# In Aristotelis Meteorologicorum Libros Commentaria ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ TO ΤΕΤΑΡΤΟΝ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ.1

Alexander of Aphrodisias, In Aristotelis Meteorologicorum Libros Commentaria, ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ TO ΤΕΤΑΡΤΟΝ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-meteorologicorum-libros-commentaria/%CE%91%CE%9B%CE%95%CE%9E%CE%91%CE%9D%CE%94%CE%A1%CE%9F%CE%A5%20%CE%91%CE%A6%CE%A1%CE%9F%CE%94%CE%99%CE%A3%CE%99%CE%95%CE%A9%CE%A3%20%CE%95%CE%99%CE%A3%20TO%20%CE%A4%CE%95%CE%A4%CE%91%CE%A1%CE%A4%CE%9F%CE%9D%20%CE%A4%CE%A9%CE%9D%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3%20%CE%9C%CE%95%CE%A4%CE%95%CE%A9%CE%A1%CE%9F%CE%9B%CE%9F%CE%93%CE%99%CE%9A%CE%A9%CE%9D.1

Τὸ τέταρτον ἐπιγραφόμενον τῶν Ἀριστοτέλους Μετεωρολογικῶν ἔστι μὲν Ἀριστοτέλους, οὐ μὴν τῆς μετεωρολογικῆς πραγματείας· οὐ γὰρ ἐκείνης οἰκεῖα τὰ ἐν αὐτῷ λεγόμενα· μᾶλλον δὲ ὅσον ἐπὶ τοῖς λεγομένοις εἴη ἄν ἑπόμενον τοῖς Περὶ γενέσεως καὶ φθοράς. εἰπὼν γὰρ ἐν ἐκείνοις περὶ τῶν τεσσάρων δυνάμεων τῶν ἁπτῶν, θερμότητος, ψυχρότητος, ξηρότητος, ὑγρότητος, καὶ δείξας ἐκ τοῦ συνδυασμοῦ τούτων τῶν δυνάμεων τὰ στοιχεῖα γινόμενα, καὶ εἰπὼν τὰς μὲν ποιητικὰς τῶν δυνάμεων εἶναι, τὰς δὲ παθητικάς, ἐν τούτῳ τίνα ἐστὶν ἃ ἑκάστη αὐτῶν δύναμις ποιεῖ ἢ πάσχει, λέγει, καὶ τίνα τὰ γινόμενα ὑπ’ αὐτῶν. Ἐπεὶ δὲ τέτταρα τὰ αἴτια διώρισται τῶν στοιχείων. Ὑπομιμνήσκει ἡμᾶς τῶν ἐν τῷ δευτέρῳ τῶν Περὶ γενέσεως καὶ φθορᾶς δεδειγμένων · δέδειχε γὰρ ἐκεῖ τέσσαρα αἴτια εἶναι, καθ’ ἃ εἰδοποιεῖται τὰ πρῶτα σώματα, τουτέστι τὰ στοιχεῖα· θερμότης γὰρ καὶ ψυχρότης, ξηρότης τε καὶ ὑγρότης. αὗται γὰρ ἐδείχθησαν πρῶται οὖσαι τῶν ἁπτῶν ἐναντιώσεων, κατὰ δὲ τὰς πρώτας ἁπτὰς ἐναντιώσεις εἰδοποιεῖται τὰ στοιχεῖα· τῶ γὰρ ἁπτὰ εἶναι ἐν ὑποστάσει τέ ἐστι καὶ τοῦ μαθηματικοῦ σώματος διαφέρει. διὰ τοῦτο γὰρ καὶ τὰ στοιχεῖα τέσσαρα, ὅτι τέσσαρα καὶ τὰ οἷς εἰδοποιεῖται. τῶν γὰρ τεσσάρων αἱ μὲν πᾶσαι συμπλοκαὶ κατὰ δύο συντιθεμένων ἕξ εἰσιν. ὧν ἐπεὶ αἱ δύο ἐξ ἀντικειμένων οὖσαι ἀνύπαρκτοί εἰσιν, αἱ καταλειπόμεναι τέτταρές εἰσιν, αἷς εἰδοποιεῖται τὰ στοιχεῖα· τὸ μὲν γὰρ πῦρ θερμότητι καὶ ξηρότητι, ἀὴρ δὲ θερμότητι καὶ ὑγρότητι, τὸ δὲ ὕδωρ ὑγρότητι καὶ ψυχρότητι, γῆ δὲ ψυχρότητι καὶ ξηρότητι. οὐδὲν γὰρ τοῖς ἐναντίοις οἷόν τε εἰδοποιεῖσθαι, ὡς ἅμα ἢ θερμὸν καὶ ψυχρὸν εἶναι ἢ ξηρόν τε καὶ ὑγρόν. τῶν δὲ τεσσάρων τὰ μὲν δύο φησὶν εἶναι ποιητικά, τὴν θερμότητα καὶ ψυχρότητα, τὰ δὲ δύο παθητικά, τὴν ξηρότητα καὶ ὑγρότητα· εἶπε δὲ καὶ τοῦτο ἐν τοῖς Περὶ γενέσεως. ὅτι δὲ τῶν προειρημένων τὰ μέν ἐστι ποιητικά, τὰ δὲ παθητικά, πίστεις παρέχεται, τὴν μὲν διὰ τῆς ἐπαγωγῆς, τὴν δὲ ἐκ τοῦ λόγου τοῦ ὁριστικοῦ. διὰ μὲν τῆς ἐπαγωγῆς, ὅτι φαίνεται ἐν πᾶσιν ἡ μὲν θερμότης καὶ ψυχρότης ὁρίζουσαι καὶ συμφύουσαι καὶ μεταβάλλουσαι. ὁρίζειν μὲν οὖν λέγει τὸ συνάγειν καὶ παχύνειν ἢ πηγνύναι οὕτως, | ὥστε τὰ πρότερον μὴ ἔχοντα ἴδιον σχῆμα δι’ ὑγρότητα, ἀλλ’ ἀεὶ ὑπὸ τοῦ περιέχοντος σχηματιζόμενα ἴδιον λαμβάνειν σχῆμα καὶ ἴδιον ὅρον ἕ. καλεῖται γὰρ ἀόριστα μὲν τὰ ὑγρά, ὅσα δι’ ὑγρότητα οὐκ ἔχει σχῆμα οἰκεῖον, ὡς ἀήρ, ὕδωρ, ὡρισμένα δὲ τὰ οἰκεῖον ἔχοντα σχῆμα καὶ μὴ λυσχηματιζόμενα τῷ περιέχοντι. τὸ γοῦν ὕδωρ ὑπὸ τοῦ ψυχροῦ παγὲν ἀόριστον ὂν ὁρίζεται καὶ οἰκεῖόν τι σχῆμα λαμβάνει. καὶ ὑπὸ τοῦ θερμοῦ δὲ τὰ ὑγρὰ παχυνόμενα ὁρίζεται, ὡς τὸ μέλι ὑπὸ τοῦ πυρὸς καὶ ὅλως ὅσα δι’ ἑψήσεως παχύτερα γινόμενα σχῆμα οἰκεῖον λαμβάνει, ὡς μηκέτι τῷ περιέχοντι αὐτὰ σχηματίζεσθαι. ἀλλὰ μὴν καὶ ὅτι συμφύουσι καὶ ἑνοῦσι τὰ διωρισμένα, φανερόν. τὸ μὲν γὰρ πῦρ τὰ ὁμογενῆ ἀλλήλοις συγκρίνει τε καὶ συμφύει, ἐξαιροῦν ἐξ αὐτῶν καὶ διακρῖνον πᾶν τὸ ἀλλότριον· ἴδιον γὰρ τοῦ πυρὸς τοῦτο· οἷον χρυσοῦ τὸ μὲν ἀλλότριον ἐξαιρεῖ, ἄν τε ἄργυρος ἄν τε χαλκὸς ἡ, συμφύει δὲ τὰ μόρια αὐτοῦ ἀλλήλοις· τὸ δέ γε ψυχρὸν οὐ τὰ ὁμογενῆ μόνον, ἀλλὰ καὶ τὰ ἀνομοιογενῆ συμφύει· τῇ γὰρ πήξει πάντα τὰ ἅμα ὄντα καὶ παρακείμενα ἑνοῖ. ὅτι δὲ καὶ μεταβλητικά ἐστι τὸ θερμὸν καὶ ψυχρόν, δῆλον· καὶ γὰρ ὑγραίνουσι καὶ ξηραίνουσι καὶ σκληρύνουσι καὶ λύουσι. τὰ μὲν γὰρ ὑπὸ θερμοῦ σκληρότερα γίνεται, τὰ δ’ ὑπὸ ψυχροῦ, καὶ πάλιν ὑγραίνεται ὑφ’ ἑκατέρου τινά· ἀλλὰ καὶ μαλάττεταί τινα πρὸς τὸ πῦρ δηλονότι διὰ τὴν ἀπ’ αὐτοῦ θερμότητα. ὡς δὲ φαίνεται τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὁρίζοντά τε καὶ συμφύοντα καὶ μεταβάλλοντα, οὕτω πάλιν φαίνεται τὸ ὑγρὸν καὶ τὸ ξηρὸν ταῦτα πάσχοντα· ταῦτα γὰρ ὑπ’ ἐκείνων πάσχοντα τὰ προειρημένα πάθη ὁρίζεται. ὁρίζεται μὲν γὰρ τὸ ὑγρὸν παχυνόμενον καὶ πηγνύμενον, μαλάσσεται δὲ ἀνιέμενον τὸ ξηρόν τε καὶ σκληρόν, πήγνυται δὲ τὸ ὑγρόν· αὐτά τε γὰρ καθ’ αὑτὰ ὄντα τό τε ὑγρὸν καὶ τὸ ξηρὸν τὰ προειρημένα πάθη πάσχοντα ὁρᾶται ὑπό τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ ὅσα ἐξ ἀμφοτέρων αὐτῶν μέμικται. δείξας δὲ τῇ ἐπαγωγῇ καὶ διὰ τῆς ἐναργείας τὰ μὲν ὄντα αὐτῶν ποιητικά, τὰ δὲ παθητικά, δῆλόν φησι τὸ αὐτὸ τοῦτο καὶ ἐκ τῶν λόγων, οὓς ἀποδίδομεν ὁριζόμενοι τὰς φύσεις αὐτῶν. τὸ μὲν γὰρ θερμόν τε καὶ ψυχρὸν ὁριζόμενοι συγκριτικὰ λέγομεν· τὸ μὲν γὰρ θερμὸν συγκριτικὸν μὲν τῶν ὁμογενῶν φαμεν, διακριτικὸν δὲ τῶν διαφερόντων τε καὶ ἀλλοτρίων, τὸ δὲ ψυχρὸν πάντων λέγομεν συγκριτικὸν εἶναι τῶν τε ὁμογενῶν ἀλλήλοις καὶ τῶν ἀλλοτρίων· τὸ δὲ συγκρίνειν καὶ διακρίνειν ποιεῖν ἐστιν, ὥστε ἐν τῷ λόγῳ αὐτῶν καὶ τῇ οὐσίᾳ τὸ ποιεῖν. τὸ δέ γε ξηρὸν καὶ ὑγρὸν ὁριζόμεθα τῷ εὐορίστῳ τε καὶ δυσορίστῳ, ἅ ἐστι τοῦ πάσχειν. Δείξας δὲ ὅτι τὰ μὲν τῶν τεσσάρων, οἷς εἰδοποιεῖται τὰ πρῶτα σώματα, ποιητικά ἐστι (τὸ γὰρ θερμὸν καὶ τὸ ψυχρόν), τὰ δὲ παθητικά (τὸ γὰρ ὑγρόν τε καὶ ξηρόν), μετὰ ταῦτά φησι δεῖν λαβεῖν τὰς ἐργασίας αὐτῶν, ἃς ἐργάζονται τὰ ποιητικά, καὶ τῶν παθητικῶν τὰ εἴδη, τουτέστι τίνα ἔργα ἐστὶ τὰ γινόμενα ὑπὸ τῶν ποιητικῶν, καὶ τίνες αὐτῶν αἱ κατ’ εἶδος διαφοραί, καὶ τίνα πάθη ἃ πάσχει τὰ παθητικά, καὶ τίνες αἱ τούτων κατ’ εἶδος πάλιν διαφοραί. πρῶτον μὲν οὖν καθόλου ἡ ἁπλῆ γένεσις καὶ ἡ φυσικὴ μεταβολὴ τούτων τῶν δυνάμεων ἐστιν ἔργον. τὴν γένεσίν φησι τὴν καθόλου καὶ τὴν φυσικὴν μεταβολὴν ὑπὸ τούτων γίνεσθαι τῶν δυνάμεων καὶ κατὰ ταύτας. πλῆν δὲ γένεσιν εἶπεν ἀντὶ τοῦ τὴν κυρίως γένεσιν, ἀλλ’ οὐ τὴν μετὰ προσθήκης· τὶς γὰρ γένεσις καὶ ἡ ἀλλοίωσις. προσέθηκε δὲ καὶ τὸ τὴν φυσικὴν μεταβολήν, ὅτι μὴ μόνη ἡ ἁπλὴ γένεσίς ἐστι φυσικὴ μεταβολή, ἀλλὰ καὶ ἄλλαι τινές, αἵτινες καὶ αὐταὶ ὑπὸ τούτων γίνονται γίνονται τῶν δυνάμεων, ὡς αὐξήσεις καρπῶν μεταβολαί τε καὶ πέψεις καὶ τἆλλα τὰ τοιαῦτα. οὐ μόνον δὲ ἡ γένεσις, ἀλλὰ καὶ ἡ ἀντικειμένη φωρὰ αὐτῇ ἡ κατὰ φύσιν γινομένη ὑπὸ τούτων γίνεται τῶν δυνάμεων. κατὰ φύσιν γὰρ παντὶ τῷ γινομένῳ φθαρῆναι· ἡ δὲ κατὰ φύσιν γινομένη φθορά, αὕτη δέ ἐστιν ἡ διὰ γῆρας λοιπὸν καὶ ἀσθένειάν τε καὶ κατάψυξιν, οὕτως γίνεται· οὐ γὰρ δὴ καὶ ἡ βίαιος, οἷον εἴ τις ξίφει πληγεὶς διαφθαρείη. αὗται μὲν οὖν τοῖς τε φυτοῖς ὑπάρχουσι καὶ τοῖς ζῴοις καὶ τὸ ἲς μέρεσιν αὐτῶν. τὰς δυνάμεις λέγει τὰς τέσσαρας, καθ’ ἃς ἡ γένεσις καὶ ἡ φθορά· πασῶν γὰρ αὐτῶν ἕκαστον τῶν εἰρημένων μετἔχει, καὶ οὐχ ὥσπερ τὰ στοιχεῖά τε καὶ ἁπλᾶ σώματα δύο μόνας αὐτῶν ἔχει ἐν αὑτοῖς, ὡς προείρηται. ἑξῆς δὲ προστίθησι, τίς ἐστιν ἡ ἁπλῆ τε καὶ φυσικὴ γένεσις. μεταβολὴν δή φησιν αὐτὴν εἶναι γινομένην ὑπὸ τῶν ποιητικῶν δυνάμεων, τῆς θερμότητος δηλονότι καὶ τῆς ψυχρότητος, μεταβαλλουσῶν τὰ πάσχειν ὑπ’ αὐτῶν πεφυκότα, ἃ καὶ ὕλην ὠνόμασε διὰ τὸ δύναμιν ἔχειν καὶ ἐπιτηδειότητα τοῦ πάσχειν, ἅ ἐστιν ἥ τε ξηρότης καὶ ὑγρότης, ὅταν ἔχωσι δηλονότι λόγον πρὸς αὐτὰ τοῦτον, καθ’ ὃν τὰ μὲν ποιεῖν, τὰ δὲ πάσχειν οἷά τε. οὐ γὰρ ὁποσονοῦν θερμὸν ὁποσονοῦν ξηρὸν ἢ ὑγρὸν ἢ ὑγραίνει ἡ ξηραίνει, ἀλλὰ δεῖ λόγου τινὸς καὶ συμμετρίας. Εἰπὼν δὲ τὴν γένεσιν τὴν κατὰ φύσιν μεταβολὴν εἶναι τῶν ὑλικῶν τε καὶ παθητικῶν δυνάμεων ὑπὸ τῶν ποιητικῶν, ἥτις μεταβολὴ γίνεται, ὅταν ἐν ἀναλογίᾳ τοιαύτῃ πρὸς ἄλληλα ὧσι, καθ’ ἣν τὰ μὲν αὐτῶν ποιεῖν, τὰ δὲ πάσχειν ὑπ’ ἐκείνων πέφυκεν (οὕτως γὰρ γίνεται τά τε φυτὰ καὶ τὰ ζῷα, τῶν ἐν τῇ ὕλῃ παθητικῶν δυνάμεων πασχουσῶν καὶ μεταβαλλομένων ὑπὸ τῶν ποιητικῶν), γένεσις μὲν οὖν, φησί, γίνεται τοῦ προκειμένου, ὅταν αἱ ποιητικαὶ δυνάμεις κρατῶσι τῶν παθητικῶν τε καὶ ὑλικῶν· ὅταν δὲ μὴ κρατῇ τὰ ποιοῦντα τῶν πασχόντων, ἀλλ’ ἐξασθενῇ δι’ ἀσυμμετρίαν, τῷ ἢ αὐτὰ ἀσθενέστερά τε εἶναι καὶ ἐλάττω, ἢ ἐκεῖνα ἰσχυρότερά τε καὶ πλείω, τότε κατὰ μέρος μὲν ἢ μόλυνσις ἢ ἀπεψία γίνεται. ἤτοι δὲ μόλυνσιν λέγει τὴν ἐπὶ τῶν ἑψομένων (ὅταν γὰρ μὴ κρατήσῃ τὸ πῦρ, μολύνεται καὶ οὐχ ἕψεται, ὡς μετ’ ὀλίγον ἐρεῖ), τὴν δὲ ἀπεψίαν ἐπὶ τῆς τῶν ζῴων τροφῆς, ὅταν μὴ κρατηθῇ ὑπὸ τῆς ἐνούσης θερμότητος εἰς τὸ χρήσιμον, ἀλλὰ διαφθαρῇ, ἢ ἐκ παραλλήλου ἄμφω εἶπε, καὶ τὴν μόλυνσιν ὡς ἀπεψίαν οὖσαν θείς. τὸ δὲ κατὰ μέρος μὲν προσκείμενον δηλωτικόν ἐστι τοῦ εἰ κατὰ μέρος τι γένοιτο ἡ τοιαύτη τοῦ ποιοῦντος ἀσθένεια, ὡς μὴ τὸ ὅλον φθεῖραι, ἀλλά τι τῶν μορίων τῶν τῷ ὅλῳ προσκρινομένων, καθ’ ἃ μεταβάλλοντα ἢ αὔξεται τὸ ὑποκείμενον ἢ τρέφεται, τότε ἡ περὶ ταῦτα τοῦ ποιοῦντος ἀσθένεια ἀπεψίαν καὶ μόλυνσιν ποιεῖ. εἰπὼν δὲ τὴν κατὰ μέρος ἀσθένειαν τοῦ ποιοῦντος τὴν ἀπεψίαν ποιεῖν, λέγει ὅτι τῇ δὲ οὐ τινὶ γενέσει οὐδὲ κατὰ μέρος, ἀλλ’ ἁπλῇ ἐναντίον καὶ κοινὸν σῆψις. πάσα γὰρ ὥσπερ γένεσις ἁπλὴ τε καὶ κατὰ φύσιν τῷ ὑπὸ τῶν ποιούντων τὰ πάσχοντα πάσχειν, τῶν μὲν κρατούντων, τῶν δὲ κρατουμένων, οὕτως καὶ πᾶσα φυσικὴ φθορὰ μὴ κρατούντων τῶν ποιητικῶν τῆς ὕλης κατὰ σῆψιν γίνεται. πᾶσαν γάρ φησι τὴν κατὰ φύσιν φθορὰν ὁδὸν εἰς σῆψιν εἶναι, ὥσπερ τὸ μὲν γῆρας ἐπὶ τῶν ζῴων, τὴν δὲ αὔανσιν ἐπὶ τῶν φυτῶν· ἄμφω γὰρ σῆψις. τέλος δὲ τὸ κατὰ φύσιν ἑκάστῳ τῶν συνθέτων τε καὶ φύσει συνεστώτων σαπρότης τε καὶ σῆψις, ἂν μὴ ᾖ βίαιος ἡ φθορά, ἥτις φθορὰ οὐκ ἔστιν ἡ κατὰ φύσιν. οὐ γὰρ σηπομένη σὰρξ φθείρεται, ὅταν καυθῇ, ὁμοίως οὐδὲ ὀστοῦν οὐδέ τι τῶν ἄλλων τοῦ ζῴου μορίων· πάντων μέντοι τούτων ἡ κατὰ φύσιν φθορὰ σῆψίς ἐστι. σημεῖον δὲ τοῦ τὴν κατὰ φύσιν αὐτῶν φθορὰν σῆψιν εἶναι ἐποιήσατο τὸ πρῶτον αὐτὰ ἐξυγρααίνεσθαι. ἐκ τούτων γὰρ καὶ τὴν ἀρχὴν ἐγένετο, ὁρισθέντος τοῦ ξηροῦ τῷ ὑγρῷ καὶ τῇ τούτου μίξει οἰκεῖον ὅρον καὶ σχῆμα λαβόντος τοῦ συναμφοτέρου, ἐργαζομένων τοῦτο τῶν ποιητικῶν, ἅπερ ἦν ἡ θερμότης τε καὶ ψυχρότης. ἡ μὲν οὖν γένεσις οὕτως· ἡ δὲ φθορά, ὅταν κρατῇ τοῦ ὁρίζοντος, ὅπερ ἦν τὸ ποιητικόν (τοῦτο δ’ ἦν τὸ θερμὸν προηγουμένως), τὸ ὁριζόμενον ὑπ’ αὐτοῦ, τουτέστι τὸ ξηρόν (τὸ γὰρ ὁριζόμενον ἦν τοῦτο τῇ τοῦ ὑγροῦ μίξει· καὶ γὰρ τὸ ξηρὸν ἀόριστον καὶ μὴ συνημμένον ἀλλὰ διαπῖπτον, ἄν μὴ ὑγρότητος ἔχῃ τι)· ὅταν οὖν τὸ ὁριζόμενον καὶ τὸ πάσχον κρατῇ τοῦ ὁρίζοντος αὐτὸ καὶ ποιοῦντος διὰ τὸ περιέχον, τῷ τὴν ἐν τῷ περιέχοντι πλείω θερμότητα ἀναλίσκειν τὴν ἐν τῷ φθειρομένῳ ἐλάττω οὖσαν. διὸ τὰ φθειρόμενα ὑγραίνεται πρῶτον, ὅπερ ἐστὶ σῆψις· σῆψις γὰρ ἡ εἰς ὑγρὸν τοῦ ὑποκειμένου μεταβολὴ δι’ ἔνδειαν τῆς οἰκείας θερμότητος γινομένη ὑπὸ τοῦ περιέχοντος, ὡς δείξει. Εἰπὼν δὲ πάντα τὰ κατὰ φύσιν φθειρόμενα σήπεσθαι, ἰδίως φησὶ τὴν σῆψιν λέγεσθαι ἐπὶ τῶν κατὰ μέρος φθειρομένων, ὅταν χωρισθῇ καὶ ἐκστῇ τῆς οἰκείας φύσεως, τουτέστι τῆς ἐν αὐτοῖς κινητικῆς ἀρχῆς· τοιοῦτον δὲ τὸ ἐν ἑκάστῳ θερμόν. διὰ τοῦτο δέ φησι πάντα τὰ ἄλλα σήπεσθαι πλὴν πυρός, ὅτι μάλιστα ποιητικὸν τὸ θερμόν· τὸ δὴ τούτῳ εἰδοποιούμενον οὐ σήπεται, τῷ τὴν σῆψιν γίνεσθαι, ὅταν κρατῇ τὸ πάσχον τοῦ σηπομένου πράγματος τοῦ ποιητικοῦ τοῦ ἐν αὐτῷ, ἐν δὲ τῷ πυρὶ οὐχ οἷόν τε πυρὶ ὄντι κρατηθῆναι τὸ ἐν αὐτῶ θερμὸν ὑπό τινος τῶν ἐν αὐτῶ· κατὰ τοῦτο γὰρ τὸ πῦρ πῦρ. ὁ γὰρ ἀὴρ εἰ καὶ αὐτὸς τῇ αὑτοῦ φύσει θερμός, ἀλλὰ δευτέρως, καὶ μᾶλλον εἰδοποιεῖται τῷ ὑγρῷ ἢ τῷ θερμῷ. ἔτι ἡ τοῦ ἐν τῷ ὑγρῷ θερμοῦ φθορὰ σῆψις, οὐδὲν δὲ ὑγρότητος ἐν τῷ πυρί. ἡ δὲ γῆ εἰ καὶ μὴ ὑγρότητα ἔχει ἐν τῇ οἰκείᾳ φύσει, ἀλλ’ ἀεί γε ὑγρότης τίς ἐστιν ἐν αὐτῇ, δι’ ἣν συμμένει. ἐπὶ τούτοις τί ποτέ ἐστιν ἡ σῆψις ὁρίζεται, καὶ φησὶν εἶναι αὐτὴν φθορὰν τῆς ἐν ἑκάστῳ ὑγρῷ οἰκείας καὶ κατὰ φύσιν θερμότητος ὑπὸ ἀλλοτρίας θερμότητος, εἶναι δὲ τὴν ἀλλοτρίαν θερμότητα, ὑφ’ ἧς πλείονος οὔσης φθείρεται ἡ ἐν τοῖς ὑγροῖς οἰκεία τε καὶ κατὰ φύσιν θερμότης, τὴν ἐν τῷ περιέχοντι. | Ὥστ᾿ ἐπεὶ κατ’ ἔνδειαν πάσχει. Εἰπὼν πᾶσαν τὴν κατὰ φύσιν φθορὰν σῆψιν εἶναι, εἰπὼν δὲ καὶ τί ἐστι σῆψις, καὶ δείξας διὰ τοῦ λόγου ὅτι τὸ θερμόν ἐστι τὸ ἐν τῷ περιέχοντι τῆς σήψεως αἴτιον, ἐπεὶ ἔκειτο αὐτῷ τὰ δύο εἶναι ποιητικά, τὸ θερμὸν καὶ τὸ ψυχρόν, πῶς καὶ τὸ ψυχρὸν τῆς σήψεως ἐστιν αἴτιον λέγει. ἐπεὶ γὰρ τὰ σηπόμενα κατ’ ἔνδειαν τοῦ οἰκείου καὶ κατὰ φύσιν αὐτοῖς θερμοῦ φθείρεται, καθὸ δὲ ἐνδεές τί ἐστι τῆς θερμῆς δυνάμεως, ψυχρόν, ἀμφότερα ἄν αἴτια εἴη τῆς σήψεως, καὶ τὸ θερμὸν καὶ τὸ ψυχρόν. ὥστε κοινὸν τὸ πάθος, ἡ σῆψις, ψυχρότητός τε οἰκείας καὶ θέρμης ἀλλοτρίας. διὰ τοῦτο γὰρ καὶ ξηρότερα γίνεται τὰ σηπόμενα πάντα. διὰ τούτων τὴν αἰτίαν ἀποδίδωσι τοῦ τὰ σηπόμενα μετὰ τὸ ὑγρότερα γενέσθαι ξηρὰ λοιπὸν γίνεσθαι· τῷ γὰρ ἐξιὸν τὸ οἰκεῖον θερμὸν καὶ διαπνεόμενον συνεξάγειν καὶ συνεξατμίζειν καὶ τὸ ἐν αὐτῷ ὑγρόν, καὶ μηκέτ’ εἶναι τὸ ἄλλην ἐπισπασόμενον ὑγρότητα. τὸ γὰρ οἰκεῖον ἐν ἑκάστῳ θερμὸν ἐπακτικόν ἐστιν ὑγρότητος ἕλκον ἔξωθεν αὐτήν. δείκνυσι δὲ καὶ ὅτι ἀκολούθως τοῖς εἰρημένοις ἧττον ἐν τοῖς ψύχεσι τὰ σηπόμενα σήπεται ἢ ἐν ταῖς ἀλέαις· ἧττον γὰρ τότε τὸ θερμὸν ἐν τῷ περιέχοντι ὂν οὐ κρατεῖ τοῦ ἐν ἑκάστῳ θερμοῦ· ἐν δὲ τῷ θέρει πλεῖον. λέγει δὲ καὶ τὰς αἰτίας τοῦ μήτε τὸ πεπηγὸς μήτε τὸ θερμόν τε καὶ ζέον σήπεσθαι. τὸ μὲν γὰρ πεπηγὸς τῷ μᾶλλον εἶναι ψυχρὸν αὐτὸ ἢ θερμὸν τὸν περιέχοντα αὐτὸ ἀέρα, οὐ κρατεῖται ὑπ’ αὐτοῦ, ὥστε καὶ ἐξάγεσθαι αὐτοῦ τὸ ἐν αὐτῷ θερμόν· τὸ δὲ σῆπον καὶ μεταβάλλον κρατοῦν τοῦ σηπομένου καὶ κινοῦν αὐτὸ σήπει. τὸ δὲ θερμόν τε καὶ ζέον τῷ πλείω εἶναι τὴν ἐν αὐτῷ θερμότητα τῆς ἐν τῷ περιέχοντι οὐ κρατεῖται ὑπ’ αὐτῆς· τὸ γὰρ πλεῖον θερμὸν τοῦ ἐλάττονος κρατοῦν σβέννυσί τε αὐτὸ καὶ φθείρει. ἀλλὰ καὶ τὸ κινούμενον καὶ ῥέον ἧττον τοῦ ἀκινητίζοντος σήπεται. διὸ τὰ σταδαῖα ὕδατ’ τῶν ῥεόντων εὐσηπτότερα· τῆς γὰρ ἐν τοῖς ῥέουσί τε καὶ κινουμένοις ἐνυπαρχούσης θερμότητος ὑπὸ τῆς κινήσεως ζωπυρουμένης ἀσθενεστέρα γίνεται ἡ ἐν τῶ ἀέρι τῷ περιέχοντι θερμότης. