Ancient Greek
Page 165a1
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 1.1
Not analysed yet
῾Ο μὲν γὰρ συλλογισμὸς ἐκ τινῶν ἐστι τεθέντων. Τί ἐστι συλλογισμὸς καὶ ἔλεγχος, εἴρηται ἔν τε τοῖς προτέροις ᾿Αναλυτικοῖς καὶ ἐν τοῖς δευτέροις, ἐν μὲν τοῖς προτέροις ὅτι ‟συλλογισμός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμ- βαίνει τῷ ταῦτα εἶναι” καὶ τὰ ἑξῆς (καὶ τίνος χάριν προσετέθη τῶν διαφορῶν, ἀρκούντως ἐν τοῖς ᾿Αναλυτικοῖς διελάβομεν), ἐν δὲ τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν ὅτι ἔλεγχός ἐστι συλλογισμὸς μετὰ ἀντιφάσεως τοῦ συμπεράσματος· οὐ γὰρ ἄνευ συλλογισμοῦ ὁ ἔλεγχος. ἀλλ’ οὐ διὰ τοῦτο ὁ αὐτὸς τῷ συλλογισμῷ· ἐπὶ πλέον γὰρ ὁ συλλογισμὸς τοῦ ἐλέγχου· εἰ μὲν γὰρ ἔλεγχος, πάντως καὶ συλλογισμός, οὐ μήν, εἰ συλλογισμός, καὶ ἔλεγχος. καὶ ὅτι συλλογισμὸς μὲν γίνεται καὶ ἄνευ ἀντιφάσεως ἐκ δύο καταφατικῶν προτάσεων, ἔλεγχος δ᾿ οὐ γίνεται ἐκ δύο καταφατικῶν προτάσεων· δεῖ γὰρ ἐν ἐλέγχῳ τὴν μὲν τῶν προτάσεων εἶναι κατηγορικὴν τὴν δὲ στερητικήν· ὁ γὰρ ἔλεγχος προσλαβὼν τὸ ἀντικείμενον τῷ ἐξ ἀρχῆς συμπεράσματι συλλογισμὸς μετὰ ἀντιφάσεως λέγεται τοῦ συμπεράσματος, τουτέστι συλλογισμὸς προσειληφὼς τὸ συμπέρασμα ἔχον ἀντίφασιν εἴς τινα κειμένην ἀληθῆ πρότασιν, ἢ διὰ συλλογισμοῦ ληφθεῖσαν ἢ ἐξ ὁμολογίας τινὸς ἀληθῆ καὶ αὐτόπιστον. οἷον εἴ τις λέγει τὸν ἄνθρωπον ζῷον εἶναι καὶ τοῦτο ἀποδεικνύει διὰ συλλογισμοῦ, ὅτι ὁ ἄνθρωπος λογικός, τὸ λογικὸν ζῷον, καὶ τὸ συμπέρασμα δῆλον, ἀληθὲς μὲν ὁ τοιοῦτος συνελογίσατο· εἰ δέ τις ἐνίσταται πρὸς τὸ συμπέρασμα, ἐλέγξομεν τοῦτον λαβόντες τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ἀληθεῖ συμπεράσματι ἢ τὸ ἐναντίον, ὅπερ αὐτὸς ὑποτίθησι, καὶ τὴν ἑτέραν ὁμολογουμένην πρότασιν καὶ δείξομεν αὐτὸν τοῖς προδήλοις μαχόμενον. ἔστω γὰρ τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· τὸ ζῷον παντὶ λογικῷ· τὸ λογικὸν οὐδενὶ ἀνθρώπῳ· ἦν δὲ καὶ παντί. ἰδοὺ γοῦν λαβόντες τὸ ἐναντίον τῷ ἀληθεῖ συμπεράσματι ἄτοπόν τι συνηγάγομεν τὴν ὁμολογουμένην πρότασιν ἀνατρέψαντες. ἔστι