰ τοῦτο αὗται αἱ δόξαι αἱ μοναχῶς λέγουσαι ἑκάτερον αἱ αὐταί εἰσιν τῇ κατὰ πάντων ἀμφότερα κατηγορούσῃ. ἐὰν δὲ αἱ αὐταί, ἀδύνατος δὲ ἐκείνων ἑκατέρα, ἀδύνατος ἂν εἴη καὶ ἡ ἄμφω κατὰ πάντων κατηγοροῦσα. ὅτι δὲ ἐκείνων ἑκατέρα ψευδής, ἐδείχθη διὰ τοῦ πάσης ἀντιφάσεως ἐπὶ παντὸς θάτερον μὲν ἀληθὲς θάτερον δὲ ψεῦδος εἶναι. δύναται καὶ τὸ ὥστε εἴπερ ἀδύνατα ἐκεῖνα εἰρηκέναι ἐπὶ τοῦ ἄμφω λέγοντος, καὶ πάντα ἀληθῆ καὶ πάντα ψευδῆ· ἐδείχθη γὰρ διὰ πλειόνων ὅτι ἀδύνατον τὴν ἀντίφασιν ἅμα εἶναι τοῦτο· ὁμὰ γὰρ ταῦτα ἀληθῆ τε καὶ ψευδῆ γίνεται, ἐπεὶ τὸ ὥστ’ εἴπερ ἀδύνατα ἐκεῖνα περὶ τῶν προειρημένων τε καὶ προδεδειγμένων λέγει τῶν πᾶσαν ἀντίφασιν ἀληθῆ ἢ πᾶσαν ἀντίφασιν ψευδῆ τιθέντων ἐδείχθη γὰρ ὅτι μηδέτερον ἀληθές)· ὄντων δὲ ἐκείνων ἀδυνάτων, ὡς δέδεικται, ἀδύνατα ἄν εἴη καὶ τὰ μοναχῶς ἐπὶ πάντων τῶν ὄντων λεγόμενα ὅτι ἀληθῆ ἢ ὅτι ψευδῆ. δύναται δὲ καὶ αὐτὸν Ἡράκλειτον λέγειν πάντα ἀληθῆ καὶ πάντα ψευδῆ εἰρηκέναι, καθ’ ὅσον ἔλεγε τὰ ἐναντία συνυπάρχειν, ἐναντία δὲ καὶ τὸ πάντα ἀληθῆ καὶ τὸ πάντα ψευδῆ. προστίθησι δὲ τοῖς φθάνουσι δεδεῖχθαι, ὡς ἐναργῶς ἐνίων οὐσῶν ἀντιφάσεων τοιούτων περὶ ὧν οὐδεὶς ἄν ἐνδοιάσειεν, ὡς ἢ ἀμφοτέρων τῶν μορίων ἀληθῶν εἶναι δυναμένων ἢ ἀμφοτέρων ψευδῶν· ὃ δεικτικὸν ἄν εἴη τοῦ μὴ κατὰ πάντων μοναχῶς ἑκάτερον. εἶεν δ’ ἂν τοιαῦται ἀντιφάσεις τὸ τὴν διάμετρον σύμμετρον εἶναι ἢ μὴ σύμμετρον, καὶ καθόλου ὧν θάτερον μὲν ἀναγκαῖον θάτερον δὲ ἀδύνατον, ὁποῖά ἐστι τὰ ἐν τῇ οὐσίᾳ τινῶν | καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα. εἰπὼν δὲ προδήλως μήτε ἀληθεῖς ἅμα ἐπ’ ἐνίων ἀντιφάσεων δύνασθαι λέγεσθαι τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν μήθ’ ἅμα ψευδεῖς, ἐπήνεγκε τὸ καίτοι δόξειεν ἄν μᾶλλον ἐνδέχεσθαι ἐκ τῶν εἰρημένων τὸ ψευδεῖς