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ τὸ πλεῖον ἧττον τοῦ ὀλίγου σήπεται. εὐσηπτότερον γὰρ τὸ ἔλαττον τῷ ἐλάττονα ἔχειν τὴν θερμότητα, τῷ μᾶλλον ὑπὸ τῆς ἐν τῷ περιέχοντι κρατεῖσθαι θερμότητος. ἐν γὰρ τῷ πλείονί φησι πλεῖον καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐνυπάρχειν· διὸ μήτε ὑπὸ τῆς θερμότητος τῆς ἐν τῷ περιέχοντι κρατούμενον σήπεσθαι ῥᾳδίως μήτε ὑπὸ τῆς ψυχρότητος πάσχειν ταῦτα πάλιν, ὅσα διὰ τὴν τῆς ψυχρότητος ἐπικράτειαν πάσχει τὰ πάσχοντα. διὸ τοῦτό φησι τὴν θάλασσαν κατὰ μέρη μὲν διαιρουμένην σήπεσθαι ταχύ· αἱ γοῦν ἀπ’ αὐτῆς ἀπολαμβανόμεναι λίμναι σήπονται· ἅπασα δὲ οὐ σήπεται. ὁμοίως καὶ τῶν ἄλλων ὑδάτων τὰ ἐλάττω εὐσηπτότερα τῶν πολλῶν. λέγει δὲ καὶ τὴν αἰτίαν τοῦ ἐν τοῖς σηπομένοις καὶ ζῷά τινα γεννᾶσθαι, ὡς σκώληκας, ἐμπίδας, κώνωπας· τῷ γὰρ τὴν ἀποκρινομένην ἐξ αὐτῶν θερμότητα φυσικὴν εἶναι συνίσταται τὰ συναποκρινόμενα αὐτῇ σώματα, ἂν ἔτ’ ἔχῃ ὑγρότητός τι. Τί μὲν οὖν ἐστι γένεσις καὶ τί φθορά, εἴρηται. Ὑπομιμνήσκει τῶν εἰρημένων· εἴρηται δὲ ἡ μὲν γένεσις εἶναι μεταβολὴ ὑπὸ τῶν ποιητικῶν δυνάμεων τῆς ὑποκειμένης ὕλης κατὰ τὰς δυνάμεις τὰς παθητικάς, ἥτις γίνεται, ὅταν ἐν ἀναλογία τοιαύτῃ ᾖ τὰ ποιοῦντα πρὸς τὰ πάσχοντα, ὡς κρατεῖν αὐτῶν. ἐν μέντοι τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἀπέδωκε τὴν γένεσιν μεταβολὴν ἐκ τοῦ δυνάμει ὄντος εἰς τὸ ἐνεργείᾳ ὄν, κοινότερον ἐκεῖ καὶ καθολικώτερον ἀποδοὺς αὐτῆς τὸν λόγον, ἐνταῦθα δὲ προσεχέστερον ἤδη καὶ φυσικώτερον, εἴ γε φυσικοῦ τὸ καὶ τὴν ὕλην, ἐν ᾗ γίνεται τὰ κατὰ φύσιν γινόμενα, ἐν τῷ ὁρισμῷ συμπεριλαμβάνειν. ἡ δὲ φθορὰ ἀνάπαλιν· ὅταν γὰρ κρατῇ τοῦ ποιητικοῦ τὸ παθητικὸν διὰ τὸ περιέχον· ὁδὸς γὰρ εἰς σῆψιν. σῆψις γὰρ ἡ κατὰ φύσιν φθορὰ πᾶσα, ἡ δὲ σῆψις καθόλου γίνεται τοῦτον τὸν τρόπον. Λοιπὸν δὲ εἰπεῖν τὰ ἐχόμενα εἴδη, ὅσα αἱ εἰρημέναι δυνάμεις ἐργάζονται ἐξ ὑποκειμένων τῶν φύσει συνεστώτων ἤδη. Εἰπὼν περὶ γενέσεως καὶ φθορᾶς λοιπόν φησιν εἶναι τὸ εἰπεῖν τὰ εἴδη τὰ ἐχόμενα τῶν προειρημένων, ἅπερ ἐστὶν ἥ τε γένεσις καὶ φθορά, ἃ καὶ αὐτὰ γίνεται ὑπὸ τῶν δυνάμεων τῶν προειρημένων. ταῦτα δ’ ἐστὶ τὰ δι’ ὧν αἱ εἰρημέναι δυνάμεις ἕκαστον ὧν ποιοῦσι ποιοῦσιν ἐν ταῖς ἤδη συνεστώσαις φυσικαῖς οὐσίαις· αὗται δ’ εἰσὶ τὰ σώματα τῶν τε ζῴων τε καὶ φυτῶν. ἔστι δὴ τούτων κοινὰ μέν, δι’ ὧν ἕκαστον τῶν ἐν τοῖς προειρημένοις γίνεται, πέψις καὶ ἀπεψία, ἀνάλογον ὄντα τὸ μὲν γενέσει, τὸ δὲ φθορᾷ, ὑπὸ μὲν τοῦ θερμοῦ ἡ πέψις, ὑπὸ δὲ τοῦ ψυχροῦ ἡ ἀπεψία, ἑκάτερον ὑφ’ ἑκατέρου προηγουμένως. ὑφ’ ἑκάτερον δὲ τούτων ὑπὸ μὲν τὴν πέψιν πέπανσις, ἕψησις, ὄπτησις (ταῦτα γὰρ ἀλλήλων εἴδει πέψεις ἅπαντα), ὑπὸ δὲ τὴν ἀπεψίαν ὠμότης, μόλυνσις, στάτευσις· καὶ γὰρ τούτων ἕκαστον ἀπεψία τις. καὶ ἔστιν ὥσπερ ἡ πέψις τῇ ἀπεψίᾳ ἐναντίον, οὕτω καὶ τῶν ὑπ’ αὐτὰ τῇ μὲν πεπάνσει ἡ ὠμότης, τῇ δὲ ἑψήσει ἡ μόλυνσις, τῇ δὲ ὀπτήσει ἡ στατευσις. εἰπὼν δὲ ειοη εἶναι τῆς μεν πέψεως πέπανσιν, ἕψησιν, ὄπτησιν, τῆς δὲ ἀπεψίας ὠμότητα, μόλυνσιν, στάτευσιν, δεῖν φησιν ὑπολαμβάνειν ὅτι μὴ κύρια τὰ ὀνόματά ἐστιν ταῦτα τῶν πραγμάτων, καθ’ ὧν λαμβάνεται, ἀλλ’ ἐπεὶ οὐκ ἔστι κείμενον ὄνομα ἓν κοινὸν καὶ καθόλου κατὰ πάντων τῶν ὁμοίων, τὸ ἐπί τινων κείμενον ἐπὶ πᾶν τὸ ὅμοιον μεταφέρομεν, ὡς προἰόντος ἔσται τοῦ λόγου γνώριμον. ἑξῆς δὲ τί ποτέ ἐστι τῶν προειρημένων ἕκαστον λέγει, καὶ πρῶτόν γε ὅτι ποιέ ἐστιν ἡ πέψις φησί. λέγει δὴ πέψιν εἶναι τελείωσιν ὑπὸ τοῦ φυσικοῦ καὶ οἰκείου θερμοῦ ἐκ τῶν ἀντικειμένων παθητικῶν. ἐπί τε γὰρ τῶν ζῴων ἡ ὑπὸ τῆς θρεπτικῆς ψυχῆς διὰ τοῦ φυσικοῦ τε καὶ οἰκείου θερμοῦ τῆς τροφῆς τελείωσις, ὡς τὴν δυνάμει τροφὴν ἐνεργείᾳ γενέσθαι, πέψις· ἀλλὰ καὶ ἐπὶ τῶν ἄνων πάντων ἡ πέψις ὑπὸ τοῦ ἐν αὐτοῖς θερμοῦ τελειουμένοις γίνεται. τὸ δὲ ἐκ τῶν ἀντικειμένων μένων παθητικῶν εἶπεν ἀντὶ τοῦ ἐκ τῆς ὑποκειμένης ὕλης, ἥτις ὑπὸ τοῦ θερμοῦ καὶ εἰς τὰ ἀντικείμενα ὧν ἔχει παθῶν μεταβάλλεται. διττῆς γὰρ οὔσης τῆς τροφῆς, τῆς μὲν πρώτης τῆς πρὸ τοῦ πεφθῆναι, τῆς δὲ ἐσχάτης τῆς μετὰ τὴν πέψιν, ἐναντία ἐστὶν ἡ πρώτη τῇ ἐσχάτῃ· διὸ καὶ ἐν τοῖς Περὶ γενέσεως εἶπε τὸ τρεφόμενον τρέφεσθαι πῇ μὲν ὑπ’ ἐναντίου πῇ δὲ ὑπὸ ὁμοίου. ἡ μὲν γὰρ ἄπεπτος ἐντι τροφή, ἣν προσφερόμεθα, ἐναντία τῷ τρεφομένῳ, ἡ δὲ μετὰ τὴν πέψιν, ἥτις ἤδη προσκρίνεται καὶ ἔστι κυρίως ἤδη τροφή, ὁμοία. γίνεται μὲν γὰρ κατ’ ἀλλοίωσίν τε καὶ μεταβολὴν καὶ πέττεται πᾶν τὸ πεττόμενον· ἡ δὲ μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον. τὴν δὲ ὕλην τὴν πεττομένην ἀντικειμένην εἶπε τῷ ἐξ αὐτῆς πεττομένῳ καὶ τελειουμένῳ καὶ εἰς τὸ εἶδος ἀγομένῳ. λέγει δ’ αὐτὴν καὶ παθητικήν· πᾶσα γὰρ τοιαύτη· διὰ γὰρ τοῦ πάσχειν ἡ τελείωσις αὐτῆς. καὶ αὐτὸς δὲ ἐξηγούμενος τὸ προειρημένον προσέθηκε· ταῦτα γάρ, φησίν, ἐστί, λέγων τὰ ἀντικείμενα καὶ παθητικά, ἡ οἰκεία ἑκάστῳ ὕλη. οὐ γὰρ ἐν πᾶσι τοῖς πεττομένοις τὸ αὐτὸ ὑποκείμενον, οὐδ’ ἐν πᾶσι τὰ αὐτά ἐστι τὰ πεσσόμενα, ἀλλ’ ὅταν πεφθῇ, τετελείωταί τε καὶ ὃ ἦν δυνάμει, τοῦτο ἐνεργείᾳ γέγονεν. ἀρχὴν δὲ καὶ αἰτίαν τῆς τελειώσεως τὴν οἰκείαν θερμότητα τὴν ἐν τῷ τρεφομένῳ γίνεσθαι λέγει· τούτῳ γὰρ ἡ φύσις ὀργάνῳ χρῆται προηγουμένῳ πρὸς τὴν πέψιν, κἄν διά τινος τῶν ἐκτὸς βοηθείας συνεπιτελεσθῇ ἡ πέψις. πολλὰ γὰρ καὶ τῶν ἔξω δοκεῖ συνεργεῖν τῇ τῆς τροφῆς πέψει, ὡς λουτρά, γυμνάσια, ἀλλὰ ταῦτα συνεργὰ μὲν γίνεται τῇ πέψει εὐκατεργαστότερα καὶ εὐμεταβλητότερα ποιοῦντα τὰ πεσσόμενα, ἀρχὴ δὲ καὶ αἰτία ἡ ἐν τῷ τρεφομένῳ θερμότης. εἰπὼν δὲ τὴν πέψιν τελείωσιν εἶναι, τίς ἐστιν ἡ τελείωσις καὶ τὸ τέλος τοῦ ἐκ τῆς πέψεως γινομένου λέγει. ἐπί τινων μὲν οὖν φησιν εἶναι τὸ τέλος τῆς πέψεως τὴν φύσιν· ἐπεὶ δὲ διττὴ ἡ φύσις, ἡ μὲν ὡς ὕλη, ἡ δὲ ὡς εἶδος, προσέθηκε, ποία φύσις τὸ τῆς πέψεως τέλος· ἡ γὰρ ὡς εἶδος καὶ οὐσία· κατὰ γὰρ τὸ εἶδος ἡ ἑκάστου οὐσία καὶ τὸ εἶναι αὐτῷ ὅ ἐστι. τῆς πέψεως οὖν ἐπί τινων τέλος φησὶν εἶναι τὸ εἶδος τὸ κατὰ φύσιν ἀπολαβεῖν αὐτό, ὡς ἐπὶ τῶν καρπῶν. τοιαύτη γὰρ ἡ τούτων πέψις, ὡς ἐπὶ τῆς τροφῆς· καὶ γὰρ ταύτης τέλος τὸ εἰς τὸ εἶδος μεταβάλλειν τοῦ τρεφομένου φυσικὸν ὄν. ἐπεὶ δὲ οὐ μόνον ἐπὶ τῆς τροφῆς ἡ πέψις λέγεται, ἀλλὰ καὶ ἄλλα τινὰ πέσσεσθαί φαμεν, ὡς τὸ γλεῦκος, ὡς τὰ φύματα καὶ τὰ ἄλλα τὰ τοιαῦτα, ἐπὶ τῶν οὕτω πεσσομένων τὸ τέλος φησὶν εἶναι τῆς πέψεως τὸ μεταβάλλειν εἴς τινα μορφήν, ἐν ᾗ γινόμενον χρήσιμον καὶ εὐεργέστερον ἡμῖν γίνεται. τίς δέ ἐστιν ἡ ὑποκειμένη μορφὴ ἐξηγούμενος εἶπεν· ὅταν γὰρ τοιονδὶ ἢ τοσονδὶ τὸ ὑγρὸν γένηται ἢ ὀπτώμενον ἢ ἑψόμενον ἢ σηπόμενον ἢ ἄλλως πὼς θερμαινόμενον, ὡς χρήσιμον εἶναι, τότε πεπέφθαι φαμεν αὐτό. οὕτως τὸ γλεῦκος πέσσεσθαι λέγομεν καὶ τὰ ἐν τοῖς φύμασι συνιστάμενα· τὸ μὲν γὰρ γλεῦκος πεπέφθαι λέγομεν, ὅταν οἶνος γένηται, τὰ δὲ ἐν τοῖς φύμασι συνιστάμενα, ὅταν πύον γένηται, τὸ δὲ ῥεῦμα τὸ ἐν τοῖς ὀφθαλμοῖς, ὅταν λήμη· ὁμοία καὶ ἡ ἐπὶ τῶν φλεγμάτων πέψις λεγομένη. συμβαίνει δέ, φησί, τοῦτο πάσχειν πᾶσι τοῖς πεσσομένοις, τὸ πέσσεσθαί τε καὶ πεπέφθαι τότε, ὅταν ἡ ὑποκειμένη ὕλη τε καὶ ὑγρότης κρατηθῇ ὑπὸ τῆς φυσικῆς θερμότητος. ἕως γὰρ ἄν, φησίν, ἐν τοῖς τοιούτοις ὑγροῖς πᾶσι τὸ θερμὸν τὸ ἐν αὐτοῖς ἐν ἀναλογίᾳ τινὶ ᾖ τοιαύτῃ πρὸς τὸ ὑγρόν, ὡς δύνασθαι κινεῖν αὐτὸ καὶ μεταβάλλειν, φύσις αὐτῶν τοῦτο· ἡ γὰρ ἐν ἑκάστῳ ἀρχὴ κινητικὴ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, ὡς ἐδείχθη ἐν τῇ Φυσικῇ ἀκροάσει, φύσις ἐκείνου. ὅτι δὲ τῷ κρατεῖσθαι τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ τοῦ οἰκείου ἡ πέψις συνίσταται, λέγει. διὸ καὶ | ὑγείας, φησί, σημεῖα τὰ τοιαῦτα, τουτέστι τὰ πεπέφθαι λεγόμενα, καὶ οὖρα καὶ ὑποχωρήσεις, καὶ ὅλως τὰ περιττώματα, ὅτι ἡ τούτων πέψις σημεῖόν ἐστι τοῦ κρατεῖν ἐν τῷ ζῴῳ τὴν οἰκείαν θερμότητα τοῦ ὑγροῦ· τοῦτο γὰρ τὸ ἀόριστον. λέγει δὲ καὶ ὁποῖα γίνεται τὰ πεττόμενα· ἀνάγκη γάρ, φησίν, αὐτὰ παχύτερα καὶ θερμότερα τῶν ἀπέπτων εἶναι· τὸ γὰρ θερμὸν θερμότερά τε καὶ παχύτερα καὶ εὐογκότερα καὶ ξηρότερα ἀποτελεῖ. Εἰπὼν δὲ τί ποτ’ ἐστὶν ἡ πέψις, ἑξῆς λέγει περὶ τοῦ ἐναντίου αὐτῇ· τοῦτο δ’ ἐστὶν ἡ ἀπεψία. φησὶ δὴ τὴν ἀπεψίαν εἶναι ἀτέλειαν δι’ ἔνδειαν τῆς οἰκείας θερμότητος· ἡ δὲ ἔνδεια τῆς οἰκείας θερμότητος οἰκεία ψυχρότης ἐστίν, ὥστε εἴη ἂν ἡ ἀπεψία ἀτέλεια δι’ οἰκείαν ψυχρότητα. ὥσπερ δὲ τὴν πέψιν εἰπὼν τελειότητα προσέθηκε καὶ τὸ τίνων (τῶν ἀντικειμένων παθητικῶν, ταῦτα δ’ ἦν τὰ ὑποκείμενα τῇ πέψει, ὕλη ὄντα), οὕτως εἰπὼν καὶ τὴν ἀπεψίαν ἀτέλειάν τινων, τίνων προσέθηκε· τῶν γὰρ ἀντικειμένων, φησίν, παθητικῶν, ταῦτα δ’ ἐστὶν ἡ ὑποκειμένη τοῖς πάθεσί τε καὶ ταῖς κατὰ τὴν πέψιν ἑκάστην μεταβολαῖς ὕλη. Εἰπὼν δὲ περί τε πέψεως καὶ ἀπεψίας, τί ἐστιν ἑκάτερον αὐτῶν, ἐπὶ τὸ περὶ τῶν ὑφ’ ἑκατέραν αὐτῶν εἰδῶν λέγειν μέτεισι, καὶ πρῶτόν γε τί ἐστι πέπανσις λέγει. φησὶ δὴ πέψιν τῷ γένει τὴν πέπανσιν εἶναι· ὅτι δ’ οὕτως ἔχει, ὁρισάμενος. τὴν πέπανσιν ἔδειξεν· ὡρίσατο γὰρ τὴν πέπανσιν πέψιν τῆς ἐν τοῖς περικαρπίοις τροφῆς. περικάρπια δὲ λέγει τὰ τοῖς καρποῖς περικείμενα, ἐν οἷς ἐστιν ὑγρότης τις, ἧς ἡ πέψις πέπανσις. ἐπεὶ δὲ ἡ πέψις τελείωσις. λαβὼν ὅτι ἡ πέπανσις πέψις, ἔχων δὲ καὶ ἐν τῷ τῆς πέψεως ὅρῳ κείμενον τὸ εἶναι αὐτὴν τελείωσιν, πότε ἐστὶν ἡ πέπανσις ἐπιτετελεσμένη, λέγει· ὅταν γὰρ τὰ ἐν τῷ περικαρπίῳ σπέρματα δύνηται ἀποτελεῖν τοιοῦτον ἕτερον οἷον αὐτό. καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἕκαστον τέλειον οὕτω λέγεται, οἷον ἄνθρωπος τέλειος ἤδη ὁ γεννᾶν δυνάμενος μένος οἷον αὐτό, καὶ ἵππος ὁμοίως καὶ τῶν ἄλλων ἕκαστον. ἡ μὲν οὖν πέπανσις ἡ ἐν τοῖς περικαρπίοις τοιαύτη, ἧς καὶ κύριον ὄνομα δοκεῖ εἶναι ἡ πέπανσις· λέγεται δὲ καὶ ἄλλα πολλὰ πεπέφθαι καὶ πέπονα εἶναι, ὁμοειδῶς μὲν γινόμενα τῇ ἐν τοῖς περικαρπίοις πέψει, οὐ μὴν οἰκεῖον ἔχοντα ὄνομα, ἀλλὰ κατὰ μεταφορὰν τὴν ἀπὸ τῆς ἐν τοῖς περικαρπίοις πεπάνσεως οὕτως ὀνομαζόμενα. ὡς γὰρ προεῖπεν, οὐ κεῖται καθ’ ἕκαστον τῶν εἰδῶν τῶν τοιούτων τῶν τε ὑπὸ τὴν πέψιν καὶ τῶν ὑπὸ τὴν ἀπεψίαν κοινὸν ὄνομα, ἀλλ’ ἀπό τινος τῶν ὑπ’ αὐτὰ οὕτως ὀνομαζομένου καὶ τὰ ἄλλα καθ’ ὁμοιότητα καὶ μεταφορὰν ὁμοίως ὀνομάζεται. εἰπὼν δὲ μεταφορικῶς τινα ὀνομάζεσθαι διὰ τὸ μὴ κεῖσθαι οἰκεῖα ὀνόματα καθ’ ἕκαστον εἶδος πέψεως καὶ καθ’ ἑκάστην πέψεως τελείωσιν, προσέθηκε περὶ τὰ ὁριζόμενα ὑπὸ τῆς φυσικῆς θερμότητος καὶ ψυχρότητος, οὐχ ὡς πέψεως τινος γινομένης καὶ ὑπὸ ψυχρότητος (κεῖται γὰρ ἡ πέψις ὑπὸ θερμότητος γίνεσθαι), ἀλλ’ ὡς πρὸς τὴν πέψιν συντελούσης καὶ τῆς ψυχρότητος· ἡ γὰρ | θερμότης ὡς ὕλην τὸ ὑγρὸν καὶ τὸ ψυχρὸν ὁρίζει ἐν τῇ πέψει κρατοῦσα. ὅτι δὲ καὶ τὰ ἄλλα, ἐφ’ ὧν δι’ ὁμοιότητα μεταφορικῶς τὸ τῆς πεπάνσεως ὄνομα κατηγορεῖται, ὁμοειδῶς γίνεται καὶ πεπαίνεται τοῖς ἐν τοῖς περικαρπίοις, ἔδειξεν εἰπὼν ἔστι δὲ ἡ φυμάτων καὶ φλέγματος καὶ τῶν τοιούτων πέπανσις ἡ ὑπὸ τοῦ ἐνυπάρχοντος αὐτοῖς θερμοῦ τοῦ ὄντος ἐν αὐτοῖς ὑγροῦ πέψις· ἀδύνατον γὰρ ὁρίζεσθαι τὸ ὑγρόν, εἰ μὴ κρατοῖτο ὑπὸ τοῦ θερμοῦ· ἦν δὲ ἡ πέπανσις ἡ ἐπὶ τῶν περικαρπίων τοιοῦτον. ἐκ μὲν οὖν πνευματικῶν. λέγει τὰ πεπαινόμενα ἐκ μὲν πνευματικῶν ὑδατώδη γίνεσθαι· συνίσταται γὰρ καὶ παχύνεται τὸ πνεῦμα ἐν τῇ εἰς ὕδωρ μεταβολῇ, τὰ δὲ ὑδατώδη πάλιν εἰς τὰ γεηρά· τὰ γὰρ ὑδατώδη ὅσῳ ἂν παχύνηται καὶ γεηρότερα γίνηται, πεπέφθαι μᾶλλον λέγεται· καθόλου τε πάντα τὰ πεπαινόμενα ἐκ λεπτῶν παχύτερα γίνεται. τὸ δὲ καὶ τὰ μὲν εἰς αὐτὴν ἡ φύσις ἄγει κατὰ τοῦτο τὰ δὲ ἐκβάλλει τοιοῦτον ἄν εἴη· τῶν πεπαινομένων τὰ μὲν εἰς φυσικὸν εἶδος μεταβάλλει, καθ’ ὅσον πεπαίνεται, καὶ ἔστιν αὐτοῖς τέλος τῆς πεπάνσεως κατὰ φύσιν ἡ εἰς τοῦτο μεταβολή, τὰ δὲ ἐκβάλλεται καὶ ἐκκρίνεται ἐκ τοῦ κατὰ φύσιν ἔχοντος, ὡς τὸ φλέγμα, τὸ πύον, ἡ λήμη, τὸ περίττωμα. Εἰπὼν δὲ τί ἐστι πέπανσις, ἑξῆς λέγει περὶ ὠμότητος, ἥτις ἔστι μὲν ὑπὸ τὴν ἀπεψίαν, ἐναντία δέ ἐστι τῇ πεπάνσει. λέγει δὴ ὠμότητα εἶναι τὸ ἐναντίον τῇ πεπάνσει· ἀπεψία γάρ ἐστι τῆς ἐν τῷ περικαρπίῳ τροφῆς ἡ κυρίως ὠμότης λεγομένη, ἥτις ἐστὶν ἡ ἀόριστος ὑγρότης, τουτέστιν ἡ ἀσύστατος. διὸ καί φησιν εἶναι τὴν ὠμότητα ἢ πνευματικὴν ἢ ὑδατώδη ἢ ἐξ ἀμφοῖν μεμιγμένην, εἰ μὲν οὖν τὸ ὀφεῖλον πεφθῆναι πνεῦμα, πνευματικήν, εἰ δὲ ὕδωρ, ὑδατώδη. δύναται δὲ καὶ ἐξ ἀμφοῖν εἶναι, ὅταν ὀφεῖλον τὸ πεσσόμενον παχυνθῆναι, τὸ δὲ μείνῃ πνευματικόν τε καὶ ὑδατῶδες. καὶ ἐπεὶ ἡ πέπανσις τελείωσις, δῆλον ὅτι ἡ ὠμότης ἀτέλεια ἔστι γινομένη δι’ ἔνδειαν φυσικοῦ θερμοῦ καὶ ἀσυμμετρίαν πρὸς τὸ πεπαινό- πεπαινόμενον ὑγρόν· ὅταν γὰρ ἔλαττον ᾖ τὸ θερμὸν ἢ ὥστε κρατεῖν δύνασθαι τοῦ ὑγροῦ, ἄπεπτον τὸ ὑγρὸν μένει. ἐπεὶ δὲ εἶπε τὸ ὑγρὸν εἶναι τὸ πεπαινόμενον, τίνα ἐστὶ τῶν ὑγρῶν τὰ πεπαινόμενα λέγει· ὅσα γὰρ παχύνεσθαι θερμαινόμενα δύναται· τὸ γὰρ πεπαινόμενον συνίσταται πᾶν. οὐδὲν δὲ ὑγρὸν ἄμικτον ξηρῷ καὶ γεώδει παχύνεται, διὸ οὐδὲ πεπαίνεται. δεῖ οὖν τὸ πεπαινόμενον ὑγρὸν ἔχειν ἐν αὑτῷ καὶ ξηρόν τι μεμιγμένον. διὰ τοῦτο γὰρ ὕδωρ μόνον τῶν ὑγρῶν θερμαινόμενον οὐ παχύνεται, ὅτι μὴ ἔχει ἐν τῇ οὐσίᾳ αὑτοῦ ξηρότητός τι· θᾶττον γὰρ θερμαινόμενον διατμίζεται, καὶ φθείρεται ἢ παχύνεται. ἔλαιον δὲ καὶ οἶνος θερμαινόμενα παχύνεται, ὅτι ἔχει ἐν τῇ αὑτῶν οὐσίᾳ καὶ ξηρόν τι καὶ γεῶδες. εἰπὼν δὲ ὅτι μηδὲν ὑγρὸν ἄμικτον ξηρῷ ὂν πεπαίνεται, περὶ τῆς ὠμότητος πάλιν λέγει καὶ τῆς ἐν αὐτῇ ἀτελείας· ἔκειτο γὰρ γίνεσθαι δι’ ἔνδειαν τοῦ φυσικοῦ θερμοῦ καὶ ἀσυμμετρίαν πρὸς τὸ ὑγρὸν τὸ πεπαινόμενον. ταύτην δέ φησι τὴν ἀσυμμετρίαν τοῦ θερμοῦ πρὸς τὸ πεπαινόμενον ὑγρὸν γίνεσθαι ἢ τῷ τὸ θερμὸν ὀλίγον εἶναι καὶ ἔλαττον τοῦ κατὰ φύσιν ἢ τῷ τὸ ὑγρὸν τὸ πεσσόμενον καὶ ὁριζόμενον πολὺ καὶ πλεῖον εἶναι τοῦ κατὰ φύσιν. διὰ τοῦτό φησι καὶ λεπτοὺς τοὺς χυμοὺς καὶ τὰς συστάσεις εἶναι τῶν ὠμῶν, καὶ ψυχροὺς μᾶλλον ἢ θερμούς, καὶ ἀβρώτους καὶ ἀπότους, ὡς μὴ κρατη- θέντος τοῦ ὑγροῦ ὑπὸ τοῦ θερμοῦ. Ὥσπερ δὲ ἡ πέπανσις πολλαχῶς ἐλέγετο (κύριον γὰρ ἦν ὄνομα τῆς πεπάνσεως τῶν καρπῶν, ἐλέγετο δὲ καὶ ἄλλα τινὰ πεπαίνεσθαι κατὰ μετα- φορὰν τὴν ἀπὸ τούτων, τῷ ὁμοίως τούτοις γίνεσθαι καὶ εἶναι ὁμοειδὲς τὸ ἐπ’ αὐτῶν γινόμενον τοῖς ἐπὶ τῶν καρπῶν), οὕτως φησὶ καὶ τὴν ὠμότητα λέγεσθαι πλεοναχῶς. οὐ γὰρ μόνον ἐπὶ τῶν καρπῶν ἡ ὠμότης λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὧν καὶ ἡ πέπανσις· καὶ γὰρ οὖρα καὶ ὑποχωρήσεις τῆς γαστρὸς καὶ κατάρροι ὠμὰ λέγονται, ἃ πάντα τοιαῦτα εἶναι λέγεται τῷ μὴ κεκρατῆσθαι ὑπὸ τῆς οἰκείας θερμότητος μηδὲ συνεστάναι. ἤδη δὲ πορρωτέρω προιόντες καὶ κέραμον ὠμὸν λέγομεν καὶ γάλα καὶ ἄλλα πλείω· ὅσα γὰρ ἄν δυνάμενα μεταβλλ́λειν καὶ συlνίστασθαι ὑπὸ θερμότητος μὴ συσταθῇ μηδὲ πάθῃ τοῦτο, ὠμὰ λέγεται. τὰ γὰρ μὴ δυνάμενα συνίστασθαι ὑπὸ θερμότητος οὐ λέγεται ὠμά· τὸ γοῦν ὕδωρ οὐ λέγεται ὠμόν, ὅτι μὴ πέφυκεν ὑπὸ θερμοῦ παχύνεσθαι. καίτοι λέγεσθαί φησιν αὐτὸ ἑφθὸν δηλονότι καὶ ἀνέψητον, οὐ μὴν ὠμὸν ἡ πεπαντόν. ὅτι μὲν οὖν ὁ ὠμὸς κέραμος πορρωτέρω τῶν ἄλλων, καὶ οὐ πάντῃ ὁμοίως ἐκείνοις λέγεται, φανερόν· ἐκεῖνα μὲν γὰρ ἦν ὑπὸ τῆς οἰκείας θερμότητος πεπαινόμενα καὶ ὠμὰ ἐλέγετο, ὅτι μὴ τὸ οἰκεῖον ἐν αὐτοῖς θερμὸν ἐκράτει τοῦ ὑγροῦ, ὁ δὲ κέραμος ὠμὸς λέγεται τῷ τὸ ἔξωθεν προσαγόμενον αὐτῷ θερμὸν μὴ κεκρατηκέναι τῆς ὑγρότητος τῆς ἐν αὐτῷ. ἐπιζητήσαι δ’ ἄν τις, πῶς καὶ τὸ γάλα πορρωτέρω καὶ οὐχὶ ἐκείνοις ὁμοίως λέγεται ὠμόν. ἢ εἰ μὲν λέγοιτο ὠμὸν γάλα τὸ ἐν τῷ ζῴῳ, ὁμοίως ἄν τοῖς πρώτοις λέγοιτο· ὠμὸν γὰρ τοῦτο τῷ μὴ κεκρατῆσθαι ὑπὸ τῆς ἐν τῷ ζῴῳ θερμότητος τὴν ὑγρότητα τὴν ἐν αὐτῷ· εἰ δὲ λέγοιτο τὸ ἑψόμενον γάλα ἐν 10 πυρὶ ὠμόν, ὁμοίως ἂν λέγοιτο τῷ κεράμῳ ὠμόν· τῷ γὰρ ὑπὸ τῆς ἔξωθεν μὴ κεκρατῆσθαι θερμότητος. Εἰπὼν δὲ περὶ πεπάνσεως καὶ ὠμότητος, ὧν τὸ μὲν ἦν τῷ γένει πέψις, τὸ δ’ ἀπεψία, καὶ ὁρισάμενος ταῦτα καὶ τὰς αἰτίας δείξας, δι’ ἃς γίνεται, ἑξῆς περὶ ἑψήσεως λέγει καὶ τῆς ἐναντίας αὐτῆς μολύνσεως, καὶ πρῶτόν γε περὶ ἑψήσεως. λέγει δὴ τὴν ἕψησιν εἶναι καθόλου μὲν πέψιν ὑπὸ θερμότητος ὑγρᾶς τοῦ ἐνυπάρχοντος ἀορίστου ἐν τῷ ὑγρῷ, θερμότητος μὲν ὑγρᾶς εἰπών, ὅτι τὰ ἑψόμενα ὑπὸ τοῦ θερμοῦ ὑγροῦ ἕψεται· ὑπὸ γὰρ θερμοῦ ὕδατος καὶ ἐν θερμῷ ὑγρῷ ἕψεται τὰ ἑψόμενα. τοῦ δὲ ἐνυπάρχοντος ἀορίστου, τουτέστι τοῦ ἐν τῶ ὑγρῶ τῶ ὄντι ἐν τοῖς ἑψομένοις ἀορίστου καὶ ὑδατώδους· τὸ γὰρ ἐν τούτοις ὑγρόν, ἀόριστον ὄν, πεφθὲν καὶ ὁρισθὲν ὑπὸ τῆς εἰρημένης θερμότητος ἑφθὸν γίνεται ἀπὸ τῆς ἑψήσεως. ἄν τε γὰρ σάρκες ὦσιν αἱ ἑψόμεναι ἄν τε λάχανα ἄν τε ἄλλο τι, τότε ἑφθὰ γίνεται, ὅταν τὸ ἐν αὐτοῖς ὑγρόν, ἀόριστον ὄν, ὑπὸ τῆς ἐν τῷ ὑγρῷ τῷ ἔξωθεν θερμότητος πεφθῇ τε καὶ ὁρισθῇ. λέγεσθαι δέ φησι τὸ τῆς ἑψήσεως ὄνομα κυρίως ἐπὶ μόνων τῶν ἑψομένων. τί δ’ ἐστὶ τὸ ἐνυπάρχον ἀόριστον ἐν τῷ ὑγρῷ, ἐδήλωσεν εἰπὼν τοῦτο δ’ ἂν εἴη, ὥσπερ εἴρηται, πνευματῶδες ἢ ὑδατῶδες. εἰπὼν δὲ τὴν ἕψησιν εἶναι ὑπὸ θερμότητος ὑγρᾶς, ἐξηγούμενος, τίς ἐστι θερμότης ὑγρά, λέγει ἡ δὲ πέψις γίνεται, δηλονότι ἡ τοῦ ἀορίστου τοῦ ἐν τῷ ὑγρῷ ὄντος πνευματώδους ἢ ὑδατώδους, ἀπὸ τοῦ ἐν τῷ ὑγρῷ πυρός, ἴσον λέγων τῷ ἀπὸ τοῦ ἐν τῷ ὑγρῷ θερμοῦ. εἰπὼν δὲ καὶ ἀποδοὺς τὸν λόγον τῆς ἑψήσεως, ἐπεὶ δοκεῖ καὶ τὰ ταγηνιζόμενα ἐν ὑγρῷ θερμῷ ταγηνίζεσθαι (θερμαιναμένου γὰρ τοῦ ἐν τῷ ταγήνῳ ἐλαίου ἢ ἐν ᾧ ἄν ὑγρῷ καὶ ταγηνίζηταί τινα, ἐκεῖνα μεταβάλλει, καὶ οὐ λέγεται ἕψεσθαι, ἀλλὰ ταγηνίζεσθαι), ὅτι μὴ ταγηνιζόμενα ὑπὸ τοῦ ἐν τῷ ὑγρῷ θερμοῦ πάσχει, ὡς τὰ ἑψόμενα, ἀλλ’ ὑπὸ τοῦ ἔξω πυρός, ὥσπερ καὶ τὰ ὀπτώμενα, δείκνυσι. διὸ καὶ τὰ ταγηνιζόμενα ὀπτᾶται μᾶλλον ἢ ἕψεται· ὑπὸ γὰρ τοῦ ἔξωθεν θερμοῦ, τουτέστιν ὑπὸ τοῦ πυρός, ταγηνιζόμενα μεταβάλλει τε καὶ πάσχει, ἀλλ’ οὐχ ὑπὸ τοῦ ἐν τῷ περιέχοντι αὐτὰ ὑγρῷ θερμοῦ. ὅτι γὰρ μὴ ὑπ’ ἐκείνου πάσχει, σημεῖον τὸ τὸ περιέχον αὐτὰ ὑγρὸν πάσχειν μᾶλλον ὑπὸ τῶν ταγηνιζομένων· θερμαινόμενα γὰρ ἐκεῖνα ὑπὸ τοῦ πυρὸς τοῦ πεπυρακτωμένου σιδήρου τὸ περικείμενον αὐτοῖς ὑγρὸν ξηραίνει εἰς αὑτὰ ἀναλαμβάνοντα. τὰ δέ γε ἑψόμενα τὸ ἐναντίον τούτου ποιεῖ· οὐ γὰρ μόνον οὐκ ἀναλαμβάνει εἰς αὑτὰ τὸ περικεχυμένον αὐτοῖς ὑγρὸν θερμόν, ἀλλὰ πάσχοντα ὑπ’ αὐτοῦ καὶ μεταβαλλόμενα καὶ θερμαινόμενα ἐκκρίνει καὶ τὴν ἐνυπάρχουσαν αὐτοῖς ὠμοῖς οὖσιν ὑγρότητα. οὗ σημεῖόν φησιν εἶναι τὸ ξηρότερα εἶναι τὰ ἑφθὰ τῶν ὀπτῶν· τὰ μὲν γὰρ ἑψόμενα τῷ κρατεῖσθαι ὑπὸ τοῦ ἐν τῷ περιέχοντι αὐτὰ ὑγρῷ θερμοῦ οὐκ ἀνασπᾷ αὐτὸ εἰς αὑτά, ἀλλ’ ἀφίησι τὸ ἐνυπάρχον αὐτοῖς, τὰ δὲ ταγηνιζόμενά τε καὶ ὅλως ὀπτώμενα τῇ ἀπὸ τοῦ πυρὸς ἐγγινομένῃ αὐτοῖς θερμότητι κρατοῦντα τοῦ ἐκτὸς ὑγροῦ σπᾷ αὐτὸ εἰς ἑαυτά. ὅτι δὲ τὰ ὀπτὰ ὑγρότερα τῶν ἑφθῶν, δῆλον ἐκ τοῦ, ὅταν τμηθῇ, πολὺ ὑγρότερα τῶν ἑφθῶν τὰ ὀπτὰ εὐρίσκεσθαι, ὀπτὰ δὲ τὰ μὴ προεψημένα. | Εἰπὼν δὲ τὴν ἕψησιν πέψιν εἶναι τοῦ ἐνυπάρχοντος ἐν τῷ ὑγρῷ ἀορίστου γινομένην ἀπὸ ὑγρᾶς θερμότητος, εὐλόγως φησὶ μὴ πᾶν σῶμα ἑψητὸν εἶναι· οὔτε γὰρ ἐν ᾧ μηδέν ἐστιν ὑγρόν (τοῦτο γὰρ τὸ ἐν τῇ ἑψήσει πεσσόμενον) οὔτε ἐν ᾧ ἔστι μέν, ἀλλὰ ἀδύνατον κρατηθῆναι καὶ ἐκκριθῆναι ὑπὸ τῆς ἐν τῷ περικεχυμένῳ αὐτῷ ὑγρῷ θερμότητος διὰ πυκνότητα. διὸ οὔτε λίθοι οὔτε ξύλα ἕψονται, οἱ μὲν διὰ τὸ μὴ ἔχειν ὑγρότητα, τὰ δὲ διὰ τὸ τοιαύτην ἔχειν, ὡς μὴ δύνασθαι ὑπὸ τοῦ ἕψοντος ὑγροῦ θερμοῦ κρατεῖσθαι αὐτὴν καὶ ἐκκρίνεσθαι, διὰ τὸ φυσικῶς ἐν τῇ συστάσει πεπυκνῶσθαι καὶ μὴ ἐξιέναι. ἕψεται δὲ ταῦτα, ὅσα τῶν σωμάτων ἔχει παθητικὴν ὑγρότητα ὑπὸ τῆς ἐν τῷ ὑγρῷ τῷ περιέχοντι αὐτὰ ὑπὸ πυρὸς ἐγγινομένης θερμότητος. λέγεσθαι δέ φησι καὶ ἄλλα τινὰ ἕψεσθαι οὐ κυρίως, ἀλλὰ μεταφορικῶς· καὶ γὰρ χρυσὸς καὶ ξύλα καὶ ἀγλα’ τινὰ οὐ κατὰ ταὐτὸν εἶδος λεγόμενα, ἀλλὰ μεταφορικῶς, διὰ τὸ μὴ πάσαις ταῖς διαφοραῖς οἰκεῖα ὀνόματα κεῖσθαι. οὐ γὰρ τῷ τὴν ἐν τῷ χρυσῷ ὑγρότητα κρατεῖσθαι ὑπὸ τῆς ἐν τῷ ὑγρῷ θερμότητος ὁ χρυσὸς ἕψεσθαι λέγεται, ἀλλ’ οὐδὲ τὰ ξύλα· προείρηκε γὰρ ὅτι τὰ τοιαῦτα τῶν σωμάτων οὐκ ἔστιν ἑψητὰ οὐδὲ ἐν ὑγρῷ τίθεται θερμῷ, ὥστε ὑπὸ τούτου κρατηθεῖσαν θεῖσαν τὴν ἐν αὐτοῖς ὑγρότητα ἐκκριθῆναι· μεταφορικῶς δὲ ἀπό τινος ὁμοιότητος ταῦτα ἡψῆσθαι, ὅταν πυρὸς θαρμαινομένων αὐτῶν ἐκκριθῇ τι τῶν ἐν αὐτοῖς ὑγρῶν. ὅταν γὰρ ἐπὶ τοῦ χρυσοῦ ἡ τοιαύτη ὑπὸ τοῦ πυρὸς ἔκκρισις τῆς ἀλλοτρίας ὑγρότητος ἐγκαταμεμιγμένης αὐτῷ γένηται, οἷον ἀργύρου ἢ χαλκοῦ ἤ τινος ἄλλου, τότε ἡψῆσθαι λέγεται· ὁμοίως καὶ τὰ ἄλλα τὰ μεταλλευόμενα. καὶ τὰ ξύλα δέ, ὧν διὰ τὸ πλησίον πῦρ ὁ καπνὸς ἐκκέκριται καὶ γέγονε ξηρά, ἡψῆσθαι λέγεται, ἃ καὶ ἄκαπνα καλεῖται. λέγεται δὲ καὶ ἐπὶ ὑγρῶν ἕψησις, οἷον γάλακτος καὶ γλεύκους, καὶ ὁμοιοτέρα ἡ τούτων ἕψησις τῇ κυρίως ἑψήσει λεγομένῃ τῆς τοῦ χρυσοῦ καὶ τῶν τοιούτων· λέγεται γὰρ ταῦτα τότε ἡψῆσθαι, ὅταν ὁ ἐν αὐτοῖς ὑγροῖς οὖσι χυμός, οἰκεῖος ὢν αὐτῶν καὶ οὐχὶ ἀλλότριος, πεφθῇ καὶ εἴς τι εἶδος μεταβάλλῃ ὑπὸ τοῦ κύκλῳ περικειμένου καὶ ἔξωθεν πυρὸς θερμαίνοντος αὐτά· ἐκκρινομένου γὰρ τοῦ ἀορίστου ἐν αὐτοῖς ἢ ὑδατώδους, ὡς τοῦ ὄρρου ἐπὶ τοῦ γάλακτος, ἢ πνευματώδους, ὡς ἐπὶ τοῦ γλεύκους, ἡ τοῦ ὑποκειμένου πέψις τε καὶ εἰς εἶδός τι μεταβολὴ γίνεται. τρόπον δέ τινα εἶπε τὸ ἐπὶ τούτων γινόμενον παραπλησίως γίνεσθαι τῇ ἑψήσει, ὅτι μηδὲ ταῦτα ἐν ὑγρῷ θερμῷ τίθεται μηδὲ ὑπὸ τούτου πέσσεται ἡ ἐν αὐτοῖς ὑγρότης, ἀλλ’ ἐν ἀγγείοις ὄντα ὑπὸ τοῦ ἔξωθεν πυρὸς πάσχει τὰ προειρημένα. Τέλος δὲ οὐ τὸ αὐτὸ πᾶσιν, οὗτε ἑψομένοις οὔτε πεττομένοις. Οὐ τὸ αὐτό φησι τέλος εἶναι πᾶσι τοῖς ἑψομένοις, οὐδὲ τοῦ αὐτοῦ χάριν ἕψεσθαι αὐτά· τὰ μὲν γὰρ ἕψεται, ὥστε πρὸς ἐδωδὴν ἐπιτήδεια γίνεσθαι, οἷς τοῦτο τῆς ἑψήσεως τέλος, τὰ δὲ ὥστε πρὸς ῥόφησιν, τὰ δὲ ἄλλου τινὸς χάριν. οὔτε δὲ ἑψο·μένοις εἶπεν οὔτε πεττομένοις ἤτοι ἐκ παραλλήλου, ἐπεὶ ἡ ἕψησις διὰ πέψεως, ἢ ἐπεὶ κοινότερον ἡ πέψις καὶ γενικώτερον τῆς ἑψήσεως (οὐ γὰρ ἡ ἕψησις μόνον διὰ πέψεως, ἀλλὰ καὶ ἡ πέπανσις, ὡς δέδειχε, καὶ ἡ ὄπτησις δέ, ὡς ἐρεῖ), εἰπὼν μὴ εἶναι τὸ αὐτὸ πᾶσι τοῖς ἑψομένοις τέλος, ἐπήνεγκεν ὅτι μηδὲ ὅλως τοῖς πεσσομένοις, ὡς οὐδὲ ἐπὶ τῶν ἄλλων εἰδῶν τῆς πέψεως τοῦ αὐτοῦ πᾶσιν ὄντος τέλους. ἀπὼν δὲ ὅτι μὴ τὸ αὐτὸ πᾶσι τοῖς ἑψομένοις τέλος, σημεῖον τούτου καὶ τὸ ἐπὶ τῶν φαρμάκων παρέθετο, ἃ καὶ αὐτὰ μὲν ἕψειν λέγομεν, οὐ μὴν ὡς πρὸς ἐδωδὴν ἢ πρὸς ῥόφησιν ἢ ὅλως πρὸς τροφὴν χρήσιμα αὐτὰ ἐσόμενα ἕψειν λέγομεν. οὐδ’ ἡ τῶν φαρμάκων δὲ ἕψησις ἡ αὐτὴ τῇ κυρίως ἑψήσει λεγομένῃ, ἧς τὸν ὁρισμὸν ἀποδέδωκεν. εἰπὼν δὲ ταῦτα συγκεφαλαιοῦται νῦν, τίνα ἐστὶ τὰ ἑψητά, καθόλου λέγων περὶ πάσης ἑψήσεως, οὐ τῆς κυρίως λεγομένης μόνον· ὅσα γὰρ παχύτερα δύναται γίνεσθαι θερμαινόμενα (πεσσομένου γὰρ τοῦ ἐν αὐτοῖς ἀορίστου ὑγροῦ ἡ πάχυνσις) ἢ ἐλάττω· διακρινομένου γὰρ καὶ ταῦτα τοῦ ἐν αὐτοῖς πνευματώδους, τὰ δ’ αὐτὰ καὶ βαρύτερα γίνεται. οὐ γὰρ ἁπλῶς τὰ ἐλάττω γινόμενα ἕψεται· τὸ γοῦν ἔλαιον ἔλαττον μὲν γίνεται, οὐ μὴν ἕψεται, ὡς ἐρεῖ. ἢ τὰ μὲν αὐτῶν τοιαῦτα, τὰ δὲ ἐναντία ἀντὶ τοῦ τὰ μὲν παχύτερα, τὰ δὲ λεπτότερα διὰ τὸ ἐν τῇ ἑψήσει διακρίνεσθαι. καὶ τὰ μὲν αὐτῶν παχύνεσθαι, τὰ δὲ λεπτύνεσθαι, ὡς ἐπὶ τοῦ γάλακτος γίνεται· τὸ μὲν γὰρ αὐτοῦ λεπτύνεται, ὅσον ὀρρῶδες, τὸ δὲ λοιπὸν συνίσταται καὶ τυροῦται, ὃ πυτίαν εἶπεν, ὡς τῷ ἔχειν ἐν αὑτῷ τοιοῦτόν τι πηγνυμένου αὐτοῦ. ἕψεσθαι δ’ ἂν κατὰ τοῦτο καὶ τὰ σιτία λέγοιτο· καὶ γὰρ ἐκείνων τὰ μὲν εἰς ὑγρότητα ὑπὸ | τῆς θερμότητος διακρίνεται, οἷά ἐστι τὰ οὖρα, τὰ δὲ παχύνεται. τὸ δ’ ἔλαιον οὔ φησιν ἕψεσθαι καθ’ ἑαυτό· μετ’ ἄλλων μὲν γὰρ μιγνύμενον ἕψεσθαι δοκεῖ, οὐ μὴν καθ’ ἑαυτό, ὅτι θερμαινόμενον μήτε παχύνεται μήτε ἔλαττον γινόμενον βαρύτερον γίνεται μήτε τὸ μὲν αὐτοῦ ὑγρότερον γίνεται, τὸ δὲ παχύτερον· τὸ γὰρ αὐτὸ κατὰ τὸ εἶδος ἐν τῇ ἑψήσει μένει, ἔστ’ ἄν σώζηται. τοιαύτην μὲν οὖν φησιν εἶναι τὴν κατὰ τὴν ἕψησιν πέψιν· ἡ γὰρ πέψις καὶ ἐν ἄλλοις, οὐκ ἐν ἑψήσει μόνῃ. οὐδὲν δὲ διαφέρειν φησίν, εἴτε διὰ τεχνικῶν ὀργάνων γίνοιτο, ὡς ἡ ὑπὸ τῶν ὀψοποιῶν, εἴτε διὰ φυσικῶν, ὡς ἐπὶ τῆς τροφῆς· ὁποτέρως γὰρ ἄν γίνηται, τὴν αὐτὴν αἰτίαν ἕξει. καὶ γὰρ ἐπὶ τῶν διὰ τεχνικῶν ὀργάνων ἑψομένων τὸ ἔξω θερμὸν τῶν ἑψομένων αἴτιον τῆς ἑψήσεως τε καὶ πέψεως τοῦ ἐν τῷ ἑψομένῳ ἀορίστου ὑγροῦ καὶ ἐπὶ τῶν διὰ φυσικῶν. καὶ γὰρ ἡ τροφὴ ὑπὸ τοῦ ἔξωθεν ὄντος αὐτῆς θερμοῦ ἕψεται· οὐ γὰρ ἐν αὐτῇ τῇ τροφῇ τὸ ἕψον τε καὶ πέσσον αὐτὴν θερμόν, εἰ καὶ σύμφυτον τῶ τρεφομένω. Εἰπὼν δὲ περὶ ἑψήσεως μέτεισιν ἐπὶ τὸν περὶ μολύνσεως λόγον, ἥτις ἐστὶν ἐναντία τῇ ἑψήσει, καί φησιν αὐτὴν εἶναι τὴν ἐναντίαν ἀπεψίαν τῇ ἑψήσει. εἴη δ’ ἂν ἐναντία ἥ τε πρώτη λεχθεῖσα ἀντὶ τοῦ ἥ τε τῇ πρώτῃ λεχθείσῃ [τῇ] ἑψήσει ἐναντία· οὐ γὰρ τί ποτέ ἐστι μόλυνσις, εἴρηκεν ἤδη, ἀλλ’ ἡ δυνάμει. εἰπὼν γὰρ τίς ποτέ ἐστιν ἡ πρώτη τε καὶ κυρίως λεγομένη ἕψησις, εἴρηκε δυνάμει καὶ τὴν ἐναντίαν αὐτῇ μόλυνσιν. ἐπεὶ γὰρ ἦν ἡ ἕψησις πέψις τοῦ ἐν τῷ ἑψομένῳ σώματι ἀορίστου ὑπὸ τῆς ἐν τῷ πέριξ ὑγρῷ θερμότητος, εἴη ἄν καὶ ἡ ἐναντία αὐτῇ μόλυνσις ἀπεψία, ὡς ὁριζόμενος λέγει, τοῦ ἐν τῷ σώματι ἀορίστου δι’ ἔνδειαν τῆς ἐν τῷ πέριξ ὑγρῷ θερμότητος. ὅτι δὲ ἡ τοῦ θερμοῦ ἔνδεια μετὰ ψυχρότητος, εἰρῆσθαί φησιν· εἶπε γὰρ κατὰ τὴν ἀρχὴν τοῦ βιβλίου, ὅτε ἔλεγε περὶ φθορᾶς καὶ σήψεως. εἰπὼν γὰρ τί ἐστι σῆψις, ἐπήνεγκεν “ὥστ᾿ ἐπεὶ κατ’ ἔνδειαν πάσχει θερμοῦ, τὸ δὲ ἐνδεὲς τοιαύτης δυνάμεως ψυχρὸν πᾶν, ἄμφω ἄν αἴτια εἴη.” τούτου δὴ νῦν ὑπομιμνήσκει. γίνεται γάρ, φησί, διὰ κίνησιν ἄλλην ἡ μόλυνσις καὶ ἡ προειρημένη ἀπεψία, τῷ μὴ κινεῖν καὶ μεταβάλλειν τὸ θερμόν, ἀλλὰ τῷ ὑπὸ τῆς τοῦ ψυχροῦ γινομένης κινήσεως ἐκκρούεσθαι καὶ ἡττᾶσθαι τὴν πέττουσαν, τουτέστι τὴν θέρμην, πρὸς τὸ κινεῖν. ἐπεὶ δὲ εἶπε δι’ ἔνδειαν τῆς ἐν τῷ ὑγρῷ τῷ πέριξ θερμότητος τὴν κατὰ τὴν μόλυνσιν ἀπεψίαν γίνεσθαι, προστίθησι καὶ περὶ τῆς ἐνδείας τοῦ θερμοῦ τοῦ ἐν τῷ περιέχοντι ὑγρῷ πῶς γίνεται· ἢ γὰρ διὰ τὸ πλῆθος τῆς ἐν τῷ ὑγρῷ ψυχρότητος, τουτέστιν ὅταν τὸ περιέχον ὑγρὸν τὸ ἑψόμενον μᾶλλον ψυχρὸν ἢ θερμὸν ᾖ, ἢ διὰ τὸ πλῆθος τῆς ἐν τῷ ἑψομένῳ ὑγρότητος, οὐκ ἔχοντος ἀναλογίαν πρὸς αὐτὸ τοῦ ἐν τῷ περικειμένῳ ὑγρῷ θερμοῦ τοιαύτην, ὡς κρατεῖν αὐτοῦ· ἀμφοτέρως γὰρ συμβαίνειν οἷόν τε· ὥστε τὴν ἐν τῷ ὑγρῷ τῷ περικειμένῳ τῷ ἑψομένῳ θερμότητα πλείω μὲν εἶναι ἢ ὥστε μηδ’ ὅλως κινῆσαι τὸ ἐν τῷ ἑψομένῳ ὑγρόν, ἐλάττω δὲ πάλιν ἢ ὥστε συμπέψαι τε καὶ ὁμαλῦναι. ὅταν δὲ οὕτως ἔχῃ καὶ ᾖ τοιαύτη ἔνδεια τοῦ θερμοῦ, ἡ μόλυνσις γίνεται, κινηθέντος μὲν τοῦ ἐν τῷ ἑψομένῳ ὑγροῦ, οὐ μὴν πεφθέντος τε καὶ ὁμαλυνθέντος. διὰ ταύτην φησὶ τὴν ἀνωμαλίαν σκληρότερα γίνεσθαι τὰ μεμολυσμένα τῶν ἑψημένων. ὥσπερ δὲ τὰ μεμολυσμένα τῶν ἑφθῶν σκληρότερα διὰ τὴν ἀνωμαλίαν, οὕτως καὶ ἐπὶ τῶν ὑγρῶν, ἃ καὶ αὐτὰ ἕψεσθαι λέγεται, ὡς τὸ γάλα, διὰ τὴν ἀνωμαλίαν διωρισμένα γίνεται, καὶ κατ’ ἄλλο μὲν συνεστῶτα, κατ’ ἄλλο δὲ διαρρέοντα. εἰπὼν δὲ περὶ τῆς μολύνσεως ὅτι ἔστιν ἡ ἐναντία τῇ ἑψήσει ἀπεψία, καὶ προσθεὶς τὸ εἴη δ’ ἄν ἐναντία ἥ τε πρώτη λεχθεῖσα, οὐκέτι προσέθηκε καὶ τίνες ἄλλαι, ὅτι ἡ κυρίως λεγομένη μόλυνσίς ἐστιν ἡ προειρημένη, διὰ τὸ ῥᾴδιον εἶναι τῷ προειρημένῳ τρόπῳ χρωμένους καὶ τὰς δευτέρας ἄν ῥηθείσας μολύνσεις ὁρίσασθαι· ἔσονται γὰρ αἱ ἐναντίαι ἀπεψίαι ταῖς δευτέραις καὶ κοινότερον λεγομέναις ἑψήσεσιν. Ὄπτησις δ᾿ ἐστὶ πέψις ὑπὸ θερμότητος ξηρᾶς καὶ ἀλλοτρίας. Τί ποτ’ ἐστὶν ὄπτησις, καὶ τίνι διαφέρει ἑψήσεως ἔδειξεν· ἀμφότεραι μὲν γὰρ πέψεις τινὲς οὖσαι γίνονται ὑπ’ ἀλλοτρίας θερμότητος, οὐχ ὥσπερ ἡ πέπανσις ὑπὸ οἰκείας, ἀλλήλων δὲ διαφέρουσι καθ’ ὅσον ἡ μὲν ἕψησις ὑπὸ ὑγρᾶς γίνεται θερμότητος, ἡ δ’ ὄπτησις ὑπὸ ξηρᾶς. ὑπὸ γὰρ αὐτοῦ τοῦ πυρὸς πέσσεται καὶ ὁρίζεται ἡ ἐν τοῖς ὀπτωμένοις ὑγρότης, ἢ αὐτῷ τῷ πυρὶ ἐπικειμένων ἢ καὶ διά τινος ἀγγείου, ὑποκειμένου τοῦ πυρὸς τῷ ἀγγείῳ μηδὲν ἔχοντι ὑγρὸν ἢ ἔχοντι μέν, ὥσπερ ἐπὶ τῶν ταγηνιζομένων, μὴ μέντοι κρατοῦν αὐτὸ τῆς ἐν τῷ ὀπτωμένῳ ὑγρότητος, ἀλλὰ κρατούμενον ὑπ’ αὐτῆς. εἶπε γὰρ ὅτι καὶ ἡ ταγήνισις εἶδος ὀπτήσεως ἐστιν. ὁρισάμενος δὲ τὴν ὄπτησιν καὶ εἰπὼν αὐτὴν γίνεσθαι ὑπ’ ἀλλοτρίου θερμοῦ ξηροῦ, διὰ τὸ τοιοῦτον εἶναι τὴν ὄπτησιν, φησί, καὶ οὕτω γίνεσθαι, κἂν ἕψων τις ποιῇ τὸ ἑψόμενον μεταβάλλειν καὶ πέττεσθαι τὸ ἐν αὐτῷ ὑγρὸν μὴ ὑπὸ τῆς τοῦ περικεχυμένου αὐτῷ ὑγροῦ θερμότητος, ἀλλ’ ὑπὸ τῆς τοῦ πυρός, ὅταν [γὰρ] ἐπιτελεσθῇ ἡ πέπανσις ἐν αὐτῷ, ὀπτὸν τοῦτο γίνεται, οὐχ ἑφθόν. τοῦτο δὲ συμβαίνει, ὅταν τὸ ὕδωρ ὀλίγον ᾖ, καὶ ἡ τοῦ πυρὸς δύναμις αὐτὴ περικρατῇ τοῦ ἑψομένου ἀναξηραίνουσα αὐτό. κἂν ὑπερβάλλῃ ἐν τοῖς ἐν ὀλίγῳ ὕδατι ἑψομένοις ἡ ἀπὸ τοῦ πυρὸς θερμότης, προσκεκαῦσθαι λέγεται τὰ οὕτως ἑψόμενα, ὡς ὑπὸ τοῦ πυρὸς πάσχοντα τοῦτο· πᾶν γὰρ τὸ ξηρότερον γινόμενον μετὰ τὸ ἐπιτελεσθῆναί τε καὶ πεφθῆναι ὑπὸ ξηρᾶς θερμότητος τοῦτο πάσχει. διὰ τοῦτο γάρ φησι τῶν ὀπτῶν τὰ ἐκτὸς ξηρότερα εἶναι τῶν ἐντός, ὡς ἀναξηραινομένης αὐτῶν τῆς ἐπιφανείας ὑπὸ τοῦ πυρός, τῷ πλησίον αὐτῆς εἶναι, οὐκέτι δὲ καὶ ἐκκρινομένης τῆς ἐν τῷ βάθει ὑγρότητος, τῷ φθάνειν πυκνοῦσθαι μᾶλλον θερμαινόμενα τὰ ἐκτὸς αὐτῶν, ὄντα τοῦ πυρὸς πλησίον. ἐπὶ δὲ τῶν ἑφθῶν ἔμπαλιν ἔχει· ὑγρότερα γὰρ τὰ ἐκτὸς τῶν ἐντὸς τῷ τὰ μὲν ἐκτὸς αὐτῶν ὑπὸ τοῦ ἕψοντος αὐτὰ ὑγροῦ διυγράνθαι, τὰ δ’ ἐν βάθει διὰ τὴν ἔκκρισιν τοῦ ἐν αὐτοῖς ὑγροῦ ἀνεξηράνθαι. διὸ καὶ μεῖζον ἔργον ἐπὶ τῶν κατὰ τέχνην γινομένων καὶ χαλεπώτερον τὸ ὀπτηῆσαι τοῦ ἑψῆσαι· χαλεπὸν γὰρ ἐπ’ αὐτῶν ὁμαλῶς καὶ ὁμοίως τὰ ἐντὸς τοῖς ἐκτὸς θερμαίνειν. ὧν γὰρ ἄν ᾖ ἐγγυτέρω, θᾶττον ταῦτα θερμαινόμενα καὶ συνιόντα καὶ πυκνούμενα κωλύει ἐκκρίνεσθαι τὸ ἐνυπάρχον ὑγρὸν ἐν τοῖς ὀπτωμένοις· ἐγκατακλείεται γὰρ ἐντός, ὅταν οἱ πόροι μύσωσι πυκνωθέντες. ἀντέθηκε δὲ τὰ κατὰ τέχνην γινόμενα τοῖς φύσει, ὡς καὶ ἐν τοῖς φύσει γινομένοις, ὡς ἐρεῖ, τῶν μὲν ἑψομένων, τῶν δὲ ὀπτωμένων· μιμεῖται γὰρ ἡ τέχνη τὴν φύσιν. ὅταν μὲν γὰρ ὑπὸ τῆς ἐν τῷ ὑγρῷ θερμότητος πεφθῇ ἡ τροφή, ἥτις ὑγρότης ἐστὶν ἐν οἷς ἡ πέψις μορίοις γίνεται τῇ τροφῇ μεμιγμένη αὐτῇ, ἕψησις τοῦτο φυσική· ὅταν δὲ πλεῖον τὸ θερμὸν αὐτὸ γινόμενον ἀναξηραῖνον τὴν ὑγρότητα κατισχύσῃ αὐτῆς, ὀπτήσει τι ὅμοιον γίνεται, καὶ λέγεται προσκεκαύσθαι ἡ τροφή. διὸ οὐ μόνον αἱ κρατηθεῖσαι ὑπὸ τοῦ ψυχροῦ τροφαὶ ἄπεπτοι, ἀλλὰ καὶ αἱ ὑπὸ τοῦ θερμοῦ τὸν εἰρημένον γινόμεναι τρόπον. λέγει δὲ ἐν τῆ τῆς τροφῆς πέψει, ἥτις ἐν τῇ ἄνω κοιλίᾳ γίνεται, μηδὲ ζῷον γεννᾶσθαι, ὥς τινες ᾤοντο, ἀλλ’ ἐν τοῖς περιττώμασι καὶ τῇ ἀποκρίσει καὶ τῇ κάτω κοιλίᾳ σηπομένῃ, ὡς καὶ ἐπὶ τῶν ἐκτὸς σηπομένων ὁρᾶται γεννώμενά τινα ζῷα, ὡς προείρηκεν, ὅτε ἔλεγε περὶ σήψεως· γεννώμενα δὲ οὕτως τε καὶ ἐνταῦθα ἐπάνεισι πολλάκις ἐπὶ τὴν ἄνω κοιλίαν· ἔστι δὲ ταῦτα αἵ τε λεγόμεναι τερηδόνες καὶ οἱ ἕλμινθες. διὸ πολλάκις ἐν ταῖς νόσοις καὶ ἐμοῦνται. τὴν δὲ αἰτίαν τοῦ κάτω μὲν γεννᾶσθαι αὐτά, ἐπαν- ιέναι δὲ πολλάκις καὶ ἐπὶ τὴν ἄνω κοιλίαν ἐν ἑτέροις εἰρῆσθαί φησιν· ἐν γὰρ τοῖς Προβλήμασι. κάτω μὲν γὰρ καὶ ἐν τῇ κάτω κοιλίᾳ, ὅτι ἐκ σήψεως γίνεται, ἐνταῦθα δὲ ἡ σῆψις· ἐπάνεισι δὲ ἐν ταῖς νόσοις καὶ ἐπὶ τὴν ἄνω κοιλίαν δι’ ἃς αἰτίας ἐν ἐκείνοις λέγει. Τῇ μὲν οὖν ἑψήσει καὶ τῇ τοιαύτῃ πέψει ἡ μόλυνσις καὶ ἡ οὕτω γινομένη ἀπεψία ἐναντία, τῇ δὲ ὡς ὀπτήσει λεγομένῃ πέψει εἶναι μέν τινα καὶ αὐτῇ φησιν ἀντικειμένην ἀπεψίαν, ἀνωνυμώτερον δὲ τὸ τοιοῦτον εἶναι πάθος, εἶναι δὲ ὅμοιον τῇ ἐπὶ τῶν ὀπτωμένων στατεύσει λεγομένῃ, ἥτις ἐστίν, ἐπειδὰν γένηται δι’ ἔνδειαν θερμότητος ἀτελὴς ἡ ὄπτησις. ἡ δὲ ἔνδεια τῆς θερμότητος ἢ δι’ ὀλιγότητα τοῦ ὀπτῶντος πυρὸς γίνεται ἢ διὰ πλῆθος τοῦ ἐν τῷ ὀπτωμένῳ ὕδατος. ὅταν γὰρ πλείων μὲν ἡ | ἀπὸ τοῦ πυρὸς θερμότης ᾖ ἢ ὥστε μὴ κινῆσαι καὶ μεταβαλεῖν τὸ ὀπτώμενον, ἐλάττων δὲ ἢ ὥστε πέψαι, τότε γίνεται ἡ ὡς στάτευσις λεγομένη ἀπεψία ἐναντία οὖσα τῇ δι’ ὀπτήσεως γινομένῃ πέψει. τί μὲν οὖν ἐστι πέψις καὶ ἀπεψία. ὑπομιμνήσκει διὰ τούτων τῶν εἰρημένων· μνημονεύσας δὲ περὶ πέψεως καὶ ἀπεψίας, τῶν κοινῶν, αἳ ἦσαν ἀλλήλαις ἐναντίαι, καὶ πεπάνσεως καὶ ὠμότητος, ἃ πάλιν ἦν ἀλλήλοις ἐναντία, καὶ ἑψήσεως καὶ ὀπτήσεως ἐπὶ τούτοις μνημονεύσας προσέθηκε καὶ τὰναντία τούτοις. ἃ ἦν μόλυνσίς τε καὶ στάτευσις, ἡ μὲν μόλυνσις τῇ ἑψήσει, ἡ δὲ στάτευσις τῇ ὀπτήσει. Τῶν δὲ παθητικῶν, τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ, λεκτέον τὰ εἴδη. Εἰπὼν περὶ τῶν ἔργων τῶν ποιητικῶν δυνάμεων, αὗται δὲ ἦσαν τὸ θερμόν τε καὶ ψυχρόν, τίνα τε καὶ πόσα ἐργάζονται ἔν τε τῇ γενέσει τῶν οὐσιῶν καὶ ἐν ταῖς ἤδη συνεστώσαις οὐσίαις, μέτεισιν ἐπὶ τὸν περὶ τῶν παθητικῶν πάλιν δυνάμεων λόγον, αἵτινές εἰσι ξηρότης τε καὶ ὑγρότης, καὶ τίνα ἐστὶ τὰ τούτων εἴδη ζητεῖ. λέγει δὲ ἀρχὰς μὲν εἶναι τῶν ἐν τοῖς σώμασι παθῶν τό τε ξηρὸν καὶ τὸ ὑγρόν· ταῦτα γὰρ ἀρχαὶ καὶ αἰτίαι ὡς ὑλικαὶ τῶν ἐν αὐτοῖς παθῶν, ἡ ταῦτα πρῶτα ἐν τοῖς σώμασι πάθη· τὰ δ’ ἄλλα πάθη τὰ τῶν σωμάτων μεμῖχθαι μέν φησιν ἐκ τούτων, ὁποτέρου δὲ μᾶλλον αὐτῶν καὶ ἐπὶ πλέον μετέχει τὰ σώματα, τούτῳ προσνέμεται τῷ πάθει. τὰ μὲν γὰρ ξηροῦ τῶν μικτῶν πλέον ἔχοντα ξηρὰ λέγεται, τὰ δὲ ὑγροῦ ὑγρά. πάντα δέ, φησί, τὰ πάθη τὰ ἐν τοῖς σώμασι τὰ μὲν ἐντελεχείᾳ ἔσται ἐν αὐτοῖς, τὰ δὲ δυνάμει, ἢ πάντα τὰ σώματα ἢ τῷ ἐντελεχείᾳ εἶναι ἐν τῷ πάθει ῥηθήσεται 20 σῶμα ἤτοι ἐνεργείᾳ τοιοῦτον εἶναι, ἢ τῷ δύνασθαι. τίνι δὲ διαφέρει τὸ ἐντελεχείᾳ καὶ τὸ δυνάμει δεικνὺς παρέθετο, ἔχει δ’ οὕτω τῆξις πρὸς τὸ τηκτόν· τηκτὸν μὲν γὰρ καλεῖται τῷ δύνασθαι τήκεσθαι. τήκεται δὲ ᾧ ἐνεργείᾳ ἡ τῆξις ἤδη πάρεστιν. Ἐπεὶ δ’ ἐστὶ τὸ μὲν ὑγρὸν εὐόριστον. Εἰπὼν ἀρχὰς μὲν καὶ πρῶτα πάθη τῶν ἐν τοῖς σώμασι τὸ ξηρόν τε καὶ τὸ ὑγρόν, τὰ δ’ ἄλλα πάντα ἐκ τούτων εἶναι μεμιγμένα, πῶς ἔχει τὸ ξηρὸν καὶ τὸ ὑγρὸν πρὸς ἄλληλα καὶ πῶς ἡ μῖξις αὐτῶν γίνεται, λέγει. ἐπεὶ γάρ, φησίν, ἐστὶ τὸ μὲν ὑγρὸν εὐόριστον (áqoriston γὰρ ὂν οἰκείῳ ὅρῳ εὐόριστόν ἐστιν ἀεὶ ὁριζόμενον καὶ συσχηματιζόμενον τῷ περιέχοντι), τὸ δὲ ξηρὸν δυσόριστον (ἴδιον γὰρ ὅρον ἔχον καὶ σχῆμα οὐ συσχηματίζεται τῷ περιέχοντι) παραπλήσιόν τι πρὸς ἄλληλα πάσχουσιν, ὁποῖόν τι τὸ ὄψον καὶ τὰ ἡδύσματα. τῶν γὰρ ἁλῶν καὶ ὅλως τῶν ἡδυσμάτων μιγνυμένων 35 τῷ ὄψῳ ἕν τι ἐξ ἀμφοῖν ἀποτελεῖται, τῶν ὄψων παρὰ τῶν ἡδυσμάτων διὰ τὴν μῖξιν λαμβανόντων τὸ ἐδώδιμον. ὡς δὲ ἐπ’ ἐκείνων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ ξηροῦ τε καὶ ὑγροῦ. καὶ γὰρ ἐν τούτοις τὸ ξηρὸν παρὰ τῆς τοῦ ὑγροῦ μίξεως τὸ δύνασθαι ὁρίζεσθαι λαμβάνει καὶ γίνεται ἐν τῇ μίξει τῇ πρὸς ἄλληλα ἑκάτερον ἑκατέρῳ οἷον κόλλα· τό τε γὰρ ὑγρὸν τῷ ξηρῷ τοῦ συνεστάναι καὶ μὴ διαπίπτειν αἴτιον καὶ τὸ ξηρὸν ὁμοίως τῷ ὑγρῷ τοῦ μὴ διαχεῖσθαι μηδὲ σκίδνασθαι, ἀλλὰ σύστασιν ἔχειν. εἰπὼν δὲ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἐν τῇ μίξει ἑκάτερον ἑκατέρου γίνεσθαι οἷον κόλλαν, ἐμνημόνευσεν Ἐμπεδοκλέους ὡς τὸ αὐτό πὼς εἰρηκότος διὰ τοῦ “ἄλφιτον ὕδατι κολλήσας”· καὶ γὰρ ἐκεῖνος κολλήσει εἴκασε τὴν τοῦ ὑγροῦ τῷ ξηρῷ μῖξιν. καὶ διὰ τοῦτο τὸ συνεστός τε καὶ ὡρισμένον σῶμα ἅπαν ἐξ ἀμφοῖν φησιν εἶναι, ὑγροῦ τε καὶ ξηροῦ, ὡς ἐκείνων, εἰ ἄκρατα λαμβάνοιντο, ἀορίστων ὄντων. λέγει δὲ καὶ τίνα ἐστὶ τῶν ἁπλῶν σωμάτων τὰ κατὰ τὰς δυνάμεις ταύτας εἰδοποιούμενα μάλιστα· γῆ μὲν γὰρ κατὰ τὸ ξηρόν, ὕδωρ δὲ κατὰ τὸ ὑγρόν. διὸ ἐπεὶ πάντα τὰ ὡρισμένα σώματα, ὡς εἶπεν, ἐκ μίξεως ἐστιν ὑγροῦ τε καὶ ξηροῦ, ὑγρὸν δὲ καὶ ξηρὸν ὕδωρ καὶ γῆ, πάντα τὰ ὡρισμένα σώματα ἐξ ὕδατός ἐστι καὶ γῆς. τὸ δὲ ἐνταῦθα προσέθηκε δηλωτικὸν τοῦ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ σώμασιν· ἐν γὰρ τούτοις τὰ ὡρισμένα ἐξ ἀμφοτέρων τούτων ἀνάγκη εἶναι· οὐ γὰρ καὶ ἐν τοῖς θείοις. τούτων δὲ τῶν μεικτῶν τε καὶ ὡρισμένων ὁποτέρου ἄν πλέον ἐν τῇ μίξει ᾖ, τοῦτο εἶναι λέγεται, καὶ ὁποτέρα ἂν δύναμις ὑπερέχῃ· γῆς μὲν γὰρ οἱ λίθοι, ὅτι πλεῖον ἐν αὐτοῖς τὸ ξηρὸν καὶ γεῶδες, ὕδατος δὲ πάλιν τὸ μέλι καὶ ὁ οἶνος καὶ οἱ τοιοῦτοι χυμοί. διὰ τοῦτο δέ φησι καὶ ἐν γῇ καὶ ὕδατι μόνοις εἶναι ζῷα καὶ γίνεσθαι, ἐν δὲ πυρὶ καὶ ἀέρι οὐκέτι, ὅτι δεῖ μὲν τοῖς ζώοις ὕλην ὑποκεῖσθαι, ὕλη δὲ τὸ παθητικόν, παθητικὰ δὲ τὸ ὑγρόν τε καὶ ξηρόν, ἅ ἐστιν ὕδωρ τε καὶ γῆ. ὅτι δὲ καὶ τὰ πτηνὰ ἐν γῇ γίνεται, οὐ χαλεπὸν γνῶναι. | Τῶν δὲ σωματικῶν παθημάτων ταῦτα πρῶτα ἀνάγκη ὑπάρχειν. Δείξας ὅτι πᾶν ὡρισμένον σῶμα ἐκ ξηροῦ τε καὶ ὑγροῦ τὴν σύνθεσιν ἔχει, προστίθησιν ὅτι πᾶν τὸ ὡρισμένον, τουτέστιν ἐκ ξηροῦ τε καὶ ὑγροῦ συγκείμενον, ἀνάγκη πρὸ τῶν ἄλλων παθῶν ἢ σκληρότητα ἢ μαλακότητα ἔχειν· τὸ μὲν γὰρ πλεῖον ἔχον τοῦ ξηροῦ σκληρόν, τὸ δὲ τοῦ ὑγροῦ μαλακόν. εἰπὼν δὲ τῶν ὡρισμένων σωμάτων ἀναγκαῖον ἕκαστον ἢ σκληρὸν ἢ μαλακὸν εἶναι, τί τὸ σκληρὸν καὶ τί τὸ μαλακόν ἐστι λέγει. σκληρὸν μὲν οὖν φησιν εἶναι τὸ μὴ ὑπεῖκον εἰς αὑτὸ κατὰ τὸ ἐπίπεδον, τουτέστι τὸ μὴ εἶκον κατὰ τὴν ἐπιφάνειαν, ἀλλ’ ἀντιβαῖνον καὶ ἀντιτυποῦν, μαλακὸν δὲ τὸ ὑπεῖκον τῷ μὴ ἀντιπεριίστασθαι, τουτέστι τὸ εἶκον κτὰ τὴν ἐπιφάνειαν τῇ ἁφῇ τῷ συστέλλεσθαι, ἀλλὰ μὴ τῷ διαιρούμενον ἀντιπεριίστασθαι. τὸ γὰρ ὕδωρ καὶ ὁ ἀήρ, καίτοι εἴκοντα τῆ ἁφῇ, οὐ μαλακά· εἴκει γὰρ τῷ διαιρούμενα ἀντιπεριίστασθαι, ἀλλ’ οὐ τῷ τὴν ἐπιφάνειαν αὐτῶν συνεχῆ μένουσαν συστέλλεσθαι εἰς τὸ βάθος, καθ’ ὃ θλίβεται. ὁρισάμενος δὲ τό τε σκληρὸν καὶ τὸ μαλακόν, ἐπεὶ τῶν συνθέτων σωμάτων τὰ μὲν ἀπλῶς ἔστι τε καὶ λέγεται σκληρὰ ἢ μαλακά, τὰ δὲ πρὸς ἄλληλα (τὰ γὰρ αὐτὸ πρὸς ἄλλο μὲν σκληρόν, πρὸς ἄλλο δὲ μαλακόν ἐστι), λέγει ὅτι τὰ μὲν ἀπλῶς μαλακὰ ἢ ἁπλῶς σκληρά, ἀλλὰ μὴ κατὰ τὴν πρὸς ἄλληλα σύγκρισιν, τὰ τοὺς εἰρημένους ἐπιδεχόμενα λόγους ἐστίν, πρὸς ἄλλα δὲ σκληρὰ ἢ πρὸς ἄλλα μαλακὰ τὰ πρὸς ἐκεῖνα τοιαῦτα, καὶ ἐκείνων μᾶλλον τοὺς λόγους ἐπιδεχόμενα· τοιαῦτα γὰρ τὰ σκληρότερα, ὡς ἐκείνων ὧν σκληρότερα ἧττον ὑπείκειν κατὰ τὴν ἐπιφάνειαν, καὶ πάλιν μαλακώτερα τὰ ὑπείκοντα μᾶλλον τῷ κατὰ τὴν ἐπιφάνειαν εἰς βάθος συστέλλεσθαι. τὰ μὲν οὖν πρὸς ἄλληλα λεγόμενα σκληρὰ καὶ μαλακὰ ἀλλὰ μὴ ἁπλῶς ἀόριστά ἐστι· κατὰ γὰρ τὸ μᾶλλον καὶ τὸ ἧττον τὸ ἀόριστον ἐν αὐτοῖς· τὰ δὲ ἁπλῶς σκληρὰ καὶ ἁπλῶς μαλακὰ οὐκέτ’ ἀόριστα· οὐ γὰρ ἂν ἦν ἁπλῶς. ἐφεξῆς δὲ τὰ σκληρὰ καὶ μαλακὰ ἀπλῶς τίνι συγκρίνεται καὶ τίνι ὁρίζεται λέγει. ἐπεὶ γὰρ πάντων τῶν αἰσθητῶν ἡ οἰκεία αἴσθησις κριτήριον, δῆλον ὅτι καὶ τῶν σκληρῶν τε καὶ τῶν μαλακῶν ἡ ἁφή· αὕτη οὖν ὁρίζει τὸ ἁπλῶς σκληρόν τε καὶ μαλακόν. λέγει δὲ καὶ πῶς ὁρίζεται· ἐπεὶ γὰρ ἡ ἁφὴ ἐν μεσότητί ἐστιν ἐκείνων ὧν αἰσθάνεται, (οὐ γὰρ οὕτως αἰσθάνεται τῶν ἁπτῶν ἡ ἁφὴ ὡς ἡ ὄψις τῶν χρωμάτων· ἡ μὲν γὰρ τῷ μὴ ἔχειν οἰκεῖον χρῶμα ἀντιληπτικὴ πάντων ἐστὶ τῶν χρωμάτων, τῶ δέχεσθαι αὐτῶν τὰ εἴδη, ἡ δὲ ἁφὴ οὐ τῷ ἔξω τῶν ἁπτῶν εἶναι παθῶν οὕτως αὐτῶν τὴν ἀντίληψιν ποιεῖται· ἀδύνατον γὰρ σῶμά τι ὂν ἐνεργείᾳ μὴ μετά τινων ἀπιὼν παθῶν εἶναι· τούτοις γὰρ ὥρισται τὸ σῶμα· σῶμα δὲ καὶ δι’ οὗ ἡ ἁφή, ἁπτὸν ἄρα καὶ αὐτό), οὐ τῷ μὴ ἔχειν οὖν ταῦτα τὰ πάθη, ἀλλὰ τῷ ἐν μεσότητι αὐτῶν εἶναι ἀμφοῖν τῶν ἐναντιώσεων ἐπ’ ἴσης μετέχουσα καὶ ἐξ αὐτῶν κεκραμένη τῶν ὑπερβολῶν καὶ τῶν ἐλλείψεων διὰ τῆς μεσότητος ταύτης ἀντιλαμβάνεται. διὸ οὐ πάντων αἰσθάνεται τῶν ἁπτῶν ἡ ἁφή, ὥσπερ ἡ ὄψις πάντων τῶν χρωμάτων· οὔτε γὰρ τοῦ ὁμοίως θερμοῦ οὕτε τοῦ ὁμοίως αὐτῇ σκληροῦ ἢ μαλακοῦ ἢ σκληροῦ ἢ ὑγροῦ ἡ ἁφὴ ἀντιληπτική, ἀλλὰ καθ’ ἕκαστον τούτων τοῦ ὑπερβάλλοντος αὐτὴν καὶ τοῦ ἐνδέοντος, καὶ ἐπὶ σκληροῦ καὶ μαλακοῦ τὸν αὐτὸν τρόπον. ἔσται οὖν σκληρὸν μὲν ἀπλῶς τὸ κατὰ τοῦτο ὑπερβάλλον τὴν τῆς ἁφῆς μεσότητα καὶ οὕτως αὐτῇ ἀντιληπτὸν ὡς μὴ ὑπεῖκον· πάλιν δ’ αὖ μαλακὸν ἁπλῶς, οὗ ἡ αἴσθησις ἀντιλαμβάνεται διὰ τὸ μᾶλλον αὐτῇ ὑπείκειν. ὥστε ἔσται τὸ μὲν ἀπλῶς σκληρόν, οὗ ἡ ἁφὴ μαλακωτέρα οὖσα ἀντιλαμβάνεται, τὸ δὲ ἀπλῶς μαλακόν, οὗ ἡ ἁφὴ σκληροτέρα οὖσα ἀντιλαμβάνεται. καὶ ἡ μὲν ἁφὴ κατὰ τοῦτο μεσότης· λέγονται δὲ αἱ αἰσθήσεις μεσότητες καὶ καθ’ ὅσον ἀμφοτέρων τῶν ἐναντίων ἀλλήλοις εἰδῶν εἰσι δεκτικαί· τὸ γὰρ τῶν ἐναντίων δεκτικὸν μέσον πὼς ἐκείνων. ἔτι καὶ κατὰ τοῦτο μεσότητες, καθ’ ὅσον ὑπὸ μὲν τῶν ἐνδειῶν καὶ τῶν ὑπερβολῶν τῶν αἰσθητῶν φθείρονται, ὑπὸ δὲ τοῦ συμμέτρου τε καὶ μέσου σώζονται. τὸ δὲ λεπτὸν καὶ μαλακὸν εἶναί φαμεν. ἀντὶ τοῦ τὸ δὲ ἐνδιδὸν εἶπε τὸ δὲ λεπτόν· τὸ γὰρ λεπτὸν ἐνδοτικόν, ὥσπερ αὖ καὶ τὸ παχὺ ἀντιβατικόν. ἀποδίδωσι δὲ καὶ αἰτίαν τοῦ πᾶν ὡρισμένον σῶμα ἢ σκληρὸν ἢ μαλακὸν εἶναι· ἢ γὰρ ὑπείκειν αὐτὸ τῇ ἀφῇ ἀνάγκη ἢ μή, ὧν τὸ μὲν μαλακοῦ, τὸ δὲ σκληροῦ. Ἔτι πεπηγὸς εἶναι. | Λαβὼν πᾶν ὡρισμένον σῶμα ἢ σκληρὸν ἢ μαλακὸν εἶναι προστίθησι καὶ ἄλλο πάθος αὐτῷ· δεῖν γάρ φησι τὸ ὡρισμένον σῶμα πεπηγὸς εἶναι· πήξει γάρ τινι καὶ τὸ σκληρὸν σκληρὸν καὶ τὸ μαλακὸν μαλακόν· πᾶν γὰρ τὸ ὡρισμένον τε καὶ συνεστὸς σῶμα, ἢ μαλακὸν ἡ σκληρὸν ὄν, ἐν πήξει τινὶ ποιᾷ τοιοῦτόν ἐστιν· οὐδὲν ἄρα σῶμα σύνθετόν τε καὶ ὡρισμένον χωρὶς πήξεως. διὸ ὁ περὶ πήξεως λόγος ἀναγκαῖος τῷ περὶ τῶν σωματικῶν παθῶν λέγοντι. λέγων δὴ περὶ πήξεως περὶ τῶν αἰτίων ἀναλαβὼν λέγει. φησὶ δὴ τὰ παρὰ τὴν ὕλην αἴτια δύο εἶναι, τό τε ποιοῦν καὶ τὸ πάθος, πάθος λέγων τὸ γινόμενον εἶδος ὑπὸ τοῦ ποιοῦντος ἐν τῇ ὕλη, ὡς εἶναι τὰ αἴτια τρία, ὕλην, εἶδος, ποιοῦν, ὡς τῷ εἴδει συναριθμουμένου καὶ τοῦ τέλους· δοκεῖ γὰρ ἐν τοῖς γινομένοις φύσει τοῦτ’ εἶναι τέλος. εἰ δὴ ἐν πᾶσι τοῖς γινομένοις τοσαῦτά τε καὶ ταῦτα τὰ αἴτια, καὶ ἡ πῆξις δὲ τῶν γινομένων, εἴη ἄν καὶ πήξεως αἴτια ταῦτα, ὁμοίως καὶ διαχύσεως, ὅπερ ἐστὶν ἐναντίον τῇ πήξει, ἀλλὰ καὶ τοῦ ξηραίνεσθαί τε καὶ ὑγραίνεσθαι, δι’ ὧν τὸ πήγνυσθαί τε καὶ διαχεῖσθαι, ὡς ἐρεῖ. λέγει δὲ καὶ τίσι χρώμενον δυνάμεσι τὸ ποιοῦν ποιεῖ· ὅτι γὰρ τῷ θερμῷ τε καὶ ψυχρῷ. αὗται γὰρ ἦσαν αἱ δυνάμεις ποιητικαί, τῷ διὰ τούτων τὸ ποιοῦν ποιεῖν· θερμαῖνον γὰρ ἢ ψῦχον ποιεῖ. εἰ δ’ οὕτως καὶ διὰ τούτων ποιεῖ τὸ ποιοῦν, εἴη ἂν καὶ τὸ ἐν τῷ πάσχοντι γινόμενον πάθος παρουσίᾳ θερμοῦ γινόμενον ἡ ψυχροῦ. Ἐπεὶ δὲ τὸ πήγνυσθαι ξηραίνεσθαί πώς ἐστιν· Εἰπὼν περὶ σκληροῦ τε καὶ μαλακοῦ, ἃ πρῶτα πάθη εἶπεν εἶναι τῶν συνθέτων τε καὶ ὡρισμένων σωμάτων, καὶ μετὰ ταῦτα περὶ πήξεως εἰπεῖν προθέμενος (καὶ γὰρ τοῦτο τὸ πάθος ἐν τοῖς σώμασιν ὑπὸ τῶν ποιητικῶν δυνάμεων γίνεται), πρὸ τοῦ τί ποτέ ἐστι πῆξις εἰπεῖν πρῶτον περὶ τοῦ ξηραίνεσθαι λέγει, ἐπεὶ καὶ τὸ πήγνυσθαι ὑπὸ τὸ ξηραίνεσθαι· τὸ γὰρ πηγνύμενον ξηραίνεταί πὼς. λέγει δὴ τὸ πάσχον ἢ ὑγρὸν εἶναι ἢ ξηρὸν ἢ ἐκ τούτων· αὗται γὰρ ἦσαν αἱ δυνάμεις αἱ παθητικαί. ἔκειτο δὲ εἶναι τοῦ μὲν ὑγροῦ τὸ ὕδωρ, τοῦ δὲ ξηροῦ τὴν γῆν, τουτέστι τῷ μὲν ὑγρῷ εἰδοποιεῖσθαι τὸ ὕδωρ, τῷ δὲ ξηρῶ τὴν γῆν. διὰ γὰρ τοῦτο τῶν σωμάτων τῶν ἐχόντων ἐν αὑτοῖς ὑγρότητα ἢ ξηρότητα ταῦτά ἐστι τὰ παθητικά· ἔχει μὲν γὰρ καὶ τὸ πῦρ ξηρότητα καὶ ὁ ἀὴρ ὑγρότητα, ἀλλὰ τῷ μὴ κατὰ ταύτας τὰς δυνάμεις εἰδοποιεῖσθαι οὐ παθητικὰ ταῦτα. ἐπεὶ δὲ παθητικὰ μὲν ὕδωρ τε καὶ γῆ, ἔστι δ’ ἐν ἀμφοτέροις ἡ ψυχρότης (ἥ τε γὰρ γῆ πρὸς τῷ ξηρῷ καὶ τὸ ψυχρὸν ἔχει τό τε ὕδωρ πρὸς τῷ ὑγρῷ καὶ ψυχρόν ἐστι), διὰ τοῦτο καὶ τὸ ψυχρὸν μᾶλλον δοκεῖ τῶν παθητικῶν ἢ τῶν ποιητικῶν εἶναι. ἐπεὶ δὲ ἔκειτο τὸ μὲν ψυχρὸν ποιητικὸν εἶναι, εἶπε δὲ αὐτὸ παθητικὸν νῦν μᾶλλον τῷ εἶναι ἐν τοῖς πάσχουσι σώμασι, λέγει πῶς ἐστι ποιητικόν· ὡς γὰρ φθαρτικόν· ἐπεὶ γὰρ καὶ τὸ φθείρειν ποιεῖν, τὰ δὲ φθειρόμενα δι’ ὑπερβολὴν ψυχρότητος καὶ κατ’ ἐπικράτειαν φθείρεται, οὕτως ποιητικὸν τὸ ψυχρόν· ἢ ὡς κατὰ συμβεβηκός· ὅταν γάρ τι ὑπὸ τοῦ θερμοῦ γένηται ἢ τῷ συνάγοντος καὶ πυκνοῦντος τοῦ ψυχροῦ εἰς ἓν ἀθροίζεσθαι τὸ ἐν τῷ ψυχομένῳ ἐνυπάρχον θερμόν, ὡς ἐπὶ τῶν βροντῶν ἐγίνετο καὶ τῶν ἀστραπῶν, ἀλλὰ καὶ αἱ πέψεις οὕτως, ἡ τῷ ἀντιπεριίστασθαι τὸ θερμὸν μεταχωροῦν καὶ ὑποχωροῦν τῷ ψυχρῷ, ὡς γίνεται τοῦ χειμῶνος τὰ κατὰ γῆν τε καὶ ὑπὸ γῆν θερμότερα· διὸ καὶ αἱ πηγαὶ τοῦ χειμῶνος θερμότεραι. δοκεῖ γὰρ τούτων τὸ ψυχρὸν αἴτιον εἶναι, οὐ προσεχῶς αὐτὸ ποιοῦν, ἀλλὰ τῷ τὸ θερμὸν ἠθροῖσθαι καὶ γεγονέναι τοσοῦτον ὥστε ποιεῖν, ἢ τοῦ ἐν τοῖσδε τοῖς τόποις εἶναι παρὰ τοῦ ψυχροῦ τὴν αἰτίαν ἔχειν. Ξηραίνεται δὲ ὅσα ἐστὶν ὕδωρ καὶ ὕδατος εἴδη. Προθέμενος εἰπεῖν περὶ τοῦ ξηραίνεσθαι πρῶτον ὑπομνήσας ἡμᾶς, τίνα ἐστὶ παθητικὰ τῶν σωμάτων ὅτι γὰρ τὰ ὑγρὰ ἢ ξηρὰ ἢ μικτὰ ἐκ τούτων) νῦν λέγει τίνα ἐστὶ τὰ ξηραινόμενα. ξηραίνεσθαι δέ φησι | ταῦτα ὅσα ὕδωρ ἐστὶν ἢ ὕδατος εἴδη. τίνα δέ ἐστιν ὕδατος εἴδη, αὐτὸς ἐρεῖ μετ’ ὀλίγον· ὅσα γὰρ μηδεμίαν ἢ βραχεῖαν ὑπόστασιν ἔχει ὄντα ὑδατώδη, ὡς οἶνος, οὖρον, ὄρρος. ξηραίνεται δὲ ταῦτα καὶ τὰ ὕδωρ ἐν αὑτοῖς ἔχοντα, εἴτε ἔξωθεν καὶ ἐπακτὸν τοῦτο ἔχει καὶ μὴ ἐν τῇ οἰκείᾳ φύσει, ὡς τὰ ἔρια τὰ βεβρεγμένα καὶ τὰ ἱμάτια (οὑ γὰρ τῷ ἐρίῳ ἐν τῷ βρέχεσθαι τὸ ἐρίῳ εἶναι, ἀλλ’ ἔξωθεν αὐτοῦ τῆς οὐσίας ὂν τὸ ὕδωρ ἐστὶν ἐν αὐτῷ, ὅταν ᾖ βεβρεγμένον), εἴτε καὶ ἐν τῇ οἰκείᾳ φύσει ἔχει αὐτό· καὶ γὰρ τὰ οὕτως ἔχοντα ἐν αὑτοῖς ὕδωρ ξηραίνεται. τοιοῦτόν ἐστι τὸ γάλα· τοῦτο γὰρ ἐν τῇ αὑτοῦ οὐσίᾳ τε καὶ φύσει τὸ ὑγρὸν ἔχει· ἐν γὰρ τούτῳ τὸ γάλακτι αὐτῷ εἶναι. λέγων δὲ τίνα ἐστὶν ὕδατος εἴδη, ὅσα, φησί, μηδεμίαν ἢ βραχεῖαν ἔχει ὑπόστασιν, μὴ διὰ γλισχρότητα, ὡς τῶν γλίσχρων οὐ τῷ μὴ ἔχειν ἐν αὑτοῖς πολὺ τὸ ὑποστησόμενον οὐ πασχόντων τοῦτο, ἀλλὰ διὰ τὴν γλισχρότητα ἀναμεμιγμένων ἐν αὐτοῖς τῶν ὑφισταμένων οὕτως, ὡς μὴ δύνασθαι διαλύεσθαι καὶ χωρίζεσθαι τοῦ ἐν αὐτοῖς ὑγροῦ. εἰπὼν δὲ τίνα ἐστὶ τὰ ξηραινόμενα ἐφεξῆς λέγει πῶς ξηραίνεται καὶ ὑπὸ τίνος· ἢ γὰρ θερμαινόμενα τὰ ξηραινόμενα