δὲ ταὐτὸ τοῦτο ποιῆσαι, κἀν εἰ τὸ ἀντιφατικῶς ἀντικείμενον λάβοιμεν. συλλογιστέον οὖν ἐν δευτέρῳ σχήματι διὰ μέσου τοὺ αἱρετοῦ μὴ εἶναι τὸ κακὸν ἀγαθόν.] καὶ ἔστω τόδε κείμενον τὸ μηδὲν εἶναι κακὸν ἄγαθόν, ἢ ἁπλῶς τεθὲν ὡς ἐναργὲς ἢ καὶ διὰ συλλογισμοῦ δειχθέν· ὡς ὅταν λάβῃ τις μηδὲν εἶναι κακὸν αἱρετόν, πᾶν ἀγαθὸν αἱρετόν, ἔχοι ἂν διὰ τούτου δεδειγμένον ἐν δευτέρῳ σχἤματι τὸ μηδὲν εἶναι κακὸν ἀγαθόν. εἰ οὖν τις ἐνίσταται πρὸς τὸ συμπέρασμα λέγων εἶναι τοῦτο ψεῦδος, δώσει ἄν τὴν ἀντίφασιν τοῦ συμπεράσματος, τὴν ὅτι ἔστι τι ἀγαθὸν κακόν, καὶ ἐλεγχθείη ἄν ἐν τρίτῳ σχήματι συλλογισαμένων ἡμῶν οὕτω· τὸ κακὸν τινὶ ἀγαθῷ κατὰ τὴν ὑπόθεσιν, τὸ αἱρετὸν παντὶ ἀγαθῷ, καὶ τὸ αἱρετὸν τινὶ κακῷ· ἦν δὲ καὶ οὐδενί. τοῦτο μὲν οὖν ἔλεγχός ἐστιν ὁ τὸ ἐναντίον ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ συμπεράσματι λαμβάνων καὶ πρότασίν τινα ἀληθῆ κἀκ τούτου ἀποδεικνύων ἄτοπόν τι συναγόμενον. τοιοῦτος μὲν ὅ τε συλλογισμὸς καὶ ὁ ἔλεγχος, καὶ ὁ συλλογιζόμενος καὶ ἐλέγχων κατὰ τού- τους συλλογίζεται καὶ ἐλέγχει. ἀλλ’ οἱ σοφισταὶ ἐλέγχουσι μὲν οὐδαμῶς, δοκοῦσι δὲ ἐλέγχειν διὰ πολλὰς αἰτίας, αἰτίας λέγων τοὺς δεκατρεῖς τρόπους δι’ ὧν ἀπατῶσι τοὺς προσδιαλεγομένους. ὧν ἕνα τόπον εἷναί φησιν ἐπίκαιρόν τε καὶ κοινὸν τοῖς πολλοῖς καὶ διὰ τοῦτο δημοσιώτατον, τουτέστι κοινότατον, εὐφυέστατον δὲ ὡς ῥᾴδιον, τὸν δἰὰ τῶν ὀνομάτων, ὃς εἴη ἂν ἢ ὁ καθ’ ὁμωνυμίαν λεγόμενος ἢ ὁ κατὰ ἀμφιβολίαν ἢ τάχα καὶ ἀμφότεροι. καὶ προστέθη|σιν ἐξ οἵας οὗτος τῆς αἰτίας γίνεται. εἰ μὲν ἦν, φησί, δυνατὸν διαλεγομένους ἡμᾶς αὐτὰ τὰ πράγματα φέρειν εἰς μέσον καὶ ὑπ’ ὄψιν τιθέναι, οἷον περὶ κυνὸς τοῦ καύματα ποιοῦντος διαλεγομένους αὐτὸν ἐκεῖνον παριστᾶν καὶ περὶ τούτου τοὺς λόγους ποιεῖσθαι, οὐκ ἄν ποτε ἠπατήθημεν περὶ τῶν ὑποπιπτόντων αἰσθήσει καὶ προδήλων διαλεγόμενοι. ἐπεὶ δὲ τοῦτο ἀδύνατόν ἐστι καὶ οὐ τοῖς πράγμασι χρώμεθα ἐν ταῖς διαλέξεσιν, ἀλλ’ ἀντὶ τῶν πραγμάτων τοῖς τούτων συμβόλοις σύμβολα δὲ τῶν πραγμάτων εἰσὶ τὰ ὀνόματα· τὰ γὰρ ἐν τῇ φωνῇ ὀνόματα καὶ ῥήματα, ἃ καθ’ αὑτὰ λεγόμενα καὶ αὐτὰ ὀνόματά ἐστι, διὰ μέσων τῶν νοημάτων ἐξαγγελτικά εἰσι τῶν πραγμάτων), τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων μεταφέρομεν ἐπὶ τὰ σημαινόμενα ὑπ’ αὐτῶν· ὧν γὰρ ἓν ὄνομα καὶ ταὐτὸν συμβέβηκεν εἶναι, τούτων καὶ τὴν οὐσίαν καὶ τὴν φύσιν τὴν αὐτὴν εἶναι νομίζομεν διὰ τὴν τοῦ ὀνόμοτος ταὐτότητα. διὸ καὶ οὕτως ἐρωτῶσιν· οὐχὶ ὁ λίθος ἄρρην ἐστίν; οὐχὶ ὁ Καλλίας ἄρρην ἐστίν; ὁ λίθος ἄρα Καλλίας. καὶ πάλιν· οὐχὶ ὁ Πλάτων’ ἄρρην ἐστίν; οὐχὶ ὁ ποταμὸς ἄρρην ἐστίν; ὁ Πλάτων ἄρα ποταμός ἐστι. κἀντεῦθεν ἡ ἀπάτη γίνεται ὁμωνύμων ὄντων τῶν ὀνομάτων ἢ ἀμφιβόλων· νομίζομεν γάρ, ὅπερ συμκαὶ βαίνει τοῖς ὀνόμασι, τοῦτο ἀκολουθεῖν καὶ τοῖς πράγμασι. διὰ τί δὲ οὕτως ἀπατᾶν πειρᾶται ὁ σοφιστής, λέγει, ὅτι διὰ τὸ ἀπορεῖν τὴν φύσιν ἡμῶν ὀνομάτων τῶν ἁρμοζόντων ἑνὶ ἑκάστῳ τῶν πραγμάτων γίνεται αὕτη ἡ ἀπάτη καὶ ὁ παραλογισμός· εἰ γὰρ εὐπορία ἦν πολλῶν ὀνομάτων, οὐκ ἂν αὕτη ἡ ἀπάτη ἐπιπολάζειν ἠδύνατο. νῦν δὲ ἀποροῦσα ἡ φύσις ἡμῶν πολλοῖς οὖσι καὶ διαφόροις τοῖς πράγμασι καὶ ἀπείροις, οὐχὶ τῇ φύσει ἀλλ’ ἡμῖν, ἐπιθεῖναι ἑνὶ ἑκάστῳ οἰκεῖον ὄνομα, πολλά τινα καὶ διάφορα συναγαγοῦσα πράγματα τέθεικεν ἓν καὶ τὸ αὐτὸ ὄνομα· ἅπερ πράγματα εἰ εἶχον τὸν οἰκεῖον ἓν ἕκαστον ὀνομασμόν, οὐκ ἄν ἠπατώμεθα, ἀλλ’ ὅταν διαλεγώμεθα, ὑπεφέρομεν ἂν τῇ αἰθήσει τὰ πράγματα, καὶ οὕτως ἀπρόσκοπος ἂν ἐγίνετο ἡ διάλεξις. νῦν δὲ ἐπειδὴ ἡ φύσις διὰ τὴν ἀπορίαν οὐ προσήρμοσεν ἑνὶ ἑκάστῳ τὸ κατάλληλον ὄνομα, ἀλλὰ πολλοῖς πράγμασιν τὸ αὐτὸ καὶ ἓν ὄνομα ἀγαγοῦσα ἐπέθηκε, διὰ τοῦτο καὶ ἡ ἀπάτη χώραν ἔσχε· διὸ τὰ ἐπὶ τοῦ ὀνόματος ὁμολογηθέντα τὰ αὐτὰ καὶ ἐπὶ τοῦ ὑπὸ τοῦ ὀνόματος σημαινομένου συμβαίνειν ἡγούμεθα, ὡς κἀκείνων μιᾶς φύσεως ὄντων διὰ τὴν τοῦ ὀνόματος ταὐτότητα, καὶ τῷ τὸ ὄνομα εἶναι ἓν οἰόμεθα καὶ τὰ ὑπ’ αὐτοῦ δηλούμενα πράγματα διάφορα καὶ ἀνομοούσια ὄντα ἓν εἶναι κατὰ φύσιν, ὅπερ ἀδύνατον. οὐ γάρ, εἰ τὸ βασιλίσκος ὄνομά ἐστιν ἕν τι, ἤδη καὶ τὸ σημαινόμενον παρ’ αὐτοῦ πρᾶγμα ἔσται ἕν· ἄλλος γὰρ ὁ τοῖς πολλοῖς ἐγνωσμένος βασιλίσκος καὶ ἄλλος