ἀμφοτέρας εἶναι· τοῦτο γὰρ λείπει. ἀποτεινόμενος δὲ ταῦτα πρὸς Ἡράκλειτον λέγει καὶ ὅσοι διὰ τὸ συνεχῆ τὴν ῥύσιν εἶναι ἐν τοῖς οὖσιν ἔλεγον ἅμα κατ’ αὐτῶν ἀληθὲς καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι. ὅσον γὰρ ἐπὶ τοῖς λεγομένοις ὑπ’ αὐτῶν, μᾶλλον ἄν ὑγιὲς εἴη τὸ ψευδεῖς πάσας εἶναι· εἰ γὰρ συνεχὴς ἡ ῥύσις καὶ μηδὲν ὑπομένει, οὐδὲν ἂν ὑγιῶς καὶ ἀληθῶς εἴη κατηγορῆσαι κατά τινος, ᾧ ἀκόλουθον τὸ πάντα εἶναι ψευδῆ· ἀνάγκη γὰρ τὸν ὁτιοῦν ὁρίζοντα κατὰ τοῦ συνεχῶς ῥέοντος καὶ εἰς μηδὲν ὡρισμένον μεταβάλλοντος ψεύδεσθαι. ὥστε καθ’ Ἡράκλειτον πάντα ἀληθῆ λέγοντα τοὐναντίον ἄν μᾶλλον ἁρμόττοι πάντα λέγειν ψευδῆ εἶναι, εἴ γε συνεχῶς ὑπελάμβανε πάντα ῥεῖν τε καὶ μεταβάλλειν. ἔδειξε δὲ τὸ αὐτὸ τοῦτο καὶ Ἀναξαγόρᾳ ἑπόμενον ἄτοπον διὰ τὸ πάντα μεμῖχθαι, τὸ δὲ μεμιγμένον μήτε εἶναί τι ἁπλῶς τούτων ἐξ ὧν ἐστι, μήτε ἀπλῶς μὴ εἶναι. Ἀλλὰ πρὸς πάντας τοὺς τοιούτους λόγους αἰτεῖσθαι δεῖ, καθάπερ ἐλέχθη. εἰπὼν τίσι μὲν ἕπεται τὸ συναληθεύειν τὴν ἀντίφασιν, τίσι δὲ τὸ συμψεύδεσθαι. τίσι δὲ ἄμφω, καὶ δείξας αὐτοὺς μὴ δεόντως χρωμένους τῷ ἀληθεύειν καὶ τῷ ψεύδεσθαι ὀνόματι, ἐπάνεισιν ἐπὶ τὸν λόγον οὗ ἤρξατο. ἔφη δὲ δεῖν ἐξ ὁρισμοῦ τὴν πρὸς αὐτοὺς ἔνστασίν τε καὶ ζήτησιν ποιεῖσθαι· τοῦτο δὴ καὶ νῦν λέγει, καὶ διδάσκει πῶς χρὴ ποιεῖν. χρὴ γάρ, φησί, παρ’ αὐτῶν, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἠξιώσαμεν, αἰτεῖσθαι καὶ ἐξετάζειν, οὐχὶ εἰ εἶναί τι καὶ μὴ εἶναι λέγουσι, καὶ εἰ ἐφ’ οὗ τὸ εἶναι, ἐπὶ τούτου οἷόν τε καὶ τὸ μὴ εἶναι λέγειν (ταῦτα μὲν γὰρ ἀξιοῦντες τὸ ἐν ἀρχῇ λαμβάνειν), ἀλλὰ εἰ σημαίνουσι δι’ ὧν λέγουσιν, αἰτητέον παρ’ αὐτῶν· εἰ μὲν γὰρ μὴ σημαίνουσιν, οὐδ’ ἂν διαλέγοιντο· εἰ δὲ σημαίνουσι, τὸν λόγον καὶ τὸν ὁρισμὸν ἑκάστου τῶν ὑπὸ τῶν λεγομένων ὑπ’ αὐτῶν σημαινομένων ληπτέον, καὶ δὴ καὶ τί τὸ ψεῦδος καὶ τἀληθὲς αὐτὸ σημαίνει, οἷς χρῶνται καὶ αὐτοί, καὶ λόγους τοὺς ὑπὸ τῶν ὀνομάτων σημαινομένους, οἵτινες ὁρισμοὶ ἄν εἶεν, ὁ μὲν τοῦ ἀληθοῦς ὁ δὲ τοῦ ψευδοῦς. Εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθὲς φάναι ἢ ἀποφάνει ἐστιν. Τὸ λεγόμενον ἀσαφῶς μὲν εἴρηται, εἴη δ’ ἄν τοιοῦτον. εἰ μηδὲν ἄλλο τὸ ἀληθές ἐστιν ἢ τὸ οὕτως ἔχον φάναι οὕτως ἔχειν, καὶ πάλιν τὸ οὕτως ἔχον ἀποφάναι ψεῦδος, δῆλον ὡς ἄλλο μὲν ὑπὸ τοῦ ἀληθοῦς σημαίνεται ἄλλο δὲ ὑπὸ τοῦ ψεύδους, καὶ ἀδύνατον τῶν μὲν καταφασκόντων περὶ τοῦ αὐτοῦ τῶν δὲ ἀποφασκόντων ἢ πάντας λέγειν ψεύδεσθαι ἢ πάντας ἀληθεύειν. θεύειν. ἂν μὲν γὰρ οἱ καταφάσκοντες ἀληθεύωσιν, ὡς ἔχει τὸ πρᾶγμα λέγοντες αὐτὸ ἔχειν, οἱ αὐτὸ τοῦτο ἀποφάσκοντες αὐτοῦ ψεύσονται· τοῦτο γὰρ ὑπὸ τοῦ ψεύδεσθαι σημαίνεται, τὸ ἀποφάσκειν τινὸς ὃ ὑπάρχει αὐτῷ. εἰ δὲ ἡ ἀπόφασις ἀληθής, δῆλον ὡς ἀνάγκη τὴν κατάφασιν εἶναι ψευδῆ· εἰ γὰρ ἐν μηδενὶ ἄλλῳ τὸ ἀληθές τε καὶ ψεῦδος ἢ ἐν τῇ τοῦ αὐτοῦ καταφάσει καὶ ἀποφάσει, ἀδύνατον πάντα ψευδῆ εἶναι, ὁμοίως δὲ καὶ ἀληθῆ· ἡ γὰρ περὶ τοῦ αὐτοῦ ἀντίφασις ἀμφότερα ἔχει. εἰπὼν δὲ καίτοι δόξειεν ἄν μᾶλλον ἐνδέχεσθαι ἐκ τῶν εἰρημένων πάντα ψευδῆ εἶναι, καθ’ Ηράκλειτον κινεῖσθαι πάντα λέγοντα, ἢ πάντα ἀληθῆ, ὡς Ἀναξαγόρας ἔλεγέ τε καὶ ᾤετο, ὅτι μὴ οἷόν τε πάντα ψευδῆ εἶναι δεδειγμένης τῆς ἀντιφάσεως ὅπως ἔχει, καὶ τἀληθοῦς τε καὶ ψευδοῦς ὡρισμένου, ἐπήνεγκε. φέρεται δὲ καὶ οὕτως ἡ λέξις εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθὲς ἢ φάναι ἢ ἀποφάναι καὶ τὸ ψεῦδός ἐστιν. καὶ εἴη ἄν τὸ λεγόμενον, εἰ μηδὲν ἄλλο τὸ ἀληθὲς σημαίνει ἢ τὸ καταφῆσαί τι ἢ ἀποφῆσαι. καὶ τὸ ψεῦδος ὁμοίως· καὶ γὰρ τοῦτο ἐν τῷ καταφῆσαι ἢ ἀποφῆσαι. βραχέως δὲ τῇ λέξει κέχρηται, ἐπεὶ φθάνει διὰ τῶν