πάντα ξηραίνεσθαι ἢ ψυχόμενα. λέγει δὲ καὶ τὰ διὰ τὸ ψύχεσθαι ξηραινόμενα ὑπὸ θερμοῦ ξηραίνεσθαι· τῶν γὰρ ψυχομένων ὑπὸ τοῦ ψύχους ἐξατμιζόμενον τὸ ἐν αὐτοῖς θερμὸν συνεξάγει τὸ ὂν ὑγρὸν ἐν αὐτοῖς, ἄν ὀλίγον ᾖ, καὶ οὕτως ξηραίνεται. εἰπὼν δὲ ὑπὸ τῆς ἐντὸς θερμότητος ἢ τῆς ἔξω, πῶς ὑπὸ τῆς ἐντὸς θερμότητος ξηραίνεταί τινα, ἔδειξεν ἐπὶ τῶν ἱματίων τῶν ἐν ψύχει ξηραινομένων, ὅταν ᾖ βεβρεγμένα καὶ ἔχῃ ἐν αὑτοῖς ὑγρὸν αὐτὸ καθ’ αὑτὸ καὶ κεχωρισμένον. ἔστι γάρ τινα, ἃ σύμφυτον ἔχει τὸ ὑγρόν, οἷον ἦν τὸ γάλα, ἃ οὐκέθ’ οὕτως ξηραίνεται, ὡς ὑπὸ τῆς ἐν αὐτοῖς θερμότητος διὰ τὸ ψῦχος ἐξατμιζομένης συνεξατμίζεσθαι καὶ τὸ ὑγρὸν αὐτῶν. οὐ γὰρ οὕτως τὰ τοιαῦτα ξηραίνεται, ἀλλ’ ὑπὸ τοῦ ἔξωθεν θερμοῦ ἐξατμίζοντος τὸ ἐν αὐτοῖς ὑγρόν. ξηραίνεται μὲν οὖν πάντα τὰ ξηραινόμενα ἢ ψυχόμενα ἢ θερμαινόμενα, καὶ πάντα, ὡς ἐδείχθη, θερμῷ, ἢ τῷ ἐκτὸς θερμαίνοντι καὶ ἐξατμίζοντι τὸ ἐν τοῖς ξηραινομένοις ὑγρὸν ἢ τῷ ἐντός, ὃ διὰ τὴν ψῦξιν ἐξατμιζόμενον ἐκ τοῦ ξηραινομένου συνεξατμίζει καὶ συνεξάγει καὶ τὸ ὑγρὸν τὸ ἐν αὐτῷ. ὑπὸ μὲν οὖν τῆς ἐκτὸς θερμότητος ξηραίνεται τὰ ξηραινόμενα οὕτως ὡς τὰ ἑψόμενα, ὑπὸ δὲ τῆς ἐντὸς πάλιν οὕτως, ὡς ὅταν τῶν ἑψομένων ἀφαιρεθέντος τοῦ ἐκτὸς πυρὸς τὸ ὑγρὸν τὸ ἐν αὐτοῖς ἀναλωθῇ ὑπὸ τῆς ἐν αὐτοῖς θερμότητος ἀποπνεούσης καὶ συνεξαγούσης καὶ τὸ ὑγρόν· ψυχομένων γὰρ αὐτῶν ἀποπνέον τὸ θερμὸν συνεξάγει καὶ τὸ ὑγρόν. Εἰπὼν δὲ τίνα ἐστὶ τὰ ξηραινόμενα καὶ πῶς καὶ ὑπὸ τίνος (ξηραίνεται γὰρ τὰ ὑγρά, ὡς εἶπε, τῷ θερμαίνεσθαι ἢ ψύχεσθαι ἀναλισκομένου καὶ φθειρομένου τοῦ ὑγροῦ ὑπὸ τῆς ἔξω θερμότητος ἢ ὑπὸ τῆς ἐν αὐτοῖς), μέτεισιν ἐπὶ τὸν περὶ τῶν ὑγραινομένων λόγον· ἐναντίον γὰρ τοῦτο τὸ πάθος τῷ ξηραίνεσθαι. λέγει δὴ τὸ ὑγραίνεσθαι διχῶς γίνεσθαι, ἢ γὰρ ὅταν μεταβολὴ γένηται εἰς ὕδωρ ἐκ συνισταμένης τε καὶ πυκνουμένης τῆς ἀναθυμιάσεως (ὑγραίνεται γὰρ τότε αὕτη μεταβάλλουσα εἰς ὕδωρ) ἢ ὅταν τὸ πεπηγὸς καὶ διὰ τοῦτο στερεὸν ὂν τήκηται· καὶ γὰρ τοῦτο ὑγραίνεται. τὸ μὲν οὖν συνιστάμενον καὶ οὕτως ὑγραινόμενον πνεῦμά φησιν εἶναι, λέγων πνεῦμα τὴν ἀναθυμίασιν, ἥτις οὖσα ἀτμιδώδης ἔχει τι καὶ τῆς καπνώδους τε καὶ ξηρᾶς ἀναθυμιάσεως· ἐν ᾗ γὰρ τὸ ἀτμιδῶδες πλέον, αὕτη συνίσταται. περὶ δὲ τῆς τήξεως καὶ τῶν διὰ τῆξιν ὑγραινομένων ἅμα, φησίν, ἔσται δῆλον λεγόντων ἡμῶν περὶ πήξεως. | Καὶ λέγει περὶ πήξεως, καὶ πρῶτον καὶ ἐπὶ ταύτης τίνα ἐστὶ τὰ πηγνύμενα λαμβάνει. πήγνυσθαι δέ φησιν ἢ ὅσα ὕδατός ἐστιν ἢ ὅσα γῆς καὶ ὕδατος. τοιοῦτο γὰρ ὁ πηλός, ὁ κηρός, τὰ τούτοις ὅμοια. εἰπὼν δὲ τίνα πήγνυται, ἐφεξῆς λέγει ὑπὸ τίνος τε καὶ πῶς. πήγνυσθαι οὖν φησι τὰ πηγνύμενα ἡ θερμῷ ἢ ψυχρῷ ξηρῷ· οὗ σημεῖον τὸ λύεσθαι μὲν τὰ πεπηγότα ὑπὸ τῶν ἐναντίων τοῖς τῆς πήξεως αὐτῶν αἰτίοις, ὅσα γε τῶν παγέντων ἐστὶ λυτά, λύεσθαι δὲ τῶν πεπηγότων τὰ μὲν ὑπὸ ὕδατος, ὅ ἐστι ψυχρόν τε καὶ ὑγρόν, ὡς πεπηγότα ὑπὸ θερμοῦ τε καὶ ξηροῦ· ὅτι γὰρ τὰ ὑπὸ πυρὸς πηγνύμενα οὐ καθὸ θερμόν ἐστι τὸ πῦρ, κατὰ τοῦτο μόνον ὑπ’ αὐτοῦ πήγνυται, ἀλλὰ καὶ καθὸ ξηρόν, δῆλον ἐκ τοῦ μὴ πήγνυσθαι αὐτὰ ὑπὸ ὕδατος θερμοῦ, ὅτι μὴ ἔστι πρὸς τῷ θερμῷ καὶ ξηρόν. τὰ δὲ ὑπὸ πυρὸς λυόμενα δῆλον ὡς ὑπὸ ψυχροῦ ἐπάγη· οὐκέτι δὲ τὰ ὑπὸ πυρὸς λυόμενα, ἐπεὶ τὸ πῦρ ἐστι πρὸς τῷ ξηρῷ καὶ θερμόν, εἴη ἂν πεπηγότα πρὸς τῷ ψυχρῷ ὑπὸ ὑγροῦ· οὐδενὶ γὰρ τὸ ὑγρὸν πήξεως αἴτιον ὡς ποιητικόν, ἐπεὶ ὡς ὕλη γε αὐτὸ τῶν πηγνυμένων ἐστίν. ὅτι γὰρ μὴ τὸ ὑγρὸν πήξεως ποιητικόν, δείκνυσι διὰ τοῦ δεικνύναι ὅτι μηδὲ τῷ μέλιτι τῷ ἑφθῷ τὸ ὕδωρ τὸ ψυχρὸν αἴτιον πήξεως γίνεται, καθὸ ὑγρόν ἐστιν, ἀλλὰ καθὸ ψυχρὸν μόνον· ὑπὸ μὲν γὰρ τοῦ ψυχροῦ καὶ μὴ ὑγροῦ πήσσεται, ὑπὸ δὲ ὑγροῦ καὶ μὴ ψυχροῦ οὐκέτι, ὡς πηγνύμενον καὶ ὑπὸ τοῦ ὑγροῦ ψυχροῦ, τουτέστιν ὕδατος, οὐ καθὸ ὑγρόν, ἀλλὰ καθὸ ψυχρόν. ὅσα μὲν οὖν ἐστιν ὕδατος. ἐπειδὴ τὰ μὲν ὑπὸ θερμοῦ ξηροῦ εἶπε τὰ δὲ ὑπὸ ψυχροῦ πήγνυσθαι, τίνα ὑπὸ τίνος τούτων πήγνυται λέγει. τὰ μὲν οὖν ὕδατος ὄντα οὐ πήγνυται ὑπὸ πυρός· λύεται γὰρ ὑπὸ τούτου, ὅσα ἐξ ὕδατος ὄντα πεπηγμένα ἐστίν, ἀδύνατον δὲ τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτό, τουτέστι κατὰ τὴν αὐτὴν δύναμιν τῶν ἐναντίων εἶναι αἴτιον. ὥστ’ εἰ τὸ πῦρ διὰ τὴν θερμότητα λύει τὰ ἐξ ὕδατος πεπηγότα, οἷον τὸν κρύσταλλον, οὐκ ἂν αὐτὸ ἅμα καὶ πηγνύοι διὰ θερμότητα. ἀλλ’ οὐδὲ τὴν ἐν τῷ πυρὶ ξηρότητα ἔνεστιν αἰτιάσασθαι τῆς τῶν τοιούτων πήξεως· ὑπὸ ὑγροῦ γὰρ ἂν ἐλύετο, νῦν δὲ οὐδὲν τῶν τοιούτων λυτικόν ἐστιν, εἰ μὴ μετὰ θερμότητος εἴη, ὡς ὑπὸ τοῦ θερμοῦ τῆς λύσεως αὐτοῖς γινομένης. ἔτι τὰ ὑδατώδη τῷ ἀπιέναι τὸ ἐν αὐτοῖς θερμὸν πήγνυται· τῷ εἰσιέναι ἄρα λυθήσεται. διὰ μὲν οὖν τῆς πρώτης ἐπιχειρήσεως λαβὼν ὡς ἐναργὲς ὂν τὸ ὑπὸ τοῦ πυρὸς λύεσθαι τὰ τοιαῦτα τῶν πεπηγότων, ἔδειξεν ὅτι μὴ πήγνυται ὑπὸ πυρός· διὰ δὲ τοῦ δευτέρου λαβών, πῶς τὰ τοιαῦτα πήγνυται, ὅτι μὴ ὑπὸ πυρὸς δύναται πήγνυσθαι (τοὐναντίον γὰρ ὑπὸ τούτου λύεται) κατεσκεύασε. δείξας δὲ ὅτι μὴ ὑπὸ πυρὸς ὅσα ἐξ ὕδατός ἐστι πέπηγε, λέγει ὑπὸ τίνος πήγνυται ταῦτα· ὑπὸ γὰρ ψυχροῦ. διὰ τοῦτό φησι μηδὲ παχύνεσθαι πηγνύμενα τὰ ἐξ ὕδατος· ἡ μὲν γὰρ πάχυνσις γίνεται τοῖς πηγνυμένοις τοῦ μὲν ὑγροῦ ἀπιόντος ἐξ αὐτῶν, τοῦ δὲ ξηροῦ τοῦ ἐν αὐτοῖς συνισταμένου, ἀδύνατον δὲ τὸ ὕδωρ καὶ ὅσα ὕδατος εἴδη παχυνθῆναι, τῷ ἢ μηδὲν ἢ ὀλίγον παντελῶς ἔχειν ἐν τῇ οἰκείᾳ φύσει τὸ γεῶδες. εἰπὼν δὲ τὸ ὅσα ὕδατός ἐστι τῶν πηγνυμένων, μὴ πήγνυσθαι ταῦτα ὑπὸ πυρός, ἀλλὰ ὑπὸ ψυχροῦ, τίνα ἐστὶ τὰ ὑπὸ πυρὸς πηγνύμενα λέγει· ὅσα γὰρ μικτὰ ἐκ γῆς τε καὶ ὕδατος, ταῦτά φησι πήγνυσθαι καὶ ὑπὸ πυρὸς καὶ ὑπὸ ψυχροῦ. παχύνεσθαι δέ φησι τὰ τοιαῦτα τὰ ἐκ γῆς τε καὶ ὕδατος μεμιγμένα· τούτων γὰρ ἡ πῆξις διὰ τοῦ παχύνεσθαι, οὐ πάντων μέν, ὡς ἐρεῖ, οὐ μὴν ἀλλ’ ἐν τούτοις. φησὶ δὴ αὐτὰ παχύνεσθαι ὑπ’ ἀμφοτέρων πῇ μὲν τὸν αὐτὸν τρόπον, πῇ δὲ οὐχ ὁμοίως· τὸν μὲν αὐτὸν τρόπον, καθ’ ὅσον ἀμφότερα ἡ τοῦ ὑγροῦ ἀπ’ αὐτῶν ἐξαγωγὴ ὑπὸ τοῦ θερμοῦ γενομένη παχύνει αὐτά, οὐχ ὁμοίως δέ, ὅτι ὁ τρόπος διαφέρων, δι’ οὗ τὸ ὑγρὸν χωρίζεται ἀπ’ αὐτῶν. τὸ μὲν γὰρ θερμὸν αὐτόθεν τῷ θερμαίνειν ἔξωθεν τὸ πηγνύμενον ἐξατμίζον ἐξ αὐτοῦ τὸ ὑγρὸν παχύνει αὐτό, τὸ δὲ ψυχρὸν οὐχ ὡς τὸ ὑγρὸν χωρίζον, ἀλλ’ αὐτὸ μὲν τὸ θερμὸν τὸ ἐν τῷ πηγνυμένῳ ἐκθλίβει, τῷ δὲ θερμῷ ἐκθλιβομένῳ συνεξατμίζεται τὸ ὑγρόν, ὥστε καὶ τοῦτο διὰ τοῦ θερμοῦ χωρίζεται. ἑξῆς δὲ λέγει, τίνα τῶν πηγνυμένων πρῶτον παχύνεται. τῶν δὴ μικτῶν ἐξ ὕδατος καὶ γῆς τὰ μὲν μαλακά φησιν εἶναι, τὰ δὲ ὑγρά, μαλακὰ λέγων ἃ προελθὼν καὶ μαλακτὰ λέγει· (τοιοῦτόν ἐστιν ὁ πηλός), ὑγρὰ δὲ ὡς τὸ γάλα· τούτων δὴ τὰ μὲν μαλακά φησι μὴ παχύνεσθαι ὀπτώμενα, τὰ δὲ ὑγρὰ πρῶτον παχύνεσθαι. ὁ μὲν γὰρ ὀπτώμενος κέραμος οὐ παχύνεται πρῶτον ξηραινόμενος· ὅσα δ’ ὑγρά ἐστι καὶ μικτά, ταῦτα πρῶτον παχύνεται, ὡς τὸ γάλα χωριζομένου τοῦ ὄρρου. εὐλόγως δ’ εἶπεν ὅσα ὑγρὰ τῶν μικτῶν· τὸ γὰρ ὕδωρ ὑγρὸν μέν, ἀλλὰ τῷ μὴ εἶναι μικτὸν οὐ παχύνεται· εἶπε γὰρ πρὸ ὀλίγου ὕδωρ δὲ τῶν ὑγρῶν οὐ παχύνεται μόνον. πολλὰ δέ φησι τῶν μαλακῶν τῶν ὀπτωμένων πρὸς τῷ μὴ παχύνεσθαι καὶ ὑγραίνεσθαι πρῶτον, ὅσα ἢ παχύτερα ἢ σκληρότερα προυπῆρχεν ὄντα διὰ τὴν ἀπὸ ψυχροῦ πῆξιν· ταῦτα γὰρ θερμαινόμενα πρῶτον λύεται καὶ ἀνυγραίνεται, εἶθ’ οὕτως ξηραίνεται, ὧν καὶ τὸν κέραμόν φησιν εἶναι· καὶ γὰρ οὗτος ὀπτώμενος πρῶτον ἀτμίζει λυομένης τῆς πεπηγυίας ὑγρότητος ἐν αὐτῷ καὶ γίνεται μαλακώτερος. ὃ καὶ αἴτιον αὐτῷ τοῦ διαστρέφεσθαι γίνεται· μαλακώτερος γὰρ γενόμενος διαστρέφεται· εὐπαθέστερον γὰρ τὸ μαλακώτερον. διαστρέφει δὲ αὐτὸν ἡ ἀνωμαλία τῆς ὀπτώσης θερμότητος. | Ὅσα μὲν οὖν, φησί, τῶν ἐκ γῆς καὶ ὕδατος συγκειμένων καὶ πλεῖον γῆς ἐχόντων ὑπὸ ψυχροῦ πήγυνται ἐξατμιζομένου τοῦ θερμοῦ ἐξ αὐτῶν μόνου, μηκέτι δὲ συνεκκρίνοντος καὶ τὸ ὑγρὸν τὸ ἐν αὐτοῖς διὰ τὸ μὴ ἀθρόον ἐξιὸν συνεξάγειν καὶ τὸ ὑγρόν, ὃ γίνεται ἐν τοῖς ὀλίγον ἔχουσι θερμὸν καὶ μὴ τοσοῦτον, ὡς ἐπισπᾶσθαι καὶ βιάσασθαι καὶ τὸ ὑγρόν, ταῦτα πάλιν φησὶ λύεσθαι ὑπὸ θερμοῦ καὶ τήκεσθαι· εἰσελθόντος γὰρ πάλιν εἰς αὐτὰ τοῦ θερμοῦ, οὗ διὰ τὴν ἔξοδον ἐπάγη, πάλιν λύεται καὶ ἐπάνεισιν εἰς τὴν πρώτην φύσιν. οὕτως ἐπὶ τοῦ πηλοῦ γίνεται τοῦ διὰ ψῦχος πεπηγότος· θερμανθεὶς γὰρ πάλιν ἀνυγραίνεταί τε καὶ λύεται καὶ πηλὸς γίνεται. ὅσα δὲ διὰ ψῦξιν πήγνυται τοῦ θερμοῦ συνεξατuίσαντος ἐξ αὐτῶν τὸ ὑγρόν, πάντα ταῦτά φησιν ἄλυτα εἶναι, εἰ μὴ ὑπερβαλλούσῃ θερμότητι· οὐ γὰρ ἡ τυχοῦσα θερμότης, οὐδ’ ἡ ἀπὸ ἡλίου, οἵα τε λῦσαι τῶν μεταλλευτῶν τι· ταῦτα γὰρ οὕτω φησὶ πήγνυσθαι. ἔστι μέντοι μαλακτὰ καὶ ἐλαύνεταί τε καὶ μαλάσσεται, ὡς σίδηρος καὶ κέρας· καὶ γὰρ τὸ κέρας θερμαινόμενον ἀνίεται. τήκεται δὲ καὶ ὁ εἰργασμένος σίδηρος, ὥστε ὑγρὸς γίνεσθαι καὶ πάλιν πήγνυσθαι. εἰπὼν ἄλυτα εἶναί τινα εἰ μὴ ὑπερβαλλούσῃ θερμότητι, καὶ τὰ τοιαῦτα μέντοι φησὶν ὑπὸ τῆς ὑπερβαλλούσης θερμότητος τήκεσθαι. ὁ γοῦν ἤδη κατειργασμένος σίδηρος καὶ ὢν σίδηρος τήκεται πάλιν ὑπὸ ὑπερβαλλούσης θερμότητος, ὡς ὑγρὸς γίνεσθαι, οὐκ ἐν τούτοις τῆς προϋπαρχούσης ὑγρότητος ἐπανιούσης πάλιν διὰ τὴν τοῦ θερμοῦ παρουσίαν, ἀλλὰ τῆς δυνάμει οὔσης ἐν αὐτοῖς ὑγρότητος (ἦν γὰρ ἡ γένεσις αὐτῶν οὐκ ἐξ ὕδατος πήξεως, ἀλλ’ ἐξ ἀναθυμιάσεως, ἣ ἦν δυνάμει ὕδωρ, οὐκ ἐνεργείᾳ) ταύτης δὴ ὑπὸ τοῦ πυρὸς μεταβαλλομένης εἰς ἐνέργειαν. λέγει δὲ ἐκ τῆς ὑπὸ τοῦ πυρὸς γινομένης τοῦ σιδήρου εἰς ὑγρὸν μεταβολῆς καὶ ἀποκάθαρσιν ἑκάστοτε γίνεσθαι τοῦ γεώδους χωριζομένου, ὅ ἐστιν ἡ σκωρία, τοῦ δ’ ἀποκαθαιρομένου, ὅταν πολλάκις γένηται τοῦτο, γινομένου στομώματος. εἶναι μὲν οὖν τὸν μάλιστα ἀποκεκαθαρμένον ἴν σίδηρον, οὐ μὴν ἀποκαθαίρειν αὐτὸν τοὺς ἐργαζομένους διὰ τὸ πολλὴν γίνεσθαι τὴν ἀπουσίαν. τήκεσθαι δὲ λέγει καὶ τὸν πυριμάχον λίθον ἐν πολλῷ τῷ πυρί, τὸ δ’ ἀπορρέον αὐτοῦ καὶ τὸ ἀποστάζον πηγνύμενον γίνεσθαι σκληρὸν πάλιν. λέγει δὲ τήκεσθαι καὶ τὰς μύλας. ζητητέον δέ, τίνας λέγει καὶ τὰς μύλας· οὐ γὰρ λέγει τοὺς μυλίας καλουμένους λίθους· λέγει γὰρ περὶ τούτων μετ’ ὀλίγον ὅτι οὐ λύονται. γίνεσθαι δέ φησι τὸ ἀπορρέον ἀπ’ αὐτῶν πηγνύμενον τὸ μὲν χρῶμα μέλαν, ὅμοιον δὲ τῇ τιτάνῳ, τουτέστι τῇ ἀσβέστῳ. τήκεσθαι δέ φησι καὶ πηλὸν καὶ γῆν δηλονότι τὴν ἔχουσαν ἐν αὑτῇ ὑγρότητα, ὁποία ἐστὶ καὶ ἐξ ἧς ἡ ὕελος γίνεται. εἰπὼν δὲ περὶ τῶν ὑπὸ ψυχροῦ πηγνυμένων λέγει μετὰ ταῦτα περὶ τῶν ὑπὸ θερμοῦ ξηροῦ πηγνυμένων. τούτων δή φησι τὰ μὲν ἄλυτα παντάπασι γίνεσθαι, τὰ δὲ λυτὰ ὑγρῷ, ὡς κεράμων μὲν καὶ λίθων γένη τινά, ἃ γίνονται συγκαυθείσης τῆς γῆς, ἄλυτα (λέγει δὲ καὶ τοὺς μυλίας λίθους τοιούτους εἶναι· εἶπε δὲ πρὸ ὀλίγου τὰς μύλας ὑπὸ πυρὸς τήκεσθαι, ἴσως οὐ τοὺς μυλίας λίθους, ἀλλὰ ἄλλο τι τὰς μύλας ἐν ἐκείνοις λέγων), τὸ δὲ νίτρον καὶ τοὺς ἅλας λυτὰ ὑγρῷ ψυχρῷ. τοιοῦτον δὲ τὸ ὕδωρ· διὸ ὑπὸ ὕδατος καὶ τῶν τοῦ ὕδατος εἰδῶν ταῦτα τήκεται. ὕδατος δὲ εἴδη εἶπε πρὸ ὀλίγου οἶνον, οὖρον, ὄρρον· εἴη δ΄ ἂν καὶ τὸ ὄξος ἐν τούτοις· ὑπὸ δὲ ἐλαίου ταῦτα οὐ τήκεται, ὅτι τῷ θερμῷ ξηρῷ, ὑφ’ οὗ ἐπάγη, ἐναντίον τὸ ψυχρὸν ὑγρόν, ὃ λυτικόν ἐστι τῶν ἐκείνως παγέντων, τὸ δ’ ἔλαιον οὐ ψυχρόν, ἀλλὰ καὶ ἡ ὑγρότης αὐτοῦ οὐ τμητική, ἀλλὰ μετὰ γλισχρότητος. τῶν δὲ μικτῶν ἐξ ὕδατός τε καὶ γῆς, ὅσα μὲν ὕδατος πλέον ἢ γῆς ἔχει, ταῦτα μόνον παχύνεται ὑπὸ πυρός, οὐκέτι δὲ καὶ πήγνυται, ὡς τὸ γάλα· ὅσα δὲ γῆς πλέον ἔχει ἢ ὕδατος, ταῦτα πήγνυται. διὸ καὶ τὸ νίτρον καὶ οἱ ἅλες μᾶλλόν εἰσι γῆς· πλέον γὰρ ταύτης ἔχουσι, διὸ καὶ πήγνυνται ὑπὸ πυρός· ὁμοίως καὶ ὁ κέραμος καὶ λίθοι ὅσοι ὑπὸ πυρός, ὡς εἶπε, τῆς γῆς συγlκαυθείσης γίνονται. Ἀπορώτατα δὲ ἔχειν φησὶ τὴν τοῦ ἐλαίου φύσιν, πότερον ὕδατος ἢ γῆς ἔχει πλέον. εἰ μὲν γὰρ ὕδατος εἶχε πλέον ἢ γῆς, ἔδει αὐτὸ ὑπὸ ψυχροῦ πήγνυσθαι, εἰ δὲ γῆς, ὑπὸ θερμοῦ· νῦν δὲ ὑπ’ οὐδετέρου μὲν πήγνυται, παχύνεται δὲ καὶ ὑπὸ τοῦ ψυχροῦ καὶ ὑπὸ τοῦ θερμοῦ. αἰτίαν δέ φησιν τούτου εἶναι τὸ ἀέρος εἶναι τὸ ἔλαιον πλῆρες· τοῦ δὲ ἀέρος αὐτὸ πλῆρες εἶναι σημείῳ ἐχρήσατο τῷ ἐπιπολάζειν αὐτὸ τῷ ὕδατι· αἴτιος γὰρ αὐτῷ τούτου ὁ ἀήρ, ἐπιπολαστικὸς ὢν τῷ ὕδατι καὶ ἄνω φερόμενος, εἰ καὶ ἐναποληφθείη ποτὲ ἐν τῷ ὕδατι. ὅτι δὲ ὁ ἀὴρ ὁ ἐν τῷ ἐλαίῳ αἴτιος αὐτῷ τοῦ ὑφ’ ἑκατέρου καὶ τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ παχύνεσθαι, ἐφεξῆς λέγει. τὸ μὲν γὰρ ψυχρὸν τὸ πνεῦμα καὶ τὸν ἀέρα ψῦχον καὶ εἰς ὕδωρ μεταβάλλον παχύνει, ὥστε καὶ ὁ ἐν τῷ ἐλαίῳ ἀὴρ ἐν τῇ ψύξει συνιστάμενός τε καὶ παχυνόμενος καὶ εἰς ὕδωρ μεταβάλλων αἴτιος καὶ τῷ ἐλαίῳ τοῦ παχύνεσθαι· ἀεὶ γὰρ ὅταν μιχθῇ ὕδωρ καὶ ἔλαιον, ἀμφοτέρων γίνεται τὸ μῖγμα παχύτερον, καὶ τοῦ ὕδατος καὶ τοῦ ἀμίκτου ὕδατος ἐλαίου. οὐ πάντα δὲ ἡγητέον ἐξυδατοῦσθαι τὸν ἐν τῷ ἐλαίῳ ἀέρα ὑπὸ τοῦ ψύχους, ἀλλά τι μέρος αὐτοῦ· εἰ γὰρ πᾶς, οὐκέτ’ ἄν ἦν τὸ ὑπολειπόμενον αὐτοῦ ἔλαιον, εἴ γε τῷ ἐλαίῳ τὸ εἶναι ἐν τῷ πλήρει ἀέρος εἶναι. πάλιν δὲ ὑπὸ πυρὸς ἅμα καὶ τοὐ χρόνου παχύνεσθαι αὐτὸ καὶ λευκαίνεσθαι λέγει, λευκαίνεσθαι μὲν ὑπὸ τοῦ θερμοῦ ἐξατμίζοντος εἴ τι ἐνῆν ὕδωρ ἐν αὐτῷ, οὗ ἡ μῖξις μελάντερον αὐτοῦ ποιεῖ τὸ χρῶμα, ἐξατμιζομένου δὲ ἅμα καὶ παχύνεται τὸ ἔλαιον. καὶ τὸ μὲν πῦρ οὕτως αὐτῷ καὶ τοῦ παχύνεσθαι καὶ τοῦ λευκαίνεσθαι αἴτιον. ὁ δὲ χρόνος τοῦ παχύνεσθαι αἴτιος αὐτῷ γίνεται, οὐκέτι δὲ καὶ τοῦ λευκαίνεσθαι· μαραινομένου γὰρ τοῦ ἐν τῷ ἐλαίῳ ἀέρος καὶ τοῦ ἐν αὐτῷ θερμοῦ ψυχόμενος ὁ ἀὴρ εἰς ὕδωρ μεταβάλλων παχύτερον τὸ ἔλαιον ποιεῖ. ἀμφοτέρως μὲν οὖν τὸ αὐτὸ γίνεται πάθος, καὶ ὑπὸ τοῦ πυρὸς καὶ ὑπὸ τοῦ χρόνου, ἢ ἀμφοτέρως καὶ ὑπὸ τοῦ ἐξατμίζεσθαι τὸ ὕδωρ καὶ ὑπὸ τοῦ μεταβάλλειν τὸν ἐν αὐτῷ ἀέρα εἰς ὕδωρ. ὑπ’ ἀμφοτέρων γὰρ τούτων τὸ αὐτὸ γίνεται πάθος ἐν τῷ ἐλαίῳ, τὸ παχύνεσθαι αὐτό, καὶ διὰ τὸ αὐτό· διὰ γὰρ τὸ ὕδωρ· ἀλλ’ οὐχ ὡσαύτως, ἀλλ’ ὅπου μὲν διὰ τὸ ἐξατμίζεσθαι αὐτό, ὅπου δὲ διὰ τὸ γεννᾶσθαι. δύναται τὸ ἀμφοτέρως καὶ διὰ τὸ αὐτὸ εἰρῆσθαι καὶ ἐπὶ τοῦ ψυχροῦ καὶ ἐπὶ τοῦ χρόνου· ὑπὸ γὰρ ἀμφοτέρων παχύνεται τὸ ἔλαιον, τῷ γίνεσθαι ἐν αὐτῷ ὕδωρ ἐκ τῆς τοῦ ἀέρος μεταβολῆς, ἀλλὰ τοῦ μὲν ψυχροῦ ψύχοντος αὐτὸν αὐτόθεν, τοῦ δὲ χρόνου καταμαραίνοντος τὸ ἐν αὐτῷ θερμόν. παχύνεται μὲν οὖν ὑπ’ ἀμφοτέρων, οὐ ξηραίνεται δὲ ὑπ’ οὐδετέρου, ὅτι οὔτε ὁ ἀὴρ οὔτε τὰ γλίσχρα τῶν ὑγρῶν οὔθ’ ὑπὸ ἡλίου οὔθ’ ὑπὸ ψύχους ξηραίνεται· ἥ τε γὰρ γλισχρότης κωλυτικὸν ξηρότητος ὅ τε ἀὴρ οὐκ ἔστι τῶν ξηραινομένων, ἀλλ’ ὡς εἶπεν, ὕδωρ καὶ ὅσα ὕδατος εἴδη· ταῦτα γὰρ ἢ ἐξατμιζόμενα ξηραίνεται ἢ πηγνύμενα. ἀλλ’ οὐδὲ τὸ ἐν τῷ ἐλαίῳ ὕδωρ ἐξέψεται ὑπὸ πυρὸς οὐδὲ ξηραίνεται, ὅτι τὸ μὲν ὑπὸ πυρὸς ξηραινόμενον ὕδωρ τῷ ἀτμίζειν τε καὶ μεταβάλλειν εἰς ἀέρα ξηραίνεται, τὸ δὲ ἐν τῷ ἐλαίῳ ὕδωρ οὐκ ἀτμίζει οὐδ’ ἐξέψεται διὰ τὴν τοῦ ἐλαίου γλισχρότητα. | Ὅσα δέ, φησίν, ἐκ γῆς καὶ ὕδατος μέμικται, ταῦτα δεῖν προσνέμειν ἐκείνοις, ὧν πλεῖον ἔχει, ὕδατι μὲν οἷς τὸ ὕδωρ πλέον, γῇ δὲ τὰ γῆς πλέον ἔχοντα. λέγει δέ τινα οἶνον καὶ πήγνυσθαι καὶ ἕψεσθαι, τουτέστι παχύνεσθαι. ἦν δὲ τὸ μὲν πήγνυσθαι τῶν τὸ ξηρὸν πλέον