ὁ τοῖς ἐπιστήμοσιν, ὁ ἐπὶ τῆς καρδίας δηλονότι ὢν τοῦ ἀστρῴου λέοντος. οὐκοῦν τὸ ἀπατᾶν καὶ ἀπατᾶσθαι ἀπὸ μικρᾶς τινος κοινωνίας καὶ ὁμοιότητος σοφιστικόν. καὶ ὅτι τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμάτων τοῦτο ἡγεῖσθαι συμβαίνει, φησί, τοῖς σοφισταῖς. παραδείγματι χρῆται τῷ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις· ἃ γὰρ ἐπὶ τῶν δακτύλων ἐν ταῖς ψήφοις συλλογιζόμενοι εὑρίσκουσι, ταῦτα καὶ ἐπ’ αὐτῶν τῶν πραγμάτων μεταφέρουσι, καὶ τοσαῦτά φασιν ἔχειν καὶ ταῦτα εἶναι τὰ δακτυλομετρούυενα. τὸ δ’ οὐκ ἔστιν ὅμοιον, ἀλλὰ ἐπὶ μὲν τοῦ ἀριθμοῦ τὰ συμβαίνοντα ἐπ’ αὐτοῦ μεταφέρειν ἐπὶ τὰ ἀριθμούμενα ἀληθές· εἰ γὰρ ὁ ἑπτὰ ἀριθμὸς εἰς περιττὸν καὶ ἄρτιον διαιρεῖται, ἀνάγκη καὶ τοὺς ἑπτὰ ἄνδρας, οἵτινές εἰσι τὰ ἀριθμούμενα, εἰς περιττὸν καὶ ἄρτιον διαιρεῖσθαι ἐπὶ δὲ τῶν ὀνομάτων οὐκ ἀληθές· οὐ γάρ, εἰ ὁ Δίων δισύλλαβον, τὸ δισύλλαβον τετρασύλλαβον, ἀνάγκη τὸν Δίωνα, ὅς ἐστι τὸ πρᾶγμα, τετρασύλλαβον εἶναι. Ταῦτα εἰπὼν καὶ δείξας πῶς ἀπατώμεθα, δηλονότι δι’ ἀπειρίαν καὶ ἄγνοιαν καὶ μᾶλλον διὰ τὴν ὁμωνυμίαν μεταφερόντων τῶν σοφιστικῶν τὴν ἐπὶ τῶν ὀνομάτων ἀπάτην εἰς τὰ πράγματα, ὥσπερ οἱ λογαριασταὶ μετασυναγοῦσα φέρουσι τοὺς |ἀριθμοὺς ἐπὶ τὰ ἀριθμητά, δείκνυσι τοῦτο διάφορον εἶναι καὶ οὐχ ὅμοιον διὰ τοῦ εἰπεῖν τοῦτο δὲ οὐκ ἔστιν ὅμοιον. ἐπὶ μὲν γὰρ τῶν ἀριθμῶν καὶ τῶν ἀριθμητῶν καὶ ἄμφω ἄπειρά εἰσι καὶ ἀπερίληπτα, καὶ εὔδηλον ὅτι ὡς ἄν ἔχοι τὸ ἕτερον, οὕτως ἕξει καὶ θάτερον· ἐπὶ δὲ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων οὐχ οὕτως ἔχει. τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων πλῆθος· ἐπεὶ γὰρ οἱ λόγοι ἐξ ὀνομάτων σύγκεινται λεγέσθω γὰρ νῦν καὶ τὰ ῥήματα ὀνόματα), τὰ δὲ ὀνόματα ἐκ συλλαβῶν, αἱ δὲ συλλαβαὶ ἐκ στοιχείων, τὰ δὲ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς πεπερασμένα εἰκοσιτέσσαρα γάρ), τὸ ἐκ πεπερασμένων ἄρα, ὡς ἐν τῷ ἕκτω τῆς Φυσικῆς ἀκροάσεως δέδεικται, ἀνάγκη συμπεπεράνθαι. ἀλλ’ οὕτω μὲν πεπερασμένα εἰσὶ τὰ ὀνόματα. πῶς δὲ ὁ ἁριθμὸς καὶ τὰ πράγματα ἄπειρά εἰσι, καὶ ὅπως οὐχ ὅμοιόν ἐστι τὸ συμβαῖνον ἐπί τε τῶν πραγμάτων καὶ ἐπὶ τῶν ἀριθμῶν, τὴν αἰτίαν τούτου ἐπάγει δυνάμει λέγων· ἐπεὶ καὶ ὁ ἀριθμὸς ἐπ’ ἄπειρον αὔξειν δύναται καὶ τὰ ἀριθμητά, οὐκ ἐνδέχεται τὰ διάφορα ἀριθμητὰ καθὸ ἀριθμητὰ τῷ αὐτῷ καὶ ἑνὶ ἀριθμῷ δηλοῦσθαι, οἷον τὰ ἑπτὰ καὶ ἓξ διὰ τοῦ πέντε ἀριθμοῦ· τὰ δὲ πράγματα ἐπείπερ ἄπειρά εἰσι τὸν ἀριθμόν, τὰ δὲ ὀνόματα πεπέρανται, ἀναγκαῖον πλείω τὸν αὐτὸν λόγον καὶ τοὔνομα τὸ ἓν σημαίνειν. τούτου δὲ ὄντος, εἰ μὲν ἐπ’ ἄλλου δοίη ὁ ἀποκρινόμενος, ἐπ’ ἄλλου δὲ μεταγάγοι ὁ ἐρωτῶν, δόξειεν ἂν ὁ ἔλεγχος γίνεσθαι. χρᾶται δὲ τοῖς ἀριθμοῖς καὶ ταῖς ψήφοις πρὸς τὸ δεῖξαι τοὺς σοφιστὰς τῷ τὰ ὀνόματα μεταφέρειν ἐπ’ αὐτὰ τὰ πράγματα παραλογιζομένους τοὺς ἀνεπιστήμονας. ὡς γὰρ ἐπὶ τῶν ψήφων οἱ μὴ δεινοὶ ἀλλ’ ἐπιπόλαιοι καὶ ἰδιῶται τῷ τοὺς ἀριθμοὺς φέρειν ἐπὶ τὰ ἀριθμούμενα παρ’ ἑαυτῶν καὶ παρὰ τῶν περὶ τὰς ψήφους καὶ τοὺς ἀριθμοὺς ἐπιστημόνων ἀπατῶνται καὶ διὰ τοῦτο καὶ ὑπὸ τούτων παρακρούονται, τὸν αὐτὸν δή φησι τρόπον ἔχειν καὶ ἐπὶ τῶν λόγων τῶν ἐξ ὀνομάτων· οἱ γὰρ ἀξύνετοι καὶ ἀνεπιστήμονες τῆς τῶν ὀνομάτων δυνάμεως κακῶς διαλεγόμενοι παραλογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες. ὅτι ἐλάττω τὰ ὀνόματα τῶν πραγμάτων, καὶ ἐκ τῆς ἐνεργείας ἔνεστι πιστοῦσθαι· πολλὰ γὰρ οὐκ ὠνόμασται· καὶ τὰ μὲν πράγματα ἄλλοτε ἄλλα, τὰ δὲ ὀνόματα τὰ αὐτά. οὐχ ὅτι δὲ διὰ τοῦτο μόνον αἱ ὁμωνυμίαι λέγει, ἀλλ’ ὅτι διὰ τοῦτο ἐξ ἀνάγκης, εἰ καὶ δι’ ἄλλας αἰτίας τινὰς αἱ ὁμωνυμίαι. ἢ ἡ μὲν ὁμωνυμία ἐξ ἀνάγκης διὰ τοῦτο· πάντως γὰρ ὁ τιθέμενός τινι ὄνομά τι χρήσεται φωνῇ κατ’ ἄλλου τινὸς εἰρημένῃ. ἡ μέντοι πρὸς τόνδε ἢ τόνδε ὁμωνυμία οὐκ ἔστιν ἀναγκαία· ἠδύνατο γὰρ ἄλλῳ τινὶ καὶ μὴ τοιούτῳ ὁμωνύμῳ εἶναι. ὅτι δὲ πεπέρανται τὰ ὀνόματα, δῆλον ἔκ τε τοῦ τὰ στοιχεῖα, ὧν ἐν τῇ συνθέσει τὰ ὀνόματα, πεπεράνθαι· τῶν δὲ πεπερασμένων καὶ ἡ σύνθεσις πεπερασμένη• καὶ ἔτι ἐκ τοῦ μηδὲ πᾶσαν σύνθεσιν γραμμάτων συλλαβὰς ἢ ὀνόματα ποιεῖν δύνασθαι· αἱ γὰρ πρὸς τὰ φωνήεντα συμπλοκαί τε καὶ συνθέσεις αὐτῶν μόναι τοῦτο ποιοῦσι.