πρόσθεν εἰρηκέναι ἀληθὲς μὲν εἶναι τὸ τὸ ὂν εἶναι λέγειν ἢ τὸ μὴ ὂν μὴ εἶναι ὧν τοι μὲν κατάφασις τὸ δὲ ἀπόφασίς ἐστι, κατάφασις μὲν περὶ τοῦ ὄντος, ἀπόφασις δὲ περὶ τοῦ μὴ ὄντος), ψεῦδος δὲ τὸ τό ὂν μὴ εἶναι λέγειν, ὅ ἐστιν ἀπόφασις τοῦ ὄντος, ἢ τὸ μὴ ὂν εἶναι, ὅ ἐστι κατάφασις ἐπὶ τοῦ μὴ ὄντος. ἅτινα σαφῶς προειρημένα ἐνταῦθα μετενεκτέον· εἰ γὰρ μηδὲν ἄλλο ἀληθές ἐστιν ἢ τὸ τὸ ὂν φάναι εἶναι καὶ τὸ μὴ ὂν μὴ εἶναι, καὶ ψεῦδος τὸ τὸ ὂν μὴ εἶναι, ὅ ἐστι τῆς ἀληθοῦς περὶ τοῦ ὄντος καταφάσεως ἡ ἀπόφασις, καὶ πάλιν τὸ μὴ ὂν εἶναι, ὃ καὶ αὐτὸ κατάφασίς ἐστι τῆς ἀληθοῦς περὶ τοῦ μὴ ὄντος ἀποφάσεως, δῆλον ὡς ἀδύνατόν ἐστιν ἢ ἀληθεύειν ἀμφοτέρους τούς τε τὰς καταφάσεις τὰς περὶ τοῦ αὐτοῦ καὶ τοὺς τὰς ἀποφάσεις λέγοντας, ἢ πάλιν ἀμφοτέρους ψεύδεσθαι· οὗ γὰρ ἦν ἡ κατάφασις ἀληθής, τούτου ἦν ἡ ἀπόφασις ψευδής· ὥστε ἀνάγκη θάτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς θάτερον δὲ ψεῦδος λέγειν, ἀλλ’ οὐ πάντα ἀληθῆ ἢ πάντα ψευδῆ. δύναται καὶ τοιοῦτον εἶναι τὸ λεγόμενον διὰ τῆς λέξεως· εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθῆ φάναι ἢ ὅτι τὸ ἀποφάναι ψεῦδος. τουτέστιν εἰ δὲ μηδὲν ἄλλο σημαίνεται ὑπὸ τοὐ ἀληθῆ εἶναι τὴν κατάφασιν ἢ ὅτι ἡ ἀπόφασίς ἐστι ψευδής· ὁ γὰρ λέγων ἀληθὲς εἶναι τὸ ἡμέραν εἶναι, τὸ μὴ εἶναι | ἡμέραν διὰ τῆς καταφάσεως ψεῦδος εἶναι λέγει· εἰ δὲ τοῦτο, ἀδύνατον τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ. Ἔτι εἰ πᾶν ἢ φάναι ἢ ἀποφάναι ἀναγκαῖον. Ἐδειξε πρὸ ὀλίγου ὅτι μηδέν ἐστιν ἀντιφάσεως μεταξύ, ἀλλὰ κατὰ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις. εἰ δὲ τοῦτο ὑγιὲς καὶ οὐδὲν ἄλλο παρὰ τὴν ἀντίφασίν ἐστιν, ἀδύνατον ἀμφότερα ψευδῆ εἶναι· ἠδύνατο γὰρ ψευδῆ μόνως οὕτως ἀμφότερα γίνεσθαι, εἰ ἦν τι μεταξὺ αὐτῶν· μηδενὸς δὲ ὄντος