ἐχόντων, τὸ δὲ παχύνεσθαι τῶν τὸ ὑγρόν. δόξει δὲ διὰ τούτων λέγειν τινὰ οἶνον πλέον τῆς ἔχειν ἢ ὕδατος· τὸν γὰρ πηγνύμενον· καίτοι εἶπε τὸν οἶνον ὕδατος εἶδος εἶναι. ἢ οὐ τὸ ἁπλῶς πήγνυσθαι σημεῖόν ἐστι τοῦ γῆς πλεῖον ἔχειν ἢ ὕδατος, ἀλλὰ τὸ ὑπὸ πυρὸς πήγνυσθαι, ἐπεὶ ὑπὸ ψυχροῦ καὶ τὸ ὕδωρ πήγνυται· οὕτως δὲ καὶ ὁ πηγνύμενος οἶνος πήγνυται ὑπὸ ψυχροῦ. τὸ δὲ γλεῦκος ἑψόμενον παχύνεται τοῦ ὕδατος μὴ παχυνομένου, ὅτι μηδέπω καθαρὸς καὶ ἀποκεκριμένος οἶνός ἐστιν, ἀλλ’ ἔτι ἄπεπτος· ἀπὸ πάντων δὲ λέγει τῶν τοιούτων ξηραινομένων τὸ ὕδωρ ἀπέρχεσθαι, τῶν μεμιγμένων ἐξ ὕδατός τε καὶ γῆς, καὶ πλέον γῆς ἐχόντων, ἃ ὑπὸ θερμοῦ ξηραίνεται· ξηραινομένων γὰρ τούτων τὸ ὕδωρ ἀπέρχεται· ἡ γὰρ ἀτμὶς ἡ ἀναφερομένη ξηραινομένων αὐτῶν ὕδωρ ἐστίν, οὗ σημεῖον παρέθετο τὸ εἰς ὕδωρ αὐτὴν ἀθροισθεῖσαν συνίστασθαι· ἡ γοῦν ἐπὶ τοῖς τῶν χαλκείων πώμασιν ἀθροιζομένη ὕδωρ ἐστίν. ὅσοις δὴ τῶν ἐξατμιζομένων ὑπὸ πυρὸς ὑπολείπεταί τι μηκέτι ἐξατμίζεσθαι δυνάμενον, τοῦτο γῆς ἡγητέον εἶναι· ἐν γὰρ τῷ ὕδατι, ὅταν καθ’ αὑτὸ ὂν ἀτμίζηται καὶ ξηραίνηται, οὐδὲν ὑπολείπεται, ὃ μὴ δύναται ἐξατμισθῆναι. ἔνια δέ φησι τῶν μεμιγμένων ἐκ γῆς τε καὶ ὕδατος καὶ ὑπὸ ψυχροῦ πήγνυσθαι παχυνόμενά τε καὶ ξηραινόμενα. τὸ γὰρ ψυχρὸν οὐ μόνον πήγνυσι καὶ ξηραίνει, ἀλλὰ καὶ παχύνει. πήγνυσι μὲν καὶ ξηραίνει τὸ ὕδωρ· τὸ γὰρ πηγνύμενον ξηραίνεται καὶ αὐτό· εἶπε γὰρ ὑπὸ τὸ ξηραίνεσθαι καὶ τὸ πήγνυσθαι εἶναι· παχύνει δὲ τὸ ἔλαιον τὸν ἀέρα τῷ ψύχειν εἰς ὕδωρ μεταβάλλον. ἀλλὰ καὶ αὐτὸν τὸν ἀέρα παχύνει ἐν τῇ εἰς ὕδωρ μεταβολῇ καὶ τῇ τῶν νεφῶν συστάσει. εἰπὼν δὲ ξηραίνει μὲν ὕδωρ, διὰ τοῦτο ἐπήνεγκε τὸ ἡ δὲ πῆξις εἴρηται ξηρασία τις οὖσα· οὕτως γὰρ τὸ ψυχρὸν ξηραίνει τὸ ὕδωρ τῇ πήξει. εἰπὼν δὲ ὑπὸ τοῦ ψυχροῦ τὰ μὲν πήγνυσθαί τε καὶ ξηραίνεσθαι, τὰ δὲ καὶ παχύνεσθαι, λέγει ὅτι ὅσα μὴ παχύνεται ὑπὸ τοῦ ψυχροῦ ἀλλὰ πήγνυται, ὕδατός ἐστιν, ὡς οἶνος, οὖρον, ὄξος, κονία, ὄρρος, ὅσα δὲ παχύνεται ὑπὸ ψυχροῦ, ἀλλὰ μὴ ὑπὸ πυρὸς τῷ ἀτμίζειν, ὡς τὸ γάλα παχύνεται, ὅσα δὲ μὴ οὕτως, τὰ μὲν γῆς μᾶλλόν φησιν εἶναι, τὰ δὲ κοινὰ ὕδατός τε καὶ ἀέρος, μέλι μὲν γῆς μᾶλλον· παχύνεται γὰρ ὑπὸ ψύχους τὸ μέλι, οὐ μόνον πήγνυται· ἔλαιον δὲ ἀέρος δηλονότι καὶ ὕδατος· τοῦτο γὰρ προσθεῖναι παρέλιπε. λέγει δὲ καὶ τὸ γάλα καὶ τὸ αἷμα εἶναι μὲν ἐξ ἀμφοῖν, ὕδατός τε καὶ γῆς, μᾶλλον δὲ καὶ τὸ πλεῖστον γῆς. ἢ τὸ πλεῖστον αἷμα καὶ τὸ πλεῖστον γάλα· δύναται γάρ τι καὶ ὑδαρὲς ἢ γάλα ἢ αἷμα γενέσθαι, τῷ πλεῖον ὕδατος ἔχειν. καὶ τὰ ὑγρὰ δέ, ἐξ ὅσων οἱ ἅλες καὶ τὸ νίτρον πήγνυται, γῆς πλέον ἔχειν φησίν· ὁμοίως γὰρ τούτοις ἔχειν λέγει καὶ τὸ αἷμα καὶ τὸ γάλα· καὶ γὰρ ἐξ ἐκείνων στερεά τινα γίνεται, οἷον ὀστᾶ, νεῦρα, σάρκες, ὡς καὶ ἐκ τούτων ἅλες καὶ νίτρον. καὶ λίθους δέ φησί τινας ἐξ ὑγρῶν τινων συνισταμένων γίνεσθαι, ὥσπερ καὶ τοὺς ἅλας· τοιαῦτα δέ ἐστι τὰ τῶν ὑδάτων ἐν τῇ ῥύσει πώρους τινὰς καὶ λίθους ἐπιγεννῶντα ὕδατα, ἃ εἴη ἄν καὶ αὐτὰ γῆς ἔχοντα πλεῖον. ὅτι δὲ ὁ μὲν ὄρρος ὕδατός ἐστι, τὸ δὲ γάλα γῆς ἔχει πλέον, ἔδειξεν εἰπὼν τὸν ὄρρον ἑψομένου τοῦ γάλακτος, εἰ μὴ εἴη κεχωρισμένος αὐτοῦ, ἐκκαίεσθαι, ὃ πάσχει τὸ ὕδωρ, τὸ δὲ γεῶδες συνίστασθαί τε καὶ παχύνεσθαι καὶ πήγνυσθαι· οὕτως γὰρ οἱ τυροὶ ἐκ τοῦ γάλακτος πήγνυνται. ὅτι δὲ ἔχει γῆς τὸ γάλα, συνίστασθαί φησιν αὐτὸ ναὶ ὑπὸ τοῦ ὀποῦ, καὶ ἑψήσεως τινος μνημονεύει γινομένης ὑπὸ τῶν ἰατρῶν, ἐν ᾗ, φησί, τῷ γάλακτι προσμιγνύντες ὀπὸν χωρίζουσι τὸν ὄρρον καὶ τὸν τυρὸν ἀπ’ ἀλλήλων. ὁ δὲ χωρισθεὶς ὄρρος οὐκέτι παχύνεται ὡς ὕδατος ὤν, ἀλλὰ καὶ ἐκκαίεται, ἂν ἕψηται, ὡς τὸ ὕδωρ. εἰπὼν δὲ πρὸ ὀλίγου τὰ πολλὰ καὶ ἐν τῷ γάλακτι καὶ ἐν τῷ αἵματι γῆς πλεῖον ἢ ὕδατος ἔχειν, λέγει νῦν περὶ τοῦ γάλακτος ὅτι τὸ μὴ ἔχον τυρὸν ἢ ὀλίγον ὕδατος μᾶλλόν ἐστι καὶ ἄτροφον. δείκνυσι δὲ καὶ τὸ αἷμα γῆς πλέον ἔχον διὰ τοῦ πήγνυσθαι αὐτὸ τῷ ξηραίνεσθαι ψυχόμενον· οὐ γὰρ ὁμοίως τῷ ὕδατι πήγνυται ὑπὸ τοῦ ψυχροῦ, ἀλλὰ τῷ ξηραίνεσθαι, ὃ γίνεται τῆς θερμότητος τῆς ἐν αὐτῷ ὑπὸ τοῦ ψυχροῦ χωριζομένης καὶ ὑποχωρούσης καὶ συνεξαγούσης καὶ τὴν ὑγρότητα τὴν ἐν τῷ αἵματι. τὸ δὲ μὴ πηγνύμενον μηδὲ ξηραινόμενον αἷμα, ὁποῖόν ἐστι καὶ τὸ τῆς ἐλάφου, ὕδατός φησι μᾶλλον εἶναι καὶ ψυχρόν. τοῦ δὲ ὕδατος μᾶλλον εἶναι τὸ τοιοῦτον αἷμα σημεῖον ἐποιήσατο τὸ μηδὲ ἶνας ἔχειν αὐτό· αὗται γὰρ γῆς τε καὶ στερεαί. καὶ ἐκ τοῦ ἔχοντος γοῦν αἵματος ἶνας καὶ πηγνυμένου ἂν αἱ ἶνες ἐξαιρεθῶσιν, οὐκέτι πήγνυται οὐδὲ ξηραίνεται τὸ καταλειπόμενον· ὕδωρ γὰρ λοιπόν, ὡς καὶ τὸ γάλακτος ὅταν ὁ τυρὸς χωρισθῇ· ὁ γὰρ ὄρρος ὕδωρ. σημεῖον δὲ τοῦ ὑδαρὲς εἶναι τὸ μὴ πηγνύμενόν τε καὶ συνιστάμενον αἷμα τὸ μηδὲ τὰ νοσώδη πήγνυσθαι, τῷ ἰχῶρι ἐοικέναι καὶ διεφθαρμένῳ καὶ διερρυηκότι αἵματι. εἰπὼν δὲ τὰ νοσώδη αἵματα ἰχωροειδῆ ὄντα μὴ πήγνυσθαι τὸν δὲ ἰχῶρά φησιν εἶναι φλέγμα τι καὶ ὕδωρ. τοιοῦτον δὲ γίνεται τὸ αἷμα διὰ τὸ μὴ πεπέφθαι μηδὲ κεκρατῆσθαι ὑπὸ τῆς φύσεως τῆς πεσσούσης. Ἐπὶ τούτοις ἀποδίδωσι τὴν αἰτίαν τοὐ τῶν πεπηγότων τὰ μὲν λυτὰ εἶναι, ὡς τὸ νίτρον καὶ τοὺς ἅλας, τὰ δὲ ἄλυτα, ὡς τὸν κέραμον, καὶ τῶν ἀλύτων τὰ μὲν μαλακτὰ εἶναι, ὡς τὸ κέρας, τὰ δὲ ἀμάλακτα, ὡς τόν τε κέραμον καὶ τὸν λίθον. καὶ λέγει ὅτι ἐπεὶ ἕκαστον τῶν λυομένων ὑπὸ τοῦ ἐναντίου τῷ πήξαντι λύεται (ὅσα μὲν γὰρ τὸ ψυχρὸν πήγνυσι, ταῦτα λύει τὸ θερμόν, ὅσα δὲ τὸ θερμόν, ταῦτα ὑπὸ ψυχροῦ λύεται), ὧν τῆς πήξεως αἴτια ἀμφότερα, καὶ τὸ θερμὸν καὶ τὸ ψυχρόν, ταῦτα εὐλόγως μάλιστα ἄλυτα, οὐκ ἔχοντα ἐναντίαν δύναμιν τὴν λύουσαν αὐτὰ τῇ πεπηγυίᾳ. ὑπ’ ἀμφοτέρων δὲ πήγνυται ὅσα προθερμανθέντα τῷ ψυχρῷ πήγνυται· συμβαίνει γὰρ ἐπὶ τούτων, ὅταν τὸ θερμὸν ἐξικμάσῃ τὸ ὑγρὸν ἐξ αὐτῶν ἐξιόν, ψυχόμενον συνθλίβεσθαι πάλιν καὶ πυκνοῦσθαι οὕτως, ὡς μηδὲ ὑγρῷ τινι ἔτι δίοδον διδόναι· διὸ οὔτε ὑπὸ θερμοῦ ταῦτα λύεται (τὰ γὰρ ὑπὸ ψυχροῦ πηγνύμενα μόνου λύει τὸ θερμόν) οὗτε ὑπὸ ὕδατος· τὰ γὰρ ὑπὸ ψυχροῦ πηγνύμενα οὐ λύεται ὑπὸ ὕδατος. ὑπὸ γὰρ ὕδατος λύεται ταῦτα, ὡς προείρηται, ὅσα ὑπὸ ξηροῦ θερμοῦ μόνου πήγνυται. ὁ δέ γε σίδηρος πρῶτον ὑπὸ τοῦ θερμοῦ τακεὶς ὑπὸ τοῦ ψυχροῦ πήγνυται, ὥστε πρὸς τὴν πῆξιν ἀμφοτέρων αὐτῷ δεῖ· διὸ οὐκ ἔστι λυτός, ἂν μὴ ὑπὸ ὑπερβάλλοντος θερμοῦ, ὡς ἤδη προεῖπεν. ἢ λέγει τὸν σίδηρον μὴ ὑπὸ θερμοῦ πεπηγέναι· ὑγρότερος γὰρ ὑπὸ τοῦ πυρὸς τηκόμενος γίνεται· πήγνυται δὲ ὑπὸ τοῦ ψυχροῦ· ὥστε εἰ ὑπὸ ψυχροῦ μόνου πήγνυται, εἰκότως ὑπὸ θερμοῦ λύεται. λέγει δὲ καὶ περὶ τῶν ξύλων ὅτι ἔστι μικτὰ ἐκ γῆς καὶ ἀέρος· διὸ καυστά, φησίν, ἐστίν, οὐ τηκτὰ οὐδὲ μαλακτά· τὰ γὰρ ὕδατος ἔχοντα τοιαῦτα. διὰ τοῦτο δὲ καὶ ἐπιπλεῖν αὐτὰ τῷ ὕδατί φησι, πλὴν τῆς ἐβένου τῆς μελαίνης· ταύτην γὰρ πλεῖστον γῆς ἔχειν τῷ τὸν ἀέρα διαπεπνευκέναι ἐξ αὐτῆς, τῶν ἄλλων ξύλων πλεῖον ἀέρος ἢ γῆς ἐχόντων. τὸν δὲ κέραμον γῆς μόνης ἔχειν λέγει, τουτέστιν ἄτηκτον εἶναι· ἡ γὰρ γῆ ἢ μηδ’ ὅλως ἔχουσα ὑγρὸν ἐν αὑτῇ ἢ ὀλίγον ἄτηκτος· τοιοῦτος δὲ ὁ κέραμος διὰ τὸ ξηραινόμενος ὑπὸ τοῦ πυρὸς κατ’ ὀλίγον οὕτως παγῆναι. τῷ γὰρ κατ’ ὀλίγον καὶ μὴ ἀθρόαν τὴν πῆξιν αὐτοῦ γενέσθαι ἐξατμιζόμενον τὸ ὕδωρ καὶ ὥσπερ εἰς ἀέρα μεταβάλλον χωρίζεται αὐτοῦ. διὸ οὕτε ὕδωρ εἰς αὑτὸν παραδέχεται, ὡς ὑπ’ αὐτοῦ λύεσθαι, διὰ τὸ εἶναι πυκνότερος· δι’ ὧν γὰρ ἀὴρ ἐξεκρίθη, οὐκ ἔστι πάροδος ὕδατι· λεπτότερος γὰρ ὁ ἀὴρ τοῦ ὕδατος. καὶ διὰ τοῦτο μὲν οὐ λύεται ὑπὸ ὕδατος· ὑπὸ δὲ πυρὸς οὐ λύεται τῷ τὴν ἀρχὴν ὑπὸ τούτου πήγνυσθαι. p. 384b22 Τί μὲν οὖν ἐστι πῆξις καὶ τῆξις, καὶ διὰ πόσα καὶ ἐν πόσοις ἐστίν, εἴρηται. Ὑπομιμνήσκει πάλιν ἡμᾶς τῶν εἰρημένων. ὁρισμὸν μὲν οὖν οὕτε πήξεως οὕτε τήξεως ἀποδέδωκεν, ἐκ μέντοι τῶν εἰρημένων ὑπ’ αὐτοῦ ἔστιν ὁρίσασθαι ἑκάτερον αὐτῶν· πῆξις μὲν γὰρ εἴη ἄν σύστασις ὕδατος ἢ γῆς καὶ ὕδατος γινομένη ὑπὸ ψυχροῦ ἢ ὑπὸ θερμοῦ ξηροῦ, τῆξις δὲ λύσις τοῦ πεπηγότος γινομένη ὑπὸ τοῦ τῷ πήξαντι ἐναντίου. διὰ πόσα δὲ καὶ ἐν πόσοις ἐστίν· εἴρηται γὰρ ὅτι διὰ τὸ ψυχρὸν ἢ διὰ τὸ θερμὸν καὶ ξηρὸν ἡ πῆξίς τε καὶ ἡ τῆξις γίνεται, καὶ ὅτι ἐστὶν ἐν ὕδατι ἢ ἐν τῷ μικτῷ ἐξ ὕδατός τε καὶ γῆς· ἐν γὰρ τούτοις ἡ πῆξις. εἶναι δέ φησιν ἐκ τῶν εἰρημένων φανερὸν ὅτι ἡ σύστασις τοῖς σώμασι γίνεται ὑπὸ θερμοῦ τε καὶ ψυχροῦ· ταῦτα γάρ, ὡς προείρηται, ἢ ξηραίνοντα ἢ παχύνοντα καὶ πηγνύντα ἐργάζεται τὴν σύστασιν τὴν τῶν σωμάτων. διὰ δὲ τὸ ταῦτα εἶναι τὰ ποιητικὰ τῆς συστάσεως αὐτῶν ἐν πᾶσι τοῖς μικτοῖς τε καὶ σύστασιν ἔχουσι σώμασι, τουτέστιν ὡρισμένοις, θερμότης ἐστί, τισὶ δὲ καὶ ψυχρότης, καθ’ ὅσον ἐκλείπει τὸ ἐν αὐτοῖς θερμόν. δοκεῖ γὰρ ἡ ψυχρότης κατὰ ἔνδειαν τοῦ θερμοῦ γίνεσθαι ἐν τοῖς σώμασι, φθορᾶς οὖσα ποιητική. ἐπεὶ τοίνυν ἐν τοῖς ὡρισμένοις σώμασι τὸ μὲν θερμὸν καὶ τὸ ψυχρὸν ἐνυπάρχει διὰ τὸ ταῦτα εἶναι τὰ ποιητικὰ ἐν αὐτοῖς, ὑγρὸν δ’ αὖ καὶ ξηρὸν διὰ τὸ ταῦτα εἶναι τὰ πάσχοντα, τὰ μικτὰ σώματα καὶ ὡρισμένα μετέχοι ἄν πάντων. ἐκ μὲν οὖν ὕδατος καὶ γῆς τὰ ὁμοιομερῆ φησι συνίστασθαι σώματα καὶ ἐν ζῴοις καὶ ἐν φυτοῖς (ἔστι δὲ τὰ τοιαῦτα ὀστοῦν, νεῦρον, σάρξ, ξύλον, φλοιός), οὐχ ὡς ἐκ μόνων δὲ τούτων συνεστώτων τῶν ὁμοιομερῶν, ἀλλ’ ὡς τὸ πλεῖστον ἐκ τούτων ἐχόντων. λέγει δὲ καὶ τὰ μεταλλευόμενα ἐκ τούτων συνεστάναι· ἔστι δὲ ταῦτα χρυσός, ἄργυρος, χαλκός, σίδηρος, μόλιβδος, κασσίτερος καὶ εἴ τινα τοιαῦτα· τούτοις γὰρ ἡ σύστασις ἐξ ὕδατός τε καὶ γῆς γίνεται ἅμα καὶ ἐκ τῆς ἀναθυμιάσεως τῆς ἑκατέρου, λέγων ἑκατέρου ἀναθυμίασιν τήν τε ἀπὸ τοῦ ὕδατος, ἥτις ἐστὶν ἡ ἀτμιδώδης, καὶ τὴν ἀπὸ τῆς γῆς, ἥτις ἐστὶν ἡ ξηρά τε καὶ καπνώδης. ἐκ γὰρ τῆς διπλῆς ταύτης ἀναθυμιάσεως, οὔσης ἀπὸ ἑκατέρου ἐκείνων, ἐγκατακλειομένης ἐν τῇ γῇ καὶ πηγνυμένης γίνεται τά τε μεταλλευτὰ καὶ τὰ ὀρυκτά, τὰ μὲν ὀρυκτὰ ἐκ τῆς τὸ ξηρὸν πλέον ἐχούσης ἀναθυμιάσεως, τὰ δὲ μεταλλευτὰ ἐκ τῆς τὸ ὑγρόν. εἴρηκε δὲ περὶ τούτων ἐπὶ τέλει τοῦ τρίτου τῶν Μετεωρολογικῶν. ταῦτα δέ φησι τὰ συνιστάμενα ἐκ τῶν προειρημένων τοῖς τε ἰδίοις τῶν αἰσθήσεων διαφέρειν ἀλλήλων, ἅπερ ἐστὶ ποιητικά, καὶ τῷ παθητικά τινων εἶναι. οἷς τε γὰρ διατίθησι τὰς αἰσθήσεις, διαφορὰ ἐν αὐτοῖς ἐστι (ἔστι δὲ ταῦτα χρώματα, χυμοί, εὐωδίαι, δυσωδίαι, ψόφων διαφοραί· τὰ μὲν γὰρ αὐτῶν ψοφητικά, τὰ δ’ ἧττον· ἔτι τε αἱ ἁπταὶ ἐναντιώσεις), τούτοις τε οὖν διαφέρει ἀλλήλων οὖσι ποιητικοῖς καὶ ἔτι ἄλλοις, φησίν, οἰκείοις πάθεσι· κατὰ γὰρ ταῦτα μᾶλλον εἰδοποιεῖται. ταῦτα δ’ ἐστίν, ἀφ’ ὧν λέγεται διὰ τὸ πάσχειν αὐτὸ δύνασθαι· λέγεται γὰρ τὰ μὲν πηκτά, ἃ τοῦτο τὸ πάθος οἷά τε πάσχειν ἐστί, τὰ δὲ τηκτὰ πάλιν, ἃ τοῦτο, ὁμοίως καὶ καμπτόν, καὶ τὰ τοιαῦτα. τὰ γὰρ σώματα τὰ προειρημένα, τουτέστι τὰ ὁμοιομερῆ, κατὰ ταῦτα τὰ πάθη διαφέρει ἀλλήλων μάλιστα· παθητικὰ γάρ, ὥσπερ καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν. ὡς γὰρ αὗται αἱ δυνάμεις παθητικαί, οὕτως καὶ τὰ ἐκ τούτων συνεστῶτα σώματα, ἅπερ ἐστὶ τὰ ὁμοιομερῆ· ταῦτα γὰρ συνέστηκεν ἐξ ὕδατός τε καὶ γῆς, ὧν τὸ μὲν ὕδωρ ὑγρόν, ἡ δὲ γῆ ξηρόν, καὶ ἔστι φυσικὰ ταῦτα τὰ σώματα καὶ πρῶτα τῶν συνθέτων· ἐκ γὰρ τῆς τῶν ὁμοιομερῶν συνθέσεως τὰ ἀνομοιομερῆ. Μέλλων δὲ λέγειν περὶ τῶν παθῶν, καθ’ ἃ εἰδοποιεῖται τὰ σύνθετα τῶν ὁμοιομερῶν σωμάτων καὶ τῶν κατὰ ταῦτα εἰδοποιουμένων, πρῶτον ἐκτίθεται, τίνα ἐστὶ καὶ πόσα ταῦτα κατ’ ἀριθμὸν τὰ εἰδοποιούμενα δυνάμει ἢ ἀδυναμίᾳ τοῦ πάσχειν τι τούτων, καθ’ ἃ πάθη αἱ τῶν συνθέτων τε καὶ ὁμοιομερῶν σωμάτων εἰσὶ πρὸς ἄλληλα διαφοραί. ἐκθέμενος δὲ ὀκτωκαίδεκα ἀντιθέσεις, αἷς τὰ πλεῖστα τῶν σωμάτων διαφέρειν φησὶν ἀλλήλων, ἑξῆς περὶ ἑκάστου τῶν ἐν ταῖς ἐκκειμέναις ἀντιθέσεσι λέγει τί ἐστι, καὶ τίνα δύναμιν ἔχει. | καὶ ἐπεὶ πρῶται ἦσαν τῶν ἀντιθέσεων πηκτὸν ἄπηκτον, τηκτὸν ἄτηκτον, φθάνει δὲ περὶ αὐτῶν ἤδη πεποιῆσθαι λόγον, εἰρῆσθαι μέν φησιν ἤδη περὶ αὐτῶν καθόλου τε καὶ κοινῶς, οὐ μὴν ἀλλὰ καὶ νῦν ἐπαναλαβὼν ἐρεῖν φησι περὶ αὐτῶν. καὶ λέγει· τῶν γὰρ πηγνυμένων σωμάτων τὰ μὲν ὑπὸ θερμοῦ πήγνυται, τὰ δὲ ὑπὸ ψυχροῦ, ὡς προείρηται, τὰ μὲν ὑπὸ τοῦ θερμοῦ τῷ ξηραίνεσθαι ὑπ’ αὐτοῦ τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ ἐξατμίζεσθαι· οὕτως τὸ νίτρον καὶ οἱ ἅλες πήγνυνται· ὑπὸ δὲ τοῦ ψυχροῦ τῷ ἐκθλίβεσθαι τὸ ἐν τοῖς πηγνυμένοις θερμόν· οὕτως ἐκ τοῦ ὕδατος ὁ κρύσταλλος πηγνυμένου γίνεται τῷ τὸ θερμὸν τὸ ἐν αὐτῷ ἐπικρατούμενον ὑπὸ τοῦ ψυχροῦ ἐκκρίνεσθαι. ὥστε τῶν πηγνυμένων τὰ μὲν ὑγροῦ ἀπουσίᾳ, τὰ δὲ θερμοῦ πήγνυται. οὗ δὲ τῇ ἀπουσίᾳ πήγνυται, τῇ τούτου παρουσίᾳ λύεται. διὸ ἅλες μὲν καὶ νίτρον ὑπὸ ὑγροῦ λύονται· ὅσα γὰρ τῇ τοῦ ὑγροῦ ἀπουσίᾳ πήγνυται, ταῦτα λύει καὶ τήκει τὸ ὑγρόν, ἂν μὴ οὕτως πηγνύμενα συνέλθῃ τε καὶ πυκνωθῇ, ὡς μὴ δέχεσθαι διὰ τῶν πόρων ὕδωρ, τῷ στενωτέρους εἶναι αὐτοὺς τῶν τοῦ ὕδατος ὄγκων. διὰ τοῦτο γάρ, ὡς εἶπε πρὸ ὀλίγου, οὐδὲ ὁ κέραμος ὑπὸ τοὐ ὑγροῦ τήκεται. ἔδει μὲν γὰρ αὐτὸν ὑπὸ ὕδατος λύεσθαι· πήγνυται γὰρ ὑπὸ πυρός· οὐ λύεται δὲ ὑπ’ αὐτοῦ διὰ τὴν πυκνότητα· κατ’ ὀλίγον γὰρ ξηραινόμενος ὑπὸ τοῦ θερμοῦ τὴν ἔκκρισιν τοῦ ὕδατος εἰς ἀέρα μεταβάλλοντος ποιεῖται· δι’ ὧν δὴ ὁ ἀὴρ πόρων ἐξελήλυθε λεπτότερος ὤν, διὰ τούτων οὐχ οἷόν τε τὸ ὕδωρ διελθεῖν. ὅσα δὲ μὴ οὕτως ὑπὸ τοῦ θερμοῦ πέπηγεν ὡς ὁ κέραμος, πάντα ὑπὸ τοῦ ὑγροῦ λύεται. ὡς νίτρον, ἅλες, γῆ ἡ ἐκ πηλοῦ· οὐ γὰρ ἡ ἐκ τοῦ κεράμου. κρύσταλλος δὲ καὶ ὅσα ἄλλα θερμοῦ στερήσει πήγνυται, ὡς τὰ μεταλλευόμενα, ὑπὸ θερμοῦ τήκεταί τε καὶ λύεται. τίνα μὲν οὖν πηκτὰ τῶν σωμάτων ἐστὶ καὶ λυτά, εἴρηται, ἀλλὰ καὶ τὰ πηκτὰ μὲν ἄτηκτα δέ· ὁ γὰρ κέραμος καὶ λίθοι τινὲς τοιοῦτοι. Τίνα δὲ ἄπηκτα, ἐφεξῆς λέγει. φησὶ δὴ ἄπηκτα εἶναι ὅσα μὴ ἔχει ἐν αὑτοῖς ὑγρότητα ὑδατώδη μηδὲ ὕδατός ἐστιν, ἀλλὰ τὸ πλεῖον ἐν αὑτοῖς γῆς ἔχει καὶ θερμοῦ, ὁποῖόν ἐστι τό τε μέλι καὶ ὁ γλυκύς. ταῦτα γὰρ πολὺ τὸ θερμὸν ἐν αὑτοῖς ἔχει καὶ ἔστιν ὥσπερ ζέοντα· διὸ παχύνεται μὲν ὑπὸ τοῦ θερμοῦ, οὐ μὴν καὶ πήγνυται. ἄπηκτά φησιν εἶναι καὶ τὰ ἔχοντα μὲν ὕδατος, τὸ δὲ πλεῖον ἀέρος· διὰ τοῦτο γὰρ οὔτε τὸ ἔλαιον πήγνυται οὔτε ὁ χυτὸς ἄργυρος· λέγοι δ’ ἄν τὸν ὑδράργυρον. ἀλλ’ οὐδὲ τὰ γλίσχρα πήγνυται· διὸ οὔτε πίσσα οὔτε ἰξός. ἑξῆς δὲ τίνα ἐστὶ μαλακτὰ τῶν πεπηγότων λέγει· φησὶ δὴ ταῦτα εἶναι μαλακτά, ὅσα πέπηγεν οὐκ ὄντα ἐξ ὕδατος, ἀλλὰ γῆς μᾶλλον. ὁ μὲν γὰρ κρύσταλλος, ἐξ ὕδατος ὢν καὶ πεπηγώς, οὐκ ἔστι μαλακτός· ὅσα δὲ γῆς μᾶλλόν ἐστι καὶ οὕτως πέπηγεν, ὡς μήτε ἐξικμάσθαι πᾶν τὸ ὑγρὸν ἐξ αὐτῶν, ὥσπερ ἐπὶ τοῦ νίτρου καὶ τῶν θῶν (τούτων γὰρ πᾶν τὸ ὑγρὸν ἐξίκμασται), μηδὲ ἀνωμάλως ἔχειν, ὥσπερ ὁ κέραμος λέγοι δ’ ἂν τὸν κέραμον ἀνωμάλως ἔχειν ἤτοι ὑγρότητι, ὡς ἔχοντος μέν τινα αὐτοῦ ὑγρότητα, ἀνώμαλον δέ, ἢ ἀνωμάλους τοὺς πόρους ἔχειν τὸν κέραμον λέγει, ὅτι μὴ ἐπ’ εὐθείας), ὅσα δὴ γῆς πλέον ἔχοντα πέπηγεν οὕτως, ὡς μὴ τέλεον ἐξ αὐτῶν τὸ ὑγρὸν ἐξικμάσθαι, μηδὲ ἀνωμάλως ἔχειν τοὺς πόρους κειμένους, ἀλλ’ ἔστιν ἑλκτά, ὡς ἑλκόμενα ἐπίδοσιν ἔχειν ἄνευ τοῦ βραχῆναι, οἷά ἐστι νεῦρον, ἱμάς, ταῦτα μαλακτά. ἀλλὰ καὶ ὅσα τῶν πεπηγότων