μεταξύ, ἀνάγκη θάτερον μὲν αὐτῶν ἐπὶ παντὸς ἀληθὲς εἶναι, θάτερον δὲ ψευδὲς μόνον, ἀλλ’ οὐκ ἄμφω ἀληθῆ ἢ ἄμφω ψευδῆ. πάλιν δὲ τὸ ἀδύνατον ἄμφω ψευδῆ εἶναι εἶπεν, ἐπεὶ προείρηκεν μᾶλλον ἐνδέχεσθαι ἐκ τῶν εἰρημένων πάντα ψευδῆ εἶναι. τοῖς τε γὰρ τὴν ῥύσιν αἰτιωμένοις τοῦτο λέγειν μᾶλλον ἕπεται, ἀλλὰ καὶ Ἀναξαγόρᾳ τῷ πάντα ἐν πᾶσι μεμῖχθαι λέγοντι καὶ μηδὲν διὰ τοῦτο τῶν ὄντων εἰλικρινῶς εἶναι ὃ λέγεται εἶναι. Συμβέβηκε δὲ καὶ τὸ θρυλούμενον. Θρυλούμενον μὲν εἶπεν, ἐπεὶ καὶ ἄλλοι τούτῳ πρὸς τοὺς ταῦτα λέγοντας ἐχρήσαντο ὡς ὄντι ἐναργεῖ, φανερώτατα δὲ Πλάτων κεκίνηκεν αὐτὸ ἐν τῷ Θεαιτήτῳ· πῶς δὲ αὐτοὶ αὑτοὺς ἀναιροῦσιν, ἔδειξεν. ὁ μὲν γὰρ πάντα ἀληθῆ λέγων ἀναιρεῖ αὑτὸν τῷ καὶ τὸν τἀναντία ἑαυτῷ λέγοντα, ὅτι μηδὲν ἀληθές ἐστιν ἢ μὴ πάντα, ἀληθεύειν λέγειν, ὅ ἐστιν ἀναιρετικὸν τῆς δόξης τῆς πάντα ἀληθεύειν τιθεμένης· ὥστε κατὰ τὸν τιθέμενον πάντα εἶναι ἀληθῆ, ἀληθὲς καὶ τὸ μὴ πάντα εἶναι ἀληθῆ. ὁ δὲ πάντα ψευδῆ εἶναι λέγων λόγος ἑαυτὸν ἀναιρεῖ, ὅτι εἰ πάντα εἴη ψευδῆ, καὶ αὐτὸς οὗτος ἄν εἴη ψευδὴς ὁ πάντα ψευδῆ λέγων, ·ἀληθὴς ἄρα ὁ ἀναιρετικὸς αὐτοῦ, ὁ μὴ πάντα ψευδῆ λέγων. Ἐὰν δὲ ἐξαιρῶνται ὁ μὲν τὸν ἐναντίον ὡς οὐκ ἀληθὴς μόνος. Εἰ φυλασσόμενοι, φησί, τὸ ἑπόμενον αὐτοῖς ἄτοπον, τὸ δι’ ὧν τίθενται ἀναιρεῖν τὰ ὑπ’ αὐτῶν τιθέμενα, ὑπεξαιροῦνται καὶ λέγουσιν ὁ μὲν πάντα ἀληθῆ λέγων χωρὶς τοῦ λέγοντος ὅτι μὴ πάντα ἀληθῆ, ὅς ἐστιν ἀναιρετικὸς τοῦ πάντα ἀληθῆ, ὁ δὲ λέγων πάντα ψευδῆ χωρὶς τοῦ ὑπ’ αὐτοῦ τοῦτον γὰρ εἶναι μόνον ἀληθῆ), ἀκολουθήσει αὐτῶν ἑκατέρῳ ἐν τῷ ἕνα ὑπεξαιρεῖσθαι τὸ ἀπείρους τοιούτους συγχωρεῖν εἷναι· οὐ γὰρ μόνος ἔσται ψευδὴς ὁ λέγων μὴ πάντα εἶναι ἀληθῆ, ὡς βούλεται ὁ πάντα ἀληθῆ λέγων, ἀλλὰ καὶ ὁ λέγων ἀληθὲς εἶναι τὸ μὴ πάντα ἀληθῆ εἶναι, ἄλλος ὢν τοῦ λέγοντος μὴ πάντα εἶναι ἀληθῆ· οὐ γὰρ ὁ αὐτὸς λόγος τῷ οὐ πάντα ἀληθῆ ὁ λέγων ἀληθὲς εἶναι τὸ μὴ πάντα εἶναι ἀληθῆ. ἀλλὰ καὶ ὁ λέγων ἀληθὲς εἶναι τὸ ἀληθῆ εἶναι τὸν λέγοντα λόγον μὴ | πάντα εἶναι ἀληθῆ, ἄλλος ὢν ἐκείνων, καὶ αὐτὸς ἔσται ψευδής. ἀλλὰ καὶ ὁ τοῦτον λέγων τὸν λόγον ἀληθῆ, ὁ λέγων, ‘ἀληθές ἐστι τὸ λέγειν τὸν λόγον τὸν λέγοντα ἀληθὲς εἶναι τὸ μὴ πάντα εἶναι ἀληθῆ ἀληθῆ εἶναι᾿. καὶ οὕτως ἐπ’ ἄπειρόν τις αὐτῶν τῇ τοῦ ἀληθοῦς προσθήκῃ δείξει κατὰ τὸν ἕνα μόνον φάσκοντα ψευδῆ εἶναι λόγον ἀπείρους τοὺς ψευδεῖς λεγομένους. καὶ εἴη ἂν ἡ σύνθεσις ἡ ἐπ’ ἄπειρον τῶν ἀληθῶν τοιαύτη· ψευδές ἐστι τὸ οὐ πᾶς λόγος ἀληθής ἐστι τῷ ἀληθὲς εἶναι τὸ πάντα εἶναι ἀληθῆ· ψεῦσός ἐστι τὸ ἀληθές ἐστιν ἀληθὲς εἶναι τὸ λέγειν μὴ πάντα εἶναι ἀληθῆ· ψεδδός ἐστι τὸ ἀληθές ἐστι τὸ λέγειν ἀληθεύειν τὸν λέγοντα ἀληθὲς εἶναι τὸ λέγειν μὴ πάντα εἶναι ἀληθῆ. καὶ τοῦτο ἐπ’ ἄπειρον. ὁμοίως δὲ καὶ ἀληθεῖς ἄπειροι κατὰ τὸν λέγοντα πάντων ψευδῶν ὄντων μόνον ἀληθῆ εἶναι τὸν λέγοντα πάντας ψευδεῖς· οὐ γὰρ μόνον ἀληθὴς ἔσται κατ’ αὐτοὺς ὁ λέγων πάντα ψευδῆ εἶναι, ἀλλὰ καὶ ὁ λέγων ‘ἀληθές ἐστι τὸ πάντας ψευδεῖς εἶναι᾿· εἰ γὰρ μὴ οὗτος, οὐδ’ ὁ πρὸ αὐτοῦ. ἀλλὰ καὶ ὁ λέγων ‘ἀληθής ἐστι λόγος ὁ λέγων ἀληθὲς εἶναι τὸ πάντα ψευδῆ εἶναι᾿· καὶ τοῦτο ἐπ’ ἄπειρον. βραχέως δὲ τοῦτο ἐδήλωσεν εἰπὼν ὁ γὰρ λέγων ἰὸν ἀληθῆ λόγον ἀληθῆ ἀληθής ἐστιν. ὁμοίως δηλονότι καὶ ψευδὴς ὁ λέγων ἀληθῆ τὸν ψευδῆ λόγον, ἄλλως τε καὶ πλασματῶδες τὸ αἰτεῖσθαι ταῦτα καὶ ὑποτίθεσθαι. Φανερὸν δὲ ὅτι οὐδὲ οἱ πάντα ἠρεμεῖν λέγοντες ἀληθῆ λέγουσιν οὐδ’ οἱ πάντα κινεῖσθαι. Αὕτη ἡ λέξις οὐ φέρεται ἔν τισιν ὡς οὖσα οἰκεία τῆς φυσικῆς· οὐ μὴν ἀλλ’ ἐπεὶ συγχρώμενος τοῖς προδεδειγμένοις περὶ αὐτῶν λέγειν δοκεῖ, οὐκ ἄν εἴη παντάπασιν ἀλλοτρία τῶν προειρημένων. κειμένου γὰρ τοῦ μήτε ἀληθῆ πάντα εἶναι μήτε ψευδῆ, ἀκολουθοίη ἂν τὸ μήτε τοὺς ἠρεμεῖν πάπα λέγοντας ἀληθεύειν μήτε τοὺς κινεῖσθαι · ἕπεται γὰρ τοῖς μὲν ἠρεμεῖν πάντα λέγουσι τὸ μηδὲν μεταπίπτειν, ἀλλ’ ἀεὶ τὰ αὐτὰ ἀληθῆ τε καὶ ψευδῆ μένειν, ὁρῶμεν δὲ ὅτι μὴ ἀεὶ ἐπὶ τοῦ αὐτοῦ ἡ κατάφασις μὲν πρότερον ἦν ἡ κατάφασις ἀληθής, ἡ ἀπόφασις πάλιν ἀληθὴς γίνεται, εἴ γε ἀληθές ἐστι τό τε ὂν εἶναι λέγειν καὶ τὸ μὴ ὂν μὴ εἶναι. αὐτὸς γοῦν ὁ λέγων πάντα ἠρεμεῖν πρότερόν τε οὐκ ἦν καὶ ὕστερον οὐκ ἔσται· ὃ ἀδύνατον ἄνευ μεταβολῆς γίνεσθαι. τοῖς δ’ αὖ πάντα συνεχῶς κινεῖσθαι λέγουσι τὸ μηδὲν ἀληθὲς εἶναι· οὐδὲν γὰρ ὑπομένει τὴν τοῦ τόδε τι εἶναι κατηγορίαν, ἀλλὰ μεταπίπτει., ἀληθὲς δὲ ἦν τὸ τὸ ὂν εἶναι λέγειν. πάντα οὖν ψευδῆ κατ’ αὐτοὺς ἔσται· τοῦτο γὰρ καὶ ἐν τοῖς πρὸ ὀλίγου εἰρημένοις εἶπεν ἕπεσθαι τοῖς πάντα συνεχῶς ῥεῖν τε καὶ κινεῖσθαι λέγουσιν. ἀλλὰ δέδεικται ὅτι μὴ οἷόν τε πάντα ψευδῆ εἶναι. λέγοι δ’ ἂν μηδέτερον τῶν εἰρημένων ἀληθὲς εἶναι, μήτε τὸ πάντα ἠρεμεῖν μήτε τὸ πάντα κινεῖσθαι, ὅτι τούτων ἑκάτερον μοναχῶς λέγεται κατὰ πάντων. εἶπε δὲ τοῦτο ἀδύνατον εἶναι· ἕπεται γὰρ καὶ τῷ μὲν πάντα ἠρεμεῖν τὸ ἀεὶ τὰ αὐτὰ ἀληθῆ τε καὶ ψευδῆ μένειν καὶ μὴ μεταπίπτειν εἰς ἄλληλα, ὃ ὅτι ἀδύνατον, ἔδειξε δι’ οὗ παρέθετο. ὁ γὰρ λέγων αὐτὸς τήνδε τὴν δόξαν καὶ πρότερόν γε οὐκ ἦν καὶ ὕστερον οὐκ ἔσται, ὥστε οὔτε τὰ πάντα ἠρεμεῖ οὔτε ταὐτὰ ἀεὶ μένει ἀληθῆ καὶ ψευδῆ. τὸ γὰρ ὄντος αὐτοῦ, ὅτε ἔστιν, εἶναι αὐτὸν λέγειν ἀληθὲς ὂν οὐκ ἔστιν ἀληθὲς λεγόμενον, ὅτε μὴ ἔστι. πάλιν δὲ τῷ πάντα κινεῖσθαί τε καὶ ῥεῖν ἕπεται τὸ μηδὲν ὡρίσθαι μηδὲ ἀληθὲς εἶναι. τοῦτο δὲ ὅτι μὴ ἀληθές, τὸ μηδὲν εἶναι ἀληθές, δέδεικται πρότερον. Ἀνάγκη γὰρ τὸ ὂν μεταβάλλειν. Καὶ τοῦτο δεικτικὸν παρέθετο τοῦ μὴ πάντα κινεῖσθαι. ἔχει δὲ ἡ λέξις