ἐλατά ἐστιν οὐκ ὄντα ὕδατος, καὶ ταῦτα μαλακτά ἐστι, μαλακτὰ δὲ πυρί, ὡς σίδηρος (θερμανθεὶς γὰρ μαλάσσεται), ἀλλὰ καὶ κέρας. ἀλλὰ καὶ ξύλα τινὰ θερμαινόμενα πέφυκε κάμπτεσθαί τε καὶ μαλάσσεσθαι. ἐπιζητήσειε δ’ ἄν τις, εἰ ἔστι τινὰ τῶν ἐξ ὕδατος πεπηγότων ἐλατά. λέγει δὲ καὶ τῶν τηκτῶν τε καὶ λυτῶν καὶ τῶν ἀτήκτων τὰ μὲν τεγκτὰ εἶναι, τὰ δὲ ἄτεγκτα, τεγκτὰ μὲν ὅσα δέχεται ἐν αὑτοῖς ὕδωρ βραχέντα, ὡς ὑγρότερα γίνεσθαι καὶ μαλακώτερα, ἄτεγκτα δὲ τὰ μὴ τοιαῦτα. τεγκτὸν μὲν ἔριον καὶ γῆ, ἄτηκτα ὄντα, χαλκὸς δέ, τηκτὸς ὤν, ἄτεγκτός ἐστιν· ἔστι δὲ ὁ χαλκὸς τηκτὸς ὢν οὐχ | ὑπὸ ὕδατος τηκτός, ἀλλ’ ὑπὸ πυρός. λέγει δὲ καὶ τῶν ὑπὸ ὕδατος τηκτῶν ἔνια ἄτεγκτα εἶναι, ὥσπερ νίτρον καὶ ἅλας· οὐ γὰρ διαμένοντες ἐν τῷ βρέχεσθαι γίνονται μαλακώτεροι, ὅπερ ἴδιον τῶν τεγκτῶν. λέγει δὲ καθόλου τεγκτὰ εἶναι ὅσα γῆς ὄντα ἔχει τοὺς πόρους μείζους τε τῶν τοῦ ὕδατος ὄγκων καὶ σκληροτέρους, μείζους μὲν, ὡς δέχεσθαι δι’ αὐτῶν τὸ ὕδωρ, σκληροτέρους δέ, ὡς μὴ λύεσθαι ὑπ’ αὐτοῦ. τηκτὰ δὲ ὕδατί φησιν εἶναι ὅσα δι’ ὅλων αὐτῶν δέχεται τὸ ὕδωρ οὐ διὰ πόρων μόνων σωζομένων καὶ μενόντων μετὰ τὸ δέξασθαι τὸ ὕδωρ. λέγει δὲ καὶ τοῦ τὴν μὲν γῆν καὶ τέγγεσθαι καὶ τήκεσθαι ὑπὸ τοῦ ὕδατος, τὸ δὲ νίτρον τήκεσθαι μέν, τέγγεσθαι δὲ μὴ αἰτίαν, ὅτι τὸ μὲν νίτρον δι’ ὅλου αὐτοῦ τοὺς πόρους ἔχει, καὶ πανταχοῦ συντετρημένοι ἀλλήλοις εἰσὶν οἱ ἐν αὐτῷ, διὸ εὐθὺ τῷ δέξασθαι τὸ ὕδωρ διαιρεῖται ὑπ’ αὐτοῦ τὰ μόρια αὐτοῦ· ἐν δὲ τῇ γῇ οἱ μὲν οὕτως ἔχουσι πόροι, ὡς δι’ ὅλης αὐτῆς εἶναι, οἱ δὲ οὕτως, ὡς παραλλὰξ κεῖσθαι καὶ μὴ συντετρῆσθαι εἰς ἀλλήλους. ὅταν μὲν οὖν κατὰ τοὺς συντετρημένους εἰς ἀλλήλους πόρους καὶ δι’ ὅλης ὄντας αὐτῆς δέξηται τὸ ὕδωρ, τήκεται· ὅταν δὲ κατὰ τοὺς παραλλὰξ κειμένους, τέγγεται μέν, οὐ τήκεται δέ. εἴη δ’ ἄν κἀκεῖνο λέγειν ἑπομένως τῷ προειρημένῳ, ὅτι ἧς μὲν γῆς οἱ πόροι σκληρότεροί εἰσιν, αὕτη τέγγεται μέν, οὐ τήκεται δέ, ἧς δὲ μαλακώτεροι, αὕτη τήκεται· οἱ δὲ τοῦ νίτρου μαλακώτεροι ὄντες ἀεὶ ἐν τῷ δέχεσθαι τὸ ὕδωρ λύονται. | Λέγει δὲ ἑξῆς καὶ τίνα ἐστὶ τῶν σωμάτων καμπτά τε καὶ εὐθυντά, τίνα δὲ καὶ ἄκαμπτα, καὶ ὅλως τί ἐστι τὸ καμπτόν τε καὶ εὐθυντόν, καὶ τί τὸ κάμπτεσθαι καὶ εὐθύνεσθαι, καὶ ὅτι τὸ ἀνακαμπτόμενον κάμπτεται καὶ τὸ κατακαμπτόμενον. λέγει δὲ καὶ περὶ κατακτῶν καὶ θραυστῶν, καὶ ὅτι ἔνια μὲν τὸ ἕτερον τούτων ἐπιδέχεται, ἔστι δ’ ἃ ἀμφότερα, ὡς καὶ κατάσσεσθαι καὶ θραύεσθαι. λέγει δὲ καὶ τί ἑκάτερον τούτων, καὶ τίς αὐτῶν ἡ διαφορά, καὶ τίς ἡ αἰτία ἑκατέρου τῶν παθῶν τούτων. λέγει καὶ περὶ θλαστῶν καὶ ἀθλάστων, τίνα τέ ἐστι καὶ διὰ τί, καὶ τί ἐστι τὸ θλᾶσθαι καὶ τὸ μὴ θλᾶσθαι· ἀλλὰ καὶ ὅτι τῶν θλαστῶν τὰ μὲν καὶ μαλακτά ἐστιν, ὡς κηρός, τὰ δὲ σκληρότερα, ὡς χαλκός. ἀλλὰ καὶ τῶν ἀθλάστων τὰ μὲν σκληρά, ὡς κέραμος (ἄθλαστον γὰρ ὁ κέραμος), τὰ δὲ ὑγρά, ὡς ὕδωρ· οὐ γὰρ θλᾶται τὸ ὕδωρ ἐν τῷ ὑπείκειν, ἀλλὰ διαιρεῖται καὶ ἀντιμεθίσταται. λέγει καὶ τίνα τῶν θλαστῶν πλαστά ἐστι, τουτέστιν ὑπακούοντα πλάσει, τίνα δὲ πλαστὰ μὲν οὔ, πιεστὰ δέ, καὶ τί τὸ πιεστόν, καὶ τίνα πιέζεται σώματα καὶ διὰ τί. λέγει δὲ καὶ τί ἐστιν ὦσις καὶ τί πληγή, καὶ τίς αὐτῶν διαφορά. λέγει δὲ καὶ τίνα τῶν σωμάτων ἐστὶν ἑλκτά, καὶ τί τὸ ἕλκεσθαι. ἀλλὰ καὶ ὅτι ἔνια μὲν καὶ ἑλκτά ἐστι καὶ πιεστὰ τῶν σωμάτων, τὰ δὲ τὸ ἕτερον τούτων ἔχει μόνον. λέγει δὲ καὶ περὶ ἐλατῶν καὶ ἀνηλάτων καὶ λέγει τί ἐστι τὸ ἐλατὸν καὶ τί τὸ ἀνήλατον, καὶ ὅτι τὰ μὲν ἐλατὰ πάντα καὶ θλαστά, τὰ δὲ θλαστὰ οὐ πάντα ἐλατά. ἀλλὰ καὶ ὅτι τῶν πιεστῶν τὰ μὲν ἐλατά ἐστι, τὰ δ’ οὔ. λέγει καὶ περὶ σχιστῶν καὶ ἀσχίστων, καὶ τίνα ἄσχιστα, καὶ τί τὸ σχίζεσθαι, καὶ τίνι διαφέρει σχίσις τομῆς· καὶ τίνα ἐστὶ τμητά, καὶ ὅτι ἔνια καὶ σχιστά ἐστι καὶ τμητά, σχιστὰ μὲν ὡς ἐπὶ τὸ πολὺ κατὰ μῆκος, τμητὰ δὲ κατὰ πλάτος. λέγει δὲ καὶ περὶ τῶν ἄλλων, ὧν πρὸ ὀλίγου τὸν ἀριθμὸν ἐξέθετο ὡς κτὰ δύναμιν καὶ ἀδυναμίαν λεγομένων. γλίσχρον τε γάρ φησιν εἶναι, ἂν ἑλκτὸν ἢ ὑγρὸν ὂν μαλακὸν ᾖ· γίνεσθαι δὲ τὰ τοιαῦτα τῶν σωμάτων, ὅσα οὕτως κατασκευῆς ἔχει, ὡς ἐπαλλάσσειν αὐτῶν τὰ μόρια ἀλλήλοις καὶ τὸ ἕτερον τῷ ἑτέρῳ συνηρτῆσθαι, ὡς αἱ ἁλύσεις, καὶ μὴ εὐαπόλυτον εἶναι. τὰ γὰρ τοιαῦτα ἑλκτά ἐστιν, ἐπὶ πολὺ δυνάμενα ἐκτείνεσθαι μὴ διασπώμενα καὶ πάλιν συνιέναι· τὰ δὲ μὴ τοιαῦτα ψαθυρὰ καὶ εὔθραυστα. λέγει δὲ καὶ τίνα μὲν πιλητά, τίνα δὲ ἀπίλητά ἐστι, καὶ τίνα καυστὰ καὶ τίν ἄκαυστα, καὶ διὰ τί τὰ καυστὰ τοιαῦτά ἐστι· διὰ γὰρ τὸ ἔχειν πόρους πυρὸς δεκτικοὺς καὶ ὑγρότητα ἐν τοῖς πόροις τοῖς κατ’ εὐθυωρίαν ἀσθενεστέραν πυρός, τουτέστιν καυστήν. Ἐφ᾿ οἷς λέγει περὶ τῶν θυμιατῶν καὶ ἀθυμιάτων, καὶ λέγει θυμιατὰ εἶναι ἔχει μὲν ὑγρότητα, οὐ μὴν τοιαύτην, ὥστε πυρουμένων αὐτῶν καὶ θερμαινομένων αὐτὴν καθ’ ἑαυτὴν ἐξατμίζειν ἄνευ τοῦ σώματος τοῦ τὴν ὑγρότητα ἔχοντος. εἰπὼν δὲ μὴ ἐξατμίζειν καθ’ αὑτὴν τὴν ἐν τοῖς | θυμιατοῖς ὑγρότητα πυρουμένων αὐτῶν, περὶ ἀτμίδος εἶπε, τί ἐστιν ἡ ἀτμίς· ἡ γὰρ ὑπὸ θερμοῦ καυστικοῦ ἐξ ὑγροῦ εἰς ἀέρα καὶ πνεῦμα ἔκκρισις ὑγραντική. τῶν δὲ θυμιατῶν ἡ ὑγρότης οὐχ ὑπὸ πυρὸς εἰς ἀέρα θερμαινομένων ἐκκρίνεται, ὡς αὐτὰ ὑπομένειν (συναναλίσκεται γὰρ καὶ αὐτὰ ἐν τῇ θυμιάσει) ἀλλὰ ὑπὸ χρόνου· παλαιουμένων γὰρ ἡ μὲν ὑγρότης ἐξατμίζεται, αὐτὰ δὲ τὰ μὲν ξηρὰ γίνεται, τὰ δὲ καὶ τέλεον εἰς γῆν μεταβάλλει. ἡ δὲ ἔκκρισις ἡ ἀπὸ τῶν θυμιατῶν τοῦ ὑγροῦ ἡ ὑπὸ χρόνου ἀλλ’ οὐχ ὑπὸ πυρὸς γινομένη διαφέρει τῆς ὑπὸ πυρὸς γινομένης, ὅτι αὕτη οὔτε ὑγραντική ἐστιν οὔτε πνεῦμα γίνεται ἡ ἀπ’ αὐτῶν ἔκκρισις τοῦ ὑγροῦ. ὡρίσατο δὲ καὶ τὸ πνεῦμα ῥύσιν συνεχῆ ἀέρος ἐπὶ μῆκος, ὃ προσλαβὸν τὸ ἀπὸ τοιᾶσδέ τινος ἀρχῆς ῥεῖν εἴη ἂν ἄνεμος. αὐτὸ μὲν οὖν καθ’ αὑτὸ τὸ ὑγρὸν πυρουμένων τῶν θυμιατῶν οὐκ ἐκκρίνεται, κοινὴ δ’ ἡ ἔκκρισις γίνεται ἅμα ὑγροῦ τε καὶ ξηροῦ ἀέρος. διὸ οὔτε ὑγραίνει ἡ ἔκκρισις αὕτη, ἀλλὰ μᾶλλον χρωματίζει· μολύνεται γὰρ τὰ πλησίον ὑπὸ τῆς τοιαύτης ἐκκρίσεως. λέγει δὲ καὶ τὴν μὲν τῶν ξυλωδῶν θυμίασιν λέγεσθαι καπνόν, τοιαῦτα δὲ καὶ τὰ ὀστᾶ καὶ αἱ τρίχες καὶ τὰ φύλλα· ἡ δὲ τῶν πιόνων θυμίασις λιγνύς, ἡ δὲ λιπαροῦ κνίσσα. διὰ ταύτην δὴ τὴν αἰτίαν οὐδὲ ἕψεσθαι τὸ ἔλαιον λέγει οὐδὲ παχύνεσθαι· ἔστι γὰρ θυμιατὸν λιπαρόν γε ὄν, ἀλλ’ οὐκ ἀτμιστὸν· ἦν δὲ τῶν μὲν ἀτμιστῶν τὸ ὑγρὸν ἐκκρινόμενον καθ’ αὑτό, τὰ δὲ θυμιατὰ καὶ αὐτὰ σὺν τῷ ὑγρῷ τῷ ἐν αὐτοῖς ἀναλίσκεται θυμιώμενα. τὸ δὲ ὕδωρ οὔ φησιν εἶναι θυμιατόν, ἀλλ’ ἀτμιστόν, ὅτι ὑγρὰ ἀλλ’ οὐ μετὰ ξηρότητος ἡ ἀπ’ αὐτοῦ ἔκκρισις θερμαινομένου γίνεται. λέγει δὲ καὶ τῶν οἴνων τὸν μὲν γλυκὺν θυμιᾶσθαι· εἶναι γὰρ πίονα καὶ παραπλήσιον τῷ ἐλαίῳ ποιεῖν· μήτε γὰρ ὑπὸ ψύχους πήγνυσθαι καίεσθαί τε ὥσπερ καὶ τὸ ἔλαιον μήτε εἶναι κυρίως οἶνον ἢ τῷ ὀνόματι, μὴ ποιοῦντά γε τὰ τοῦ οἴνου· τῷ γὰρ μὴ ἔχειν τὸν χυμὸν οἰνώδη οὐδὲ μεθύσκει, τοῦ δὲ τυχόντος οἴνου τὸ μεθύσκειν. μικρὰν δέ φησι γίνεσθαι τὴν ἀπ’ αὐτοῦ θυμίασιν, τουτέστιν οὐκ ἐπὶ πολὺ χεομένην· διὸ καὶ φλόγα γίνεσθαι αὐτὸν θυμιώμενον, ἐκπυρουμένης καὶ φλογουμένης τῆς ἀναθυμιάσεως διὰ παχύτητα. Λέγει δὲ καὶ τίνα ἐστὶ καυστὰ τῶν σωμάτων καὶ τίνα ἄκαυστα, καὶ πάλιν τῶν καυστῶν τίνα μὲν καὶ φλόγα ποιεῖ, τίνα δὲ καίεται μέν, οὐ μὴν καὶ φλόγα ποιεῖ· ἔνια δέ φησι καὶ ἄνθρακας ποιεῖν τῶν φλογιστῶν. λέγει δὲ φλόγα ποιεῖν καιόμενα ὅσα θυμιατὰ ὄντα μὴ ἔστιν ὑγρά. τὸ γὰρ ἔλαιον καὶ ἡ πίσσα καὶ τὰ ἄλλα ὑγρά· διὸ οὐ φλογιστὰ καθ’ αὑτά, μετ’ ἄλλων δὲ μιγνύμενα καὶ ἐπιχεόμενα. μάλιστα δὲ φλογιστὰ ὅσα καπνὸν ἀνίησι· φλὸξ γὰρ καπνὸς καιόμενος. ἀνθρακευτὰ δὲ τῶν φλόγα ποιούντων λέγει εἶναι ὅσα γῆς πλέον ἔχει ἢ καπνοῦ. λέγει δὲ καὶ τὴν αἰτίαν τοὐ ἔνια μὲν τῶν σωμάτων τηκτὰ ὄντα μὴ εἶναι φλογιστά, ἔνια δὲ φλογιστὰ μέν, τηκτὰ δ’ οὔ, τὰ δὲ καὶ φλογιστὰ καὶ τηκτά. λέγει καὶ τίνα τῶν θυμιατῶν καὶ φλόγα ποιεῖ καὶ τίνα οὔ, καὶ διὰ τίνα αἰτίαν. τὰ γὰρ μὴ τηκτὰ τῶν θυμιατῶν φλογιστά, οὐ τηκτὰ δὲ τὰ πλεῖον γῆς ἔχοντα· ὥστε τῶν θυμιατῶν τὰ πλεῖον γῆς ἔχοντα ἢ ὑγροῦ φλογιστά. ἡ γὰρ ἐν αὐτοῖς γῆ τὸ ξηρὸν ὅμοιον ἔχει τῷ πυρί· ὅταν οὖν προσλάβῃ καὶ τὸ θερμόν, πῦρ γίνεται. διὰ τοῦτο γὰρ καὶ ἡ φλὸξ πνεῦμα ἢ καπνὸς καιόμενός ἐστιν, ἃ ἀμφότερα ξηρά. τῶν μὲν οὖν ξύλων καὶ ξυλωδῶν, ὥσπερ προεῖπεν ἤδη, ἡ ἀναθυμίασις καπνός ἐστι, κηροῦ δὲ καὶ λιβανωτοῦ καὶ πίσσης καὶ ὅσα πίσσης ἔχει, καθ’ ὅσον ἔχει ταύτης, ἡ ἀναθυμίασις λιγνύς, ἐλαίου δὲ καὶ τῶν ἐλαιωδῶν, τουτέστι τῶν λιπαρῶν, κνίσσα· ἃ καὶ ἐλάχιστά φησι καίεσθαι καθ’ αὑτά, ὅτι ὀλίγον ἐν αὑτοῖς ἔχει ξηροῦ, ἡ δὲ μετάβασις καὶ μεταβολὴ εἰς τὸ πῦρ διὰ τοῦ ξηροῦ· τοῦτο γὰρ θερμὸν γενόμενον ἐκπυροῦται· μετὰ δ’ ἄλλου φησὶ τάχιστα καίεσθαι δηλονότι τῶν τοιούτων τό τε ἔλαιον καὶ τὸ λιπαρόν, μίγνυσθαί τε τὸ συναμφότερον· τὸ γὰρ ξηρὸν μετὰ τοῦ λιπαροῦ μιχθὲν πῖον γίνεται. δῆλον οὖν ὅτι | μετ’ ἄλλου εἶπε τῶν ξηρῶν τινος. λέγει δὲ καὶ τὰ μὲν ἐκθυμιώμενα τῶν ὑγρῶν ὑγροῦ μᾶλλον εἶναι, τὰ δὲ ἐξαπτόμενα καὶ καιόμενα ξηροῦ τε καὶ γῆς. Εἰπὼν δὲ περὶ πασῶν τῶν ἀντιθέσεων τῶν κατὰ δύναμιν ἢ ἀδυναμίαν λεγομένων, καθ’ ἃ τὰ ὁμοιομερῆ σώματα διαφέρειν εἶπεν ἀλλήλων, τούτοις τέ φησι τοῖς πάθεσι διαφέρειν ἀλλήλων τὰ ὁμοιομερῆ σώματα καὶ ταύταις ταῖς ἁπταῖς διαφοραῖς· πᾶσαι γὰρ αἰ εἰρημέναι ἀντιθέσεις ἁπταί. καὶ πρὸς τούτοις εἰπὼν χυμοῖς τε καὶ ὀσμαῖς καὶ χρώμασιν οὐκέτι προσέθηκε καὶ τὸ τὰ μὲν ψοφητικὰ αὐτῶν εἶναι, τὰ δὲ ἄψοφα, ἃ τῆς ἀκοῆς κρίνειν· τοῦτο δὲ ἢ ὅτι μὴ προηγουμένως ἐστὶν αὐτῷ ὁ λόγος τὴν διαφορὰν τῶν αἰσθητῶν εἰπεῖν, ἡ ὅτι ἐναργές ἐστι καὶ τὸ τῶν ψόφων αἰσθητικὸν κριτήριον. εἶπε δὲ καὶ περὶ τούτων πρὸ ὀλίγου. καταριθμεῖται δὲ καὶ τίνα ἐστὶν ὁμοιομερῆ τῶν σωμάτων· τά τε γὰρ μεταλλευόμενα καὶ ὅσα ἐκ τούτων τῇ ἐκκρίσει γίνεται· τὰ μὲν γὰρ ἐκ μολίβδου γίνεται, τὰ δὲ ἐξ ἄλλων τῶν ὀρυκτῶν· ἔτι δὲ τὰ ἐν τοῖς φυτοῖς τε καὶ ζῴοις, ἐξ ὧν ἡ σύστασις τῶν ἀνομοιομερῶν. καὶ τὰς ἶνας δὲ τὰς ἐν τοῖς φυτοῖς ἐν τοῖς ἀνομοιομερέσιν ἔθηκεν. Ἐπεὶ δὲ τὰ μὲν ἀνομοιομερῆ, φησίν, ἄλλας αἰτίας (ἔχει ὕλη μὲν γὰρ ἐν τούτοις προσεχὴς τὰ ὁμοιομερῆ, ποιητικὸν δὲ τὸ σπέρμα) ἐξ ὧν δὲ τὰ ἀνομοιομερῆ (συνέστηκε δέ, ὡς εἴρηκεν, ἐκ τῶν ὁμοιομερῶν), τούτων ὕλη μέν, ὡς προείρηται, τό τε ξηρὸν καὶ τὸ ὑγρόν, ὧν τὸ μὲν ἦν ὕδωρ, τὸ δὲ γῆ (προφανέστατα γὰρ τὸ μὲν ὕδωρ τῆς ὑγρᾶς δυνάμεως, ἡ δὲ γῆ τῆς ξηρᾶς) ποιητικὰ δὲ τὸ θερμόν τε καὶ ψυχρόν (ταῦτα γὰρ τὴν σύστασιν τῶν ὁμοιομερῶν ποιεῖ ἐξ ἐκείνων, τουτέστιν ἐκ γῆς τε καὶ ὕδατος), λάβωμεν, φησίν, ἐκ τῶν ὁμοιομερῶν, ἃ ἐξ ὕδατος καὶ γῆς ὡς ὕλης ἔχει τὴν σύστασιν, τίνα μὲν αὐτῶν γῆς ἐστι μᾶλλον, τίνα δὲ ὕδατος, περὶ ὧν προειρήκαμεν ἤδη, καὶ νῦν δὲ ἐπέξεισι περὶ αὐτῶν. τῶν δὴ σωμάτων τῶν ὁμοιομερῶν τῶν δεδημιουργημένων, εἴτε ἁπλῶν εἴτε καὶ μεμιγμένων ὑπό τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, τὰ μὲν ὑγρὰ εἶναί φησι, τὰ δὲ μαλακά, τὰ δὲ σκληρά. ἵνα δὲ τῷ πεπηγέναι πὼς ἢ μαλακὰ ἢ σκληρά ἐστι, προείρηται. τῶν μὲν οὖν ὑγρῶν (ἐν τούτοις δὲ τίθησι καὶ τὰ μαλακά) τὰ μὲν ἐξατμιζόμενα ὕδατός ἐστιν, ὅσα δὲ μὴ ἐξατ|μίζεται, ἢ γῆς ἢ κοινά ἐστι γῆς καὶ ὕδατος, εἰπὼν ἢ γῆς, οὐχ ὅτι μόνον γῆς (τῶς γὰρ [ἂν] ὑγρόν τι ὂν ἐκ γῆς εἶναι μόνον δύναται;) ἀλλ’ ὅτι ἢ πλέον γῆς ἢ ἀμφοτέρων ἴσον, ὡς τὸ γάλα· ὑγρὸν γὰρ ὂν οὐκ ἐξατμίζεται, ὡς ἀναλίσκεσθαι πᾶν εἰς ἀτμούς, ἀλλὰ συνίσταται. ἢ γῆς καὶ ἀέρος. ὡς τὰ ξύλα· λέγοι δ’ ἄν περὶ τῶν χλωρῶν ξύλων· ταῦτα γὰρ καὶ ὑγρά· ἢ ὕδατος καὶ ἀέρος, ὡς ἔλαιον. ἔτι δὲ τὰ μὲν ὑπὸ θερμοῦ παχυνόμενα κοινὰ γῆς καὶ ὕδατος· ἀπορεῖ δὲ ἔτι καὶ περὶ τοῦ οἴνου, πότερον αὐτὸν ἐν τοῖς ὑγροῖς χρὴ τιθέναι ἢ ἐν τοῖς μικτοῖς. καθ’ ὅσον μὲν γὰρ ἐξατμίζεται, ἦν δὲ τὰ Τοιαῦτα τῶν ὑγρῶν, καὶ ὁ οἶνος ἂν τούτων εἴη· καθ’ ὅσον δὲ πάλιν παχύνεται ὑπὸ τοῦ θερμοῦ, ὡς ὁ νέος ἑψόμενος γὰρ συνίσταται, τὰ δὲ τοιαῦτα ἐξ ἀμφοῖν), δόξει πάλιν ἐκ γῆς καὶ ὕδατος εἷναι. λύει δὲ τὸ ἀπορηθὲν τῇ τῶν οἴνων διαιρέσει. τὰ δὲ ὑπὸ ψυχροῦ παχυνόμενα γῆς εἶναί φησι δηλονότι μᾶλλον· ὅσα δ’ ὑπὸ ἀμφοτέρων, καὶ ὑπὸ θερμοῦ καὶ ψυχροῦ, παχύνεται, κοινά φησιν εἶναι πλειόνων· ἔλαιον μὲν γὰρ ὕδατος καὶ ἀέρος, μέλι δὲ γῆς καὶ ὕδατος· ὁμοίως καὶ ὁ γλυκὺς οἶνος. τῶν δὲ συνεστώτων, τουτέστι τῶν πεπηγότων τε καὶ σκληρῶν, ὅσα μὲν ὑπὸ ψυχροῦ πέπηγεν, ὕδατος ταῦτα, ὅσα δὲ ὑπὸ θερμοῦ, γῆς. ὅσα δὲ δοκεῖ καὶ ὑπὸ θερμοῦ καὶ ψυχροῦ πήγνυσθαι, (τοιαῦτα δ’ ἐστὶν ὅσα προθερμανθέντα ψυχθέντα πήγνυται) δοκεῖ μὲν στερήσει ὑγροῦ τε καὶ θερμοῦ πήγνυσθαι· τὰ μὲν γὰρ ὑπὸ πυρὸς πηγνύμενα στερήσει ὑγροῦ πήγνυται, τὰ δ’ ὑπὸ ψυχροῦ στερήσει θερμοῦ, ὅσα δ’ ὑπ’ ἀμφοτέρων, ἀμφοτέρων στερήσει. ὅσων μὲν οὖν ἅπαν ἐξικμάσθη. τῶν ὁμοιομερῶν, φησί, τῶν ἐξατμισθέντος τοῦ ὑγροῦ αὐτῶν παντὸς τὴν πῆξιν ἀναδεξαμένων, ἔστι κέραμος καὶ ἤλεκτρον· ἀλλ’ ὁ μὲν κέραμος ὑπ’ ἀμφοῖν τῶν ποιητικῶν πέπηγε, τὸ δὲ ἤλεκτρον ὥσπερ καὶ τὰ ἄλλα δάκρυα τῶν φυτῶν, κόμμι, λιβανωτός, σμύρνα, ταῦτα ψύξει μόνῃ πεπήγασιν. ὁ γὰρ Ἠριδανὸς ποταμὸς τῇ ἀπ’ αὐτοῦ ψύξει ἐκθλιβῆναι ἐποίησε τῶν δακρύων τὸ θερμόν, ὃ ἐκθλιβὲν συνήγαγεν ἑαυτῷ τὸ ὑγρὸν τὸ ἐν αὐτοῖς, καὶ οὕτως ξηρανθέντα ἐπάγη, ὃν τρόπον, φησί, καὶ τὸ μέλι τὸ ἑφθὸν ἐμβαλλόμενον εἰς ὕδωρ ὑπομένει· καὶ γὰρ τούτου τὸ θερμὸν διὰ τὴν ψῦξιν τοῦ ὕδατος συνεκκρίνεται τῷ ὑγρῷ. ἤλεκτρον δὲ οὐ τὸ ἐκ χρυσοῦ καὶ ἀργύρου μῖγμα, ἀλλὰ λίθον τινά φησιν, ὃς ἐν τῷ Ἠριδανῷ ποταμῷ γίνεται, ὃς θερμαινόμενος ἕλκει τὰ ἄχυρα πρὸς ἑαυτόν. ὅσων μὲν οὖν ὑπ’ ἀμφοῖν πηγνυμένων τὸ ὑγρὸν ἅπαν ἐξικμάζεται, ὡς τοῦ κεράμου τε καὶ ἠλέκτρου, ταῦτα λέγει μᾶλλον ὑπὸ τῆς ψύξεως πήγνυσθαι, εἶναι δὲ γῆς. τῶν δὲ τοιούτων τὰ μὲν ἄτηκτα εἶναί φησι καὶ ἀμάλακτα, ὡς τὸ ἤλεκτρον καὶ λίθους ἐνίους, ὡς τοὺς ἐν τοῖς σπηλαίοις πώρους· οὗτοι γὰρ ὑπὸ ψυχροῦ μᾶλλον πήγνυνται τοῦ ἐν αὐτοῖς θερμοῦ διεξιόντος, ὡς καὶ ἐπὶ τοῦ ἠλέκτρου, καὶ τῷ ἀπολιπεῖν συντελοῦντος εἰς τὴν πῆξιν· ἐν γὰρ τοῖς ἄλλοις τοῖς ὑπ’ ἀμφοτέρων πηγνυμένοις ἢ τοῖς ὑπὸ θερμοῦ τὸ ἔξωθεν προσπῖπτον πῦρ ἐστι τὸ πρὸς τὴν πῆξιν αὐτῶν συντελοῦν. ἐξ ὧν δὲ μὴ ὅλον τὸ ὑγρὸν ἐξικμάζεται, γῆς μὲν καὶ ταῦτα μᾶλλον, ἔστι μέντοι μαλακτά. καὶ ὅσα μὲν ὑπὸ πυρὸς τήκεται, ταῦτα ὑδατωδέστερα, ὅσα δὲ ὑπὸ ὕδατος, γῆς· ὅσα δὲ μηδ’ ὑφ’ ἑτέρου, ἢ γῆς ἢ ἐξ ἀμφοῖν. Ὄντων δή, φησί, πάντων τῶν ὁμοιομερῶν ἢ ὑγρῶν ἢ πεπηγότων, ταῦτα δ’ ἐν τοῖς εἰρημένοις πάθεσίν ἐστι (τῶν μὲν γὰρ ὑγρῶν τὰ μὲν ἐξ. ἀτμίζεται, τὰ δ’ οὔ, καὶ τὰ μὲν ὑπὸ θερμοῦ παχύνεται, τὰ δ’ ὑπὸ ψυχροῦ, τὰ δ’ ὑπ’ ἀμφοῖν, τῶν δὲ πεπηγότων τε καὶ σκληρῶν τὰ μὲν ὑπὸ ψυχροῦ πέπηγε, τὰ δ’ ὑπὸ θερμοῦ, τὰ δ’ ὑπ’ ἀμφοῖν, καὶ τὰ μὲν ὑπὸ πυρὸς αὐτῶν τήκεται, τὰ δ’ ὑπὸ ὕδατος) καὶ παρὰ ταῦτα οὐδέν ἐστι πάθος ἐν τοῖς προειρημένοις ἄλλο, ἕκαστον δὲ τούτων εἴρηται τῶν παθῶν, τίνι συμβαίνει, ἔχοιμεν ἂν οἷς πᾶν τὸ λαμβανόμενον τῶν ὁμοιομερῶν δυνησόμεθα γνωρίζειν, πότερόν ἐστιν ὕδατος ἢ γῆς ἢ τοῦ συναμφοτέρου, καὶ πότερον αὐτοῦ ποιητικόν τε καὶ τῆς συστάσεως