ἀκαταλληλότερον· εἰ γὰρ ἔστι κίνησις, ἀνάγκη τι ὂν μεταβάλλειν, εἴ γε ἡ κίνησις ἔκ τινός ἐστιν εἴς τι μεταβολή, ἀδύνατον δὲ ἔκ τινος εἴς τι μεταβάλλειν μὴ ὄντος τινὸς τοὐ μεταβάλλοντος· τοῦτο δὴ τὸ ὂν μεταβαλόν τε καὶ κινούμενον, ὅτε κινεῖται, ἀνάγκη ἐν τῷ εἶναι μένειν τε καὶ κατὰ τοῦτο ἠρεμεῖν. εἰ γὰρ εἴη κατὰ τόπον Σωκράτης κινούμενος, δεῖ τὸν Σωκράτην μένειν, ὅτε κινεῖται Σωκράτης· οὕτω γὰρ ἔσται καὶ κατὰ τόπον κινούμενος Σωκράτης. καὶ καθόλου δὴ ἐπὶ πάσης κινήσεως, εἰ ἡ κίνησις μεταβολή ἐστιν ἔκ τινος εἴς τι, σωζομένου τοῦ κινουμένου κατὰ τὴν οὐσίαν, δεῖ εἶναί τι τὸ μεταβάλλον ἄλλο ὂν παρὰ τὰ καθ’ ἃ ἡ μεταβολή, καὶ κατὰ τοῦτο ἑστάναι. εἰ ἄρα ἔστι μεταβολή, δεῖ τι καὶ ἑστάναι· καὶ γὰρ ἡ κατὰ γένεσιν καὶ φθορὰν μεταβολὴ ὑποκειμένου τινὸς καὶ σωζομένου καὶ μεαβάλλοντος εἰς ταῦτα γίνεται· τοιοῦτον γὰρ ἡ ὕλη. Ἀλλὰ μὴν οὐδὲ πάντα ἠρεμεῖ ἢ κινεῖταί ποτε, ἀεὶ δὲ οὐθέν. Ὃ λέγει τοιοῦτόν ἐστιν. ἀλλὰ μὴν οὔτε πάντα τὰ ὄντα ποτὲ μὲν ἠρεμεῖ ποτὲ δὲ κινεῖται, οὐδὲν δὲ ἔστιν ὃ ἀεὶ κινεῖται, ἢ ἄλλο ὃ ἀεὶ ἦρε· μεῖ. τοῦτο γὰρ εἶπε διὰ τοῦ ἀεὶ δ’ οὐθέν. τοῦτο δὲ διὰ πλειόνων ἔδειξεν οὕτως ἔχον ἐν τῷ τελευταίῳ τῆς Φυσικῆς ἀκροάσεως. ὑπομιμνήσκει δὲ καὶ νῦν αὐτοῦ ὅτι ἔστι τι ἐν τοῖς οὖσιν ἀκίνητον ἄλλο αεικίνητον, εἰπὼν ἔστι γάρ τι ὃ ἀεὶ κινεῖ τὰ κινούμενα. τὸ γὰρ ὑπὸ τοῦ ἀεὶ κινοῦντος κινούμενον ἐδείχθη συνεχῶς τε καὶ ἀεὶ προσεχῶς κινοῦν τῇ οἰκείᾳ κινήσει ἀιδίῳ οὔσῃ τὰ κινούμενα· τοῦτο δὲ ἦν ὁ αἰθήρ, ὃ καὶ κυκλοφορικὸν καλεῖ | σῶμα· διὰ γὰρ τούτου καὶ τὰ ἄλλα κινεῖ τὸ ἀεὶ κινοῦν. ἀλλὰ καὶ ὅτι τὸ πρῶτον κινοῦν ἀκίνητον ἀνάγκη εἶναι καὶ ἠρεμοῦν, δέδεικται καὶ αὐτό.

---

Alexander of Aphrodisias, In Aristotelis metaphysica commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg004.local001/.