αἴτιον τὸ ψυχρὸν ἢ τὸ θερμὸν ἢ ἀμφότερα. ἑξῆς δὲ τὰ ὁμοιομερῆ προχειριζόμενος, ἀπὸ τῶν προειρημένων παθῶν διακρίνων αὐτὰ δείκνυσι, τίνα μέν ἐστιν αὐτῶν μᾶλλον ὕδατος, τίνα δὲ γῆς, τίνα δ’ ἐπ’ ἴσης ἀμφοῖν μετέχειν δοκεῖ. εἰπὼν δὲ ποῖά τε θερμὰ ἡ ψυχρὰ τῶν πεπηγότων ἢ τῶν ὑγρῶν, ἐκ τῶν εἰρημένων χρὴ μεταδιώκειν, λέγει περὶ αὐτῶν καθόλου ὅτι ὅσα μὲν αὐτῶν ὕδατός ἐστι, ταῦτα ὡς ἐπὶ τὸ πλεῖστόν ἐστι ψυχρά, ἐὰν μὴ ἔξωθεν καὶ ἀλλοτρίαν ἔχῃ θερμότητα, ὡς κονία, οὖρον, οἶνος. ἥ τε γὰρ κονία ἀπὸ τοῦ διηθῆσθαι τὴν τέφραν ἔχουσαν θερμότητα θερμή, ἀλλὰ τὸ οὖρον τῷ ἀπὸ τῆς πέψεως καὶ τῆς τῶν σιτίων κατεργασίας γεγονέναι, ἥτις ἐστὶ γινομένη ὑπὸ θερμότητος, θερμόν· καὶ ὁ οἶνος δὲ διὰ τὴν πέπανσίν τε καὶ τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα θερμός. ὅσα δὲ γῆς πάλιν, ὡς ἐπὶ τὸ πολὺ ταῦτα πάλιν θερμὰ διὰ τὸ ὑπὸ θερμοῦ γίνεσθαί τε καὶ δημιουργεῖσθαι, ὡς ἥ τε τίτανος καὶ ἡ τέφρα· ἀμφότερα γὰρ ὑπὸ πυρὸς γίνεται, ἡ μὲν λίθων ἡ δὲ ξύλων καυθέντων. εἰπὼν δὲ τὰ γῆς ὄντα μᾶλλον τῶν ὁμοιομερῶν θερμὰ εἶναι διὰ τὴν τοῦ θερμοῦ δημιουργίαν, ἐφεξῆς τὴν αἰτίαν ἀποδίδωσι τούτου. ἡ μὲν γὰρ ὕλη καὶ τὸ ὑποκείμενον πᾶσι τοῖς τοιούτοις σώμασι ψυχρὸν καὶ ψυχρότης τις. ἔστι μὲν γὰρ ὕλη τὸ ὑγρόν τε καὶ ξηρόν· αὗται γὰρ τῶν τεσσάρων δυνάμεων παθητικαί· τούτων δὲ τῶν δυνάμεων μάλιστά ἐστι σώματα ὕδωρ τε καὶ γῆ, ἀμφότερα δ’ εἰδοποιεῖται τῷ ψυχρῷ· τὸ μὲν γὰρ ὕδωρ ὑγρόν τε καὶ ψυχρόν, ἡ δὲ γῆ ξηρά τε καὶ ψυχρά· ὥστε πάντα τὰ σώματα, ὅσα ἢ ὕδατος ἢ γῆς ἐστι, κατὰ τὸ ὑποκείμενόν ἐστι ψυχρά, ἄν μὴ ἔξωθεν καὶ ἀλλοτρίαν ᾖ προσειληφότα θερμότητα, ὡς τὸ ζέον ὕδωρ ἢ τὸ διὰ τέφρας ἠθημένον, ὡς ἡ κονία. εἰπὼν δὲ τὴν τέφραν ἔχειν θερμότητα καθόλου φησὶν ἐν ἅπασιν εἶναι θερμότητα ἢ πλείω ἢ ἐλάττω τοῖς διὰ θερμότητος καὶ πυρώσεως γεγονόσι· διὰ τοῦτο γὰρ καὶ ἐν τοῖς σεσηπόσι ζῷα ἐγγίνεσθαι, ὅτι ἔστιν ἐν αὐτοῖς θερμότης τις ἡ σήψασα αὐτά. σήψεως γὰρ αἰτία, ὡς ἐν τοῖς πρώτοις εἴρηται, ἡ ἔξωθεν καὶ ἀλλοτρία θερμότης, ὅταν διὰ τὸ πλείων εἶναι φθείρῃ τὴν ἐν τῷ σηπομένῳ οἰκείαν θερμότητα. ὅσα δὲ κοινὰ ὕδατός τε καὶ γῆς, φησὶν ἔχειν ταῦτα θερμότητα διὰ τὸ ὑπὸ θερμότητος γεγονέναι· τὰ γὰρ πλεῖστα αὐτῶν τὴν σύστασιν καὶ πῆξιν ἔχει ὑπὸ θερμότητος πεψάσης αὐτά· ἔνια δὲ αὐτῶν σήψεις εἰσίν, ὡς τὰ συντήγματα. ἕκαστον μὲν οὖν τῶν τοιούτων σωμάτων, ἃ κοινά ἐστιν ὕδατός τε καὶ γῆς, ἕως ἂν τὴν αὑτοῦ φύσιν σώζῃ, θερμόν (τοῦτο γὰρ τὸ συνέχον αὐτὰ καὶ εἰδοποιοῦν τοιαῦτα), αἷμα, γονή, μυελός, ὀπός, πάντα τὰ τοιαῦτα· φθειρόμενα δὲ καὶ ἐξιστάμενα τῆς αὑτῶν φύσεως καὶ ἀπολλύντα τὸ εἶδος οὐκ ἔστι θερμά· λείπεται γὰρ ἐν αὐτοῖς ἡ ὕλη, ἦν δὲ αὕτη γῆ τε καὶ ὕδωρ, ἄμφω ψυχρά. διὰ τοῦτο γὰρ δοκεῖ τὰ τοιαῦτα σώματα τοῖς μὲν θερμὰ εἶναι, τοῖς δὲ ψυχρά, διὰ τὸ ὅταν μὲν ἐν τῇ αὑτῶν φύσει ὧσι, θερμὰ εἶναι, ἐκστάντα δὲ ταύτης ψυχρά τε καὶ πηγνύμενα. οὕτως μὲν οὖν ἔχειν φησίν, ὡς προείρηται, ὡς ἐν πᾶσιν αὐτοῖς τὸ ὑποκείμενον ψυχρὸν εἶναι· ὅμως δέ, ὥσπερ διώρισται καὶ προείρηται, ἐν οἷς μὲν ὕλη ὕδωρ, ταῦτα ὡς ἐπὶ τὸ πλεῖστον ψυχρά (τὸ 30 γὰρ ὕδωρ ἀντίκειται μάλιστα τῷ πυρί, ὂν κατ’ ἀμφοτέρας τὰς δυνάμεις, τήν τε ὑγρότητα καὶ τὴν ψυχρότητα, ἐναντίον αὐτῷ, ὄντι ξηρῷ τε καὶ θερμῷ), ἐν οἷς δὲ ἡ ὕλη γῆς ἢ ἀέρος, ταῦτα θερμά. συμβαίνει δέ ποτε, φησί, τὰ αὐτὰ γίνεσθαι καὶ ψυχρότατα καὶ θερμότατα, ἀλλοτρίαν προσλαμβάνοντα θερμότητα. ὅσα γὰρ ἐξ ὕδατος ὄντα διὰ ψυχρότητα πέπηγε καὶ ἔστι στερεώτατα, ταῦτα ψυχρὰ μάλιστά ἐστι διὰ στέρησιν θερμότητος πεπηγότα καὶ μάλιστα καίει, ὅταν πυρωθῇ· τὰ γὰρ παχύτερα μᾶλλον καίει πυρωθέντα, ὕδωρ μὲν καπνοῦ (τὸ γὰρ ζέον ὕδωρ μᾶλλον καίει τῆς φλογός, ἥτις ἐστὶ καπνὸς καιόμενος), καὶ πάλιν οἱ λίθοι τοῦ ὕδατος. | Εἰπὼν τί ἐστι τὸ ὑποκείμενον τοῖς ὁμοιομερέσι σώμασι, καὶ τίνος ἕκαστον αὐτῶν μᾶλλόν ἐστιν, ἐφεξῆς ἐπεὶ ἐν τοῖς ὁμοιομερέσι σάρξ τε καὶ ὀστοῦν καὶ νεῦρον καὶ τῶν τοιούτων ἕκαστον (έκ γὰρ τούτων τὰ ἀνομοιομερῆ μέρη τοῦ ζῴου, ἐξ ὧν τὸ ζῷον), περὶ τούτων εἰπεῖν προτίθεται, τί ἕκαστον αὐτῶν, οὐ κατὰ τὸ ὑποκείμενον (τοῦτο γὰρ εἴρηται), ἀλλὰ κατὰ τὸν λόγον. ἔχομεν γὰρ ἤδη, φησίν, τὰ γένη τῶν ὁμοιομερῶν, ἐκ τίνος ἕκαστον αὐτῶν, γῆς, ὕδατος ἢ ἐξ ἀμφοῖν, λαβόντες τοῦτο διὰ τῆς γενέσεως αὐτῶν· ἐξ οὗ γὰρ ὑποκειμένου γίνεται, ἐκ τούτου καὶ ἔστι γενόμενον. ἐξ ὧν ἡ τῶν ἀνομοιομερῶν φύσις· ἐκ γὰρ τῶν ὁμοιομερῶν τὰ ἀνομοιομερῆ. ἐκ γὰρ τῶν στοιχείων πρῶτα τὰ ὁμοιομερῆ, ἐκ δὲ τούτων ὡς ὑποκειμένων τε καὶ ὕλης τὰ ὅλα ἔργα τῆς φύσεως, οἷον ζῷα, φυτά. ὡς ὕλης δὲ ἐκ τούτων εἶπε· τὸ γὰρ εἶδος αὐτῶν, καθ’ ὃ μάλιστά ἐστιν ὅ ἐστιν, οὐ τοιοῦτον εἶναι. φησὶν οὖν πάντα τὰ ὁμοιομερῆ ὡς μὲν ἐξ ὕλης ἐκ τῶν προειρημένων, ὕδατός τε καὶ γῆς, ὡς δὲ κατὰ τὴν οὐσίαν καὶ τὸ εἶναι ὅ ἐστιν ἕκαστον αὐτῶν τῷ λόγῳ, τουτέστι τῷ λόγῳ καὶ τῷ εἴδει ἕκαστον αὐτῶν ἐστιν ὅ ἐστιν. ὅτι δὲ κατὰ τὸν λόγον ἐστὶν αὐτοῖς τὸ εἶναι ἅ ἐστι, δῆλον εἶναί φησιν ἐπὶ τῶν ὑστέρων μᾶλλον, ὕπερα λέγων τὰ ἀνομοιομερῆ (ὕστερα γὰρ ταῦτα τῶν ὁμοιομερῶν, εἴ γε ἐξ ἐκείνων σύγκειται), καὶ ὅλως, φησίν, ἐπὶ τούτων, ἃ οἷον ὄργανά ἐστι τῶν σωμάτων, καὶ ἕνεκά τινος χρείας ἡμῖν δοκεῖ δεδόσθαι. τούτοις γὰρ προφανῶς τὸ εἶναί ἐστιν ἐν τῷ λόγῳ· ἐν γὰρ τῷ δύνασθαι τὸ εἶναι τούτοις ἐστίν. ὅτι δὲ μᾶλλον δῆλον ὅτι κατὰ τὸν λόγον [καὶ] τοῖς ἀνομοιομερέσι τὸ εἶναι, ἔδειξε λαβὼν τὸν νεκρὸν ἄνθρωπον· γνωριμώτερον γὰρ ὅτι ὁ νεκρὸς ἄνθρωπος ὁμωνύμως ἄνθρωπος λέγεται, καὶ οὐ κυρίως ἄνθρωπος. οὗτος δ’ ἐστὶν ᾧ ὁ λόγος ἐφαρμόζει, οὐκ ἐφαρμόζει δὲ ὁ λόγος ὁ τοῦ ἀνθρώπου τῷ νεκρῷ· οὐδεὶς γὰρ ὁρίζεται τὸν νεκρὸν ἄνθρωπον ζῷον λογικὸν θνητόν. ἐπὶ δὴ τούτου γνωριμώτερον ἢ ἐπὶ αἵματος καὶ ἑκάστου τῶν ὁμοιομερῶν. ἔστι μὲν γὰρ καὶ ἐπ’ ἐκείνων τὰ τῶν νεκρῶν ὁμωνύμως τοῖς τῶν ζώντων λεγόμενα, πλὴν οὐ φανερὸν ὁμοίως ἐπ’ ἐκείτῶν νῶν· ὡς δ᾿ ὁ νεκρὸς ἄνθρωπος ὁμωνύμως ἄνθρωπος, οὕτως καὶ ἡ χεὶρ τοῦ νεκροῦ ὁμωνύμως χείρ· ἤρξατο δὲ ἀπὸ τοῦ ὑστάτου τοῦτο δ’ ἦν τὸ τέλειον ζῷον), εἶτ’ ἐπάνεισιν ἐπὶ τὰ πρὸ αὐτοῦ, ὧν προσεχῆ μὲν τοῖς τελείοις ἐστὶ τὰ ἀνομοιομερῆ, πρὸ δὲ τούτων τὰ ὁμοιομερῆ. ὅτι δὲ τὰ τινὸς ἕνεκεν ὄντα, ἐπὰν μηκέτι τοῦτο δύνηται ποιεῖν, μόνον δὲ φυλάσσῃ τὸ σχῆμα, ὁμωνύμως λέγεται, ἔδειξεν ἀπὸ τῶν λιθίνων αὐλῶν· ὡς γὰρ οἱ αὐλοὶ ὄργανα, οὕτω καὶ χεὶρ καὶ πάντα τὰ μόρια τοῦ ζῴου ὄργανά τινά ἐστιν ὑπὸ τῆς φύσεως χρείας τινὸς χάριν γεγονότα. ἧττον δέ φησι δῆλον εἶναι ἐπὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν ὁμοιομερῶν, ὅτι καὶ ταῦτα ὄργανα καὶ ἐπί τινα χρείαν τὴν ἀναφορὰν ἔχει, ἡ ἐπὶ χειρὸς καὶ προσώπου καὶ ποδὸς καὶ τῶν ἀνομοιομερῶν. ἔτι δὲ ἧττον ἐπὶ τῶν ἁπλῶν σωμάτων, ἃ καὶ στοιχεῖα λέγομεν, οἷον πυρός, ὕδατος, τῶν λοιπῶν· ἐλάχιστα γὰρ ἐπὶ τούτων δῆλον τὸ τίνος χάριν ἐστὶν ἕκαστον αὐτῶν, ἐν οἷς πλεῖστον τὸ τῆς ὕλης ἐστί, τουτέστιν ἐν τοῖς ἐγγυτέρω τῆς ὕλης· ἐγγυτάτω δὲ τῆς ὕλης ἐστὶ τὰ πρῶτα ἐκ τῆς ὕλης γινόμενα, ἅπερ ἐστὶ τὰ στοιχεῖα· διὸ καὶ ὕλης ταῦτα λόγον ἐν τοῖς συνθέτοις ἔχει. ὥστε εἰ τὰ ἔσχατα ἐξ ὧν τὸ συναμφότερον κατ’ ἰδίαν ληφθείη ταῦτα δ’ ἐστὶν ἥ τε ὕλη καὶ τὸ εἶδος), οὔτε ἡ ὕλη ἄλλο τι ἔστι παρ’ αὐτήν αὕτη γὰρ ἡ ἐσχάτη ὕλη, ἥτις ἔστι τὸ πρῶτον ὑποκείμενον τοῖς σώμασιν· ἁπλῆ γὰρ φύσις ἡ τοιαύτη), ὁμοίως δὲ καὶ τὸ εἶδός τε καὶ ἡ οὐσία· τὸ γὰρ εἶδος οὐσίαν λέγει, ἐπεὶ κατὰ τοῦτο τὸ εἶναι ἑκάστῳ τῶν συνθέτων· καὶ τοῦτο δὴ οὐδὲν ἄλλο παρὰ τὸν λόγον, καθ’ ὃν ἡ ὕλη εἰδοποιεῖται. τὰ δὲ μεταξύ τε εἴδη καὶ ἐκ τούτων ἀνάλογον τούτων ἐστὶ μᾶλλον, οἷς ἐστιν ἐγγυτέρω, τὰ μὲν τῆς ὕλης ἐγγυτέρω ὑλικώτερα, τὰ δὲ τῆς οὐσίας τε καὶ τοῦ λόγου εἰδικώτερα. ἔστι δὲ του λογου μὲν καὶ του εἴδους ἐγγυτέρω ὅσα ἐξ είδοπεποιημένων ἤδη σύγκειται, καθ’ ὅσον εἰδοποιεῖται, οἷον τὸ πρόσωπον ἐξ ὁμοιομερῶν τινων σύγκειται, καθ’ ὅσον ἐστὶν εἰδοπεποιημένα ἐκ γὰρ ὀφθαλμῶν, καθ’ ὅσον εἰσὶν ὀφθαλμοί, καὶ ὁμοίως τῶν ἄλλων), τῆς δὲ ὕλης ἃ τὴν ὑποκειμένην ὕλην ἔχει χωρὶς εἴδους· τοιοῦτον γὰρ τὸ τοῖς στοιχείοις ὑποκείμενον, ἐπεὶ καὶ τῶν ἁπλῶν τε καὶ πρώτων σωμάτων ἕκαστον, φησίν, ἐστὶν ἕνεκά του, καὶ οὐχ ὁπωσοῦν ἔχον ἕκαστον αὐτῶν τὸ μὲν ὕδωρ ἐστὶ τὸ δὲ γῆ τὸ δὲ ἄλλο τι, ὥσπερ οὐδὲ σὰρξ ἢ ἧπαρ, ἀλλ’ ὡς ταῦτα, ὅταν τὸ αὑτῶν παρέχηται, οὕτως κἀκεῖνα, ὅταν ἕκαστον αὐτῶν σώζῃ τὴν οἰκείαν φύσιν καὶ τὸ ἴδιον ἔργον. τούτων δέ, φησίν, ἔτι μᾶλλον, σαρκός τε λέγων καὶ ἑκάστου τῶν σπλάγχνων καὶ ὅλως τῶν ὁμοιομερῶν, τὸ ἕνεκά του ἔχειν φανερώτερον ἐπὶ προσώπου τε καὶ χειρὸς καὶ ἑκάστου τῶν ἀνομοιομερῶν. | Εἰπὼν δὲ ἕκαστον τῶν ἀνομοιομερῶν, ὥσπερ οὖν καὶ τῶν ὁμοιομερῶν, ἔτι μᾶλλον τὸ ἕνεκά του ἔχειν, καὶ κατὰ τοῦτο τὴν οὐσίαν αὐτῶν ὁρίζεσθαι, τί ἐστι τοῦτο οὗ χάριν ἕκαστον αὐτῶν γέγονέ τε καὶ ἐστὶ καὶ εἰδοποιεῖται, λέγει. πάντα γάρ φησιν ὁρίζεσθαι τὰ τοιαῦτα ἔργῳ τινί· ὧν τὰ μὲν δυνάμενα τὸ αὑτῶν ἔργον ποιεῖν ἀληθῶς εἶναι ταῦτα ἃ λέγεται ὀφθαλμὸν γὰρ εἶναι τὸν τὸ αὑτοῦ ἔργον ποιοῦντα ἢ ποιεῖν δυνάμενον, ἔστι δὲ ὀφθαλμοῦ ἔργον τὸ ὁρᾶν), ὅσα δὲ μὴ δύναται τὸ ἴδιον ἔργον ποιεῖν τούτου, οὗ τὸ ὄνομα ἔχει, ὁμωνύμως ἐκείνοις λέγεσθαι, ὡς τὸν ὀφθαλμὸν τὸν τοῦ τεθνεῶτος ἢ τὸν λίθινον. οὐδὲ γὰρ πρίων κυρίως ὁ ξύλινος, ἀλλ’ ὁμωνύμως καὶ οὕτως, ὡς ἡ Σωκράτους εἰκὼν Σωκράτης· εἰκὼν γὰρ ὁ ξύλινος πρίων πρίονος. ὡς δὲ ταῦτα, οὕτως καὶ ἐπὶ σαρκὸς ἔχει δηλονότι καὶ αἵματος καὶ τῶν τοιούτων μορίων, ἀλλὰ τῷ μὴ ὁμοίως εἶναι τὸ τούτων ἔργον γνώριμον, λανθάνει τίνα μὲν αὐτῶν ἐστι τὰ κυρίως ταῦτα ὄντα ἃ λέγεται, τίνα δὲ ὁμωνύμως τούτοις λέγεται. ἔτι δὲ μᾶλλον ἄδηλον ἐπὶ τῶν ἁπλῶν σωμάτων, τί τὸ κατὰ φύσιν ἔργον αὐτῶν, καὶ τίνι ὁρίζεται. ὁμοίως δέ, φησίν, ἔχει καὶ τὰ ἐν τοῖς φυτοῖς μόρια· καὶ γὰρ ταῦτα οἰκεῖόν τι ἔργον ἔχει, ᾧ τὸ εἶναι αὐτῶν ὁρίζεται. ἀλλὰ καὶ τὰ ἄψυχα τῶν φυσικῶν τε καὶ ὁμοιομερῶν σωμάτων ἔργῳ τινὶ ὥρισται, οἷον χαλκός, ἄργυρος, χρυσός, τῶν ἄλλων ἕκαστον. πάντα γὰρ τὰ φυσικὰ σώματα δυνάμει τινὶ ὁρίζεται ἢ ποιητικῇ ἢ παθητικῇ· τὸ μὲν γὰρ πῦρ τῷ ποιεῖν τι, ἡ δὲ γῆ τῷ πάσχειν, ὥσπερ καὶ ἡ σὰρξ καὶ τὸ νεῦρον καὶ ὅλως τὰ τῶν ζῴων μέρη· ἀλλ’ οἱ λόγοι αὐτῶν, τουτέστιν αἱ δυνάμεις αὐτῶν, καθ’ ἃς ὁρίζεται ἡ οὐσία αὐτῶν, οὐ πάνυ ἀκριβῶς γινώσκονται. διὸ πότε ὑπάρχει αὐτοῖς ἡ δύναμις αὕτη, καὶ ἔστι κυρίως ταῦτα ἃ λέγεται, καὶ πότε ὁμωνύμως, οὐ ῥᾴδιον διακρῖναί τε καὶ διελεῖν, ἂν μὴ παντάπασιν ἡ δύναμις, καθ’ ἣν ἕκαστον αὐτῶν ἐστιν ὃ λέγεται, ἐξίτηλος ᾖ, ὡς μόνον τὰ σχήματα ἢ τὰ χρώματα σώζειν τὰ σώματα, καὶ ταῦτα ἐπιπολῆς καὶ οὕτως, ὡς τὰ τῶν παλαιουμένων νεκρῶν σώματα τὸ σχῆμα φυλάσσειν δοκοῦντα μέχρι τινὸς ἐξαίφνης τέφρα γίνεται. ὁμοίως καὶ καρποὶ μόνον τῷ σχήματι τοιοῦτοι παλαιούμενοι, τὴν δὲ αἴσθησιν οὐκέτι κινοῦσιν ὡς τοιοῦτοι· οὕτως ἔχει καὶ τὰ ἐκ τοῦ γάλακτος πηγνύμενα. Εἰπὼν δὲ ταῦτα καὶ δείξας ὅτι ἡ οὐσία τῶν ὁμοιομερῶν σωμάτων, τῶν τε ἄλλων καὶ τῶν μορίων τῶν ἐν τοῖς ζῴοις, κατὰ τὸ εἶδος καὶ τὸν λόγον ὁρίζεται, λέγει τίς ὁ τῶν ὁμοιομερῶν μορίων τῶν ζῴων λόγος, καὶ τίνι εἰδοποιεῖται. θερμότητι δή φησιν αὐτὰ ὁρίζεσθαι καὶ ψυχρότητι καὶ αὐτῶν τὴν πῆξίν τε καὶ σύστασιν λαμβάνει. τίνες δέ εἰσιν αἱ κινήσεις αἱ ἀπὸ τοῦ θερμοῦ καὶ ψυχροῦ, λέγει· τάσει γάρ, φησί, καὶ ἕλξει καὶ θραύσει καὶ σκληρότητι καὶ μαλακότητι καὶ τοῖς ἄλλοις, περὶ ὧν εἶπε τὰς παθητικὰς δυνάμεις τε καὶ ἀδυναμίας τίνες εἰσὶ διορίζων· κατὰ ταῦτα γὰρ τὴν διαφορὰν αὐτῶν τὴν πρὸς ἄλληλα γίνεσθαι· τὰ μὲν γὰρ ὑπὸ θερμοῦ καὶ τῆς ἀπὸ τοῦ θερμοῦ κινήσεως, τὰ δὲ ὑπὸ ψυχροῦ, τὰ δὲ ὑπ’ ἀμφοτέρων. τὰ δέ γε ἐκ τούτων, λέγει δὲ τῶν ὁμοιομερῶν, συνεστῶτα, ἅπερ ἐστὶ τὰ ἀνομοιομερῆ, οὐκέτ’ ἂν τούτοις ἀλλήλων διαφέρειν λέγοιτο· οὐ γὰρ ἡ κεφαλὴ τῆς χειρὸς ἢ ὁ θώραξ τοῦ ποδὸς τάσει ἄν ἢ ἕλξει ἢ θραύσει ἢ σκληρότητι ἢ μαλακότητι ἤ τινι τοιούτῳ διαφέρειν λέγοιτο, τούτων τινὶ τὸ εἶναι ἔχοντα· ἀλλ’ ὡς τοῦ χρυσὸν μὲν καὶ ἄργυρον καὶ σίδηρον καὶ τῶν τοιούτων ἕκαστον γενέσθαι αἰτία ψυχρότης ἢ θερμότης καὶ ἡ ἀπό τινος τούτων κίνησις, τοῦ δὲ τὰ ἐκ τούτων ὄντα γενέσθαι τε καὶ εἶναι, οἷον φιάλην ἢ πρίονα, οὐκέτ’ ἐκεῖνα αἴτια, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἀνομοιομερῶν τοῦ ζῴου, ἃ ἐκ τῶν ὁμοιομερῶν συνέστηκε. διαφέρει δέ, ὅτι τῆς μὲν φιάλης καὶ τοῦ πρίονος καὶ ἃ γίνεται ἐκ σιδήρου καὶ ἀργύρου, τέχνη αἰτία, τῶν δὲ ἀνομοιομερῶν τούτων φύσις ἢ ἄλλη τις αἰτία· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ κατὰ φύσιν, καὶ ἵππος ἵππον. | Εἰπὼν δὲ ταῦτα ἐπάνεισιν ἐπὶ τὸν περὶ τῶν ὁμοιομερῶν μορίων λόγον. περὶ τούτων γὰρ αὐτῷ προέκειτο εἰπεῖν, τί μὲν ἕκαστον αὐτῶν ἐστι κατὰ τὴν ὕλην, τί δὲ κατὰ τὸν λόγον. φησὶ δὲ δὴ ὅτι ἐκ τῶν εἰρημένων ἔχομεν, τινος ἕκαστον ἀυτῶν γένους ἐστιν· η γὰρ ὑγρὸν τι αὑτῶν ἐστιν ἢ ξηρὸν ἢ ἐξ ἀμφοῖν. τὰ γὰρ ποιὰ καί πὼς συνεστῶτα ἢ ὑγρὰ ἡ ξηρὰ ἢ μικτὰ ἐξ ἀμφοῖν εἴρηταί τε καὶ δέδεικται. χρῆναι δέ φησιν ἕκαστον τῶν τοιούτων μορίων προχειριζομένους τὸ τί ἐστιν αὐτῶν ἀποδιδόναι, πρῶτον τὸ γένος λαμβάνοντας, οἷον φέρε εἰπεῖν ὅτι ὑγρὸν ἢ ξηρόν, ἔπειτα προστιθέντας ποῖόν τι καὶ πῶς γεγονός. οὕτω γάρ ἕκαστον ἴσμεν τί ἐστι καὶ ἑκάστου τὸν λόγον ἀποδίδομεν, ἢ πρὸς τὸ ὑποκείμενον καὶ τὴν ὕλην βλέποντες ἢ πρὸς τὸν λόγον καὶ τὸ εἶδος, μάλιστα δ’ ὅταν ἄμφω εἰδῶμεν. ἀκόλουθα δὲ ταῦτα τοῖς ἐν τῷ πρώτῳ Περὶ ψυχῆς εἰρημένοις ὑπ’ αὐτοῦ· καὶ γὰρ ἐν ἐκείνῳ εἶπε τοὺς μέν τινας ἀπὸ τῆς ὕλης, τοὺς δὲ ἀπὸ τοῦ εἴδους τὸν ὁρισμὸν ἀποδιδόναι· τελειοτάτους μέντοι τῶν ὁρισμῶν ἐπὶ τῶν φυσικῶν εἶναι τοὺς τὸ εἶδος λέγοντας τοὐ προκειμένου καὶ προστιθέντας ὅτι ἐν ὕλῃ τοιαύτῃ. εἰπὼν δὲ οὕτως γὰρ ἴσμεν ἕκαστον διὰ τί καὶ τί ἐστι, καὶ τῆς γενέσεως φησι καὶ τῆς φθορᾶς δεῖν ἀμφοτέρας τὰς αἰτίας εἰδέναι, τήν τε τελικήν, ἣν εἶπε διὰ τί, καὶ τὴν ὑλικήν, ἣν ἐδήλωσε διὰ τοῦ καὶ τί ἐστι. προσέθηκε δὲ τὸ δεῖν εἰδέναι καὶ τὸ ποιητικὸν αἴτιον διὰ τοῦ καὶ πόθεν ἡ ἀρχὴ τῆς κινήσεως. ὥστε ἅπαντα ἔστιν ἐκ τῶν εἰρημένων λαμβάνειν λέγ·οντας ἢ ὑγρὸν ἢ ξηρὸν ἕκαστον αὐτῶν ἢ συναμφότερον εἶναι, τὴν μὲν ὕλην οὕτως, τὸ δὲ εἶδος τῆξιν ἢ σύστασιν τοιάνδε, ὁποία καὶ ἐστίν, ὃ ἔστι λαμβάνειν ἐκ τῶν εἰρημένων γνωρίζοντας ἐκ τοῦ ἐφαρμόζοντος, τὸ δὲ ποιητικὸν ὅτι ὑπὸ θερμοῦ ἢ ψυχροῦ τοιοῦτον γινόμενον ἢ γεγονὸς ἢ ὑπ’ ἀμφοῖν. γνωρίμων δὲ τούτων τῶν ὁμοιομερῶν οὕτως γενομένων, δεῖν φησιν ὁμοίως μετὰ ταῦτα περὶ τῶν ἀνομοιομερῶν μορίων λέγειν, εἶθ’ οὕτω περὶ τῶν ἐκ τούτων συνεστώτων, ἅπερ ἐστὶ τά τε φυτὰ καὶ τὰ ζῷα. τῷ δὲ βιβλίῳ τούτῳ ἕπεσθαι δοκεῖ τὰ Περὶ ζῴων μορίων· ἐν γὰρ τῷ δευτέρῳ Περὶ ζῴων μορίων 20 περὶ ὧν ἐνταῦθα ἔφη δεῖν εἰπεῖν εἶπε. λέγει γὰρ ἐν αὐτῷ πρῶτον μὲν περὶ τῶν ὁμοιομερῶν μορίων, ἔπειτα καὶ περὶ τῶν ἀνομοιομερῶν, ἅ ἐστιν ἐκ τούτων.

---

Alexander of Aphrodisias, In Aristotelis Meteorologicorum Libros Commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg008.local001/.
